Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Scholia: Byzantine Glosses on Pindar’s Epinicians

Library › Greek: Grammar & Reference › Byzantine Glosses on Pindar's Epinicians

This is a large collection of Byzantine scholia and glosses on the victory odes of Pindar, the Theban poet of the fifth century BC. It runs through the Olympian, Pythian, Nemean and Isthmian odes. For each lemma, or word quoted from the text, it gives a short explanation, synonym or etymology. The notes belong to the later scholia on Pindar, and at least one of them cites the twelfth-century scholar John Tzetzes.

Pindar's language is some of the hardest in Greek poetry, and these notes show how Byzantine teachers worked to make it readable. They preserve medieval etymologies and grammatical teaching, and they document how Pindar was read long after antiquity, alongside the older scholia that go back to Alexandrian scholarship.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Byzantine Glosses on Pindar's Epinicians
Scholia · Book 1 · every word parsed
O.t
ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Αʹ. Τὸ προοίμιον ἀπὸ συγκρίσεως.
O.1
Ἄριστον μὲν ὕδωρ] ἐστὶ τῶν ἄλλων στοιχείων πυρός, ἀέρος, γῆς. —Ἄριστον μὲν ὕδωρ] * Ἐπὶ τῆς αὐτῆς ἐννοίας ἐστὶ καὶ τὰ πρὸς τῷ τέλει τοῦ Γʹ τῶν Ὀλυμπίων εἴδους (στ. 75—76): Εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων Δὲ χρυσὸς αἰδοιέστατον. —Ἄριστον μὲν ὕδωρ] * Τὸ ἄριστον ὑπερθετικὸν ὄνομα ἀπὸ τοῦ ἀρείων συγκριτικοῦ· τὸ δὲ ἀρείων παρὰ τὸ ἄρης, ὁ πόλεμος ……., ὁ ἐν πολέμοις ἰσχυρός· καταχρηστικῶς δὲ καὶ ὁ ἐν οἱῳδήποτε πράγματι ὑπερτερῶν καὶ τοὺς ἄλλους ὑπερ(βάλλων? …). Ἄριστος, ἐπὶ σώματος· βέλτιστος, ἐπὶ ψυχῆς, τὸ α βραχύ· ἄριστον δὲ, τὸ γεῦμα, μακρόν. —Ὕδωρ] * Ὕδωρ ἐστὶ στοιχεῖον κατωφερές, ψυχρόν, ὑγρόν, θρεπτικόν, παρὰ τὸ ὕω, τὸ βρέχω, ὕωρ, καὶ πλεονασμῷ τοῦ δ ὕδωρ· τὸ υ παρὰ μὲν τοῖς ἄλλοις ποιηταῖς ἐστι μακρόν, παρὰ δὲ τοῖς τραγικοῖς βραχύ, ὡς τὸ ἀνὴρ καὶ ἕτερα. Καὶ ἐνταῦθα τὸ υ βραχύ ἐστι. Χρυσὸς] Περιφανής ἐστι δηλαδή. [15]
O.2
—Χρυσὸσ] * χρυσὸς λέγεται παρὰ τὸ ῥύω, ῥύσω, ῥυσὸς καὶ πλεονασμῷ τοῦ χ χρυσός. Ὁ γὰρ χρυσὸς διδόμενος ῥύεται τὸν ἄνθρωπον ἐκ τοῦ θανάτου. Καὶ Κολοφώνιος χρυσὸς λέγεται ὁ κάλλιστος χρυσός· καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν. —Αἰθόμενον πῦρ] Λάμπον ἐν νυκτί· ἐνταῦθα συνάπτεται τὸ νυκτί. —Αἰθόμενον πῦρ] * Τὸ γὰρ νύκτωρ αἰθόμενον πῦρ λαμπρότερόν ἐστι τοῦ μεθʼ ἡμέραν καιομένου πυρός. Ἅτε] Καθά. [5]
O.3
—Διαπρέπει] Διαλάμπει, ἤγουν διὰ πάντων τούτων πρέπει. —Νυκτὶ] * Νυκτί· παρὰ τὸ νύσσω, νύξω, νύξ, ἡ νύσσουσα καὶ κάμπτουσα ἡμᾶς πρὸς ὕπνον· ἢ παρὰ τὸν νύξω μέλλοντα, τὸν δηλοῦντα τὸ πλήξω, διὰ τὸ νύσσεσθαι καὶ προσπαίειν τοῖς ἐνεργοῦσί τι ἐν σκότει. Κλίνεται νυκτός. Ὁ κανών· Πᾶν ὄνομα ἔχον ἐπὶ τῆς εὐθείας τὸ σύμφωνον τοῦ μέλλοντος, θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς ποτὲ μὲν τὸ σύμφωνον τοῦ παρακειμένου, ποτὲ δὲ τοῦ μέλλοντος· καὶ ποῖόν ἐστι τοῦ παρακειμένου; τὸ χ, καὶ γίνεται νυχός· πλεονάζει γὰρ τὸ τ ἐν πολλαῖς λέξεσιν, ὡς τὸ ἄναξ, ἄναχος καὶ ἄνακτος· καὶ ἐπεὶ ψιλὸν ψιλοῦ καὶ δασὺ δασέος προηγεῖται, ἐτράπη τὸ χ εἰς κ, καὶ γέγονε νυκτός. Σημαίνει τέσσαρα· τὴν σωματοειδῆ θεὸν ὡς τὸ (Ἰλ . Ξ, 259): Εἰ μὴ Νὺξ δμήτειρα θεῶν ………. καὶ τὴν παρʼ ἡμῖν νοουμένην ἐπὶ τῇ συνηθείᾳ, ὡς τὸ (Ἰλ . Ι, 78): Νὺξ δʼ ἥδʼ ἠὲ διαῤῥαίσει στρατὸν ἠὲ σαώσει. καὶ τὴν σκοτίαν καὶ γνοφώδη κατάστασιν, ὡς τὸ (Ὀδ. Λ, 19): Ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσιν· σημαίνει καὶ τὸν θάνατον καὶ σκοτασμὸν τῶν ὀφθαλμῶν, ὡς τὸ (Ἰλ . Ε, 659): Τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. —Μεγάνορος] Ἤγουν ὑπερηφάνειαν ἐμποιοῦντος. —Μεγάνορος] Ἰσχυροῦ, δυνατοῦ, ἀνδρείαν ἐμποιοῦντος· ἐπεὶ μεγάλα δύναται ὁ χρυσός. —Μεγάνορος] Τοῦ τοὺς ἄνδρας μεγίστους ποιοῦντος. —Ἔξοχα] Ἐξόχως. —Ἔξοχα] * Γενικὴν ἔσχε σύνταξιν διὰ τὴν (τῆς) λέξεως ὑπεροχήν· ὑπέρθεσιν γὰρ δηλοῖ ἔξοχα πλούτου, ἤγουν ὑπερβαλλόντως· αἱ δὲ ὑπερθέσεις φιλ(οῦσι) τὴν γενικὴν σύνταξιν. —Πλούτου] * Πλοῦτός ἐστι κτῆσις χρημάτων τε καὶ κτημάτων, παρὰ τὸ πολὺς καὶ τὸ τω τὸ λαμβάνω καὶ δέχομαι, πολύουτος καὶ συγκοπῇ πλοῦτος· ἢ ὅτι ἐκ τοῦ πηλοῦ καὶ τῆς γῆς ὁ πλοῦτος εὑρίσκεται τοῖς ἀνθρώποις· ὅθεν καὶ Ἡσίοδος (Θεογ . 969): Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, ……… Σύνταξις: Τὸ ὕδωρ μέν, τὸ στοιχεῖον δηλονότι, ἄριστόν ἐστιν, ἤγουν κράτιστον καὶ χρησιμώτατον, παρὸ εἰσὶ τὰ λοιπὰ τρία στοιχεῖα, πῦρ, ἀὴρ καὶ γῆ. Ὁ χρυσὸς δὲ διαπρέπει καὶ διαλάμπει ἔξοχα καὶ διαφερόντως ….. τοῦ πλούτου τοῦ μεγάνορος, ἤγουν τοῦ μεγάλα δυναμένου, ἢ, κατὰ μετωνυμίαν, τοῦ ἰσχυροποιοῦντος καὶ μεγαλύνοντος τοὺς ἔχοντας αὐτὸν ἀνθρώπους· ἅτε καὶ καθὰ πῦρ αἰθόμενον καὶ καιόμενον νυκτί, ἀντὶ τοῦ νύκτωρ καὶ ἐν καιρῷ νυκτός· ὅπερ λαμπρότερόν ἐστι τοῦ μεθʼ ἡμέραν καιομένου πυρός. Ἄεθλα] Ἀγῶνας. [40]
O.5
—Ἄεθλα] * Ἄεθλος καὶ ἄεθλον διαφέρει. Ἀρσενικῶς γὰρ τὸν τόπον καὶ τὸ ἀγώνισμα δηλοῖ· οἷον (Ὀδυς . Χ, 5): Οὗτος μὲν δὴ ἄεθλος ἀάατος …….. οὐδετέρως (δὲ) τὸ ἐπὶ τοῦ ἀγῶνος διδόμενον ἔπαθλον· οἷον (Ἰλ . Ψ, 259): Νηῶν δʼ ἀφῄρηταί τʼ ἄεθλα λέβητάς τε τρίποδάς τε. Καὶ ἀπὸ τούτου ἀεθλεύειν, τὸ ἀγωνίζεσθαι. Γίνεται δὲ ἡ λέξις, κατὰ τοὺς παλαιούς, ἀπὸ τοῦ ἐθέλειν, ἐπιτάσει τοῦ α. αἱρετὸν γὰρ καὶ θελητὸν ὁ ἄεθλος καὶ τὸ ἄεθλον. Ἐνταῦθα δὲ ἄεθλά φησι τοὺς ἀγῶνας. —Γαρύεν] Φωνεῖν, ἀντὶ ὑμνεῖν. Ἔλδεαι] Ἐπιθυμεῖς, ἐθέλεις. [10]
O.6
—Ἔλδεαι] * Ἔλδω, καὶ ἀπὸ τούτου ἔλδομαι, τὸ ἐπιθυμῶ, τὸ γʹ ἔλδεται, ἀποβολῇ τοῦ τ ἰωνικῶς ἔλδεαι ἀντὶ το(ῦ) ἔλδῃ καὶ ἐπιθυμεῖς. Εἴρηται δὲ ἡ λέξις ἀπὸ τοῦ ἕλκω, κατὰ μετάθεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ τις ἐπιθυμεῖ ἐκεῖ ἕλκεται· ἢ παρὰ τὸ (θέ)λω, τοῦ θ τραπέντος εἰς δ, κατὰ Μακεδόνας, καὶ ὑπερθέσεως γενομένης· οἷον θέλω, δέλω, ἔλδω καὶ ἔλδομαι· ἢ παρὰ τὸ ἕλω, τὸ προκρίνω· δῆλον γὰρ ὡς ἕλοιτο ἄν τις τὸ ἐπιθυμητόν. Εἰ δὲ δασύνεται τὸ ἑλεῖν ψιλοῦται δὲ τὸ ἔλδεσθαι, αἴτιον ἡ τοῦ δ ἐπένθεσις. —Φίλον ἦτορ] Ὦ φίλη ψυχή, προσφιλὴς ἐμοὶ ψυχή. —Φίλον ἦτορ] * Ἦτορ ἡ ψυχή, παρὰ τὸ ἄω, τὸ πνέω· καὶ γὰρ πνεῦμα λέγεται ἡ ψυχή, ὡς ἐν τοῖς θείοις Εὐαγγελίοις (Ἰωάν. δʹ, 24): « Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν»· τουτέστιν ἀσώματόν ἐστι τὸ θεῖον, καὶ τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτοῦ, διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς καὶ τῆς τοῦ νοῦ καθαρότητος. Μηκέθʼ ἁλίου σκόπει] Ἤγουν μὴ ζήτει ἰδεῖν. [15]
O.7
— Ἁλίου] * Ἥλιος, παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος, καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος. Θαλπνότερον] Φλογωδέστερον, λαμπρότερον, θερμότερον.
O.9
Ἐν ἁμέρᾳ] Φερόμενον δηλ. μὴ ὑπὸ νεφελῶν κρυπτόμενον. —Φαεινὸν] Λαμπρόν. Τοιαύτη γὰρ ἡ τῶν ἄστρων φύσις. —Ἄστρον] ἀντὶ ἀστέρα. Ἐρήμας διʼ αἰθέρος] Μὴ ὑπό τινων οἰκουμένου ἀέρος.
O.10
—Ἐρήμας διʼ αἰθέροσ] * Ἐν γὰρ τῷ ἀέρι, φησὶν ὁ Τζέτζης, συνίσταται, κατὰ Ἀριστοτέλη καὶ πάντας σοφοὺς, τά τε νέφη καὶ αἱ (κα)ται(γίδ)ες? καὶ τὰ πνεύματα· ὁ δὲ αἰθὴρ ἔρημος τούτων ἁπάντων καθέστηκεν. —Αἰθὴρ] * Ἐνταῦθα θηλυκῶς κεῖται, καθʼ ὁμοιότητα τῆς ἠέρος. Αἰθὴρ ὁ οὐρανὸς κατὰ τὴν κοινὴν φράσιν· ὅθεν ὕπαιθρον τὸ μὴ ἐστεγασμένον. Εἴρηται δὲ παρὰ τὸ ἀεὶ θεῖν, ὥς φησιν Ἀριστοτέλης περὶ Κυρηναίων. — Διʼ αἰθέρος] Καὶ Σοφοκλῆς Οἰδίποδι τυράννῳ (866—67): ………… οὐρανίαν διʼ αἰθέρα ………… θηλυκῶς. Ὀλυμπίας ἀγῶνα] Τοῦ Ὀλυμπιακοῦ ἀγῶνος. [10]
O.12
Φέρτερον] Κρείττονα· ὅτι ἔξοχος τῶν ἄλλων τῶν Ὀλυμπίων ὁ ἀγών. —Αὐδάσομεν] Λέξομεν. Ἀμφιβάλλεται] Κοσμεῖται.
O.15
Σοφῶν μητίεσι] * Σοφοὺς ἐνταῦθα τοὺς ποιητάς φησιν, οὓς ὁ αὐτὸς ἄλλ(οθι?) σοφιστὰς λέγει (Ἰσθμ . Εʹ, 36—37). ………. Μελέταν δὲ (σο)φισταῖς Διὸς ἕκατι πρόσβαλον σ(εβι)ζόμενοι· καὶ σοφίαν τὴν ποίησίν φησιν ὁ αὐτὸς ἐν τῷ τέλει τοῦ ὕμνου (187 —88): ………. πρόφαντον σοφίαν καθʼ Ἕλλανας ἐόντα παντᾶ. —Μητίεσι] Ταῖς διανοίαις. —Μητίεσι] * Μῆτις ἡ σύνεσις, ἡ τέχνη καὶ ἡ βουλή· ὅθεν καὶ μη(τιέτης ……………. …). Γίνεται παρὰ τὸ μήδω τὸ βουλεύομαι, μέλλων μήσω, μῆσις καὶ (μετα)θέσει τοῦ ς (…. μῆ)τις. —Κελαδεῖν] * Ἀκύρως· ἐπὶ γὰρ ἀνέμων καὶ θαλάσσης καὶ ποταμοῦ κυρίως τάττεται· κέλαδος γὰρ ὁ θορυβώδης ἦχος καὶ ἡ ταραχή. Ἐνταῦθα δὲ κεῖται τὸ κελαδεῖν ἀντὶ τοῦ ἀνυμνεῖν, καὶ καθαρᾷ τῇ φωνῇ ᾄδειν καὶ εὐφημεῖν, ὡς καὶ παρὰ τῷ Ἀριστοφάνει (Βατρ . 386): ………. ζαθέαις μολπαῖς κελαδεῖτε· ἤγουν ἀναβοᾶτε. Ἱκομένοισ] * Ἵκω, τὸ ἱκετεύω, καὶ παραγίνομαι· τὸ παθητικὸν ἵκομαι. [15]
O.16
Τὸ πάλαι δὲ οὕτως ἔλεγον· νῦν δʼ ἡ .. .. ἀφικνοῦμαι, τὸ ἔρχομαι. Θεμιστεῖον ὃς ἀμφέπει] * Θεμιστεῖον σκᾶπτον· συνεκδοχικῶς τοῦτο ἐξενήνεκται, ἀπὸ τοῦ συμβόλου τὸ κύριον· θέλει γὰρ εἰπεῖν τὴν δικαιοτάτην βασιλείαν.
O.18
Ταύτης γὰρ τὸ ἐπίσημόν ἐστι τὸ σκῆπτρον· ὅθεν καὶ σκηπτοῦχος, ὁ βασιλεύς. Τὸ δὲ ἀμφέπει ποιητικὸν ἀντὶ περιέπει, ἤγουν φυλάττει καὶ κυβερνᾷ καὶ ἐπισκοπῆς ἀξιοῖ. Ἀγλαΐζεται] Ἤγουν κοσμεῖται. [5]
O.22
—Ἀγλαΐζεται] * Τὸ ἀγλαΐζεται ἐκ τοῦ ἀγάλλεται, κατὰ παραγωγὴν καὶ ὑπέρθεσιν τοῦ ἀμεταβόλου. Τράπεζαν] * Τράπεζα κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς· τετράπεζα, τέσσαρας πέζας ἔχουσα· αἱ γὰρ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν.
O.27
Φόρμιγγα] * Φόρμιγξ ……………. πρῶτον γὰρ ἐκιθάριζεν ὁ Ἀπόλλων, εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μ(οῦσαι). —Πασσάλου] * Πάσσα(λον …ωκε…..ρεμα… ὅπερ δεῖ· παρὰ τὸν πήσσω μέλλοντα. Πίσας τε καὶ Φερενίκου] Καὶ Φερενίκου χάρις περιφραστικῶς, ἀντὶ τοῦ, ἡ Πίσα καὶ ὁ Φερένικος.
O.28-29
—Χάρις] Ἡ δόξα. —Χάρισ] * Χάρις ἡ θεά, καὶ τὴν αἰτιατικὴν (ἔχ)ει τρισύλλαβον, ἤγουν Χάριτα (Ἰλ . Ξ, 267): ………. Χαρίτων μίαν ὁπλοτεράων· καὶ τὴν δωρεὰν ἔτι σημαίνει (Ἰλ . Ξ, 235): ….. ἐγὼ δὲ καί τοι ἰδέω χάριν …… καὶ τὴν εὐπρ(έπ)ειαν δηλοῖ, ὡς (Ὀδυς . Ζ, 235): ………. κατέχ)ευε χάριν κεφαλῇ καὶ ὤμω· καὶ τὴν ἡδονήν, ὡς ὅταν λέγωμεν: «τὴν τῶν λόγων χάριν.» Γίνεται δὲ παρὰ τὸ χαίρω, χαρῶ, χάρις. Νόον] * Νόον τὴν διάνοιαν. [10]
O.30
Νοῦς ἐστιν ὅρασις ψυχῆς ἀσώματος πρὸς πάντα (ἐκ)τεινομένη. Νοῦς πρᾶγμα ἄδηλον, ἀδήλως ἄδηλα περια(θ)ροῦν· τοῦτο γάρ ἐστι νοῦς ἐν ψυχῇ, ὅπερ ὀφθαλμὸς ἐν σώματι. Εἴρηται δὲ παρὰ τὸ νέεσθαι τὸ πορεύεσθαι, ὁ πάντοτε ἐν ἡμῖν κινούμενος· οὐδὲν γὰρ νοὸς ὁρμητικώτερον. Καὶ Ὅμηρος (Ἰλ . Ο, 80): Ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος ………. Ἔθηκε] * Ἔθηκεν, ἤγουν ἐπέθηκεν. [5]
O.31
Ὤφειλεν εἶναι ἔθησεν, ἀλλὰ ὁ κανών φησιν: Ὁ ἀόριστος πρῶτος ἐνεργητικός, εἴτε ἀπὸ βαρυτόνων ῥημάτων παράγεται, εἴτε ἀπὸ περισπωμένων, εἴτε ἀπὸ τῶν εἰς μι, ἀεὶ γίνεται ἀπὸ τοῦ μέλλοντος, τροπῇ τοῦ ω εἰς α, καὶ προσλήψει κατὰ τὴν ἀρχὴν τῆς αὐξήσεως, συλλαβικῆς ἢ χρονικῆς, καὶ (ἀ)εὶ φυλάττει τὸ τοῦ μέλλοντος σύμφωνον· οἷον: τύψω, ἔτυψα, λέξω ἔλεξα, πείσω ἔπεισα, φανῶ ἔφηνα, χωρὶς τοῦ εἶπα ἀπὸ τοῦ ἕπω, ἤνεγκα ἀπὸ τοῦ ἐνέγκω, ἔθηκα ἀπὸ τοῦ τίθημι, ἔδωκα ἀπὸ τοῦ δίδωμι, καὶ ἧκα ἀπὸ τοῦ ἵημι, τὸ πέμπω· ἀντὶ τοῦ ἧψα, ἤνεγξα, ἔθησα, ἔδωσα, ἧσα. —Φροντίσιν] * Φροντὶς λέγεται ἐκ τοῦ φέρω, φορτίς, ὑπερβιβασμῷ καὶ πλεονασμῷ τοῦ ν φροντίς. Δίκην γὰρ φόρτου ἔγκειται ἡ φροντὶς τῇ ψυχῇ· ἢ παρὰ τὸ τὰς φρένας τίειν· οἱ γὰρ φροντίδας ἔχοντες τὰς φρένας τιμωροῦνται. —Φροντίσιν] Ταῖς τῶν ἐγκωμίων καὶ τῆς ποιήσεως. Παρʼ Ἀλφεῷ] * Ἐν Ὀλυμπίᾳ· ἀπὸ γὰρ τοῦ ποταμοῦ τὸ χωρίον ἀκουστέον. [15]
O.32
—Παρʼ Ἀλφεῷ] * … σημαίνει τὸ ὃ ἄρθρον, προτακτικὸν καὶ ὑποτακτικόν, καὶ ἀντωνυμίαν τρίτου προσώπου ἀντὶ τοῦ οὗτος, ὡς τὸ (Ἰλ . Α, 12): ………. ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. καὶ ἀντὶ τοῦ τοῦτο, ὡς τό: Ὃ μὲν οὔτι τόσον (τ)ελέθει κακὸν ἔνδοθι μίμνον: καὶ ἀντὶ τοῦ ὅτι, ὡς τὸ (Ἰλ . Α, 120): Λεύσσετε γὰρ τόγε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ. καὶ ἀντὶ τοῦ διότι, ὡς τὸ (Ὀδ. Δ, 206): (Το)ίου γὰρ καὶ πατρός, (ὃ) καὶ πεπνυμ(ένα βάζ)εις· ἐνταῦθα δὲ κεῖται ἀντὶ τοῦ ὅστις, ὁ Φερ(έν)ικος. —Παρʼ Ἀλφεῷ] * Ἀλφειὸς ποταμὸς ἐν Ἤλιδι, ἢ ἀρκαδικῆς πόλεως. Καλεῖται δέ, κατὰ τὸν γεωγράφον, ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας, ἤγουν παρὰ τὸ τοὺς ἀλφοὺς θεραπεύειν, ἢ παρὰ τὸ ἄλφειν, ὅ ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. Τὸ φε συνεστάλη διὰ τὸ μέτρον, ἐλλείψει τοῦ ι· τὰ γὰρ διὰ τοῦ ειος τρισύλλαβα ἐπὶ ποταμῶν (ὀξ)ύτονα ὄντα δίφθογγον ἔχει, οἷον Πηνειός, Σπερχειός, Ἀλφειός· κεῖται ὀξύτονα διὰ τὸ μήνι …. …. τοῦ ι· τρισύλλαβα δὲ διὰ τὸ …….. —Σύτο] ὥρμα· —Δέμασ] * Δέμας, τὸ σῶμα, παρὰ τὸ δέω, τὸ δεσμεύω· (τὸ) γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς· ἢ παρὰ τὸ δομῶ, τὸ οἰκοδομῶ· οἰκοδόμημα γάρ ἐστι τῆς ψυχῆς καὶ οἰκητήριον· τὸ ας βραχύ. Τὰ εἰς ας οὐδέτερα συστέλλονται πρὸς ἀντιδιαστολὴν τῶν ἀρσενικῶν ὀνομάτων· καὶ εἰ μὲν ὦσι καθαρά, ἢ ἔχει πρὸ τοῦ α τὸ ρ, ἐπιδέχεται κλίσιν· εἰ δὲ μή, οὐ κ(λίνεται …… ……..ῶν παραληγομένων τῷ λ· οἷον: ἅλας ἅλατος, ἐρυσίπελας ἐρυσιπέλατος ….. Προσέμιξε] Συνέζευξεν. [25]
O.37
Κλέοσ] * (Παρὰ τὸ κλεΐζειν τὸ φ)ημίζειν, ἢ παρὰ τὸ κλύεσθαι, τὸ ἀκούεσθαι, ἡ ἐξακουομένη φήμη, ἢ παρὰ τὸ καλῶ …….. ἑαυτούς. Καὶ δόξα μέν ἐστιν ὁ ἀπὸ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ ἀπὸ τῶν …… ἐνταῦθα στάσιν δηλοῖ καὶ λαμβάνεται ἀντὶ τοῦ …… —Λυδοῦ] * Λυδοῦ Πέλοπος ἀποικίαν περιφραστικῶς τὴν Πελοπόννησον. Γαιάοχοσ] * Ἐπίθετον Ποσειδῶνος, ἤγουν ὁ τὴν γῆν συνέχων· περιλαμβάνει γὰρ αὐτὴν ὁ Ὠκεανὸς . [5]
O.39
… ὁ ὀχῶν καὶ βαστάζων αὐτήν. Φασὶ γὰρ αὐτὴν ἐφʼ ὕδατος ἐστηρίχθαι· ὅθεν ὁ αὐτὸς ἐννοσίχθων καὶ ἐννοσίγαιος λέγεται, ἤγουν ὁ κινῶν τὴν γῆν· οἱ γὰρ φυσικοὶ ἀπὸ τῶν ὑδάτων γίνεσθαι τοὺς σεισμούς φασιν· ἢ παρὰ τὸ τοῖς ὄχοις γαίειν, ἤγουν τοῖς ἅρμασι χαίρειν· ἵππιος γὰρ ὁ θεός. Λέβητοσ] * Λέβης σημαίνει δʹ· ἐπὶ μὲν τοῦ παρʼ ἡμῖν λεγομένου χέρνιβος (Ὀδ. [5]
O.40
Α, 136—37): Χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Καλῇ, χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος· ἐπὶ δὲ τῆς λεκάνης (Ὀδ. Τ, 386—87): ………. γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα Τῷ πόδας ἐξαπένιζεν ………. ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους (Ἰλ . Φ, 362): Ὡς δὲ λέβης ζεῖ ἔνδον, ἐπειγόμενος ………. ἐπὶ δὲ τῶν ἀναθηματικῶν (Ἰλ . Ι, 123): Αἴθωνας δὲ λέβητας ἐείκοσι, ………. —Ἔξελεν] * Ἐξέβαλεν, ἀφείλετο. Ἐξελέσθαι σημαίνει καὶ τὸ σῶσαι. Ἐλέφαντι] * Ἤγουν ἐλεφαντίνῳ ὀστῷ, τῷ τοῦ ὅλου ὀνόματι ὀνομάζων τὸ μέρος, ᾧ τρόπῳ καὶ βοῦς, τὸ δέρμα, ἡ βύρσα δηλαδή· καὶ Ὅμηρος (Ἰλ . [10]
O.41
Δ, 141): Ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ· ἀντὶ ἐλεφάντινον ὀστοῦν τῷ φοινικῷ χρώματι βάψῃ. —Φαίδιμοσ] * Ἀπὸ τοῦ φαίνω φαινός, ὁ φωτεινός· ὅθεν φαίνιμος καὶ φαίδιμος, ὁ λαμπρός. Κεκασμένον] * Ἤγουν κεκαλλωπισμένον ἀπὸ τοῦ καίω, τὸ κοσμῶ, κάσω, κέκακα, κέκασμαι, κεκασμένος. [5]
O.46
Δεδαιδαλμένοι] * Ἤγουν κεκοσμημένοι ἀπὸ τοῦ δαιδάλλω· τοῦτο ἀπὸ Δαιδάλου τοῦ Κρητός, τοῦ ποικίλλοντος τὰ ἴδια (ἔργα)· ἢ ἀπὸ Δαιδάλης, Ἀθηναίας μάμμης ἢ τροφοῦ. Πᾶν δὲ τὸ ὑπὸ τῆς παρθένου δημιουργούμενον ἐπʼ αὐτὴν ἀναφέρεται· καὶ δαιδάλματα τὰ ποικίλα κατασκευάσματα, τὰ ἐκ δαήσεως καὶ ἐμπειρίας ὄντα· ἐκ τοῦ δαίω γὰρ τοῦ σημαίνοντος τὸ ἐπίσταμαι ἡ λέξις. Μείλιχα] * Μείλιχος ὁ ἡδὺς καὶ εὐφραντὸς παρὰ τὸ μέλι, ὥς τινές φασιν, ἢ ἀπὸ τοῦ μέλος μελικός, καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ ἀναβιβασμῷ τοῦ τόνου, καὶ πλεο(νασμῷ τοῦ ἰῶ)τα μείλιχος . [5]
O.49
…….. ἐπὶ καλοῦ, ἔλεγχος ἐπὶ κακοῦ μόνον. Ἐπιφέροισα] Ἐπάγουσα.
O.50
—Τιμὰν] Ἀξίωσιν καὶ σεμνότητα. Ἐμήσατο] Παρέπεισε δικαίως.
O.51
—Πιστὸν] Ἀληθὲς καὶ ἀξιόπιστον. Ἐς ἔρανον] * Ἔρανος ἡ εὐωχία παρὰ τὸ συνερᾶσθαι καὶ συνεισφέρειν τι τοῖς φίλοις καὶ εὐωχεῖσθαι.
O.62
Ἔρανος καὶ ἡ ἀνταπόδοσις, ἡ ἀντίχαρις, Ἰσοκράτης ἐν τῷ τῆς Ἑλένης ἐγκωμίῳ (§ ιʹ) περὶ τοῦ Θησέως διεξιών φησι: « Καὶ τοσαύτην χάριν ἔσχε Πειρίθῳ, τῷ μετασχόντι τῆς ἁρπαγῆς, ὥστε, βουληθέντος αὐτοῦ μνη(στεῦ)σαι κόρην τὴν Διὸς καὶ Δήμητρος, καὶ παρακαλοῦντος (αὐτὸν) ἐπὶ (τὴν εἰς) ᾅδου κατάβασιν, ἐπειδὴ συμβουλεύων οὐχ οἷός τʼ ἦν ἀποτρέπειν, προδήλου τῆς συμφορᾶς οὔσης, ὅμως αὐτῷ συνηκολούθησε, νομίζων ὀφείλειν τοῦτον τὸν ἔρανον, μηδενὸς ἀποστῆναι τῶν ὑπὸ Πειρίθου προσταττομένων». Ζέοισαν] Ἐμβεβλήκασι δηλαδή· Κατὰ μέλη] Ἤγουν μεληδόν. [10]
O.80
Δεύτατα] Ἤγουν δεύτερα. Ἀκέρδεια] Ζημία καὶ βλάβη.
O.84
—Λέλογχεν] Ἤγουν ἐκδέχεται. Σκοποὶ] Δεσπόται.
O.87-88
Καταπέψαι] Κατασχεῖν. Κόρῳ δʼ ἕλεν] Ἤγουν ἐπεσπάσατο.
O.90
Ἄταν ὑπέροπλον] Ἤγουν ὑπερμεγέθη βλάβην καὶ συμφοράν. Ἀλᾶται] Ἤγουν ἀποτυγχάνει.
O.107
Πάλιν] Ἤγουν ὀπίσω. Ἀνεφρόντισεν] Ἤγουν διενοήσατο καὶ ἐνεθυμήθη, ἢ ἐβουλεύσατο.
O.132
Ἐν σκότῳ] Ἀφανείᾳ καὶ ἀδοξίᾳ. Καθήμενος] Διάγων.
O.133
—Μάταν] Ἤγουν εἰς κενὸν καὶ μηδὲν ἄξιον λόγου ἐπιδεικνύμενος. Πρᾶξιν] Ἔκβασιν.
O.136
—Πρᾶξιν] Τὸ τέλος καὶ κατόρθωσιν· ὅθεν καὶ ἄπρακτος ὁ μηδὲν κατορθώσας. Οὐδʼ ἀκράντοις ἐφάψατʼ ὦν ἔπεσσι] * Οὐδʼ οὖν ἀπράκτοις καὶ μηδὲν κατορθοῦσι καὶ ἐνεργοῦσι λόγοις ἥψατο τοῦ Ποσειδῶνος.
O.137-138
Τὸ γὰρ ἅπτεσθαί τινος λόγοις καὶ τὸ καθάπτεσθαι, ὡς παρʼ Ὁμήρῳ, καὶ τὸ ἐφάπτεσθαι ὡς ἐνταῦθα, ἐπὶ τοῦ ὁμιλεῖν καὶ λαλεῖν τινι λαμβάνεται· ἐπεὶ καὶ ἅπτεσθαί (τι)νων, οὐ μόνον σωματικῶς, ἀλλὰ καὶ λόγοις λε(γό)μεθα· ἢ ἐφάψατο, ἀντὶ τοῦ ἐνεχείρισεν. —Ἐφάψατʼ] * Τὸ ἐ(φάπ)τεσθαι ὁ Πίνδαρος πολλάκις (δοτι)κῇ συντάττει, ὡς καὶ ἐν Πυθιονίκαις (Εἴδ . Ιʹ, 43—44): Ὅσαις δὲ βρότεον ἔθνος Ἀγλαΐαις ἁπτόμεσθα, ὁμοίως καὶ τὸ ψαύειν· καὶ ἐν Ἰσθμίοις (Εἴδ . Δʹ, 19): Ἐσχάταισιν οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις. Ἐν πτεροῖσίν τʼ ἀκάμαντας ἵππουσ] * Τουτέστιν οὐ κάμνοντας ἐν τοῖς δρόμοις. [10]
O.140-141
Κατὰ παράχρησιν μὲν τὸ πτεροῖσι, πρὸς μείζονα δὲ ἔμφασιν κεῖται τῆς τῶν ἵππων γοργότητος. Τοῖς πτεροῖσιν οὖν, ἀντὶ τοῦ τοῖς ποσὶ, καὶ τῇ τούτων κουφότητι, καὶ τῇ τῶν δρόμων ταχυτῆτι· διὰ τῶν πτερῶν μὲν γὰρ ταῖς ὄρνισιν εἰς τάχος ὁ δρόμος ἀνύεται, τοῖς δὲ ἵπποις διὰ τῶν ποδῶν. —Ἐν πτεροῖσιν] Συνεκδοχικῶς ἀπὸ τῶν παρεπομένων τὴν πρᾶξιν παριστῶσα· ἀπὸ γὰρ τῶν πτερῶν, ἤγουν τῶν ποδῶν, τὴν τούτων ἐνέργειαν δηλοῖ, ἤγουν τὸν δρόμον. Ἕλεν δʼ Οἰνομάου βίαν] * Ἀντὶ τοῦ καθεῖλεν, ἤγουν κατέλυσε καὶ ἐδάμασε τὴν τοῦ Οἰνομάου βιαίαν (γρ. [5]
O.142
βίαν) καὶ δύναμιν· ἢ ἕλεν, ἀντὶ τοῦ ἀνεῖλεν, ἤγουν διέφθειρε καὶ ἐφόνευσε. Βίαν δὲ Οἰνομάου, περιφραστικῶς τὸν Οἰνόμαον, ὡς τὸ παρʼ Ἡσιόδῳ (Ἀσπ . Ἡρ. 349): Τὸν πρότερος προσέειπε βίη Ἡρακληείη. Παρθένον τε σύνευνον] * Καὶ τὴν παρθένον (τὴν Ἱπποδάμειαν δηλονότι) ἕλεν, ἀντὶ τοῦ ἤγαγε καὶ ἔλαβε σύνευνον καὶ γυναῖκα. [5]
O.143
Τὸ δὲ ἕλεν ἐνταῦθα ἀπὸ κ(οι)νοῦ μέν, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον δέ· πολλάκις γὰρ τὸ κατὰ κοινοῦ λαμβανόμενον διαφόρως νοεῖται· καὶ Ὅμηρος (Ἰλ . Λ, 328): Ἔνθʼ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω. Τὸ ἑλέτην κατὰ κοινοῦ ἐστιν· ἀλλʼ ἐπὶ μὲν τοῦ δίφρου ἀντὶ τοῦ ἔλαβον, ἐπὶ δὲ τῶν ἀνδρῶν ἀντὶ τοῦ ἐφόνευσαν. Μεμαλότας] Ἤγουν προσκειμένους καὶ προσέχοντας. [5]
O.153
Ἐν δρόμοις] Ἀντὶ τοῦ ἐν τῷ τόπῳ, ἐν ᾧ ἔδραμε Πέλοψ, ἤγουν ἐν τῷ ἀγῶνι τῷ Ὀλυμπιακῷ καὶ τῇ Ὀλυμπίᾳ. Ἐρίζεται] Ἤγουν διʼ ἔριδος καὶ ἁμίλλης ἐξετάζεται.
O.187
Σοφίαν] * Σοφίαν ἐνταῦθά φησι τὴν ποίησιν, ὡς ἐν Νεμεονίκαις ὁ αὐτός φησι (Εἴδ . Ζʹ, 33): ………. Σοφία δὲ Κλέπτει παράγοισα μύθους (sic). ΟΛΥΜΠΙΩΝ ΕΙΔΟΣ Βʹ.
P.prae.1
Τὸ προοίμιον προσφωνητικόν. Τοῦ σοφωτάτου μαγίστρου σχόλια. Πινδάρου Πύθια] * Κυραῖοι (γρ. Κιῤῥαῖοι), ἔθνος περὶ τὸν Παρνασσόν, τοὺς εἰς τὴν Πυθίαν ἰόντας λοχῶντες ἀνῄρουν. Εὐρύλοχος οὖν ὁ Θεσσαλὸς Ἀμφικτύονας συμπαραλαβών, ἐπιθέμενος αὐτοῖς κατεστρέψατο· ἀνθʼ ὧν ἀμοιβὴν τῆς νίκης καθίστησι πανήγυριν τῷ Ἀπόλλωνι, τὰ λεγόμενα Πύθια, τελουμένην κατὰ χρόνους πέντε, ὡς καὶ ἡ τῶν Ὀλυμπίων. Πυθὼν δὲ ἐκαλεῖτο διὰ τὸ σεσῆφθαι ἐκεῖ τὸν ὑπʼ Ἀπόλλωνος ἀνῃρημένον δράκοντα· πύθω γὰρ τὸ σήπω· ἢ διότι οἱ δεόμενοι περί τινων μαθεῖν ἐκεῖσε ἀφικνούμενοι ἐμάνθανον. Ποιεῖται δὲ τὸν λόγον πρὸς τὴν τοῦ Ἀπόλλωνος κιθάραν, ὅτι τε αὐτὸς ἐν μουσικῇ ᾖδε τὰ ποιήματα, καὶ ὅτι ἡ παροῦσα ἑορτή, καθʼ ἣν ποιεῖται τοὺς ὕμνους, τοῦ Ἀπόλλωνος ἦν· εἰ καί τινές φασι διὰ τοῦτο πρὸς τὴν φόρμιγγα ποιεῖσθαι τὸν λόγον, διότι Ἱέρων αὐτῷ χρυσῆν κιθάραν ὑπέσχετο, ἵνα αὐτὸν ἀναμνήσῃ. Χρυσέα φόρμιγξ] Χρυσῆ ὦ κιθάρα. [15]
P.2
Ἰοπλοκάμων] Ἀνθηρὸν ἐχουσῶν τὸν πλόκαμον, ὁποῖόν ἐστι τὸ ἴον. Σύνδικον] Σύντροπον, κοινόν.
P.3
—Κτέανον] Κτῆμα· κιθαρίζοντι γὰρ τῷ Ἀπόλλωνι αἱ Μοῦσαι χορεύουσι. Τᾶς] Τῆς κιθάρας.
P.4
—Βάσις] Ὁ ῥυθμός. —Ἀγλαΐας] Εὐφροσύνης. —Βάσις ἀγλαΐασ] * Τὸ βάσις οἱ μὲν τὸν ῥυθμὸν νοοῦσι· τῆς γὰρ κιθάρας ὁ ῥυθμὸς ἀκούει, ἤγουν κατὰ τὸ μέλος ἐκείνης συντίθεται· οἱ δὲ διὰ τοὺς τῶν χορευτῶν πόδας· ἀκούουσι γὰρ ἐκεῖνοι τῆς κιθάρας· τουτέστιν, ὁποῖόν ἐστι τὸ μέλος αὐτῆς, καὶ οὗτοι κινοῦνται. Λέγει δὲ τὴν βάσιν ἀρχὴν ἀγλαΐας, ἢ διότι ὁ ῥυθμὸς τὸ πᾶν ἐστι τοῦ λόγου, ἢ ὅτι ἡ κατʼ ἀρχὰς τοῦ χοροῦ κίνησις μεγίστης εὐφροσύνης ὕστερον ἀπʼ αὐτοῦ ἐσομένης ἀρχή ἐστιν. Πείθονται] Ὑπακούουσιν. [5]
P.5
—Ἀοιδοὶ] Οἱ μελῳδοί. — Σάμασιν] Τοῖς παρὰ σοῦ τύποις, ἤγουν, ὅπως αὐτῇ τὰ μέλη τυπώσῃς, καὶ ἡ παρʼ ἐκείνων ᾠδὴ φέρεται. Ἀγησιχόρων] Τῶν τοὺς χοροὺς ἀγόντων· πρὸς γὰρ τὰ ᾄσματα καὶ οἱ χοροὶ ἄγονται.
P.7
Ἀμβολὰς] Ἤγουν ᾄσματος, ἀπὸ τοῦ ἀναβάλλομαι τὸ προοιμιάζομαι. —Τεύχῃς] Ποιῇς. —Ἐλελιζομένα] Κινουμένη τοῖς κρούμασιν. Καὶ τὸν αἰχματὰν] Ὃν Ζεὺς δίκην αἰχμῆς φέρει.
P.8
— Κεραυνὸν σβεννύεισ] * Ἤτοι τὸν Δία τῆς ὀργῆς παύεις καὶ μειλίχιον καθιστᾷς, ὁπόταν ἀκούῃ σου. —Σβεννύεις] Παύεις, πραΰνεις. Ἀενάου πυρὸς] Τοῦ ἀϊδίου· ἄσβεστον γὰρ τὸ πῦρ τοῦ παρὰ τῷ Διῒ κεραυνοῦ.
P.9-10
Εὕδει] Καθεύδει, ὑπνοῖ. —Ἀνὰ σκάπτῳ Διὸς] Τῇ ῥάβδῳ τοῦ Διός. —Εὕδει δʼ ἀνὰ σκάπτῳ] * Φασὶν ὅτι ἐν τῷ τοῦ Διὸς σκήπτρῳ ἀετὸς κάθηται, δεικνύων τὸ τοῦ Διὸς ἡγεμονικόν, ἐπειδὴ οὗτος βασιλεὺς ἁπάντων πτηνῶν· ὅντινα ἀετόν, φησίν, ἀκούοντα τῆς Ἀπόλλωνος κιθάρας, εἰς ὕπνον τρέπεσθαι θελγόμενον τῇ ᾠδῇ. Ὠκεῖαν] Ταχεῖαν. [5]
P.10-11
—Ἀμφοτέρωθεν] Ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτοῦ. —Χαλάξαις] Χαλάσας, καταγαγών. Ἀρχὸς οἰωνῶν] Ὁ ἡγεμὼν τῶν ὀρνέων.
P.13-14
— Κελαινῶπιν] Τὴν εἰς σκότος τοὺς ὀφθαλμοὺς ἄγουσαν. —Οἱ] Αὐτῷ. —Νεφέλαν] Ἤγουν τὸν ὕπνον. Ἀγκύλῳ κρατὶ] Τῇ ἐστραμμένον ῥάμφος ἐχούσῃ κεφαλῇ αὐτῆς.
P.15
—Βλεφάρων] Τῶν ὀφθαλμῶν. —Ἁδὺ] Γλυκύ.
P.16
—Κλαῖστρον] Κλεῖθρον. —Κατέχευασ] * Τὸ κατέχευας ἢ πρὸς τὸ βλεφάρων συναπτέον, ἢ πρὸς τὸ κρατί, ἵνʼ ᾖ τὸ γλεφάρων (γρ. βλεφάρων) πρὸς τὸ κλάϊστρον. Ὁ γὰρ ὕπνος ὥσπερ τι κλεῖθρον τῶν ὀφθαλμῶν, κλείων αὐτοὺς καὶ οὐκ ἐῶν ἠνεῳγμένους εἶναι. —Κνώσσων] Κοιμώμενος. Ὑγρὸν] Εὔχυτον, ἢ ὑγρότητά τινα ἐμφαῖνον ἔχειν. [5]
P.17
—Αἰωρεῖ] Χαλᾷ, ἢ ὥσπερ κυρτὸν δείκνυσι. —Τεαῖς] Ταῖς σαῖς. Ῥιπαῖσι] Τοῖς μέλεσι.
P.18-19
—Κατασχόμενος] Ἀνδραποδιζόμενος καὶ κηλούμενος. —Βιατὰς Ἄρης) Ὁ θρασὺς καὶ ἀμείλικτος. —Βιατὰς Ἄρησ] * Δείκνυσιν ἐντεῦθεν τὴν τῆς μουσικῆς δύναμιν. Εἰ γὰρ τὸν ἀμείλικτον καὶ θρασὺν Ἄρην θέλγει, τίνα οὐκ ἂν τοῦτο ἐργάσηται; —Τραχεῖαν] Τὴν σκληρὰν καὶ δειλήν. —Ἄνευθε] Μακράν. Ἐγχέων] Ἤγουν τὰ ἔγχη. [5]
P.20
—Ἀκμὰν] Τῶν δοράτων τὴν ὀξύτητα. —Ἰαίνει] Εὐφραίνει. —Καρδίαν] Τὴν ἑαυτοῦ. —Κώματι] Τῷ μέλει καὶ τῇ ᾠδῇ.
P.21
—Κῆλα δὲ] Ἤγουν: τὰ θελκτήρια γάρ. Δαιμόνων θέλγει] Οὐ μόνων τῶν ἀνθρώπων, ἀλλὰ καὶ θεῶν εὐφραίνει.
P.22-24
Ἀμφὶ] Περί. —Λατοΐδα] τοῦ Ἀπόλλωνος. —Λατοΐδα] Συνίζησις. —Σοφίᾳ] Τῇ τῆς μουσικῆς ἐπιστήμῃ. —Βαθυκόλπων) Βαθυζώνων. —Τε] Καί. —Μοισᾶν] Μουσῶν. Ὅσσα] Ἀττικῶς ἀντὶ ὅσα. [5]
P.25
—Πεφίληκε] Ἠγάπησεν. —Ὅσσα δὲ μὴ πεφίληκε] Τὸ ὅσα μὴ πεφίληκε πρὸς τὸ γᾶν συναπτέον. Ἀτύζονται] Μισοῦσι καὶ ἄτην ἡγοῦνται.
P.26
—Βοὰν] ᾨδήν. Πιερίδων] Τῶν ἐν τῇ Πιερίᾳ γεγεννημένων Μουσῶν.
P.27
—Ἀΐοντα] Ἀκούοντα. Γᾶν] Κατά.
P.28
—Ἀμαιμάκετον] Ἀκαταπόνητον καὶ μέγαν, διὰ τὸ μέγεθος (περὶ τοῦ Τυφῶνος). Αἰνᾷ] Τῇ χαλεπῇ.
P.29
—Ταρτάρῳ] Ἤγουν ὑπὸ τὴν ῥίζαν τῆς Αἴτνης. Πολέμιος] Ὁ ἐχθρός.
P.31
Τυφὼσ] * Ὁ Τυφὼς χεῖρας ἀντάρας τῷ Διῒ ἐκεραυνώθη ὑπʼ αὐτοῦ ἐν Σικελίᾳ, ἔχων ἐπικείμενον τὴν Αἴτνην τὸ ὄρος. Εἰπὼν δὲ ἄνω: ὅσα μὴ πεφίληκε Ζεύς, ἐπάγει ὅστις ἐστὶν ὁ Τυφώς· τοῦτον γὰρ οὐ φιλεῖ. Εἰκότως δὲ ἐπέβαλε τὴν περὶ αὐτοῦ ἱστορίαν, ἐπειδὴ καὶ ὁ νῦν ἐπαινούμενος Ἱέρων Σικελιώτης ἐστίν, ἔνθα οὗτος κολάζεται. —Ἑκατοντακάρανος] Ἑκατοντακέφαλος. —Τόν ποτε] Ὅν τινα Τυφῶνα. Κιλίκιον] Τὸ ἐν τῇ Κιλικίᾳ. [5]
P.32-33
—Θρέψε] Ἤγουν ἐγέννησε καὶ ἀνέθρεψε. —Πολυώνυμον ἄντρον] Πολυθρύλλητον σπήλαιον. —Νῦν γε μὰν] Νῦν δὲ μήν. Ταί θʼ] Αἱ καί.
P.34
—Κύμασ] * Τὴν Κύμην τινές φασι νῆσον παρακειμένην τῇ Σικελίᾳ, λέγοντες τὸ ὄχθαι ἀντὶ ὑπερκειμένης τῆς Κύμης Σικελίᾳ· οὓς αὐτὸς μὴ μεμφόμενος τὴν Κύμην νόει πόλιν ἐν Σικελίᾳ, ἵνα ᾖ τὸ ὄχθαι ἁλιερκέες διὰ τὴν Αἴτνην τὸ ὄρος, ἐν τέλει Σικελίας οὖσαν καὶ πλησιάζουσαν θαλάττῃ. —Ἁλιερκέες] Περίῤῥυτοι. Σικελία τʼ αὐτοῦ] Ἡ Σικελία καὶ Τυφῶνος. [5]
P.35
—Πιέζει] Δαμάζει. Στέρνα λαχνάεντα] Τὰ στήθη, ἤγουν αὐτοῦ, τὰ δασέα ταῖς θριξί· τοιαῦτα γὰρ τὰ τῶν ἰσχυρῶν στήθη.
P.36-37
— Κίων δʼ οὐρανία] Ἡ μέχρις οὐρανοῦ φθάνουσα τῷ ὕψει. —Κίων δʼ οὐρανία] * Κίονα οὐρανίαν τὴν Αἴτνην καλεῖ διὰ τὸ μέχρις οὐρανοῦ τῷ ὕψει φθάνειν. Νιφόεσςʼ] Χιονώδης. [5]
P.38
—Αἴτνα] Ὄρος. —Πάνετες] Διʼ ὅλου τοῦ ἔτους. Ὀξείας] Τῆς (ταχέ)ως τιτρωσκούσης τῷ ψύχει.
P.39
— Ὀξείασ] * Ὀξεῖαν δὲ τὴν χιόνα, ἢ τὴν ταχεῖαν αἴσθησιν τοῦ ἐν αὐτῇ ψυχροῦ τοῖς δεχομένοις ποιοῦσαν, ἢ διότι οἱ ἐφαπτόμενοι ταύτης ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις, βαλλόμενοι τῇ ψυχρότητι. —Τιθήνα] Τροφός, διὰ τὸ ἀεὶ ἐμφιλοχωρεῖν αὐτὴν τὴν χιόνα. Τᾶς] Τῆς Αἴτνης. [5]
P.40-41
—Ἐρεύγονται] Ἀναδίδονται. —Ἀπλάτου] Ἀπροσεγγίστου. —Ἁγνόταται] Λαμπρόταται ἢ καθαρτικαί· τοιοῦτον γὰρ τὸ πῦρ. Ἐκ μυχῶν] Ἐκ τῶν ῥιζῶν δηλαδὴ τοῦ ὄρους.
P.42
— Ποταμοὶ] Πυρός. Ἁμέραισι] Ἐν ἡμέραις.
P.43
—Προχέοντι] Προχέουσι. —Ῥόον] Ῥεῦμα. Αἴθωνʼ] Μέλανα ἢ καυστικόν.
P.44
—Ὄρφναισι] Ἐν νυξί. Φοίνισσα] Πυρώδης.
P.45
—Κυλινδομένα] Συστρεφομένη. Πόντου πλάκα] Ἤγουν τὸν πόντον περιφραστικῶς.
P.46
—Πατάγῳ] Ἤχῳ, κτύπῳ. Ἁφαίστοιο] Πυρός.
P.47
—Κρουνοὺς] Ῥεύματα. —Ἑρπετὸν] Ἤγουν ὁ Τυφώς, διὰ τὸ πρηνὴς κεῖσθαι. Δεινοτάτους] Σφοδροτάτους.
P.48-51
—Ἀναπέμπει] Ἐπὶ τὴν κορυφὴν ἀνάγει. —Τέρας μὲν θαυμάσιον] Σημεῖόν τι θαύματος ἄξιον. —Προσιδέσθαι) Ἰδόντα τινὰ μαθεῖν. —Παρεόντων] Τῶν ἐκεῖ ἐλθόντων. —Ἀκοῦσαι] Τινὰ ἐκείνων. —Ἀκοῦσαι] * Ἰστέον ὅτι ἐν τῇ Αἴτνῃ ἡμέρας μὲν φωτὸς δίχα καπνὸς καυστικὸς ἀναδίδοται, νυκτὸς δὲ πέτραι ἀποσφαιρίζονται ἔξω κεκαυμέναι καὶ ζέουσαι καὶ κτύπον τῇ φορᾷ ἐμποιοῦσαι· πίπτουσι δὲ ἐν τῇ θαλάττῃ· τοὺς γὰρ πόδας τῆς Αἴτνης ἡ θάλαττα βρέχει. Οἷον] Ὁποῖον. [5]
P.52-53
—Μελαμφύλοισ] * Τὸ μελαμφύλοις (γρ. μελαμφύλλοις) λέγει ἢ ταῖς δασείαις καὶ σκιὰν ὑπὸ τοῦ δάσους ποιούσαις, ἢ ταῖς μέλανα φύλλα ἐχούσαις ὑπὸ τοῦ ἐκεῖθεν ἀναδιδομένου καπνοῦ. Λέγει δὲ ἐν ταῖς κορυφαῖς καὶ τῷ πέδῳ δεδέσθαι αὐτόν, διὰ τὸ ὑπʼ ἐκείνων συνέχεσθαι. —Δέδεται] Δεδέσμηται. —Κορυφαῖς] Ἐν ταῖς κορυφαῖς τῆς Αἴτνης. Στρωμνὰ δὲ] Ἤτοι ἐν τοῖς μυχοῖς τοῦ ὄρους ἡ ἑαυτῶν κοίτη. [5]
P.54-55
—Χαράσσοιςʼ] Κατατέμνουσα. —Ἅπαν νῶτον] Τὴν ῥάχιν αὐτοῦ. —Ποτικεκλιμένον) Κείμενον αὐτόν. — Κεντεῖ] Πλήττει διὰ τὸ ἐπικείμενον βάρος. Εἴη Ζεῦ] Ὦ Ζεῦ (εὐχή).
P.56
—Τὶν] Σοί. —Ἁνδάνειν] Ἀρέσκειν μοι. Τοῦτʼ] Τὴν Αἴτνην.
P.57-58
—Ἐφέπεις] Διοικεῖς. — Ὄρος] Ἐνταῦθα γὰρ ἱερὸν αὐτοῦ. —Εὐκάρποιο] Πολυκάρπου Σικελίας. —Μέτωπον] Τὸν ὀφθαλμὸν τοῦ ὄρους. —Μέτωπον] * Μέτωπον Σικελίας λέγει τὴν Αἴτνην, οἱονεὶ ὀφθαλμόν· εἰς ὕψος γὰρ διήκουσα σκοπιὰν τῆς τε θαλάσσης καὶ πάσης τῆς Σικελίας ἔχει. Κλεινὸς οἰκιστὴρ] (Περὶ τοῦ Ἱέρωνος) Ὁ ἔνδοξος Ἱέρων. [5]
P.59
—Ἐκύδανε] Ἐτίμησε. —Πόλιν] Πλησίον γὰρ τοῦ ὄρους πόλιν κτήσας (γρ. κτίσας), Αἴτνην ἀπʼ αὐτοῦ ὠνόμασε. Γείτονα] Τῷ ὄρει.
P.60
—Πυθιάδος] Τῆς ἐν τῇ Πυθῶνι πανηγύρεως. Ἐν δρόμῳ] Τῇ διὰ τοῦ δρόμου νίκῃ τοῦ ἅρματος.
P.61-62
—Ἀνέειπέ νιν] * Τὸ: ἀνέειπέ νιν λέγει, ἢ ὅτι ἔθος ἦν καὶ τὰς πατρίδας τῶν νικησάντων ὑπὸ τοῦ κήρυκος ἀναγορεύεσθαι, ἢ ὅτι ἡ ἐκείνων ἀναγόρευσις καὶ τῆς πόλεως αὐτῶν ἐστιν, οἷς τοιούτοις προήνεγκεν. —Ἀνέειπέ νιν] Ἀνηγόρευσεν αὐτήν. — Ἀγγέλλων] Μηνύων. —Ἱέρωνος] τοῦ οἰκιστοῦ αὐτῆς. Καλλινίκου] Τοῦ νικήσαντος ἐν ἅρματι. [5]
P.63
—Καλλινίκου] * Ἐπειδή, ἡνίκα ἐκτίσθη ἡ Αἴτνη, τὸ τοῦ Ἱέρωνος ἅρμα ἐν Πυθίᾳ ἐνίκησε, μέγιστον τοῦτο τεκμήριον ποιεῖται τῆς ἐς ὕστερον συμβησομένης αὐτῇ εὐτυχίας, λέγων ὅτι, ὥσπερ τοῖς ἀρχομένοις ἀπό τινος τόπου πλέειν, ἢν εὐθὺς ἐξ οὐρίας τὸν πλοῦν ποιήσωνται, πάρεστιν ἐντεῦθεν τεκμαίρεσθαι καὶ περὶ τῆς ἐπανόδου, ὡς ἄρα τοιάδε αὐτοῖς ἔσται, οὕτω καὶ ἡ πόλις ἡ μετὰ τὴν οἰκοδομὴν τιμηθεῖσα, καὶ εἰς τὸν ἔπειτα χρόνον ἀνθήσει. Ἰστέον ὅτι οὐκ ἀπῆλθεν Ἱέρων ἐν τοῖς Πυθίοις, διὰ τὸ νόσῳ κατέχεσθαι, ὡς προϊὼν ἐρεῖ, ἀλλὰ τὸ αὐτοῦ ἅρμα. Ναυσιφορήτοις] Τοῖς ἐν ναυσὶ φερομένοις. [10]
P.65
Πρώτα] Κατʼ ἀρχὰς τοῦ πλοῦ. —Χάρις] Ἡδονὴ καὶ εὐτυχία. Ἐς πλόον ἀρχομένοις] Ἤγουν ἀρχὴν ποιουμένοις τοῦ πλοῦ.
P.66-67
—Πομπαῖον] Πόμπιμον. —Οὖρον] Ἄνεμον. — Ἐοικότα] Ἤγουν εἰκός ἐστι τοῖς οὕτω πλέουσι. Κᾀν τελευτᾷ] Ἐν τῷ τέλει τοῦ πλοῦ.
P.68-69
—Φερτέρου] Καλίστου (γρ. καλλίστου). —Νόστου] Ἐπανόδου. —Ὁ δὲ λόγος] Οὗτος ὁ ῥηθείς. —Ὁ δὲ λόγοσ] * Ἤγουν ὁ ῥηθεὶς περὶ τῶν ναυσιφόρων ἀνδρῶν λόγος ἔχει ὑπόληψιν, τουτέστιν ἐκ τούτου ὑπονοεῖν ἐστιν ἡμῖν ὡς ἀεὶ εὐδαίμων ἔσται. Ταύταις ἐπὶ συντυχίαις] Ἤγουν τῷ τῆς νίκης συμβάματι. [5]
P.70
—Δόξαν φέρει] ὑπόληψιν ἔχει. Λοιπὸν] Εἰς τὸ ἑξῆς.
P.71
—Ἔσεσθαι] τὴν πόλιν. Κλυτὰν] Ἔνδοξον.
P.73
Εὐφώνους] Διὰ τὸ ἐν αὐταῖς αὐλοὺς καὶ κιθάρας εἶναι. —Θαλίαις] Πανηγύρεσι. —Ὀνομαστὰν] Ὀνομαστήν. Λύκιε] * (Εὐχή) Τὸ Λύκιε, ἢ ἀντὶ τοῦ ἐν τῇ Λυκίᾳ τιμώμενε νόει, ἢ ὅτι ἐπίθετον ἦν Ἀπόλλωνος.
P.74
Λύκιος γὰρ ἐτιμᾶτο ἐν Ἄργει, διὰ τὸ Λύκον τινὰ ἀπεκτονέναι ποτέ. —Δάλοιο] Δήλου. —Ἀνάσσων] Ἄρχων. Φοῖβε] ὦ Ἄπολλον.
P.75
—Παρνασσῷ] Τὴν ἐν τῷ (Παρνασσῷ). —Κράναν] Πηγήν. Κασταλίαν] ὠνομασμένην.
P.76
—Φιλέων] Φιλῶν. Ταῦτα νόῳ] Ἃ ὑπὲρ τῆς πόλεως ἔφην.
P.77
—Ταῦτα νόῳ] * Ἀντὶ τοῦ εὐμενῶς δεξάμενος ταῦτα ἐθελήσαις πράττειν καὶ συμπεραίνειν. Τιθέμεν] Τιθέναι.
P.78
—Εὔανδρον] * Ἀντὶ τοῦ ἀνδρείους ἔχουσαν πολίτας, ἵνα, τούτων νικώντων, αὐτὴ τιμῷτο. Ἐκ θεῶν γὰρ μαχαναὶ] Ἤγουν οἱ θεοὶ πάντα τὰ ἀγαθὰ ἀνθρώποις παρέχουσιν.
P.79
—Μαχαναὶ] Βοήθειαι, χορηγίαι. Χερσὶ βιαταὶ] Ἰσχυροί, δυνατοί.
P.81-82
—Περίγλωσσοι] Ῥήτορες. —Ἔφυν] Ἐγένοντο θεόθεν. —Κεῖνον] τὸν Ἱέρωνα. Αἰνῆσαι] Ἐπαινέσαι.
P.83
—Μενοινῶν] Προθυμούμενος. —Μενοινῶν] * Μενοινῶν δὲ καὶ προθυμούμενος αἰνῆσαι καὶ ἐπαινέσαι ἐκεῖνον τὸν ἄνδρα, ἤτοι τὸν Ἱέρωνα, ἔλπομαι καὶ ἐλπίζω μὴ βαλεῖν καὶ ῥίψειν τὸν λόγον ἔξω τοῦ ἀγῶνος, ὡσεὶ καὶ ὥσπερ ἄκοντα χαλκοπάραον δονέων καὶ συστρέφων ἐν τῇ παλάμῃ· τουτέστιν ἐλπίζω μὴ ἀπορήσειν περὶ αὐτοῦ πραγμάτων φερόντων εἰς ἐγκώμιον· ἀλλʼ ὅσα ἂν περὶ αὐτοῦ εἴπω, ἀξίως ἐρῶ, καὶ προσήκοντα αὐτῷ εἰρῆσθαι. Παρεικάζει οὖν τὸν αὑτοῦ λόγον ἄκοντι· διὸ καὶ εἶπε τὸ: παλάμῃ δονέων· πάλλουσι γὰρ οἱ ἄνδρες ἐν ταῖς χερσὶ τὰ ἀκόντια. —Ἔλπομαι] Ἐλπίζω. Χαλκοπάραον] Τὸν χαλκῆν παρειὰν ἤγουν αἰχμὴν ἔχοντα ἄκοντα, ὥσπερ τοῦ ἐν τῷ ἀγῶνι σκοποῦ. [10]
P.84-85
— Βαλεῖν] Ῥίψειν τὸν λόγον. —Παλάμᾳ δονέων] Τῇ χειρὶ στρέφων. Ῥίψαις] Τὸν λόγον.
P.86
—Ἀμεύσασθʼ ἀντίους] Νικῆσαι, θανατῶσαι τοὺς ἐχθροὺς Ἱέρωνος. —Ἀμεύσασθʼ ἀντίουσ] * Τοῦτο λέγει, ὅτι ὁ ἐμὸς ἔπαινος πρὸς Ἱέρωνα τοὺς φθονοῦντας αὐτῷ τρώσει. Εἰ γὰρ] * Τινὲς τὸ: εἰ γὰρ ὀξύνοντες ἀντὶ τοῦ εἴθε φασί, στίζοντες εἰς τὸ παράσχοι· ἐγὼ δὲ ἀντὶ τοῦ ἐὰν λέγων, ὑποστίζω πρὸς τὸ παράσχοι, καί τινα τῶν βιβλίων συμμαρτυροῦντα ἔχων.
P.87-90
—Χρόνος] Αὐτοῦ. —Ὄλβον] Τιμήν. — Οὕτω] ὡς νῦν. —Κτεάνων] Κτημάτων. —Δόσιν εὐθύνοι] Χορηγίαν διεξάγοι καὶ οἰκονομοίη. —Καμάτων] Ἤγουν τῆς νῦν κατεχούσης αὐτὸν νόσου. —Καμάτων] * Τὸ δὲ καμάτων λέγει, ἐπειδὴ ὁ Ἱέρων δυσουρίᾳ κατεχόμενος καὶ φορείῳ ἐν πολέμοις ἀγόμενος κατώρθου τὰς μάχας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ γὰρ εὐδαιμονοίη καὶ κατὰ πλοῦτον καὶ τιμήν, καὶ τοῦ πιέζοντος ἀπαλλαγείη νοσήματος, ὄντως ἂν ἐνθυμήσειεν ἡμᾶς τὰς αὑτοῦ ἀνδραγαθίας, ἤτοι εἰς ἔπαινον ἡμᾶς τούτων ὠνήσειεν. Ἔστι δὲ τὸ μνήσειε διπλοῦν, ἢ ὁ Ἱέρων, ἢ ὁ χρόνος· κρεῖττον δέ ἐστι διὰ μόνον τὸν Ἱέρωνα λέγεσθαι· τὸ δὲ κεν καὶ τὸ ἂν ἐκ παραλλήλου. —Ἐπίλασιν] Λήθην. Ἡ γὰρ τούτων ἀπαλλαγὴ λήθην παράσχοι αὐτῷ. Ἦ κεν] Ὄντως ἄν. [15]
P.92
Μάχαις] Ἀγωνίσμασι. Τλάμονι ψυχᾷ] Καρτερικῇ ψυχῇ.
P.93-94
—Παρέμεινʼ] Ἤγουν, ἐπιμείνας ἠγωνίσατο. —Τλάμονι ψυχᾷ παρέμεινʼ] * Παραβάλλει τὸν Ἱέρωνα διὰ τὴν κατέχουσαν αὐτὸν νόσον τῷ Ποίαντος υἱῷ Φιλοκτήτῃ· οὐχ ὅτι τὴν αὐτὴν νόσον εἶχον ἀμφότεροι, ἀλλʼ ὅτι, ὥσπερ Φιλοκτήτης νοσῶν ἐκ τῆς Λήμνου εἰς Τροίαν ἀνεκομίσθη πρὸς τὴν ταύτης ἅλωσιν, οὕτω καὶ Ἱέρων νοσῶν εἰς πολέμους ἐχώρει. Ἡ δὲ ἱστορία τοῦ Φιλοκτήτου τοιαύτη. Ἱστορία. Ἑλένου τοῦ Πριάμου υἱοῦ μάντεως ὄντος, καὶ ἁλόντα (γρ. ἁλόντος) ὑφʼ Ἑλλήνων, ἔλαβον ἀπʼ αὐτοῦ χρησμόν, μὴ ἂν ἄλλως πορθηθῆναι τὸ Ἴλιον, εἰ μὴ τὰ ὀστᾶ Πέλοπος ἐκ Λετρίνης ἐνέγκοιεν, καὶ τὸν Ἀχιλλέως υἱὸν Νεοπτόλεμον, καὶ τὸν Φιλοκτήτην ἐκ Λήμνου. Μετακομισθέντων οὖν τῶν ἄλλων, Φιλοκτήτης μόνος ἐναπολέλειπτο. Μετεκλήθη οὖν ὑπʼ Ὀδυσσέως καὶ Νεοπτολέμου ἐκ Λήμνου· ἐκεῖ γὰρ αὐτὸν ἔῤῥιψεν Ὀδυσσεὺς δηχθέντα ὑπὸ ὄφεως ὕδρου, ὅτε ἐκάθαιρον Ἕλληνες τὸν κεχωσμένον βωμὸν Ἀθηνᾶς. Ἐλθὼν οὖν εἰς τοὺς Ἕλληνας, ἰᾶται τὸ σκέλος ὑπὸ Μαχάονος τῇ ὀφίτιδι λίθῳ. Ἕτεροι δέ φασιν, ὡς, Ἀπόλλωνος ὕπνον αὐτῷ ἐμβαλόντος, τεμὼν ὁ Μαχάων καὶ βοτάνην θεὶς ἰᾶται. —Ἁνίχʼ] Ὅτε. —Εὑρίσκοντο] Εὕρισκε. —Παλάμαις] Βοηθείαις. —Τιμὰν] Τιμήν. Οὔ τις] Οὐδείς. [20]
P.95
—Δρέπει] Καρποῦται. Πλούτου στεφάνωμʼ] * Ὥσπερ ὁ στέφανος τιμὴ τῷ δεξαμένῳ τυγχάνει, οὕτω καὶ ἡ τῶν ἔργων νίκη τιμὴ τοῦ πλούτου ἐστίν.
P.96
—Στεφάνωμʼ] Δόξαν λέγω. —Ἀγέρωχον] Μέγιστον καὶ θαυμάσιον. —Γε] Ἀντὶ δέ. Τὴν Φιλοκτήταο] Τὴν Φιλοκτήτου.
P.97
—Δίκαν ἐφέπων] Τρόπον διεξάγων. Ἔστι δὲ τὸ ἐφέπων τὴν δίκην ἀντὶ: κατὰ τὸν ὅμοιον τρόπον. Ἐστρατεύθη] Ἐστράτευσεν (περὶ τοῦ Φιλοκτήτου).
P.98
—Ἀνάγκᾳ] Τῇ ἐκ τῆς νόσου. —Φίλον] Αὐτὸν τὸν Ἱέρωνα. — Φίλον] * Οἱ γράφοντες φίλων, τὸ λων ὦ μέγα, ἀμαθεῖς· τὸ δέ ἐστι τοιοῦτον, ἔσανέ τις αὐτὸν φίλον, τουτέστι διὰ κολακείας ὑπελθὼν φίλον ἐποίησεν. Καί τις] Ὁ Ἀναξίλαος. [5]
P.99-102
—Μεγαλάνωρ] * Ὑπέρφρων καὶ σοβαρός. Οὗτος γὰρ ὁ Ἀναξίλαος Γηρύνων (γρ. Ῥηγίνων) βασιλεὺς ὤν, καὶ θέλων τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς καταπολεμήσειν, ἐκωλύθη ἀπειλαῖς Ἱέρωνος, ὥστε ὑπελθεῖν αὐτὸν ὕστερον καὶ φίλον ποιῆσαι. —Φαντὶ] Φασί. —Λαμνόθεν] Ἀπὸ τῆς Λήμνου νήσου. —Ἕλκει] Τῷ τοῦ π(οδὸς) τραύματι. —Μεταλλάσσοντας] Ζητήσοντας. —Ἐλθεῖν] Ἐκ Τροίας. Ἥρωας] Ὀδυσσέα καὶ Νεοπτόλεμον. [5]
P.103-104
— Ἀντιθέους] Ἰσοθέους. —Ποίαντος υἱὸν] Τὸν Φιλοκτήτην. Ὃς] Φιλοκτήτης.
P.105-106
—Πριάμοιο] Πριάμου. — Πέρσε] Ἐπόρθησε τοξεύσας Ἀλέξανδρον. —Τελεύτασεν] Εἰς τέλος ἤγαγε. —Τε] Καί. —Πόνους] Οὓς εἶχον Τροίαν πολιορκοῦντες. Ἀσθενεῖ] Νοσερῷ σώματι· λέγει δὲ διὰ τὸ τοῦ σκέλους ἄλγος.
P.108
Μοιρίδιον ἦν] Μεμοιραμένον ὑπʼ ἐκείνου Τροίαν ἑλεῖν Ἕλληνας. Ὀρθωτὴρ πέλοι] Βοηθὸς ὑπάρχοι.
P.109
—Ὀρθωτὴρ πέλοι] * Εἰ μὲν συνάψεις τὸ ὀρθωτὴρ πρὸς τὸ ὧν ἔραται, οὕτως ἐρεῖς: Οὕτω δὲ τῷ Ἱέρωνι πέλοι θεὸς ὀρθωτὴρ ὧν ἔραται καὶ ἐπιθυμεῖ, διδοὺς αὐτῷ τὸν προσέρποντα χρόνον καιρόν, ἤτοι εὐκαιρίαν καὶ εὐτυχίαν· εἰ δὲ οὐ συνάψεις, οὕτως: Οὕτω δὲ τῷ Ἱέρωνι πλέλοι (γρ. πέλοι) θεὸς ὀρθωτήρ, ἤτοι βοηθὸς καὶ εὐτυχίας παρεκτικός, διδοὺς αὐτῷ τὸν προσέρποντα καὶ προσερχόμενον χρόνον τῶν πραγμάτων, ὧν ἐπιθυμεῖ, καιρόν, ὥσπερ φαμέν: ἥδε ἡ ἡμέρα πολλῶν ἀγαθῶν ἡμέρα μοι γέγονεν, οὕτω καὶ τοῦτοι Προσέρποντα] Προσερχόμενον. [5]
P.111
Ἔραται] Ἐπιθυμεῖ. —Καιρὸν διδοὺς] Εὐκαιρίαν καὶ εὐτυχίαν αὐτῷ. Μοῖσα] Ὦ Καλλιόπη.
P.112
—(Περὶ τοῦ υἱοῦ τοῦ Ἱέρωνος). —Πὰρ Δεινομένει] Ἐν τῷ υἱῷ Ἱέρωνος. —Κελαδῆσαι] Ὑμνῆσαι. Πείθεό (διὰ τὸ μέτρον) μοι ποινὰν τεθρίππων] Πιθοῦ (γρ.
P.113
πείθου) μοι ἀμοιβὴν τῆς νίκης, ἣν τὸ πατρὸς αὐτοῦ ἅρμα νενίκηκε. Χάρμα] Χαρά ἐστι.
P.114-115
—Δὲ] Γάρ. —Οὐκ ἀλλότριον] Ἀλλʼ οἰκεῖον. —Νικαφορία πατέρος] Ἡ νίκη τοῦ πατρὸς αὐτοῦ τοῦ Δεινομένους. —Νικαφορία πατέροσ] * Τοῦ πατρὸς αὐτοῦ τοῦ Δεινομένους· τουτέστιν ἡ τοῦ Ἱέρωνος νίκη καὶ τοῦ αὐτοῦ παιδός ἐστιν. Εἶπε δὲ τοῦτο, ἵνα μή τις αὐτῷ εἴπῃ, τίνος χάριν τὴν Μοῦσαν ἐπὶ τῷ Δεινομένει καλεῖς; οὐ γὰρ αὐτός, ἀλλʼ ὁ πατὴρ αὐτοῦ νενίκηκεν. Ἄγε] Ὦ Μοῦσα. [5]
P.116
—Αἴτνας] Τῆς πόλεως. —Βασιλεῖ] Τῷ Δεινομένει. Φίλιον ἐξεύρωμεν] Προσφιλῆ ἐπινοήσωμεν.
P.118
Τῷ πόλιν κείναν] * Τῷ καὶ ᾧτινι Δεινομένει ἔκτισεν ὁ Ἱέρων ἐκείνην τὴν πόλιν σὺν ἐλευθερίᾳ θεοδμήτῳ ἐν νόμοις Ὑλλίδος στάθμης, ἤτοι Δωρικοῦ τόπου. Ἔκτισεν οὖν τὴν πόλιν, οὕτω ἀντὶ τοῦ κτίσας στρατηγεῖν αὐτῷ ταύτης ἐπέτρεψε. Δέον δʼ εἰπεῖν θεοδμήτως ἔκτισε σὺν ἐλευθερίᾳ, θεοδμήτῳ εἶπε πρὸς τὸ ἐλευθερίᾳ. Φασὶ γὰρ ὅτι, οὓς ἐγκατῴκισεν ἐν τῇ Αἴτνῃ, ἐλευθερίαν καὶ ἀτέλειαν αὐτοῖς ἐδωρήσατο. Ἐπεὶ δὲ τὸ τῆς ἐλευθερίας μέγιστόν ἐστι καὶ ἄντικρυς θεῖον, διὰ τοῦτο λέγει τὸ θεοδμήτῳ σὺν ἐλευθερίᾳ, ἤτοι ἐν θείᾳ ἐλευθερίᾳ, ἐπὶ τῇ δομήσει τῆς πόλεως γενομένῃ. Τὸ δὲ Ὑλλίδος στάθμας νόμοις λέγει, ἐπειδὴ Λακωνικοὺς νόμους ἐν τῇ Αἴτνῃ Ἱέρων ἐθέσπισεν, ἢ ὅτι οἱ ἐν τῇ πόλει κατοικισθέντες Γελῷοι καὶ Συρακούσιοι ἄποικοι Δωριέων εἰσίν. Ἔστι δὲ τὸ Ὑλλίδος ἀπὸ Ὕλλου ἀνδρὸς ἐπιφανεστάτου τῶν Δωριέων, ἄρξαντος τῶν ἐν Ἰταλίᾳ οἰκησάντων. Κρεῖττον δέ ἐστι τὸ λέγειν τό: Ὑλλίδος ἐν νόμοις διὰ τοὺς ἐγκατοικισθέντας ἐν τῇ Αἴτνῃ Γελῴους καὶ Συρακουσίους, Δωριέων ὄντας ἀποίκους, ἐπεὶ τὸ ἐπαγόμενον μαρτυρεῖ. Οἳ δὲ ἔκγονοι τοῦ Παμφύλου καὶ τῶν Ἡρακλειδῶν, ναίοντες καὶ οἰκοῦντες ὑπὸ ταῖς ὄχθαις τοῦ Ταϋγέτου, Λακωνικοῦ ὄρους, ἤτοι ἐν Λακεδαιμονίᾳ, θέλοντι καὶ θέλουσι μένειν αἰεὶ καὶ πάντοτε ἐν τοῖς νόμοις τοῦ Αἰγιμιοῦ, ποταποί; Δωριεῖς· τουτέστιν οἱ Λάκωνες, ἐάν τε κατὰ χώραν, ἐάν τε ἄλλῃ ποι οἰκήσωσι, τὸ πάτριον σώσουσι φρόνημα καὶ τοὺς αὑτῶν νόμους· ὥστε καὶ οἱ ἀποικισθέντες ἐν Σικελίᾳ Δωριεῖς οὐ μετέβαλον τὸ ἐξ ἀρχῆς ἦθος. Ὁ δὲ Πάμφυλος πρόγονος ἦν Δωριέων, οὗ καὶ φυλὴ ἐπώνυμος ἐν Λακεδαίμονι, Παμφυλίς. Κατήγοντο γοῦν οἱ Δωριεῖς, οἱ μὲν ἀπὸ Παμφύλου, οἱ δὲ ἀφʼ Ἡρακλειδῶν· ὁ δὲ Αἰγιμιός, ὡς μέν τινές φασι, νομοθέτης ἦν Δωριέων, ὡς δέ τινες, Λυκούργου ἐπίπαππος τοῦ Λακεδαιμονίων νομοθέτου. —Τῷ] ᾯ τινι Δεινομένει. —Πόλιν κείναν] Τὴν Αἴτνην. —Θεοδμάτῳ] Θείας ἐπὶ τῇ δομήσει τῆς πόλεως γενομένης. Φασὶ γὰρ ὅτι ἐλευθερίαν καὶ ἀτέλειαν τῇ πόλει ἐδωρήσατο. Ὑλλίδος] Δωρικοῦ τόπου ἀπὸ Ὕλλου τινός. [30]
P.121
Νόμοις] Λακωνικοῖς τουτέστιν. Καὶ μὰν] Καὶ μήν.
P.122-124
—Ἡρακλειδᾶν] Ἡρακλειδῶν. —Ὑπὸ Ταϋγέτου ναίοντες, αἰεὶ] Ὑπὸ ὄρους Λακωνικοῦ κατοικοῦντες ἀεί. —Τεθμοῖσιν] Νόμοις. —Αἰγιμίου] Νομοθέτου αὐτῶν. Ἔσχον] Πάλαι οἱ Δωριεῖς.
P.125
—Ἀμύκλας] Τὴν Λακεδαιμονίαν, ἀπὸ μέρους. —Ὄλβιοι] Εὐδαίμονες. Πινδόθεν] * Πίνδος ὄρος Περεβοίας (γρ.
P.126
Περαιβοίας ἢ Πεῤῥαιβοίας), ἐν ᾧ τέσσαρες πόλεις εἰσίν· ὧν μία ἐπώνυμος τῷ ὄρει, ἀφʼ ἧς ἀναστάντες οἱ τῶν Δωριέων πρόγονοι, ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης ὄρους καὶ Παρνασσοῦ Δωρίδα· ὅθεν καὶ τοὔνομα ἔσχον. Ἐν δὲ τῇ Δωρίδι ταύτῃ ἓξ πόλεις ἦσαν Ἐρινεὸν (γρ. Ἐρινεός), Κύτιον (γρ. Κυτίνιον), Βοιόν, Κάρφαια, Δρυόπη, Λίλαιον (γρ. Λίλαια) ὅθεν μετὰ τῶν Ἡρακλειδῶν εἰς Λακεδαίμονα ἐλθόντες οἰκοῦσι. Γείτονας δὲ λέγει τῶν Τυνδαριδῶν, ἐπεὶ ὁ τούτων πατὴρ Τυνδάρεως ἐνταῦθα ἦρχε· διὸ κηδεύσας Μενέλαον, ἔδωκεν αὐτῷ προικὸς χάριν τὴν Σπάρτην. —Πινδόθεν] Ἀπὸ Πίνδου πόλεως Πεῤῥεβοίας (γρ. Πεῤῥαιβοίας). —Ὀρνύμενοι] Κινούμενοι. Τυνδαριδᾶν] Τυνδαριδῶν. [10]
P.127-129
—Βαθύδοξοι] Μεγάλην τιμὴν ἔχοντες. —Ὧν] Τυνδαριδῶν. —Κλέος ἄνθησεν] Ἡ δόξα ἐξέλαμψεν. —Αἰχμᾶς] Ἀνδρείας. Ζεῦ τέλειʼ] Ζεῦ πληρέστατε (εὐχή).
P.130-133
—Τοιαύτην] Οἵαν νῦν ἔχουσιν. —Ἀμένα] τοῦ Ἀμένου ποταμοῦ Σικελίας. —Αἶσαν ἀστοῖς] Μοῖραν πολίταις. —Βασιλεῦσι] Κεχωρισμένως τῶν ἄλλων παρέχειν θέλε. —Βασιλεῦσι] * Τινὲς πρὸς τὸ βασιλεῦσιν ὑποστίζοντες καὶ τὸ δίδου ἔξωθεν λαμβάνοντες, τὸ διακρίνειν πρὸς τὸ ἔτυμον λόγον συνάπτουσιν· οὓς αὐτὸς ἐάσας, τὸ μὲν δίδου μὴ λάμβανε ἔξωθεν, ὥσπερ ἐκεῖνοι· πρὸς δὲ τὸ διακρίνειν ὑποστίζων, ἀντὶ τοῦ διάκρινε, λέγε οὕτως: Αἰεὶ δὲ καὶ πάντοτε, ὦ Ζεῦ τέλειε, θέλε διακρίνειν, ἤγουν κεχωρισμένως τῶν ἄλλων πάρεχε, παρὰ τὸ ὕδωρ τοῦ ἐν Σικελίᾳ Ἀμένα ποταμοῦ, τοῖς ἀστοῖς καὶ τοῖς βασιλεῦσιν αἶσαν καὶ μοῖραν τοιαύτην, οἵαν νῦν ἔχουσιν, ἔτυμον καὶ ἀληθῆ λόγον ἀνθρώπων, τουτέστι παρὰ πάντων ἀληθῶς θρυλλεῖσθαι τὴν αὐτῶν εὐτυχίαν· ὁ γὰρ ἀληθῶς εὐτυχῶν καὶ τὴν περὶ αὑτοῦ φήμην ἀληθῆ ἔχει καὶ οὐ δύναταί τις περὶ αὐτοῦ λέγων ψεύσασθαι, φανερᾶς οὔσης τῆς προσούσης αὐτῷ εὐτυχίας. —ἔτυμον] Ἀληθῆ. Σὺν τοὶ] Ἤγουν μετὰ τῆς σῆς βοηθείας. [15]
P.134-136
— Κεν] Ἄν. —Σύν τοί τίν κεν] * Σὺν σοί, ὦ Ζεῦ, ἤγουν μετὰ τῆς σῆς βοηθείας, ὁ ἁγητὴρ καὶ ἡγεμὼν τῆς Σικελίας Ἱέρων τράποι ἂν καὶ εἰς τὸ ἑξῆς πορεύοιτο εἰς ἡσυχίαν καὶ εἰρηναίαν κατάστασιν σύμφωνον, ἐπιτελλόμενος καὶ ἐντελλόμενος ταύτην τῷ υἱῷ αὑτοῦ Δεινομένει καὶ γεραίρων καὶ τιμῶν τὸν δῆμον ταῖς αὑτοῦ ἀρεταῖς. Εἰ γὰρ μὴ πολέμους ἔχων ἐν αὐτοῖς ἀσχολοῖτο, ἐν ἡσυχίᾳ διάγων, νίκας ἑαυτῷ ἐκ τῶν ἐν εἰρήνῃ ἀγώνων ἐργάσεται, διʼ ὧν τοῖς ὑπʼ αὐτὸν τιμὴ ἔσται. Τὸ δὲ σύμφωνον ἡσυχίαν λέγει ἢ ὁμόφωνον καὶ ὁμοίαν ᾗ νῦν χρῆται, ἢ ὅτι ἐν τῇ ἡσυχίᾳ ὁμόνοιά ἐστι καὶ ταὐτὰ πάντες φρονοῦσι καὶ λέγουσιν, ἐν δὲ τῷ πολέμῳ ἑτερότητές εἰσι λόγων καὶ βουλῶν. — Ἁγητὴρ] Ὁ ἡγεμὼν Ἱέρων. —υἱῷ] Αὑτοῦ. —Ἐπιτελλόμενος] Ἐντελλόμενος ταύτην. —Δᾶμον] Δῆμον. —Γεραίρων] Τιμῶν ταῖς αὑτοῦ ἀρεταῖς. —Τράποι] Πορεύσοιτο εἰς τὸ ἑξῆς. —Σύμφωνον ἡσυχίαν] Ὁμοίαν τῇ παρούσῃ. Ὄφρα] Ἵνα. [15]
P.137-139
—Κατʼ οἶκον] Τὸν αὑτοῦ. — Ἅμερον ὄφρα κατʼ οἶκον] * Μὴ λέγε τὸ ἅμερον ἀντὶ τοῦ πράως, ὥσπερ τινὲς συνάπτοντες πρὸς τὸ νεῦσον· ἔχει γὰρ τὸ ἅμερον τὴν δύναμιν πρὸς τὸ ἔχῃ, οὕτως: Ὄφρα καὶ ἵνα ὁ Φοῖνιξ καὶ ὁ Τυρσηνὸς κατὰ τὸν οἶκον ἔχῃ ἥμερον καὶ ἥσυχον, ἤτοι ἡσυχάζῃ· ἔστι γὰρ τὸ ἥμερον οὐδέτερον. Τὸ δὲ Φοῖνιξ, εἰ μὲν βούλει, μὴ σύναπτε πρὸς τὸ ἀλαλατός, ἀλλὰ μεμονωμένον λέγει εἰ δὲ μή, σύναπτε οὕτως: Ὁ Φοῖνιξ ἀλαλατὸς καὶ ὁ Τυρσηνὸς ἀλαλατός. —Ὁ Φοῖνιξ] Ἤγουν οἱ Φοίνικες. —Τυρσανῶν] Τυρσηνῶν. —Ἀλαλατὸς] Ὁ θόρυβος, ἤγουν οἱ Τυρσηνοὶ περιφραστικῶς. Ναυσίστονον ὕβριν] * Ὁπότε Ξέρξης ἐπὶ τὴν Ἑλλάδα στρατεύειν ἔμελλε, Φοίνικας καὶ Τυρσηνούς, ὑπηκόους ὄντας αὐτῷ, ἐκέλευσε μετὰ τοῦ αὑτῶν ναυτικοῦ Σικελίαν παραγενομένους πορθῆσαι, εἰδὼς ὅτι, ταύτης χειρωθείσης, ἥ τε Πελοπόννησος καὶ ἡ ἄλλη Ἑλλὰς εὐχείρωτος ἔσται. [5]
P.140
Ἐν δὲ τῷ αὐτῷ χρόνῳ Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς Γέλωνα πρεσβείαν ἔπεμψαν, ἀξιοῦντες αὐτὸν μετὰ τῶν Ἑλλήνων καὶ μὴ μετὰ τῶν βαρβάρων γενέσθαι. Καὶ ὃς ὑπακούσας καὶ ναῦς διακοσίας ἐξαρτύσας καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους, ἐπεὶ τὸ Φοινίκων ναυτικὸν ἐν τῇ πρὸ τῆς Σικελίας νήσῳ Κύμῃ παρεγένετο, ναυμαχήσας αὐτοὺς κατεστρέψατο. —Ναυσίστονον ὕβριν] Τὴν ἀπὸ τῆς τῶν νηῶν καταβολῆς ἐγγενομένην αὐτῷ ἀτιμίαν. Τὰν πρὸ Κύμας] Τὴν συμβᾶσαν ἐπὶ τῇ Κύμῃ, τῇ πρὸ τῆς Σικελίας νήσῳ. [10]
P.142-143
Οἷα] Ὁποῖα (περὶ τοῦ Γέλωνος). —Ἀρχῷ] Ἡγεμόνι, τῷ Γέλωνι τῷ ἀδελφῷ Ἱέρωνος. —Δαμασθέντες πάθον] Καταπολεμηθέντες ἔπαθον πάλαι. Ὠκυπόρων] Ταχέως θεουσῶν.
P.144
—Ναῶν] Πλοίων. Ὃς] Ὁ Γέλων.
P.145
—Σφιν] Τῶν Φοινίκων καὶ Τυρσηνῶν. —Ἐν πόντῳ βάλεθʼ] Ἤγουν κατεπόντισε τοὺς ἐν ταῖς ναυσὶ μαχομένους αὐτῶν. —Ἁλικίαν] Νεότητα. —Ἁλικίαν] * Εἰκότως δὲ εἶπε τὸ ἁλικίαν, ἐπειδὴ οἱ ἐν ἡλικίᾳ μάχονται καὶ οὐχ οἱ γέροντες. —Τὸ δὲ ὠκυπόρων ἀπὸ ναῶν ἢ πρὸς τὸ πάθον συναπτέον ἢ πρὸς τὸ βάλετο. Ἑλλάδʼ] Τὴν Ἑλλάδα. [5]
P.146-147
—Ἐξέλκων] Ἐξαιρούμενος καὶ ἐλευθερῶν. —Βαρείας δουλείας] Τῆς χαλεπῆς καὶ θλιβερᾶς. Πὰρ μὲν Σαλαμῖνοσ] * Ἰστέον ὅτι ἐν μὲν Σαλαμῖνι τὸ τοῦ Ξέρξου ναυτικὸν κατεστράφη ὑπʼ Ἀθηναίων· ἐν δὲ τῇ Βοιωτίᾳ τὸ πεζὸν αὐτοῦ ὄν, Λακεδαιμόνιοι κατηγωνίσαντο· ἐν δὲ τῇ Σικελίᾳ ὁ Γέλων, ὡς ἄνω ἔφημεν, τὸ Φοινίκων καὶ Τυρσηνῶν ναυτικὸν διέφθειρε. [5]
P.148
Ζητεῖται δὲ πῶς, Λακεδαιμονίων νεῶν καὶ ἑτέρων Ἑλληνίδων μετʼ Ἀθηναίων ἐν Σαλαμῖνι οὐσῶν, μόνοι Ἀθηναῖοι τὴν νίκην ἐργάσασθαι λέγονται. Καί φαμεν ὅτι μόνοι οὗτοι ἦσαν οἱ τὴν νίκην ποιήσαντες ταῖς Θεμιστοκλέους βουλαῖς καὶ τῷ τῶν νεῶν πλήθει καὶ τῇ κατὰ θάλατταν ἐμπειρίᾳ, ὥσπερ καὶ Λακεδαιμόνιοι τὴν ἐν Πλαταίᾳ τῇ τοῦ Παυσανίου στρατηγίᾳ καὶ τῷ κατὰ γῆν ἄριστοι εἶναι τὰ τακτικά. Λέγει οὖν· αἱρέομαι καὶ προκρίνω μισθὸν μὲν παρὰ τῆς Σαλαμῖνος χάριν καὶ ἀρετὴν τῶν Ἀθηναίων· τουτέστιν ἐν αὐτῇ οἱ Ἀθηναῖοι τὸ τῶν Περσῶν ναυτικὸν διέφθειραν. Λέγει δὲ τὴν νίκην μισθὸν τῆς Σαλαμῖνος κατὰ τοῦτο· ὥσπερ γὰρ ὁ μισθὸς ὀφείλεται, οἷς δίδοται, οὕτω καὶ ἡ συμβᾶσα ἐν αὐτῇ νίκη ὥσπερ ὠφείλετο καὶ πρέπουσα ἦν γενέσθαι· ἢ ἐπειδὴ μέρος ἦν τῆς Ἑλλάδος, ἔδει καὶ ταύτην ἀναγκαίως εἰσενεγκεῖν τι εἰς τὴν ὑπὲρ τοῦ κοινοῦ σωτηρίαν· εἰσήνεγκεν οὖν τὸ ἐν αὐτῇ γενέσθαι τὴν νίκην· ἢ ἐπειδὴ οἱ Ἀθηναῖοι τὴν αὑτῶν πόλιν καταλιπόντες πρὸς αὐτὴν ταῖς ναυσὶ κατέφυγον, ὥσπερ μισθὸν αὐτοῖς ἀπέδωκε τῆς καταφυγῆς, τὸ νικητὰς ἐν αὐτῇ γενέσθαι. Ἐν Σπάρτᾳ δʼ ἐρέω] * Ἐρέω δὲ καὶ λέξω ἐν τῇ Σπάρτῃ τὴν μάχην τὴν πρὸ τοῦ Κιθαιρῶνος· τουτέστιν εἴπω Σπαρτιάτας τὸ τῶν Περσῶν πεζὸν νικῆσαι ἐν τῇ Πλαταιέων πόλει, τῇ πρὸ τοῦ Κιθαιρῶνος ὄρους κειμένῃ πλησίον Βοιωτίας. [5]
P.149
—Ταῖσι] * Ἤγουν τῇ Σαλαμῖνι ἐξ Ἀθηναίων καὶ τῇ Σπάρτῃ, ἤτοι τῷ ἀπʼ αὐτῆς λαῷ, ἐν τῇ Πλαταίᾳ κάμον καὶ κατεπολεμήθησαν οἱ ἀγκυλότοξοι Μῆδοι. Παρὰ δὲ τὴν εὔανδρον ἀκτὴν τοῦ Σικελικοῦ ποταμοῦ Ἱμέρα, ἤτοι παρὰ τὴν Σικελίαν, ἐρέω καὶ εἴπω ἀπὸ κοινοῦ ὕμνον τοῖς παισὶ τοῦ Δεινομένους, τελέσας καὶ πληρώσας τοῦτον ὥσπερ τινὰ ὀφειλήν· ὁ γὰρ ἔπαινος μισθός ἐστιν ἀρετῆς. Ἀποροῦσι δέ τινες πῶς, τοῦ Γέλωνος μόνου τότε νικήσαντος, οὗτος τοῖς τρισὶν ἀνατίθησι τὴν νίκην· καί φαμεν ὅτι τῇ τοῦ Γέλωνος γνώμῃ ἕπεται. Ἐκεῖνος γὰρ τρίποδας τρεῖς χρυσοῦς ἀναθεὶς τῷ Ἀπόλλωνι, ἕνα μὲν διʼ ἑαυτόν, δύο δὲ διὰ τοὺς ἀδελφούς, αἰτίους καὶ αὐτοὺς ἐν τούτοις ἐπέγραψεν. Ἐδέξαντʼ] Ἔλαβον. [15]
P.155
—Ἀμφʼ ἀρετᾷ] Ἐπὶ τῇ αὐτῶν ἀριστείᾳ καὶ κατορθώμασι καὶ ἕνεκα τῆς ἀνδραγαθίας. Καμόντων] Καταπολεμηθέντων καὶ ἰσχυρῶς νικηθέντων.
P.157
Καιρὸν εἰ φθέγξαιο] * Αἰσθόμενος ἑαυτὸν ὁ Πίνδαρος ἀκαίρως ἐκβεβηκότα, φησίν: εἰ φθέγξαιο, ὦ θυμέ, καιρὸν τὸν πρέποντα, ἤγουν εἰ ἐγκαίρως τοὺς λόγους ποιήσαιο, συντανύσας καὶ συνάξας ἐν βραχεῖ καὶ ἐν ὀλίγῳ πέρατα καὶ τέλη πολλῶν πραγμάτων, τουτέστιν ἀφεὶς τὸ πολλὰ λέγειν, συντεμὼν εἰς ὀλίγα, μείων καὶ ἐλάττων καὶ οὐδεὶς μῶμος ἕπεται παρὰ τῶν ἀνθρώπων, ἤγουν οὐδεὶς ψόγον ἐπαγάγῃ σοι ὡς πολυλογοῦντι. Μὴ λάβῃς δὲ πρὸς τὸ καιρὸν ἔξωθεν εἰς, ὥς τινες· ἀλλʼ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ φθέγξαιο· ὁ γὰρ φθεγγόμενος ἔγκαιρα, καιρὸν φθέγγεται. Ἀπὸ γὰρ κόρος ἀμβλύνει] * Ἀπαμβλύνει γὰρ καὶ καταβάλλει ὁ κόρος τῶν λόγων τὰς ταχείας ἐλπίδας τῶν ἀκροατῶν, ποταπός; αἰανὸς καὶ σκοτεινός, ἤτοι τὸ λελογισμένον αὐτῶν σκοτίζων· τουτέστιν ἐλπίδα ἔχοντες οἱ ἀκροαταὶ ταχέως ἀκούσεσθαί τι περὶ τοῦ ἐπαινουμένου, σκοτίζονται ὑπὸ τοῦ πολλὰ ἀκούειν μεταξὺ λεγόμενα καὶ τὴν ἐλπίδα αὑτῶν ἀπολύουσιν ἀπαγορεύοντες. [5]
P.160
Αἰανὸς δὲ κόρος λέγεται οὐχ ὅτι αὐτὸς σκοτεινός ἐστιν, ἀλλʼ ὅτι τοὺς ἄλλους σκοτίζει. Οἱ δὲ λέγοντες τὸ ἐλπίδας ἀντὶ τοῦ γνώμας ἀμαθεῖς. Ἀπάδις] Ἀστῶν δʼ ἀκοὰ] * Τὸ ἀκοὰ πρὸς τὸ βαρύνει σύναπτε, τὸ δὲ θυμὸν πρὸς τὸ πολιτῶν, οὕτως: Ἡ ἀκοὴ τῶν προσόντων τισὶν ἀγαθῶν βαρύνει καὶ καταβάλλει τὸν θυμὸν τῶν πολιτῶν, ποταπόν; κρύφιον, μάλιστα καὶ περισσοτέρως ἐπὶ ἀλλοτρίοις καὶ ξένοις ἐσθλοῖς. [5]
P.162-163
Τοῦτο δὲ λέγει ὡς φθονουμένου τοῦ Ἱέρωνος τοῖς αὐτοῦ πολίταις. Δέον δὲ εἰπεῖν κρυφίως, κρύφιον εἶπε πρὸς τὸ θυμόν. Τὸ δὲ μάλιστα εἶπεν, ἵνα δείξῃ ὅτι περισσοτέρως ἡ τῶν ἀλλοτρίων ἀγαθῶν ἀκοὴ τούτους λυπεῖ ἢ ἄλλο τι. —Βαρύνει] Πιέζει καὶ θλίβει. —Ἐσλοῖσιν] Καλοῖς. Κρέσσων γὰρ οἰκτιρμῶν φθόνοσ] * Ὁ μὲν γὰρ βέλτιστος φθονεῖται διὰ τὰ προσόντα αὐτῷ πλεονεκτήματα, ὁ δὲ μὴ τοιοῦτος ἐλεεῖται. [10]
P.166-168
Ἀψευδεῖ δὲ πρὸς ἄκμονι] * Τοῦτο λέγει ὡς ἐπαγγειλαμένου τοῦ Ἱέρωνος αὐτῷ δοῦναί τι καὶ οὐ δόντος. Διὸ δὴ ἐπαίρει αὐτὸν ἐκτελέσαι τὴν ὑπόσχεσιν. —Χάλκευε γλῶσσαν] Ἤγουν παρασκεύαζε καὶ ἔθιζε τὴν γλῶσσαν μὴ ψευδηγορεῖν· ἔστι δὲ ὁ λόγος τροπικός. Παραιθύσσει] * Σύναπτε τὸ παραιθύσσει πρὸς τὸ πὰρ σέθεν. [5]
P.169-170
Τὸ γὰρ μικρὸν τῶν βασιλέων ἁμάρτημα μέγα δοκεῖ τοῖς ἄλλοις. Πιστοὶ] Πίστεως ἄξιοι.
P.173
Ὀργᾷ] Ἤγουν προθυμίᾳ καὶ γνώμῃ. Ἱστίον ἀνεμόεν] * Δεῖ γάρ, ἀνέμου πνεύσαντος, τὸ ἱστίον ὑποχαλᾶν, ἵνα μή, ὄντος τεταμένου, ὑπὸ τοῦ ἀνέμου εἰς τοὔμπαλιν ἀνατραπείη τὸ σκάφος.
P.178
Δολωθῇς] Ἤγουν ζημιούμενος καὶ στερούμενος λάθῃς. —Δολωθῇσ] * Μὴ τοὺς ὀφειλομένους τισὶ μισθοὺς ἀποστερῶν κερδαίνειν τι λογίζου· τοῦτο γὰρ τὸ κέρδος αἰσχρὸν καὶ τὸν κερδαίνοντα μιαίνει. Οἶον ἀποιχομένων] * Οἶον καὶ μόνον τὸ αὔχημα τῆς δόξης, ἤτοι ἡ ἀρετὴ καὶ ὁ ἔπαινος, ποταπόν; ὀπισόμβροτον καὶ ὑπὸ τῶν ἐσομένων βροτῶν ᾀδόμενον, μηνύει καὶ λογίοις καὶ ἀοιδοῖς τὴν δίαιταν καὶ τὴν διαγωγὴν τῶν ἀποιχομένων ἀνδρῶν, τῶν κτησαμένων τοῦτο τὸ αὔχημα· τουτέστιν ἐάν τις καλὸν ἐργάσηται καὶ ἐπαινεθῇ, ἐν τοῖς ἔπειτα ᾄδεται λογοποιοῖς καὶ ποιηταῖς, ὁποῖός τις ἦν, διεξιοῦσι τὸν ἐπʼ αὐτῷ γενόμενον ὕμνον. [5]
P.185
Τὸν δὲ ταύρῳ χαλκέῳ] * Περίλαός τις Ἀθηναῖος ἐλθὼν εἰς Φάλαριν τὸν Ἀκραγαντίνων τύραννον, ὑπέσχετο αὐτὸν (γρ. αὐτῷ) ταῦρον ποιήσειν χαλκοῦν, ἵνα ἐντὸς αὐτοῦ, ὃν ἂν καταδικάσῃ, ἐμβάλλων καὶ τῷ πυρὶ προσάγων, οὕτω κολάζῃ· οὗ γενομένου, πρῶτος εἰσεβλήθη Περίλαος, οὐκ ἄξιον τοῦ Φαλάριδος κεκρικότος ἕτερον πρὸ αὐτοῦ κολασθῆναι, ἀλλʼ ἢ τὸν δημιουργόν, ὅπως ἂν μόνος δείξει (γρ. δείξῃ) τὸ αὑτοῦ δημιούργημα. Λέγει οὖν ὡς κακὸν πάντες ᾄδουσι Φάλαριν. Καὶ ἡ μὲν τοῦ Κροίσου ἀρετὴ ἀεὶ ἐν συμποσίοις καὶ πανηγύρεσιν ὑπὸ τῶν παίδων ἐμμελῶς ᾄδεται, ὁ δὲ Φάλαρις οὐκ ἔχει χώραν ἐν συμποσίοις. Δέον δὲ εἰπεῖν ὁμορόφιον (sic), ὁμορόφιαι (sic) εἶπε πρὸς τὸ φόρμιγγες. Εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τοὺς ξένους ὑποδεχομένων. Μὴ λάβῃς δὲ εἰς τὸ κοινωνίαν τὸ εἰς, ὥς τινες, ἀλλʼ ἔστιν ἡ αἰτιατικὴ πρὸς τὸ δέχονται, οὕτως: οὐ δέχονταί μιν καὶ αὐτὸν κοινωνίαν, ἤτοι οὐ κοινὸν παραλαμβάνουσιν. Νηλέα νόον] * Μὴ λέγε πρὸς τὸ νόον ἔξωθεν τὸ κατά, ἀλλʼ ἔστι τὸ νόον καὶ τὸ Φάλαριν ταὐτόν. [15]
P.186
Ὥσπερ γάρ φαμεν: Ὁ Πλάτων σοφὴ διάνοιά ἐστιν, οὕτω καὶ τοῦτο, κατέχει τὸν Φάλαριν φήμη ἀνηλεῆ νοῦν, ἤγουν κακὸν καὶ ἀμείλικτον ᾄδουσιν. Ἀέθλων] * Τινὲς πρὸς τὸ ἀέθλων λαμβάνουσιν ἔξωθεν ἀπό, οὕτω: Τὸ δὲ εὖ παθεῖν καὶ εὐτυχῆσαι ἀπὸ ἀέθλων καὶ ἀγώνων πρῶτον ὑπάρχει. [5]
P.191
Ἐγὼ δὲ οὕτω: Τὸ δὲ εὖ παθεῖν καὶ εὐτυχῆσαι, ἤτοι νίκης ἀξιωθῆναι ἀγωνιζόμενον, πρῶτον τῶν ἄθλων ἐστί, τουτέστι τοῦτο πρῶτον οἱ ἀγῶνες παρέχουσι· δευτέρα δὲ μοῖρά ἐστιν εὖ ἀκούειν, ἤτοι ἐγκωμιάζεσθαι, ὡς τῆς μὲν νίκης πρῶτον γινομένης, ἔπειτα δὲ ἐπακολουθοῦντος τοῦ ὕμνου. Οἱ δὲ πολλοὶ ἀγνοοῦντες καὶ ἀέθλω χωρὶς τοῦ ν γράφουσιν. Δευτέρα μοῖρʼ] Ἤγουν ἡ τάξις. [5]
P.192-193
Δεῖ γὰρ πρῶτον τῆς νίκης τυχεῖν καὶ μετὰ τὴν νίκην τῶν ἐγκωμίων. — Ἀμφοτέροισι] Καὶ νίκῃ καὶ ὕμνῳ. Ἕλῃ] Ἐπικρατὴς γένηται.
P.195
Δέδεκται] Ἔσχε καὶ ἔλαβεν. ΠΥΘΙΩΝ ΕΙΔΟΣ Βʹ.
N.5
Ὕμνος ὁρμᾶται] Τὸ προοίμιον. —Θέμεν] Λαμβάνει. Δαιμονίαις] Θείαις.
N.25
Ἵππαιχμον] Ἱππόμαχον, πολεμικόν. Κεκόσμηται] Ἡτοίμασται.
N.42
Τρόπῳ] Φύσει. Χρήσιες] Ἐνέργειαι.
N.46
Εὖ τε παθεῖν] Ἀπολαβεῖν. Ἐξαρκέων] Μεταδιδούς.
N.63
Ὠκείας] Λάβρας. Ἀμφελίξασθαι] Περιβαλεῖν.
N.66
Πειρᾶτο] Ἐγεύετο, ἥπτετο. Ἀρήγοισαι] Ὑπηρετοῦσαι.
N.73
—Λέχει] Ταχὺ] Ταχέως.
N.77
—Καδμείων] Τῶν Θηβαίων. — Ἀγοὶ] Ἡγεμόνες. Ἀθρόοι] Ἅμα πάντες.
N.80
Κολεοῦ] Τῆς θήκης. Ὀξείαις] Σφοδραῖς.
N.81
—Τυπεὶς] Πληγείς. Κᾶδος] Πῆμα, κακόν.
N.87
Λῆμα] Τρόπον. Ῥῆσιν] Λόγον.
N.97
Σὺν πλαγίῳ] Ἤγουν μετὰ ἀδικίας. Κόρῳ στείχοντα] Ὕβρει προσέχοντα καὶ ἀδικίᾳ.
N.98
— Ἐχθρότατον] Ἤγουν ὑβριστὴν καὶ ἄδικον. Μάχαν] Κατὰ (τὴν μάχην).
N.102-3
Ἀντιάζωσιν] Ἐναντίοι ἔλθωσιν. —Ὑπὸ ῥιπαῖσι] Ἡ ὑπὸ ἀντὶ τῆς μετά. Πεφύρσεσθαι] Κονιοῦσθαι.
N.108
Λαχόντʼ] Λαβόντα. Δαίσαντα] Ἑστιάσαντα.
I.49
Τιμαῖσιν] Κατορθώμασιν. Ἀγάνορα κόμπον] Σεμνὸν καύχημα.
I.79
Καὶ σέθεν Ἀμφιτρύων] Διὰ τὰ Ἡράκλεια καὶ Ἰόλαια τοῦτό φησιν. Μινύα τε μυχὸν] Τὸν Ὀρχομενὸν τὴν πόλιν.
I.80
—Ἤγουν τὰ Μινύεια. Καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα] Ἤγουν τὰ Ἐλευσίνεια (sic) καὶ τὰ Βασίλεια καὶ Γεραίστεια (sic).
I.81
— * Ἐν Εὐ(βοίᾳ) ἀγὼν τελεῖται τὰ (Βα)σίλεια, ἐν δὲ Θεσσαλίᾳ Πρωτεσίλεια, ἐν δὲ Εὐβοίᾳ τὰ Γεραίστεια. Πρωτεσίλα] Τὰ Πρωτεσίλεια.
I.90
Εἴη μιν εὐφώνων πτερύγεσσιν] Ἤγουν τοῖς ὕμνοις καὶ ταῖς ᾠδαῖς ὥσπερ τισὶ πτέρυξιν ἀερθέντα καὶ μετεωρισθέντα. Τεύχοντʼ] Προξενοῦντα.
I.96
—Νέμει] Κέκτηται. ΙΣΘΜΙΩΝ ΕΙΔΟΣ Βʹ.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top