arg ran t
ΥΠΟΘΕΣΕΙΣ Διόνυσός ἐστι μετὰ θεράποντος Ξανθίου κατὰ Εὐριπίδου πόθον εἰς ᾍδου κατιών· ἔχει δὲ λεοντῆν καὶ ῥόπαλον, πρὸς τὸ τοῖς ἐντυγχάνουσιν ἔκπληξιν παρασχεῖν.
arg ran 1
ἐλθὼν δὲ ὡς τὸν Ἡρακλέα πρότερον, ἵνα ἐξετάσῃ τὰ κατὰ τὰς ὁδοὺς, ᾗ καὶ αὐτὸς ἐπὶ τὸν Κέρβερον ᾤχετο, καὶ ὀλίγα ἄττα περὶ τῶν τραγικῶν τούτῳ διαλεχθεὶς ὁρμᾷ πρὸς τὸ προκείμενον. ἐπεὶ δὲ πρὸς τῇ Ἀχερουσίᾳ λίμνῃ γίνεται, ὁ μὲν Ξανθίας, διὰ τὸ μὴ συννεναυμαχηκέναι τὴν περὶ Ἀργινούσας ναυμαχίαν, ὑπὸ τοῦ Χάρωνος οὐκ ἀναληφθεὶς πεζῇ τὴν κύκλῳ πορεύεται. ὁ δὲ Διόνυσος δύο ὀβολῶν περαιοῦται, προσπαίζων ἅμα τοῖς κατὰ τὸν πόρον ᾄδουσι βατράχοις καὶ γελωτοποιῶν. μετὰ ταῦτα ἐν ᾍδου τῶν πραγμάτων ἤδη χειριζομένων οἵ τε μύσται χορεύοντες ἐν τῷ προφανεῖ καὶ τὸν Ἴακχον ᾄδοντες ἐν χοροῦ σχήματι καθορῶνται, ὅ τε Διόνυσος μετὰ τοῦ θεράποντος εἰς ταὐτὸν ἔρχεται τούτοις. τῶν δὲ προηδικημένων ὑπὸ Ἡρακλέους προσπλεκομένων τῷ Διονύσῳ, διὰ τὴν ἐκ τῆς σκευῆς ἄγνοιαν, μέχρι μέν τινος οὐκ ἀγελοίως χειμάζονται, εἶτα μέντοι γε ὡς τὸν Πλούτωνα καὶ τὴν Περσέφατταν παραχθέντες ἀλεώρας τυγχάνουσιν. ἐν δὲ τούτῳ ὁ μὲν τῶν μυστῶν χορὸς περὶ τοῦ τὴν πολιτείαν ἐξισῶσαι καὶ τοὺς ἀτίμους ἐντίμους ποιῆσαι χἀτέρων τινῶν πρὸς τὴν Ἀθηναίων πόλιν διαλέγεται. τὰ δὲ λοιπὰ τοῦ δράματος μονόκωλα, ἄλλως δὲ τερπνὴν καὶ φιλόλογον λαμβάνει σύστασιν. παρεισάγεται γὰρ Εὐριπίδης Αἰσχύλῳ περὶ τῆς τραγικῆς διαφερόμενος, τὸ μὲν ἔμπροσθεν Αἰσχύλου παρὰ τῷ ᾍδῃ βραβεῖον ἔχοντος, τότε δὲ Εὐριπίδου τῆς τιμῆς ἀντιποιησαμένου καὶ τοῦ τραγῳδικοῦ θρόνου. συστήσαντος δὲ τοῦ Πλούτωνος αὐτοῖς τὸν Διόνυσον διακούειν, ἑκάτερος αὐτοῖν λόγους πολλοὺς καὶ ποικίλους ποιεῖται, καὶ τέλος πάντα ἔλεγχον καὶ πᾶσαν βάσανον οὐκ ἀπιθάνως ἑκατέρου κατὰ τῆς θατέρου ποιήσεως προσαγαγόντος, κρίνας παρὰ προσδοκίαν ὁ Διόνυσος τὸν Αἰσχύλον νικᾶν, ἔχων αὐτὸν ὡς τοὺς ζῶντας ἀνέρχεται. οὐ δεδήλωται μὴν ὅπου ἐστὶν ἡ σκηνή· εὐλογώτατον δʼ ἐν Θήβαις· καὶ γὰρ ὁ Διόνυσος ἐκεῖθεν καὶ πρὸς τὸν Ἡρακλέα ἀφικνεῖται Θηβαῖον ὄντα. Τὸ δὲ δρᾶμα τῶν εὖ πάνυ καὶ φιλολόγως πεποιημένων. ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ Ἀντιγένη διὰ Φιλωνίδου εἰς Λήναια. πρῶτος ἦν· δεύτερος Φρύνιχος Μούσαις· Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμάσθη τὸ δρᾶμα διὰ τὴν ἐν αὐτῷ παράβασιν, ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος. ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ Μαθὼν παρʼ Ἡρακλέους Διόνυσος τὴν ὁδὸν πρὸς τοὺς κατοιχομένους πορεύεται, λαβὼν τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων Εὐριπίδην· λίμνην τε διέβαινεν κάτω καὶ τῶν βατράχων ἀνέκραγεν εὔφημος χορός. [5]
arg ran 2 (t1)
ἔπειτα μυστῶν ἐκδοχή. Πλούτων δʼ ἰδὼν ὡς Ἡρακλεῖ προσέκρουσε διὰ τὸν Κέρβερον. ὡς δʼ ἀνεφάνη, τίθεται τραγῳδίας ἀγὼν, καὶ δὴ στεφανοῦταί γʼ Αἰσχύλος. τοῦτον δʼ ἄγει Διόνυσος εἰς φῶς, οὐχὶ μὰ Δίʼ Εὐριπίδην. ⟦ ΘΩΜΑ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥ Διόνυσος Εὐριπίδου πόθῳ ληφθεὶς καὶ οὐχ οἷός τʼ ὢν ἄλλως θεραπεῦσαι τὸν ἔρωτα, εἰς ᾍδου κατελθεῖν ἠβουλήθη, ὅπως ἐκεῖ τούτῳ ἐντύχῃ. [1]
arg ran 3 (t)
ἐπεὶ δὲ τῆς ὁδοῦ ἄπειρος ἦν, ἔγνω δεῖν εἰς Ἡρακλέα πρόσθεν ἐλθεῖν. οὗτος γὰρ πάλαι, κελεύσαντος Εὐρυσθέως, Κερβέρου χάριν εἰς ᾍδου κατῄει. ἐλθὼν δὲ καὶ πυθόμενος περὶ τῆς ὁδοῦ, ἤκουσε παρʼ αὐτοῦ, ὅπως ἄρα δεῖ κατελθεῖν, χαριεντισαμένου πρὸς αὐτὸν πρότερον. Διόνυσος δὲ καὶ πρὶν ἀπαντῆσαι πρὸς Ἡρακλέα, κατʼ αὐτὸν ἐσκευάσθη, λεοντῆν ἐνδεδυμένος καὶ ῥόπαλον φέρων. ὡς οὖν ἤκουσε παρʼ Ἡρακλέους περὶ τῆς ὁδοῦ, μεθʼ ἑαυτοῦ δοῦλόν τινα ἔχων Ξανθίαν, ἐχώρει πρὸς ᾍδην, καὶ πρῶτον μὲν ἐντυγχάνει τῇ Ἀχερουσίᾳ λίμνῃ, καὶ ὁρᾷ ἐν αὐτῇ τὸν Χάροντα μετὰ σκάφους, διʼ οὗ τοὺς τεθνεῶτας εἰς ᾍδου ἐπέρα. καὶ ὁ μὲν Ξανθίας οὐκ ἐπέβη τοῦ σκάφους, διὰ τὸ μὴ τὴν ἐν Ἀργινούσαις ναυμαχῆσαι μάχην· πεζῇ δὲ περιῄει τὴν λίμνην. Διόνυσος δὲ ἐπιβὰς, καὶ τῶν ἐν αὐτῇ βατράχων ἀκούσας μέλη παρὰ τὸν πλοῦν, διαπεραιοῦται, καὶ αὖθις Ξανθίᾳ συγγίνεται, καὶ σὺν αὐτῷ πάλιν ἁψάμενος τῆς ὁδοῦ εὑρίσκει, ἃ Ἡρακλῆς αὐτῷ προειρήκει, δυσχερῆ τινα θεάματα· καὶ τοὺς μύστας παρʼ αὐτὰς τὰς πύλας τοῦ ᾍδου χορεύοντας. εἶτα ὡς Ἡρακλῆς εἰσελθὼν, καὶ μεταξὺ πολλῶν τούτῳ συμβάντων, παραγίνεται πρὸς Πλούτωνα, καὶ ὅτου χάριν ἧκεν εἰπὼν, ἔσχεν ὑπακούοντα Πλούτωνα, οὐχ ἵνʼ Εὐριπίδην ἀναγάγῃ, ἀλλʼ ἵνʼ ἀγωνισαμένων Αἰσχύλου καὶ Εὐριπίδου, ὅστις τούτων ἄριστος τὰ εἰς τέχνην φανείη, τοῦτον αὐτὸς εἰληφὼς ἀνενέγκῃ πρὸς βίον. τούτου δὲ γενομένου, καὶ κρείττονος ἀναφανέντος Αἰσχύλου, Διόνυσος τοῦτον λαβὼν ἀνῆλθε. Τὸ δὲ δρᾶμα τῶν εὖ καὶ φιλοπόνως πεποιημένων. Ἐδιδάχθη δὲ ἐπὶ Καλλίου ἄρχοντος, τοῦ μετὰ Ἀντιγένη. οὕτω δὲ ἐθαυμάσθη διὰ τὴν ἐν αὐτῷ παράβασιν, καθʼ ἣν διαλλάττει τοὺς ἐντίμους τοῖς ἀτίμοις καὶ τοὺς πολίτας τοῖς φυγάσιν, ὥστε καὶ ἀνεδιδάχθη, ὥς φησι Δικαίαρχος. ⟧ ⟦ ΣΚΟΠΟΣ ΤΟΥ ΠΑΡΟΝΤΟΣ ΔΡΑΜΑΤΟΣ Ὁ παρὼν ποιητὴς, ὡς ἐν τῷ δράματι τοῦ Πλούτου τῷ τότε τῶν Ἀθηνῶν ἄρχοντι ὁπωσδήποτε χαριζόμενος, τότε τὸν Πλοῦτον ἀναβλέψαι φησὶ καὶ πλουτῆσαι τοὺς ἀγαθούς· τῶν Νεφελῶν δὲ τὸ δρᾶμα κατὰ τὸ φαινόμενον γράψας κατὰ Σωκράτους, κατὰ παντὸς συνετάξατο φιλοσόφου καὶ μετεωρολέσχου καὶ φυσικοῦ· [Σωκράτης γὰρ μετερχόμενος τὴν ἠθικὴν φιλοσοφίαν, κατεγέλα μεταρσιολογίας καὶ φυσικῆς, ὡς γράφει Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασι, θεολογίας δὲ ὡς ἀκαταλήπτου πάντη ἀπείχετο· ὡς οὖν τὸ δρᾶμα τοῦ Πλούτου ὑπὲρ τοῦ τότε ἄρχοντος Ἀθηνῶν ἀσυμφανῶς ξυνετάξατο, κατὰ παντὸς δὲ φιλοσόφου μεταρσιολέσχου καὶ ψευδοτύπου τὸ δρᾶμα τῶν Νεφελῶν·] οὕτω καὶ τήνδε τὴν κωμῳδίαν τῶν Βατράχων κατὰ παντὸς ὑποψύχρου καὶ ὑποξύλου καὶ ἀφυοῦς καὶ ἀτεχνότατα γράφοντος, τῷ μεμηνέναι δὲ οὐ συνιέντος ἑαυτὸν ὄντα βάρβαρον, οἰομένου δὲ μὴ μόνον ἰσοῦσθαι, ἀλλὰ καὶ τὰ κρείττονα φέρεσθαι τῶν λίαν ἐπιστημόνων. [15]
arg ran 4 (t)
ὡς τῷ ὑπὲρ φύσιν Ὁμήρῳ τις ἀνώνυμος ἤριζε Σάτυρος, Ἡσιόδῳ δὲ Κέρκωψ, ἢ πλέον εἰπεῖν, Εὔρυτος μὲν τοξικῇ, Μαρσύας δὲ μουσικῇ τῷ Ἀπόλλωνι· Σειρῆσι δὲ καὶ Μούσαις Θάμυρις ὁ μαινόμενος· ἢ ὡς ὁ Αἰγύπτιος Σῶφις καὶ ὁ Θετταλὸς Σαλμωνεὺς ταῖς οὐρανίαις ἀντιπαταγοῦντες βρονταῖς καὶ τοῖς κεραυνοῖς δῆθεν ἀνταστράπτοντες. κατὰ τοιούτου παντὸς μὴ συνιέντος ἑαυτὸν, [ἐξομοιουμένου δὲ φιληταῖς ἀλογίστοις καθάρμασι, δίκην βατράχων βοῶσι θορυβωδέστατα,] τὸ τοιοῦτον ὁ ποιητὴς ἐξέθετο δρᾶμα. Διασκευὴ δὲ καὶ ἔκθεσις τοιάδε τοῦ δράματος· πλάττεται τῷ ποιητῇ δυσφορῶν ὁ Διόνυσος διὰ τὸ ἐν τοῖς Διονυσίοις μὴ εἶναι τραγικὸν ἢ κωμικὸν δεξιὸν ποιητήν. ὅθεν καὶ βουληθεὶς κατιέναι εἰς ᾅδου, ὡς Εὐριπίδην ἐκεῖθεν ἀνάξειεν, ἐπὶ Διονυσιακοῖς τοῖς κοθόρνοις, καὶ λεοντῆν καὶ ῥόπαλον ἔχων τρόπῳ τοῦ Ἡρακλέους, μετὰ Ξανθίου οἰκέτου, ὄνῳ ἐποχουμένου, τοῖς ὤμοις δὲ ἀνάφορον φέροντος, ὃ ἀλλακτὸν δημωδεστέρως καλεῖται, εἰς Θήβας ἢ Τίρυνθα, πόλιν τοῦ Ἄργους, ἀφικνεῖται πρὸς Ἡρακλέα, ὁδοὺς τὰς εἰς ᾅδου χρῄζων μαθεῖν ἐξ αὐτοῦ καὶ πανδοχεῖα καὶ ἐκτροπὰς, ἅτε τοῦ Ἡρακλέους εἰς ᾅδου πρὶν κατελθόντος ἐπʼ ἀναγωγῇ τοῦ Κερβέρου· εἰ καὶ δυσὶ γενεαῖς προγενέστερος ἦν Ἡρακλέους ὁ Διόνυσος. παρʼ οὗ μαθὼν ὅσων ἔχρῃζεν, ἀπάρχεται τῆς πορείας. παρὰ τὴν λίμνην δὲ πεφθακὼς τὴν Ἀχερουσίαν, αὐτὸς μὲν ὁ Διόνυσος δυσὶν ὀβολοῖς περαιοῦται τῷ Χάρωνι, Ξανθίας δʼ, ἀνθʼ ὧν τῇ περὶ Ἀργινούσας οὐκ ἐναυμάχησε ναυμαχίᾳ, τῷ Χάρωνι μὴ ἀναληφθεὶς πεζῇ τὴν λίμνην κύκλῳ περιπορεύεται· καὶ τί δεῖ λεπτολογεῖν τὸ πᾶν τοῦ συγγράμματος τέλος; Διόνυσος ξενίζεται Περσεφόνῃ καὶ Πλούτωνι, καὶ κρίσιν ποιησάμενος ποιητῶν, Εὐριπίδου καὶ Αἰσχύλου, καὶ ἄριστον τῷ ὄντι Αἰσχύλον νομίσας, καὶ παρὰ προσδοκίαν τοῦτον λαβὼν ἀλλʼ οὐκ Εὐριπίδην, αὖθις ἐς τοὺς ζῶντας ἀνέρχεται. [45]
arg ran 4 (50)
⟧ SCHOLIA IN RANAS Ὁ Ξανθίας ἐπὶ ὄνου παράγεται καθεζόμενος, ἔχων ἐπὶ τῶν ὤμων ἀνάφορον, ὅπου ἦν τὰ στρώματα.
ran ante 1
(εὐθὺς ἐν τῇ εἰσβολῇ διαβάλλει τούς τε κωμῳδοὺς ὡς γελοίοις χρωμένους καὶ παρατρέποντας τοὺς θεατὰς ἀπὸ τῆς ἀκριβείας.) τῶν εἰωθότων: Ἀντὶ τοῦ τῶν ἐθίμων, ἡ μετοχὴ ἀντὶ τοῦ ὀνόματος· καὶ Ὅμηρος [Od. [5]
ran 1
Α, 213] τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντὶ τοῦ πινυτός. —εἰωθότων: Τῶν συνήθων διαλέγεσθαι εἰς ἡδονὴν τοῦ θεάτρου. Θ. τῶν συνήθων. Br. θεώμενοι: Οἱ θεαταί. [5]
ran 2
Θ. Br. νὴ Δίʼ ὅ τι βούλει γε: Ἴδιον αὐτοῦ τὸ εἰς ταῦτα ὀλισθαίνειν· ὡς καὶ ἐν δευτέραις Θεσμοφοριαζούσαις [fr 307] ὁ θεράπων φησὶν ὡς διά γε τοῦτο τοὔπος, οὐ δύναμαι φέρειν σκεύη τοσαῦτα, καὶ τὸν ὦμον θλίβομαι. [5]
ran 3
ἐνταῦθα δέ φησιν ὅτι οὐ δύναμαι ἀνέχεσθαι τοῦ θλίβομαι λεγομένου. πάνυ γάρ ἐστʼ ἤδη χολή: Ἀντὶ τοῦ πολύ.
ran 4
τὸ δὲ πολὺ, κἂν ᾖ γλυκὺ, πικρόν ἐστιν. (Ἄλλως. ὡσανεὶ ἔλεγε ναυτία, διὰ τὸ ἐπιδαψιλεύειν τὴν παιδιὰν ταύτην. συνεχῶς γὰρ εἰσῆγον τοὺς τὰ τοιοῦτα λέγοντας.) —χολή: Λύπη. D. ἀντὶ τοῦ χωρὶς τοῦ εἰπεῖν θλίβομαι. [5]
ran 5
R. ἀντὶ τοῦ ἄνευ εἰπεῖν πιέζομαι. V. γέλοιον Ἀττικῶς, γελοῖον δὲ κοινόν.
ran 6
ἡ δὲ σημασία ἡ αὐτή. μεταβαλλόμενος: Ἀντὶ τοῦ μεταφέρων, μετατιθεὶς ἀπὸ ὤμου εἰς ὦμον.
ran 8
τἀνάφορον δὲ ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτήσαντες οἱ ἐργάται βαστάζουσι. —μεταθέμενος τὸ ἐπὶ ὤμου φορτίον. Θ. χεζητιᾷς: Μέλλεις ἀποπατεῖν. Vict. (μηδʼ ὅτι τοσοῦτον: Μὴ οὕτω ποιήσαιμι καίτοι ἄχθος τοσοῦτον φέρων. [5]
ran 9
) ἀποπαρδήσομαι: Εἰς τὸ αὐτὸ κατήντησεν ὡς δῆθεν ἄκων.
ran 10
—καθαιρήσει: Καταβιβάσει ἀπὸ τοῦ ὤμου. Θ. Vict. καθαίρω παροξυτόνως τὸ ἀποπλύνω, καθαιρῶ δὲ περισπωμένως τὸ καταβάλλω. Θ. Vict. πλήν γʼ ὅταν μέλλω ἐξεμεῖν: Οἷον, εἰ ὅλως λέγεις, τότε εἰπὲ, ὅτε μέλλω ἐξεμεῖν, ἵνα ἅπαξ ἐμέσω καὶ μὴ καὶ τότε ὅτε λέγεις.
ran 11
Ἄλλως. τότε, φησὶ, λέγε, ἐὰν θέλῃς, ἐπιτηρήσας, ὅτε μέλλω ἐξεμεῖν. ῥᾷστα γὰρ ἂν ἐξεμέσαιμι, ἐὰν εἴπῃς. Φρύνιχος: Δίδυμός φησιν ὅτι νῦν Φρυνίχου τοῦ κωμικοῦ μέμνηται, ὡς παρʼ ἕκαστα ἐν ταῖς κωμῳδίαις φορτικευομένου. [5]
ran 13
ἔστι δὲ πατρὸς Εὐνομίδου. κωμῳδεῖται δὲ καὶ ὡς ξένος, καὶ ἐπὶ φαυλότητι ποιημάτων, καὶ ὡς ἀλλότρια λέγων καὶ ὡς κακόμετρα. εἰσὶ δὲ καὶ ἄλλοι τρεῖς Φρύνιχοι. (Φρύνιχος δὲ ὁ κωμικὸς οὐδὲν τούτων ἐποίησεν ἐν τοῖς σωζομένοις αὐτοῦ· εἰκὸς δὲ ἐν τοῖς ἀπολωλόσιν εἶναι αὐτοῦ τοιοῦτόν τι.) Λύκις: Κωμῳδίας ποιητής. [5]
ran 14
ὡς ψυχρὸς κωμῳδεῖται· λέγει δὲ αὐτὸν καὶ Λύκον· οὗ οὐδὲν φέρεται. (Ἄλλως. ὁ δὲ νοῦς, εἴπερ ποιήσω μηδὲν ὧν οὗτοι εἰώθασι ποιεῖν τοῖς σκευοφοροῦσιν· ἵνα τὸ φέρουσι σημαίνῃ πτῶσιν δοτικήν. Ἄλλως.) τριχῶς λέγεται. ἢ γὰρ σκευηφοροῦσιν, ἢ σκεύη φέρουσιν, ἢ ⟦ σκευοφοροῦσιν. ἀντὶ τοῦ ⟧ σκευοφόρους ἄνδρας ποιοῦσιν. ἔστι δὲ βεβιασμένος ὁ λόγος, εἴπερ ποιήσω μηδὲν ὧν οὗτοι ποιοῦσι, σκευηφοροῦντας εἰσάγοντες μετὰ πολλῶν. περιλείπεται οὖν ἀκούειν ἁπλῶς ὧν οὗτοι εἰώθασι ποιεῖν τοῖς σκευηφοροῦσιν, ἵνα τὸ σκευηφοροῦσι σημαίνῃ πτῶσιν δοτικήν. —καὶ αὐτὸς ὡς κακὸς ποιητὴς κωμῳδεῖται. V. σκευοφοροῦςʼ: Τοῖς. [10]
ran 15
E. καὶ οὗτοι οἱ τρεῖς κωμικοὶ εἰσὶ ποιηταὶ, σκευοφοροῦντας εἰσάγοντες ἐν ταῖς κωμῳδίαις καὶ αἰσχρὰ ποιοῦντας. E. τῶν πράξεων τῶν ἀπατηλῶν.
ran 17
Θ. εἰρωνεία. πανουργευμάτων, ἀπατηλῶν ποιημάτων. M. πλεῖν ἢ ʼνιαυτῷ: Παρὰ τὸ Ὁμηρικὸν [Od.
ran 18
Τ, 360] αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. καὶ τὸ [Od. Ο, 357] «ἐν ὠμῷ γήραϊ θῆκε.» διὰ τὴν ἀηδίαν οὖν γηράσκω, φησίν. ἄρʼ ὁ τράχηλος οὑτοσὶ: Ὁ Ξανθίας ἀχθόμενος ἐφʼ ᾧ βαστάζει φόρτῳ λέγει. [5]
ran 20
ὑπὸ τοῦ φορτίου ἐρεῖ. Θ. ἀλαζονεία.
ran 21
R. V. ἡμετέρα ἀτιμία αὐτοῦ ἀλαζονεία καὶ ἔπαρσις. Θ. υἱὸς Σταμνίου: ⟦ Δέον εἰπεῖν υἱὸς Διὸς Σταμνίου εἶπε παρʼ ὑπόνοιαν, ἐπειδὴ ὁ οἶνος ἐν σταμνίῳ βάλλεται.
ran 22
ὁ δὲ Διόνυσος εἰς τὸν οἶνον ἀλληγορεῖται. ⟧ (σταμνία καὶ στάμνους τοὺς ἀμφορεῖς τοῦ οἴνου φασίν. παίζει δὲ ἅμα καὶ πρὸς τὸ σχῆμα ὅτι υἱός εἰμι σταμνίου. Ἄλλως.) ἔπαιξεν, ἐπεὶ ὁ κέραμος ἐν ἑαυτῷ βαστάζει τὸν οἶνον ὥσπερ παῖδα καὶ τρέφει. τοῦτον δʼ ὀχῶ: Ὀχεῖσθαι ποιῶ· ἐπὶ τοῦ ὄνου γὰρ ἦν καθήμενος ὁ Ξανθίας· ⟦ νοεῖται δέ τι καὶ αἰσχρόν· ἀντὶ τοῦ, ἐπιβαίνω αὐτόν. [5]
ran 23
—ὀχῶ μὲν ἐνεργητικῶς τὸ ἀφροδισιάζω καὶ ὀχεύω τὸ αὐτὸ, καὶ τὸ πρᾶγμα ὀχεία. ὀχοῦμαι δὲ παθητικῶς ἤτοι ἐπιβάτης εἰμὶ καὶ ἐφʼ ἵππου κάθημαι ἢ ἑτέρου τινός. καὶ ἀπὸ τούτου ὄχημα τὸ ἅρμα. Οἱ δὲ Ἀττικοὶ τὸ ὀχεῖν ἐνεργητικὸν καὶ ἐπὶ τοῦ ὀχεῖσθαι ποιεῖν ἐκλαμβάνουσι καὶ ἐπιβάτην καθιστάναι ἕτερον, ὡς καὶ ὁ Ἀριστοφάνης ἐνταῦθα «τοῦτον δʼ ὀχῶ» ἀντὶ τοῦ ὀχεῖσθαι ποιῶ. Θ. ⟧ ὀχεῖ: ἀντὶ τοῦ βαστάζει. [10]
ran 25
R. V. ἐπʼ ὀχήματος φέρῃ. Vict. οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω: Ἐπάνω γὰρ τοῦ ὄνου καθεζόμενος ὁ οἰκέτης, ἐβάσταζε τὸ ἀνάφορον.
ran 28
τινὲς εἰς τὸ φέρω δύο στιγμὰς ποιοῦσιν, ἀφαιροῦντες τοῦ μὰ τὸν Δίʼ οὔ τὴν μίαν στιγμήν. πιέζεται: Κατηνέχθη ὅμως καὶ αὐτὸς ἐπὶ τὸ πιέζομαι.
ran 32
ἐν τῷ μέρει σὺ τὸν ὄνον: Ἀντὶ τοῦ, κατά τι μέρος, (ἢ ἐν τῷ ἴσῳ μέρει) κατὰ τὴν ἀμοιβὴν βάστασον τὸν ὄνον. (τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν: Πρὸς τοὺς χρόνους, ὅτι τῷ προτέρῳ ἔτει ἐπὶ Ἀντιγένους περὶ Ἀργίνουσαν ἐνίκων ναυμαχίᾳ οἱ Ἀθηναῖοι συμμαχούντων δούλων, προκακωθέντες ἄλλαις ναυμαχίαις, οὕστινας ἠλευθέρωσαν· πρὸς τοῦτο οὖν χαριεντιζόμενος λέγει, ὅτι εἴπερ ἐνεναυμαχήκειν, κἂν ἀφείμην ἐλεύθερος. [5]
ran 33
ὥστε οἰμώζειν ἂν ἔλεγόν σοι. ἡ δὲ Ἀργίνουσα, πόλις τῆς Αἰολίδος, ἀντικρὺ δὲ Λέσβου κειμένη καὶ Μαλίας καλουμένης ἄκρας.) (κατάβα πανοῦργε: Τὸ χ, ὅτι κατάβα φησί.
ran 35
πρὸς τοὺς ἀξιοῦντας, ὅτι κατάβηθι λέγεται μόνως. τὸ δὲ πανοῦργε, ἡμεῖς μὲν μετριώτερον φαμὲν, Ἀττικοὶ δὲ ἐπὶ σφοδρᾶς βλασφημίας.) ὡς Κενταυρικῶς: (Πρῶτον μὲν ἕως τούτου ὑπακούων τῷ Διονύσῳ λέγει ὁ Ἡρακλῆς, ἐνήλαθʼ ὅστις· εἶτα τὴν ὄψιν καταπλαγεὶς τὸ μὲν ἀκόλουθον οὐκ ἀνεπλήρωσεν, εἰπὼν ὅστις ἐστίν, ἀλλὰ θαυμάσας ἐπηρώτησε τίς εἴη. [5]
ran 38
) ἀντὶ τοῦ ἀκόσμως καὶ ὑβριστικῶς, ὅτι καὶ οἱ Κένταυροι ὑβρισταί. καὶ τοῦτο οἶδεν Ἡρακλῆς ἐκ τῆς πρὸς αὐτοὺς μάχης. τινὲς δὲ ἀντὶ τοῦ μαλακῶς. εἰρωνεύεται γὰρ ὁ Ἡρακλῆς. ὁ γὰρ Διόνυσος μαλακὸς καὶ τρυφηλός. —Κενταυρικῶς: Λίαν ἀγρίως, δίκην Κενταύρων. Θ. ἀτάκτως. Vict. ὅστις: Ἦν. [10]
ran 39
Vict. πρός τινα τῶν ἑαυτοῦ παίδων τοῦτό φησιν, οὔπω τῆς θύρας ἀνοιγείσης. Vict. ὁ παῖς: Ὁ Διόνυσος νεύει πρὸς τὸν Ξανθίαν, καὶ λέγει μειρακευόμενος, ὡς δείσαντος αὐτὸν τοῦ Ἡρακλέους.
ran 40
καθόλου γὰρ τοιοῦτον εἰσάγουσι τὸν Διόνυσον, ὡς ὄντα δειλὸν, (μόνον δὲ καυχηματίαν). —ὁ παῖς: Ὦ παῖ. E. μὴ μαίνοιό γε: Δίδυμος ἀντὶ τοῦ, μὴ μανείης. [5]
ran 41
πιθανώτερον δὲ ἀντὶ τοῦ, ὑπέλαβέ σε μαίνεσθαι ὁ Ἡρακλῆς. Ἄλλως. μὴ οὕτω μανείης, ὡς ὑπολαβεῖν σε τὸν Ἡρακλέα φοβηθῆναι. ἐπὶ κροκωτῷ: Διονυσιακὸν φόρεμα ὁ κροκωτός.
ran 46
ἐφόρει δὲ λεοντῆν, ἵνα ᾖ φοβερὸς ὡς Ἡρακλῆς. Ἡρακλέους γὰρ φόρεμα ἡ λεοντῆ. ⟦ κροκωτῷ, γυναικείῳ ἐκ πήνης ἐνδύματι. ⟧ —γυναικείῳ ἐνδύματι ἐκ μετάξης. Θ. E. τίς ὁ νοῦς ἀντὶ τοῦ τί ὁ νοῦς θέλει εἶναι. [5]
ran 47
V. ποία διάνοια. G. κόθορνος: Τινὲς ὅτι ὁ κόθορνος εἰς ἀμφοτέρους τοὺς πόδας ἁρμόζει, οἱ δὲ ὅτι ἀνδράσι καὶ γυναιξὶν ἁρμόττει. (ἔνθεν καὶ Θηραμένης κόθορνος ἐλέγετο. ὅτι τοῖς καιροῖς καθομιλεῖν δύναται. ὁ δὲ Ξενοφῶν ἐν Ἑλληνικοῖς [2, 3, 31] ἀμφοτέροις τοῖς ποσὶν ἁρμόζειν αὐτόν φησιν. ἐκπλήττεται δὲ ὁ Ἡρακλῆς ὁρῶν τὴν ἄτοπον ταύτην σκευὴν, καὶ ὅτι τὰ ἄμικτα ἔμιξεν. ὁ μὲν γὰρ κροκωτὸς καὶ ὁ κόθορνος γυναικεῖά ἐστιν, ἡ δὲ λεοντῆ καὶ τὸ ῥόπαλον ἀνδρῷα.) ἐπεβάτευον Κλεισθένει: Παίζει. [10]
ran 48
λέγεται γὰρ καὶ ἐπὶ νεὼς τὸ ἐπιβατεύειν καὶ ἐπὶ συνουσίας κατὰ μεταφορὰν τῶν ἀλόγων ζῴων, ἃ ἐπιβαίνοντα συνουσιάζει. Ἄλλως. Κλεισθένης ὁ Σιβυρτίου ἐπʼ αἰσχρότητι κωμῳδεῖται. ἦν δὲ λεῖος τὸ γένειον· διὸ καὶ εὐνούχῳ εἰκάζει αὐτόν. (Ἄλλως. τὸν Κλεισθένην καὶ ἐπὶ τοῦ πασχητιᾶν κωμῳδοῦσιν. ἐμφαίνει οὖν ὅτι εἰ κατὰ στρατείαν ἀπεδήμουν, μετὰ Κλεισθένους ἂν ἐστρατευσάμην. καὶ τὸ ἐπεβάτευον ἐκείνῳ, κακεμφάτως. ἐστρατήγησε δὲ νεωστὶ καὶ ἐνίκησεν οὗτος.) κατεδύσαμεν: Ἐβυθίσαμεν εἰς τὴν θάλασσαν. [10]
ran 49
Victor. σφὼ νὴ τὸν Ἀπόλλω: Θαυμάζων (καὶ ἀπιστῶν) λέγει ὁ Ἡρακλῆς τὸ σφώ.
ran 51
τινὲς δὲ εἰς τὸν Ἀπόλλω δύο στίζουσι καὶ εἰς τὸ ἐξηγρόμην. κᾆτʼ ἔγωγʼ ἐξηγρόμην: Σκώπτει τὸν Διόνυσον. καὶ ἐγὼ, φησὶν, ἀνέστην ἐξ ὀνείρου· δηλῶν ὅτι ὄναρ ταῦτα ἔπραξεν. οἱ δέ φασιν ὡς ὁ Διόνυσος ταῦτα λέγει, κᾆτʼ ἔγωγʼ ἐξηγρόμην, ὡς τῶν ἐπίτηδες ψευδομένων ἐπιλεγόντων τοῦτο, καθʼ ὃ δηλοῦται ὅτι ἐνυπνίῳ ἔοικε τὸ λεγόμενον. οἱ δὲ τῷ Ἡρακλεῖ προσνέμουσι τοῦτο, οἱ δὲ τῷ Ξανθίᾳ. καὶ τὸ, νὴ τὸν Ἀπόλλω, τῷ Διονύσῳ. μόνον γὰρ τὸ σφώ λέγειν τὸν Ἡρακλῆν. ⟧ —σφώ: Ὑμεῖς οἱ θηλυμανεῖς. ἐξηγρόμην: Ἐξηγειρόμην ἐξ ὕπνου. Θ. Br., Vict. ἐξ ὕπνου. E. τὸ ἐξηγρόμην λέγει δεικνὺς αὐτὸν, ὅτι ὀνείρατα φθέγγεται. E. τὴν Ἀνδρομέδαν: (Τῶν καλλίστων Εὐριπίδου δρᾶμα ἡ Ἀνδρομέδα. [10]
ran 53
) διὰ τί δὲ μὴ ἄλλο τι τῶν πρὸ ὀλίγου διδαχθέντων καὶ καλῶν, Ὑψιπύλης, Φοινισσῶν, Ἀντιόπης; ἡ δὲ Ἀνδρομέδα ὀγδόῳ ἔτει προεισῆλθεν. ἀλλʼ οὐ συκοφαντητὰ ἦν τὰ τοιαῦτα. ἐπάταξε: Ἔπληξε. [5]
ran 54
Vict. μικρὸς ἡλίκος Μόλων: (Παίζει.
ran 55
ἔστι γὰρ μεγαλόσωμος ὁ Μόλων. Ἄλλως.) Δίδυμός φησιν ὅτι δύο Μόλωνές εἰσιν, ὁ ὑποκριτὴς καὶ ὁ λωποδύτης· καὶ μᾶλλον τὸν λωποδύτην λέγει, ὅς ἐστι μικρὸς τὸ σῶμα. Τιμαχίδας δὲ τὸν ὑποκριτὴν λέγεσθαι νυνὶ Μόλωνα. γυναικὸς οὐ δῆτα: Τινὲς ἀπὸ τοῦ γυναικὸς ἀμοιβαῖα ποιοῦσι, τινὲς δὲ ὅλον φασὶ τὸν Ἡρακλέα λέγειν, λογιζόμενον τίνος ἠράσθη Διόνυσος. [5]
ran 56
τοῦ δὲ Διονύσου εἰπόντος τὸ ἀτταταῖ, ὁ Ἡρακλῆς ὑποπτεύει ἀνδρὸς ἐρασθῆναι Κλεισθένους τὸν Διόνυσον. (ἀτταταί: Γράφεται ἀππαπαί. [5]
ran 57
διὰ τούτου συγκαταθεμένου τοῦ Διονύσου καὶ ὁ Ἡρακλῆς ἐπήνεγκε, μὴ τοῦ Κλεισθένους, διὰ τὸ, ἐπεβάτευον Κλεισθένει.) —ξυνεγένου: Αἰσχρῶς ἡνώθης. Vict. (οὐ γὰρ ἀλλʼ ἔχω κακῶς: Ἀντὶ τοῦ καὶ γὰρ ἀλλά.
ran 58
τὸ ἀλλὰ παρέλκει Ἀττικῶς. ἀντὶ τοῦ, ἔχω γὰρ κακῶς.) —Ἄλλως. οὐ γὰρ ἀλλά ἀντὶ τοῦ καὶ γὰρ ἀλλά. Καλλίμαχος «οὐ γὰρ ἀλλʼ ἥκω.» V. οὐ γὰρ τοῦτό ἐστι. C. οὐ γὰρ τούτου ἐπιθυμῶ, ὃ λέγεις· ἀλλὰ κακῶς ἔχω. D. ἐπιθυμία ἢ ἀγάπη. [5]
ran 59
V. διʼ αἰνιγμῶν: Ἀντὶ τοῦ διʼ ἀσαφείας.
ran 61
R. V. αἰνιγμάτων. Θ. ἔτνους: Ὀσπρίου πισίνου.
ran 63
ὡς ἀδηφάγον δὲ τὸν Ἡρακλέα κωμῳδοῦσι. (τὸ δὲ ἔτνος εἶδος ἀθάρας.) ⟦ οἱ δὲ ἀνδρεῖοι καὶ πρὸς τὰς μάχας θαυμαστοὶ ἔτνος ἐσθίουσιν ὡς συντελοῦν αὐτοῖς πλεῖστα, ὡς οἱ περὶ ταῦτα δεινοὶ λέγουσιν. ⟧ ἑτέρᾳ φράσω: Διδάσκω οἵως ἐρῶ, ὑποβαλών σοι τὸν ἔρωτα τοῦ ἔτνους. [5]
ran 64
ἀντὶ τοῦ ἄλλῳ τινὶ ὑποδείγματι, οἷον ἄλλῳ τρόπῳ. ἔστι δὲ τὸ ἡμιστίχιον ἐξ Ὑψιπύλης Εὐριπίδου. (καὶ ταῦτα τοῦ τεθνηκότος: Τινὲς βούλονται ἓν πρόσωπον λέγειν ὅλον.
ran 67
τινὲς δὲ διορίζουσι τὸ τοῦ τεθνηκότος· ὡς τοῦ Ἡρακλέους λέγοντος αὐτό. οὕτω γὰρ καὶ αἱ διδασκαλίαι φέρουσι, τελευτήσαντος Εὐριπίδου τὸν υἱὸν αὐτοῦ δεδιδαχέναι ὁμώνυμον ἐν ἄστει Ἰφιγένειαν τὴν ἐν Αὐλίδι, Ἀλκμαίωνα, Βάκχας.) αὐτοῦ γὰρ τοῦ Διονύσου ἐστὶν ὁ ἀγών. [5]
ran 72
(οἱ μὲν γὰρ οὐκ ἔτʼ εἰσὶν: Εὐριπίδου ἐξ Οἰνέως σὺ δʼ ὧδʼ ἔρημος ξυμμάχων ἀπόλλυσαι· οἱ μὲν γὰρ οὐκ ἔτʼ εἰσὶν, οἱ δʼ ὄντες κακοὶ.) (τί δʼ οὐκ Ἰοφῶν: Υἱὸς Σοφοκλέους ὁ Ἰοφῶν.
ran 73
ἠγωνίσατο δὲ καὶ ἐνίκησε λαμπρῶς ἔτι ζῶντος τοῦ πατρὸς αὐτοῦ. διὸ ἀμφιβάλλει μήποτε τοῦ Σοφοκλέους εἴη εἰρηκὼς τραγῳδίαν.) ἐπαινέσας αὐτὸν ὁ Ἀριστοφάνης ὅτι τοῦτο καὶ μόνον ἐστὶ λοιπὸν ἀγαθὸν, προελθὼν ἔψεξεν αὐτόν.
ran 75
V. ⟦ ὅπως ἔχει: Εἴτε αὐτοῦ δηλονότι τὰ ποιήματα εἴτε τοῦ πατρὸς αὐτοῦ Σοφοκλέους. τοιαύτη γὰρ περὶ αὐτοῦ τοὺς πολλοὺς δόξα κατεῖχε. ⟧ (πρότερον δὲ, τῇ ἡλικίᾳ, ἢ τιμιώτερον.) οὒ, πρίν γʼ ἂν Ἰοφῶντα: Κωμῳδεῖται γὰρ ὁ Ἰοφῶν ὁ υἱὸς Σοφοκλέους ὡς τὰ τοῦ πατρὸς λέγων ποιήματα. [5]
ran 78
(Ἄλλως. οὐ μόνον ἐπὶ τῷ ταῖς τοῦ πατρὸς τραγῳδίαις ἐπιγράφεσθαι κωμῳδεῖται, ἀλλʼ ἐπὶ τῷ καὶ ψυχρὸς καὶ μαλακὸς εἶναι.) —Νικοστράτης δὲ υἱὸς ἦν. φασὶ δὲ ὅτι καὶ Ἀρίστων τοῦ Σοφοκλέους νόθος υἱὸς ἐγεγόνει ἔκ τινος Θεωρίδος Σικυωνίας. V. τὸ δὲ κωδωνίσω ἀντὶ τοῦ δοκιμάσω, ὅτι τινὰ τῶν ὀρνέων δοκιμάζεται τῷ τοῦ κώδωνος ψόφῳ. (καὶ τοὺς ἵππους οὕτως ἐδοκίμαζον κώδωσιν εἰ ψοφοδεεῖς εἶεν, καὶ τοὺς ὄρτυγας. οἱ γὰρ ὑπομένοντες τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχουσι πρὸς μάχην. τινὲς δὲ ἀπὸ τῶν ἀγγείων τῶν σαθρῶν, ἐπεὶ οὕτω δοκιμάζουσι διακρούοντες. τινὲς δὲ ἀπὸ τῶν φυλακῶν. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ τῶν ἀγγείων· τὰ δὲ ἄλλα ἐσχεδίασται. Ἄλλως. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων τῶν κώδωνι δοκιμαζομένων εἰ θόρυβον ὑπομένειν δύνανται. Δημήτριος δὲ προσλαμβάνει καὶ ὅτι κατὰ τὰς φυλακὰς εἰ ἐγρηγόρασι κώδωσι διεσήμαινον, ὅπως ἂν φθέγγωνται.) κωδωνίσω: Δοκιμάσω, ἐκ μεταφορᾶς τῶν νομισμάτων. [15]
ran 79
C. διακηρύξω. D. δοκιμάσω, ἐξετάσω. Vict. εὔκολος: Ἁπλοϊκὸς καὶ ἐλευθέριος.
ran 82
τοιοῦτος δὲ ὁ Σοφοκλῆς. —μαλακογνώμων. Θ. Vict. Ἀγάθων δὲ: Οὗτος τραγῳδίας ποιητὴς (Ἀθηναῖος, υἱὸς Τισαμενοῦ).
ran 83
κωμῳδεῖται δὲ εἰς θηλύτητα. (ἦν δὲ καὶ κωμῳδοποιὸς τοῦ Σωκρατικοῦ διδασκαλείου.) ποθεινὸς τοῖς φίλοις: Γράφεται δεξιός.
ran 84
φίλοις δὲ ἀντὶ τοῦ τοῖς σοφοῖς. οὗτος δὲ ἀγαθὸς ἦν τὸν τρόπον καὶ τὴν τράπεζαν λαμπρός. (καὶ φασὶν ὅτι τὸ Πλάτωνος συμπόσιον ἐν ἑστιάσει αὐτοῦ γέγραπται, πολλῶν ἅμα φιλοσόφων παρʼ αὐτῷ καταχθέντων.) ἐς μακάρων εὐωχίαν: Ἢ ὡς περὶ τετελευτηκότος λέγει, ὡσανεὶ εἶπε τὰς μακάρων νήσους· ἢ ὅτι Ἀρχελάῳ τῷ βασιλεῖ μέχρι τῆς τελευτῆς μετὰ ἄλλων πολλῶν συνῆν ἐν Μακεδονίᾳ, καὶ μακάρων εὐωχίαν ἔφη τὴν ἐν τοῖς βασιλείοις διατριβήν. [5]
ran 85
⟦ τοῦτο δὲ παρʼ ὑπόνοιαν. ⟧ Ξενοκλῆς: Υἱὸς Καρκίνου, ὃς κωμῳδεῖται ὡς ἄξεστος ἐν τῇ ποιήσει (καὶ ἀλληγορικός).
ran 86
ἀδελφοὶ δὲ αὐτοῦ Ξενόκλειτος, Ξενότιμος, Δᾶτις. (εἰσὶ δὲ, ὥς φασι, δύο Ξενοκλεῖς τραγῳδοὶ γεγονότες. τρίτος δέ ἐστι τούτοις ὁμώνυμος, πολιτικὸς, φαύλου μὲν πατρὸς, τῶν δὲ δήμων Χολαργεύς.) Πυθάγγελος δέ: Τραγῳδίας ποιητὴς μοχθηρὸς καὶ ἄσημος. [5]
ran 87
ὁ Ξανθίας δὲ ὑπομνησθεὶς τῆς Πυθαγγέλου φωνῆς φησὶν ὅτι οὐ φροντίζετέ μου Πυθαγγέλου καὶ ταῦτα (φροντίζοντες καὶ) μνημονεύοντες. (καλῶς δὲ καὶ πικρῶς ἔδειξεν ὡς δοῦλος τὸ προκείμενον.) (λαλίστερα: Πολυλογώτερα. [5]
ran 91
εἰς τοῦτο γὰρ Εὐριπίδης ἐκακίζετο.) πλεῖν ἢ σταδίῳ: πλέον ἢ σταδίῳ Εὐριπίδου φλυαρότερα. R. V. τοῦτο δὲ ὡς ἐπὶ δρόμου, καθὼς καὶ ἐν τῇ συνηθείᾳ λέγομεν. V. ἀντὶ τοῦ λάλοι καὶ πιθανολόγοι. R.V. ἐπιφυλλίδες: Κυρίως δὲ ἐπιφυλλίδες· οὕτω λέγεται τὰ βοτρύδια τὰ μετὰ τὸ πατεῖσθαι τῶν στεμφύλων ἐξερχόμενα. [5]
ran 92
ταῦτα δὲ οὐ χρήσιμα. Ἄλλως. V. τὰ ἐπικείμενα τοῖς μεγάλοις βότρυσι βοτρύδια. (Καλλίστρατος δὲ, τὰ αὐτὰ καθʼ ἑαυτὰ μικρά.) κέκληται δὲ οὕτως, διὰ τὸ τοῖς φύλλοις καλύπτεσθαι. (ἢ τὰ πρὸς αὐτοῖς τοῖς φύλλοις). Ἄλλως. ἐπιφυλλίδες εἰσὶ τὰ ἐν τοῖς βότρυσιν ἐν ἀρχῇ περιττώματα. οἱ δέ φασι τὰ ἐν κορυφαῖς τῶν κλημάτων. ταῦτα γὰρ οὐχ ὑποκάτω τῶν φύλλων, ὡς οἱ βότρυες, ἀλλʼ ἐπάνω φύονται. δείκνυσι δὲ ἐντεῦθεν ὡς οὐδὲν περὶ λόγους εἰσί. χελιδόνων μουσεῖα: Παρὰ τὰ ἐν Ἀλκμήνῃ Εὐριπίδου πολὺς δʼ ἀνεῖρπε κισσὸς, εὐφυὴς κλάδος, χελιδόνων μουσεῖον. [10]
ran 93
ἀντὶ τοῦ βάρβαρα καὶ ἀσύνετα. καὶ γὰρ ἡ χελιδὼν ἐπὶ τῶν βαρβάρων καὶ ἐν τοῖς ἑξῆς [680] «οὗ περιβρέμεται Θρηϊκία χελιδών. —» τὸ χελιδόνων μουσεῖα παροιμία ἐπὶ τῶν πολυλόγων καὶ ἐπαχθῶν ταττομένη. τοιοῦτον γὰρ τὸ τῶν χελιδόνων γένος, πλέον διὰ τὸ πολὺ τῆς ᾠδῆς ἀνιῶν τοὺς ἀκούοντας ἢ διὰ τὸ μέλος εὐφραῖνον. καὶ ἐν τοῖς ἑξῆς «οὗ περιβρέμεται Θρηϊκία χελιδών.» Θ. a m. rec. ⟦ ἃ φροῦδα: Ἀφανῆ ὑπὸ τῆς χαρᾶς. [10]
ran 94
ἢν μόνον: Ἤγουν, εἴπερ ἅπαξ τοὺς περιεστῶτας ἐπαινέτας σχοῖεν τῶν δραμάτων. ⟧ ⟦ προσουρήσαντα: Εὐθυδρομήσαντα, εὐδοκιμήσαντα ἐν τραγῳδίας δράματι ἐπαινεθέντα.
ran 95
—οὐρίζω, τὸ ἀπὸ τοῦ οὔρου ἀνέμου. οὐρῶ, τὸ ἀπὸ τοῦ οὔρου, τοῦ ἐκκρινομένου ὑγροῦ. προσουρήσαντα οὖν, τὸ βραχύν τινα χρόνον διατρίψαντα, καὶ τῶν αὐτῶν λήρων ἐκχέαντα τῇ τραγῳδίᾳ. C. ⟧ γόνιμον δὲ ποιητὴν: Ἀντὶ τοῦ φυσικόν τινα καὶ μὴ βεβιασμένον. [5]
ran 96
ἢ γεννητικόν. παρακεκινδυνευμένον: Ἀντὶ τοῦ ὑψηλὸν, βλάσφημον, (καὶ ὀγκῶδες.
ran 99
) ⟦ παράδοξον, ἀσύνηθες. ⟧ αἰθέρα Διὸς: Εὐριπίδου ἐκ Μελανίππης ὄμνυμι δʼ ἱρὸν αἰθέρʼ, οἴκησιν Διός.
ran 100
τὸ δὲ χρόνου πόδα ἐστὶν ἐξ Ἀλεξάνδρας «καὶ χρόνου «προὔβαινε πούς.» γλῶτταν δʼ ἐπιορκήσασαν: Παρὰ τὰ ἐξ Ἱππολύτου Εὐριπίδου [612] ἡ γλῶσςʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος.
ran 103
σὲ δὲ ταῦτʼ ἀρέσκει: Ἀντὶ τοῦ σοί Ἀττικῶς. (σημειωτέον δὲ ὅτι οἱ Ἀττικοὶ κέχρηνται τῷ τοιούτῳ σχηματισμῷ. ὡς καὶ Εὐριπίδης ἐν Βάκχαις [503] «καταφρονεῖ με καὶ Θήβας ὅδε.») μάλα πλεῖν ἢ μαίνομαι: Οἱ μὲν βραχύνουσιν, ἵνα τοῦ η ἔκθλιψις εἶναι δοκῇ, οἱ δὲ ἐκτείνουσι τὸ α, κρᾶσιν πιστεύοντες εἶναι τοῦ η καὶ τοῦ α βραχέος εἰς τὸ α μακρόν. V. ⟦ μᾶλλον ἢ μαίνομαι. οἱ μὲν, φασὶν, ἐκτείνουσιν· οἱ δὲ συστέλλουσι. ⟧ (μεταλαμβάνεται δὲ εἰς τὸ μὲν οὖν, ἢ οὔκ· ἀλλὰ καὶ μᾶλλον. ἡ γὰρ μή ἀπαγόρευσις παρὰ τοῖς παλαιοῖς ἀντὶ τῆς οὐ ἀρνήσεως παραλαμβάνεται. Ἄλλως. ἀλλὰ πλέον ἢ μαίνομαι ἐπʼ αὐτῷ· τουτέστιν, ὑπερβαλλόντως μοι ἀρέσκει.) κόβαλα: Ἀντὶ τοῦ κακοῦργα καὶ ἀνελεύθερα. [10]
ran 104
(Δίδυμος, κατεστωμυλμένα, ἀπατητικά. καὶ κακοβούλους, κοβάλους.) (μὴ τὸν ἐμὸν οἴκει: Καὶ τοῦτο παρὰ τὸ ἐν Ἀνδρομάχῃ μὴ τὸν ἐμὸν οἴκει νοῦν, ἐγὼ γὰρ ἀρκέσω.
ran 105
) καὶ μὴν ἀτεχνῶς γε: Ἀντὶ τοῦ ἀληθῶς ἢ ὅλως καὶ συνόλως, καὶ ἔστιν οἷον ἀδόλως.
ran 106
τέχνας γὰρ ἔλεγον οἱονεὶ τοὺς δόλους. [Hom. Od. Θ, 296:] «ἀμφὶ δὲ δε«σμοὶ τεχνήεντες ἔχυντο.» δειπνεῖν με δίδασκε: ⟦ Τοῦτο γὰρ ἐπίστασαι, ἐκεῖνο δʼ οὔ.
ran 107
⟧ ταῦτά με, φησὶ, δίδασκε, καὶ μὴ κρῖνε τραγῳδίας. ὅτι ἀδηφάγος ὁ Ἡρακλῆς. κρήνας: ⟦ Γράφεται κρημνούς.
ran 113
ἐκτροπαὶ δὲ, ἐκνεύσεις τῶν ὁδῶν, ⟧ ὅπου τις ἐκτραπῆναι δύναται. (διὰ τὸ ἐκτρέπεσθαι τῆς ὁδοῦ καὶ κρύπτεσθαι, ὅταν ταραχή τις γένηται τῶν νεκρῶν.) ⟦ ὅσα δὲ οἱ ὁδοιποροῦντες ἐπάνω τῆς γῆς εὑρίσκουσι καθʼ ὁδὸν, ταῦτα καὶ αὐτὸς οἰόμενος καὶ ὑπὸ γῆν εἶναι, ἐρωτᾷ περὶ τούτων. ⟧ ἐπειδὴ ῥυπαρὸς οὗτος ὁ τόπος· ὅπου δὲ ῥυπαρία, κόρεις εἰσίν. [5]
ran 115
V. ὁ Ἡρακλῆς πρὸς τὸν Ξανθίαν τὸ ὦ σχέτλιε.
ran 116
R. ὁ Ἡρακλῆς ἀκούσας τοῦ Ξανθίου λέγοντος ὅτι περὶ ἐμοῦ οὐδεὶς λόγος, πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὅτι καὶ σὺ τολμήσεις καταβῆναι. V. ἀντὶ τοῦ διὰ ποίας ὁδοῦ.
ran 118
V. μήτε θερμὴν: Μήτε ὅπου ἐστὶ καῦμα μήτε δυσχείμερον ὁδὸν εἴπῃς.
ran 121
θρανίου: Θράνους καὶ θρανάτια ταπεινά τινα διφρίδια καὶ ὑποπόδια λέγονται· καὶ ἡ παρὰ τῷ ποιητῇ θρῆνυς· ἐφʼ ὧν ἱστάμενοι οἱ ἀπαγχόμενοι ἀρτῶσιν ἑαυτοὺς, ἀπολακτίζοντες αὐτά. τοῦ δὲ κάλω ἡ εὐθεῖα ὁ κάλως. πνιγηρὰν λέγεις: Πρὸς τὸν πνιγμὸν τῆς ἀγχόνης καὶ ὥσπερ ὁδοῦ καυματώδους. [5]
ran 122
Ἄλλως. V. καυματώδη· ἅμα μὲν ἀντὶ τοῦ θερμήν· πνιγεὺς γὰρ ἡ κάμινος· ἅμα δὲ ὅτι πνίγει τῷ χρόνῳ τὸ σχοινίον καὶ τὸ θρανίον. σύντομος: Ὅτι οὐ μόνον ἐπίτομον λέγουσιν, ἀλλὰ καὶ σύντομον. [5]
ran 123
τετριμμένην δὲ, ἅμα μὲν ὡς ἐπὶ ὁδοῦ ⟦ κατημαξευμένησ ⟧ , ἅμα δὲ καὶ πρὸς τὸ κώνειον διὰ θυείας τρίβεσθαι. ψυχράν γε καὶ δυσχείμερον: (Καὶ ὡς ἐπὶ ὁδοῦ ψυχρᾶς, καὶ ὅτι κατὰ ψύξιν φονεύει τὸ κώνειον.
ran 125
) ⟦ πήγνυσι δὲ, εἶπε, τἀντικνήμια. ⟧ ἀπὸ τῶν ποδῶν γὰρ οὗτος ὁ θάνατος ἄρχεται, πρώτους αὐτοὺς καταψύχων. ⟦ ὡς τοῦ ζωτικοῦ αἵματος περὶ τὴν καρδίαν συστελλομένου. ⟧ κατάντη: Οὕτως Ἀττικοὶ ἀντὶ τοῦ κατωφερῆ. [5]
ran 127
εὐκολώτεραι γὰρ καὶ ταχύτεραι αἱ τοιαῦται ὁδοί. ὡς ὄντος γε μὴ βαδιστικοῦ, ἐμοῦ δηλονότι ταχέως βαδίζειν μὴ δυναμένου.
ran 128
V. ὀξύποδος ἐμοῦ. R. ἀφιεμένην τὴν λαμπάδα: Τοὺς λαμπαδιστὰς ἀγῶνας.
ran 131
λαμπαδηδρομίαι δὲ γίνονται τρεῖς ἐν τῷ Κεραμεικῷ, Ἀθηνᾶς, Ἡφαίστου, Προμηθέως. Κεραμεικὸς τόπος Ἀθήνησιν ὅπου συνετέλουν οἱ Ἀθηναῖοι κατὰ ἐνιαυτὸν λαμπαδοῦχον ἀγῶνα. πρὸς δὲ τῷ τόπῳ τούτῳ πύργον τινὰ ὑπάρχειν φασίν. ἐφʼ ὃν συμβουλεύει αὐτὸν ἀναβάντα θεωρεῖν τὴν λαμπάδα, καὶ ὅταν οἱ πρῶτοι λαμπαδίζοντες ἀφεθῶσι, καὶ αὐτὸν ἀπὸ τοῦ πύργου ἀφεῖναι ἑαυτὸν κάτω. εἷναι, τόθʼ εἷναι: (Ἀντὶ τοῦ ἀφεῖναι τοὺς δρομεῖς. [5]
ran 133
τινὲς δὲ γράφουσιν εἵητε, ἀντὶ τοῦ ἀφείητε, οἱ δρομεῖς δηλονότι.) τοῦτο δὲ γνωριμώτερον ἔχει τὸν νοῦν, ἐπειδὰν οἱ θεώμενοι εἴπωσιν ἀφείητε, δηλονότι οἱ τρέχοντες, καὶ σὺ σαυτόν. (γράφεται δὲ ἐν πολλοῖς εἷναι, ἀντὶ τοῦ εἵητε. μήποτε τὸ δεύτερον εἷναι, τὸ ἓς καὶ σὺ σαυτὸν, ἁμαρτανομένου τοῦ προτέρου. λέγοι δʼ ἄν τις καὶ τοῦτο λόγον ἔχειν· ὡς τῶν θεωμένων ἐπικελευόντων τῷ τὸ σημεῖον ἀφιέντι κατὰ τὸ ἀρχαῖον σχῆμα, οὕτως εἷναι). ⟦ Ἄλλως. ὅτι ἐν τῇ ἀφέσει τῆς λαμπάδος σημεῖον ἦν τοῖς μέλλουσι δραμεῖν, ὡς δεῖ τοῦ δρόμου κατάρξασθαι. ἦν δὲ τοῦτο πρὸ τοῦ εὑρεθῆναι παρὰ Τυρσηνοῖς τὴν σάλπιγγα. —εἷναι, τόθʼ εἷναι: Τὸ εἷναι σημαίνει καὶ τὸ κορευσθῆναι, ὡς ἐν τῷ «ἐξ ἔρον ἕντο,» καὶ ἔστι δασυνόμενον ὡς ἀπὸ τοῦ ἴω καὶ ἔημι τὸ πληρῶ. σημαίνει δὲ καὶ τὸ ἀφεῖναι καὶ πέμψαι, καὶ τοῦτο δασυνόμενον ὁμοῖον ὡς ἐνταῦθα. κανονίζεται δὲ οὕτως· ἵημι τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ βʹ ἀόριστος ἧν, ἡ μετοχὴ εἷς, ἕντος, καὶ τὸ ἀπαρέμφατον εἷναι. Vict. ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου: (Καὶ γὰρ ὁ ἐγκέφαλος τῶν ἀνθρώπων ἔχει ὑφʼ ἑαυτὸν ὑμένας ἐοικότας τοῖς τῆς συκῆς φύλλοις. [20]
ran 134
Ἄλλως.) Ἀρίσταρχος, πρὸς τὸ σχῆμα, φησὶ, τοῦ ἐγκεφάλου. ἔστι γὰρ ὥσπερ δύο θρῖα συγκείμενα. θρῖα δὲ, τὰ τῆς συκῆς φύλλα, καὶ τὰ θρῖα δὲ οὕτως σκευάζεται. λέγεται δὲ ἀπὸ τοῦ κατειλεῖσθαι τοῖς τῆς συκῆς φύλλοις. ἡ δὲ σκευασία ἐστὶ, στέαρ, μέλι, ᾠὰ, σεμίδαλις. εἰώθασι δὲ καὶ τὸν ἐγκέφαλον ὀπτᾶν κατειλήσαντες τοῖς τῆς συκῆς φύλλοις, ἢ μετὰ τῆς ἄλλης τοῦ θρίου κατασκευῆς. ἢ καὶ μόνον, πρὸς ὃ καὶ παρέθηκε τὸ θρῖον. ἄβυσσος: Ἣν οὐδὲ βυθὸς χωρῆσαι δύναται. [10]
ran 138
Ἴωνες δὲ τὸν βυθὸν βυσσόν φασι. τυννουτῳί σε: Συνάγων τοὺς δακτύλους φησίν· ἀντὶ τοῦ μικρῷ.
ran 139
ὁμοίως δὲ καὶ τυτθὸν, τὸ νήπιον, ἀντὶ τοῦ τιτθόν· τὸ ἔτι παρὰ τοῖς τιτθίοις καθεστηκός. φοβεῖ δὲ αὐτὸν, ἐπίτηδες σμικρύνων τὸ πλοῖον. —τύννος τὸ μικρὸν, ὁμοίως καὶ τυτθόν. R. δύʼ ὀβολὼ μισθὸν λαβών: Οὐχ ὡς τοῦτο λαμβάνοντος, ἀλλὰ πρὸς τὸν δικαστικὸν μισθὸν, ὅτι δύο ὀβολῶν ἦν. [5]
ran 140
ἅμα δὲ διὰ τὸ λεγόμενον, ὅτι τοῖς νεκροῖς ἐπὶ τοῦ στόματος βάλλουσι δύο ὀβολοὺς, καὶ ὅτι τὸ δικαστικὸν μισθάριον δύο ὀβολοὶ ἦσαν. ἐπιφέρει γοῦν ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ. ἦν δὲ καὶ τριώβολον, τοῦτο τῶν στρατηγῶν κολακείας χάριν προστιθέντων. ἐπὶ δὲ Ἀριστοφάνους καὶ δραχμὴν ἦν λαβεῖν. ἀντὶ τοῦ μεγάλην δύναμιν ἔχουσιν. [5]
ran 141
R. Θησεὺς ἤγαγε: Ὅτε κατῆλθε μετὰ Πειρίθου ⟦ εἰς Ἀϊδωνέα, ἁρπάσαι βουλομένου τὴν κόρην τῆς Δήμητρος Περσεφόνην.
ran 142
ἢ διὰ τὸ θητεύειν τὸν Χάρωνα διαπορθμεύοντα. ⟧ μή μʼ ἔκπληττε: Μή μʼ εἰς ἔκπληξιν καὶ φόβον ἔμβαλε· οὐ γάρ μʼ ἀποστήσεις τῆς ὁρμῆς.
ran 144
C. δειμάτου: Ἐκφόβει. Vict. καὶ σκὼρ ἀεὶ νῶν: Ὅτι τινές φασι τῷ σκώρ πρῶτον κεχρῆσθαι Στράττιν ἐν Ἀταλάντῃ δράματι· ψεῦδος δὲ, πολλῷ γὰρ ὕστερον τῶν Βατράχων δεδίδακται ἡ Ἀταλάντη Στράττιδος.
ran 146
—νῶν δὲ ἀντὶ τοῦ ῥέον, νᾶον νῶν. σκὼρ δὲ ἀποπάτημα, χέσμα. κειμένους δὲ ἀντὶ τοῦ κολαζομένους. R. V. νῶν: Ῥέον. C. νάον D. σκὼρ: Κόπρον. Vict. ἠλοίησεν: Ἔτυψεν. [5]
ran 149
R. Br., Vict. ἐφαρύτωσεν. ἢ γεραιὰν γνάθον ἔκρουσε. V. ἢ Μορσίμου: Τραγῳδίας ποιητὴς ὑπόψυχρος.
ran 151
(ἔστι δὲ Φιλοκλέους υἱός. ἦν δὲ ὀφθαλμῶν ἰατρὸς ἀγαθός. ἦν δὲ καὶ σμικρός. υἱὸν δὲ ἔσχεν Ἀστυδάμαντα.) —ἀντὶ τοῦ θανάσιμόν τινα λόγον ἔγραψεν, οἷα νῦν πολλὰ γίνονται τοῖς φαρμακοῖς. V. τὴν Κινησίου: Κινησίας διθυραμβοποιός· ὃς ἐποίησε πυρρίχην. [5]
ran 153
ἢ ὅτι ἐν τοῖς χοροῖς πολλῇ κινήσει ἐχρῆτο. (τινὲς δὲ οὐ γράφουσι τὸν, νὴ τοὺς θεοὺς, στίχον, ἀλλʼ ἀφαιροῦσιν αὐτὸν καὶ τὸν ἑξῆς οὕτω γράφουσιν ἢ πυρρίχην τις ἔμαθε τὴν Κινησίου. διὸ καὶ Ἀριστοφάνης παρατίθησι τὸ ἀντίσιγμα καὶ τὸ σίγμα. Ἄλλως. ὁ Κινησίας ἐπραγματεύσατο κατὰ τῶν κωμικῶν, [ὡς εἶεν ἀχορήγητοι. ἦν δὲ καὶ τὸ σῶμα ὀκνηρὸς καὶ κατεσκελετευκώς. δοκεῖ δὲ καὶ] κατησχημονηκέναι τοῦ τῆς Ἑκάτης ἀγάλματος. διὸ καὶ ἐν τοῖς ἑξῆς [366] φησιν ἢ κατατιλᾷ τῶν ἑκαταίων, κυκλίοισι χοροῖσιν ὑπᾴδων. ἦν δὲ Θηβαῖος, μελοποιὸς κάκιστος, ὃς ἐν τοῖς χοροῖς ἐχρῆτο πολλῇ κινήσει.) τοὺς τόπους τῶν μυρρίνων. [10]
ran 156
R. μυρρινὼν ὁ τόπος τῶν μυρρίνων. V. τόπους μεστοὺς μυρινῶν. Θ. οἱ μεμυημένοι: ⟦ Λόγος γὰρ ἐκράτει παρʼ Ἀθηναίοις ὡς ὁ τὰ μυστήρια διδαχθεὶς μετὰ τὴν ἐνθένδε τελευτὴν θείας ἠξιοῦτο τιμῆς.
ran 158
διὸ καὶ πάντες πρὸς τὴν μύησιν ἔσπευδον. ⟧ —οἱ εἰδότες τὰ μυστήρια. R. οἱ τὰ μυστήρια διδαχθέντες. Θ. ὄνος ἄγων μυστήρια: Τοῖς μυστηρίοις ἐξ ἄστεως εἰς Ἐλευσῖνα διὰ τῶν ὄνων φέρουσι τὰ εἰς τὴν χρείαν· ὅθεν ἡ παροιμία, διὰ τὸ κακοπαθεῖν μάλιστα τοὺς ὄνους ἀχθοφοροῦντας. [5]
ran 159
ὡς ἂν οὖν ὅμοιόν τι πάσχων διὰ τὸ πιέζεσθαι τῷ ἐπικειμένῳ ἄχθει, τὴν παροιμίαν μίγνυσιν. (ἀτὰρ οὐ καθέξω: Ἅμα τῷ λόγῳ ῥίπτει τὰ σκεύη, ἵνα ὕστερον φαίνηται γελοιότερος, κελευόμενος ἆραι τὰ σκεύη. [5]
ran 160
λέγει γοῦν, πρὶν καὶ καταθέσθαι, εἰπόντος, σὺ δὲ τὰ στρώματα αὖθις λάμβανε.) τῷ Ξανθίᾳ φησὶν ὁ Διόνυσος.
ran 165
V. τῶν νεκρῶν δηλονότι τῶν ἐπὶ τὸ ἀπελθεῖν μελλόντων εἰς τὸν ᾍδην.
ran 168
V. ἐκ τοῦ κόσμου πρὸς τὸν Ἅδην, ἢ τῶν ἐκφερομένων τῆς πόλεως, ἀφʼ οὗ καὶ ἐκφορὰ, ἐπὶ τὸν Ἅδην, ὃ κοινῶς ἐξόδιον λέγεται. Θ. ἐὰν δὲ μἥὐρω: Ἀντὶ τοῦ, ἐὰν δὲ μὴ εὕρω.
ran 169
γράφεται καὶ ἔχω, ἤγουν, ἐὰν μὴ ἔχω ἀργύριον· ἵνα λείπῃ τὸ ἀργύριον. πρὸς τὸν βασταζόμενον νεκρόν.
ran 171
R. V. πόςʼ ἅττα: Ἀντὶ τοῦ, πόσα σκεύη ἔχετε.
ran 173
γελοίως δὲ ὁ βασταζόμενός φησιν, ἀσθενῶς δὲ ἐρεῖ. ἡ δραχμὴ δὲ, ἓξ ὀβολῶν. δώδεκα οὖν ὀβολοὺς αἰτεῖ. (ὑπάγεθʼ ὑμεῖς: Ἀντὶ τοῦ ἀναχωρεῖτε.
ran 174
ἀποστρέφεται δὲ αὐτοὺς ὁ νεκρὸς, μὴ βουλόμενος σκευηφορεῖν, διὰ τὸ ἐλάχιστον εἶναι τὸν μισθόν. τὸ δὲ, ὑπάγετε ὑμεῖς τῆς ὁδοῦ, ὁ νεκρός φησι πρὸς τοὺς νεκροφόρους.) ἐὰν ξυμβῶ τί σοι: Ἐὰν ξυμβῶ σοι ἀντὶ τοῦ ἵνα ξυμφωνήσω σοί τι.
ran 175
(ἔλεγον δὲ τὸ ἵνα ἀντὶ τοῦ ἐάν. καὶ Ὅμηρος [Il. Η, 353] «ἵνα μὴ ῥέξομεν ὧδε.») ἐννέʼ ὀβολούς: Ἀντὶ τοῦ μίαν ἥμισυ δραχμήν· ἡ γὰρ δραχμὴ ἓξ ὀβολοί.
ran 177
R. Θ. μίαν ἥμισυ δραχμὴν δίδωσιν ὁ Διόνυσος. V. ἀναβιῴην νῦν: (Ὀχλούμενος ὑπʼ αὐτῶν τοῦτο λέγει. ἐν ἤθει δὲ ἐκ τοῦ ἐναντίου ἡμῖν· οἷον ἀπολοίμην. οἱ δὲ, ὅτι χαλεπὸν ἦν τότε τὸ ζῆν, ὥστε ἄμεινον εἶναι τὸ τεθνάναι. εἰς κατάραν οὖν λαμβάνει τὸ ἀναζῆσαι ἐν Ἀθηναίοις. κατηγορίαν δὲ ἔχει οὐ τὴν τυχοῦσαν. Ἄλλως. ἐν ἤθει, ἐπεὶ ἁπλῶς ὁ) ἀνθρώπινος βίος μοχθηρός. ἢ ὅτι τότε Ἀθηναίων δυστυχούντων οἱ ἀπολλύμενοι ἐμακαρίζοντο. ἀντὶ τοῦ βαστάσω. [10]
ran 178
V. ἐγὼ βαστάζω. R. ὠὸπ, παραβαλοῦ: Ἐλατικὸν ἐπίφθεγμα τὸ ὠόπ.
ran 180
τὸ δὲ παραβαλοῦ ἀντὶ τοῦ ὅρμισον τῇ γῇ τὴν ναῦν. ἐν τῇ νηὶ γὰρ ὁ Χάρων λέγει. —πλησίασον τὸ σκάφος τῷ λιμένι. Br. (τοῦτο λίμνη νὴ Δία: Τοῦτο οἱ μέν φασι τὸν Διόνυσον λέγειν, οἱ δὲ τὸν Ξανθίαν.
ran 181
ἐνταῦθα δὲ τοῦ πλοίου ὀφθέντος ἠλλοιῶσθαι χρὴ τὴν σκηνὴν καὶ εἶναι κατὰ τὴν Ἀχερουσίαν λίμνην τὸν τόπον ἐπὶ τοῦ λογείου, ἢ ἐπὶ τῆς ὀρχήστρας, μηδέπω δὲ ἐν ᾍδου.) χαῖρʼ ὦ Χάρων: Δημήτριός φησιν Ἀχαιοῦ ὅλον εἶναι ἐκ τοῦ Αἴθωνος. [5]
ran 184
λέγουσι δʼ αὐτὸ οἱ σάτυροι, Χαῖρʼ ὦ Χάρων χαῖρʼ ὦ Χάρων χαῖρʼ ὦ Χάρων. ἦ που σφόδρα θυμοῖ. Ἄλλως. πιθανὸν ὑπονοεῖν τρεῖς τοῦτο λέγοντας, ἀσπαζομένους τὸν Χάρωνα, Διόνυσον, Ξανθίαν καὶ τὸν νεκρόν. δεῖ γὰρ ὑπονοῆσαι βούλεσθαι καὶ αὐτὸν συνεμβαίνειν αὐτοῖς. ⟦ τίς εἰς ἀναπαύλας: Εἰς ἀναπαύσεις γὰρ ἐκ κοσμικῶν ὀχλήσεων χωροῦσιν οἱ μεθιστάμενοι. [5]
ran 185
⟧ τίς εἰς τὸ Λήθης πεδίον: Τοῦτο κηρύσσει ὁ Χάρων.
ran 186
ὡς τόπους δὲ καταλέγει. ἐκ δὲ τοῦ δευτέρου τὸ ἀδύνατον τῶν καθʼ ᾍδου δηλοῖ, τοῦ (ἠς ὄνου πόκας ἀντὶ τοῦ) ἢ εἰς ὄνου πόκας. ἀδύνατον γὰρ πόκας ἀποκείρασθαι τῶν ὄνων. φαίνεται δὲ καὶ παροιμιῶδες ἤδη εἶναι. τὸ δὲ Λήθης πεδίον, Δίδυμός φησι, χωρίον ἐν ᾍδου διατετύπωκεν (οὕτω λεγόμενον, ὡς καὶ τὸν Αὐαίνου λίθον ἔπλασεν ἀπὸ τοῦ τοὺς νεκροὺς αὐαίνεσθαι καὶ ἀλίβαντας εἶναι. ὄνου δὲ πόκας τὸ ἄχρηστον· οὐδὲ γὰρ αἱ τοῦ ὄνου πόκες χρησιμεύουσιν. ἡ παροιμία δὲ λέγεται ἐπὶ τῶν ἀνηνύτων, ἐν ᾧ τρόπῳ φαμὲν καὶ τὸ χύτραν ποικίλλεις, καὶ κόπρον ἀναθυμιᾷς. ἀνήνυτα δὲ καὶ τὰ ἐν ᾍδου. διὰ τοῦτο οὖν ὄνου πόκας ἀνέπλασε ποιητικῶς.) —ἢ ʼς ὄνου πόκας: Εἰς τὸ μηδέν. Vict. ἢ ʼς Κερβερίους: (Τινὲς καὶ παρʼ Ὁμήρῳ [Od. [10]
ran 187
Λ, 14] γράφουσιν «ἐνθάδε Κερβερίων» ἀντὶ τοῦ Κιμμερίων· ἢ μᾶλλον τοὺς Κιμμερίους φασί. παίζει δὲ παρὰ τὸν Κέρβερον.) —ὄνομα τόπου κηρύσσει ὁ Χάρων. Κερβερίους δὲ τοὺς Κιμμερίους λέγει. R. περαιωθῆναι μὲν ἐκεῖ οὔκ ἐστι, κατάβασις δὲ εἰς ᾍδου ἐκεῖ, ὡς μυθεύεται. V. σχήσειν: Ὁρμίσειν. [5]
ran 188
V. ἐλλιμενίσειν. E. ἐς κόρακας: Παίζει ἐνταῦθα εἰπὼν ἐς κόρακας.
ran 189
Ἀθήνησι γὰρ τόπος ἦν οὕτω καλούμενος, οὐχὶ ἐν ᾍδου. ἢ τοῦτο λέγει, ἐπειδὴ καὶ οἱ ἐκεῖσε ῥιπτόμενοι εἰς ἀπώλειαν ἤρχοντο. ⟧ ναὶ μὰ Δία σοῦ γʼ εἵνεκα: Παρόσον οὕτως οἱ ναῦται εἰώθασι λέγειν χαριζόμενοι τῷ ἐπιβάτῃ. εἰ μὴ νεναυμάχηκε: (Τὴν περὶ Ἀργίνουσαν φησὶ ναυμαχίαν. [5]
ran 191
ἦσαν γὰρ οἱ δοῦλοι τότε ναυμαχήσαντες, περὶ οὐδενὸς ἄλλου ἢ περὶ τῶν ἰδίων κρεῶν, τουτέστι σωμάτων. φησὶν οὖν, οἷον οὐ περὶ χρημάτων καὶ πατρίδος, ἀλλὰ περὶ τοῦ ἰδίου σώματος. κρέας γὰρ τὸ σῶμα. φέρεται δὲ καὶ ἄλλη γραφή· τὴν περὶ τῶν νεκρῶν. εἴη δʼ ἂν λέγων περὶ τῆς ἐν Ἀργινούσαις ναυμαχίας, ἐν ᾗ ἐνίκων μὲν οἱ Ἀθηναῖοι, τοὺς νεκροὺς δὲ ἐκωλύθησαν ἀνελέσθαι ὑπὸ χειμῶνος. ἐξ οὗ καὶ τῶν δέκα στρατηγῶν ἀπώλοντο καταδικασθέντες οἱ ὑπομείναντες ἕξ. ἐπεὶ οὖν συνεναυμάχουν καὶ οἱ δοῦλοι, τοιοῦτό τι λέγει, δοῦλον οὐκ ἄγω, εἰ μὴ ἀνῄρηται τοὺς ἐκ τῆς θαλάσσης νεκρούς. οὐκ ἔχει δὲ νοῦν τὸ λεγόμενον. ναυμαχίας γὰρ οὐδεμιᾶς ἔδει πρὸς τὴν ἀναίρεσιν. χειμῶνι δὲ ἐκωλύθησαν. Ἄλλως. διὰ τί τὸν δοῦλον μόνον ἀπελαύνει, ἀλλʼ οὐχὶ καὶ τῶν ἐλευθέρων εἴ τις μὴ ἀνῄρηται τοὺς νεκρούς; παρίησι γὰρ τὸν Διόνυσον. ἢ εἴη ἂν λέγων νεκροὺς τοὺς Ἀθηναίους, διὰ τὸ ἐσχάτως τότε πράττειν. Ἄλλως.) διάφοροι αἱ γραφαί· οἱ μὲν γὰρ κρεῶν, ὡς Ἀρίσταρχος φησὶν ἐπὶ τῶν σωμάτων λαμβάνεσθαι πολλάκις, καὶ παρὰ τῷ Σοφοκλεῖ ἐν Χρύσῃ τοιοῦτος ὢν ἄρξειε τοῦδε τοῦ κρέως. ἐνθάδε οὖν εἰ μὴ νεναυμάχηκε περὶ τῆς ψυχῆς τῆς ἑαυτοῦ· ὡς ποτὲ τῶν Ἀθηναίων ἐν περιστάσει γενομένων καὶ ὑπὲρ τῶν ψυχῶν ἀγωνιζομένων, προσλαβεῖν τοὺς δούλους καὶ ὕστερον ἐλευθερίας ἀξιῶσαι. ἕτεροι δέ φασιν αἰνίττεσθαι τὴν περὶ Ἀργινοῦσαν ναυμαχίαν, ἣν διὰ τοὺς νεκροὺς ἠγωνίσαντο, τὴν δευτέραν γραφὴν αἱρούμενοι. —τὴν περὶ τῶν κρεῶν: Τῶν νεκρῶν σωμάτων. D. (οὐκοῦν περιθρέξει: Περικυκλεύσεις. [30]
ran 193
ὁ Χάρων πρὸς τὸν δοῦλον. ἀντὶ τοῦ οὐ λαμβάνω σε.) ⟦ ἀντὶ δὲ τοῦ τρέχων, γράφεται καὶ κύκλῳ. ⟧ παρὰ τὸν Αὐαίνου λίθον: Παρὰ τὸ αὔους τοὺς νεκροὺς εἶναι, ὡς ὄντος τινὸς ἐν ᾅδου οὕτως λεγομένου λίθου.
ran 194
(φασὶ δὲ αὐαίνου λίθον τινὰ λέγεσθαι Ἀθήνησι, παρʼ ὃν οἰκείως ἀπὸ τοῦ αὐαίνου παρήχθη, ἐπειδὴ οἱ πολὺν χρόνου περιμείναντές τινας εἰώθασι λέγειν, αὖος γέγονα περιμένων. ἔοικε δὲ θρυλούμενον τοῦτο ἤδη. Ἄλλως. τοῦτο ἀναπλάττει ἀπὸ τοῦ τοὺς νεκροὺς ξηροὺς εἶναι καὶ ἀλίβαντας. ἀμφίβολον δὲ, πότερον ἀπὸ τῆς εἰς ος εὐθείας, ἢ ἀπὸ τῆς εἰς ης. Ἄλλως. τὸ μὲν φαινόμενον λίθος ἦν Αὐαίνου καλούμενος, τὸ δʼ ἀληθὲς οὕτως ἔχει· παρὰ τὸν λίθον αὐαίνου καὶ ξηραίνου. ἢ ὅπου ξηραίνονται οἱ νεκροί.) τῷ ξυνέτυχον: Ἀντὶ τοῦ, τίνι οἰωνῷ συνέτυχον ἐκ τῆς οἰκίας ἰών; δύναται δὲ τοῦτο καὶ ὁ Διόνυσος καὶ ὁ Ξανθίας λέγειν. [10]
ran 196
—ξυνέτυχον: Συνήντησα. ἐξιών: Τῆς οἰκίας. Vict. (κάθιζʼ ἐπὶ κώπην: Τοῦτο ἀκούσας ὁ Διόνυσος ἐπάνω τῆς κώπης ἐκάθισε.
ran 197
) —κάθιζʼ ἐπὶ κώπην: Ἤγουν ἐπὶ τῷ μεταχειρίζεσθαι ταύτην· ὁ δὲ παρανοήσας ἐπάνω ταύτης ἐκάθισεν. C. ὁ μὲν Χάρων, κάθιζε ἐπὶ κώπην, εἴρηκε τοῖς ἐν τῷ σκάφει, ὥστε μεταχειρίζεσθαι ταύτην καὶ κωπηλατεῖν. ὁ δὲ Διόνυσος παρανοήσας ἐκάθισεν ἐπάνω τῆς κώπης· διὸ καὶ ἐπιπλήττεται παρὰ τοῦ Χάρωνος. Vict. τοπικὸν τὸ οὗ. [5]
ran 199
R. γάστρων: Γαστρίμαργε.
ran 200
(εἰσάγουσι γὰρ τὸν Διόνυσον προγάστορα καὶ οἰδαλέον ἀπὸ τῆς ἀργίας καὶ οἰνοφλυγίας.) πρὸς τὰ ῥεύματα ἀντιβάς.
ran 202
R. V. μὴ φλυαρήσῃς ἔχων: Καὶ Πλάτων Εὐθυδήμῳ [p. 224, E] «ὅτι ἔχων «φλυαρεῖς, καὶ ἀρχαιότερος εἶ τοῦ δέοντος.» Junt. ἔχων: Περισσόν. C. ὁ κᾆτα ἀντὶ τοῦ καί.
ran 203
R. V. ἀθαλάττωτος: (Θέλει εἰπεῖν,) μὴ ὢν ναυτικός.
ran 204
(ἀθαλάττωτος δὲ καὶ ἀσαλαμίνιος ταυτόν ἐστιν. Ἄλλως. ἢ διὰ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν, ἢ ὅτι ἡ μὲν ἑτέρα τῶν ὑπηρετίδων νεῶν Σαλαμινία ἐκαλεῖτο, ἡ δʼ ἑτέρα Πάραλος.) —ἀπὸ τῆς νεὼς ἡ ὀνομασία. R. ἀμέτοχος θαλάττης. μὴ ναυμαχήσας περὶ Σαλαμῖνα. τὰ κατὰ Ξέρξου δὲ οἶμαι. Θ. ⟦ ὠὸπ, ὂπ, ὠὸπ, ὂπ: Εἴσθεσις μέλους χοροῦ μονοστροφική· ἧς προτίθεται τὸ τοιοῦτον κῶλον δακτυλικὸν ὂν δίμετρον ἀκατάληκτον. [5]
ran 208
κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικά. τὰ δὲ τοῦ χοροῦ κῶλά εἰσι δυοκαίδεκα, ὧν τὸ πρῶτον καὶ δεύτερον τροχαϊκὰ ἑφθημιμερῆ, τὸν πρῶτον ἔχοντα πόδα τρίβραχυν ἤτοι χορεῖον. εἰ δὲ βούλει, παιωνικὰ δίμετρα ἀκατάληκτα, ἐκ παίωνος τετάρτου καὶ διιάμβου. τὰ ἑξῆς δύο χοριαμβικὰ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ τὸ πέμπτον τρίμετρον καταληκτικόν. τὸ ἕκτον μονόμετρον, ἢ ἰαμβικὴ βάσις. τὸ ἕβδομον δίμετρον ὑπερκατάληκτον Ἰωνικὸν ἀπὸ μείζονος. τὸ ὄγδοον χοριαμβικὸν τρίμετρον ἀκατάληκτον, τοῦ μὲν πρώτου ποδὸς πεντασυλλάβου τῆς πρώτης μακρᾶς εἰς δύο βραχείας διαλυομένης ἐκ χορείου καὶ ἰάμβου· ὅθεν ἴσως καὶ χοριαμβικὸν ἐκλήθη· τοῦ δὲ δευτέρου Ἰωνικοῦ ἀπὸ μείζονος, τοῦ δὲ τρίτου διιάμβου. τὸ ἔνατον χοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ἑξῆς ὅμοιον. τὸ παρατέλευτον τρίμετρον ἀκατάληκτον· ὃ καλεῖται προσῳδιακὸν, διὰ τὸ τὸν πρῶτον ἔχειν πόδα Ἰωνικὸν ἀπὸ μείζονος. τὸ τελευταῖον ὡς τὸ πρῶτον. ἐπὶ τῷ τέλει κορωνίς. ⟧ (ὠόπ: ἐλατικὸν ἐπίφθεγμα. ναυτικῶς οὖν κελεύων ταῦτά φησι.) (βατράχων παραχορήγημα. [20]
ran 209
ἐπίφθεγμα δὲ ποιὸν τοῦτο.) κέχρηται δὲ αὐτῷ ὡς ἐφυμνίῳ ὁ τῶν βατράχων χορός. (Ἄλλως. ταῦτα καλεῖται παραχορηγήματα, ἐπειδὴ οὐχ ὁρῶνται ἐν τῷ θεάτρῳ οἱ βάτραχοι, οὐδὲ ὁ χορὸς, ἀλλʼ ἔσωθεν μιμοῦνται τοὺς βατράχους. ὁ δὲ ἀληθῶς χορὸς ἐκ τῶν εὐσεβῶν νεκρῶν συνέστηκεν.) ἐλλείπει ὁ καί, ἵνʼ ᾖ λιμνῶν καὶ κρηνῶν τέκνα. καὶ γὰρ ἐν κρήναις γίνονται καὶ εὑρίσκονται οἱ βάτραχοι. τὴν μετʼ αὐλῶν κοινήν. [5]
ran 212
R. V. ὁμόηχον. Θ. δεῦτε ἵνα.
ran 213
Θ. ἐμὰν ἀοιδὰν: Τὸ ἡμέτερον μέλος, ἢ ὃν εἰώθαμεν ὕμνον ἡμεῖς προσφέρειν. Θ. Junt. Διὸς Διόνυσον ἐν Λίμναις: ⟦ Λείπει παῖδα.
ran 216
⟧ (ἀπὸ τῶν ἑαυτῶν λιμνῶν μεταφέρουσιν ἐπὶ τὸν ἐν Λίμναις Διόνυσον λεγόμενον. Λίμναι δὲ χωρίον τῆς Ἀττικῆς, ἐν ᾧ Διονύσου ἱερόν.) Λίμνη τόπος ἱερὸς Διονύσου, ἐν ᾧ καὶ οἶκος καὶ νεὼς τοῦ θεοῦ. Π. Καλλίμαχος ἐν Ἑκάλῃ [fr. 280] «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς.» —Νῦσα δὲ τόπος τῆς Ἀραβίας, ἔνθα γεννᾶται ὁ Διόνυσος. τὸ ἰαχήσαμεν ἀντὶ τοῦ ἰαχοῦμεν. V. τὸν ἐν Νύσῃ χώρᾳ Αἰθιοπίας γεννηθέντα υἱὸν δηλονότι. Θ. ⟦ Νύσιος δὲ ὁ Διόνυσος τοῖς Ἰνδοῖς ὀνομάζεται ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης· οὐ μόνον δὲ Ἰνδοῖς, ἀλλὰ καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν, ὥς φησι Φιλόστρατος ἐν τῷ Ἀπολλωνίου τοῦ Τυανέως βίῳ (p. 51) ⟧ κραιπαλόκωμος: ὁ κωμάζων ἐν κραιπάλοις τοῖς ἱεροῖς. V. τοῦτο μετωνυμία καλεῖται· ὁ κατὰ μέθην γινόμενος ὕμνος. τοῖς ἱεροῖσι Χύτροισι: Χύτροι ἑορτὴ παρʼ Ἀθηναίοις. [15]
ran 218
ἄγεται δὲ παρὰ ταύτην τὴν αἰτίαν, ἣν καὶ Θεόπομπος ἐκτίθεται γράφων οὕτως «διασωθέντας οὖν τοὺς «ἀνθρώπους, ᾗπερ ἐθάρρησαν ἡμέρᾳ, τῷ ταύτης ὀνό«ματι προσαγορεῦσαι καὶ τὴν ἑορτὴν ἅπασαν. ἔπειτα «θύειν αὐτοῖς ἔθος ἔχουσι, τῶν μὲν Ὀλυμπίων θεῶν «οὐδενὶ τὸ παράπαν, Ἑρμῇ δὲ χθονίῳ καὶ τῆς χύτρας, «ἣν ἕψουσι πάντες οἱ κατὰ τὴν πόλιν, οὐδεὶς γεύεται «τῶν ἱερέων. τοῦτο δὲ ποιοῦσι τῇ ἡμέρᾳ, καὶ τοὺς «τότε παραγενομένους ὑπὲρ τῶν ἀποθανόντων ἱλάσα«σθαι τὸν Ἑρμῆν.» ἤγοντο δὲ ἀγῶνες αὐτόθι οἱ Χύτρινοι καλούμενοι, καθά φησι Φιλόχορος ἐν τῇ ἕκτῃ τῶν Ἀτθίδων. [ἑαυτῶν τέμενος λέγουσι τὸ ἐν Λίμναις τοῦ Διονύσου ἱερόν. [10]
ran 219
] ⟦ πρὸς δὲ τὴν ὁμωνυμίαν, ὅτι ἐν Λίμναις εἰσὶν οἱ βάτραχοι. λίμναι δὲ καὶ τὸ ἱερόν. ἐφεξῆς δὲ σύστημα καὶ περίοδος ἀμοιβαία ἑπτάκωλος ἰαμβικῶν διμέτρων ἀκαταλήκτων, πλὴν τοῦ κώλου, ᾧ κέχρηνται ὡς ἐφυμνίῳ ὁμοίου τῷ πρώτῳ τοῦ μέλους αὐτῶν ἐπὶ τῷ τέλει παράγραφος. ⟧ ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι: Ὁ Διόνυσος (λέγει) δεινοπαθῶν ἐπὶ τῷ κωπηλατεῖν· ὄρρον δὲ, τὸν καλούμενον ταῦρον. [5]
ran 222
μέρος δέ ἐστι τῆς πυγῆς. Ἡρωδιανὸς δὲ (καὶ τῷ λόγῳ καὶ κατὰ τὴν διάλεκτον) βαρέως. ⟦ ὦ κοὰξ, κοάξ: Διὰ τὸ συνεχὲς αὐτῶν ἐπίφθεγμα, παίζων λέγει· ὄρρον δὲ, τὸν λεγόμενον ταῦρον, τὸ μεταξὺ τῶν διδύμων.
ran 223
Καλλίστρατος, τὴν ὀσφῦν καὶ τὸ ἱερὸν ὀστοῦν. Δίδυμος, τὴν τράμιν, οὐχ ὥς τινες τὸ ἰσχίον. ἔνθεν καὶ τὸ ὀρρωδεῖν, τὸν ὄρρον ἱδροῦν. Ὅμηρος [Od. Υ, 204] «ἴδιον ὡς ἐνόησα.» τοῦτο γὰρ πάσχουσιν οἱ φοβούμενοι. ⟧ τὸ ὀρροπύγιον ἢ τὸ ἰσχίον. δεινοπαθεῖ δὲ ὁ Διόνυσος ἐπὶ τῷ κωπηλατεῖν. ὄρρον δὲ τὸν καλούμενον ταῦρον. ἔστι δὲ μέρος τῆς πυγῆς. Ἄλλως. ὄρρον τὸν λεγόμενον ταῦρον· οἱ δὲ τὴν ὀσφῦν καὶ τὸ ἱερὸν ὀστοῦν. πῶς οὖν ἐν Λυσιστράτῃ [964] διώρισται «ποία δʼ ὀσφὺς, ποῖος δʼ ὄρρος»; τῇ προφορᾷ δὲ Τιμαχίδας ὀρρόν ὡς ὀρθόν. Δίδυμος δὲ τὴν τράμιν φησὶν, οὐχ ὥς τινες τὸ ἰσχίον. ἐτυμολογεῖται δὲ τὸ ὀρρωδεῖν· οἱ γὰρ δεδοικότες ἰδίουσι τὸν ὄρρον. V. (ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ: Σὺν αὐτῷ δηλονότι τῷ κοάξ. [15]
ran 226
Ὅμηρος [Il. Φ, 8] «ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἀνδράσιν.») ⟦ εἰκότως: Εἴσθεσις μέλους ἑτέρου μονοστροφικοῦ ἐκ κώλων διαφόρων ὀκτώ· ὧν τὸ πρῶτον τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον.
ran 228
τὸ δεύτερον Ἰωνικὸν τρίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς παίωνος τετάρτου, τῶν δὲ ἑξῆς διτροχαίων. τὸ τρίτον χοριαμβικὸν δίμετρον βραχυκατάληκτον ἐκ παίωνος τετάρτου καὶ τροχαϊκῆς συζυγίας. τὸ τέταρτον δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου καὶ διτροχαίου. τὸ πέμπτον χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος τετάρτου καὶ ἰαμβικῶν συζυγιῶν ἤτοι διιάμβων. τὸ ἕκτον δίμετρον ἀκατάληκτον, ἔχον ἄμφω τὼ πόδε ἑξασυλλάβω. τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ τελευταῖον δῆλον. ἐπὶ τῷ τέλει κορωνίς. ⟧ (εἰκότως οὐδὲν ἄλλο ἐσμὲν ἢ) κοάξ· αὐτὸ γὰρ τοῦτο πράττομεν. [ἢ εἰκότως ἀλγεῖς τὸν ὄρρον. πολυπραγμονεῖς γάρ.] ὦ πολλὰ πράττων: [Ὦ πολυπραγμονῶν.] ἤτοι ὅτι οὐχ ἡσυχίαν ἔχων πλεῖ, ἀλλὰ χλευάζει αὐτούς· ἢ ὅτι καὶ εἰς ᾍδου ὑπέμεινεν ἐλθεῖν. ἢ ὦ πολλὰ περιεργαζόμενε. καὶ κεροβάτας: ⟦ Ὁ εἰς τὰ κέρατα τῶν ὀρῶν βαίνων· ἢ ὁ ἐπὶ κέρατος βαίνων. [20]
ran 230
ἢ ⟧ ἐπειδὴ χηλὰς ἔχειν δοκεῖ τράγου. διὸ καὶ αἰγοβάταν καὶ τραγοβάμονα λέγουσιν. —ἢ οἷον κερατοβάτης. Ἄλλως. ὁ βαίνων ἐπὶ τῶν κεράτων. κέρατα δέ φασι τὰ ἀκρωτήρια. V. Δίδυμος δέ φησιν, ἤτοι ὅτι κέρατα ἔχει, ἢ οἷον κεροβάτης, τὴν βάσιν ἔχων κερατίνην· εἴπερ ἱστορεῖται τὰ κάτω τράγου ἔχων. ὥστε ἀπὸ τῶν ποδῶν κεροβάτης. —Ἄλλως. διὰ τὸ κεκερατωμένην ἔχειν τὴν βάσιν. οὕτω γὰρ ὠνύχωται ὥστε δοκεῖν κεκερατῶσθαι. οὕτω γοῦν καὶ αἰγίπους. V. καλαμόφθογγα: ⟦ Ἐξ οὗ ἡ σῦριγξ. [10]
ran 231
⟧ ὅτι οἱ ἀρχαῖοι καλάμῳ ἀντὶ κερατίου ἐχρῶντο. ἢ ᾔδεσαν μὲν τὸ κέρας, ἀνέφερον δὲ τῷ ὀνόματι ἐπὶ τὴν ἀρχαίαν χρῆσιν, ὡς καὶ χορδὰς λέγομεν ἔτι νῦν τὰς ἐκ τῶν νεύρων, ὅτι τὸ παλαιὸν ἐντέριναι ἦσαν. Ἄλλως. ἐπεὶ σύριγγι ἥδεται ὁ Πὰν, ἥτις ἐστὶν ἐκ καλάμων. — ἠχώδη δὲ ἡδὺ ἀπὸ τῆς λύρας ἀνεπέμπετο, ἢ ὅτι κάλαμος πάλαι ἀντὶ τοῦ κέρατος ὑπετίθετο τῇ λύρᾳ. καὶ διὰ τοῦτο ἐκ συνηθείας κάλαμον καλοῦσι τὸ κέρας, ὡς Σοφοκλῆς ἐν Αἰχμαλωτίσι «ὑφῃρέθη σου κάλαμος ὡσπερεὶ λύρας.» V. ⟦ δόνακος δὲ, τοῦ λεπτοκαλάμου, μέλος ἀποτελοῦντος τῇ τοῦ ἀνέμου συγκρούσει. ἐν εἰσθέσει δὲ κῶλα πέντε· ὧν τὰ τρία ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὸ τέταρτον δῆλον. τὸ πέμπτον χοριαμβικὸν τρίμετρον ἐξ ἐπιτρίτων βραχυκατάληκτον. ⟧ ἐν λίμναις: ἐν τοῖς ὕδασι. [15]
ran 234
R. φλυκταίνας: Τὰ τῶν χειρῶν ἐπαναστήματα ἀπὸ τοῦ κωπηλατεῖν.
ran 236*
—Ἄλλως. τὰ ἕλκη, τὰ οἰδήματα τὰ ἀπὸ καύσεως, ἃ καὶ φῷδας καλοῦσι. νυνὶ δὲ ἀπὸ τοῦ κωπηλατεῖν. V. λείπει δὲ ἐν ταῖς χερσί. —τὸ δὲ ἰδίει ἀντὶ τοῦ ἱδροῖ. καὶ Ὅμηρος [Od. Υ, 204] «ἴδιον ὡς ἐνόησα.» V. ἱδρώττει. Θ. πρὸς τοὺς βατράχους φησὶ διὰ τὸ φιλεῖν ᾠδήν. [5]
ran 240
R. ⟦ μᾶλλον μὲν οὖν: Εἴσθεσις μέλους ἑτέρου μονοστροφικοῦ ἐκ κώλων διαφόρων δέκα· ὧν τὸ πρῶτον χοριαμβικὸν τρίμετρον ἐξ ἐπιτρίτων καὶ κρητικοῦ.
ran 241
τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ τρίτον ὅμοιον, τοῦ τρίτου ποδὸς τριβράχεος ἢ χορείου. τὸ τέταρτον ὅμοιον καθαρόν· τὸ πέμπτον ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου καὶ χοριάμβου. τὸ ἕκτον ὅμοιον σπονδειοκατάληκτον τῷ δευτέρῳ ποδί. τὸ ἕβδομον ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὰ ἑξῆς δύο τῷ δευτέρῳ πέφυκεν ὅμοια. τὸ τελευταῖον δῆλον. ἐπὶ τῷ τέλει κορωνίς. ⟧ εἰ δήποτʼ εὐηλίοις: Ἀντὶ τοῦ θερμαῖς. R. V. ὅτι ἐν τῷ χειμῶνι φοβούμενοι φεύγουσι καὶ ἀποσιωπῶσιν, ἐν δὲ τῷ θέρει ἄφοβοί εἰσιν. —ἢ ὅτι νηνεμίας οὔσης ᾄδουσιν οἱ βάτραχοι καὶ ὅταν τύχῃ ἀνέφελος ὁ ἀήρ. V. ἡλίου γὰρ ὄντος καὶ θαυμαστῆς οὔσης αἰθρίας τὸ τῶν βατράχων γένος ἄνω καὶ κάτω χωρεῖ καὶ πρὸς τὴν γῆν ἔσθʼ ὅτʼ ἐκφέρεται. Vict. ⟦ ἡλάμεσθα: Ἐπηδήσαμεν, ὡρμήσαμεν. [15]
ran 243
κύπειρος δὲ εἶδος βοτάνης. ⟧ [καὶ φλέω: Φλέως λοχμῶδες φυτὸν, οὗ μνημονεύει Θεόφραστος, παραδηλῶν ὅτι ποτάμιος βοτάνη ἐστὶν ὡς τὸ βούτομον.
ran 244
μέμνηται αὐτοῦ καὶ ἐν Ἀμφιαράῳ πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων;] (κύπειρον καὶ φελεὺς εἴδη βοτανῶν. τοῦ δὲ φελέως γεγεμισμένον ἦν τὸ ὄρος τῆς Ἀττικῆς, ἀφʼ οὗ καὶ ὁ δῆμος ἐκλήθη.) Ἄλλως. κύπειρον καὶ φελεὺς εἴδη εἰσὶν ἀνθέων φυόμενα παρὰ χείλη ποταμῶν. ἢ ὅτι λοχμῶδες φυτὸν ὁ φελεὺς, οὗ μνημονεύει Θεόφραστος, ὅτι ποτάμιός ἐστι βοτάνη καθάπερ καὶ τὸ βούτομον. V. νηκτικὸν γὰρ τὸ ζῷον. [10]
ran 245
V. (ἢ Διὸς ὄμβρον φεύγοντες: Τὸν ἥλιον καὶ τὴν ἀλέαν διώκουσιν οἱ βάτραχοι, τὸν δʼ ὄμβρον φεύγουσιν, ἴσως ἐπεὶ τῶν χειμάρρων ποταμῶν πληρουμένων ἐκ τοῦ Διὸς ὄμβρου παρασύρονται.
ran 246
) ἔνυδρον ἐν βυθῷ χορείαν: Τὴν νῆξιν χορείαν εἶπε.
ran 247
καὶ οὐ φθέγγεται μὲν ἐν τῷ βυθῷ, ἀλλʼ ἄνω κέκραγεν. ἁπλούστερον δὲ εἶπεν. τὴν πηδητικήν.
ran 248
R. Θ. M. αἰόλαν: Ποικίλην. Θ. Vict. πομφολυγοπαφλάσμασιν: ⟦ Ἐν φύσκαις ῥηγνυμέναις καὶ ἦχόν τινα ἀποτελούσαις.
ran 249
ἢ ἐν ταῖς δίναις τῶν ὑδάτων. πομφόλυγες γὰρ αἱ φλυκταινώδεις δῖναι. τοῦτο δέ φησιν, ἐπειδὴ τῶν ἐξ ὑετοῦ σταγόνων πιπτουσῶν ἐν τῷ πηγῶν ἢ λιμνῶν ὕδατι πομφόλυγες ἤτοι φύσκαι συνιστάμεναι, αὐτίκα διαφθειρόμεναι ἦχον ἀποτελοῦσί τινα. ⟧ —πομφόλυγές εἰσι τὰ ἐπαναστήματα τῶν ὑδάτων. Ἄλλως. βοήμασι καὶ κεκράγμασι. πομφόλυξ δὲ καλεῖται ἡ σταγὼν τοῦ ὑετοῦ· καταπεσοῦσα γὰρ ἠχεῖ. V. ⟦ τουτὶ παρʼ ὑμῶν: Ἡ ἀμοιβαία αὕτη ἔκθεσις τῶν μελῶν τρισὶ διαιρεῖται περιόδοις· καὶ εἰσὶ τῆς μὲν πρώτης περιόδου κῶλα πέντε· ὧν τὸ μὲν πρῶτον δίμετρον ἀκατάληκτον καθαρὸν ἰαμβικόν. [10]
ran 251
τὸ δεύτερον τροχαϊκὸν δίμετρον ὅμοιον. τὸ τρίτον ὅμοιον τοῦ δευτέρου τρίβραχυν ἔχοντος ἢ χορεῖον. τὸ τέταρτον ὅμοιον ἑφθημιμερές. τὸ τελευταῖον δῆλον. ⟧ [τὸ λέγειν βρεκεκὲξ παρʼ ὑμῶν ἔμαθον.] —τοῦτο ἀφʼ ὑμῶν λαμβάνω, ὅ ἐστιν ἀντὶ τοῦ ἀφαιροῦμαι, ἵνα μὴ λέγητε τὸ κοάξ. V. ⟦ δεινά γʼ ἄρα πεισόμεσθα: Πάθοιμεν ἂν ἐκ τῆς βοῆς, ἣν ἐπὶ τοσοῦτον παρατενοῦμεν, ἐφʼ ὅσον οἷοί τε ὦμεν. [10]
ran 252
⟧ —εἰ μέλλεις ἀφαιρεῖσθαι ἡμῶν δηλονότι τὸ βρεκεκέξ. V. εἰ κωλύσεις ἡμᾶς τοῦ βοᾶν. Vict. ⟦ οἰμώζετʼ, οὐ γάρ μοι μέλει: Τῆς δευτέρας περιόδου τὰ κῶλα ὁμοίως πέντε τοῖς ἄνω καθʼ ἕκαστον ὁμοίως ἔχοντα.
ran 257
ὁ μέντοι πρῶτος τοῦ τρίτου κώλου ποὺς τρίβραχύς ἐστι. ⟧ δεῖ νοεῖν ὡς οἱ βάτραχοι ὑπὸ σκηνήν εἰσιν, ἀλλʼ οὐκ ἐν τῷ φανερῷ. ἡ μέντοι φωνὴ αὐτῶν ἐξακούεται, ὥσπερ καὶ αὐτοὶ κατὰ τὴν λίμνην ἠχοῦσιν. ἐπεὶ οὖν διαλελοίπασι καὶ χορὸς ἐγεγόνει, διὰ τοῦτο λόγον ἐποίησεν ὁ Διόνυσος, ἔμελλον ἄρα ὑμᾶς παύσειν. θηλυκῶς δὲ τὴν φάρυγγα λέγει. χανδάνῃ: Ἀντὶ τοῦ δύνηται καὶ ἐξισχύῃ. [5]
ran 260
R. V. χωρῇ. διʼ ἡμέρας: Διʼ ὅλης ἡμέρας. Θ. Vict. ⟦ οὐ νικήσετε: Τῆς τρίτης περιόδου τὰ κῶλα ὀκτώ· ὧν τὰ μὲν πέντε ὅμοια πάντως τοῖς ἄνω πλὴν τοῦ τετάρτου τὸν δεύτερον πόδα τρίβραχυν ἔχοντος.
ran 263
τὸ δὲ ἕκτον καὶ ὄγδοον ἰαμβικὰ τρίμετρα ἀκατάληκτα. τὸ γὰρ ἕβδομον δῆλον. ἐπὶ τῷ τέλει κορωνίς. ⟧ ἀντὶ τοῦ ἐπὶ τούτῳ τῷ λέγειν βρεκεκεκέξ. [5]
ran 264
πάντως ἀντὶ τοῦ παντελῶς. ἔξωθεν δὲ προσληπτέον τὸ νικήσεις. R. V. Θ. M. ἔμελλον ἄρα: Σιωπῶσιν οἱ βάτραχοι καὶ ἕτερος χορὸς εἰσέρχεται, ὡς προείπομεν, ὁ τῶν μυστῶν, ὅς ἐστιν ἀναγκαῖος.
ran 269
⟦ ὦ παῦε παῦε: Κορωνὶς ἀμοιβαία εἰσιόντων τῶν ὑποκριτῶν. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μϛʹ. ὧν τελευταῖος ἀλλʼ ἠρεμεὶ πτήξαντες ἀκροασώμεθα. μετὰ δὲ τὸν μβʹ κῶλον ἰαμβικὸν ἑφθημιμερὲς τὸ, αὐλεῖ τις ἔνδον· ὃ κατὰ παρεπιγραφήν φασι κεῖσθαι· ὡς καὶ ἑξῆς τὸ, διαύλιον προσαυλεῖ. ἐπὶ τῷ τέλει κορωνίς. ⟧ —παῦσαι τῆς κωπηλασίας, παραβαλοῦ δὲ τῷ πλοίῳ. R. V. Θ. M. ἢ παῦε τῆς ὁμιλίας. τῷ δὲ πλοίῳ παραβαλοῦ. πρὸς τὴν γῆν δὲ φθάσας φησὶ ταῦτα. M. παῦε, ὦ Διόνυσε, τῆς κωπηλασίας. πλησίασον τὴν ναῦν τῷ λιμένι. Θ. . παραβαλοῦ τῷ κωπίῳ: Πλησίασον τὴν ναῦν τῷ λιμένι διὰ τοῦ κωπίου. Vict. ἀπόδος τὸν ναῦλον: Καλλίστρατος ὅτι τὸν ναῦλον ἀρσενικῶς, καὶ οὐχὶ τὸ ναῦλον εἰώθασι λέγειν. [10]
ran 270
διασώζεται δὲ (καὶ ἔν τισιν) ἡ γραφή. καὶ ἔστι παρὰ τοῖς νεωτέροις καὶ ἡ ναῦλος «ἡ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται.» οὐ μόνον δὲ ἀρσενικῶς, ἀλλὰ καὶ διὰ δύο λλ λέγεται ναῦλλος καὶ ναῦλλον. ἔχε δὴ: Ἀντὶ τοῦ κράτει. ἐν ᾍδου λοιπὸν τὰ πράγματα. ἦ Ξανθίας: Ὄντως ὑπάρχει ὁ Ξανθίας, ὃν ὁρῶ; Br. [5]
ran 272
ἰαῦ: ⟦ Μίμημά ἐστι συριγμοῦ. ⟧ —τοῦτο ὁ Ξανθίας φησί. R. V. μεταβέβληται ἡ σκηνὴ καὶ γέγονεν ὑπόγειος.
ran 274
μεταβέβληται δὲ καὶ ὁ χορὸς τῶν βατράχων εἰς τοὺς μύστας. ἵνα δὲ κωμῳδήσῃ τοὺς Ἀθηναίους ὡς τοιούτους σκώπτει τοὺς ἐν τῷ θεάτρῳ, λέγων ὅτι καὶ νῦν ὁρῶ ἐνταῦθα τοὺς πατραλοίας. V. ὁ Ἡρακλῆς δηλονότι. [5]
ran 275
R. ἀντὶ τοῦ ὁ Ἡρακλῆς. Ven. καὶ νυνί γʼ ὁρῶ: Τοὺς ἐν τῷ θεάτρῳ ἐπιόρκους ὁρᾶν φησιν.
ran 280
ἠλαζονεύετο: Ἀντὶ τοῦ ἐψεύδετο. καὶ Μένανδρος «ἀλλʼ ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός.» γενναῖον.
ran 281
R. Θ. γενναῖον, ἰσχυρὸν, πολεμικόν. M. ἐπιδεικνύμενος. Θ. οὐδὲν γὰρ οὕτω γαῦρον: Παρὰ τὰ ἐκ Φιλοκτήτου Εὐριπίδου οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ.
ran 282
κενοδοξῶν. R. M. κομπαστικόν. Θ. ἀγώνισμα: Ἄθλου κατόρθωσιν ἀξίαν.
ran 286
ἐξόπισθε νῦν ἴθι: Ὡς φοβούμενος ὁ Διόνυσος ταῦτα λέγει· ὅθεν δὲ αἰσθάνεται τοῦ ψόφου, ἐκεῖθεν αὐτὸν ἄγει καὶ προβάλλει. (φέρʼ ἐπʼ αὐτὴν ἴω: Ὡς κατωφεροῦς τοῦ Διονύσου ἐπιτηδείως.
ran 291
) Ἔμπουσα τοίνυν: Φάντασμα δαιμονιῶδες ὑπὸ Ἑκάτης ἐπιπεμπόμενον.
ran 293
καὶ οἱ μέν φασιν αὐτὴν μονόποδα εἶναι, καὶ ἐτυμολογοῦσιν οἱονεὶ ἑνίποδα (διὰ τὸ ἑνὶ ποδὶ κεχρῆσθαι)· οἱ δὲ ὅτι ἐξηλλάττετο τὴν μορφήν. δοκεῖ δὲ καὶ ταῖς μεσημβρίαις φαντάζεσθαι, ὅταν τοῖς κατοιχομένοις ἐναγίζωσιν. ἔνιοι δὲ τὴν αὐτὴν τῇ Ἑκάτῃ, ὡς Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς («χθονία θʼ Ἑκάτη σπείρας ὄφεων ἐλελιζομένη.» εἶτα ἐπιφέρει «τί καλεῖς τὴν Ἔμπουσαν;») καὶ σκέλος χαλκοῦν ἔχει: Τῷ χαλκῷ προσέθηκε τὸ βολίτινον ἐπίτηδες. [5]
ran 294
ἔνιοι δὲ ὄνου σκέλος λέγουσι. διὸ καὶ παρά τισι καλεῖσθαι ὀνόκωλον· τὸ δὲ ὅλον, φησὶ Κράτης, ἔοικέ τι εἶναι φάντασμα παντοδαπὸν γινόμενον. τινὲς ἓν πρόσωπον ὅλον λέγουσι. R. V. Θ. βολίτινον δὲ, ὄνειον. βόλιτος γὰρ κυρίως τὸ τῶν ὄνων ἀποπάτημα. ⟦ τὸ αὐτὸ δὲ καὶ βόλβιτος. ⟧ ἱερεῦ διαφύλαξον: Ἱερέως τινὸς ἀκολουθοῦντος αὐτῷ μέμνηται. [5]
ran 297
R. V. Θ. M. (ἐν προεδρίᾳ κάθηται ὁ τοῦ Διὸς ἱερεύς. ἀποροῦσι δέ τινες πῶς ἀπὸ τοῦ λογείου περιελθὼν καὶ κρυφθεὶς ὄπισθεν τοῦ ἱερέως τοῦτο λέγει. φαίνονται δὲ οὐκ εἶναι ἐπὶ τοῦ λογείου, ἀλλʼ ἐπὶ τῆς ὀρχήστρας, ἐν ᾗ ὁ Διόνυσος ἐνέβη καὶ ὁ πλοῦς ἐπετελεῖτο, ὥστε μηκέτι ὁμοίως λόγον εἶναι, ἀλλὰ μὴν οὐ διὰ παντὸς ὄπισθε δεῖ γενέσθαι αὐτόν. Ἄλλως. V. παρὰ ταῖς θέαις προεδρίᾳ ἐτετίμητο ὁ ἱερεὺς τοῦ Διονύσου. πρὸς συνήθειαν οὖν καλεῖ ὁ Διόνυσος τὸν ἱερέα. Ἄλλως. ἤδη γὰρ ἦν τῶν μεμυημένων κατὰ τὴν σκηνὴν γενόμενος.) ⟦ οἱ δέ φασιν ἄτοπον εἶναι νομίζειν ἀκολουθεῖν αὐτοῖς ἱερέα· μὴ γὰρ ἐμφαίνεσθαι· τὸ δʼ ἀληθὲς οὕτως ἔχειν· οἱ μεγάλοις κακοῖς περιπίπτοντες, πρὸς ἱερεῖς ἐρχόμενοι, ἱκέτευον αὐτοὺς εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι εἰς ἀπαλλαγήν. κατὰ οὖν μίμησιν ἐκείνων καὶ οὗτος νῦν λέγει. ἔχειν δέ φασι καὶ λόγον εἶναί τινος τὸν στίχον ποιητοῦ νῦν διασυρόμενον. ⟧ Ἡράκλεις: Εἶχε γὰρ σχῆμα Ἡρακλέους ὁ Διόνυσος. [15]
ran 298
ἢ καὶ ὡς ἀλεξίκακον Ἡρακλέα καλεῖ. μʼ ὦνθρωπε: (Πρὸς τὸ συνεχὲς τῆς ἀρχῆς τοῦ δευτέρου στίχου· διότι ἀπὸ συναλοιφῆς ἄρχεται.
ran 299
) εὐλαβεῖται δὲ καταφανὴς γενέσθαι ὁ Διόνυσος. τοῦτό γʼ ἔθʼ ἧττον θατέρου: Πιθανῶς τὸ τοῦ δειλοῦ ἦθος, τὸ μηδαμῶς θέλειν φανερὸν γενέσθαι.
ran 300
θέλει δὲ εἰπεῖν ὅτι τοῦτο χεῖρόν ἐστι τοῦ ἑτέρου. ἴθʼ ᾗπερ ἔρχει: Τοῦτο ἔμφασιν παρέχει, ὡς προερχομένου αὐτοῦ πρότερον ὄπισθεν τοῦ ἱερέως ὄντος.
ran 302
πεπράγαμεν: Ἐπάθομεν. Br. Ἡγέλοχος: Τραγῳδίας ὑποκριτὴς, ὃν καὶ ἐν τῷ Ὀρέστῃ Εὐριπίδου, προστάντος αὐτῷ τοῦ πνεύματος ἐν τῷδε τῷ στίχῳ [269] ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ · (αἰφνιδίως ὀφθῆναι συνελόντα τὴν συναλοιφήν. [5]
ran 303
) τοῦτον δὲ καὶ ὡς ἀτερπῆ τὴν φωνὴν Πλάτων σκώπτει. —ὅτι Ἡγέλοχος ὁ τραγικὸς ὑποκριτὴς ὢν τοῦ Εὐριπίδου Ὀρέστην ὑποκρινόμενος οὕτω προηνέγκατο ὥστε μὴ ὑποχωρῆσαι ἐκ τῆς συναλοιφῆς τὸ γαληνά, ἀλλὰ διαχωρῆσαι μᾶλλον, ὥστε δόξαι τὴν γαλῆν αὐτὸν εἰπεῖν. διὸ καὶ ἐνθάδε πειρατέον οὕτω προφέρεσθαι. ἐν ἐνίοις μέντοι τῶν Εὐριπίδου εὐκρινῶς γράφεται γαληνά. ὡς δʼ ἀξιοῦσί τινες Ἀττικοὶ γαλῆν περισπῶσι λέγοντες ὡς χρυσῆν. πῶς ἔδοξεν ὁ Ἡγέλοχος ἐκ τῆς συναλοιφῆς γαλῆν εἰπεῖν; τὸ μὲν γὰρ περισπωμένως προενέγκασθαι οὐ πιθανόν. μήποτε οὖν οὐκ ἔλεγον οὕτως, ἀλλὰ γαλῆν. ὡς ἀηδὴς δὲ τὴν φωνὴν κωμῳδεῖται ὁ Ἡγέλοχος. V. ἔστι δὲ παροιμία ἐπὶ τῶν διαφυγόντων τὰ λυπηρά. οἱ δὲ λέγοντες ποιήτριαν εἶναι τὸν Ἡγέλοχον Ἀθήνησι τούτῳ συνεχῶς χρωμένην τῷ ἔπει καὶ ἄλλʼ ἄττα τῶν αὐτοσχεδίως συντιθέντων οὐκ ἀνεκτὰ τερατεύονται. —ἀποροῦσιν ἐνταῦθα πῶς ἐν Εὐριπίδου μὲν Ἠλέκτρᾳ τοῦθʼ εὕρηται, ὁ δὲ λέγει, ὥσπερ Ἡγέλοχος. Cant.2. (ὁδὶ δὲ δείσας: Ὁ τοῦ Διονύσου ἱερεύς. [20]
ran 308
πυρρὸς γὰρ ἦν κατὰ φύσιν. παρʼ ὑπόνοιαν δὲ τὸ ἐπυρρίασε πρὸς τὸ ὠχρίασεν. Ἀρίσταρχος δέ φησιν ἐφʼ ἑαυτοῦ λέγειν τὸν Ξανθίαν· καὶ γὰρ διότι πυρρὸς, οὕτως ἐπικεκλῆσθαι, καθάπερ Πυρρίας καὶ Σμικρίνης· ὁ δὲ Ἰξίων, ἐπί τινος τῶν καθημένων, ξανθὸν τὸ χρῶμα ὄντος. ἐν ἔθει γὰρ εἶναι διασκώπτειν τοὺς ἀκροωμένους, ὡς καὶ Πλάτων ἐν Παιδαρίῳ ποιεῖ. Εὔπολις δὲ τὸν τοῦ Διονύσου ἱερέα ὀνομάζει αἰγίπυρρον ἀντὶ τοῦ πυρρόν. τὸ γὰρ ἄνθος ἔχειν φησὶ Δημήτριος ἱκανῶς ἐρυθρόν.) —ἐκκαλύψας τὸ αἰδοῖον εἶπε τοῦτο πρὸς τὸ ἐπυρρίασε παίζων. πυρρὸν γὰρ ἦν καὶ τὸ αἰδοῖον. V. ὑπερεπυρρίασε: Ἐξεκαύθη κατὰ τὸ πρόσωπον. Θ. Br. αἰθέρα Διὸς: Ἀντὶ τοῦ τὸν Εὐριπίδην· αὐτοῦ γὰρ ὁ ἴαμβος. [10]
ran 311
ἢ τὴν ἐπιθυμίαν Εὐριπίδου τοῦ ταῦτα λέγοντος. R. V. Θ. M. πρὸς τὸ ἄνω εἰρημένον. αὐτὸς γὰρ αἴτιος τοῦ ταῦτα παθεῖν τὸν Διόνυσον. (V. Θ. M.) καὶ γὰρ διʼ αὐτὸν κατῆλθεν εἰς ᾍδου. V. κατήκουσας: Περισσὴ ἡ κατά. [5]
ran 312
R. V. αὐλεῖ τις ἔνδοθεν: Παρεπιγραφή. σημαίνει γὰρ ὅτι ἔσωθέν τις ηὔλησε μὴ ὁρώμενος τοῖς θεαταῖς. ⟦ αὔρα τις: Μακροκαταληκτεῖ.
ran 314
τὰ γὰρ εἰς ρα εἰ μὲν μονοφθόγγῳ παραλήγει, μακροκαταληκτεῖ, πήρα. εἰ δὲ διφθόγγῳ, βραχυκαταληκτεῖ· πλὴν τοῦ αὔρα, καὶ Φαίδρα παρʼ Εὐριπίδῃ [Hipp. 48] Φαίδρα· τὸ γὰρ τῆσδʼ οὐ προτιμήσω καλόν. ⟧ ἀποροῦσι τινὲς ἐνταῦθα, πῶς οὐ θέρμη δᾴδων εἶπεν, ἀλλὰ αὔρα. καὶ φαμὲν, ὅτι τοῦτο λέγει δεικνὺς, ὅτι καὶ δᾷδας οἱ μύσται ἔφερον, καὶ θεία πνοή τις ἐξ αὐτῶν ἐφέρετο. Junt. μυστικωτάτη: Τῶν ἐν Ἐλευσῖνι μυστηρίων. τινὲς δὲ εἰς τὸ μυστικωτάτη δύο ποιοῦσιν. ἠρέμα: Ἡσύχως. [10]
ran 315
Br. πτήξαντες: Συστείλαντες ἑαυτούς. C. Ἴακχʼ, ὦ Ἴακχε: (Ἡ πάροδος τῆς ᾠδῆς ταύτης τοῦ τῶν μυστῶν χοροῦ κώλων ἐστὶν ἀντισπαστικῶν δύο διμέτρων βραχυκαταλήκτων.
ran 316
ἑξῆς δὲ τούτων σύστημα ἀμοιβαῖον ἐκ στίχων ἰάμβων τριμέτρων ἀκαταλήκτων πέντε.) —μετεβλήθη ὁ χορὸς εἰς μύστας. R. V. ἔφραζε: Ὁ Ἡρακλῆς. [5]
ran 319
V. R. ὅνπερ Διαγόρας: Διαγόρας μελῶν ποιητὴς ἄθεος, ὃς καὶ καινὰ δαιμόνια εἰσηγεῖτο, ὥσπερ Σωκράτης.
ran 320
(καὶ ὁ μὲν Ἀρίσταρχος Διαγόρου νῦν μνημονεύειν φησὶν οὐχ ὡς ᾄδοντος αὐτοῦ τοὺς θεοὺς, ἀλλʼ ἐν εἰρωνείᾳ κειμένου τοῦ λόγου, ἀντὶ τοῦ χλευάζοντος, ἐξορχουμένου. ἀνακινεῖ οὖν τοὺς Ἀθηναίους ὁ κωμικός· ὅθεν καὶ οἱ Ἀθηναῖοι ὡς διαχλευάζοντος τοὺς θεοὺς καταψηφισάμενοι ἀνεκήρυξαν τῷ μὲν ἀναιρήσοντι ἀργυρίου τάλαντον, τῷ δὲ ζῶντα κομίσαντι δύο. ἔπειθον δὲ καὶ τοὺς ἄλλους Πελοποννησίους, ὡς ἱστορεῖ Κρατερὸς ἐν τῇ συναγωγῇ τῶν ψηφισμάτων. ἦν δὲ οὗτος Τηλεκλύτου παῖς, Μήλιος τὸ γένος, τὸν χρόνον κατὰ Σιμωνίδην καὶ Πίνδαρον. οἱ δὲ τὸ διʼ ἀγορᾶς περισπῶσιν, ὡς Ἀπολλόδωρος ὁ Ταρσεὺς, καί φασιν)—Ἴακχον λέγειν, ὃν ᾄδουσιν ἐξ ἄστεως διὰ τῆς ἀγορᾶς ἐξιόντες εἰς Ἐλευσῖνα. γέγονε δὲ καὶ ἕτερος κωμῳδούμενος ἐπὶ μεγέθει, Ἕρμιππος ἐν Μοίραις μείζων γὰρ ἢ νῦν δὴ ʼστὶ, καὶ δοκεῖ γέ μοι, ἐάν τι τούτων ἐπιδίδωται ἡμέρας μείζων ἔσεσθαι Διαγόρου. V. ⟦ Ἄλλως. διθυραμβοποιὸς ὁ Διαγόρας ποιητὴς, συνεχῶς Ἴακχε Ἴακχε ᾄδων. ἢ κωμικὸς διθυραμβικὰ, τουτέστι Διονυσιακὰ δράματα ποιῶν. ⟧ ⟦ Ἴακχʼ ὦ πολυτιμήτοις: ᾨδὴ καὶ στροφὴ κώλων ιδʹ· ὧν τὸ πρῶτον ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον· ὃ καλεῖται Γλυκώνειον. [20]
ran 324
τὸ δεύτερον δίμετρον καταληκτικὸν, ἢ ἐξ ἀντισπάστου καὶ βακχείου. τὸ τρίτον ὅμοιον ὁποτερῳοῦν τῶν ἐν τῇ παρόδῳ. τὸ τέταρτον ἐκ διτροχαίου ἀντισπαστικοῦ καὶ βακχείου, Ἀλκαϊκὸν, φασὶ, καλούμενον. τὸ πέμπτον Ἰωνικὸν δίμετρον ἀκατάληκτον ἀνακλώμενον καθʼ Ἡφαιστίωνα καλούμενον, ἀντʼ Ἰωνικῶν παίωνα τρίτον καὶ ἐπίτριτον δεύτερον ἔχον. τὰ ἑξῆς δύο τὸν αὐτὸν τρόπον. τὸ ὄγδοον Ἰωνικὸν ἀπʼ ἐλάττονος πενθημιμερές. τὸ ἔνατον ἐξ ἀντισπάστου καὶ βακχείου δίμετρον, ἢ ἑφθημιμερές. τὰ ἑξῆς δύο Ἰωνικὰ ἐκ παιώνων τρίτων καταληκτικὰ ἢ ἐκ παίωνος καὶ, εἰς ὃν συναιρεῖται, βακχείου. τὸ δωδέκατον Ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καθαρόν. τὸ τρισκαιδέκατον καθαρὸν μὲν, καταληκτικὸν δέ. τὸ τελευταῖον, ὡς τὸ δυωκαιδέκατον, ἐπιμεμιγμένον μέντοι ἐπιτρίτῳ δευτέρῳ, ἢ διτροχαίῳ. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλῆ ἔξω νενευκυῖα. ἑξῆς δὲ τριστιχία ἰαμβικὴ παραγράφῳ τερματιζομένη· μεθʼ ἣν ἀντῳδὴ καὶ ἀντιστροφὴ, παραπλησίως καθʼ ἕκαστον σχεδὸν τῇ τε ποσότητι καὶ ποιότητι τῶν κώλων ἔχουσα τῇ στροφῇ. ἐφʼ ἧς τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ κατὰ τὸ τέλος. ⟧ Ἴακχʼ ὦ πολυτιμήτοις: Μία τῶν μυστηρίων ἐστὶν ἡ εἰκὰς, ἐν ᾗ τὸν Ἴακχον ἐξάγουσι. πολυτιμήτοις δὲ ἐν ἕδραις, καθὸ συνίδρυται τῇ Δήμητρι ὁ Διόνυσος. εἰσὶ γοῦν οἵ φασι Περσεφόνης αὐτὸν εἶναι· οἱ δὲ τῇ Δήμητρι συγγενέσθαι. ἄλλοι δὲ ἕτερον Διονύσου εἶναι τὸν Ἴακχον, οἱ δὲ τὸν αὐτόν. τινὲς δέ φασι, πολυτιμήτοις ἐν ἕδραις, καθὸ φιλοτιμότεροί εἰσιν οἱ μεμυημένοι ἐν ᾍδου, ὡς σαφὲς ποιεῖ ἐν Εἰρήνῃ [375] δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι. ναίων: Κατοικῶν. Vict. ἀνὰ λειμῶνα χορεύσων: Ἐν τοῖς λειμῶσι τὰς χορείας ἐποιοῦντο διὰ τὰ ἄνθη, χορεύοντες ἐν τῷ προφανεῖ ἐν χοροῦ σχήματι. [30]
ran 326
—ἀνὰ λειμῶνα: Διὰ γὰρ τὰ ἄνθη ἐν λειμῶσι τὰς χορείας ἐποιοῦντο. Vict. θιασώτας: Τοὺς χορευτάς.
ran 327
R. συγχορευτάς. Θ. οὕτω λέγει, οὐχ ὥς τινες, συνθιασώτας. V. τινάσσων: Κινῶν.
ran 328
Θ. Vict. βρύοντα: Ἀνθοῦντα.
ran 329
V. θάλλοντα. Θ. Vict. στέφανον μύρτων: Μυρσίνῳ στεφάνῳ ἐστεφανοῦντο οἱ μεμυημένοι, οὐχ, ὥς τινες νομίζουσι, κισσίνῳ.
ran 330
ὁ δὲ Ἀπολλόδωρος καὶ τοὺς θεσμοθέτας φησὶ διὰ τοῦτο μυρσίνῃ στέφεσθαι, ὅτι οἰκείως ἔχει πρὸς τὸ φυτὸν ἡ θεὸς καὶ ὅτι τοῖς χθονίοις ἀφιέρωτο. —ἡ μυρσίνη ᾠκείωται τοῖς χθονίοις θεοῖς, Διονύσου δεδωκότος, ὅτε ἀνήγαγε τὴν Σεμέλην. τρία γὰρ αὐτῷ ᾠκείωται, κισσὸς, ἄμπελος, μυρσίνη. μυθολογοῦσι δʼ ἐν Σάμῳ μόνῃ θεῶν μὴ προσφέρεσθαι τῇ Ἥρᾳ. ἐπεὶ γὰρ, ὥς φασιν, ἐξῃτεῖτο τὴν ψυχὴν τῆς Σεμέλης τοὺς κάτω θεοὺς, καθάπερ ἦν ἐπηγγελμένον, ὑποσχέσθαι λέγουσιν αὐτῇ τὸν ᾍδην τοῦτο δράσειν, τοῦ Διονύσου τῶν μάλιστα τερπόντων αὐτῷ ἀντίψυχον ἀντʼ ἐκείνης πέμψαντος· τὸν δὲ Διόνυσον πυθόμενον τὰ παρὰ τῶν κάτω θεῶν ἐπεσταλμένα σοφίσασθαι πρὸς ταῦτα καὶ τριῶν ὄντων αὐτῷ μάλιστα ἠγαπημένων, τοῦ τε κισσοῦ καὶ τῆς ἀμπέλου καὶ τῆς μυρσίνης, ἀποστεῖλαι τοῖς κάτω θεοῖς αὐτήν. δηλοῖ δὲ καὶ Ἰοφῶν ὁ τραγικός. V. λείπει γέραιρε ἢ αὔξανε. [15]
ran 331
ἀκόλαστον δὲ τὴν μὴ δεομένην κολάσεως, τὴν ἀναμάρτητον, ἣν οὐκ ἄν τις κολάσειε χορείαν. R. V. Θ. M. τὴν ἱεράν. R. V. ἀκόλαστον: Μανιώδη, βακχικὴν, ὁσίαν· οὐ γὰρ δὴ αἰσχρὰν καὶ ἀσελγῆ. τὸ δὲ ἐγκατακρούων πρὸς τὸ ὁσίοις μύσταις. —ἀκόλαστον: Μὴ κολάσεως ἀξίαν ἤγουν μέμψεως. Vict. ἀντὶ τοῦ χαρίτων πεπληρωμένην, ὅ ἐστι κεχαριτωμένην. [5]
ran 335
R. V. λείπει γεραίρων.
ran 336
R. τοῦτο εἶπε διὰ τὸ κρεοφαγεῖν ἐν τοῖς Θεσμοφορίοις καὶ ὅτι Δήμητρι καὶ Κόρῃ θύουσι τὸ ζῷον.
ran 338
R. ἐπειδὴ ἐν τοῖς Δημητρίοις χοῖροι· θύονται. V. Θ. ἔνιοι δέ φασιν οὕτω λέγειν τοὺς Ἀττικοὺς περισπωμένως τὸ κρεῶν. οὐκ ἄλογος δὲ ἡ περισπωμένη· γέγονε γὰρ τὸ πάθος ἐν αὐτῇ τῇ γενικῇ, κρεάων ὡς γεράων, εἶτα κρεῶν ὡς γερῶν. τοῦτο δὲ εἶπε διὰ τὸ χοιροσπαθεῖν τοῖς Θεσμοφορίοις. θύουσι γὰρ ἐν τοῖς μυστηρίοις τοῦ Διονύσου καὶ τῆς Δήμητρος τὸν χοῖρον, διότι λυμαντικός ἐστιν ἀμφοτέρων. V. Θ. ⟦ χοιρείων κρεῶν: Παρόσον χοῖροι τῇ Δήμητρι καὶ τῷ Διονύσῳ ἐθύοντο, ὡς λυμαντικοὶ τῶν θεοῖν δωρημάτων. εἰκότως δʼ ἐν ᾅδου ὢν ἐπιβοᾶται τὴν Περσεφόνην. ⟧ —χοιρείων κρεῶν: Πνοὴ δηλονότι. Vict. χορδῆς λάβῃς: Ἡ εἴλησις ἡ τῶν ἐντέρων ἐστὶ χορδή. [10]
ran 339
ἣν εἰλητὸν καλοῦμεν ἡμεῖς. ἔγειρε φλογέας: Νοητέον οὕτως, ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ τινάσσων.
ran 340
[ἥκεις γὰρ νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.] φωσφόρος ἀστήρ: Τὸ μυστηριακὸν πῦρ φωσφόρον λέγουσι.
ran 343
λέγει δὲ, ἐπεὶ τὴν νύκτα λέγουσιν αἰνιγματωδῶς, διὰ τὸ λαθεῖν τοὺς ἀμυήτους. ἢ ὅτι ἐν νυκτὶ ἄγεται τὰ μυστήρια. (ἀξιοῦσι δέ τινες αὐτὴν τὴν λαμπάδα φωσφόρον ἀστέρα λέγειν. ὁ δὲ λόγος κολοβός ἐστιν, εἰ μὴ τὸ τινάσσων ἀντὶ τοῦ τινασσόμενος λαμβάνεται.) ⟦ ἐν δέ τισιν ἐκλέλοιπε τὸ τινάσσων. Ἴακχʼ, ὦ Ἴακχε, ἀναλόγως τῇ στροφῇ γράφουσι καὶ τὸ χερσίν εἰς τὸ ἔγειρε συνάπτουσιν· ἥκεις γὰρ κατὰ ἀναστροφήν. νύκτωρ δʼ ἐτελεῖτο τὰ μυστήρια. ὧν τῆς τελετῆς οὐ μόνον χορευτὴς, ἀλλὰ καὶ ἔξαρχος ἦν ὁ Διόνυσος. καὶ μὲν δὴ Διονύσου ἐν Ἐλευσῖνι ἱερόν ἐστι καὶ ἐν Διονυσίοις ἐτελεῖτο τὰ μυστήρια. ⟧ φλέγεται δὲ λειμών: Λειμὼν γὰρ ἀνάκειται καὶ ἄνθη ἀνειμένα τοῖς μύσταις ἐν τῷ πεδίῳ. [10]
ran 344
δηλοῖ δὲ καὶ Σοφοκλῆς. —φλέγεται: καταλάμπεται. R. V. C. φέγγεται: Καταλάμπεται. E. διὰ τὴν χαρὰν νεάζουσιν οἱ γέροντες.
ran 345
ἡ δὲ δύναμις ἐν γόνασιν, ὡς καὶ ὁ ποιητὴς λέγει. —ὡς τῶν μυστῶν ὄντων γερόντων. V. ἀντὶ τοῦ τὸ βαρὺ τῆς ἡλικίας καὶ τοῦ γήρως.
ran 346
V. ⟦ χρονίων τʼ ἐτῶν: Εἰ μὲν οὕτω γράφεται, Ἰωνικόν ἐστι πενθημιμερὲς ἐκ παίωνος τρίτου ἀναλόγως τῷ ἐν τῇ στροφῇ ὀγδόῳ. εἰ δὲ χρόνους τʼ ἐτῶν, ὡς ἐν τοῖς πλείοσιν, ἰαμβικὴ ταυτοποδία. —ζητεῖται ἐνταῦθα, πῶς εἶπεν ἐνιαυτοὺς ἐτῶν, ἐπεὶ ἔτος καὶ ἐνιαυτὸς ταὐτόν. λύεται δὲ παρὰ τῶν παλαιῶν οὕτως· τὸ ἰαύειν ποτὲ μὲν ἐπὶ ὕπνου καὶ ἀνακλίσεως τίθεται, ὡς παρʼ Ὁμήρῳ «τῇ παριαύων τερπέσθω,» ἤγουν παρακείμενος· ὡς ἐπὶ πολὺ δὲ ἡ λέξις ἐπὶ διατριβῆς καὶ ἀργίας λέγεται, ὅθεν καὶ ἐνιαυτὸς ὁ μακρὸς καὶ πολλὴν ἔχων διατριβήν. διὸ καὶ τὸ ἐτέων ἐνιαυτοὺς ἀντὶ τοῦ διατριβὰς ἐξειλήφασιν. Vict. ἐνιαυτοὺς: Διατριβάς. Vict. ⟧ λαμπάδι: ἅπτων τῇ λαμπάδι. [10]
ran 350
R. V. φλέγων: Λάμπων. Θ. Vict. προβάδην: προβαίνων τῷ ῥυθμῷ. R. V. πάνθηρον ἕλειον: Προσληπτέον τὸ εἰς.
ran 351
ἔξαγε εἰς τὸ πάνθηρον καὶ ἕλειον δάπεδον. πάνθηρον δὲ παντοδαπῶν θηρίων δεκτικόν. τινὲς δὲ ἀναγινώσκουσιν ἐπʼ ἀνθηρόν. —ἀνθηρὸν: Ἀνθῶν πλῆρες. Br. ἕλειον: ἑλῶδες. R. V. Τὴν εὐωχίαν, τὴν εὐτονίαν, τὴν χορείαν. [5]
ran 352
V. χοροποιὸν ἥβην λέγει ἢ τὴν αὐτοῦ τοῦ Διονύσου ἡλικίαν τὴν τοὺς χοροὺς καθιστῶσαν, ἢ τοὺς χορεύοντας μύστας. C. ἥβαν: Ἡμᾶς χορευτάς. μάκαρ: Ὦ. Vict. εὐφημεῖν χρὴ: Ἀρίσταρχος ἐπὶ τούτων λέγει τὸν χορὸν μεμερίσθαι (εἰς μερικὰ ἀνάπαιστα, ἄλλα δὲ ἀμείβεσθαι τὸν χορόν.
ran 354
καὶ τί ἄρα συνεῖδεν ὁ Ἀρίσταρχος; δύναται δὲ καὶ ἐνσύζογον εἶναι τὸ λεγόμενον, πολλαχοῦ δὲ μεμερίσθαι καὶ εἰς διχορίαν τὸ λοιπὸν, ὥστε εἰς δώδεκα καὶ δώδεκα διαμεμερίσθαι.) ⟦ Ἄλλως. εὐφημεῖν χρὴ, στροφὴ καὶ εἴσθεσις χοροῦ ἐπιρρηματική. ἔθος γὰρ ἐν τῷ ἐπιρρήματι χρηστὰ συμβουλεύειν τῇ πόλει, ἢ ἐλέγχειν τοὺς πονηρευομένους. ἐκ στίχων ἀναπαιστικῶν τετραμέτρων καταληκτικῶν ὀκτωκαίδεκα, ὧν τελευταῖος καὶ παννυχίδας τὰς ἡμετέρας, αἳ τῇδε πρέπουσιν ἑορτῇ. ἐπὶ τῷ τέλει παράγραφος. ὁ δὲ λόγος ἀπὸ τοῦ ποιητοῦ, καίτοι δοκῶν εἶναι χοροῦ. ἰστέον δὲ ὅτι εἰ καὶ διὰ τοὺς ἐν ᾍδου μύστας φαίνεται λέγειν, ἀλλὰ τῇ ἀληθείᾳ διὰ τοὺς ἐν Ἐλευσῖνι. ἐνταῦθα καὶ ὑφίστατο ἡ σκηνὴ τοῦ δράματος. ⟧ —κἀξίστασθαι: ἐκχωρεῖν. V. μὴ ἐμυήθη. [15]
ran 356
ὄργια δὲ τὰ μυστήρια. R. μήτε Κρατίνου: Πρὸς τοὺς περὶ Ἀρίσταρχον οἰομένους ὅτι ταῦρος ἦν αὐτοῖς τὸ ἔπαθλον.
ran 357
εἴρηται δὲ παρὰ τὸ Σοφοκλέους ἐκ Τυροῦς «Διονύσου τοῦ ταυροφάγου.» ἢ ὅτι φίλοινος ἦν καὶ διὰ τοῦτο ἐπίθετον τοῦ Διονύσου αὐτῷ περιτιθέασιν. (οἱ δὲ ἔτι περιεργότερον ὅλον τὸν λόγον ἀποδιδόασι. μήτε Κρατίνου βακχεῖʼ ἐτελέσθη, ἅ ἐστι τοῦ μοσχοφάγου Διονύσου.) ἢ τολμηρόν· (ἀπὸ τῶν βακχῶν). τολμηροὺς γὰρ διέσυρε τοὺς Ἀθηναίους ἐν τοῖς δράμασι. βωμολόχοις δὲ, τοῖς πρὸς χάριν λέγουσι καὶ ἀπὸ κολακείας. ἀπὸ δὲ τῶν λοχώντων περὶ τοὺς βωμοὺς καὶ βουλομένων τι λαβεῖν μετενήνεκται ἡ λέξις. οὗτοι γὰρ ἐπὶ τῶν βωμῶν πολλὰ λιπαροῦσι κολακεύοντες λαβεῖν τι παρὰ τῶν θυόντων. ⟦ τινὲς δὲ, τοῦ ταῦρον ἔπαθλον λαμβάνοντος. ἢ τοῦ λαιμάργου. ⟧ —μηδὲ Κρατίνου: τινὲς βούλονται τὴν φιλονεικίαν αὐτοῦ δηλοῦσθαι ἐκ τοῦ ταυροφάγου, ὅ ἐστι Διονύσου. ταυρόκερως γὰρ ὁ θεός. Εὐριπίδης [Bacch. 918] καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖ. οἱ δὲ οὕτως. μηδὲ Κρατίνου βακχεῖα ἐτελέσθη, ἅ ἐστι τοῦ ταυροφάγου Διονύσου, ἀπὸ τοῦ συμβαίνοντος ταῖς βάκχαις. διέσπων γὰρ βοῦς καὶ ἤσθιον ὠμὰ κρέα. Ἀπολλώνιος δέ φησι ταυροφάγον τὸν Διόνυσον ἀπὸ τῶν διδομένων τοῖς διθυράμβοις βοῶν. V. ὁ ἐναντιούμενος τῷ δυσκόλῳ. [20]
ran 359
R. ὁ ἐναντίος τῷ δυσκόλῳ. V. τοῦτο πρὸς τοὺς ῥήτορας.
ran 360
R. V. ἤγουν πρὸ τῆς πόλεως.
ran 361
δῶρα λαμβάνει. R. ἢ προδίδωσι φρούριον: (Πρὸς τοὺς ποιήσαντας τοὺς Φερεκράτους Πέρσας.
ran 362
τὰ γὰρ ἀπόρρητα ἤκουσαν ὡς νῦν ἡμῖν ἔθος. διὸ καὶ ἐντεῦθεν λοιδορεῖται τῷ Θωρυκίωνι καὶ αὐτὸς ὅσον μὴ οἶδεν. ἀπόρρητα δὲ ἔλεγον τὰ ἀπειρημένα ἐξάγεσθαι. ἐν γοῦν τούτοις ἐπιφέρει ἀσκώματα καὶ λίνα καὶ πίτταν. δῆλον ὅτι οὐδὲν ἔδει ἀποπέμπειν τούτων ἐξ Αἰγίνης, ὧν Θωρυκίων τὰ ἀπόρρητα Ἀθήνηθεν ἀποπέμπει. ὅτε οὖν πρὸς τοὺς Πελοποννησίους ἦν ὁ πόλεμος, ἀπόρρητον ἦν τὰ πρὸς ναυπηγίαν ἐξάγειν. ἤτοι δὲ ὁ Θωρυκίων ἐξ Αἰγίνης ὢν, ἢ εἰς Αἴγιναν ἐξάγων. καθὸ δὴ κοινὸν ἐμπόριον ἡ Αἴγινα.) οὗτος ταξίαρχος ἦν ἐν τοῖς Πελοποννησιακοῖς τῶν Ἀθηναίων, ὃς πίσσαν ἔπεμψε τοῖς ἀντιπάλοις εἰς τὸ ἀνάψαι τὴν ἑαυτοῦ πόλιν. ὅθεν γνωσθεὶς ἐκωμῳδεῖτο ἐπὶ προδοσίᾳ. (τινὲς δὲ Θορυκίων γράφουσιν, ἀντὶ τοῦ τὰ τῶν Θορυκίων μιμούμενος.) —τἀπόρρητʼ: τὰ τῆς πόλεως μυστήρια. R. εἰκοστολόγος: Τὰ εἰκοστὰ ἐν τῇ κρίσει συνάγων. [15]
ran 363
—ἐπεὶ οἱ στρατηγοὶ ἀπῄτουν τὰς εἰκοστὰς τῶν λιμένων καὶ τῶν νήσων καὶ οὕτως ἀνήλισκον εἰς τὰ πολεμικά. V. ἀσκώματα: Εἰς διφθέρας γὰρ τὰς διανοίας τὰς ἑαυτοῦ γράψας ἔπεμπε τοῖς πολεμίοις ἐν τῇ Λακωνικῇ.
ran 364
(ἄσκωμα δερμάτιόν τι, ᾧ ἐν ταῖς τριήρεσι χρῶνται, καθʼ ὃ ἡ κώπη βάλλεται.) —δέρματα. Br. (Ἐπίδαυρον: Πόλιν Λακωνικήν.) (ἢ χρήματα: Κῦρος γὰρ Λυσάνδρῳ ἔπεμψε χρήματα τότε εἰς πόλεμον δανείου χάριν. [5]
ran 365
) τῶν τῆς Ἑκάτης μυστηρίων.
ran 366
R. V. τοῦτο δὲ εἰς Κινησίαν τὸν διθυραμβοποιόν· οὗτος γὰρ ᾄδων κατετίλησε τῆς Ἑκάτης. R. Κινησίαν τὸν διθυραμβοποιὸν κωμῳδεῖ, ὃς εἰσήνεγκεν ἐν δράματι τὴν Ἑκάτην καὶ κατετίλησεν αὐτῆς. ἢ ἐπειδὴ ἠρυθρίασε ποίημα γράψας εἰς Ἑκάτην. V. Θ. M. ⟦ ἢ κατατιλᾷ: Ἤγουν ἀσεβῶς διάκειται περὶ τὰ τῆς Ἑκάτης ἀγάλματα, ὅτε πανηγυρίζει. Κινησίας δὲ τοῦτο πεποίηκε. ⟧ —ἢ κατατιλᾷ τῶν Ἑκαταίων, ἤτοι κατὰ τῶν ἀγαλμάτων τῆς Ἑκάτης κόπρον ἐκκρίνει διάρρυτον, τουτέστι ὑγρὰν, ὑπᾴδων τοῖς χοροῖς κυκλίοις ἤγουν λυρικοῖς ποιήμασιν. Vict. τοῦτο εἰς Ἀρχῖνον. [10]
ran 367
μήποτε δὲ καὶ εἰς Ἀγύρριον. μέμνηται δὲ τούτων καὶ Πλάτων ἐν Σκευαῖς καὶ Σαννυρίων ἐν Δανάῃ. οὗτοι γὰρ προϊστάμενοι τῆς δημοσίας τραπέζης τὸν μισθὸν τῶν κωμῳδῶν ἐμείωσαν κωμῳδηθέντες. V. M. ⟦ ἢ τοὺς μισθοὺς: Οὓς ἔλαβε παρὰ τῆς βουλῆς αὐτοῖς παρασχεῖν. λέγει δὲ διὰ τὸν Ἀρχῖνον. ⟧ ⟦ τελεταῖς: Τὸ τέλος ἑξαχῶς λέγεται· σημαίνει γὰρ τὸ στρατιωτικὸν σύνταγμα, τὸ τῶν πραγμάτων πέρας, τὴν ταῖς πόλεσιν φοιτῶσαν πρόσοδον, τὸ ἀξίωμα, ὡς Εὐριπίδης [Sophocles Antig. [5]
ran 368
67] τοῖς ἐν τέλει βεβῶσι πείσομαι. τὸ δαπάνημα, ὡς ὁ αὐτὸς μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος. καὶ τὴν μυστικὴν καὶ οὕτω τελοποιὸν ἑορτήν. ὅθεν καὶ ἡ τελετὴ λέγεται καὶ τελεῖσθαι, τὸ μυεῖσθαι καὶ τελούμενοι, οἱ τὰ μυστικὰ ἤτοι θεῖα διδασκόμενοι. Θ. a m. sec. Vict. ⟧ (τούτοισιν ἀπαυδῶ: Παρὰ τὴν τοῦ ἱεροφάντου καὶ δᾳδούχου πρόρρησιν τὴν ἐν τῇ ποικίλῃ στοᾷ. [10]
ran 369
) χώρει νῦν: ⟦ Εἴσθεσις ἑτέρα μέλους μονοστροφικοῦ διαιρεθέντος τοῦ χοροῦ, ἐκ κώλων ἀναπαιστικῶν ιʹ, ὧν τὰ μὲν ἄκρα καὶ τὸ δʹ καὶ εʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ δεύτερον καὶ ἕκτον ἑφθημιμερῆ.
ran 372
τὸ τρίτον καὶ τὸ ὄγδοον δίμετρα βραχυκατάληκτα. τὰ δὲ λοιπὰ τρίμετρα καταληκτικὰ εἰς συλλαβήν. ἑξῆς δὲ στίχοι δύο ἀναπαιστικοὶ τετράμετροι καταληκτικοὶ ὡς ἐξ ἑτέρας στροφῆς. ἐπὶ τῷ τέλει παράγραφος. ⟧ ἐντεῦθεν Ἀρίσταρχος ὑπενόησε μὴ ὅλου τοῦ χοροῦ εἶναι τὰ πρῶτα. τοῦτο δὲ οὐκ ἀξιόπιστον. πολλάκις γὰρ ἀλλήλοις οὕτω παρακελεύονται (οἱ περὶ τὸν χορόν). —τῶν καθʼ ᾍδου. οἱ τοῦ χοροῦ δὲ μύσται ἀλλήλοις παρακελεύονται. R. ἐγκρούων: (Βαίνων εὐρύθμως. [10]
ran 374
ἢ ἀντὶ τοῦ ἐκβάλλων.) —ἤτοι βάλλων ἢ βαίνων. R. ἠρίστηται: Ἄριστον γεγένηται τὸ τῆς τελετῆς.
ran 376
ἔμβα δὲ, ἀντὶ τοῦ χόρευε. χόρευε.
ran 377
R. V. αἰρεῖς τὴν Σώτειραν: (Οἷον ὑψώσεις τοῖς ἐπαίνοις.
ran 378
) ἔστιν Ἀθήνησι Ἀθηνᾶ Σώτειρα λεγομένη, ᾗ καὶ θύουσιν. —χὥπως αἴρεις: Σκόπει ὅπως μεγαλύνεις. C. χὥπως αἴρῃς: Καὶ σκόπει ὅπως ὑψώσῃς. D. μέλπω μολπάζω ὡς τρέχω τρόχω τροχάζω.
ran 380
R. V. ὁ γὰρ πόλεμος αὐτῷ ἐλυσιτέλει.
ran 381
R. V. M. ἕτερον τρόπον.
ran 382
R. V. Δήμητερ: ⟦ Εἴσθεσις ἑτέρα μέλους μονοστροφικοῦ ἐκ κώλων ἰαμβικῶν δέκα· ὧν τὸ πέμπτον καὶ τὸ δέκατον ἑφθημιμερῆ Ἀνακρεόντια, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, ὧν τελευταῖον «—κήσαντα ταινιοῦσθαι. [5]
ran 384
» ἑξῆς δὲ ὡς ἐξ ἑτέρας στροφῆς κῶλα τέσσαρα, ὧν τὸ πρῶτον καὶ τὸ τρίτον ἰαμβικά· τὸ μὲν τρίμετρον, τὸ δὲ δίμετρον. τὰ δὲ λοιπὰ τροχαϊκὰ δίμετρα βραχυκατάληκτα, ἰθυφαλλικὰ καλούμενα Ἀρχιλόχεια. ἐπὶ τῷ τέλει παράγραφος. ⟧ —δίμετρα ἀκατάληκτα ἰαμβικά. ἕως τοῦ «τίς σὰς παρήειρε φρένας.» V. M. παῖσαι: Ὅπερ ἡμεῖς παῖξαι. [10]
ran 388
Ὅμηρος [Od. Θ, 251] «παίσατε, ὥς χʼ ὁ ξεῖνος.» —παῖσαι: Ἀντὶ τοῦ παῖξαι Ἀττικῶς. Vict. ταινιοῦσθαι: Ἀντὶ τοῦ στεφανοῦσθαι.
ran 393
ταινία γὰρ τὸ ῥάμμα τοῦ στεφάνου. τὸν ὡραῖον: Τὸν κατὰ καιρὸν φαινόμενον Διόνυσον· ⟦ ἐπεὶ τὸν καιρὸν τοῦ ἔαρος τὰς ἑορτὰς αὐτοῦ ἦγον, καὶ τὰ κωμικὰ δράματα ἐν ταύταις εἰσήγετο.
ran 395
⟧ —ἄγʼ εἶα: Τοῦτο λέγει, ἐπειδὴ, ὅτε ἔδευον, ἀπὸ τοῦ Κεραμεικοῦ εἰς Ἐλευσῖνα προέπεμπον τὸν Διόνυσον. Vict. ξυνοδεστήν. [5]
ran 396
V. ⟦ Ἴακχε: Εἴσθεσις ἑτέρου μέλους διαιρεθέντος αὖθις τοῦ χοροῦ, ἐκ κώλων ὀκτωκαίδεκα· ὧν τὰ μὲν αʹ, βʹ, δʹ, ϛʹ, ιβʹ, ιγʹ, ιεʹ τρίμετρα καταληκτικά· τὰ δὲ γʹ, ηʹ, θʹ, ιδʹ δίμετρα ἀκατάληκτα.
ran 398
τὰ δὲ εʹ, ιαʹ, ιϛʹ καὶ τὸ τελευταῖον τρίμετρα ἀκατάληκτα. τὰ ζʹ καὶ ιʹ ἑφθημιμερῆ. τὸ δὲ ιζʹ τετράμετρον καταληκτικόν. ἐν ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος. ⟧ μεμιγμένως λέγει τὰ μὲν πρὸς τὸν Ζαγρέα Ἴακχον, τὰ δὲ πρὸς τὸν Διόνυσον. V. συνακολούθει: Τοῦτο, ἐπεὶ ὁδεύουσιν ἀπὸ τοῦ Κεραμεικοῦ εἰς Ἐλευσῖνα προπέμποντες τὸν Διόνυσον. [5]
ran 399
⟦ τὸ δὲ ἄνευ πόνου πολλὴν ὁδὸν περαίνεις, ἀντὶ τοῦ, μεθʼ ἡμῶν ὢν ῥᾳδίαν πάνυ τὴν ὁδὸν ποιήσεις. ἢ ὅτι ἐν τοῖς ναοῖς διατρίβων, εἰ φανείης ἡμῖν ἐξαίφνης ἐπικαλεσαμένοις, ἐνταῦθα δείξεις τὰς ὁδοὺς ἄνευ πόνου τοῖς θεοῖς ποιεῖσθαι. πάντα γὰρ αὐτοῖς εὐπετῆ. —πάντα γὰρ εὐπετῆ φασὶ τοῖς θεοῖς. Cant.2. ⟧ τὴν Δήμητραν. [5]
ran 400
V. περαίνεις: Εἴρηται γὰρ ὅτι ἐξ ἄστεως μέχρι Ἐλευσῖνος πολλὴν ὁδὸν πορεύεται.
ran 401
V. ἀπὸ ἄστεως μέχρι Ἐλευσῖνος. R. τελεῖς, διέρχῃ. εἴρηται γὰρ ὅτι ἐξ ἄστεος εἰς Ἐλευσῖνα ἐπορεύοντο. Vict. σὺ γὰρ κατεσχίσω: Ἴσον τῷ διὰ σὲ κατεσχίσθη.
ran 404
εἴρηται γὰρ ὁ αὐτὸς Ἴακχος τῷ Διονύσῳ κατά τινας. τῷ δὲ Διονύσῳ αἱ κωμῳδίαι ἀνάκεινται. ἔοικε δὲ παρεμφαίνειν ὅτι λιτῶς ἤδη ἐχορηγεῖτο τοῖς ποιηταῖς. (ἐπὶ γοῦν τοῦ Καλλίου τούτου φησὶν Ἀριστοτέλης ὅτι σύνδυο ἔδοξε χορηγεῖν τὰ Διονύσια τοῖς τραγῳδοῖς καὶ κωμῳδοῖς· ὥστε ἴσως ἦν τις καὶ περὶ τὸν Ληναϊκὸν ἀγῶνα συστολὴ, χρόνῳ δʼ ὕστερον οὐ πολλῷ τινι καὶ καθάπαξ περιεῖλε Κινησίας τὰς χορηγίας· ἐξ οὗ καὶ Στράττις ἐν τῷ εἰς αὐτὸν δράματι ἐφῆ σκηνῆ μὲν τοῦ χοροκτόνου Κινησίου.) —ἢ οὕτως. κατηρτίσω καὶ σχιστὰ ὑποδήματα φορέσαι ἐποίησας. R. καὶ τὸ ῥάκος: Ἔτι δύναται καὶ ταῦτα τὴν αὐτὴν ἔννοιαν ἔχειν. [10]
ran 406
ῥάκος δὲ οἱ μὲν τὸ τριβώνιον, οἱ δὲ τὸ προσωπεῖον, ὅτι ῥάκεσι κατακολλᾶται. —ἐπὶ εὐδαιμονίᾳ πρὸς τὸ εὐτελεῖν. R. V. ὅτι σύνηθες ἦν τὸ ἐπιλέγειν, ὁπότε ἐπαινοῖέν τι ἢ συνομολογοῖεν, καὶ Εὔπολις Κόλαξι.
ran 407
καὶ ἐν τοῖς πρόσθεν κεῖται. V. M. ἀπὸ τοῦ ἄστεως μέχρι Ἐλευσῖνος.
ran 408
V. ἀντὶ τοῦ πρὸ ὀλίγου, ἀρτίως.
ran 410
R. συνεχόρευον γὰρ καὶ αἱ γυναῖκες.
ran 411
R. V. ⟦ καὶ μετʼ αὐτῆς: Τοῦτο πρὸς τὸ ἄνω τὸ, συμπαιστρίας.
ran 414
μετʼ αὐτῆς τῆς συμπαιστρίας δηλονότι. ⟧ κἄγωγε πρός: Τινὲς τοῦτο τοῦ Διονύσου φασὶ μεταξὺ παρεμβάλλοντος λέγειν.
ran 410 [15]
⟦ βούλεσθε δῆτα: Στροφὴ καὶ εἴσθεσις χοροῦ ἐπιρρηματικὴ ἐκ κώλων πεντεκαίδεκα ἰαμβικῶν ἑφθημιμερῶν, πλὴν τοῦ γʹ, ϛʹ, θʹ, ιβʹ, καὶ τελευταίου τριμέτρων ἀκαταλήκτων. ἐπὶ τῷ τέλει παράγραφος. τὸ δὲ πρὸς λαγνείαν ἐπιρρεπὲς ἀμφοτέρων σκώπτων, τοῦ τε δεσπότου καὶ τοῦ δούλου, τοῦτό φησιν. ὁ δὲ Ἀρχέδημος ὡς ξένος παρʼ αὐτοῦ κωμῳδεῖται. νόμος γὰρ ἦν τοὺς ἐξ ἀλλοδαπῆς Ἀθήνησι κατοικεῖν ἐθέλοντας εἰς πολίτας, ἐνταῦθα χρόνον ὀλίγον διατρίψαντας ἐγγράφεσθαι. ὅπερ Ἀρχέδημος οὐκ ἐποίησε. δέον οὖν εἰπεῖν ὅτι οὐκ ἐπολιτογραφήθη, ὥστε τοὺς πολίτας ὥσπερ συγγενεῖς ἔχειν, οὐκ ἔφυσεν, εἶπεν. ἑξῆς δὲ ταύτης τῆς στροφῆς ἐν εἰσθέσει σύστημα κατὰ περικοπὴν ἀμοιβαῖον ἐκ κώλων ἀναλόγως τῇ στροφῆ κειμένων· ὧν τὸ τελευταῖον παραγράφῳ σημειοῦται. ⟧ οὐκ ἔφυσε φράτορας: (Ἀντὶ τοῦ εἰπεῖν, οὐκ ἔφυσεν ὀδόντας, εἶπε φράτορας, ἵνα ὡς ξένον διαβάλῃ.
ran 418
ἡ δὲ παροιμία, ἑπτέτης ὢν ὀδόντας οὐκ ἔφυσεν. Ἄλλως.) ἀντὶ τοῦ εἰπεῖν ὀδόντας φραστῆρας, φράτορας εἶπε, τουτέστι συγγενεῖς. ἡ μεταφορὰ ἀπὸ τῶν παίδων, οἵτινες ὄντες περὶ τὰ ἑπτὰ ἔτη ἔχουσι πάντας τοὺς ὀδόντας. λέγει οὖν ὅτι χρονίσας ἐν ταῖς Ἀθήναις οὐκ ἠδυνήθη ἀναγραφῆναι εἰς τοὺς πολίτας. οὗτος ὡς ξένος κωμῳδεῖται. καὶ Εὔπολις Βάπταις «ἐπιχώριος δʼ ἔστʼ ἢ ξένης ἀπὸ χθονός;» ἀντὶ τοῦ ἄρχει τοῦ δήμου. [10]
ran 419
R. V. ἐν τοῖς ἄνω νεκροῖς: Οὐχ ὡς Ἀπολλώνιος πρὸς τὴν ἐξήγησιν τὴν εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν, ὅτι διὰ τὴν κακοπραγίαν νεκροὺς τοὺς Ἀθηναίους λέγουσι· ψυχρὸν γάρ· ἀλλὰ πιθανῶς οἱ κάτω τοὺς ζῶντας ἄνω νεκρούς φασιν, (ὅτι κατετρίβησαν ἐν τοῖς κακοῖς ὑπὸ τῶν στρατηγῶν). [5]
ran 420
⟦ Ἄλλως. νεκροὺς τοὺς Ἀθηναίους λέγει ἢ διότι τὸ ἀρχαῖον φρόνημα ἀποβεβλήκασιν· ἢ διότι οἱ ἐν τῷ κόσμῳ ἄνθρωποι, εἰ καὶ ζῶσιν, ἀλλὰ τοῖς τοῦ βίου ματαίοις ἐγκυλινδούμενοι, δεινότερα τῶν τεθνηκότων πάσχουσι ζῶντες κολαζόμενοι· ἢ διότι πολλοῖς κακοῖς ὑπὸ τῶν δημαγωγῶν κατατριβόμενοι ἀναισθήτως ἔχουσιν ὡς νεκροὶ, αὐτοὺς ἀτιμωρήτους ἐῶντες. χάριεν δὲ τὸ ὑπὸ τῶν νεκρῶν τοὺς ζῶντας καλεῖσθαι νεκρούς. ⟧ —ἵνα διαβάλλῃ τοὺς Ἀθηναίους ὡς ἀσθενεῖς καὶ νεκρούς. V. τῆς ἐκεῖθεν μοχθηρίας: Ἀντὶ τοῦ εἰπεῖν, δημαγωγίας, ἢ πολιτείας, μοχθηρίας εἶπεν, χαριέντως πρὸς τὰ κακὰ αὐτῶν. [15]
ran 421
—τὰ πρῶτα ἔχων. R. V. τὸν Κλεισθένη: Διαβάλλει τὸν Κλεισθένη ὡς φαυλόβιον, καὶ πρὸς τοῦ Σεβίνου πορνευόμενον.
ran 422
διὸ καὶ δεινοπαθοῦντά φησιν ἐπὶ τῇ τούτου τελευτῇ. —τὸν Κλεισθένην: Ἀντὶ τοῦ τὸν Καλλίαν. R. τὸν Καλλίαν. C. V. ὑποτίθεται υἱὸν Κλεισθένους, οὗ τὸ ὄνομα οὐκ εἶπε. καθʼ ὁμοιότητα γὰρ τοῦ πατρὸς ἐν ταῖς ἐρημίαις καὶ περὶ τὰς ταφὰς καὶ τοὺς τάφους κακῶς ἔπασχεν. Ven. ἐν ταῖς ταφαῖσι: (Ταφαὶ, ὅπου οἱ ἐν πολέμῳ ἐνδόξως τετελευτηκότες μετὰ τιμῆς ἐθάπτοντο δημοσίᾳ. [5]
ran 423
Ἄλλως.) τοῖς κατὰ τὸν πόλεμον ἀποθανοῦσι δημοσίᾳ τάφους προὐτίθεσαν. τὸ οὖν τίλλειν τὰς τρίχας καὶ κόπτεσθαι ἅμα μὲν ὡς ἐπὶ τετελευτηκότι (ἀναγκαίως), ἅμα δὲ εἰς μαλακίαν καὶ τὸ κόπτεσθαι κακεμφάτως. Σεβῖνον, ὅστις ἐστὶν Ἀναφλύστιος: Ὀνοματοποιεῖ τοῦτο, ὡς πρὸς τὴν μαλακίαν Κλεισθένους, (παρὰ τὸ αἰσχρόν). [5]
ran 427
πιθανῶς δὲ τὸ ὅστις ἐμφαίνει οὐ τὸν ὑπὸ ἑνὸς μόνον περαινόμενον. πέπλασται δὲ αὐτῷ ὥσπερ ὁ Σεβῖνος, οὕτω καὶ ὁ Ἀναφλύστιος. ἀναφλᾶν γὰρ ἔλεγον τὸ μαλάσσειν τὸ αἰδοῖον. —καὶ ὑποσύρειν τὸ καλύπτον τὴν βάλανον δέρμα. βάλανος δέ ἐστι τὸ ἄκρον τῆς πόσθης. Vict. (καὶ Σεβῖνος ἴσως παρὰ τὸ βινεῖν. ἔστι δὲ καὶ Σεβῖνος ὠνομασμένος παρὰ Πλάτωνι ποιητῇ.) ἔστι δὲ καὶ δῆμος Ἀττικῆς Ἀναφλύστιος. (τουτονὶ τὸν Ἱπποβίνου: Παρεγραμμάτισε διὰ τὴν ἀσέλγειαν παρὰ τὸ Ἱππονίκου εἰς πορνομανῆ. [10]
ran 429
τὸ δὲ ἵππος πολλαχοῦ ἐπὶ τοῦ μεγάλου λαμβάνουσιν· ἱππόπορνε. κωμῳδεῖται δὲ καὶ ὁ Καλλίας ὡς σπαθῶν τὴν πατρικὴν οὐσίαν, καὶ μάλιστα ἐπὶ γυναιξὶ μεμηνώς. ἢ τοῦ κτηνοβάτου). —τοῦτον: Ὃν πάντες ἴσασι δηλονότι. C. ἐνημμένον: Ἐνδεδυμένον. [5]
ran 430
Θ. Vict. Διόνυσος.
ran 431
ἄλλοι δὲ Ξανθίας. ἐρωτᾷ. R. μηδὲν: Τὸ δεν παρέλκει.
ran 434
R. V. ἐρωτήσῃς με.
ran 435
R. τὸ ὁμοῖον καὶ ἐν Γηρυτάδῃ.
ran 436
V. αἴροιʼ ἂν: Λάβοις ἄν.
ran 437
Θ. E. τὰ στρώματα δηλονότι. V. ἀλλʼ ἢ Διὸς Κόρινθος: (Παροιμία ἐπὶ τῶν τὰ αὐτὰ συνεχῶς λεγόντων.
ran 439
) τῶν Μεγαρέων ἀποστάντων Κορινθίων, ἀπεστάλη κῆρυξ πολλάκις λέγων ὅτι οὐκ ἀνέξεται ὑμῶν ὁ τοῦ Διὸς Κόρινθος· καὶ ἐπέμενέ τε τὸ αὐτὸ λέγων, ἕως οἱ Μεγαρεῖς σικχανθέντες ἔλεγον, παῖε παῖε τὸν Διὸς Κόρινθον, καὶ παροιμία ἐλέχθη ἐπὶ τῶν ταυτολογούντων ἀεὶ καὶ ταὐτὸ πραττόντων. ὁ δὲ Διὸς Κόρινθος, παῖς Διὸς, βασιλεὺς Κορίνθου. Μεγαρεῖς δὲ ὑποτελεῖς ἦσαν Κορινθίοις. —παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων. προφέρονται δὲ παρὰ τὸν Διὸς Κόρινθον. καὶ Πίνδαρος μνημονεύει τῆς παροιμίας ἐν Νεμεονίκαις. Μεγαρεῖς ὑποτελεῖς ἦσαν τοῖς Κορινθίοις καὶ ἀπαιτούμενοι, φησὶν, ἀεὶ ὑπὸ τοῦ κήρυκος ταῦτα λέγοντος, οὐ τιμᾶτε τὸν Διὸς Κόρινθον. ὁ δὲ Διὸς Κόρινθος παῖς Διὸς βασιλέως Κορίνθου. οἱ δὲ ἀπέκτειναν αὐτὸν ἐπιφωνοῦντες παῖε παῖε τὸν Διὸς Κόρινθον. ἔνθεν ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ πραττόντων. Ἄλλως. Μεγαρεῖς συνῴκουν Κορινθίοις καὶ πολλὰ πάσχοντες κακῶς ὑπʼ αὐτῶν ἀπέστησαν. εἶτα πρὸς αὐτοὺς ἀπελθόντες πρέσβεις ἠξίουν ἐπανελθεῖν καὶ συνεχῶς ἔλεγον, ὁ Διὸς Κόρινθος ὑμᾶς ποθεῖ, ὁ Διὸς Κόρινθος διʼ ὑμᾶς λυπεῖται, καὶ συνεχῶς τὸ ὁ Διὸς Κόρινθος ἔλεγον, ὅθεν εἰς παροιμίαν ἦλθεν ἐπὶ τῶν τὸ αὐτὸ ποιούντων. Ἄλλως. Κόρινθος παῖς ἦν τοῦ Διὸς, ἔκτισε δὲ τὴν Κόρινθον. καὶ ἀποθανόντα τοῦτον ἐσέβοντο οἱ Κορίνθιοι. Κερκυραῖοι δὲ ἄποικοι ὄντες Κορινθίων καὶ ὑποτελεῖς ὄντες τῇ μητροπόλει ὕστερον ἀφωσιώθησαν. καὶ οἱ Κορίνθιοι ἐπικηρυκευόμενοι πρὸς αὐτοὺς ἔλεγον, μνήσθητε τοῦ Διὸς Κορίνθου. καὶ οὕτως ἀπειρηκότες οἱ Κερκυραῖοι ἀπήλασαν τὸν κήρυκα λέγοντες παῖε παῖε τὸν Διὸς Κόρινθον. V. ὁ λόγος πρὸς τὸν χορόν. [30]
ran 440
R. ⟦ χωρεῖτε νῦν: Εἴσθεσις ἑτέρου μέλους προῳδικὴ διαιρεθέντος αὖθις τοῦ χοροῦ, καὶ τοῦ μὲν τὴν προῳδὴν ᾄσαντος, τοῦ δὲ τὴν ἀντιστροφήν. καὶ εἰσὶ τῆς μὲν προῳδῆς τὰ κῶλα ὀκτώ. τὸ πρῶτον Ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, τοῦ δευτέρου ποδὸς ἑξασυλλάβου. τὰ βʹ, δʹ καὶ τελευταῖον παιωνικὰ δίμετρα καταληκτικὰ ἐκ παίωνος πρώτου, ἢ τετάρτου, καὶ βακχείου, ἢ ἀμφιβράχεος. τὸ τρίτον ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ πέμπτον καὶ ἕβδομον ἐπιχοριαμβικὰ δίμετρα ἀκατάληκτα ἐκ διιάμβου, ἢ ἐπιτρίτου τρίτου, καὶ χοριάμβου. τὸ ἕκτον τροχαϊκὸν ἰθυφαλλικόν. τῆς δὲ στροφῆς τὰ κῶλα ἓξ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ὧν τὰ πρῶτα ἰαμβικὰ δίμετρα ἀκατάληκτα. τὰ δεύτερα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ. τὸ μέντοι τῆς ἀντιστροφῆς τρίβραχυν ἔχει τὸν δεύτερον πόδα· ἔνθα καὶ ἀντὶ τοῦ ἱλαρὸν, ἱερὸν γράφεται. τὰ τρίτα Ἰωνικὰ ἀπὸ μείζονος δίμετρα καταληκτικὰ ἐκ παίωνος δευτέρου καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου. τὰ πέμπτα καὶ τὰ ἕκτα ὁμοίως. τὰ μέντοι τῆς ἀντιστροφῆς ἀντʼ Ἰωνικῶν ἔχει παίωνας δευτέρους. τὰ τελευταῖα Ἰωνικὰ ἡμιόλια ἤτοι δίμετρα βραχυκατάληκτα. ἐπὶ τῷ τέλει τῆς μὲν προῳδοῦ καὶ τῆς στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς. ⟧ (χωρεῖτε: Δύνανται πάντες οἱ κατὰ τὸν χορὸν ἀλλήλοις παρακελεύεσθαι, καὶ μὴ εἰς ἀμοιβαῖα διαιρεῖσθαι. ἀλλὰ τοῦτο εἰς οὐδὲν φαίνοιτο ἂν οἰκονομούμενος.) ἤτοι Κόρης ἢ Δήμητρος. [25]
ran 441
R. οἷς μέτεστιν, οἷς ὅσιον.
ran 443
R. τῇ Δήμητρι καὶ τῇ Κόρῃ τὸ φέγγος οἴσων.
ran 445
R. V. Θ. M. πολυρρόθους: Πολυήχους.
ran 448
Bar. τὸν ἡμέτερον: Ἀντὶ τοῦ κατὰ τὸν ἡμέτερον τρόπον καὶ ὡς ἔθος ἔχομεν παίζοντες.
ran 453
Μοῖραι οἱ θεσμοί. R. M. ὅσοι μεμυήμεθʼ: Ἀντὶ τοῦ ἐμυσταγωγήθημεν.
ran 456
μυστήρια δὲ ἐκλήθη παρὰ τὸ τοὺς ἀκούοντας μύειν τὸ στόμα, [καὶ μηδενὶ ταῦτα ἐξηγεῖσθαι. μύειν δέ ἐστι τὸ κλείειν τὸ στόμα]. —τοῖς μυσταῖς. R. V. καὶ τοὺς ἰδιώτας: Ἀντὶ τοῦ, τοὺς ἰδίους, τοὺς πολίτας.
ran 459
ἀντέστραπται δὲ τοῦτο τὸ ἴδιον ἀντὶ τοῦ ἰδιωτικοῦ, καὶ οὕτω πολλάκις εἴρηται. σημειωτέον δὲ ὅτι καὶ ἰδιώτης λέγεται ὁ πρὸς γένος ἴδιος καὶ ὁ ἀμαθής. — ἀντὶ τοῦ ἰδίους. ἐν παραγωγῇ ἴδιος ἰδιώτης. V. καὶ ἰδιώτας: Τὸ ἰδιωτικὸν κατὰ τοὺς παλαιοὺς τέσσαρα σημαινόμενα ἔχει. σημαίνει γὰρ τοὺς ἰδίους ἢ συγγενεῖς ἢ πολίτας, ὡς ἐνταῦθα. σημαίνει καὶ τὸν ἀμαθῆ. ἐλέγοντο καὶ ἰδιωτικὰ τὰ ἀντιδιαστελλόμενα πρὸς τὰ θεῖα, ἤτοι τὰ ἀνθρώπινα, ὡς ὅταν φῶμεν θεῖα χρήματα καὶ ἰδιωτικά. καὶ τέταρτον τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ δημοτικόν. Vict. ⟦ ἄγε δὴ: Κορωνὶς εἰσιόντων αὖθις τῶν ὑποκριτῶν. [10]