Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Scholia: Byzantine Scholia on Pindar (Olympians; Pythians 1–2)

Library › Greek: Grammar & Reference › Byzantine Scholia on Pindar (Olympians; Pythians 1–2)

This is a large collection of Byzantine scholia on Pindar's Olympian Odes and the first two Pythian Odes. It draws on the commentaries of the Palaeologan scholars Thomas Magister, Manuel Moschopoulos and Demetrius Triclinius. The notes explain words, paraphrase the poet's thought and analyse the meters, and Triclinius' metrical scholia open the collection. The text is thought to come from Eugen Abel's edition of the later Pindar scholia (1891).

These scholars shaped the text and interpretation of Pindar that passed into the Renaissance. The commentary shows late Byzantine philology at work, especially Triclinius' new attention to meter. It is useful for reading Pindar and essential for the history of how he was taught and edited. Its continuation, on Pythians 5 to 12, appears separately on this site.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Abel, Scholia recentia in Pindari epinicia I (1891)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Byzantine Scholia on Pindar (Olympians; Pythians 1–2)
Scholia · Book 1, part 1 · every word parsed
sch.metr.t
[Σχόλια μετρικά] Δημητρίου Τρικλινίου. Ἰστέον ὅτι πάντα τὰ μέτρα πλὴν τοῦ δακτυλικοῦ κατὰ διποδίαν μετρεῖται καὶ ἀνέρχεται μέχρι τοῦ πενταμέτρου.
sch.metr.1
ἔστι δὴ μονόμετρον μὲν τὸ ἔχον πόδας δύο, δίμετρον τὸ ἔχον πόδας τέσσαρας, τρίμετρον τὸ ἔχον ἕξ, τετράμετρον τὸ ἔχον ὀκτώ, πεντάμετρον τὸ ἔχον δέκα, καὶ περαιτέρω οὐ πρόεισι. παντὸς δὲ μέτρου πλὴν τοῦ δακτυλικοῦ ἀποθέσεις ἤτοι καταλήξεις εἰσὶ τέσσαρες· βραχυκατάληκτον, καταληκτικόν, ἀκατάληκτον καὶ ὑπερκατάληκτον. καὶ βραχυκατάληκτον μέν ἐστιν, ὡς ἐν παραδείγματι ἐπὶ τοῦ μονομέτρου εἰπεῖν, ὅπερ ποδὸς ὅλου δεῖται πρὸς ἀπαρτισμόν, οἷον τὸ φεῦ, φεῦ, ἢ τὸ ἰώ, ἢ τὸ ἔα. ταῦτα γὰρ μονόμετρά ἐστι βραχυκατάληκτα διὰ τὸ ἔχειν μὲν τὸν ἕνα πόδα, τοῦ ἑτέρου δὲ λείπεσθαι. καταληκτικὸν δὲ τὸ δεόμενον μιᾶς συλλαβῆς πρὸς ἀπαρτισμόν, οἷον τὸ ἰώ μοι, ἢ τὸ ὤμοι μοι. ταῦτα γὰρ μονόμετρά ἐστι καταληκτικὰ διὰ τὸ ἔχειν ὅλον πόδα καὶ μίαν συλλαβὴν ἤτοι ἥμισυ ποδός, λείπεσθαι δὲ μιᾶς συλλαβῆς πρὸς ἀπαρτισμόν. ἀκατάληκτον δὲ ὅπερ ἀπηρτισμένους ἔχει τοὺς πόδας, οἷον τὸ ἰοὺ ἰού, ἢ τὸ ἰὼ ἰώ, ἢ τὸ φεῦ φεῦ ἰώ· ταῦτα γὰρ μονόμετρά ἐστιν ἀκατάληκτα διὰ τὸ ἀπηρτισμένους ἔχειν τοὺς πόδας καὶ μὴ ἐλλιπεῖς ὡς τὰ εἰρημένα. ὑπερκατάληκτον δὲ τὸ ἔχον μὲν ἀπηρτισμένους τοὺς πόδας, ἔχον δὲ καὶ συλλαβὴν μίαν πλείονα. εἴρηται δὲ πλὴν τοῦ δακτυλικοῦ, ὅτι τοῦτο μόνον κατὰ μονοποδίαν μετρεῖται διὰ τὸ εἶναι τοὺς πόδας τρισυλλάβους. ὅτε μὲν οὖν ἀπηρτισμένους ἔχει τοὺς πόδας, λέγεται ἀκατάληκτον, ὅτε δὲ πλείονα συλλαβὴν ἔχει, λέγεται καταληκτικὸν εἰς συλλαβήν, ὅτε δὲ δύο, καταληκτικὸν εἰς δισύλλαβον. οὐκ ἔχει γὰρ ἐν τούτῳ χώραν τὸ βραχυκατάληκτον ἢ τὸ ὑπερκατάληκτον, ὡς οἱ μετρικοί φασι. ταῦτα καὶ ἐπὶ διμέτρου καὶ τριμέτρου καὶ τῶν λοιπῶν συμβαίνει τὰ πάθη. Τοῦ αὐτοῦ περὶ σημείων τῆς κοινῆς συλλαβῆς τῶν ἐντὸς κειμένων τῆς βίβλου. Ἐπειδήπερ οἱ πάλαι τὰ περὶ γραμματικῆς συνταξάμενοι σημεῖά τινα σοφῶς ἐπινοήσαντες παραδεδώκασιν, ἐξ ὧν τήν τε δύναμιν καὶ τήν, ὡς ἂν εἴποι τις, ποιότητα τῶν συλλαβῶν καὶ τὴν προφορὰν διαγινώσκειν ἔχοιμεν· συλλαβῶν δέ μοι καὶ οὐ στοιχείων εἴρηται· ἐπειδὴ τὰ μὲν στοιχεῖα καθʼ αὑτὰ κείμενα οὐδὲ μιᾶς τινος μετέχει δυνάμεως, συλληφθέντα δὲ καὶ οἷον ἑνωθέντα πρὸς ἄλληλα καὶ τὰς συλλαβὰς ἀποτελέσαντα δυνάμεις τέ τινας καὶ ποιότητας ἔχει· ἐπενόησαν δὲ ἄλλα τε σημεῖα, τόνους φημὶ καὶ πνεύματα καὶ τὰ λοιπά, ἃ δὴ καὶ προσῳδίας ὠνόμασαν, ὡς πρὸς τὴν ᾠδὴν καὶ τὴν ἐκφώνησιν τῶν συλλαβῶν συντελούσας, πρὸς τούτοις δὲ καὶ μακρᾶς μὲν σημεῖον τοδὶ –, τῆς δὲ βραχείας τουτὶ , τῆς δὲ κοινῆς οὐδαμῶς· ἐκείνων γὰρ καὶ ὅρους ἔθεντο, ταύτης δὲ οὔ· καὶ τὰς αἰτίας αὐτοὶ λέγουσιν· ἐπενοήθη ἔμοιγε τῆς κοινῆς σημεῖον διὰ τὴν τῶν πολλῶν πλάνην, καὶ οἶμαι καλὸν ἂν δόξαι τοῖς εὖ φρονοῦσιν. ἐπενοήθη δὲ διπλοῦν τὸ σημεῖον διὰ τὸ διπλῆν τινα καὶ ταύτην ἔχειν τὴν δύναμιν. ὅτε μὲν οὖν ἀντὶ βραχείας ὀφείλει λαμβάνεσθαι, σημεῖον ἐπενοήθη τοδὶ · μακρὰ δηλονότι καταρχὰς ἄνω βλέπον τὸ τοῦ ι στοιχείου σημεῖον ἔχουσα· ὅτε δʼ ἀντὶ μακρᾶς, τοῦτο ἀντεστραμμένον οὑτωσὶ · μακρὰ δηλονότι ἐν τῷ τέλει κάτω νεῦον τὸ τοῦ ι σημεῖον ἔχουσα. [45]
sch.metr.1.(50)
βέλτιον γὰρ ταῦτα τιθέναι καὶ διαγινώσκειν ποία ἐστὶν ἡ κοινὴ ἢ πλανωμένους τινὰς τὸ ποιεῖν γράφειν ποιεῖν ἀμαθῶς, καὶ φύσει βραχὺ φωνῆεν, ἔχον δὲ ἐπαγόμενα δύο σύμφωνα, ὧν τὸ δεύτερον ὑγρόν, ἀμετάβολον ἀεὶ ἀντὶ μακροῦ λαμβάνειν ἢ καὶ τὸ φύσει βραχὺ φωνῆεν ὅταν εἰς μέρος λόγου καταλήγῃ, τὴν μακρὰν ἐπιτιθέντας ἀντὶ μακροῦ λαμβάνειν. ἄτοπον γὰρ οἶμαι τοῦτό γε. Ταῦτά μοι πρὸς τοὺς συνετοὺς εἴρηται καὶ τῶν μέτρων ἔχοντας πεῖραν· εἰ δέ τινες εἶεν ὑπʼ ἀμαθείας μεμφόμενοι, βραχὺς τούτων λόγος. οὐδὲ γὰρ οὐδʼ οἱ πάλαι τὰ κάλλιστʼ ἐπινενοηκότες ταῦτα τοῖς τοιούτοις ἐκδεδώκασιν, ἀλλὰ τοῖς συνετοῖς, βραχὺν λόγον τῶν μὴ συνετῶν ἔχοντες, ὡς καί πού τις ἔφη· Ἀείδω ξυνετοῖσι· θύρας δʼ ἐπίθεσθε βέβηλοι (Orph. Fr. 42 ed. Abel). ἐγὼ δὲ καὶ ἀδικεῖν ἂν φαίην τοὺς συνετούς, ὃς ἂν ἐπινοήσας σοφόν τι τοῦτο λήθης βυθοῖς κατακρύψειε δεδιὼς ἴσως τὴν ἐκ τῶν ἀσυνέτων μέμψιν. ἵνʼ οὖν μὴ καὶ αὐτὸς ἀδικεῖν δόξω τοὺς συνετούς, τὸ ἐπελθόν μοι κατὰ νοῦν τούτοις προὔθηκα, οὗτοι δʼ ἂν εἰδεῖεν εἰ καλῶς ἔχει ἢ μή· ἐπεὶ καὶ ἅ μοι περὶ τῶν χορικῶν μελῶν καὶ τῶν ἄλλων τῶν ἐν τοῖς δράμασι φερομένων εἰδῶν ἐπινενόηται θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ ἐμπνεύσει πλεῖστα πονησαμένῳ, περί τε τούτων καὶ τῶν ἐν αὐτοῖς μέτρων, καὶ ταῦτʼ ἐν τοῖς δράμασιν ἐξετέθη, ὡς ἂν οἱ ἐντυγχάνοντες ἔχοιεν διαγινώσκειν τάς τε στροφὰς καὶ ἀντιστροφὰς τῶν μελῶν καὶ τὰς ἐπῳδούς, καὶ τίνος ἐστὶν εἴδους καὶ μέτρου τῶν μελῶν ἕκαστον, καὶ μὴ μάτην τὰ τῶν χορῶν ὁρᾶν μέλη τοῖς ὀφθαλμοῖς, μηδὲν δὲ τούτων εἰδέναι· ὥσπερ τινὲς μὴ γραμμάτων ἔχοντες πεῖραν καὶ βιβλίον ἀνὰ χεῖρας ἀράμενοι βλέπουσι μὲν τύπους γραμμάτων, οὐδὲν δὲ τῶν ἐγκειμένων ἴσασιν. Ἐπίνικοι Ὀλυμπιονίκαις. [75]
t
Ἱέρωνι Συρακοσίῳ κέλητι. Ὠιδὴ αʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν τε στροφῶν καὶ ἀντιστροφῶν τοῦ αʹ εἴδους τῶν Ὀλυμπίων. Παλαιόν. Ἰστέον ὅτι οἱ λυρικοὶ ἐν τοῖς ποιήμασιν αὐτῶν ἐχρῶντο στροφῇ, ἀντιστροφῇ καὶ ἐπῳδῷ· στροφῇ μέν, ὅτι ἀπὸ τῶν δεξιῶν ἐστρέφοντο ἐπὶ τὰ ἀριστερά, ᾗτινι ἀναλογεῖ ἡ τοῦ παντὸς κίνησις ἡ ἀπὸ τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικά· δεξιὰ γὰρ καλεῖ ὁ Ὅμηρος τὰ ἀνατολικά, ἀριστερὰ δὲ τὰ δυτικά· ἀντιστροφῇ δέ, ὅτι ἐκινοῦντο ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά, ᾗτινι ἀναλογεῖ ἡ τῶν πλανήτων κίνησις ἡ ἀπὸ δύσεως εἰς ἀνατολάς· ἐπῳδῷ δέ, ὅτι ἵσταντο ἐν ἑνὶ τόπῳ καὶ ἔλεγον τὰς ᾠδάς, ᾗτινι ἀναλογεῖ ἡ στάσις τῆς γῆς. [5]
prae.1
ἐχρῶντο δὲ καὶ δυάσι καὶ τριάσιν, ὡς οὗτος ὁ ποιητής, ἤγουν στροφῇ, ἀντιστροφῇ καὶ ἐπῳδῷ, ἢ στροφῇ μόνῃ καὶ ἀντιστροφῇ· πολλοὶ δὲ καὶ τετράσιν, ἤγουν στροφῇ, ἐπῳδῷ, ἀντιστροφῇ καὶ πάλιν ἀνομοίῳ ἐπῳδῷ. πεντάσι δέ, ἤγουν ἐπῳδῷ, στροφῇ, ἐπῳδῷ, ἀντιστροφῇ, ἐπῳδῷ· ἅτινα ἐλέγετο προῳδικά, ἐπῳδικά, μεσῳδικὰ καὶ παλινῳδικά. Σύγκειται δὲ τὸ πρῶτον τουτὶ ᾆσμα καί τινα τῶν ἑξῆς ἐκ τριάδος ἐπῳδικῆς. ἔστι δὲ στροφῶν τεσσάρων, ἑκάστης δὲ στροφῆς καὶ ἀντιστροφῆς τὰ κῶλα ιζʹ. Τὸ αʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ὃ καὶ ἀπὸ Γλύκωνος τοῦ εὑρόντος αὐτὸ Γλυκώνειον καλεῖται. Τὸ βʹ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται Ἰθυφαλλικὸν ἀπὸ Ἰθυφάλλου τοῦ Διονύσου, ἔχον τὸν δεύτερον πόδα δάκτυλον. ἐμοὶ δὲ καὶ ἀντισπαστικὸν δοκεῖ δίμετρον καταληκτικόν, ὃ καλεῖται Φερεκράτειον ἀπὸ τοῦ εὑρόντος Φερεκράτους, ἐκ τροχαϊκῆς συζυγίας καὶ βακχείου. οἰκεῖα γὰρ τῷ μέτρῳ. Τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς ἐκ παίωνος τετάρτου καὶ βακχείου ἢ ἀμφιβράχεος διὰ τὴν ἀδιάφορον. ἐμοὶ δὲ καὶ τοῦτο Ἰθυφαλλικὸν δοκεῖ τροχαϊκόν, τοῦ πρώτου ποδὸς τριβράχεος ἤτοι χορείου. εἴη δʼ ἂν καὶ παιωνικόν. Τὸ δʹ ἀναπαιστικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καὶ παροιμιακὸν καλεῖται ὅτι πολλαὶ παροιμίαι τούτῳ τῷ μέτρῳ εὕρηνται. Τὸ εʹ ὅμοιον τῷ βʹ, ἤγουν τροχαϊκὸν Ἰθυφαλλικόν, πλὴν τὸν δάκτυλον ἐν τῇ γʹ ἔχει οὐκ ἐν τῇ βʹ χώρᾳ. Τὸ ϛʹ ὅμοιον κατὰ πάντα τῷ βʹ. Τὸ ζʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Εὐριπίδειον καὶ ληκύθιον ὡς ἐκ τοῦ ληκυθίου. τὸ γὰρ ληκύθιον, ὅπερ καὶ σίφωνα λέγομεν, ἦχον ἀποτελεῖ ἐκ τοῦ ἀνθρωπείου πνεύματος οἷον ὁ τροχαῖος πούς. Τὸ ηʹ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. ἐμοὶ δὲ καὶ ἀντισπαστικὸν δοκεῖ ἡμιόλιον ἐκ τροχαϊκῆς συζυγίας καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. Τὸ θʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. Τὸ ιʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές, ὃ καλεῖται Φερεκράτειον, ὡς εἴρηται, ἐξ ἀντισπάστου καὶ δακτύλου ἢ κρητικοῦ ἤτοι ἀμφιμάκρου. Τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ ιβʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ δακτύλον ἢ κρητικοῦ. ἐμοὶ δὲ καὶ δακτυλικὸν δοκεῖ πενθημιμερές. Τὸ ιγʹ προκελευσματικὸν δίμετρον καταληκτικόν. ἐχρήσατο δὲ προκελευσματικῷ ἐνταῦθα, ὃς τετράβραχύς ἐστι, διὰ τὸ ταχὺ τῆς φήμης. φησὶ γάρ· ὅθεν ὁ πολύφατος, καὶ ἐν ἑτέρῳ· νόον ὑπὸ γλυκυτάταις, διὰ τὸ ταχὺ τοῦ νοῦ, καὶ ἐν ἑτέρῳ· ὁπότʼ ἐκάλεσε πατήρ, διὰ τὸ ταχὺ τῆς κλήσεως. τοιοῦτος γὰρ καὶ ὁ προκελευσματικός, ταχὺς ὡς ἐκ βραχέων συγκείμενος. εὐκίνητα γὰρ τὰ βραχέα, τὰ δὲ μακρὰ τῶν σωμάτων δυσκινητά. [45]
prae.1.(50)
Τὸ ιδʹ τροχαϊκὸν ὅμοιον τῷ ζʹ. Τὸ ιεʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ παίωνος αʹ καὶ συλλαβῆς. ἔν τισι δὲ τῶν κώλων καὶ πεντασύλλαβός ἐστιν ὁ ἀντίσπαστος. ἐμοὶ δὲ δίμετρον δοκεῖ ἀκατάληκτον ἔχον καὶ τὸν βʹ πόδα ἐπίτριτον πεντασύλλαβον. Τὸ ιϛʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου, διτροχαίου καὶ ἀναπαίστου. καλεῖται δὲ τοῦτο Φαλαίκειον, ὅτε τὴν μὲν αʹ ἔχει ἀντισπαστικήν, τὰς δὲ λοιπὰς ἰαμβικάς. ἐνταῦθα δὲ ἀντιπαθής ἐστιν ἡ μῖξις αὐτοῦ. Τὸ ιζʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ὃ καλεῖται Φαλαίκειον ἀπὸ Φαλαίκου, ὡς εἴρηται. ἐπὶ τῷ τέλει ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς μόνη παράγραφος· αὕτη γάρ ἐστι σημεῖον τοῦ τέλους τῶν τε στροφῶν καὶ ἀντιστροφῶν. Ἰστέον ὅτι πᾶσαι αἱ στροφαὶ καὶ ἀντιστροφαὶ τοῦ παρόντος ἐπινικίου ὅμοια καὶ ἰσόμετρα ἔχουσι τὰ κῶλα τῇ αʹ. ὁ αὐτός ἐστι λόγος καὶ ἐπὶ τῶν ἑξῆς πλὴν τοῦ ιδʹ. ἐκεῖνο γὰρ ἐνηλλαγμένας ἔχει τὰς στροφάς. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων ιγʹ. Τὸ αʹ παιωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος βʹ καὶ ἰαμβικῆς συζυγίας καὶ συλλαβῆς ἐγὼ δʼ ἀντισπαστικὸν τοῦτό φημι δίμετρον ἀκατάληκτον τοῦ αʹ ποδὸς ἀντισπάστου πεντασυλλάβου, τοῦ δὲ βʹ ἐπιτρίτου βʹ. Τὸ βʹ ἰαμβικὸν πενθημιμερὲς τοῦ αʹ ποδὸς ἀναπαίστου. Τὸ γʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐξ ἰαμβικῆς συζυγίας, ἀντισπάστου καὶ ἀναπαίστου ἢ βακχείου. καλεῖται δὲ τοῦτο Ἀλκαϊκὸν διὰ τὸ μέσον ἔχειν τὸν ἀντίσπαστον, ἑκατέρωθεν δὲ τὰς ἰαμβικάς. Τὸ δʹ, ὡς ἐμοὶ δοκεῖ, σύνθετον ἤτοι ἀσυνάρτητον ἐξ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου, τὸν αʹ ἔχοντος πόδα τρίβραχυν ἤγουν χορεῖον, καὶ τροχαϊκοῦ πενθημιμεροῦς. εἴη δʼ ἂν καὶ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ὅμοιον τῷ γʹ, τὸν αʹ ἔχον πόδα πεντασύλλαβον διΐαμβον, τὸν βʹ ἀντίσπαστον, τὸν δὲ γʹ κρητικὸν ἤτοι ἀμφίμακρον. Τὸ εʹ παιωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παίωνος βʹ, ἐπιτρίτου γʹ καὶ βακχείου. Τὸ ϛʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου, διϊάμβου καὶ αὖθις ἀντισπάστου ἢ διϊάμβου ἢ ἐπιτρίτου διὰ τὴν ἀδιάφορον. καλεῖται δὲ τοῦτο Φαλαίκειον, ὡς τὴν αʹ χώραν ἔχον ἀντισπαστικήν, τὰς δὲ λοιπὰς ἰαμβικάς, ὡς εἴρηται. Τὸ ζʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ὑπερκατάληκτον ἐξ Ἰωνικοῦ καὶ τροχαϊκῆς συζυγίας καὶ συλλαβῆς. Τὸ ηʹ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. Τὸ θʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον βραχυκατάληκτον, ὃ καὶ ἡμιόλιον καλεῖται ὡς ἔχον τὸν ὅλον πόδα καὶ τὸ ἥμισυ αὐτοῦ. Τὸ ιʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ὃ καλεῖται Ἀνακρεόντειον. Τὸ ιαʹ Ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος βʹ οἰκείου τῷ μέτρῳ καὶ Ἰωνικοῦ. καὶ καλεῖται τοῦτο Κλεομάχειον, τὸ δίμετρον δηλονότι. Τὸ ιβʹ ἐπιωνικὸν ἐξ ἀντισπάστου τρίμετρον καταληκτικόν· ἡ κατακλεὶς δὲ ἐκ τροχαϊκῆς συζυγίας καταληκτικῆς ἤτοι κρητικοῦ· καλεῖται δὲ τοῦτο Ἀλκαϊκὸν ἑνδεκασύλλαβον. Τὸ ιγʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς ἐκ χοριάμβου καὶ βακχείου. Ἐπὶ τῷ τέλει ἑκάστης ἐπῳδοῦ κορωνίς, εἶτα παράγραφος, ἐπὶ δὲ τῆς τελευταίας ἐπῳδοῦ ἤτοι ἐπὶ τῷ τέλει παντὸς τοῦ ᾄσματος μόνος ἀστερίσκος, ὃς δηλοῖ, ὡς τὸ ᾆσμα τετέλεσται. [95]
prae.1.(100)
Ἰστέον ὅτι πᾶσαι αἱ ἐπῳδοὶ τοῦ παρόντος ἐπινικίου ὅμοια καὶ ἰσόμετρα ἔχουσι τὰ κῶλα τῇ αʹ. ὁ αὐτός ἐστι λόγος καὶ ἐπὶ τῶν λοιπῶν, εἰ καὶ μὴ ἔφθημεν κἂν τούτοις δηλώσαντες τὰ περὶ τούτου. χρὴ δὲ ἐν πᾶσιν ἐπινικίοις τὰ σημεῖα τιθέναι ἐπὶ τῷ τέλει τῶν τε στροφῶν καὶ ἀντιστροφῶν καὶ τῶν ἐπῳδῶν, ὡς ἐνταῦθα δεδήλωται. Γέγραπται ὁ ἐπινίκιος Ἱέρωνι τῷ Γέλωνος ἀδελφῷ νικήσαντι ἵππῳ κέλητι τὴν ογʹ Ὀλυμπιάδα, ἢ ὡς ἔνιοι ἅρματι· ὁ δʼ αὐτὸς καὶ τὴν οζʹ νικᾷ κέλητι, τὴν δὲ οηʹ τεθρίππῳ. ἦν δὲ Ἱέρων Δεινομένους παῖς. Δεινομένους γὰρ παῖδες τέσσαρες· Γέλων, Ἱέρων, Πολύζηλος καὶ Θρασύβουλος. οὗτος δὲ ὁ Ἱέρων τύραννος ἦν Συρακουσίων, ἔσχε δὲ υἱὸν Δεινομένην. νικήσας δὲ τὰ Ὀλύμπια ἀνεκήρυξεν ἑαυτὸν Συρακούσιον καὶ Αἰτναῖον· ἔκτισε γὰρ πόλιν ἐν Σικελίᾳ Αἴτνην ὁμώνυμον τῷ ὄρει. συνέβη δὲ νικήσαντα αὐτὸν τὴν οηʹ Ὀλυμπιάδα ἐν ταύτῃ τελευτῆσαι. τὸ δὲ ὄνομα τοῦ νικῶντος ἵππου Φερένικος. μέμνηται αὐτοῦ καὶ Βακχυλίδης (Fr. 6 ed. Bgk.)· Ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρʼ εὐρυδίναν πῶλον ἀελλοδρόμον νικήσαντα. Th. [115]
1
Ἐπειδὴ τέσσαρες ἀγῶνές εἰσι, Ὀλύμπια, Νέμεα, Ἴσθμια, Πύθια, οἱ μὲν τρεῖς ἐν τῇ Πελοποννήσῳ, ὁ δὲ τῶν Πυθίων εἰς Δελφοὺς γινόμενος, ὧν τὰ μὲν Ὀλύμπια καὶ Νέμεα εἰς τὸν Δία, εἰς Ποσειδῶ δὲ τὰ Ἴσθμια, τὰ δὲ Πύθια εἰς Ἀπόλλωνα ἐτελεῖτο, ἔστι δὲ καὶ τέσσαρα στοιχεῖα τὰ τὸ πᾶν συνιστῶντα, πῦρ, ἀήρ, ὕδωρ, γῆ· ἐπεὶ ταῦτα οὕτως ἔχει, βουλόμενος τὸν Ὀλυμπιακὸν ἀγῶνα κρείττω τῶν τριῶν ἀποδεῖξαι καὶ δέον οὕτως εἰπεῖν· ὥσπερ τὸ ὕδωρ κρεῖττον τῶν ἄλλων στοιχείων καθέστηκεν, οὕτω καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν τῶν ἄλλων ἀγώνων· ὁ δὲ οὐχ οὕτως ἐποίησεν, ἀλλʼ ἄριστον μὲν ὕδωρ φησὶ τῶν ἄλλων στοιχείων. ἐπὶ δὲ τῇ συγκρίσει ταύτῃ ἑτέραν ποιεῖ λέγων· ὁ δὲ χρυσὸς διαπρέπει καὶ διαλάμπει ἔξοχα καὶ ἐξόχως καὶ ὑπερτάτως τοῦ μεγάνορος καὶ τοῦ τοὺς ἄνδρας μεγίστους κατά τε νοῦν καὶ ἰσχὺν ποιοῦντος νομίζεσθαι πλούτου. πλοῦτον δὲ ἐνταῦθα καλεῖ τὴν τῶν κτημάτων καὶ θρεμμάτων καὶ τῶν ἄλλων περιουσίαν. θέλων δὲ δεῖξαι, πῶς ὑπερέχει ὁ χρυσὸς τοῦ πλούτου, φησίν· ἅτε, καὶ καθά, πῦρ αἰθόμενον καὶ καιόμενον καὶ λαμπόμενον ἐν νυκτί. ἄριστον δέ ἐστι τὸ ὕδωρ τῶν ἄλλων στοιχείων οὕτω· φασὶ γὰρ οἱ φυσικοὶ αἴτιον τὸ ὕδωρ τῆς τῶν τριῶν οὐσίας εἶναι, καὶ τὸ μὲν λεπτομερέστερον αὐτοῦ ἀέρα γίγνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ καθιστάμενον γῆν, ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον τὸν διάπυρον αἰθέρα, ἤτοι τὸ πῦρ. εἰκότως δὲ εἶπε τὸ ἐν ἁμέρᾳ (9)· ἡλίου γὰρ ἐν ἡμέρᾳ λάμποντος οὐδὲν τῶν ἄστρων ὁρᾶται. M. Ἄριστον μὲν ὕδω ρ ] τῶν ἄλλων δηλονότι στοιχείων· τὰ γὰρ ὑπερθετικὰ ἐπὶ τὰ ὁμογενῆ ἀεὶ τὴν ὑπέρθεσιν ἔχει. M. Ἄριστο ν ] τὰ μὲν ὑπερθετικὰ χωρὶς ἐκείνων, πρὸς ἃ τὴν ὑπέρθεσιν ἔχει, πολλάκις λέγεται καὶ ἔχει ταῦτα συνυπακουόμενα, ὡς ἐνταῦθα τὸ ἄριστον. τὰ δὲ συγκριτικὰ χωρὶς ἐκείνων, πρὸς ἃ τὴν σύγκρισιν ἔχει, οὐ δύναται λέγεσθαι, εἰ μὴ ἐπὶ θεοῦ λαμβάνοιτο, ὡς τὸ κρεῖττον παρὰ τῇ θείᾳ γραφῇ. ** τὸ προοίμιον ἐκ συγκρίσεως. [30]
1g
— * ἐστί. —τῶν ἄλλων στοιχείων· πυρός, ἀέρος, γῆς. * καιόμενον, λαμπόμενον· — ** καιόμενον, λαμπόμενον ἐν νυκτί· ἐνταῦθα γὰρ σύναπτε τὸ νυκτ ί .
M. Ἅτε διαπρέπε ι ] τὸ διαπρέπει λέγεται μὲν μεταβατικῶς μεσιτευούσης ἀεὶ προθέσεως· οἷον διαπρέπει τόδε ἐπὶ τοῖσδε, ἤγουν διὰ πάντων τούτων πρέπει, τουτέστι παραβαλλόμενον πρὸς πάντα ταῦτα ἀποκρύπτει αὐτά, καὶ εὐπρεπὲς αὐτὸ μόνον δοκεῖ ἐν αὐτοῖς εἶναι. ἐπὶ πολλὰ δὲ ἀεὶ ἢ δυνάμει ἢ ἐνεργείᾳ ποιεῖται ταύτην τὴν ἑαυτοῦ μετάβασιν, καὶ οὐδέποτε ἐφʼ ἕν· ὑπερθετικοῦ γὰρ τρόπον τινὰ δύναμιν ἔχει. δυνάμει δὲ εἴρηται διὰ τὰ περιληπτικὰ τῶν ὀνομάτων, οἷον τὸ χορός, τὸ δῆμος, τὸ πλοῦτος. ταῦτα γὰρ ἑνικὰ ὄντα τῇ φωνῇ πληθυντικὰ τῇ δυνάμει εἰσί. λέγεται δὲ καὶ μόνον κατʼ ἐξαίρετον, καθὰ καὶ τὰ ὑπερθετικὰ ἐνίοτε, ὡς ἐνταῦθα· Αἰθόμενον πῦρ διαπρέπει νυκτί. οὐ γὰρ πρὸς τὴν νύκτα παραβαλλόμενον εὐπρεπές ἐστι· τοῦτο γὰρ ἀσύνετον λέγειν· ἀλλʼ ἐν νυκτὶ καιόμενον διαλάμπει, πρὸς τὰ ἄλλα δηλονότι παρατιθέμενον, ἃ λαμπρότητα ἔχει. διαλάμπει· λάμβανε δὲ συνεκδοχικῶς τοῦτο πρὸς τὸ χρυσό ς . [10]
Th. Οἱ λαμβάνοντες εἰς τὸ πλούτου ἔξωθεν τὸ ἐπ ί , καὶ τὸ ἔξοχα ἀντὶ τοῦ λίαν λέγοντες ληροῦσιν. ἔστι γὰρ ἡ τοιαύτη γενικὴ πρὸς τὸ ἔξοχ α , τὸ δὲ ἔξοχα ἀντὶ τοῦ ἐπέκεινα. ὥσπερ οὖν ἐπέκεινα πάντων φαμέν, οὕτω καὶ ἔξοχα πάντων. * τοῦ τοὺς ἄνδρας μεγίστους κατά τε νοῦν καὶ ἰσχὺν δοκεῖν ποιοῦντος, ἢ τοῦ μεγαλαύχους ποιοῦντος· — ** τοῦ τοὺς ἄνδρας μεγίστους ποιοῦντος.
5
Th. Οὐ μόνον ἆθλον τὸ βραβεῖον, ἀλλὰ καὶ ὁ ἀγών, ὡς ἐνταῦθα. M Εἰ δ ’ ἄεθλ α ] ἆθλον καὶ βραβεῖον τὸ αὐτό, ὡς λῆμμα καὶ δῶρον. λέγεται δὲ οὕτω τὸ διδόμενον γέρας τῷ νικήσαντι ἀθλητῇ ἀπὸ μὲν τῶν διδόντων αὐτὸ βραβευτῶν βραβεῖον, ἀπὸ δὲ τῶν ἀθλούντων ἆθλον. ἐνταῦθα δὲ ἆθλα λέγει τοὺς ἀγῶνας. * ἀγῶνας. [5]
5g
— * ὑμνεῖν, φωνεῖν· — φωνεῖν ἀντὶ τοῦ ὑμνεῖν. Germ.
Ἕλδεα ι ] ἀπὸ τοῦ ἐθέλω τραπέντος τοῦ θ εἰς δ κατὰ Μακεδόνας γίνεται ἐδέλω, καὶ ὑπερθέσεως γενομένης ἐέλδω, καὶ κατὰ συγκοπὴν ἕλδω καὶ ἕλδομαι· οἷον θέλω, δέλω· καὶ ἀπὸ τοῦ ἐθέλω ἐδέλω, καὶ καθʼ ὑπέρθεσιν ἐέλδω καὶ κατὰ συγκοπὴν ἕλδω καὶ ἕλδομαι. § Ἄλλως. γῆρυς ἡ φωνὴ λέγεται, ἡ ἔναρθρος ἤχησις τῆς φωνῆς καὶ αὐτὴ ἡ ἔναρθρος φωνή· ὅπερ ἐστὶ λόγος ὁ προφορικός. λόγος καὶ ὁ ἐνδιάθετος, ὅ ἐστιν ὁ διακριτικός· ὅθεν ἄρα κατὰ μετάληψιν γαρύειν τὸ διακρίνειν. Germ. Διαφέρει ἦτορ καὶ κῆρ· ἦτορ μὲν κατὰ τοὺς δόξαντας τὴν ψυχὴν διαῤῥέουσαν καὶ φθινομένην ἀπὸ τοῦ ἄω τὸ πνέω· οὕτω γὰρ ἐδόξαζον πνεῦμα ταύτην εἶναι· κῆρ δὲ παρὰ τὸ καίω· κατὰ ἑτέρους γὰρ τὸ ζωτικὸν καὶ θερμὸν αἷμα ψυχή. ἐπιθυμεῖς. [10]
6g
—ὦ φίλη ψυχή. Germ.
Γερμανοῦ σχόλιο ν . Ἠέλιος σημαίνει τὰς δύο ἐνεργείας τοῦ πυρός. ἐτυμολογεῖται δὲ παρὰ τὸ αὔω τὸ φωτίζω καὶ τὸ ἕλη ἡ θερμασία, καὶ κατὰ τοῦτο ψιλοῦται. ἔκκοπτε οὖν τὰς αἱρέσεις τῶν χαριεστάτων φυσικῶν τῶν λεγόντων· οὐκ ἔστι φωτεινὸς φύσει οὔτʼ αὖ καυστικός, ἀλλʼ ἐκ τῆς ἄγαν κινήσεως αὐτοῦ καὶ τοῦ παντὸς τὴν θέρμην ἔχει. ἔστι δὲ ἡ λέξις Ὁμήρου, παρʼ οὗ καὶ ὁ νῦν ποιητὴς ἔλαβεν ὡς ἀπάνθισμα. Germ. Ἑτέρα εἰκασία πρὸς πλείονα σύστασιν τῆς ἀποδείξεως τοῦ ἀγῶνος. ** ἡλίου. [5]
8g
ποταπόν; φλογωδέστερον, λαμπρότερον. Germ.
Ἄστρον καλῶς εἶπεν ὀντοποιῶν, σεμνύνων τὸ πρᾶγμα, ὥσπερ καὶ Ὅμηρος τὸ πρόσωπον Αἴαντος πρόσωπά φησιν (Il. VIII. 212). M. Φαεινὸν ἄστρον ἀντὶ τοῦ ἀστήρ. διαφέρει ἀστὴρ καὶ ἄστρον. ἀστὴρ γὰρ ὁ μονομερής· ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον. λαμπρόν· τοιαύτη γὰρ ἡ τῶν ἀστέρων φύσις. [5]
10
Th. Τὸν αἰθέρα ἐνταῦθα θηλυκῶς εἶπε ποιητικῷ ἔθει. ἐρήμης δὲ διʼ αἰθέρος οἱ μέν φασι τοῦ οὐρανίου πυρός, ᾧπερ οὐ πλησιάζει τι τῶν πάντων διὰ τὸ αὐτοῦ δαπανητικόν· διὸ καὶ ἔρημόν ἐστιν· ἐγὼ δέ φημι τὸν ἀέρα, ὃς εἰ καὶ πέτονται ἐν αὐτῷ ζῶα, ἀλλὰ διὰ τὸ μὴ οἰκεῖν ἐνταῦθα ἔρημός ἐστιν. ἄλλως τε καί τι τῆς ἐκείνων ἀλογίας γένοιτʼ ἂν χεῖρον, ἐπεὶ τὸ μὲν πῦρ ἄνω ὂν ἡμῖν οὐχ ὁρᾶται, ἡμεῖς δὲ διὰ τοῦ ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ ἀέρος διαφανοῦς ὄντος ἥλιον καὶ σελήνην καὶ ἀστέρας καταλαμβάνομεν. ὅτι δὲ καὶ τὸ αἰθὴρ ἀντὶ τοῦ ἀὴρ εὕρηται, μαρτυρεῖ καὶ Ἀριστοφάνης λέγων περὶ τῶν νεφελῶν οὕτως (Nub. 569)· Ἡμέτερον πατέρʼ αἰθέρα βιοθρέμμονα πάντων. ἐν γὰρ τῷ ἀέρι καὶ οὐ τῷ πυρὶ νεφέλαι συνίστανται, καὶ οὗτος πᾶσι φυτοῖς καὶ ζώοις τὸ ζῆν παρέχει. M. Ἐρήμας δ ι ’ αἰθέρο ς ] παρὰ τοῖς Ἴωσιν οὕτω θηλυκῶς προφέρεται· ὡς ἡ κίων καὶ ἡ Μαραθών. οὐ πάντα δὲ τὰ τοιαῦτα Ἰωνικά εἰσιν· ἐπεὶ καὶ οἱ Ἀττικοὶ πολλὰ τῶν ὀνομάτων ἀρσενικὰ ὄντα θηλυκῶς ἐκφέρουσιν. τοῦ μὴ ὑπό τινος οἰκουμένου ἀέρος. [15]
M. Μη δ ’ Ὀλυμπία ς ] Ὀλυμπία, Πίσα καὶ Ἦλις τὸ αὐτό· Ὀλύμπια δὲ οὐδετέρως ὁ ἐκεῖ τελούμενος ἀγών. M. Μη δ ’ Ὀλυμπίας ἀγῶν α ] εἰ μὲν ἱκόμενοι γράφεται, τὸ ἑξῆς ἔχει οὕτω· μηδὲ ἀγῶνα εἴπωμεν κρείττονα τοῦ ἐν Ὀλυμπίᾳ ἀγῶνος, ἀφικόμενοι εἰς τὴν πλουσίαν οἰκίαν τοῦ Ἱέρωνος τὴν εὐδαίμονα· τὸ δὲ ὅθεν ὁ πολύφατος μέχρι τοῦ Κρόνου παῖδ α , διὰ μέσου οὕτως· ὅθεν, ἤγουν ἀπὸ τῆς Ὀλυμπίας, ὁ ὕμνος, οὗ πολὺ κλέος, πλέκεται βουλαῖς σοφῶν, περιφραστικῶς ἀντὶ τοῦ ὑπὸ τῶν σοφῶν, ὥστε ὑμνεῖν τὸν παῖδα τοῦ Κρόνου, τουτέστι τὸν Δία, ὅς ἐστι δεσπότης τοῦ ἀγῶνος. εἰ δὲ ἱκομένοι ς , οὕτω· μηδὲ ἀγῶνα εἴπωμεν κρείττονα τοῦ ἀγῶνος τοῦ ἐν Ὀλυμπίᾳ· ὅθεν, ἤγουν ἀπὸ τῆς Ὀλυμπίας, ὁ ὕμνος, οὗ πολὺ κλέος, πλέκεται ἡμῖν νοήμασι σοφῶν, ὥστε ὑμνεῖν τὸν παῖδα τοῦ Κρόνου, ἀφικομένοις εἰς τὴν πλουσίαν οἰκίαν τοῦ Ἱέρωνος, τὴν μακαρίαν. τὸ δὲ πᾶν ἔχει οὕτω· κράτιστον μέν ἐστι τὸ ὕδωρ τῶν ἄλλων δηλονότι στοιχείων· ὁ δὲ χρυσὸς περιφανής ἐστιν ἐξόχως ἐπὶ τοῦ ὑπερηφανίαν ἐμποιοῦντος πλούτου, καθὰ πῦρ διάδηλόν ἐστιν ἐν νυκτὶ καιόμενον. εἰ δὲ (5) ἀγῶνας ἐθέλεις ὑμνεῖν, ὦ προσφιλὴς ἐμοὶ ψυχή, μὴ ζήτει ἰδεῖν ἐν ἡμέρᾳ ἄλλον ἀστέρα λαμπρὸν θερμότερον τοῦ ἡλίου, διʼ ἐρήμου τοῦ αἰθέρος, φερόμενον δηλονότι· ἤγουν μὴ ὑπὸ νεφελῶν κρυπτομένου· ὅτε γὰρ ἀσυννεφής ἐστιν ὁ οὐρανός, τότε ἡ τοῦ ἡλίου δείκνυται θερμότης· μηδὲ ἀγῶνα (11) εἴπωμεν κρείττονα τοῦ ἐν Ὀλυμπίᾳ ἀγῶνος· ὅθεν, ἤγουν ἀπὸ τῆς Ὀλυμπίας, πλέκεται ἡμῖν ὁ ὕμνος, οὗ πολὺ κλέος, νοήμασι σοφῶν, ὥστε ὑμνεῖν τὸν παῖδα τοῦ Κρόνου (16) ἤγουν τὸν Δία, ἀφικομένοις εἰς τὴν πλουσίαν οἰκίαν τοῦ Ἱέρωνος, τὴν εὐδαίμονα, τουτέστι τὴν Σικελίαν· ὅς, ἤγουν ὁ Ἱέρων, διέπει βασιλείαν (19) δικαίαν ἐν τῇ Σικελίᾳ τῇ πολυμήλῳ, ἀντὶ τοῦ τῇ πολυθρέμμονι, δρεπόμενος μέν, ἤγουν τρυγῶν, ἀπανθιζόμενος ἀπὸ πασῶν τῶν ἀρετῶν τὰ ἐξαίρετα. λαμπρύνεται δὲ (22) καὶ ἐν ἀώτῳ μουσικῆς, ἀντὶ τοῦ ἐν ἐξαιρέτοις μέλεσι μουσικῆς κατʼ ἐκεῖνο τὸ μέρος, ὃ παίζομεν οἱ ἄνθρωποι θαμά, ἀντὶ τοῦ πολλάκις, περὶ φίλην τράπεζαν, ἀντὶ τοῦ φιλικήν, ἤγουν φίλους συνεστιωμένους ἔχουσαν. ἤγουν τοῦ Ὀλυμπιακοῦ. [30]
M. Αὐδάσομε ν ] ὁριστικὸν ἀντὶ ὑποτακτικοῦ, ὡς ἐν τῷ· ἵνα εἴδομεν (Il. I, 363). κρείττονα.
12g
—λέξομεν. Germ.
Ὅθεν ὁ πολύφατο ς ] ὅθε ν , ἀπὸ τῆς Ὀλυμπίας, τελικοῦ αἰτίου· σοφῶν δὲ μητίεσσ ι , ποιητικοῦ αἰτίου. ἀπὸ τοῦ Ὀλυμπιακοῦ.
13g
—πολυθρύλλητος· ἐκεῖνον γὰρ νικῶντες οἱ ἄνδρες πρὸς ἔπαινον αὐτῶν τοὺς σοφοὺς ἐπαίρουσιν. Germ.
Ἀμφιβάλλετα ι ] οἱονεὶ τοῦτο κατασκευάζεται τὸ ὑμνεῖσθαι τὸν Δία, οὗ οὐδείς ἐστιν ἕτερος αἴτιος ἢ ὁ Ἱέρων. ἐπέρχεται.
15g
γνώμαις· — βουλαῖς, νοήμασι. —ὑμνεῖν αὐτούς. Th.
Κρόνου παῖδα οἱ μὲν πρὸς τὸ ἑστίαν συντάσσουσι ληροῦντες· ἐπλανήθησαν δὲ εἰς τοῦτο, διότι ἡ καταρχὰς τὴν οἰκίαν εὑροῦσα ἡ Ἑστία ἦν, ἥτις ἦν Κρόνου θυγάτηρ, ἀφʼ ἧς καὶ τὴν οἰκίαν ἑστίαν λέγομεν. ἐγὼ δὲ Κρόνου παῖδα λέγω τὸν Δία, ὃν δίκαιον ἐπαινεῖσθαι πρὸ τῶν νενικηκότων διὰ τὸ αὐτοῦ τὴν πανήγυριν εἶναι, εἰς ἣν οὗτοι ἐνίκησαν. πρῶτον δὲ καθολικῶς εἰπὼν ἀπὸ τῆς Ὀλυμπίας ἔρχεσθαι τοὺς ὕμνους ἐν τοῖς σοφοῖς ἐπαινεῖν τοὺς νικῶντας· ἐπειδὴ ὁ νῦν νενικηκὼς ὁ Ἱέρων ἦν, αὐτὸς δὲ ἦν ὁ πρὸς τοῦτον τὸν ἔπαινον ἐργαζόμενος, διὰ τοῦτο πρὸς τὸν Ἱέρωνα τὸν λόγον ἀπέτεινε, καὶ ἔστι τὸ ἱκομένους διʼ ἑαυτόν. Germ. Τὸ ἱκομένους ἀντὶ τοῦ ἱκόμενοι καὶ παραγενόμενοι λέγει· τῇ γὰρ αἰτιατικῇ ἀντὶ ὀρθῆς κέχρηται· ὅπερ οὐκ οἶμαι λόγον ἔχειν. συντάσσεται δὲ καὶ μετὰ αἰτιατικῆς καὶ εὐθείας. τὸν Δία. [10]
16g
—πλουσίαν. μακαρίαν.
Germ. Ἀμφέπει τὸ περιέπει, οἱονεὶ θεραπεύει ἢ ἀντὶ τοῦ βασιλεύει τῆς εὐδαίμονος Σικελίας· ἡ γὰρ πολύμηλος εὐδαίμων ἀπὸ μέρους νοοῖτο. Germ. Θεμιστεῖο ν ] ὅτι τὸ σκῆπτρον τῆς Θέμιδος τοῖς βασιλεῦσιν ἐδέδοτο. M. Ὃς ἀμφέπε ι ] ἀντὶ τοῦ διέπει. περιέπειν γάρ ἐστι τὸ φίλον τινὰ κυβερνᾶν καὶ θάλπειν, διέπειν δὲ τὸ διοικεῖν· ἐνταῦθα δὲ ὁ λόγος τὸ δεύτερον ἀπαιτεῖ. M. Θεμιστεῖο ν ] τοῦτο ἡ μὲν ἀναλογία προπαροξύνει, ἡ συνήθεια δὲ περισπᾷ. ἐπικρατεῖ δὲ ἡ συνήθεια, ὡς καὶ ἐν τῷ χάριεν. κἀκεῖνο γάρ, ὅσον κατὰ τὴν ἀναλογίαν, ἐπὶ τῆς παραληγούσης ἂν εἶχε τὸν τόνον, ἀλλʼ ἡ συνήθεια προπαροξύνασα αὐτὸ ἐπεκράτησε. δίκαιον, ἔννομον. [10]
18g
—διεξάγει, περιέπει. M.
Θεμιστεῖον σκῆπτρο ν ] σκῆπτρον ἡ βασιλικὴ ῥάβδος. ἀπὸ ταύτης δὲ ἐνταῦθα τὴν βασιλείαν θέλει δηλοῦν. τοῦτο δὲ καὶ παρὰ τῷ πεζῷ λόγῳ ἐστὶν ἐν χρήσει. Tr. Σκᾶπτον κατὰ Δωριεῖς τὸ σκῆπτρον, ἀποβολῇ τοῦ ρ γινόμενον. Germ. Πολυμάλ ῳ ] ἤγουν τῇ πολυθρεμμάτῳ, ἢ ἀπὸ τοῦ καρποῦ τῶν μήλων· ἐκεῖ γὰρ περισσῶς λέγεται φυῆναι· ἢ πολυκάρπῳ· καὶ Ὅμηρος (Il. IX. 542)· καὶ αὐτοῖς ἄνθεσι μήλων. ἀρχήν. [5]
19g
—τῇ πολυθρέμμονι ἢ τῇ πολυκάρπῳ. καρπούμενος, λαμβάνων.
21g
τὰ ἀκρότατα. —ἤγουν εἰς πᾶσαν ἀρετὴν ἄκρος ὤν· — τῆς ἀνδρίας, τῆς δικαιοσύνης καὶ τῶν ἑξῆς. Germ.
Ἀγλαΐζετα ι ] ἢ ὅτι αὐτὸς μελικός ἐστιν, ἢ ὅτι φιλακροάμων ἐστὶ τῶν ᾠδῶν καὶ τῆς μουσικῆς· ἢ ὡς ὅτε πᾶν δένδρον, φησίν, ἀναπνέον ἀναφύει τὰ ἄνθη, ἢ ἀλλοπαθές. Th. Δέον ἀγλαϊζόμενος εἰπεῖν πρὸς τὸ δρέπων ἀγλαΐζεται εἶπεν. εὕρηται δὲ καὶ παρὰ πᾶσι λογοποιοῖς. φησὶ γὰρ ὁ Συνέσιος· τὰ μὲν ἄλλα σώφρων καὶ μέτριος ἐν τῷ καθʼ ἑαυτὸν βίῳ γενόμενος, ἀλλʼ ὑπὲρ εὐγενείας ἀμφισβητῶν τῷ Κέκροπι διετέλεσε. διὰ δὲ τοῦ εἰπεῖν· ἀγλαΐζεται δὲ καὶ μουσικῆς ἐν ἀώτ ῳ , ἤτοι μουσικῇ, περιφραστικῶς δείκνυσιν αὐτὸν εἰρήνης ἀπολαύοντα καὶ οὐ πολέμους ἔχοντα. εἰρηναίας γάρ ἐστι καταστάσεως μουσικῇ καὶ αὐλοῖς τὴν ψυχὴν θέλγειν. λαμπρύνεται, κοσμεῖται. [10]
Germ. Ἐν ἀώτ ῳ , οἷα παίζομε ν ] οὐ σπουδαίων ἀνδρῶν καὶ ἐγρηγορότων καὶ νηφόντων τὸ ᾄδειν, ἀλλὰ λίχνων καὶ οὐδʼ ἐν ἑτέρῳ καιρῷ ᾀδόντων ἀλλʼ ἢ ἐν τῷ τῆς τραπέζης. φίλαν δὲ (24) ἀντὶ τοῦ φιλοποιόν, ἐν ᾗ συναθροίζονται πάντες οἱ φίλοι, οὐδεὶς δʼ ἀπὸ τῶν ἐχθρῶν· ἢ ἐν ᾗ γίνονται οἱ φίλοι. τῷ ἀπανθίσματι· ἀπάνθισμα δὲ μουσικῆς ἡ ᾠδη καὶ ἡ ἐξ αὐτῆς ἡδονή. [5]
M. Οἷα παίζομε ν ] ἀντὶ τοῦ κατʼ ἐκεῖνο τὸ μέρος ὃ παίζομεν. ὁμοιωματικὸν ἀναφορικὸν δεικτικὸν ἀντὶ ἀναφορικοῦ δεικτικοῦ. τοῦτο δὲ καὶ παρὰ τοῖς κοινοῖς ἐστιν ἐν χρήσει. καθά.
25g
συνεχῶς· τὸ δὲ ἀμφὶ καθʼ ὑπέρβατον πρὸς τὸ τράπεζαν λάμβανε. Th.
Τὸ Δωρίαν οἱ μέν φασιν ἱστορικῶς διὰ τοῦτο ὅτι πρῶτοι οἱ ἐν Παρνασῷ Δωριεῖς λύραν ἐπήξαντο· οἱ δὲ μυθικῶς ὅτι πρῶτος Ἑρμῆς ταύτην πήξας Ἀπόλλωνι δῶρον ἔδωκεν· οὓς αὐτὸς χαίρειν ἐάσας Δωρίαν νόει τὴν Δώριον μέλος ᾄσασαν ἐν τῷ Ἱέρωνος ἐπινικίῳ, ἢ ὅτι ὁ ἐπινίκιος Δωριστὶ συνετέτακτο. εἰσὶ δὲ ἁρμονίαι τρεῖς· Δώριος, Φρύγιος, Λύδιος. ἀναλάμβανε δέ, ὦ Πίνδαρε, τὴν Δωρίαν φόρμιγγα καὶ ὕμνει τὸν Φερένικον ἵππον τοῦ Ἱέρωνος καὶ τὴν Πίσαν, εἰ ἄρα σοι ἡ τούτου χάρις τὸν νοῦν ηὔφρανε. κιθάραν. [5]
27g
— ἐν ᾧ ἦν κρεμαμένη. Th.
Πίσα χώρα καὶ Ἀλφειὸς ποταμὸς πλησίον Ἤλιδος ἐν Πελοποννήσῳ εἰσί. λέγουσι δέ τινες τὴν Πίσαν καὶ τὴν Ἦλιν πάνυ πλησίον εἶναι, ὅπερ οὐκ ἔστιν ἀληθές· πεντήκοντα γὰρ στάδια ἀλλήλων διέχουσι. Πίσα δὲ ἐκλήθη ἀπὸ Πίσης τῆς θυγατρὸς Ἐνδυμίωνος. ἐλέγετο δὲ ὁ τόπος τοῦ ἀγῶνος καὶ Πίσα καὶ Κρόνιος λόφος. τὸ δὲ Σύτο παρʼ Ἀλφεῷ, καταχρηστικῶς εἶπεν· οὐ γάρ ἐστιν ἐν τῷ τοῦ ἀγῶνος τόπῳ οὗτος ὁ ποταμός, ἀλλὰ πόῤῥω. ὦ ψυχή. [5]
28g
—ἐνταῦθα γὰρ ἐτελοῦντο τὰ Ὀλύμπια· ὠνόμασται δὲ ἀπὸ Πίσης τῆς Ἐνδυμίωνος θυγατρός. οὕτω γὰρ ἐκαλεῖτο ὁ τοῦ Ἱέρωνος ἵππος.
29g
—ἡδονή. τὸν σόν.
30g
—ἡδὺ γὰρ ἐμοὶ τὸ φροντίζειν περὶ αὐτῶν καὶ ὑμνεῖν. ** φροντίζειν ἐποίησε.
Germ. Τὸ σύτο δέμας ἀντὶ τοῦ ὅστις ὥρμησε τὸ δέμας πρὸς τὸν δρόμον. § ὥρμα πρὸς τὸν δρόμον. ὅστις ὁ ἵππος ἢ ὁπότε.
32g
—ποταμῷ. —ὥρμητο· — ἀντὶ τοῦ ἐσεύετο αὐτὸς ὁ Φερένικος. αὐθόρμητον καὶ μὴ δεόμενον κέντρου πρὸς κίνησιν ὥσπερ οἱ ἄλλοι ἵπποι, ἤγουν ἄψογον· ὁ γὰρ ψόγος ὥσπερ τι κέντρον τοῖς ἐνδεχομένοις.
τῇ νίκῃ. —προσεπέλασε. —τὸν αὐτοῦ κύριον Ἱέρωνα. Th.
35
Ἱπποχάρμα ν ] τὸν τῇ ἱππικῇ χαίροντα. καλῶς δὲ τὸ ἐπίθεον τῷ βασιλεῖ διὰ τὸ ἱπποτροφεῖν, ἵνα δείξῃ ὅτι οὐ τύχης γέγονε τὸ τῷ Φερενίκῳ χρήσασθαι, ἀλλʼ ἐπιστήμης καὶ τῆς ἀερὶ τὸ πρᾶγμα ἐπιμελείας. Συράκουσα πόλις Σικελίας.
35g
—τὸν ἐν τοῖς ἱππικοῖς χαίροντα ἢ τὸν ἱππικώτατον. — ** οὕτω χρὴ τὸ κῶλον τοῦτο γράφειν διὰ τὸ μέτρον. Germ.
Εὐάνορ ι ] τῇ ἀνδρειοτάτῃ, τῇ εὖ διδούσῃ τοῖς ἀνδράσιν. αὐτῷ τῷ Ἱέρωνι ἢ τῷ ἵππῳ· — αὐτῷ, ἤτοι αὐτοῦ τοῦ Ἱέρωνος.
37g
— * τῇ εὐδαίμονας ἐργαζομένῃ τοὺς ἄνδρας διὰ τὰς ἐν Ὀλυμπίᾳ νίκας ἢ τῇ ἐχούσῃ καλοὺς ἄνδρας καὶ γενναίους. Tr.
Πέλοπος ἀποικί ᾳ ] ἤτοι τῇ Πελοποννήσῳ, ἣν ᾤκησεν ὁ Πέλοψ ἀποικισθεὶς τῆς ἑαυτοῦ πατρίδος τῆς Λυδίας. M. Μεγασθενή ς ] τὰ παρὰ τὸ σθένος καὶ τὸ γένος ὀνόματα σύνθετα κύρια μὲν ὄντα παροξύνεται· οἷον Δημοσθένης, Ἀντισθένης, Διογένης, Θεαγένης· ἐπίθετα δὲ ὀξύνεται· οἷον μεγασθενής, ἀσθενής, μονογενής, εὐγενής. κατὰ ταὐτὰ καὶ Ἀριστοφάνης καὶ Μητροφάνης παροξύνεται κύρια ὄντα· ἀφανὴς δὲ καὶ προφανὴς καὶ διαφανὴς ὀξύνεται ἐπιθετικῶς λεγόμενα· ὧν τὰ μὲν κύρια ἀπὸ τοῦ φαίνειν γίνεται, τὰ δὲ ἐπίθετα ἀπὸ τοῦ φαίνεσθαι. τὰ δὲ εἰς ος ἀπὸ τοῦ φαίνεσθαι πάντα προπαροξύνεται, εἴτε κύριά εἰσιν εἴτε ἐπίθετα, οἷον ἄφαντος, πρόφαντος, Διόφαντος. * ἤγουν ἐν τῇ Πελοποννήσῳ, εἰς ἣν ἀπὸ Λυδίας Πέλοψ ἀφῖκτο· ἀφʼ οὗ καὶ τοὔνομα ἔσχεν Ἀπία πρὶν καλουμένη. [10]
39g
* ἐπεθύμησεν, ἐφίλησε· — ** ἐπροθύμησεν, εἰς ἔρωτα ἦλθεν. Germ.
40
Λέβητο ς ] τὴν ἐργασίαν αὐτὴν ὀνομάζει λέβητα, ἤγουν τὴν πρᾶξιν. Th. Τάνταλος τιμώμενος πάνυ παρὰ θεοῖς καὶ βουλόμενος αὐτοῖς ἀνταμείψασθαι σφάττει τὸν αὐτοῦ παῖδα Πέλοπα καὶ δεῖπνον παρατίθησι τοῖς θεοῖς. τῶν ἄλλων οὖν θεῶν ἀποδεξαμένων αὐτὸν τῆς γνώμης καὶ μὴ φαγόντων, Δημήτηρ ἐλθοῦσα ἐκ τῆς τῆς θυγατρὸς ζητήσεως καὶ ἀγνοοῦσα τὸν ὦμον κατέβρωξεν. ἐμβαλόντες οὖν αὐτὸν οἱ θεοὶ εἰς λέβητα καὶ ὁλόκληρον αὖθις συμπήξαντες, ἐπεὶ ὁ ὦμος ἀπῆν, ἐλεφάντινον ἀντέθηκαν. διὸ καὶ οἱ ἐκ Πέλοπος καταγόμενοι τοιοῦτον εἶχον τὸν ὦμον. τὴν Κλωθὼ δὲ λέγει ἐξελεῖν αὐτὸν ἐκ τοῦ λέβητος, διότι συγκεκλωσμένον ἦν αὐτῷ παρὰ τῆς τύχης αὖθις ἀναζωωθῆναι· ὃ μὴ δεχόμενος Πίνδαρος ἐλέγξει μὲν προϊών, νῦν δέ φησιν· ἦ θαύματα πολλά· ὅπερ τριπλῶς νόει οὕτως· ὄντως θαῦμα ὑπάρχουσι τὰ πολλά· ὄντως πολλὰ θαύματά εἰσιν· ὄντως θαυματὰ καὶ θαυμαστά εἰσι πολλά. αὐτὸν τὸν Πέλοπα. [15]
Germ. Φαίδιμον ἐξήνεγκεν ἕτεροι, ὅτι καὶ καθαρὸς λέβης ἐκεῖνος· ἕτεροι δέ, ὅτι ζῶντα αὐτὸν ἐξήνεγκεν· ὅθεν καὶ καθαρὸν τὸν λέβητα ὀνομάζει. M. Φαίδιμον ὦμο ν ] περιττῶς κεῖται τὸ φαίδιμον · ἢ τὸ κεκαδμένον ἀντὶ τοῦ ἔχοντα. σύνηθες δὲ τούτοις τὸ τοιοῦτον. * μοῖρα· — ** ἡ τὰ τῶν ἀνθρώπων ἐπικλώθουσα τύχη. [5]
41g
—ὀστῷ δηλονότι. —ποταπόν; λαμπρόν. * κεκοσμημένον· — κεκοσμημένον ἢ ἔχοντα.
Germ. Τὸ ἦ θαῦμα τὰ πολλὰ γράφεται καὶ οὕτως· ἦ θαυματὰ πολλ ά , ἀντὶ τοῦ ὄντως θαυμαστὰ καὶ ἄξια θαύματος. § ἦ θαῦμα ἀντὶ τοῦ ὄντως θαῦμα καὶ ἔκπληξις· ἔκπληξις δὲ καὶ φόβος ἐξ ἀσυνήθους φαντασίας. § ἢ ἐκπληκτικά τινα ὑπερβαίνοντα τὴν ἀλήθειαν καὶ πρὸς τὸ τερατωδέστερον νεύοντα. ἡ δὲ σύνταξις· φέρεται δὲ καὶ βροτῶν φήμη. * γρ. [5]
43g
ἢ θαυματὰ πολλὰ ἀντὶ τοῦ ἄξια θαύματος· — ὄντως ἔκπληξις ὑπάρχει — ὄντως ἄξια θαύματος κατὰ πολύ. Th.
Ἐπειδὴ ἐκ πολλῶν ἀνθρώπων λόγων ἡ φήμη συνίσταται, διὰ τοῦτο φάτις εἰπὼν εἶτα πρὸς τὸ ταύτης σημαινόμενον τὸ μῦθοι ἐπήγαγε. μὴ συνάψῃς δὲ τὸ θνατοῖς πρὸς τὸ τεύχε ι , ὥς τινες οἴονται, ἀλλὰ πρὸς τὸ ἐπιφέρουσ α , οὕτως· ἐπὶ τοῖς θνατοῖς φέρουσα τιμήν, ἤτοι παρʼ αὐτῶν τιμωμένη. τὸ γὰρ ἐν ἀνθρώποις φέρειν τιμήν, τιμᾶσθαί ἐστι. * ἡ φήμη. [5]
46g
πεποικιλμένοι, ἐκ μεταφορᾶς τοῦ μηχανικωτάτου Δαιδάλου. ἐξαπατῶσι τοὺς ἀκούοντας καὶ πρὸς πίστιν ἄγουσιν.
Germ. Ἡ χάρις, ἡ ποιητικὴ δύναμις· τὸ αἰτιατὸν ἀντὶ τοῦ αἰτίου· τῇ ποιητικῇ γὰρ δυνάμει ἐνυπάρχει τὸ ἐνήδονα λέγειν· ἢ τὰ πράγματα διʼ ὀνομάτων ἢ διʼ ὁρισμῶν ἀποδεικνύονται· ἐνταῦθα δὲ ὁρισμῷ τὴν ποιητικὴν ἐδήλωσεν· ποιητικὴ γὰρ χάρις ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς κατὰ Πίνδαρον. τὸ δὲ ἐξαπατῶντι ἀντὶ τοῦ ἐξαπατῶσι. τὸ δὲ ψεύδεσι δοτικὴ ἀντὶ εὐθείας καὶ τὸ μῦθοι εὐθεῖα ἀντὶ δοτικῆς. τὸ δὲ ἐπιφέροισα τιμά ν , τοῦτο ἀξίωμα τοῦ λόγου, ἐπιδεικνύουσα τὴν ἑαυτῆς δόξαν, τουτέστιν ἰσχύν· ἑκάστου γὰρ δόξα ἡ ἰσχὺς αὐτοῦ. ἡ ποιητικὴ καλλιέπεια· — ἤτοι δύναμις, ποιητικῶν λόγων δηλονότι ἐπαγωγός. [5]
49g
τὰ ἡδέα. — * ἀνθρώποις. ἔχουσα· — ἐπιτιθεῖσα αὐτοῖς ἢ ἑαυτῇ.
51g
** πρᾶγμά τι. —ἐσκέψατο. Th.
Τὸ τὸ οὐκ ἔστι κατὰ ἀντιστροφὴν πρὸς τὸ ἄπιστο ν , ὡς ληροῦσί τινες, ἀλλʼ εἰπών· καὶ ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι, ἐπιφέρει τὸ, καὶ τοῦτο ὃ ποιοῦσι· καὶ ἔστιν ὅμοιον τῷ παρὰ Σοφοκλεῖ (Ai. 46)· Ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει. εὑρήσεις δὲ καὶ ἕτερα πολλὰ τοιαῦτα. τοῦτο ὃ ποιοῦσι. [5]
Germ. Ἁμέραι ἐπίλοιποι, ἤγουν ὁ μετὰ ταῦτα χρόνος καὶ ὁ ἐφεξῆς καιρὸς δεικνύει τὸ πρᾶγμα, ἐλέγχει, ἀπογυμνοῖ ἐκεῖνο καὶ φανεροῖ ὁποῖόν ἐστιν. ἤγουν ὁ μετὰ ταῦτα χρόνος δείκνυσι τὸ πρᾶγμα ὁποῖόν ἐστι, καὶ ἔλεγχός ἐστιν ἀκριβής.
Germ. Τὸ μάρτυρες σοφώτατοι ἀντὶ τοῦ· τὸ γὰρ συνεχῶς λεχθὲν λέγεται καὶ σοφόν. τῆς ἀληθείας.
54g
— γίνονται ἔλεγχοι τοῦ ψεύδους καὶ τῆς ἀληθείας. παντί.
55g
— * εἰπεῖν· — ** φάναι. πρέπον· — εἰκός.
56g
—περὶ θεῶν. * ἤγουν οὐδεμία μέμψις τῷ καλὰ λέγοντι περὶ τῶν θεῶν, ἀλλὰ μᾶλλον εὐσέβεια.
26-57
M. Ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγ α ] πρὸς τὴν ἑαυτοῦ πάλιν ψυχὴν ἀποτείνει τὸν λόγον· ἀλλὰ τὴν τοῖς Δωρίοις μέλεσιν ἁρμόζουσαν φόρμιγγα ἀπὸ τοῦ πασσάλου λάμβανε, ἤγουν μὴ ἀργῶς αὐτὴν ἔα κεῖσθαι· ἀλλὰ λάμβανε καὶ κίνει πρὸς τοὺς ἐπαίνους, εἴ σοι κατά τι τὸν νοῦν (30) ὑπὸ γλυκυτάταις ἐποίησε φροντίσιν, ἤγουν τὴν γλυκυτάτην φροντίδα, τῶν ἐγκωμίων δηλονότι, φροντίζειν ἐποίησε, τὸ ἐπαγωγὸν τοῦ ἀγῶνος τοῦ ἐν τῇ Πίσῃ καὶ τῆς ἀρετῆς τοῦ ἵππου τοῦ Φερενίκου· ὅτε αὐτὸς ὁ Φερένικος σύτο, ἤγουν ἐσεύετο, ἔτρεχε, πλησίον τοῦ Ἀλφειοῦ ποταμοῦ, ἤγουν ἐν τῇ Ὀλυμπίᾳ, τὸ ἑαυτοῦ σῶμα διδοὺς ἐν τοῖς δρόμοις οὐ δεόμενον κέντρου· τῇ νίκῃ δὲ (34) ἥνωσε, τουτέστι νικῆσαι ἐποίησε, τὸν ἑαυτοῦ δεσπότην, τὸν Ἱέρωνα, τὸν βασιλέα τὸν Συρακούσιον, τὸν τῇ ἱππικῇ χαίροντα. διάδηλον δέ ἐστιν αὐτοῦ τὸ κλέος (37), ἤγουν τοῦ Ἱέρωνος, παρὰ τῇ ἀποικίᾳ τοῦ Πέλοπος τοῦ Λυδοῦ, ἤγουν ἣν ἀποικισθεὶς ὁ Πέλοψ τῆς ἑαυτοῦ πατρίδος τῆς Λυδίας ᾤκησε, τουτέστι τῇ Πελοποννήσῳ, τῇ καλῶς ἐχούσῃ ἕνεκα γενναιότητος ἀνδρῶν. οὗτινος, τοῦ Πέλοπος δηλονότι, ἔρωτα ἔσχεν ὁ Ποσειδῶν, ὁ μεγάλην ἔχων ἰσχύν, ὁ τὴν γῆν συνέχων· ἐπεὶ γὰρ ἐπʼ αὐτῷ ἐστι τὸ κινεῖν αὐτήν, ἐπʼ αὐτῷ δηλονότι ἐστὶ καὶ τὸ μὴ κινεῖν· διὸ οὐ μόνον Ἐνοσίχθων, ἀλλὰ καὶ Ἀσφάλειος ὁ αὐτὸς καὶ Γαιήοχος. ἠράσθη δὲ αὐτοῦ, ἀφʼ οὗ (40) ἐξήνεγκεν αὐτὸν τοῦ ἱεροῦ διὰ τὴν θυσίαν λέβητος ἡ Κλωθώ, ἐλεφαντίνῳ ὀστῷ λαμπρὸν ἔχοντα τὸν ὦμον. ὄντως (43) ἔκπληξις τὰ πλείω τῶν πραγμάτων, καί που κατά τι παρασύρουσιν ἔξω τοῦ ἀληθοῦς λόγου τὰς φρένας τῶν ἀνθρώπων καὶ λόγοι ψεύδεσι ποικίλοις πεποικιλμένοι· ἡ ἐπαγωγὸς δὲ δύναμις (48) ἐστι τῶν ποιητικῶν δηλονότι λόγων· τῇ ποιητικῇ γὰρ ἐφεῖται τὰ τοιαῦτα· ἥτις ἅπαντα πρὸς τοὺς ἀνθρώπους κατασκευάζει τὰ μείλιχα, ἤγουν τὰ εὐπαράδεκτα, τὰ ἡδέα, ἐπιτιθεῖσα αὐτοῖς τιμήν, ἀντὶ τοῦ δύναμιν αἰδοῦς καὶ τιμῆς ἀξίαν· ἢ ἐπιφέρουσα τιμὴν ἑαυτῇ δηλονότι καὶ τὸ ἄπιστον ἀπὸ τῆς ἑαυτῆς φύσεως ἐμηχανήσατο πολλάκις πιστὸν τοῦτο εἶναι, ἀντὶ τοῦ δοκεῖν, αἱ ἡμέραι δὲ (53) αἱ ἔμπροσθεν γίνονται ἔλεγχοι σοφώτατοι τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους. ἔστι δὲ πρέπον τῷ ἀνθρώπῳ εἰπεῖν περὶ τῶν θεῶν καλά, τουτέστι λόγους ἀγαθὴν δόξαν ἔχοντας. ἐλάττων γὰρ οὕτω μέμψις, ἀντὶ τοῦ οὐδεμία, ἀλλὰ καὶ ἔπαινος μᾶλλον. προκατάστασις. [35]
58g
— * Πέλοψ. —ἐναντίως. ἱστορικῶν, ποιητῶν.
59g
—εἴπω· ἔχει δὲ τὴν δύναμιν πρὸς τὸ ἁρπάσα ι . M.
60
Ὁπότε κάλεσε πατή ρ ] ἀσαφὴς δοκεῖ ὁ λόγος οὐκ ἔχων, τίνα ἐκάλεσεν ὁ Τάνταλος· τὸ ἐπαγόμενον δὲ λύει τὴν αὐτοῦ ἀσάφειαν· ἐπάγεται γάρ· ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχω ν . ἀφʼ οὗ δῆλον γίνεται, ὅτι τοὺς θεοὺς ἐκάλεσεν. εἶχε δʼ ἂν σαφέστερον, εἰ οὕτως ἂν ἐλέγετο· ὁπότε κάλεσε πατὴρ τοὺς θεούς, ἀμοιβαῖα αὐτοῖς δεῖπνα παρέχων. Tr. Ἐλλειπτικὸν δοκεῖ εἶναι πρὸς τὴν σύνταξιν τὸ ὅλον χωρίον, καὶ ληπτέον ἔξωθεν τὸ ᾄδετα ι . ᾄδεται. [5]
60g
—συνήγαγε. —ὁ Τάνταλος. δικαιότατον· ἐπειδὴ ἀντίδοσις ἦν ὧν ὑπὸ θεῶν ἀγαθῶν ἔπασχεν· * ἢ τοῦτο λέγει διὰ τὸ θεοὺς ἑστιάτορας εἶναι.
Germ. [Start of a diagram] δαίς ἔρανος ὁ ἐκ πολλῶν συναθροισθεὶς δώρων εἰλαπίνη τὸ ἐξ ἑνὸς γινόμενον δεῖπνον γάμος δὲ ὁ ἐκ νυμφίου καὶ νύμφης. [End of a diagram] Th. Ἀγνοοῦντές τινες εἰς πρὸς τὸ ἔρανον λαμβάνουσιν ἔξωθεν λέγοντες καὶ ἐν τῷ φίλαν τε τὸ τε ἀργόν. τὸ δὲ πᾶν ἐστι τοιοῦτον· ἀντία δὲ καὶ ἐναντίως τῶν προτέρων ἱστορικῶν, ὦ υἱὲ τοῦ Ταντάλου Πέλοψ, φθέγξομαι καὶ εἴπω, τότε ἁρπάσαι σε τὸν ἀγλαοτρίαιναν Ποσειδῶνα ἀνὰ ταῖς χρυσέαις ἵπποις δαμέντα καὶ τρωθέντα τὰς φρένας ἐν ἱμέρῳ καὶ τῇ σῇ ἐπιθυμίᾳ, ὥστε μεταβᾶσαι καὶ μετενεγκεῖν εἰς τὸ ὕπατον καὶ ὑπερεξοχώτατον δῶμα τοῦ εὐρυτίμου Διός· τότε ἁρπάσαι, ὅτε ἐκάλεσε καὶ συνήγαγεν ὁ σὸς πατὴρ Τάνταλος τὸν εὐνομώτατον ἔρανον, ἤτοι τὴν δικαιοτάτην συναγωγὴν τῶν θεῶν καὶ τὴν φίλην καὶ προσφιλῆ αὐτῷ, τῷ Ταντάλῳ, Σίπυλον, ἤτοι τοὺς ἐν αὐτῇ ὄντας θεούς, παρέχων τοῖς θεοῖς δεῖπνα ἀμοιβαῖα καὶ ἀντίδοτα. μὴ ξενίζου δέ, εἰ λέγεις ἐκάλεσε καὶ τὴν φίλην Σίπυλον · ὥσπερ γάρ φαμεν· κέκληκα τοὺς ἐμοὺς φίλους καὶ πᾶσαν τὴν πόλι ν , ἤτοι τοὺς ἐν αὐτῇ ὄντας πολίτας, οὕτω καὶ τοῦτο. M. Ἔρανο ς ] τὸ εἰσφερόμενον ὑφʼ ἑκάστου τῶν φίλων εἰς κοινὴν ἀπόλαυσιν. Tr. Σίπυλο ν ] οἱ μὲν πόλεως ὄνομα ἔφασαν, οἱ δὲ ὄρος περὶ τὴν Λυδίαν. * τὴν συναγωγὴν τῶν θεῶν. [20]
62g
—ὄρος τὸ λεγόμενον Κουζινᾶς, ἔνθα ἡ Νιόβη λελάξευται. ἀντίδοτα· — κατὰ ἀμοιβὴν καὶ ἀντίδοσιν γινόμενα.
63g
—διδούς. τὸν λαμπρὰν τρίαιναν ἔχοντα, τὸν Ποσειδῶνα.
65g
τρωθέντα. — * τάς. — τῇ σῇ ἐπιθυμίᾳ. ἤγουν ἐν τῷ χρυσοῦς ἵππους ἔχοντι αὐτοῦ ἅρματι.
67g
ὑπέρτατον. —τοῦ μεγίστως τιμωμένου παρὰ πάντων· — * γρ. ἐριτίμου. πρός.
68g
—μετενέγκαι. ὅπου.
69g
— * σοῦ· — ὑστέρῳ· πρότερος γὰρ Γανυμήδης Πέλοπος. τὸ δὲ ἔνθα καθʼ ὑπέρβατον πρὸς τὸ ἦλθε ν . ὃν ἀετὸς ὁ Ζεὺς γεγονὼς ἐκ Φρυγίας ἥρπασεν.
Germ. Ζηνὶ τωὔ τ ’ ἐπὶ χρέο ς ] ἐπὶ τοιοῦτο, ἤγουν ἐπὶ τοιαύτην χρείαν, οἷον διὰ τὴν αὐτὴν χρείαν καὶ ἐπιθυμίαν. τὸ δὲ υ ἀνεκφώνητον μετὰ τοῦ ω μεγάλου. ἐπὶ τὸ αὐτὸ χρέος· ἐπὶ συνουσίαν γὰρ καὶ αὐτὸς ὑπὸ τοῦ Διὸς ἡρπάγη τρωθέντος τῷ αὐτοῦ ἔρωτι.
72g
* ἀφανής. — * ὑπῆρχες. * τῇ Εὐρυανάσσῃ· — τῇ Εὐρυανάσσῃ τοὔνομα.
73g
—κατὰ πολύ. ἐψιθύρισε.
75g
—κρυφίως· — κρυφίως· Δωρικῶς περισπᾶται. ** τῶν φθονούντων τὰ τοῦ πλησίου καλά.
77g
** καί. * βράζουσαν.
78g
—σφοδρότητα. κατέκοψαν οἱ θεοί.
80
Germ. Δεύτατά τε καὶ ὑστέρως· ἢ τὰ ἔσχατα καὶ τὰ τελευταῖα μέρη τῶν κρεῶν, χεῖρας δηλονότι, πόδας καὶ κεφαλήν· ἢ τὰ βεβρεγμένα καὶ τὰ βεβαμμένα τῷ αἵματι, ἀπὸ τοῦ δεύω τὸ βρέχω. M. Ἀμφὶ δεύτατ α ] ἀπὸ τῆς πρὸ προθέσεως γίνεται συγκριτικὸν μὲν πρότερον, ὑπερθετικὸν δὲ πρῶτον. λέγεται γὰρ τὸ μὲν πρότερον, ὅταν ἓν μόνον ἐπάγηται ἢ πολλὰ ἐν μιᾷ τάξει ἢ ἐν ἑνὶ χρόνῳ. οἷον πρότερος ὅδε τοῦδε καὶ πρότερος ὁ δεῖνα ἡμῶν ἢ τῷ χρόνῳ ἢ τῇ τάξει, ἡμῶν δηλονότι ἐν ἑνὶ χρόνῳ ἢ μιᾷ τάξει ὄντων. τὸ δὲ πρῶτον, ὅταν πολλὰ ᾖ ἐπαγόμενα, ἄλλο ἄλλου πρότερον ἐφεξῆς ἢ κρεῖττον. ἀκολουθεῖ δὴ πρὸς μὲν τὸ πρότερον τὸ δεύτερον μόνον, ἢ πληθυντικῶς τὰ δεύτερα, κατὰ τὸν εἰρημένον λόγον· πρὸς δὲ τὸ πρῶτον δεύτερον, τρίτον καὶ ἑξῆς. ἀπὸ δὲ τῆς ὑπὸ προθέσεως γίνεται συγκριτικὸν μὲν ὕστερον, ὑπερθετικὸν δὲ ὕστατον, ὧν τὸ μὲν ἀπαντᾷ πρὸς τὸ πρότερον, τὸ δὲ ὕστατον πρὸς τὸ πρῶτον, ὅταν ἐπὶ χρόνου ταῦτα λαμβάνηται. ἐπὶ γὰρ τάξεως τὸ ἔσχατον ἀπαντᾷ καὶ τὸ δεύτερον, ὃ καὶ ἐπὶ χρόνου λαμβάνεται καὶ ἐπὶ τάξεως. ἔστι δὲ δύο ἐξ ἀνάγκης ὑπερθετικὰ χρονικά, τὸ πρῶτον καὶ τὸ ὕστατον, τὸ μὲν ἐπὶ τῆς ἀρχῆς, τὸ δὲ ἐπὶ τοῦ τέλους, καὶ δύο ὁμοίως τάξεως, τὸ πρῶτον καὶ τὸ ἔσχατον. τῶν δὲ μέσων τούτων μόνον τὸ δεύτερον συγκριτικῶς ἐξ ἀνάγκης προφέρεται. ἐπὶ δὲ τῶν ἄλλων ἁπάντων οὐδεμίαν ἔχει χώραν οὔτε τὸ συγκριτικὸν οὔτε τὸ ὑπερθετικόν. ὁ δὲ Πίνδαρος καὶ ὑπερθετικὸν ἀπὸ τοῦ δευτέρου σχηματίζει, τὸ δεύτατον· θέλει δὴ τοῦτο σημαίνειν ταὐτὸν τῷ ὕστατον. ὁ δὲ ἐπὶ σμικρότητος τοῦτο τίθησι. διεδάσαντο γάρ, φησίν, ἀμφὶ δεύτατα, ἤγουν εἰς μικρότατα. τὸ δὲ τρίτατος παρὰ ποιηταῖς οὐχ ὑπερθετικῶς οὕτω σχηματίζεται, ἀλλʼ ὡς τὸ ὀγδόατος παρʼ αὐτοῖς καὶ ἑβδόματος· ἃ κατʼ ἀκολουθίαν λέγεται τοῦ τέταρτος καὶ δέκατος καὶ πεντεκαιδέκατος καὶ τῶν ὁμοίων. τὰ περιβεβρεγμένα τῷ ἐντὸς τοῦ λέβητος ὕδατι ζέοντι, ἐν ᾧ ἥψοντο. [30]
81g
διεμέρισαν πρὸς ἀλλήλους· — ** σοῦ. M.
58-81
Υἱὲ Ταντάλο υ ] ὦ Πέλοψ, υἱὲ τοῦ Ταντάλου, τὰ περὶ σοῦ δὲ ἐγὼ ἐναντίως τῶν προτέρων ἐρῶ ποιητῶν, ὁπότε (60) ἐκάλεσεν ὁ σὸς πατὴρ τοὺς θεοὺς εἰς τὴν προσφιλῆ αὐτοῖς Σίπυλον, διʼ αὐτὸν καὶ τὸν εὐσεβέστατον ἔρανον, ἤγουν τὴν ἀμοιβαίαν δεξίωσιν, λέγω δεῖπνα διδοὺς αὐτοῖς ἀμοιβὴν ἔχοντα τῶν δείπνων, ὧν αὐτοὶ ἔδωκαν αὐτῷ· τότε (64) λέγω ἁρπάσαι σε τὸν Ποσειδῶνα, τὸν τῇ λαμπρᾷ τριαίνῃ χρώμενον, μαλαχθέντα τὸν λογισμὸν ὑπὸ ἔρωτος, ἐπὶ ἵππων χρυσῶν, ἀντὶ τοῦ ἐν ἅρματι χρυσῷ, ὥστε μεταβιβάσαι πρὸς τὸ ἔξοχον οἴκημα τοῦ Διὸς τοῦ πάνυ τιμίου· ὑστέρῳ χρόνῳ ἔνθα ἀπῆλθεν (70) ἀντὶ τοῦ ἀπηνέχθη καὶ ὁ Γανυμήδης, πρότερον δηλονότι, ἐπὶ χρείαν τοῦ Διὸς τὴν αὐτὴν τῇ τοῦ Ποσειδῶνος. ἐπεὶ δὲ ἀφανὴς ὑπῆρχες οὐδὲ πρὸς τὴν μητέρα τὴν σὴν ἤγαγόν σε οἱ πεμφθέντες ὑπʼ αὐτῆς ἄνδρες ἐπὶ σὴν ζήτησιν, πολλὰ μαιόμενοι, ἤγουν ζητοῦντες, εἶπέ τις (75) αὐτίκα ἀπὸ τῶν φθονερῶν γειτόνων κρυφίως, ὅτι τε ἐπὶ τὴν ἀκμὴν τοῦ ὕδατος τὴν ζέουσαν ὑπὸ πυρός, μαχαίρᾳ ταμόντες σε κατὰ μέλη οἱ περὶ τὸν Τάνταλον ἐμβεβλήκασι καὶ ἐν τῇ τραπέζῃ οἱ θεοὶ διεμερίσαντο εἰς μικρότατα καὶ ἔφαγον ἀπὸ τῶν κρεῶν τῶν σῶν. ἀμήχανον, ἀβούλητον. [15]
82g
— * φάγον. ** τῶν θεῶν.
84g
τοῦ τοιαῦτα λέγειν. — ** οὐδεμία ὠφέλεια, ἀλλὰ μᾶλλον βλάβη. —ἔλαχεν, ἐκληρώσατο. Th.
85
Κακηγόρο ς ] ἀντὶ τοῦ κακηγόρους ἐκβολῇ τοῦ υ Δωρικῶς ὡς τὸ ἐπιτηδές (Hom. Il. A 141). Tr. Κακηγόρω ς ] Δωρικὴ ἡ ἀνάγνωσις· ἀεὶ γὰρ ἡ αἰτιατικὴ παρʼ αὐτοῖς διὰ τοῦ ω μεγάλου ἐκφέρεται· τὼς λύκως γὰρ ὁ Θεόκριτος λέγει (IV. 11). οὐ χρὴ τοίνυν μικρὸν γράφειν τὸ ρο ς , ὥς τισιν ἔδοξε· μακρὰ γὰρ ἡ τοιαύτη συλλαβὴ ὀφείλει εἶναι. Tr. Κακηγόρω ς ] τοῦτο λέγει ὅτι ὁ κακηγορῶν οὐδὲν ἄλλο κερδαίνει πλὴν τοῦ κακὸς εἶναι. * συχνή· ἤγουν ὁ κατηγορῶν οὐδὲν ἄλλο κερδαίνει πλὴν τὸ κακὸς εἶναι. [5]
85g
— ** συχνῶς. — ** ἤτοι τοὺς κατηγοροῦντας εἰς τοὺς θεούς. οἱ ἐπιτηρηταὶ θεοί.
Th. Τὸ οὗτος ἢ πρὸς τὸ Τάνταλος νόει ἢ πρὸς τὸ τιμηθέντα παρὰ θεῶν οὕτως· εἰ δέ τινα τῶν ἀνθρώπων οἱ θεοὶ ἐτίμησαν, οὐκ ἄλλος ἦν ὁ τιμηθεὶς ἢ ὁ Τάνταλος οὗτος. ἢ οὕτως· εἰ δέ τινα τῶν ἀνθρώπων οἱ θεοὶ ἐτίμησαν, ὁ Τάνταλος ἦν οὗτος, ἤτοι ὁ τιμηθείς. Germ. Καταπέψαι ἀντὶ τοῦ παρακατασχεῖν, καταχωνεῦσαι. τῇ γὰρ πέψει δύο τινὰ παρέπεται, ἡ κρύψις καὶ ἡ κατάσχεσις. μέγαν δὲ ὄλβον τὴν εὐδαιμονίαν καὶ τὴν τιμήν. ** ὁ Τάνταλος ἦν οὗτος ὁ τιμηθείς. [5]
87g
—κατασχεῖν· * οἱ γὰρ πέττοντες τὴν τροφὴν καὶ οὐκ ἐμοῦντες κατέχουσι ταύτην ἐντός. ὄλβον δὲ λέγει τὴν παρὰ τῶν θεῶν δεδομένην αὐτῷ τιμήν.
Germ. Ὥσπερ ὁ κόρῳ ἐσθίων δέεται ὑγιοῦς στομάχου, οὕτω καὶ ὁ κόρῳ τὴν εὐδαιμονίαν λαβὼν δέεται νοὸς ἀνδρείου. πλησμονῇ τῆς τιμῆς.
90
M. Ἄταν ὑπέροπλο ν ] ὑπέροπλός ἐστιν ἰσχὺς ἡ νικῶσα τὰ ὅπλα, ἤγουν πρὸς ἣν οὐ δύναται ἀντισχεῖν τὰ ὅπλα. ἐνταῦθα δὲ ὑπέροπλον λέγει βλάβην μεταφορικῶς τὴν ὑπερβολικὴν καὶ ἀμήχανον. βλάβην.
90g
—μεγάλην. Th.
Ἐπειδὴ ὁ λίθος ἦν ἡ ἄτη, διὰ τοῦτο τὰν εἰπὼν ἐπήγαγε τὸ λίθο ς . ἄλλοι δὲ ἄλλως περὶ τῆς Ταντάλου κολάσεώς φασιν. οἱ μὲν γὰρ ἐπικεῖσθαι αὐτῷ τὸ Σίπυλον· Ζεὺς γὰρ ἀποστείλας Ἑρμῆν πρὸς αὐτόν, ἵνα τὸν κύνα λάβῃ, ὃν Πανδάρεως ὁ Μιλήσιος φύλακα καταστάντα τοῦ ἱεροῦ τῆς Κρήτης παρὰ Διὸς κεκλοφὼς ἤγαγεν αὐτῷ ἵνα φυλάσσῃ· ἐλθόντος οὖν Ἑρμοῦ πρὸς αὐτὸν καὶ μὴ λαβόντος τὸν κύνα· ἔφασκε γὰρ μὴ ἔχειν· ὀργισθεὶς ὁ Ζεὺς ἐπέθηκεν αὐτῷ τὸ Σίπυλον. οἱ δὲ λέγουσι, διὰ τὸ ἐξειπεῖν αὐτὸν τὰ τῶν θεῶν μυστήρια τοῖς ἀνθρώποις ἐν ᾅδου κολάζεσθαι, μέσον ἑστῶτα λίμνης μέχρι τοῦ πώγωνος· ἧς ὁπότε πιεῖν ἤθελε, τὸ ὕδωρ ἐξίστατο. μαρτυρεῖ δὲ καὶ Ὅμηρος λέγων (Od. λ 582)· Ἑσταῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ· Στάτο δὲ διψάων, πιεῖν δʼ οὐκ εἶχεν ἑλέσθαι. ἑστὼς δὲ ἐν τῇ λίμνῃ καὶ λίθον ὑπὲρ κεφαλῆς εἶχεν αἰωρούμενον. Εὐριπίδης δὲ λέγει (Orest. 2) μέσον ἀέρος αὐτὸν τὸν Τάνταλον ἀοράτως κρέμασθαι καὶ λίθον ὑπὲρ τῆς αὐτοῦ κεφαλῆς αἰωρεῖσθαι. ἀσφαλέστερος δὲ πάντων Ὅμηρος. καὶ μαρτυρεῖ ἡ παροιμία· Ταντάλου δίψα. δέον δὲ εἰπεῖν τοῦτ ο , λέγω δὴ τὸ τὸν ὑπὲρ κεφαλῆς λίθον πειρᾶσθαι φυγεῖν καὶ μὴ δύνασθαι· ὁ δὲ τοῦτον εἶπε, πρὸς τὸ βίο ν . τὸ δὲ ἐμπεδόμοχθον ἢ πρὸς τὸ βίον συναπτέον ἢ πρὸς τὸ πόνο ν . φασὶ δὲ ἕτεροι τὸ μετὰ τριῶν, ἀντὶ τοῦ μετὰ Ἰξίονος, Σισύφου καὶ Τιτυοῦ. καὶ οὗτοι γὰρ ἐν ᾅδου κολάζονται, Ἰξίων μὲν ἐν τροχῷ περιφερόμενος διὰ τὸ ἐρασθῆναι τῆς Ἥρας καὶ πρὸς νεφέλην παρεικασθείσῃ προσδραμεῖν καὶ μιγῆναι, ὅθεν καὶ Ἱπποκένταυρος γέγονε· Σίσυφος δὲ πέτρον μέγιστον εἰς ἀνάντη τόπον βίᾳ κομίζων καὶ ὁπότε εἰς ἄκρον ἔλθῃ τοῦ τόπου, ἀπολισθαίνοντα τὸν λίθον αὖθις ἀνάγων, καὶ τοῦτο πάσχων διὰ τὴν ἀπάτην, ἣν ἠπάτησε Πλούτωνα· ὁπότε γὰρ τέθνηκε, παρήγγειλε τῇ γυναικὶ μὴ θάψαι αὐτόν· τῆς δὲ οὕτω πεποιηκυίας κατελθὼν αὐτὸς κατηγόρει πρὸς Πλούτωνα ὡς ἀμελησάσης αὐτοῦ καὶ αὐτὸν αἰτήσας ἀνελθεῖν καὶ κολάσαι αὐτήν, ἐπεὶ ἀνῆλθε, μὴ βουλόμενος αὖθις εἰς ᾅδου παραγενέσθαι, ὑφʼ Ἑρμοῦ καταχθεὶς ἄκων οὕτω κεκόλασται· Τιτυοῦ δὲ ὡς κατὰ θεῶν μανέντος ὄφεις τὰ σπλάγχνα αὐτοῦ ὑπτίου κειμένου κατεσθίουσιν ἀνακαινιζόμενα ἀεὶ κατὰ τὸ Προμηθέως ἧπαρ. ** βλάβην. [35]
91g
—ἤγουν ὁ Ζεύς. —ὑπεράνω. * μέγαν.
93g
λίθον. — * προθυμούμενος ὁ Τάνταλος. —ἀποῤῥίψαι. M.
82-94
Ἐμοὶ δ ’ ἄπορ α ] ἀντὶ τοῦ ἄπορον, τουτέστιν ὑπʼ οὐδενὸς λογισμοῦ ἐνδεδομένον, εἰπεῖν τινα ἀπὸ τῶν θεῶν μάργον τὴν γαστέρα, ἤγουν μαινόμενον, τουτέστιν ἀκρατῆ τῆς γαστρός. ἀφίσταμαι (84) τούτου τοῦ σκοποῦ. βλάβη ἐκληρώσατο κατὰ πολὺ τοὺς κακηγόρους, τουτέστι τοὺς βλασφημοῦντας εἰς τοὺς θεούς, ἤγουν βλάβην κληρονομοῦσιν οἱ βλασφημοῦντες εἰς τοὺς θεούς. ἐὰν δὲ (85) ἐτίμησάν τινα ἄνθρωπον θνητὸν οἱ ἔφοροι τοῦ οὐρανοῦ, τουτέστιν οἱ θεοί, ὁ Τάνταλος ἦν οὗτος· ἀλλʼ οὐκ ἠδυνήθη καταπέψαι τὴν μεγάλην ταύτην εὐδαιμονίαν, ἀντὶ τοῦ διοικῆσαι ἐπʼ ὠφελείᾳ ἑαυτοῦ· ἀπὸ μεταφορᾶς τῶν ἐν τῷ στομάχῳ σιτίων, ἃ πεφθέντα μὲν ὀνίνησι τοὺς μεταλαμβάνοντας αὐτῶν, ἄπεπτα δὲ μείναντα τοῦ στομάχου μὴ δυνηθέντος κατεργάσασθαι αὐτὰ βλάβην οἶδεν ἐπάγειν. ὑπὸ τοῦ κόρου δέ (89), ἀντὶ τοῦ τοῦ ὄγκου τῆς τιμῆς ἔλαβε βλάβην ὑπερβολικὴν ἁμαρτὼν εἰς τοὺς θεούς· διʼ ἣν ὁ πατὴρ αὐτοῦ ὁ Ζεὺς ὑπερκρέμασέν οἱ, αὐτῷ, τουτέστι κατʼ αὐτοῦ, λίθον ἰσχυρόν, ἀντὶ τοῦ μέγαν· ὃν (93) ἀεὶ προθυμούμενος ἀπώσασθαι τῆς κεφαλῆς πόῤῥω ἡδονῆς στρέφεται, μὴ δυνάμενος δηλονότι ἀπαλλαγῆναι αὐτοῦ. χαρᾶς. [15]
94g
—ἐξίσταται καὶ πικρίᾳ σύνεστι. εἰς ὃν οὐκ ἔστι μηχανὴν ἀπαλλαγῆς εὑρεῖν.
96g
κεκρατημένον μόχθῳ καὶ λύπῃ. * τοῦ πεινῆν, διψῆν, ἑστάναι.
99g
τοῖς ὁμοτρόποις ἀνθρώποις· — ** τῷ Σισύφῳ, τῷ Τιτυῷ καὶ τῷ Ἰξίονι. ** πόμα θεῖον.
100g
— ** τροφὴν θεῶν. τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ· — διʼ ὧν, ἤγουν τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας.
102g
* οἱ θεοί· — ἐποίησαν, αὐτὸν δηλονότι. Germ.
Ἁμαρτάνε ι ] ἀντὶ τοῦ ἁμαρτάνει καὶ πράττει κακῶς. ὅταν καὶ γὰρ ἁμαρτάνῃ τις, κυριεύεται ὑπʼ ἐκείνου τοῦ πάθους ἡ λογιστικὴ γνῶσις, καὶ ὡς ἄνους ἄτοπα καὶ μωρὰ πράττων ἁμαρτάνει. * πράττων τι κακόν.
104g
—ἀστοχεῖ, σφάλλει. M.
95-104
Ἔχει δὲ βίον τοῦτον τὸ ὑπὸ τῷ λίθῳ ἀπάλαμον, ἤγουν ἀμήχανον, πρὸς ὃν οὐκ ἔστι τι μηχανήσασθαι ἐμπεδόμοχθον, τουτέστιν ἰσχυρὰν κάκωσιν ἔχοντα, πόνον τέταρτον μετὰ τριῶν ἄλλων, ἤγουν τοῦ πεινῆν, τοῦ διψῆν, τοῦ ἑστάναι· διότι (98) κλέψας τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν τῶν θεῶν ἡλικιώταις αὐτοῦ καὶ συμπόταις ἔδωκε, διʼ ὧν ἀθάνατον αὐτοὶ τοῦτον ἐποίησαν. εἰ δʼ ἀνήρ τις (102) ἐλπίζει θεὸν λήσειν πράττων τι, ἀποτυγχάνει τοῦ πρέποντος λογισμοῦ. διὰ τοῦτο, λέγω τὸ μεταδοῦναι ἀνθρώποις τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος καὶ ἐξειπεῖν τὰ θεῖα μυστήρια. [5]
105g
— προῆκαν πάλιν ἀντὶ τοῦ ἐπανέστρεψαν· — ** κατήγαγον ἐκ τοῦ οὐρανοῦ. — * τὸν Πέλοπα. ** οἱ θεοί.
106g
— ** αὐτῷ. * εἰς.
107g
—τὸ ταχυθάνατον. ** πάλιν.
Germ. Εὐάνθεμο ν ] τὴν ἀνθηρὰν κατὰ τὴν διάπλασιν τοῦ σώματος ἢ πρὸς τὴν εὐθεσίαν. καὶ τὸ μελανθησόμενον (οὔπω γὰρ ἦν μέλαν) πρὸς τὴν συνθεσίαν τῶν μελῶν. ἀνθηράν· — εὐανθῆ, θαλεράν.
109g
—ἡλικίαν. Th.
110
Τὸ νὶν καὶ τὸ γένειον ὅλον καὶ μέρος. τὸ μὲν νὶν ὅλον, τὸ δὲ γένειον μέρος· ὥσπερ ἐστὶ καὶ τό· Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων (Il. Δ 350). — Tr. Ἔρεφον δὲ ἀντὶ τοῦ ἐστεφάνουν. ὥσπερ γὰρ ὁ στέφανος κύκλῳ τῆς κεφαλῆς ἐστιν, οὕτω καὶ αἱ τοῦ πώγωνος τρίχες κύκλῳ εἰσίν. ἤγουν ὅτε εἰς τοιαύτην ἡλικίαν ἦλθεν ὡς ἐξανθῆσαι γένειον. [5]
110g
—τρίχες. —αὐτόν. —πώγωνα. —ἐστεφάνουν. Germ.
Ἑτοῖμο ν ] παρὰ τῶν Μοιρῶν αὐτῷ, ἢ τὸν πᾶσι τοῖς θέλουσι προκείμενον. πρόχειρον· — ** τοιοῦτος γὰρ ἦν ὁ τῆς Ἱπποδαμείας γάμος ἐν κοινῷ προκείμενος ἤτοι προτεθειμένος τῷ βουλομένῳ.
111g
— * ἐμελέτησε. τοῦ Οἰνομάου τοῦ ἐν τῇ Πίσῃ κατοικοῦντος.
113g
ἀρίστην. Th.
Οἰνόμαος, ὁ πατὴρ Ἱπποδαμείας, ἐρῶν αὐτῆς διὰ τὴν τοῦ κάλλους ὑπερβολὴν καὶ οὐκ ἐθέλων ἐκδοῦναι ταύτην εἰς γυναῖκά τινι, προὐκαλεῖτο πάντας εἰς ἅμιλλαν δρόμου τοὺς θέλοντας αὐτὴν ἐγγυήσασθαι, θαῤῥῶν τῷ αὐτοῦ ἅρματι ταχυτάτῳ ὄντι καὶ μηδένα οἰόμενος ὑπερβαλέσθαι ἂν αὐτὸ δυνηθῆναι. οὕτω δὲ ἐποίει τὴν ἅμιλλαν. τῷ μὲν μνηστῆρι ἐδίδου τὴν Ἱπποδάμειαν ἐν τῷ αὐτοῦ ἅρματι φέρειν καὶ προηγεῖσθαι τοῦ δρόμου, αὐτὸς δὲ ὄπισθεν ἰὼν καὶ τῇ χειρὶ φέρων ἔγχος, ὁπότε ἔμελλε τὸν μνηστῆρα παρελθεῖν ἔβαλλέ τε τῷ ἔγχει καὶ ἀνῄρει. τρεῖς οὖν πρὸς τοῖς δέκα ὀλωλεκὼς ἡττήθη ὑπὸ Πέλοπος. ὁ γὰρ ἡνίοχος αὐτοῦ τοῦ Οἰνομάου Μυρτίλος ἐφθάρη χρήμασιν ὑπὸ Πέλοπος, ἵνα περὶ τὰς χοινικίδας τοῦ ἅρματος πανουργεύσῃ τι καὶ τὸν Οἰνόμαον ἐντεῦθεν ἡττηθῆναι παρασκευάσῃ· οὗ γενομένου Πέλοψ Ἱπποδάμειαν ἔσχε. τῶν δὲ ἀνῃρρημένων τὰ ὀνόματά εἰσι ταῦτα· Μέρμνης, Ἱππόθοος, Πέλοψ Ὀπούντιος, Ἀκαρνάν, Εὐρύμαχος, Εὐρύλοχος, Αὐτομέδων, Λάσιος, Χάλκων, Τρικόρωνος, Ἀλκάθους ὁ Παρθάωνος, Ἀριστόμαχος, Κρόκαλος· ὧν ταῖς κεφαλαῖς ἔμελλε ναὸν ἀνεγερεῖν τῷ Ἄρει. λαβεῖν. [15]
114g
—ἄγχι δʼ ἐλθών] ** οὕτω γράφε διὰ τὸ μέτρον. Th.
115
Τὸ πολιᾶς ἁλὸς ἢ ἀντὶ τοῦ γεραιᾶς νόει, διὰ τὸ εἶναι προγενέστερον τὸ ὕδωρ τῶν ἄλλων στοιχείων, ὡς ἔφαμεν· ἢ ἀντὶ τοῦ λευκῆς· λευκαίνεται γὰρ τῇ τῶν κυμάτων περιφορᾷ καὶ δινήσει. M. Ὄρφνη ἡ νὺξ βαρυτόνως· ὀρφνὴ δὲ νὺξ ἀντὶ τοῦ σκοτεινὴ ἐπιθετικῶς, ὀξύνεται. ** μόνος. [5]
115g
— ** ἐν νυκτί. M.
Βαρύκτυπο ς ] ὁ βαρεῖς κτύπους ἐργαζόμενος. βαρὺ ἐπὶ ὄγκου, ᾧ ἐναντίον τὸ κοῦφον· λέγεται τὸ βαρὺ καὶ ἐπὶ φωνῆς καὶ ἔχει ἐναντίον τὸ ὀξύ. ἐνταῦθα ἐπὶ φωνῆς λέγεται τὸ βαρὺ ἐν τῇ συνθήκῃ τοῦ βαρυκτύπου. κτύπος δέ ἐστιν ὁ συγκρούσεως ἦχος. ἐπεβοᾶτο. [5]
116g
—τὸν Ποσειδῶνα δηλονότι. —μεγαλόκτυπον. * τρίαιναν ἀπὸ τοῦ τρία καὶ τοῦ αἰνόν, τὸ χαλεπόν.
117g
— * μεγάλην τρίαιναν ἔχοντα Ποσειδῶνα· — ** τὸν μεγάλην τρίαιναν ἔχοντα Ποσειδῶνα· τρίαινα δὲ ἀπὸ τοῦ τρία καὶ τοῦ αἰνόν, τὸ χαλεπόν. — ** ὁ Ποσειδῶν. —τῷ Πέλοπι. Th.
Τὸ σχεδὸν ὥσπερ ἑρμηνεία ἐστὶ τοῦ πὰρ ποδ ί . τὸ γὰρ παρὰ ποδὶ στῆναι πλησίον ἐστὶ στῆναι. ** παρά.
118g
—πλησίον. — ** πλησίον ἐφάνη. ** τῷ γράφε διὰ τὸ μέτρον.
—τῷ Ποσειδῶνι. — * ὁ Πέλοψ. τῆς Ἀφροδίτης τῆς ἐμῆς.
120g
— ** κατά τι. * ὦ· — ** ὦ Πόσειδον.
121g
— ** σοὶ δηλονότι. * ὑπάρχει σοι· — ** ὑπάρχει.
122g
—ἄμβλυνον, ἐξασθένησον. ** τὸ σιδηροῦν.
125g
πορευθῆναι ποίησον. * πόλις Πελοποννήσου· — πόλιν Πελοποννήσου.
126g
—νίκῃ. — πλησίασον ἐμέ· — ἕνωσον ἐμέ, ἀπὸ κοινοῦ. ἤτοι τρεῖς πρὸς τοῖς δέκα.
Tr. Οἱ μνηστῆρας γράφοντες οὐκ ἴσασι τὰ περὶ μέτρων. χρὴ τοίνυν ἐρῶντας γράφειν, ἵνʼ οἰκεῖον ᾖ τὸ κῶλον τῷ τῆς στροφῆς. ἀπαξιοῖ καὶ ἀπολέγει.
105-129
M. Τοὔνεκα προῆκα ν ] διὰ τοῦτο ἐπανέστρεψαν τὸν υἱὸν αὐτοῦ οἱ θεοὶ ἐπὶ τὸ γένος αὖθις τῶν ἀνθρώπων, τὸ ἐπʼ ὀλίγον ἐν τῇ ζωῇ διαρκοῦν. ὅτε δὲ (109) πρὸς θαλερὰν ἀναδρομὴν σώματος τριχώσεις αὐτὸν σκέπουσαι ἐποίουν αὐτῷ δηλονότι μέλαν γένειον, γάμον ἀναπολήσας κατὰ νοῦν ἐζήτησε προτεθειμένον, τῷ βουλομένῳ λέγω, σχεθέμεν, ἤγουν σχεῖν, λαβεῖν, τὴν ἀγαθὸν κλέος ἔχουσαν Ἱπποδάμειαν, παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Οἰνομάου, τοῦ βασιλεύοντος ἐν τῇ Πίσῃ. πλησίον δʼ ἐλθὼν (114) τῆς λευκῆς θαλάσσης μόνος ἐν νυκτὶ ἐκάλει τὸν Ποσειδῶνα τὸν βαρύκτυπον, τὸν τῇ καλῇ τριαίνῃ χρώμενον. ὁ δὲ εὐθέως (117) παρὰ τοῖς ποσὶν αὐτοῦ ἐφάνη. τούτῳ μὲν εἶπεν ὁ Πέλοψ (119)· ἄγε, ὦ Πόσειδον, ἐὰν κατά τι εἰς χάριν σοι ὦσιν, ἤγουν κεχαρισμένα, ἀρεστὰ ὦσι τὰ προσφιλῆ δῶρα τῆς Ἀφροδίτης· τοῦτο δὲ ἴσως ὡς ἐρώμενος αὐτοῦ λέγει· κατάσχες (122), ἀνενέργητον ποίησον τὸ ἔγχος τὸ Οἰνομάου τὸ σιδηροῦν, ᾧ τοὺς μνηστῆρας συμποδίζων ἀναιρεῖ· ἐμὲ δὲ (124) ἐπὶ ταχυτάτου ἅρματος παράπεμψον εἰς τὴν Ἦλιν· τῇ νίκῃ δὲ ἕνωσον, τουτέστι μετʼ ἐμοῦ δὲ τὴν νίκην ποίησον· ἐπεὶ (127) τρεῖς καὶ δέκα ἄνδρας ἀποκτείνας ὁ Οἰνόμαος ἐρῶντας εἰς τὸ ἐπιὸν παραπέμπει τὸν τῆς θυγατρὸς αὐτοῦ γάμον. οἷος οὗτος. [20]
130g
δειλόν. * ἀνθρώποις.
131g
—ἀπαραίτητον ὑπάρχει. M.
Τί κέ τι ς ] τὸ τὶς ἀορίστως λεγόμενον πληθυντικοῦ δύναμιν ἔχει. διὸ πρὸς πληθυντικὸν ἀποδίδοται νῦν. * δέ] γρ.
132g
κεν. —διατί ἄν. — * ποταπόν; ἀκλεές· —ἤγουν ἐντὸς οἴκου· — ** ἐν ἀκινησίᾳ. δαμάζοι· τὰ γὰρ ἑψόμενα κρέα οἱονεὶ τῷ πυρὶ δαμάζεται· — ἤτοι ἑαυτῷ ἐφέλκοι ματαίως.
134g
* ἀμέτοχος. —τῷ Πέλοπι. —ὁ πρὸς Οἰνόμαον. ** ἄεθλος] ἀγών· — ** συνίζησις.
135g
—ὑποτεθήσεται καὶ ἀγωνισθήσεται. —σὺ Δωρικῶς. M.
Πρᾶξιν φίλα ν ] ἀντὶ τοῦ ἀπόβασιν πράξεως προσφιλῆ. πρᾶξις γὰρ ἡ ἐνέργεια καὶ τὸ ἀποτελούμενον ἀπὸ τῆς ἐνεργείας. M.
129-136
Ὁ μέγας δὲ κίνδυνο ς ] ἀντὶ τοῦ τὸ πρᾶγμα, ἐφʼ ᾧ μέγας ἐστὶ κίνδυνος, οὐ δέχεται ἄνδρα οὐ γενναῖον τὴν ψυχήν, τουτέστι δειλόν. ἐκείνοις δέ, (131) οἷς ἐστιν ἀνάγκη ἀποθανεῖν ὁπωσδήποτε, διατί ἄν τις ἐν ἀφανείᾳ καθήμενος ἀκλεὲς γῆρας ματαίως ἕψοι, τουτέστι τῷ χρόνῳ πεπαίνων ἑαυτῷ ἐφέλκοιτο, πάντων τῶν καλῶν ἀμέτοχος ὤν; ἀλλʼ ἐμοὶ μὲν (134) οὗτος ὁ ἀγὼν ὑποκείμενος ἔσται εἰς τὸ ἀγωνίσασθαί με αὐτόν· σὺ δʼ ἀπόβασιν πράξεως δίδου προσφιλῆ. λέγω δὴ τὸ αὐτὸν νικῆσαι, ὃ πάντων ἐμοὶ φίλτατον. [5]
Germ. Ἄκραντον γίνεται ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ κραίνω τὸ τελειῶ· τὸ δὲ κραίνω ἀπὸ τοῦ κάρα, ἡ κεφαλή· διότι παντὸς πράγματος τὸ τέλος λέγεται κορυφή. Th. Δέον ἀκράντων ἐπῶν εἰπεῖν, ὁ δὲ πλαγιάσας ἀκράντοις ἔπεσιν εἶπε πρὸς τὸ ἐπί. οὕτως. [5]
137g
— * εἶπεν ὁ Πέλοψ. ἀνηνύτοις· — ἀδυνάτοις.
138g
— οὖν. — λόγοις. Germ.
Ἀγάλλων αὔξων. εὐφυῶς πάνυ καὶ ἁρμονίως συντέθειται τοῦτο τῷ ποιητῇ. ὃν γὰρ τρόπον ὁ λυπούμενος μειοῦται καὶ καταβάλλεται, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ χαιρόμενος αὔξει καὶ οἱονεὶ θάλλει. διὸ καὶ σοφός τις ἔλεγε· ψυχῆς γὰρ ἀγαλλομένης θάλλει πρόσωπον. τὸν Πέλοπα. [5]
139g
—κοσμῶν καὶ σεμνύνων. —ὁ Ποσειδῶν. * ἰστέον, ὅτι τὸ μὲν ἅρμα Πέλοψ πρῶτος ἔδειξεν ἐκ Ποσειδῶνος λαβών· τὸν δὲ κέλητα Βελλεροφόντης διὰ τὴν πρὸς τὸν Πήγασον ἀνάβασιν.
Germ. Πτεροῖσι ν ] ὥσπερ ἡ θάλασσα τὴν ναῦν ὑπόπτερον κέκτηται (πτερὰ δὲ λέγω τὰ ταύτης ἄρμενα ἢ τὰς κώπας), οὕτω καὶ ὁ ἵππος πτερὰ κέκτηται τὴν ταχύτητα τῶν ποδῶν· ἀρετὴ γὰρ ἵππου τὸ τρέχειν. μηδέποτε πρὸς τὸν δρόμον ὀκλάζοντας.
Th. Τὸ ἕλεν εἰ καὶ πρὸς τὸ παρθένον κατὰ κοινοῦ εἴποις, ἀλλʼ ἐνταῦθα μὲν ἀντὶ τοῦ ἔλαβεν ἐρεῖς, πρὸς δὲ τὸ βίαν ἀντὶ τοῦ ἐκράτησε καὶ ἐνίκησεν. ἐκράτησε.
142g
— * ἰσχύν· ἤγουν τὸν Οἰνόμαον. Ἱπποδάμειαν.
— εἶχεν ἀπὸ κοινοῦ, ἔλαβεν. —ποταπήν; — ** σύνοικον. * ἥτις.
144g
—ἡγεμόνας λαῶν· Ἀτρέα, Θυέστην, Πυτθέα, Ἀλκάθουν, Πλεισθένην, Χρύσιππον. Germ.
145
Τὸ ἀρεταῖσι μεμαότας ἀντὶ τοῦ ἐπιθυμοῦντας τῆς ἀρετῆς καὶ ταύτης ἀντεχομένους· ἢ προθυμουμένους· ἢ ἐφαπτομένους καὶ χαιρομένους. ταῖς ἀνδρὶ προσηκούσαις.
145g
— * προθυμουμένους· — ** ἤγουν φροντίδα ποιουμένους τῶν ἀρετῶν. Th.
Κατʼ ἐνιαυτὸν πάντες οἱ ἐν τῇ Πελοποννήσῳ ἔφηβοι ἐν τῷ τοῦ Πέλοπος τάφῳ ταῖς μάστιξι ξαινόμενοι ὥσπερ τινὰ σπονδὴν τὸ αὑτῶν αἷμα τούτῳ παρεῖχον. τοῦτο δὲ ἐποίουν δεικνύντες τὴν τοῦ ἥρωος δύναμιν καὶ νομίζοντες μηδὲν ἄλλο πρὸς αὐτὸν εἶναι δίκαιον ἢ τοῦτο τελεῖσθαι. Tr. Βοιωτικὴ φωνὴ τὸ αἱμακουρίαις· οὗτοι γὰρ αἱμακουρίας τὰ τῶν νεκρῶν ἐναγίσματα λέγουσιν. θυσίαις ἐξ αἵματος κούρων. [5]
147g
εἰς κόσμον αὐτοῦ γιγνομέναις. —ἤτοι σύνεστιν. ἤτοι ἐν τῇ Πελοποννήσῳ· ἀπὸ μέρους τὸ πᾶν.
148g
—πεσών, ἤτοι θανών. Th.
Τινές φασι μὴ μνῆμα, ἀλλʼ ἱερὸν εἶναι Πέλοπος καὶ πρὸ τοῦ Διὸς ἐν αὐτῷ τοὺς ἀγωνιζομένους θύειν τοῦ Ἡρακλέους πρῶτον κατὰ τιμὴν τοῦτο πεποιηκότος. ἀμφίπολον δὲ λέγει ἢ τὸν περιπολούμενον διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει· ἐνταῦθα γὰρ οἱ οἰκισταὶ ἐθάπτοντο· ἢ τὸν περιπολούμενον ὑπὸ τῶν ἀγωνιστῶν· φασὶ γάρ, ὡς ἐν μέσῳ τῷ σταδίῳ ἦν. ** τάφον. [5]
149g
—περιπολούμενον. ἔνθα πολλοὶ ξένοι συνάγονται.
151g
τῷ ἐν Ὀλυμπίᾳ τοῦ Διός. — ἡ δόξα. Germ.
Τὸ τηλόθεν χρονικῶς ἀκουστέον καὶ οὐ τοπικῶς. τὸ δὲ δέδορκεν ἐνέργειαν ἀντʼ ἐνεργείας λαμβάνει, ἀντὶ τοῦ πίπτει. Ὀλυμπιάδων δέ, ἤγουν τῶν Ὀλυμπιακῶν ἀγώνων· ἀπὸ γὰρ τῶν ἀγωνισμάτων καὶ ἀπὸ τῆς νίκης πρῶτος ὁ Πέλοψ ἐνίκησεν Ὀλύμπια. ἄνωθεν καὶ ἐξ ἀρχῆς. [5]
152g
—βλέπει, ἤγουν ἐκλάμπει. ἤτοι τοῦ Ὀλυμπιακοῦ ἀγῶνος· ἐνταῦθα γὰρ ἡμιλλήσατο Πέλοψ πρὸς Οἰνόμαον.
154g
ὅπου. * ἁμιλλᾶται.
156g
ἀκρότητες, μεγέθη. — ** δυνάμεως. * ἐκεῖσε· — ** ἐκεῖ.
157g
— * ἐπίλοιπον. —αὐτοῦ. γλυκεῖαν.
— * ἡσυχίαν, τουτέστι βέλτιστος παρὰ πάντων νομίζεται. εὐδίαν δὲ εἶπεν ἐκ μεταφορᾶς τῶν ἐν θαλάσσῃ χειμαζομένων καὶ πεπαυμένων τοῦ κλύδωνος· — ** ἡσυχίαν. Th.
Τὸ δ ’ ἀεὶ τοῦτο λέγει, ὅτι εἴ τις τὸν τῆς ζωῆς αὑτοῦ χρόνον καθʼ ἑκάστην ἡμέραν παρὰ πάντων τιμᾶται, οὐκ ἔστι τούτου μεῖζον οὐδέν. ὧν ἠγωνίσατο ἀγώνων.
160g
παρʼ ἡμέραν ἑκάστην, ἤτοι διηνεκές. ἐξοχώτατον καὶ εὐδαιμονίας ἀκρότατον.
Th. Ἐμὲ δὲ χρὴ καὶ πρέπει Αἰοληΐδι μολπᾷ καὶ ὕμνῳ στεφανῶσαι ἐκεῖνον τὸν ἐξ Ὀλυμπίας ἐν νόμῳ ἱππείῳ, τουτέστι διότι ἵππῳ ἐνίκησε κατὰ νόμους. νενομισμένον γάρ ἐστι μὴ μόνον τοῖς οἰκείοις ποσὶν ἀγωνίζεσθαι πεζῇ, ἀλλὰ καὶ ἱππικῶς· λέγω δὴ ἐν κέλητι καὶ δίφρῳ καὶ τετρώρῳ. λέγει δὲ διὰ τὸν Ἱέρωνα. τὸ δὲ Αἰοληΐδι ἢ ἀντὶ τοῦ ποικίλῃ· ποικίλοι γὰρ οἱ ἐκ λύρας ὕμνοι· ἢ Θηβαίᾳ· οἱ γὰρ Αἰολεῖς ᾤκησάν ποτε Θήβας· ἢ διότι καὶ ὁ Πίνδαρος ἐξ Αἰολέων κατήγετο, ὥς φασί τινες. τὸν ἐν τῇ Ὀλυμπίᾳ νικῶντα. [5]
164g
ποικίλῃ ἢ Θηβαϊκῇ. Germ.
165
Τοῦ Γερμανο ῦ . Πέποιθα δὲ μή τινα ποιητὴν ἀπὸ τῶν νῦν ποιητῶν ὑπάρχειν ἀμφότερα ἴδριν τε τῶν καλῶν ἅμα καὶ τὴν δύναμιν κυριώτερον ὡς ἐμέ. ἔξωθεν δὲ προσληπτέον τὸ λοιπὸν πρέπει δαιδαλωσέμεν καὶ ὑμνεῖν τὸν ξένον καὶ φίλον, τὸν Ἱέρωνα δηλονότι. ἐλπίζω, θαῤῥῶ. [5]
167g
ἀγαθῶν. —ἐπιστήμονα. ἀνθρώπων.
169g
—ἐνδόξοις. —κοσμῆσαι, ὑμνῆσαι. ** ἐπαίνων.
170g
—μεθόδοις. ὁ Ἑρμῆς ἢ ὁ ἀγαπῶν σε δαίμων.
171g
—ἐπιτηρητὴς τῆς ἐμῆς τέχνης ἢ σοῦ. * νόει δὲ καὶ τὸ ἐπίτροπος καθολικόν· ὁ θεὸς ὁ ἐπίτροπος πάντων. ** ταῖς σαῖς.
173g
τὸ ὑπὲρ ἐμοῦ ἢ σοῦ βουλεύεσθαι. ** φροντίσιν.
174g
— ἐμὸς ὁ βίος δηλονότι. εἰς τὸ ἑξῆς.
175g
—τῆς νῦν. — ** ἄν. ἐν ᾧ τότε νικήσεις.
176g
—κοσμήσειν σε. * βοηθὸν τῇ σῇ νίκῃ.
178g
μεταχείρησιν. —φανερὸν διὰ τὸ ὑψηλὸν τοῦ τόπου. Th.
165-179
Τοῦτο καὶ ἐπὶ τοῦ Πινδάρου ὑπὲρ ἑαυτοῦ λέγοντος νοοῦσι, καὶ ἐπὶ τοῦ Ἱέρωνος. καὶ ἐπὶ μὲν τοῦ Ἱέρωνος οὕτω· πέποιθα δὲ καὶ θαῤῥῶ μή τινα ἄλλον ξένον καὶ φίλον ἐμὸν δαιδαλωσέμεν καὶ κοσμῆσαι ἐμὲ ἐν κλυταῖς καὶ ἐνδόξοις πτυχαῖς καὶ περιβολαῖς ἐπαίνων, ἴδριν τε καὶ ἐπιστήμονα καλῶν καὶ ἀγαθῶν ἅμα καὶ ὁμοῦ καὶ κυριώτερον καὶ κρείττονα τῶν νῦν ἀνθρώπων κατὰ δύναμιν σώματός τε καὶ πλούτου, ἀμφότερα· τουτέστιν ἐλπίζω, ὡς οὐδένα ἄλλον ὕμνησα ἐμπειρίαν τε ἀγαθῶν ἔχοντα καὶ κρείττονα τῶν νῦν ἀνθρώπων κατὰ δύναμιν. ἐπὶ δὲ τοῦ Πινδάρου οὕτω· πέποιθα δὲ μή τινα ξένον δαιδαλωσέμεν καὶ κοσμεῖν ἐν κλυταῖς πτυχαῖς ἐπαίνων, ἴδριν τε καὶ ἐπιστήμονα καλῶν, ἅμα καὶ κυριώτερον καὶ κρείττονα τῶν νῦν ἀνθρώπων κατὰ τὴν τοῦ λόγου δύναμιν, ἀμφότερα· τουτέστιν ἐλπίζω ὡς οὐδεὶς τῶν ἀνθρώπων ἐπίσταται οὕτως ἐγκωμιάζειν τοὺς φίλους ὥσπερ ἐγὼ καλλίστους ἐγκωμίων τύπους εἰδὼς καὶ κατὰ τὴν τοῦ λόγου δύναμιν πάντας ὑπερέχων. ἔστι δὲ τὸ καλῶν ἴδριν καὶ τὸ δύναμιν κυριώτερον ἰσοδυναμοῦντα πρὸς τὸ ἀμφότερ α . διὸ καὶ μετʼ ἐκεῖνα τοῦτο λέγω κατὰ τὴν σύνταξιν, εἰ καὶ προηγεῖται κατὰ τὴν φράσιν. ἀγνοοῦντες δὲ πάντες ὄντα ἔξωθεν λαμβάνουσιν. ἔστι δὲ καὶ τὸ θεός πρὸς ἀμφότερον νοούμενον, ὥσπερ καὶ τὸ λίποι · ὁ θεός, ἤτοι ὁ Ἑρμῆς, ἐὼν καὶ ὑπάρχων ἐπίτροπος τῆς ἐμῆς τέχνης, μήδεται καὶ βουλεύεται τὰ ὑπὲρ ἐμοῦ, ἐν τεαῖς καὶ ἰδίαις μερίμναις, ἔχων τοῦτο τὸ βουλεύεσθαι κῆδος καὶ φροντίδα. καὶ πάλιν· ὁ ἐὼν καὶ ὁ ὑπάρχων ἐπίτροπος σὸς θεὸς ἐν τεαῖς καὶ ἰδίαις μερίμναις μήδεται καὶ βουλεύεται τὰ ὑπὲρ σοῦ. εἰ δὲ μὴ ταχὺ καὶ ταχέως λίποι, ἐμὲ μὲν ὁ Ἑρμῆς, σὲ δὲ ὁ σὸς φροντιστὴς θεός, ἤγουν εἰ μὴ ταχέως τοῦ βίου ἀπέλθωμεν, ἔλπομαι καὶ ἐλπίζω ἔτι καὶ εἰς τὸ ἑξῆς, ἐλθὼν παρὰ τὸν εὐδείελον καὶ φανερὸν Κρόνιον λόφον, ἤτοι παρὰ τὴν Ὀλυμπίαν, κλεΐξειν καὶ ὑμνήσειν σε σὺν ἅρματι θοῷ, εὑρὼν ὁδὸν καὶ μεταχείρησιν λόγων γλυκυτέραν τῆς νῦν ἐπίκουρον καὶ βοηθόν. οὐ γὰρ ἐάσει τὴν σὴν νίκην ὑπὸ λήθης ἀφανισθῆναι. κρεῖττον δέ ἐστιν ὑπὲρ τοῦ Ἱέρωνος μόνου ταῦτα λέγεσθαι. λόφον ἔξωθεν. [30]
179g
—οὖν. —ἰσχυρώτατον· ἤγουν πολλὰ δύναται ἐν ἐμοὶ ἡ Μοῦσα. Germ.
180
Ἐγὼ μὲν τιμῶμαι ἐν τῷδε τῷ τόπῳ καὶ τῇδε τῇ χώρᾳ, ἄλλοι ποιηταὶ δὲ ἐν ἄλλοις· ὁ δὲ βασιλεὺς ἐν παντὶ τόπῳ τιμᾶται. τὸ δὲ βέλος ἀλκᾷ τρέφει ἀντὶ τοῦ τὴν ἀλκὴν τρέφει καὶ αὔξει. Germ. Ἄλλοι δ ’ ἄλλοισι μεγάλο ι ] ἐν ἄλλοις δὲ τόποις καὶ χώραις ἄλλοι ποιηταὶ τυγχάνουσι μεγάλοι καὶ ἔνδοξοι. ** ἀντὶ τοῦ λόγον. [5]
180g
—δυνάμει. —αὔξει· — ** φυλάττει. —πράγμασι. Tr.
Τὸ δ ’ ἔσχατο ν ] τὸ ἐξοχώτατον, ἤγουν τὸ τῆς δυνάμεως καὶ εὐδαιμονίας ἀκρότατον οἱ βασιλεῖς ἔχουσιν. ** ὡς ἐγώ, εἰς λόγον δηλονότι· τοῦτο γὰρ νοεῖται.
181g
— ἤτοι τὸ μέγιστον τῶν ἄλλων. Germ.
Πόρσιο ν ] μακρότερον καὶ μεῖζον καὶ ὑψηλότερον τῆς βασιλείας. ** μηδαμῶς.
183g
σκόπει. —προσωτέρω, ἤγουν μὴ ζήτει δύναμιν μείζονα· — ** ἤγουν περαιτέρω, τὴν βασιλείαν ἔχων. Germ.
Ἐπίλογος, εὐχὴ δευτέρα. § εἴη σέ τε τοῦτον τὸν χρόνον. οὐχὶ τὸν ἐνεστῶτα δηλοῖ, ἀλλʼ ὅλον τὸν χρόνον τῆς ζωῆς τοῦ Ἱέρωνος. ** εἴθε.
184g
—τὸν τῆς σῆς ζωῆς. ** ἐπὶ μετεώρου σχήματος.
185g
—βαίνειν. τοσοῦτον.
Th. Τὸ σοφίᾳ προφαντὸν οὐχ ὁμολογουμένως λέγει, ἀλλʼ εὔχεται τοῦτο δοκεῖν, καὶ ἔχει τὴν δύναμιν πρὸς τὸ τοσάδ ε . δέον γὰρ οὕτως εἰπεῖν· ἐμὲ δὲ εἴη τοσοῦτον ὁμιλεῖν τοῖς νικηφόροις, τουτέστι τοιούτους τοὺς ὑπὲρ αὐτῶν ὕμνους ποιεῖν, ὡς εἶναι προφαντὸν καὶ ὑπέρτατον πανταχοῦ εἰς τοὺς Ἕλληνας ἐν τῇ σοφίᾳ· δέον οὕτως εἰπεῖν πρὸς μετοχὴν τὸν λόγον ἔτρεψε καὶ ἀντὶ τοῦ εἰπεῖν εἶναι, ὄντα εἶπεν. συνεῖναι διʼ ἐγκωμίων. [5]
187g
— * φανερώτατον καὶ ὑπέρτατον. ** ὄντα.
188g
—πανταχοῦ. M.
137-188
Ὣς ἔννεπεν ἀντὶ τοῦ εἶπεν οὐδὲ λόγων ἐφήψατο ἀδυνάτων τελεσθῆναι. τὸν μὲν (139) τιμῶν ὁ θεὸς ἔδωκεν ἅρμα χρυσοῦν καὶ ἵππους ὑποπτέρους ἀντὶ τοῦ ταχυτάτους· οὐ γὰρ πτερωτοὶ ἦσαν· ἀκαμάτους ἤγουν οὐ κοπιῶντας. ἕλεν δέ (142), ἀντὶ τοῦ καθεῖλε τὴν ἰσχὺν τοῦ Οἰνομάου, περιφραστικῶς ἀντὶ τοῦ τὸν Οἰνόμαον. ἕλεν, ἤγουν ἔλαβε καὶ τὴν παρθένον τὴν Ἱπποδάμειαν σύνευνον. ἔτεκε δέ (144), ἀντὶ τοῦ ἐγέννησεν υἱοὺς ἕξ, λαῶν ἡγεμόνας, ἀνδραγαθίαις ἐν φροντίδι ὄντας· ἀντιστρόφως ἀντὶ τοῦ οἷς ἀνδραγαθίαι ἦσαν ἐν φροντίδι. νῦν δὲ (146) ἥνωται ἐν περιφανέσιν αἱμακουρίαις, ἤγουν χοαῖς διʼ αἱμάτων, ἃς συνήθως ἐτέλουν τοῖς ἀποθανοῦσι, πεσών (148), τουτέστι ταφεὶς παρὰ τῷ ῥεύματι τοῦ Ἀλφειοῦ, τύμβον ἔχων περιπολεῖσθαι δυνάμενον διὰ τὸ μὴ πλησιάζειν τινί, παρὰ βωμῷ, ἔνθα πλεῖστοι ξένοι ἀθροιζόμενοι ἠγωνίζοντο. τὸ δὲ κλέος (151) τῶν Ὀλυμπιάδων δέδορκεν ἀντὶ τοῦ βλέπεται, περιφανές ἐστιν ἐκ μακροῦ, ἐν τοῖς δρόμοις, οὓς ἔδραμεν ὁ Πέλοψ ἐρίζων τῷ Οἰνομάῳ, ὅπου (154) ταχυτὴς ποδῶν ἁμιλλᾶται καὶ ἀκμαὶ ἰσχύος γενναῖα καὶ ἀνδρικὰ ἐργαζόμεναι. τοῦτο γὰρ τὸ θρασύπονο ι . ὁ δὲ νικῶν (157), ἐν τούτῳ δηλονότι τῷ ἀγῶνι, περὶ τὸν ἐπίλοιπον αὐτοῦ βίον ἔχει εὐδίαν, ἤγουν ἠρεμίαν γλυκεῖαν ἕνεκα βραβείων τούτου τοῦ ἀγῶνος, τουτέστιν ἡσυχάζει μετὰ γλυκύτητος, οὐ ζητῶν βραβεῖα ἑτέρου ἀγῶνος, ἅτε δὴ τῶν μεγίστων τετυχηκώς. ἀεὶ δὲ τὸ ἀγαθὸν (159) τὸ κατὰ τὴν παρεστῶσαν ἡμέραν, ἤγουν τὸ ἐνεστώς, κράτιστον ἔρχεται, ἀντὶ τοῦ δοκεῖ, παντὶ ἀνθρώπῳ. ἐμὲ δὲ (162) χρὴ ἐγκωμιάσαι ἐκεῖνον ὃν ὑπεθέμην δηλονότι, τουτέστι τὸν Ἱέρωνα, κατὰ τὸν νόμον τὸν ἁρμόζοντα τοῖς ἱππικοῖς διὰ μολπῆς, ἤγουν ᾠδῆς, Αἰολίδος, ἤγουν Θηβαϊκῆς ἢ Πινδαρικῆς. πέποιθα δὲ (165) μηδένα ἄλλον φίλον ἀπὸ τῶν νῦν κατὰ τὰ ἀμφότερα καὶ καλῶν ἔμπειρον καὶ κατὰ ἰσχὺν ἐπικρατέστερον, κοσμήσειν στροφαῖς ὕμνων κλυταῖς, τουτέστι μετεώρῳ φωνῇ ᾀδομέναις καὶ ἐξακουομέναις. ὁ θεός (171), ὦ Ἱέρων, ἐπίτροπος ὤν, ἤγουν τὴν φροντίδα ἀναδεδεγμένος τῶν σῶν μεριμνῶν, τουτέστι τῶν περὶ σοῦ, ἃς ἐγὼ δηλονότι φροντίζω περὶ σοῦ βουλεύεται ἔχων ταύτην τὴν φροντίδα. εἰ δὲ μὴ ταχέως λίποι (174), ἔτι ἂν ἐλπίζω δοξάσειν σε σὺν ἅρματι ταχεῖ, διʼ οὗ σὺ δηλονότι νικήσεις, ἀπελθὼν διὰ τῶν ἐγκωμίων παρὰ τὸν Κρόνιον λόφον τὸν εὐδείελον, ἤγουν τὸν μετέωρον καὶ καλῶς ἔχοντα τοῦ ἡλίου κατὰ τὰ πρὸς ἑσπέραν καὶ τὰ περὶ δείλην ἑώαν, εὑρὼν βοηθὸν ὁδὸν λόγων γλυκυτέραν. ἐμοὶ (179) μὲν οὖν ἡ Μοῦσα βέλος, ἀντὶ τοῦ λόγον, τρέφει, τουτέστι περιέπει, φυλάττει, κρατερώτατον κατὰ τὴν ἰσχύν· ἐπʼ ἄλλοις δὲ πράγμασίν εἰσιν ἄλλοι μεγάλοι· τὸ δὲ μέγιστον τῶν ἄλλων μέγεθος ἐπὶ τοῖς βασιλεῦσίν ἐστιν ηὐξημένον τὴν ἔξοχον αὐτοῦ αὔξησιν. μὴ ἀπόβλεπε (183) πόρσιον, ἤγουν περαιτέρω, τὴν βασιλείαν δηλονότι ἔχων. εἴθε εἴη σέ τε ταύτην τὴν ἐνισταμένην ζωὴν διέρχεσθαι ὑψοῦ, τουτέστιν ἐπὶ μετεώρου σχήματος καὶ κράτος ἁπάντων ἔχοντος, καὶ ἐμὲ τοσσάδε, ἀντὶ τοῦ τοιάδε, ὁμιλεῖν τοῖς νικηφόροις, προφανῆ ὄντα κατὰ σοφίαν πανταχοῦ κατὰ τοὺς Ἕλληνας. Ἐπίνικοι Ὀλυμπιονίκαις. [45]
P.t
Ἐπίνικοι Πυθιονίκαις. Ἱέρωνι Αἰτναίῳ ἅρματι. Ὠιδὴ αʹ. [Δημητρίου Τρικλινίου] περὶ τῶν κώλων τῶν στροφῶν καὶ ἀντιστροφῶν τοῦ αʹ εἴδους τῶν Πυθίων. Παλαιόν. Τοῦ αʹ εἴδους τῶν Πυθίων αἱ στροφαὶ καὶ ἀντιστροφαὶ κώλων ἑκάστη ιβʹ. [5]
P.prae.1
Τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ βʹ δακτυλικὸν πενθημιμερές. Τὸ γʹ ὀκτωσύλλαβον Σαπφικόν, δίμετρον ἀκατάληκτον ἐκ τροχαϊκῆς συζυγίας καὶ χοριάμβου· καὶ ἔστιν ἐπιχοριαμβικόν. Τὸ δʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ, τρίμετρον ὑπερκατάληκτον· σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυγίας, χοριάμβου, Ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ συλλαβῆς. Τὸ εʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον· ἔχει δʼ ἐπιτρίτους δʹ ἀντὶ ἀντισπάστων. Τὸ ϛʹ σύνθετον ἔκ τε τοῦ λεγομένου προσοδιακοῦ καὶ ἰαμβικῆς συζυγίας. ἔστι δὲ τὸ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ Ἰωνικοῦ καὶ χοριάμβου. Τὸ ζʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ ἑνδεκασύλλαβον, ἤτοι τρίμετρον καταληκτικόν. σύγκειται δὲ ἐκ τροχαϊκῆς συζυγίας, χοριάμβου καὶ Ἰωνικῆς καταληκτικῆς, ἤτοι ἀναπαίστου. Τὸ ηʹ τροχαϊκὸν τρίμετρον καταληκτικόν. Τὸ θʹ δακτυλικὸν πενθημιμερὲς ὅμοιον τῷ βʹ. Τὸ ιʹ ὅμοιον τῷ ζʹ. Τὸ ιαʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ Ἰωνικοῦ καὶ χοριάμβου. Τὸ ιβʹ τροχαϊκὴ συζυγία, ἤτοι μονόμετρον. Ἑξῆς παράγραφος ἐφʼ ἑκάστῃ στροφῇ καὶ ἀντιστροφῇ. Περὶ τῶν κώλων τῶν ἐπῳδῶν. Αἱ ἐπῳδοὶ κώλων ἑκάστη ιεʹ. τὸ αʹ δακτυλικὸν τρίμετρον, καὶ εἰ μέν ἐστιν ἡ τελευταία βραχεῖα, ἐστὶ καταληκτικὸν εἰς δισύλλαβον, εἰ δὲ μακρά, ἀκατάληκτον. Τὸ βʹ τροχαϊκὸν δίμετρον καταληκτικὸν Εὐριπίδειον ἢ ληκύθιον. Τὸ γʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον. ἐμοὶ δὲ δοκεῖ ὅμοιον εἶναι τῷ αʹ. Τὸ δʹ Πινδαρικὸν ἐκ Σαπφικοῦ ὅμοιον τῷ ζʹ καὶ ιʹ τῆς στροφῆς. Τὸ εʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. Τὸ ϛʹ Ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπʼ ἐλάττονος ἐκ τροχαϊκῆς συζυγίας καὶ Ἰωνικοῦ καταληκτικοῦ. ἐμοὶ δὲ παιωνικὸν δοκεῖ Κρητικὸν δίμετρον ἀκατάληκτον ἐκ Κρητικοῦ καὶ παίωνος δʹ. Τὸ ζʹ ὅμοιον τῷ ϛʹ τῆς στροφῆς. Τὸ ηʹ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ χοριάμβου καὶ Ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. οἱ δὲ λέγοντες αὐτὸ ἀκατάληκτον οὐ καλῶς, οἶμαι, λέγουσι. Τὸ θʹ Ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές. Τὸ ιʹ προσοδιακὸν τρίμετρον ἀκατάληκτον ἢ Πινδαρικὸν ἐκ Σαπφικοῦ, ἐκ τροχαϊκῆς συζυγίας, χοριάμβου καὶ Ἰωνικοῦ ἀπʼ ἐλάττονος. Τὸ ιαʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον τοῦ αʹ ποδὸς χορείου. Τὸ ιβʹ ὅμοιον. Τὸ ιγʹ ὅμοιον τῷ βʹ τῆς στροφῆς. Τὸ ιδʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐξ Ἰωνικοῦ καὶ χοριάμβου. Τὸ ιεʹ ὅμοιον τῷ ιαʹ. Ἑξῆς κορωνίς, εἶτα παράγραφος ἐν πάσαις ταῖς ἐπῳδοῖς· ἐν δὲ τῷ τέλει τοῦ ᾄσματος ἀστερίσκος. ἔστι δὲ τὸ ᾆσμα εʹ στροφῶν. Th. Κυραῖοι, ἔθνος περὶ τὸν Παρνασὸν τοὺς εἰς τὴν Πυθίαν ἰόντας λοχῶντες ἀνῄρουν. Εὐρύλοχος οὖν ὁ Θεσσαλὸς Ἀμφικτίωνας συμπαραλαβὼν ἐπιθέμενος αὐτοῖς, κατεστρέψατο. ἀνθʼ ὧν ἀμοιβὴν τῆς νίκης καθίστησι πανήγυριν τῷ Ἀπόλλωνι, τὰ λεγόμενα Πύθια, τελουμένην κατὰ χρόνους εʹ, ὡς καὶ ἡ τῶν Ὀλυμπίων. Πυθὼν δὲ ἐκαλεῖτο διὰ τὸ σεσῆφθαι ἐκεῖ τὸν ὑπʼ Ἀπόλλωνος ἀνῃρημένον δράκοντα· πύθω γὰρ τὸ σήπω. ἢ διότι οἱ δεόμενοι περί τινων μαθεῖν, ἐκεῖσε ἀφικνούμενοι ἐμάνθανον. [45]
P.prae.1.(50)
ποιεῖται δὲ τὸν λόγον πρὸς τὴν τοῦ Ἀπόλλωνος κιθάραν, ὅτι τε αὐτὸς ἐν μουσικῇ ᾖδε τὰ ποιήματα, καὶ ὅτι ἡ ἑορτὴ ἡ παροῦσα, καθʼ ἣν ποιεῖται τοὺς ὕμνους, τοῦ Ἀπόλλωνος ἦν. εἰ καί τινές φασι διὰ τοῦτο πρὸς τὴν φόρμιγγα πεποιῆσθαι τὸν λόγον, διότι Ἱέρων αὐτῷ χρυσῆν κιθάραν ὑπέσχετο, ἵνα αὐτὸν ἀναμνήσῃ. Germ. [55]
P.1
Ἐπιδεξίως πως ἐν ὑπομνήσει ἄγει αὐτὸν τῆς χρυσέας φόρμιγγος τῆς ὑποσχεθείσης. οὐχ ἁπλῶς δὲ εἶπε χρυσέα φόρμιγ ξ , ἀλλʼ αἰνιγματωδῶς παραδηλοῖ αὐτῷ τοῦ τὴν ὑποσχεθεῖσαν φόρμιγγα χρυσέαν πέμψαι. ** Τὸ προοίμιον προσφωνητικόν.
P.1g
— ** χρυσῆ. —ὦ κιθάρα. τῶν ἀνθηρὸν ἐχουσῶν πλόκαμον, ** ὁποῖόν ἐστι τὸ ἴον.
P.3g
σύντροπον, κοινόν. —κτῆμα· κιθαρίζοντι γὰρ τῷ Ἀπόλλωνι αἱ Μοῦσαι χορεύουσιν. Th.
P.4
Τὸ βάσις οἱ μὲν τὸν ῥυθμὸν νοοῦσι. τῆς γὰρ κιθάρας ὁ ῥυθμὸς ἀκούει, ἤγουν κατὰ τὸ μέλος ἐκείνης συντίθεται. οἱ δὲ διὰ τοὺς τῶν χορευτῶν πόδας· ἀκούουσι γὰρ ἐκεῖνοι τῆς κιθάρας. τουτέστιν ὁποῖόν ἐστι τὸ μέλος αὐτῆς καὶ οὗτοι κινοῦνται. λέγει δὲ τὴν βάσιν ἀρχὴν ἀγλαΐας ἢ διότι ὁ ῥυθμὸς τὸ πᾶν ἐστι τοῦ λόγου, ἢ ὅτι ἡ κατʼ ἀρχὰς τοῦ χοροῦ κίνησις μεγίστης εὐφροσύνης ὕστερον ἀπʼ αὐτοῦ ἐσομένης ἀρχή ἐστιν. τῆς κιθάρας. [5]
P.4g
— ** ἤγουν ὁ ῥυθμός. —εὐφροσύνης. ** ὑπακούσουσιν.
P.5g
—οἱ μελῳδοί. —τοῖς παρὰ σοῦ τύποις, ἤγουν ὅπως αὐτὴ τὰ μέλη τυπώσῃς, καὶ ἡ παρʼ ἐκείνων ᾠδὴ φέρεται. τῶν τοὺς χοροὺς ἀγόντων· πρὸς γὰρ τὰ ᾄσματα καὶ οἱ χοροὶ ἄγονται.
P.6g
— * μελῶν. * ἄσματα· — ** ἤγουν ᾄσματα, ἀπὸ τοῦ ἀναβάλλομαι τὸ προοιμιάζομαι.
P.7g
—ποιῇς. — * κινουμένη· — ** κινουμένη τοῖς κρούμασιν. Tr.
P.8
Κεραυνὸν σβεννύει ς ] ἤτοι τὸν Δία τῆς ὀργῆς παύεις καὶ μειλίχιον καθιστᾷς, ὁπόταν ἀκούῃ σου. ** ὃν ὁ Ζεὺς δίκην αἰχμῆς φέρει.
P.8g
— ** παύεις, πραΰνεις. τοῦ ἀϊδίου· ἄσβεστον γὰρ τὸ πῦρ τοῦ παρὰ τῷ Διῒ κεραυνοῦ.
P.10g
* ὑπνοῖ· — ** καθεύδει. — * τῇ ῥάβδῳ· — ** τῇ ῥάβδῳ τοῦ Διός. Th.
P.9-10
Φασίν, ὅτι ἐν τῷ τοῦ Διὸς σκήπτρῳ ἀετὸς κάθηται δεικνύων τὸ τοῦ Διὸς ἡγεμονικόν, ἐπειδὴ καὶ οὗτος βασιλεὺς ἁπάντων πτηνῶν. ὅντινα ἀετόν φησιν ἀκούοντα τῆς Ἀπόλλωνος κιθάρας εἰς ὕπνον τρέπεσθαι θελγόμενον τῇ ᾠδῇ. ποταπήν; ταχεῖαν.
P.11g
—ἤτοι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτοῦ. * χαλάσας· — ** καταγαγών.
P.13g
ὁ ἡγεμών. — * ἤτοι τῶν ὀρνέων πάντων. —τὴν εἰς σκότος τοὺς ὀφθαλμοὺς ἄγουσαν. ** γάρ.
P.14g
— * αὐτῷ· — ** ἐπʼ αὐτῷ. — ἤτοι τὸν ὕπνον. τῇ ἐστραμμένον ῥάμφος ἐχούσῃ.
P.15g
— ** κεφαλῇ αὐτοῦ. —τῶν ὀφθαλμῶν. Th.
P.16
Τὸ κατέχευας ἢ πρὸς τὸ γλεφάρων συναπτέον ἢ πρὸς τὸ κρατ ί , ἵνʼ ᾖ τὸ γλεφάρων πρὸς τὸ κλαῖστρο ν . ὁ γὰρ ὕπνος ὥσπερ τι κλεῖθρον τῶν ὀφθαλμῶν κλείων αὐτοὺς καὶ οὐκ ἐῶν ἠνεῳγμένους εἶναι. Germ.
P.13-16
Ὁ νοῦς· ἐπὶ τῷ κρατὶ δὲ καὶ τῇ κεφαλῇ τῇ ἀγκύλῳ, τῇ καμπύλῳ ἀπὸ τοῦ ῥάμφους (τὸ κεφαλῇ δηλοῖ, ὅτι καὶ ἐπʼ αὐτῷ τῷ αἰετῷ) κατέχευας καὶ ἔχυσας τὴν κελαινῶπιν νεφέλην, ἤγουν μέλανα ὕπνον κατέχυσας, τὸ ἡδὺ κλεῖστρον καὶ κλειδίον (τὸ γὰρ ἡδὺ τοῦ ὕπνου λέγει) τῶν βλεφάρων. γλυκύ. [5]
P.16g
—κλεῖθρον. —κατέχεας. —κοιμώμενος. ποταπόν; εὔχυτον, ** ἢ ὑγρότητά τινα ἐμφαῖνον ἔχειν.
P.17g
—χαλᾷ, ** ἢ ὥσπερ κυρτὸν δείκνυσιν. —ταῖς σαῖς. Th.
P.18
Δείκνυσιν ἐντεῦθεν τὴν τῆς μουσικῆς δύναμιν. εἰ γὰρ τὸν ἀμείλικτον καὶ θρασὺν Ἄρην θέλγει, τίνα οὐκ ἂν τοῦτο ἐργάσηται; τοῖς μέλεσιν.
P.18g
—ἀνδραποδιζόμενος καὶ κηλούμενος. —ὁ θρασὺς καὶ ἀμείλικτος. ** τὴν σκληρὰν καὶ δεινήν.
P.19g
—μακράν. τῶν δοράτων.
P.20g
— ** τὴν ὀξύτητα ἢ τὰ ἔγχη. —εὐφραίνει. — * τὴν αὐτοῦ· — ** τὴν ἑαυτοῦ. * τῷ μέλει καὶ τῇ ᾠδῇ.
P.21g
— * τὰ θελκτήρια. * οὐ μόνον τῶν ἀνθρώπων.
P.22g
— * εὐφραίνει. — * περί. ** συνίζησις.
P.23g
—τοῦ Ἀπόλλωνος. —τῇ τῆς μουσικῆς ἐπιστήμῃ. — ** βαθυζώνων. * καί.
P.25g
** Ἀττικῶς ἀντὶ τοῦ ὅσσου ς . —ἠγάπησεν. — * τὸ ὅσσα μὴ πεφίληκε πρὸς τὸ γᾶν συναπτέον. μισοῦσι καὶ ἄτην ἡγοῦνται.
P.26g
— ** ᾠδήν. τῶν ἓν τῇ Πιερίᾳ γεγεννημένων Μουσῶν.
P.27g
—ἀκούοντα. κατὰ τὴν.
P.28g
— * καί. —μέγαν καὶ ἀκαταπόνητον διὰ τὸ μέγεθος. τῇ χαλεπῇ.
P.29g
— ** ἤγουν ὑπὸ τὴν ῥίζαν τῆς Αἴτνης. ** ὁ ἐχθρός.
P.31
Th. Ὁ Τυφὼς χεῖρας ἀντάρας τῷ Διῒ ἐκεραυνώθη ὑπʼ αὐτοῦ ἐν Σικελίᾳ, ἔχων ἐπικείμενον τὴν Αἴτνην τὸ ὄρος. εἰπὼν δὲ ἄνω· ὅσα μὴ πεφίληκε Ζεύς, ἐπάγει, ὅστις ἐστὶν ὁ Τυφώς. τοῦτον γὰρ οὐ φιλεῖ. εἰκότως δὲ ἐπέβαλε τὴν περὶ αὐτοῦ ἱστορίαν, ἐπειδὴ καὶ ὁ νῦν ἐπαινούμενος Ἱέρων Σικελιώτης ἐστίν, ἔνθα οὗτος κολάζεται. ** ἑκατοντακέφαλος. [5]
P.31g
— ** ὅντινα Τυφῶνα. τὸ ἐν τῇ Κιλικίᾳ.
P.32g
— * ἐγέννησεν· — ** ἤγουν ἐγέννησε καὶ ἀνέθρεψε. πολυθρύλλητον.
P.33g
— ** σπήλαιον. — ** δέ. Th.
P.34
Τὴν Κύμην τινές φασι νῆσον παρακειμένην τῇ Σικελίᾳ, λέγοντες τὸ ὄχθαι ἀντὶ τοῦ ἡ ὑπερκειμένη τῆς Κύμης Σικελία, οὓς αὐτὸς μὴ μεμφόμενος τὴν Κύμην νόει πόλιν ἐν Σικελίᾳ, ἵνʼ ᾖ τὸ ὄχθαι ἁλιερκέες διὰ τὴν Αἴτνην τὸ ὄρος ἐν τέλει Σικελίας οὖσαν καὶ πλησιάζουσαν θαλάττῃ. αἱ. [5]
P.34g
— ** καί. — ** νήσου ἢ πόλεως. —περίῤῥυτοι. ** τοῦ Τυφῶνος.
P.35g
—δαμάζει. τὰ στήθη· — ** ἤγουν αὐτόν.
P.36g
—δασέα ταῖς θριξί· τοιαῦτα γὰρ τὰ τῶν ἰσχυρῶν στήθη. ** ἡ μέχρις οὐρανοῦ φθάνουσα τῷ ὕψει.
P.37g
— ** κατέχει. χιονώδης.
P.38g
— ** τὸ ὄρος. —διʼ ὅλου τοῦ ἔτους. ** τῆς ὀξέως τιτρωσκούσης τῷ ψύχει.
P.39g
—τροφός, διὰ τὸ ἀεὶ ἐμφιλοχωρεῖν αὐτῷ τὴν χιόνα. Th.
P.36-39
Κίονα οὐρανίαν τὴν Αἴτνην καλεῖ διὰ τὸ μέχρις οὐρανοῦ τῷ ὕψει φθάνειν. ὀξεῖαν δὲ τὴν χιόνα ἢ τὴν ταχέως αἴσθησιν τοῦ ἐν αὐτῇ ψυχροῦ τοῖς δεχομένοις ποιοῦσαν ἢ διότι οἱ ἐφαπτόμενοι ταύτης ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις βαλλόμενοι τῇ ψυχρότητι. Th. [5]
P.40
Ἰστέον ὅτι ἐν τῇ Αἴτνῃ ἡμέρας μὲν φωτὸς δίχα καπνὸς καυστικὸς ἀναδίδοται, νυκτὸς δὲ πέτραι ἀποσφαιρίζονται ἔξω κεκαυμέναι καὶ ζέουσαι, καὶ κτύπον τῇ φορᾷ παρέχουσαι. πίπτουσι δὲ ἐν τῇ θαλάττῃ. τοὺς γὰρ πρόποδας τῆς Αἴτνης ἡ θάλαττα βρέχει. τῆς Αἴτνης. [5]
P.40g
—ἀναδίδονται. —ἀπροσεγγίστου. λαμπρόταται ἢ καθαρτικαί· τοιοῦτον γὰρ τὸ πῦρ.
P.42g
** ἐκ τῶν ῥιζῶν δηλονότι τοῦ ὄρους. — ** πυρός. ** ἐν ἡμέραις.
P.43g
—ῥεῦμα. μέλανα ἢ καυστικόν.
P.44g
— ἐν νυξί. πυῤῥώδης.
P.45g
—συστρεφομένη. ἤτοι τὸν πόντον περιφραστικῶς.
P.46g
— ** ἤχῳ· —κτύπῳ. πυρός.
P.47g
— * ῥεύματα· — ** ῥεῦμα. —ἤγουν ὁ Τυφὼς διὰ τὸ πρηνὴς κεῖσθαι. σφοδροτάτους.
P.48g
— ** ἤγουν ἐπὶ τὴν κορυφὴν ἀνάγει. ** σημεῖόν τι.
P.49g
— ** θαύματος ἄξιον. —ἰδόντα τινὰ μαθεῖν. * τῶν ἐντεῦθεν ἐλθόντων· — ** τῶν ἐκεῖ ἐλθόντων.
P.51g
** τινὰ ἐκείνων. ὁποῖον.
P.52g
— ** ταῖς μέλανα φύλλα ἐχούσαις. δεδέσμηται.
P.53g
— ** ἐν ταῖς κορυφαῖς τῆς Αἴτνης. ** ἤτοι ἐν τοῖς μυχοῖς τοῦ ὄρους.
P.54g
— ἡ αὐτοῦ κοίτη, — * καταῤῥηγνύουσα· — ** κατατέμνουσα. Th.
P.52-54
Τὸ μελαμφύλλοις λέγει ἢ ταῖς δασέσι καὶ σκιὰν ὑπὸ τοῦ δάσους ποιούσαις ἢ ταῖς μέλανα φύλλα ἐχούσαις ὑπὸ τοῦ ἐκεῖθεν ἀναδιδομένου καπνοῦ. λέγει δὲ ἐν ταῖς κορυφαῖς καὶ τῷ πέδῳ δεδέσθαι αὐτὸν διὰ τὸ ὑπʼ ἐκείνων συνέχεσθαι. τὴν ῥάχιν αὐτοῦ. [5]
P.55g
—κείμενον αὐτόν. —πλήττει διὰ τὸ ἐπικείμενον βάρος. ** ὦ.
P.56g
—σοί. —ἀρέσκειν με· — * τοῦτο δὲ λέγει διὰ τὸ φάσκειν περὶ τοῦ Τυφῶνος ἐχθροῦ ὄντος τοῦ Διὸς καὶ τοιαῦτα ὑπʼ ἐκείνου παθόντος. ** τὴν Αἴτνην.
P.57g
—διοικεῖς· ἐνταῦθα γὰρ ἱερὸν αὐτοῦ. —τῆς πολυκάρπου Σικελίας. Th.
P.58
Μέτωπον τῆς Σικελίας λέγει τὴν Αἴτνην οἱονεὶ ὀφθαλμόν. εἰς ὕψος γὰρ διήκουσα σκοπιὰν τῆς τε θαλάσσης καὶ πάσης τῆς Σικελίας ἔχει. τὸν ὀφθαλμόν.
P.58g
— ** τοῦ ὄρους. ὁ ἔνδοξος Ἱέρων.
P.59g
—ἐτίμησε· πλησίον γὰρ τοῦ ὄρους πόλιν κτίσας Αἴτνην ἀπʼ αὐτοῦ ὠνόμασεν. τῷ ὄρει.
P.60g
—τῆς ἐν τῇ Πυθῶνι πανηγύρεως. Th.
P.61
Τὸ ἀνέειπέ νιν λέγει ἢ ὅτι ἔθος ἦν καὶ τὰς πατρίδας τῶν νικησάντων ὑπὸ τοῦ κήρυκος ἀναγορεύεσθαι ἢ ὅτι ἡ ἐκείνων ἀναγόρευσις καὶ τῆς πόλεως αὐτῶν ἐστιν, οἷς τοιούτους προήνεγκεν. τῇ διὰ τοῦ δρόμου νίκῃ τοῦ ἅρματος.
P.61g
—ἀνηγόρευσεν αὐτήν. μηνύων.
P.62g
—τοῦ οἰκιστοῦ αὐτῆς. τοῦ νικήσαντος ἐν ἅρματι.
P.64
Th. Ἐπειδὴ ἡνίκα ἐκτίσθη ἡ Αἴτνη, τὸ τοῦ Ἱέρωνος ἅρμα ἐν Πυθίᾳ ἐνίκησε, μέγιστον τοῦτο τεκμήριον ποιεῖται τῆς ἐς ὕστερον συμβησομένης αὐτῇ εὐτυχίας, λέγων ὅτι ὥσπερ τοῖς ἀρχομένοις ἀπό τινος τόπου πλέειν, ἢν εὐθὺς ἐξ οὐρίας τὸν πλοῦν ποιήσωνται, πάρεστιν ἐντεῦθεν τεκμαίρεσθαι καὶ περὶ τῆς ἐπανόδου ὡς ἄρα τοιάδε αὐτοῖς ἔσται, οὕτω καὶ ἡ πόλις ἡ μετὰ τὴν οἰκοδομὴν τιμηθεῖσα, καὶ εἰς τὸν ἔπειτα χρόνον ἀνθήσει. ἰστέον δέ, ὅτι οὐκ ἀπῆλθεν Ἱέρων ἐν τοῖς Πυθίοις διὰ τὸ νόσῳ κατέχεσθαι, ὡς προϊὼν ἐρεῖ, ἀλλὰ τὸ αὐτοῦ ἅρμα. ** τοῖς ἐν ναυσὶ φερομένοις. [5]
P.65g
γάρ. —κατʼ ἀρχὰς τοῦ πλοῦ. — * ἡδονὴ καὶ εὐτυχία. ἤγουν ἀρχὴν ποιουμένοις τοῦ πλοῦ.
P.67g
πόμπιμον. —ἄνεμον. —ἤγουν εἰκός ἐστιν οὕτω πλέουσιν. ἐν τῷ τέλει τοῦ πλοῦ.
P.68g
— ποταπῇ; καλλίστῃ. Tr.
P.69
Ὁ δὲ λόγος. ἤγουν ὁ ῥηθεὶς περὶ τῶν ναυσιφόρων ἀνδρῶν λόγος ἔχει ὑπόληψιν, τουτέστιν ἐκ τούτου ὑπονοεῖν ἡμῖν ἐστιν, ὡς ἀεὶ εὐδαίμων ἔσται. ἐπανόδου.
P.69g
—οὗτος ὁ ῥηθείς. ἤγουν τῷ τῆς τύχης συμβάματι.
P.70g
—ὑπόληψιν ἔχει. εἰς τὸ ἑξῆς.
P.71g
—τὴν πόλιν. ἔνδοξον.
P.73g
διὰ τὸ ἐν αὐταῖς αὐλοὺς καὶ κιθάρας εἶναι. —πανηγύρεσιν. —ὀνομαστήν. Th.
P.74
Τὸ Λύκιε νόει ἢ ἀντὶ τοῦ ἐν τῇ Λυκίᾳ τιμώμενε, ἢ ὅτι ἐπίθετον ἦν Ἀπόλλωνος. Λύκιος γὰρ ἐτιμᾶτο ἐν Ἄργει διὰ τὸ Λύκον τινὰ ἀπεκτονέναι ποτέ. τῆς Δήλου νήσου.
P.74g
—ἄρχων. ὦ Ἄπολλον.
P.75g
— τὴν ἐν τῷ Παρνασῷ ὄρει. —πηγήν. οὕτως ἡ πηγὴ ὠνομάζετο.
P.76g
—φιλῶν. Tr.
P.77g
Ταῦτα νό ῳ ] ἀντὶ τοῦ εὐμενῶς δεξάμενος ταῦτα, ἐθελήσαις πράττειν καὶ συμπεραίνειν. ἃ ὑπὲρ τῆς πόλεως ἔφην. —τῷ σῷ. Tr. [1]
P.78
Εὔανδρο ν ] ἀντὶ τοῦ ἀνδρείους ἔχουσαν πολίτας, ἵνα τούτων νικώντων αὐτὴν τιμῷτο. τιθέναι.
P.78g
—ποταπήν. —τιθέναι. —καί. βοήθειαι, χορηγίαι.
P.80g
ἤγουν οἱ θεοὶ πάντα τὰ ἀγαθὰ ἀνθρώποις παρέχουσιν. δυνατοί, ἰσχυροί.
P.82g
ῥήτορες. —ἐγένοντο θεόθεν. —τὸν Ἱέρωνα. ἐπαινέσαι.
P.83g
— προθυμούμενος. —ἐλπίζω. τὸν χαλκῆν παρειὰν ἤτοι αἰχμὴν ἔχοντα.
P.84g
—ἀκόντιον. —ὥσπερ. —τοῦ ἐν τῷ ἀγῶνι σκοποῦ. ῥίψειν τὸν λόγον.
P.85g
—τῇ χερί. —στρέφων. Th.
P.83-85
Μενοινῶν δὲ καὶ προθυμούμενος αἰνῆσαι καὶ ἐπαινέσαι ἐκεῖνον τὸν ἄνδρα ἤτοι τὸν Ἱέρωνα, ἔλπομαι καὶ ἐλπίζω μὴ βαλεῖν καὶ ῥίψειν τὸν λόγον ἔξω τοῦ ἀγῶνος, ὡσεὶ καὶ ὥσπερ ἄκοντα χαλκοπάρῃον δονέων καὶ συστρέφων ἐν τῇ παλάμῃ. τουτέστιν ἐλπίζω μὴ ἀπορήσειν περὶ αὐτοῦ πραγμάτων φερόντων πρὸς ἐγκώμιον. ἀλλʼ ὅσα ἂν περὶ αὐτοῦ εἴπω, ἀξίως ἐρῶ καὶ προσήκοντα αὐτῷ εἰρῆσθαι. παρεικάζει οὖν τὸν αὐτοῦ λόγον ἄκοντι· διὸ καὶ εἶπε τὸ παλάμῃ δονέω ν . πάλλουσι γὰρ οἱ ἄνδρες ἐν ταῖς χερσὶ τὰ ἀκόντια. τὸν λόγον. [5]
P.86g
—νικῆσαι καὶ θανατῶσαι τοὺς ἐχθροὺς Ἱέρωνος. —τοῦτο λέγει, ὅτι ὁ ἐμὸς ἔπαινος πρὸς Ἱέρωνα τοὺς φθονοῦντας αὐτῷ τρώσει. αὐτοῦ.
P.87g
—τιμήν. ὡς νῦν.
P.88g
—κτημάτων. —χορηγίαν. διεξάγοι καὶ οἰκονομοίη.
P.89g
—ἤτοι τῆς νῦν κατεχούσης αὐτὸν νόσου. —λήθην. ἡ γὰρ τούτων ἀπαλλαγὴ λήθην παράσχοι αὐτῷ.
P.91g
ὄντως ὄν. — ἐνθυμήσειεν ὁ χρόνος ἢ ὁ Ἱέρων ἡμᾶς. μάχαις] ἀγωνίσμασι.
P.93g
καρτερικῇ. —ἤγουν ἐπιμείνας ἠγωνίσατο. Th.
P.87-93
Τινὲς τὸ εἰ γὰρ ὀξύνοντες ἀντὶ τοῦ εἴθε φασί, στίζοντες εἰς τὸ παράσχοι · ἐγὼ δὲ ἀντὶ τοῦ ἐὰν λέγων, ὑποστίζω πρὸς τὸ παράσχο ι , καί τινα τῶν βιβλίων συμμαρτυροῦντα ἔχων. Τὸ δὲ καμάτων (89) λέγει, ἐπειδὴ ὁ Ἱέρων δυσουρίᾳ κατεχόμενος καὶ φορείῳ ἐν πολέμοις ἀγόμενος κατώρθου τὰς μάχας. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰ γὰρ εὐδαιμονοίη καὶ κατὰ πλοῦτον καὶ τιμὴν καὶ τοῦ πιέζοντος ἀπαλλαγείη νοσήματος, ὄντως ἂν ἐνθυμήσειεν ἡμᾶς τὰς αὐτοῦ ἀνδραγαθίας, ἤτοι εἰς ἔπαινον ἡμᾶς τούτων κινήσειεν. ἔστι δὲ τὸ μνήσειε διπλοῦν· ἢ ὁ Ἱέρων ἢ ὁ χρόνος. κρεῖττον δέ ἐστι διὰ μόνον τὸν Ἱέρωνα λέγεσθαι, τὸ δὲ κεν καὶ τὸ ἂν ἐκ παραλλήλου. ὅτε. [10]
P.94g
—εὕρισκεν. —βοηθείαις. οὐδείς.
P.95g
— καρποῦται. Th.
P.96
Ὥσπερ ὁ στέφανος τιμὴ τῷ δεξαμένῳ τυγχάνει, οὕτω καὶ ἡ τῶν ἔργων νίκη τιμὴ τοῦ πλούτου ἐστίν. δόξαν λέγω.
P.96g
—μέγιστον καὶ θαυμάσιον. —δέ. Th.
P.97
Παραβάλλει τὸν Ἱέρωνα διὰ τὴν κατέχουσαν αὐτὸν νόσον τῷ Ποίαντος υἱῷ Φιλοκτήτῃ, οὐχ ὅτι τὴν αὐτὴν νόσον εἶχον ἀμφότεροι, ἀλλʼ ὅτι ὥσπερ Φιλοκτήτης νοσῶν ἐκ τῆς Λήμνου εἰς Τροίαν ἐκομίσθη πρὸς τὴν ταύτης ἅλωσιν, οὕτω καὶ Ἱέρων νοσῶν εἰς πολέμους ἐχώρει. ἡ δὲ ἱστορία τοῦ Φιλοκτήτου τοιαύτη. Ἑλένου τοῦ Πριάμου υἱοῦ μάντεως ὄντος καὶ ἁλόντος ὑφʼ Ἑλλήνων, ἔλαβον ἀπʼ αὐτοῦ χρησμόν, μὴ ἂν ἄλλως πορθηθῆναι τὸ Ἴλιον εἰ μὴ τὰ ὀστᾶ Πέλοπος ἐκ Λετρίνης ἐνέγκοιεν καὶ τὸν Ἀχιλλέως υἱὸν Νεοπτόλεμον καὶ τὸν Φιλοκτήτην ἐκ Λήμνου. μετακομισθέντων οὖν τῶν ἄλλων Φιλοκτήτης μόνος ἐναπολέλειπτο. μετεκλήθη οὖν ὑπʼ Ὀδυσσέως καὶ Νεοπτολέμου ἐκ Λήμνου· ἐκεῖ γὰρ αὐτὸν ἔῤῥιψεν Ὀδυσσεὺς δηχθέντα ὑπὸ ὄφεως ὕδρου, ὅτε ἐκάθαιρον Ἕλληνες τὸν κεχωσμένον βωμὸν Ἀθηνᾶς. ἐλθὼν οὖν εἰς τοὺς Ἕλληνας, ἰᾶται τὸ σκέλος ὑπὸ Μαχάονος τῇ ὀφίτιδι λίθῳ. ἕτεροι δέ φασιν, ὡς Ἀπόλλωνος ὕπνον αὐτῷ ἐμβαλόντος, τεμὼν ὁ Μαχάων καὶ βοτάνην θεὶς ἰᾶται. τρόπον. [15]
P.97g
—διεξάγων. —ἔστι δὲ τὸ ἐφέπων τὴν δίκην ἀντὶ τοῦ κατὰ τὸν ὅμοιον τρόπον. ἐστράτευσεν.
P.98g
—τῇ ἐκ τῆς νόσου. —αὐτὸν τὸν Ἱέρωνα. διὰ Ἀναξίλαος.
P.99g
—ὤν. —ὑπέρφρων καὶ σοβαρός. διὰ κολακείας ὑπελθὼν ἐποίησε φίλον.
P.98-100
Th. Οἱ γράφοντες φίλον τὸ λον μέγα ληροῦσι. τὸ δέ ἐστι τοιοῦτον. ἔσανέ τις αὐτὸν φίλον, τουτέστι διὰ κολακείας ὑπελθὼν φίλον ἐποίησεν. — Μεγαλάνωρ (99) ὑπέρφρων καὶ σοβαρός. οὗτος γὰρ ὁ Ἀναξίλαος Ῥηγίνων βασιλεὺς ὢν καὶ θέλων τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς καταπολεμήσειν ἐκωλύθη ἀπειλαῖς Ἱέρωνος ὥστε ὑπελθεῖν αὐτὸν ὕστερον καὶ φίλον ποιῆσαι. ἀπὸ τῆς Λήμνου νήσου. [5]
P.101g
τῷ τοῦ ποδὸς τραύματι. —πιεζόμενον. —ζητήσοντας. ἐκ Τροίας.
P.103
Ὀδυσσέα καὶ Νεοπτόλεμον. —ἰσοθέους. τὸν Φιλοκτήτην.
P.105g
Φιλοκτήτης. —ἐπόρθησε τοξεύσας Ἀλέξανδρον. εἰς τέλος ἤγαγεν.
P.106g
—οὓς εἶχον Τροίαν πολιορκοῦντες. νοσερῷ σώματι· λέγει δὲ διὰ τὸ τοῦ σκέλους ἄλγος.
P.108g
μεμοιραμένον ὑπʼ ἐκείνου Τροίαν ἑλεῖν Ἕλληνας. βοηθός.
P.109g
—ὑπάρχοι. προσερχόμενον.
P.111g
ἐπιθυμεῖ. —εὐκαιρίαν καὶ εὐτυχίαν. —αὐτῷ. Εἰ μὲν συνάψεις τὸ ὀρθωτὴρ πρὸς τὸ ὧν ἔρατα ι , οὕτως ἐρεῖς.
P.109-111
οὕτω δὲ τῷ Ἱέρωνι πέλοι θεὸς ὀρθωτὴρ ὧν ἔραται καὶ ἐπιθυμεῖ διδοὺς αὐτῷ τὸν προσέρποντα χρόνον καιρὸν ἤτοι εὐκαιρίαν καὶ εὐτυχίαν. εἰ δὲ οὐ συνάψεις, οὕτως. οὕτω δὲ τῷ Ἱέρωνι πέλοι θεὸς ὀρθωτὴρ ἤτοι βοηθὸς καὶ εὐτυχίας παρεκτικός, διδοὺς αὐτῷ τὸν προσέρποντα καὶ προσερχόμενον χρόνον τῶν πραγμάτων ὧν ἐπιθυμεῖ καιρόν. ὥσπερ γάρ φαμεν· ἥδε ἡ ἡμέρα πολλῶν ἀγαθῶν ἡμέρα μοι γέγονεν, οὕτω καὶ τοῦτο. ὦ Καλλιόπη. [5]
P.112g
—ἐν. —τῷ υἱῷ Ἱέρωνος. —ὑμνῆσαι. πίθεο] διὰ τὸ μέτρον· —πιθοῦ μοι.
P.113g
—ἀμοιβὴν τῆς νίκης, ἣν τὸ πατρὸς αὐτοῦ ἅρμα νενίκηκεν. Νικαφορία πατέρο ς ] τοῦ πατρὸς αὐτοῦ τοῦ Δεινομένους.
P.114
τουτέστιν ἡ τοῦ Ἱέρωνος νίκη καὶ τοῦ αὐτοῦ παιδός ἐστιν. εἶπε δὲ τοῦτο, ἵνα μή τις αὐτῷ εἴπῃ, τίνος χάριν τὴν Μοῦσαν ἐπὶ τῷ Δεινομένει καλεῖς; οὐ γὰρ αὐτός, ἀλλʼ ὁ πατὴρ αὐτοῦ νενίκηκεν. χαρά ἐστι. [5]
P.114g
—γάρ. —ἀλλʼ οἰκεῖον. ἡ νίκη.
P.115g
—τοῦ πατρὸς αὐτοῦ τοῦ Δεινομένους. ὦ Μοῦσα.
P.116g
—τῆς πόλεως. —τῷ Δεινομένει. προσφιλῆ.
P.117g
—ἐπινοήσωμεν. Germ.
P.114-117
Τὸ ἄ γ ’ ἔπειτα ἀντὶ τοῦ ἄγε τοίνυν, ὦ Μοῦσα. τοῦτο προτρεπτικὸν πρὸς τὴν Μοῦσαν καὶ ἐφεξῆς κατὰ ἀκολουθίαν· ἐπὶ τῷ τῆς Αἴτνης βασιλεῖ Δεινομένει προσφιλέστατον ἀνεύρωμεν καὶ προσαρμόσωμεν ὕμνον. τὸ δὲ χάρμα δ ’ οὐκ ἀλλότριον τοῦτό ἐστι λύσις τοῦ ἀντιπίπτοντος, ἤγουν οὐ ξένη χαρά ἐστιν ἡ τοῦ πατρὸς νίκη τῷ υἱῷ καὶ ἀνεύφραντον οὐ λογισθήσεται. ᾧτινι Δεινομένει. [5]
P.118
—τὴν Αἴτνην. —θείως ἐπὶ τῇ δομήσει τῆς πόλεως γενομένῃ. φασὶ γάρ, ὅτι ἐλευθερίαν καὶ ἀτελείαν τῇ πόλει ἐδωρήσατο.
P.120g
Δωρικοῦ τόπου, ἀπὸ Ὕλλου τινός. Λακωνικοὺς γὰρ νόμους ἐν ταύτῃ ἐθέσπισεν.
P.118-121
Germ. Ὁ νοῦς. τῷ καὶ ᾧτινι τῷ Δεινομένει ὁ Ἱέρων ἔκτισε καὶ ἔδωκε διοικεῖν κείνην τὴν πόλιν σὺν ἐλευθερίᾳ θεοδμήτῳ καὶ θείᾳ, ἥντινα πόλιν ἔκτισεν ὁ Ἱέρων ἐν νόμοις τῆς στάθμης καὶ δικαιοσύνης καὶ νόμου τῆς Ὑλλίδος καὶ τῆς Δωρικῆς, ἢ καὶ τῆς τοῦ Λυκούργου, ἤ τινος ἐξόχου Δωριέων Δωρίδος. οἱ. [5]
P.123g
ὄρους Λακωνικοῦ. —κατοικοῦντες. — ἀεί. νόμοις.
P.124g
—νομοθέτου αὐτῶν. Δωριῆς] ποταποί; Τῷ πόλιν κείνα ν ] τῷ καὶ ᾧτινι Δεινομένει ἔκτισεν ὁ Ἱέρων ἐκείνην τὴν πόλιν σὺν ἐλευθερίᾳ θεοδμήτῳ ἐν νόμοις Ὑλλίδος στάθμας ἤτοι Δωρικοῦ τόπου.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top