1a
Μῆνιν ἄειδε : ζητοῦσι, διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτω δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μέν, ἵνʼ ἐκ τοῦ πάθους †ἀποκαταρρεύσῃ† τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσεκτικωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ καὶ προεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτερον δέ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως †οὐ κατατρέχει ἀξιοπιστότερον† ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ. ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέγονεν· ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, καὶ ὡς ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. ἰστέον δέ· ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ σῦκον ἰσχάς, οὕτω πρῶτον ὀργή, θυμὸς χόλος κότος μῆνις. ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται· "ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν" (Α 192)· "οὐδʼ ὄθομαι κοτέοντοσ" (Α 181)· "αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενοσ" (Α 488). AT ζητεῖται, διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν πρώτων ὁ ποιητής. [15]
1b
καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι, καὶ οὐδὲ περὶ πόλεων μεγίστων· οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος οὐδέποτε ἐξῄεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐτέλεσαν τὰς ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν, μὴ παρούσης ὕλης τῷ λόγῳ. λέγουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. ἔτι ζητεῖται, διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπιλύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους ποιοῦν, εἰ μέλλοι πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων. b (BC) T πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντος οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δʼ ὅτι ἐκεῖ μέν, ἅτε μόνως ἐφʼ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται· οὐ γὰρ μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γε καὶ ἐξισοῖ τινας αὐτῷ. ἔκ τινος οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆς πόλεως ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα. b (BCE 4 ) T μῆνις παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. [20]
1c
A b (BCE 4 ) T οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς. AT ἄειδε : ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι (opp.
1d
2)· "δεῦτε δὴ ἐννέπετε," καὶ Πίνδαρος (fr. 150 Sn.)· "μαντεύεο Μοῦσα", AT καὶ Ἀντίμαχος ὁ Κολοφώνιος (fr. 1 W.)· "ἐννέπετε Κρονίδαο Διὸς μεγάλοιο θύγατρεσ". A δεύτερον δέ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπιτάσσουσιν, ἀλλʼ ἑαυτοῖς. AT [ ἄειδε:] ᾄδειν ποίει, [μετ]ωνυμικῶς [ὡς "πάντας μέν ῥʼ ἔλπει" (β 91)· ἡδονῇ γὰρ αὐτὰ καλύπτειν θέ]λει δυσχερῆ [ὄντα. [5]
1e1
π]ερὶ δὲ τοῦ ῥή[τορος λέγων] "ἔννεπε" [φησίν] (α 1). T 〈 ἄειδε : 〉 μετωνυμικῶς, ποίει τὸ ἀείδειν· βούλεται γὰρ τὰ λυπηρὰ μᾶλλον ᾄδειν, ἤτοι τῇ ἡδονῇ συγκαλύπτειν καὶ σκέπειν.
1e2
ὅταν δὲ περὶ τοῦ ῥήτορος ὁ λόγος, "ἔννεπε" φησὶν ἁπλῶς. b (BCE 4 ) 〈 ἄειδε , θεά : 〉 ἔθος τοῦτο ποιητικόν, ὃ πάντες μικροῦ δεῖν ἐφυλάξαντο, καλεῖν τὰς Μούσας ἤτοι τὸ θεῖον ὡς ἐπικουρῆσον αὐτοῖς.
1f1
καὶ ἐν Ὀδυσσείᾳ γάρ φησιν (α 1)· "ἄνδρα μοι ἔννεπε Μοῦσα", καὶ πάλιν ἐπάγει (α 10)· "τῶν ἁμόθεν γε θεά", καὶ ἀλλαχοῦ (θ 499)· "ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν". οἱ δὲ λέγοντες ὡς ἐχρῆν ἐπὶ τοῖς οὕτω δυσφήμοις λέγειν "ἄειδέ μοι, ἠεροφοῖτις Ἐρινύσ" τοῦ δέοντος ἁμαρτάνουσιν· οὐδὲ γάρ τι πρὸς γνῶσιν Ἐρινὺς συντελεῖ. ἐνθάδε μέντοι μίαν καλεῖ, ἐν δὲ τῇ ἀπαριθμήσει (Β 484) πάσας· "ἔσπετε νῦν μοι, Μοῦσαι". b (BCE 4 ) T θεά : οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. [5]
1f2
ἀμέλει καὶ ἐν Ὀδυσσείᾳ (α 1)· "ἄνδρα μοι ἔννεπε, Μοῦσα." A 〈 Πηληιάδεω : 〉 παράγωγον.
1g
T il Πηληιάδεω Ἀχιλῆος : οὕτως ἀναγνωστέον διʼ ἑνὸς λ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν.
1h
οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι †τροφῆς†· ὅλως γὰρ οὐ μετέσχε γάλακτος. AT 〈 Ἀχιλῆος : 〉 ὁ Κοτιαεὺς Ἀχιλῆος, διὰ τὸ μέτρον ἓν λ γράφει· καὶ γὰρ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεσθαι.
1i
A im οὐλομένην : τὴν ὀλέσασαν ἢ τὴν ὀλεθρίαν.
2a
ὡς ἐπὶ ἰδίοις δὲ ἀλγῶν δυσφημεῖ αὐτήν. ὅρα δὲ τὰς ἐν ἀρχῇ ἀναφωνήσεις, ὅσον ὑποφαίνουσι τὸ πλῆθος τῶν ἱστορηθησομένων, ὡς καὶ ἐν Ὀδυσσείᾳ. b (BCE 4 ) T ἔχει δὲ τοὺς γενικωτάτους τῶν τόπων τὸ προοίμιον· b (BE 4 ) T ποσόν, πολλάς · ποιόν, "ἰφθίμουσ"· οὐσίαν, "ψυχάσ"· τόπον, "Ἄϊδι"· χρόνον, "προΐαψεν" (Α 3). b (BE 4 ) TT t ἣ μυρία : ῥητορικὴ ἡ μετάληψις· παρὸν γὰρ ἦν φάναι· ʼὃς μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκενʼ· ἀλλʼ ὡς φιλέλλην οὐ τῷ ἥρωϊ ἐπάγει τὴν βλασφημίαν, ἀλλὰ τῷ πάθει. [5]
2b
τὸ δὲ ἥ κατὰ δοτικήν τινες ἤκουσαν, οὐκ ὀρθῶς. b (BCE 4 ) T ἣ μυρία : κατὰ συλλογισμὸν ἡ δ[ι]ή[γησις].
2c
T μυρία : τινὲς θρηνητικά, παρὰ τὸ μύρεσθαι, καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ἤκουσαν, ἐφʼ οἷς μύρεσθαι τὸ κλαῦσαι.
2d
οὐδὲν δὲ ἄτοπον, εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ· φρόνησις μὲν γάρ ἐστιν ἡ πάντων εἴδησις, προαίρεσις δὲ ἀκριβὴς ἡ τῶν ἀμεινόνων πράξεων αἵρεσις. A b (BCE 4 ) T Ἀχαιοῖς : Ξοῦθος—ἐκλήθησαν Ἕλληνες. A πολλὰς δ ’ ἰφθίμους ψυχάς : κίνησιν οὐ τὴν τυχοῦσαν ἔχει τὸ προοίμιον, εἰ μέλλει διηγεῖσθαι θανάτους πολλῶν ἰφθίμων ἡρώων. [5]
3a
b (BCE 4 ) T ψυχάς : Ἀπολλώνιος ὁ Ῥόδιος γράφει (fr.
3b1
13 M.) "κεφαλάσ". b (BCE 4 ) TT t ὅτι κακῶς τινες μεταγράφουσι "πολλὰς δʼ ἰφθίμους κεφαλάσ", ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ ἀγαθοὺς λέγῃ κεφαλάς.
3b2
A im 〈 Ἄϊδι προΐαψεν : 〉 ἐναντίον τῷ "μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν" (Ζ 488).
3c
ἀλλʼ οὐ ταὐτὸν ἐκείνῳ τοῦτο· νῦν γὰρ δοκεῖ λέγειν ὡς οὐ διὰ τὴν Μοῖραν, ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως ἀπώλοντο. ῥητέον οὖν ὅτι μοῖραν ἐνταῦθα (sc. in Α 3) ἀκουστέον τὴν πρὸ τῆς ὡρισμένης τελευτήν· πρεπώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ γινόμενος· "γῆρασ" γάρ φησι "καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται" (ν 59—60)· προΐαψεν οὖν ἔβλαψε πρὸ ὅρου παραπέμψασα Ἅιδῃ, τουτέστι πρὸ τοῦ πρέποντος ἀνθρώποις θανάτου. b (BCE 4 ) T ἢ περιττεύει ἡ πρό, ὡς τὸ "νῆάς τε προπάσασ" (Β 493). b (BC) T t ἡρώων , αὐτοὺς δέ : ὅτι Ζηνόδοτος τοὺς δύο (sc. [10]
4a
Α 4—5) ἀθετεῖ. γίνεται δὲ τὸ προοίμιον κόλον. καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκε τὸ αὐτοὺς δ έ , ἐπὶ τῶν σωμάτων. ἥρωας δέ φασι—τὸ γένος τῶν ἀνθρώπων. A αὐτοὺς δὲ ἑλώρια : καὶ ἀλλαχοῦ (Ι 547)· "ἡ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον" (ἤτοι περὶ τοῦ σώματος αὐτοῦ)· b (BCE 4 ) T "ἀμφὶ συὸσ" γάρ φησι (Ι 548) "κεφαλῇ".
4b
b (BE 4 ) T 〈 ἑλώρια : 〉 δασύνεται τὸ ἑλώρια · παρὰ γὰρ τὸ ἕλω ἕλωρ ἐγίνετο, ὡς παρὰ τὸ πέλω πέλωρ.
4c
καὶ κτητικὸν τὸ ἑλώριον, ᾧ ἐχρήσατο ἀντὶ τοῦ ἕλωρ. χρειώδης δέ ἐστιν ἐνταῦθα καὶ ἡ τοῦ τεῦχε αὐτῷ παράτασις. b (BCE 4 ) T Εὐκλείδης φησὶ τὸ ἑξῆς τεῦχε κύνεσ〈σ〉ιν / "οἰωνοῖσί τε πᾶσιν (Α 5), / ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε" (Α 6). T αὐτοὺς δὲ ἑλώρι α: δυσμενεῖς φασι τοὺς ἀκροωμένους ἀπεργάζεται, τοὺς Ἕλληνας βλασφημεῖσθαι ποιῶν ὅτι τὰ σώματα οὐκ ἐκήδευσαν ἀνελόμενοι. [5]
4d
ἀλλʼ οὐδὲ διʼ ἀμέλειαν περιεῖδον ἀτάφους, ἀλλὰ καιρὸν τοῦ κηδεύειν οὐκ ἔχοντες. τεκμήριον δέ· ἐν μὲν τῇ πρώτῃ μάχῃ, ἐν ᾗ Τρώων ἐκράτουν, θάπτουσι τοὺς πεσόντας, τῇ δὲ μετʼ αὐτὴν ἡττώμενοι, διὰ τὴν Διὸς βούλησιν, ἐπαυλιζομένων ταῖς ναυσὶ τῶν βαρβάρων, οὐκέτι περὶ τοῦ θάψαι τοὺς τεθνεῶτας, ἀλλὰ περὶ τῆς σφῶν αὐτῶν σωτηρίας φροντίζουσιν. b (BCE 4 ) T εἶτα γράφει ἡμέραν εἰς τὴν τοῦ Πατρόκλου ἔξοδον τελευτῶσαν. τῇ δὲ ἐπιούσῃ Ἀχιλλεὺς ἔξεισι, καὶ τὰ ταύτῃ ἐχόμενα γράφει. εἶτα καταλαβούσης ἑσπέρας εἰς τὰ Ἕκτορος λύτρα ἡ Ἰλιὰς τελευτᾷ. b (BCE 4 ) 〈 κύνεσσιν : 〉 κατὰ Αἰολεῖς. [10]
4e
T il 〈 οἰωνοῖσι : 〉 καὶ ἀλλαχοῦ "τάχα κέν σε γῦπες ἔδονται" (cf.
5a
Χ 42)· οἱ γὰρ γῦπες ἀντερείδοντες τοῖς ποσὶ τῇ βίᾳ τὸ πᾶν ἕλκουσι σῶμα. εἰ δὲ καὶ μὴ πάντες ἤσθιον, ἀλλʼ οὖν ἀνέδην πᾶσι προὔκειτο τούτων. b (BCE 4 ) Διὸς δ ’ ἐτελείετο βουλή : τινὲς σὺν τῷ ι κατὰ δοτικήν, οἷον τῇ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο.
5b
A 〈 Διὸς δ ’ ἐτελείετο βουλή : 〉 Διὸς βουλὴν λέγει νῦν ὁ ποιητὴς τὴν ἐπαγγελίαν τὴν πρὸς Θέτιδα· "Ζεὺς μὲν ἄρα Τρώεσσι καὶ Ἕκτορι βούλετο κῦδοσ" (Ν 347).
5c
Εὐκλείδης δέ φησιν ὅτι οὐχ ὡς ἑπόμενον τοῖς πρώτοις τοῦτο εἴρηται, ἀλλʼ ὡς κεχωρισμένον καὶ καθʼ ἑαυτὸ λεγόμενον· ἡ δὲ τοῦ Διὸς ἐτελειοῦτο βουλὴ τὸ τοὺς ἠδικηκότας ἀξίαν δοῦναι δίκην ὧν ἠδίκησαν, ὅπερ ἐστὶ τὸ τέλος τῆς Ἰλιάδος, ὡς εἶναι τὸ μὲν ἐπὶ τοῦ Ἀχιλλέως εἰρημένον κοινὸν τῆς ὅλης φράσεως, τὸ "πολλὰς δʼ ἰφθίμους ψυχάσ", τὸ δὲ ἐπὶ θεοῦ κεχωρισμένον, ὅτι δίκην ἔδοσαν ἱκανῶς τῇ βουλῇ αὐτοῦ. b (BE 4 ) T t Διὸς δ ’ ἐτελείετο βουλή , / ἐξ οὗ δὴ τὰ πρῶτα : Ἀρίσταρχος συνάπτει, ἵνα μὴ προοῦσά τις φαίνηται βουλὴ καθʼ Ἑλλήνων, ἀλλʼ ἀφʼ οὗ χρόνου ἐγένετο ἡ μῆνις, ἵνα μὴ τὰ παρὰ τοῖς νεωτέροις πλάσματα δεξώμεθα. [5]
5-6
A Διὸς βουλὴν—καθάπερ ἐν τῷ προοιμίῳ. A 〈 διαστήτην : 〉 διέστησαν. [5]
ἡ δὲ τῶν δυϊκῶν κατάχρησις Ἀττική. τὸ δὲ "ἔριδι" (Α 8) ἀντὶ τοῦ μετὰ ἔριδος, ὡς μεθʼ ὅπλων. b (BE 4 ) T t Ἀτρείδης : ἀντονομασία ὁ τρόπος ἀντὶ τοῦ Ἀγαμέμνων, ὡς καὶ ἡ Τριτογένεια ἀντὶ τοῦ Ἀθηνᾶ.
7a
ἐπεὶ δὲ Ἀτρείδης καὶ τὸν Μενέλαον ἐδήλου, ἀντιδιαστέλλων προσέθηκεν τὸ ἄναξ ἀνδρῶ ν . b (BE 4 ) T Ἀτρείδης τε ἄναξ : Ἀγαμέμνων—Ἰφιγένειαν καὶ Ἠλέκτραν. A δῖος ὁ ἔνδοξος ἀπὸ τῆς Διὸς ὑπεροχῆς. [5]
7b
ποσαχῶς δὲ τὸ δῖος, φησὶν ἡ κατὰ συλλογισμὸν διήγησις· Ἀχιλλεὺς μὲν γὰρ πάντων χάριν, Ὀδυσσεὺς δὲ φρονήσεως, Ἀλέξανδρος δὲ καὶ Κλυταιμνήστρα κάλλους, Εὔμαιος εὐνοίας, θάλασσα καὶ Χάρυβδις μεγέθους. τὸν δὲ Ἀχιλλέα καὶ διογενῆ δίχα τοῦ κυρίου: "αὐτὰρ ὁ διογενήσ" (Φ 17). b (BE 4 ) T 〈 τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθα ι ; / Λητοῦς καὶ Διὸς υἱός : 〉 ἐπὶ τὸ διηγηματικὸν μετιὼν οὐχ ὑποβάλλει τὰς διηγήσεις αὐτομάτους, ἵνα μὴ δοκῇ τοῖς ἀκούουσι προσκορὴς εἶναι, ἀλλὰ διὰ πεύσεως καὶ ἀποκρίσεως τὴν πραγματείαν πεποίηται, τὸν τῶν ἀκροατῶν νοῦν ἀναρτῶν καὶ ὑψῶν αὐτοὺς πρότερον τῇ πεύσει, εἶτα τὴν ἀπόκρισιν ἐπάγων. [5]
8-9
ἐν δὲ τῇ εἰσβολῇ τὸν λόγον ἀναρτήσας φιλοτέχνως διηγεῖται τὴν μῆνιν. τοιοῦτος δέ ἐστι, κεφαλαιώδεις τινὰς ἐκδιδοὺς περιοχὰς καὶ ἐξ ἀναστροφῆς κατὰ μέρος διηγούμενος. b (BE 4 ) 〈 σφωέ : 〉 ὅτι Ζηνόδοτος " σφωι " ἔγραφεν.
8a
A im σφωέ : οἱ περὶ τὸν Σιδώνιον τῇ " σφωι " ἀρέσκονται, οὐ καλῶς· ἡ γὰρ σφῶϊ δύο πτώσεις ἐπιδέχεται, ὑμεῖς τε καὶ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει.
8b
τὸ δὲ σφωέ μᾶλλον τρίτου ἐστὶ δυϊκοῦ προσώπου καὶ σημαίνει τὸ αὐτούς. b (BE 4 ) T 〈 ξυνέηκε : 〉 δασύνεται τὸ ξυνἕηκ ε .
8c
A int ἔριδι ξυνέηκε μάχεσθαι : ὡς διʼ ὅ γε Τρωσὶ μάχεσθαι.
8d
T Λητοῦς καὶ Διὸς υἱός : Ζεὺς ἐρασθεὶς—βάσεως ἐρριζώθη.
A 〈 βασιλῆϊ : 〉 διὰ τί οὐκ Ἀγαμέμνονι, ἀλλὰ βασιλεῖ φησιν; δείκνυσι διὰ τούτου ὡς οὐδὲν ὀνίνησι τύχη τοὺς περὶ τὸ θεῖον πλημμελήσαντας. b (BE 4 ) 〈 ὦρσε : 〉 ψιλωτέον τὸ ὦρσε · ἀπὸ γὰρ τοῦ ὄρω τὸ ὁρμῶ Αἰολικῶς γίνεται. [5]
10a
b (BE 4 ) T t 〈 λαοί : 〉 καίτοι τοῦ λαός περιλημματικοῦ ὄντος πρὸς πλείονα ἔμφασιν τῷ πληθυντικῷ ἐχρήσατο.
10b
b (BE 4 ) T t 〈 τὸν Χρύσην ἠτίμη ς ’ ἀρητῆρα : 〉 διὰ τὴν τάξιν τοῦ ἄρθρου, τὸν ἀρητῆρα Χρύσην.
11a
A im οὕνεκα τὸν Χρύσην : ὑπερβατόν, ἵνʼ ᾖ τὸν ἀρητῆρα Χρύσην· τὰ γὰρ ἐπιθετικώτερον συντασσόμενα κυρίοις ἢ προσηγορικοῖς τὰ ἄρθρα δέχονται, εἰ μὴ τὰ ῥήματα διαφόρων γνώσεων κατηγοροίη· τότε γὰρ ἀδιάφορον τὸ ἄρθρον.
11b
ἔστιν οὖν καθʼ ὑπερβατόν, ὡς τὸ "ἀλλʼ ὅτε δὴ †ὁ μοχλὸς ἐλάϊνοσ" (ι 378). κατὰ συλλογισμὸν δὲ ἡ διήγησις· εἰ γὰρ θεοφιλεῖ τις ἀνδρὶ προσκρούων τοιαῦτα πάσχει, πόσῳ μᾶλλον εἰ θεῷ; καὶ εἰ βασιλεὺς οὕτω κολάζεται, τί ἄρα πείσεται ἰδιώτης; b (BE 4 ) T 〈 λυσόμενός τε θύγατρα—κοσμήτορε λαῶν : 〉 οὐ καλῶς γὰρ ἐν τοῖς ἑξῆς (sc. [5]
13-6
Α 372—5) μετετέθησαν. A int 〈 φέρων τ ’ ἀπερείσια δῶρα / στέμμα τ ’ ἔχων— Ἀπόλλωνος : 〉 πανταχόθεν τὸν οἶκτον πεποίηται, τῷ γήρᾳ, τῇ χηρώσει τῆς παιδός, τῇ πρὸς τοὺς ἐχθροὺς παρόδῳ καὶ τῇ τῶν δώρων κομιδῇ.
13-4a
καὶ τὰ μὲν στέμματα κατέχει, τὰ δὲ δῶρα (χρυσὸς δὲ ταῦτα καὶ ἐσθὴς καὶ χαλκὸς ἦν) διʼ οἰκετῶν προσῆγε· καὶ τὰ μὲν τῶν θεῶν δείκνυσι, καὶ παραινεῖ ὡς θεοὺς τιμᾶν, τὰ δὲ δῶρα δίδωσιν, ἵνα κἂν τὴν ἀπὸ τούτων ἀντιδέξηται φιλοφροσύνην. b (BCE 4 ) T 〈 φέρων—χερσίν : 〉 ἵνα, εἰ μὲν θεοσεβής, τὰ στέμματα αἰδεσθῇ, εἰ δὲ φιλοχρήματος, τὰ δῶρα δέξηται, εἰ δὲ μή, τὸ γῆρας οἰκτειρήσῃ· πανταχόθεν δὲ τὸν ἔλεον θηρᾶται. [5]
13-4b1
b (BCE 4 ) T εἰ μὲν εἶεν θεοσεβεῖς, τὸ στέμμα, εἰ δὲ φιλοχρήματοι, τὰ ἄποινα, εἰ δὲ οἰκτίρμονες, τὸ γῆρας αἰδεσθήσονται.
13-4b
A int 〈 στέμμα τʼ : 〉 ὅτι ἔθος αὐτῷ πληθυντικῶς ἀντὶ τοῦ ἑνικῶς λέγειν.
14a
A im στέμμα τ ’ ἔχων ἐν χερσίν : Λάδωνος—ἐστέψατο. A 〈 ἑκηβόλου : 〉 τοῦ ἕκαθεν ἐπιτυγχάνοντος· πλεῖστοι γὰρ ἕκαθεν βάλλουσιν, ἀλλʼ οὐ τυγχάνουσι τοῦ σκοποῦ· "οὐκ ἔβαλες τὸν ξεῖνον" (υ 305) ἀντὶ τοῦ οὐκ ἔτυχες· βάλλειν γὰρ κυρίως τὸ ἐπιτυγχάνειν.
14b
b (BCE 4 ) T 〈 καὶ λίσσετο πάντας Ἀχαιούς , / Ἀτρεΐδα δὲ μάλιστα δύω : 〉 εἰώθασι συνάγεσθαι οἱ Ἀχαιοὶ "νηῒ παρὰ πρύμνῃ Ἀγαμέμνονοσ" (Η 383).
15-6
b (BCE 4 ) T 〈 Ἀτρείδα : 〉 τινὲς "Ἀτρείδασ".
A im 〈 Ἀτρεΐδαι τε : 〉 εἴωθεν ὑπεξαιρεῖν τὰ προὔχοντα πρόσωπα ὡς τὸ "Τρῶάς τε καὶ Ἕκτορα" (Ν 1).
ἀπὸ τοῦ διηγηματικοῦ δὲ ἐπὶ τὸ μιμητικὸν μέτεισιν, ὡς τὸ "ἱππεῦσιν μὲν †πρώτοις† ἐπετέλλετο" (Δ 301). b (BC) T 〈 ὑμῖν μὲν θεοὶ δοῖεν—οἴκα δ ’ ἱκέσθαι : 〉 θεραπευτικὴ ἡ τοιαύτη ἔντευξις, τὸ ὑπερεύχεσθαι χειρώσασθαι τοὺς ἐχθροὺς καὶ τὸ εὐθεῖαν καὶ εὐάγωγον δοθῆναι ὁδόν.
18-9
οἰκεία δέ ἐστιν ἡ ἱκετεία τῷ ἱερεῖ. ἅπασαν οὖν αὐτῶν ἐπιθυμίαν πληρωθῆναι ἐπεύχεται, τὴν παῖδα πρὸ ὀφθαλμῶν βλέπων αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λύτρων ἤρξατο, ἵνα μὴ μᾶλλον αὐτοὺς ἀπηνεστέρους ποιήσῃ. ἡ ἀνάγκη δὲ αὐτὸν ποιεῖ καὶ τοῖς οἰκείοις ἐπαρᾶσθαι. ἢ εἰκότως τοὺς Τρῶας 〈ἐπ〉αρᾶται, ἐπειδὴ οὗτοι καὶ αὐτῷ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν αἴτιοι κακῶν γεγόνασιν. ἰστέον δὲ ὡς εἰς Θήβας ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος μὲν ἀδελφήν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως. b (BCE 4 ) 〈 Ὀλύμπια δώμα τ ’ ἔχοντες : 〉 οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων. [10]
b (BCE 4 ) T εὖ δ ’ οἴκα δ ’ ἱκέσθαι : διὰ τί ὁ Χρύσης—κατʼ αὐτῶν.
A 〈 ἱκέσθαι : 〉 μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται. A im 〈 ἐμοὶ .
20a1
. . φίλην .. . δέχεσθαι : 〉 ἀντιδιέσταλται πρὸς τὴν ὑμῖν· διὸ ὀρθοτονεῖται. ἐλεεινὴ δὲ ἡ προσθήκη τοῦ φίλην · δηλοῖ γὰρ τὴν μόνην. b (BC) T τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμφατον. b (B) T {δέχθαι ἄποινα:} ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.
20a2
A int 〈 ἁζόμενοι : 〉 δασύνεται διὰ τὸ σημαινόμενον.
21a
A il 〈 ἑκηβόλον Ἀπόλλωνα : 〉 ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς ἑκηβόλον εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφοβῶν αὐτούς.
21b1
b (BCE 4 ) T {ἁζόμενοι Διὸς υἱόν:} ἵνα μὴ δοκοῖεν †ἔμπορον† εἶναι, τὸν θεὸν παρεισάγει ἀξιοῦντα αὐτοὺς δέξασθαι, διὰ δὲ τοῦ ἑκηβόλου εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεῖ αὐτούς.
21b2
A 〈 ἐπευφήμησαν Ἀχαιοί : 〉 δεισίδαιμον γὰρ τὸ πλῆθος καὶ μισοπόνηρον.
22a
b (BC) T 〈 Ἀχαιοί : 〉 ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς πέντε διῃρεῖτο μοίρας, Ἀργολικήν, Πυλικήν, Λακωνικήν, Μεσσηνιακήν, Ἀρκαδικήν.
22b
ἰστέον δὲ ὅτι ἡ Πελοπόννησος—τὸν Ταντάλου υἱὸν Πέλοπα. A 〈 αἰδεῖσθαί θ ’ ἱερῆα : 〉 ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι.
ὁ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει (sc. Α 26). b (BC) T 〈 ἀλ λ ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ : 〉 ὅτι Ζηνόδοτος γράφει "ἀλλʼ οὐκ Ἀτρείδεω 〈Ἀγαμέμνονοσ〉".
24a
ὁ δὲ ποιητὴς δοτικὴν ἀντὶ γενικῆς παραλαμβάνει. A 〈 ἀλ λ ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ : 〉 ἀρχικὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις, ἄλλως τε καὶ οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων.
24b
A ext b (BC) T 〈 ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ ’ ἐπὶ μῦθον ἔτελλε : κακῶσ〉 αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ.
25
τὸ δὲ κρατερόν ἀντὶ τοῦ ἀπηνῆ, b (BC) T ὡς τὸ "ἀνδρὶ παρὰ κρατερῷ" (Ω 212), "κρατέρʼ ἄλγεα πάσχων" (Β 721). τὸ δὲ ἑξῆς ἐπέτελλεν. b (B) T μή σε , γέρον , κοίλῃσι : μετὰ σπουδῆς ὁ Ἀγαμέμνων ἀπελαύνει τὸν Χρύσην, εἰδὼς ὅτι παρὼν δυσωπεῖ τοὺς Ἕλληνας. [5]
26a
A 〈 γέρον : 〉 τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπʼ ὀνείδει προβάλλεται.
26b
b (BCE 4 ) T 〈 κιχείω : 〉 ὅτι ἀντὶ τοῦ κιχείοιμι.
26c
A im 〈 δηθύνοντα : 〉 ἓν μέρος λόγου.
27a
A il 〈 ἢ νῦν δηθύνον τ ’ ἢ ὕστερον αὖτις ἰόντα : 〉 ἢ γὰρ ἐπιμένοντες ἀνύομεν, ἢ πρὸς τὸ ὀξὺ ἐνδιδόαμεν, ὕστερον δὲ ὀχλοῦμεν· ὧν ἁπάντων αὐτὸν ἐκκόπτει.
27b
τὸ δὲ νῦν τὸν ἐνεστῶτα ἐσήμανεν, οὐ τὸν †πλατικὸν† χρόνον. b (BCE 4 ) T μή νύ τοι οὐ χραίσμῃ 〈σκῆπτρον καὶ στέμμα θεοῖο 〉 : ἀναιρεῖ τὴν ἐλπίδα, καὶ ἔστι· μήποτε καὶ αὐτὸς ὁ θεὸς οὐκ ἀνεξόμενος τῆς σῆς ἀναιδείας περιόψεταί σε.
ἢ ὡς πορθούμενον περιεῖδε, πάντως καὶ φονευόμενον. A τὴν δ ’ ἐγὼ οὐ λύσω〈—ἀντιόωσαν 〉 : ἀθετοῦνται, ὅτι ἀναλύουσι τὴν ἐπίτασιν τοῦ νοῦ καὶ τὴν ἀπειλήν· ἠσμένισε γὰρ καὶ ὁ Χρύσης †εἰπούσης† αὐτῆς τῷ βασιλεῖ.
29-31
ἀπρεπὲς δὲ καὶ τὸ τὸν Ἀγαμέμνονα τοιαῦτα λέγειν. A 〈 τὴν δ ’ ἐγὼ οὐ λύσω · πρίν μιν καὶ γῆρας ἔπεισιν : 〉 {καὶ} οὐ τοῦτο {δὲ} λέγει, ὅτι γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλʼ ὅτι πρότερον γηράσει ἢ ἐκείνῳ ἀποδοθήσεται.
29a
A 〈 τὴν δ ’ ἐγὼ οὐ λύσω · πρίν μιν καὶ γῆρας ἔπεισιν : 〉 μᾶλλον γηράσει παρʼ ἐμοὶ ἢ λυθήσεται.
29b
ἔστι δὲ ὡς τὸ "οὐδέποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἠδʼ οἰωνοί" (Σ 283). b (BC) T t 〈 τὴν δ ’ ἐγὼ οὐ λύσω · πρίν μιν καὶ γῆρας ἔπεισιν : 〉 πολλὰς περικοπὰς ἔχει ὁ λόγος, τὸ θυμικὸν ἐμφαίνων.
29c
b (BC) T t τὴν δ ’ ἐγὼ οὐ λύσω · πρίν μιν καὶ γῆρας ἔπεισιν : κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι γάρ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, "βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητήσ" (Γ 179).
29d
διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρίζεται, τοῖς δὲ πολεμίοις λίαν ἐστὶν ἀπηνής, ὡς Ἀδράστῳ (cf. Ζ 53—65) καὶ τοῖς Ἀντιμάχου παισίν (cf. Λ 137—47). A b (BC) T 〈 ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης : 〉 καθʼ ἑαυτὸ τοῦτο προφερόμεθα· καὶ γὰρ ἐμφαντικώτερον. [5]
30a
A int 〈 Ἄργει : 〉 διῃρημένως.
30b
A 〈 ἱστὸν ἐποιχομένην : 〉 ταῦτα λέγων ὑπʼ ὄψιν ἄγει τὰ τῆς Ἑλένης (sc.
31a
Γ 125—8). b (BC) T t 〈 ἐμὸν λέχος ἀντιόωσαν : 〉 τῆς ἐμῆς κοίτης μεταλαμβάνουσαν ὡς τὸ "ἀντιόων ταύρων τε" (α 25).
31b
b (BC) T t ἐφύβριστος δὲ ἡ παρὰ πολεμίοις μίξις. ὅτι δὲ ἐφʼ ὕβρει φησὶν αὐτῇ χρῆσθαι, δηλοῖ διὰ τοῦ ἐκφωνῆσαι τὸ ἱστὸν ἐποιχομένην καὶ τούτῳ τῷ λόγῳ συμπεριλαβεῖν τὸ λέχος. b (BC) T t μή μ ’ ἐρέθιζε : τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα εἶναι. [5]
32a
πρῶτος δὲ Ὅμηρος τὴν δύναμιν τῆς Ἀδραστείας ἐνεδείξατο· ὁ γὰρ τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυγχάνει· ὁ δῶρα μὴ λαβὼν ἑτέρῳ δίδωσιν· ὁ κατασχὼν γέροντος θυγατέρα, διδοὺς τὴν ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται. b (BCE 4 ) T 〈 σαώτερος : 〉 ὅτι τὸ σαώτερος ἀντὶ 〈τοῦ〉 ἁπλοῦ. [5]
32b
A im ἐπείθετο : ἀντὶ τοῦ οὐκ ἀντέπρασσε.
διδάσκει δὲ ὁ ποιητὴς εἴκειν ταῖς ὑπερβολαῖς. οἰκείως δὲ τὸν ἠτιμασμένον καὶ φοβούμενον γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος. b (BCE 4 ) T 〈 ἀκέων : 〉 ὅτι Ζηνόδοτος διὰ τοῦ χ .
34a
A im 〈 ἀκέων παρὰ θῖνα : 〉 οὐκ οἰμώξας διὰ τὸν καιρόν.
34b
b (BCE 4 ) T τὸ δὲ θῖνα νῦν μὲν θηλυκῶς εἴρηται. ἔστι δὲ καὶ ἀρσενικόν, ὡς τὸ "ἐκβάντες δʼ ἐπὶ θῖνα βαθύν" (Theocr. 22, 32). b (BC) 〈 πολυφλοίσβοιο : 〉 ὀνοματοποιΐα.
34c
A il ἀπάνευθε κιών : ἵνα μὴ ἀκούσωσιν οἱ πολέμιοι.
35
ἐπισύνηθες δέ ἐστι τοῖς καταδεεστέροις καταφεύγειν ἐπὶ τὸ θεῖον ἀδικουμένους. b (BCE 4 ) TT t 〈 Ἀπόλλωνι : 〉 ἐπὶ τῷ διχρόνῳ δεῖ ἐκτείνειν.
36a
A im 〈 Ἀπόλλωνι ἄνακτι : 〉 τὸ α ἐκτείνει Ἀρίσταρχος διὰ τὸ μέτρον.
36b
b (BC) τὸ δὲ ἄνακτι ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων καὶ γενομένων αἴτιος, ἢ ὡς μουσικὸν ἄνακτα αὐτὸν ὁ ποιητής φησιν, ἢ τῷ ἰδίῳ ἄνακτι. b (BCE 4 ) T 〈 κλῦθι : 〉 Λαμψακηνῶν.
37a
A il 〈 κλῦθί μευ : 〉 ἐν γενικῇ τὸ με ῦ , οὐκ ἐν δοτικῇ· καὶ ἔστιν ἀναλογοῦν τῷ "τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων" (Α 43).
37b
b (BC) T 〈 ἀργυρότοξε : 〉 διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν· ἔοικε δὲ μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν· b (BCE 4 ) T "ἀμφὶ δʼ ἄρʼ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον" (Β 45) καὶ "ἐν δέ οἱ ἧλοι / χρύσειοι πάμφαινον" (Λ 29—30).
37c
b (BCE 4 ) 〈 Χρύσην : 〉 ἀπόρθητος καὶ αὕτη καὶ ἡ Κίλλα, ἡ δὲ Τένεδος πεπορθημένη· "τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων" (Λ 625).
37d
b (BCE 4 ) T τὸ δὲ παρὸν ἕτοιμον πρὸς ὑπόμνησιν, ὥς πού φησιν ἐν τῷ τῆς Ἰλιάδος ταύτης ἰῶτα (183) περὶ τῶν πρεσβευτῶν· "πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ"· b (BC) T ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ αὐτοὶ ἀντιπάσχουσιν. b (BC) 〈 ἀμφιβέβηκας : 〉 ὅτι κατὰ μεταφορὰν ἐκ τῶν τετραπόδων, ὑπερμαχεῖς. [5]
37e
A im 〈 Κίλλαν τε ζαθέην : 〉 Κίλλος ἡνίοχος Πέλοπος περὶ Λέσβον ἀποθανών.
38a
ἀθυμοῦντι δὲ αὐτῷ παρέστη, κελεύων Κιλλαίῳ Ἀπόλλωνι θύειν διὰ τὸν αἰφνίδιον θάνατον, καὶ νικήσειν· ὅθεν καὶ τῆς ὀνομασίας ἔτυχεν ἡ πόλις. b (BCE 4 ) T Κίλλαν τε ζαθέην : Πέλοψ ὁ Ταντάλου—ἡ ἱστορία παρὰ Θεοπόμπῳ (FGrHist 115, 350). A 〈 Τενέδοιό τε : 〉 Κύκνου καὶ Σκαμανδροδίκης Τέννης καὶ Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν ἐπιβουλὴν τῆς μητρυιᾶς Καλύκης ᾤκησε τὴν Λεύκοφρυν, καὶ ἀφʼ ἑαυτοῦ Τένεδον ὠνόμασεν. [5]
38b
b (BCE 4 ) T t Τενέδοιό τε : καὶ τῆς Τενέδου. ἡ δὲ Τένεδος—προσηγόρευσαν. A Σμινθεῦ : ἐπίθετον Ἀπόλλωνος· Σμίνθος γὰρ—ἡ ἱστορία παρὰ Πολέμωνι (fr. [5]
31 Pr.). A ἄλλοι δὲ οὕτως, ὅτι Κρῆτες—διὰ τὸ ὑπερασπίζειν αὐτῆς. A 〈 ἐπὶ νηὸν ἔρεψα : 〉 ὅτι παρέλκει ἡ ἐπί.
39a
A int ἔρεψα : παρὰ τὸ ἐρέφω· ὅθεν καὶ Εἰραφιώτης ὁ Διόνυσος λέγεται· ἐστέφετο γὰρ κισσῷ· ἢ ἀπὸ τοῦ ἐρράφθαι αὐτὸν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.
39b1
A ἐκ τοῦ ἐρέφω, ἐξ οὗ καὶ Εἰραφιώτης Διόνυσος· ἢ παρὰ τὸ ἐρίφῳ συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.
39b2
T t 〈 ταύρων ἠ δ ’ αἰγῶν : 〉 θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται ὁ Ἀπόλλων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν.
41a
b (BCE 4 ) T 〈 τὸ δέ : 〉 Ἀρίσταρχος δύο μέρη λόγου τὸ τὸ δ έ , Ἡρωδιανὸς ἕν.
41b
A int 〈 τὸ δέ : 〉 ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ.
41c
A im 〈 τίσειαν : 〉 ὅτι Ζηνόδοτος †τίσειεν.
42a
A im τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν : μικρῷ λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, ὅ ἐστι τοξεύων εἰσπράξαιο αὐτοὺς ἅπερ ἐγὼ ἐξέχεα δάκρυα.
42b
ἐν σχήματι δὲ ὃ παρῆκεν ἔφρασεν ὡς ἄρα ἔκλαιεν ὁ γέρων. b (BCE 4 ) T 〈 Δαναοί : 〉 πῶς Ἕλλησιν ἐπαρᾶται τοῖς ἐπευφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα καὶ μὴ μᾶλλον Ἀγαμέμνονι; φαμὲν οὖν ὅτι, εἰ ἀπέθανεν Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ· ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἔμεινεν ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθήσαντες ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν. [5]
42c
b (BCE 4 ) T Δαναοί : Ἕλληνες οὕτως. Βῆλος—ὠνόμασεν. ἱστορεῖ Ἀπολλόδωρος ἐν βʹ (bi 1. 2, 10—3). A τοῦ δ ’ ἔκλυε Φοῖβος Ἀπόλλων : συνητίμαστο γὰρ τῷ ἱερεῖ ἐν τῷ "μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο" (Α 28)· καὶ ὅτι Τρωϊκός ἐστιν ὁ θεός.
ἀπολίτευτον δὲ τὸ πρὸ τῆς εὐχῆς ἐπικουρῆσαι. διδάσκει οὖν ὅσον ὀνίνησιν εὐχὴ καθαρά, ὅσον δὲ ἀνωφελὴς ἡ μυσαρὰ θυσία, Αἴγισθος. b (BCE 4 ) T 〈 Οὐλύμποιο καρήνων : 〉 ὅτι ὄρος ὁ Ὄλυμπος· τὰ γὰρ κάρηνα ἐπὶ ὄρους. [5]
44a
A int 〈 κῆρ : 〉 παρὰ τὴν καῦσιν.
44b
τὸ δὲ ἔμφυτον θερμόν φασιν εἶναι τὴν ψυχήν. b (BCE 4 ) T t τόξ α: προαναφώνησις· T ἓν εἶχε τόξον, ἀλλὰ τῇ φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος.
45a
b (BCE 4 ) T 〈 ἀμφηρεφέα : 〉 κοινή ἐστιν, οὐκ ἔκτασις.
45b
A il 〈 ἀμφηρεφέα : 〉 ἀμφοτέρωθεν ὠροφωμένην, ἐκ τοῦ ἐρέφω.
45c
T il 〈 ἔκλαγξαν—νυκτὶ ἐοικώς : 〉 ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, οὐ καλῶς.
46-7
A im ἔκλαγξαν δ ’ ἄ ρ ’ ὀϊστοί : ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ τὰ ἄψυχα αἰσθάνεσθαι τῆς θείας δυνάμεως, b (BCE 4 ) T ὡς καὶ ἐπὶ Ἀχιλλέως "τὰ δʼ ἀνέκραγεν" (Τ 13).
T 〈 αὐτοῦ κινηθέντος : 〉 ὅτι αὐτοῦ τοπικὸν ἐπίρρημα, ἢ ὅτι αὐτοῦ τοῦ δαίμονος.
47a
T il 〈 νυκτὶ ἐοικώς : 〉 τὰ φοβερὰ νυκτὶ εἰκάζει.
47b
b (BCE 4 ) T il 〈 ἕζε τ ’ .
. . ἰόν : 〉 τὸ ἕζετο ἐφεδρείαν τινὰ δηλοῖ καὶ ἀναμονὴν ἐπιστροφῆς. b (BCE 4 ) T τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς ἐκάλεσεν. b (BCE 4 ) 〈 κλαγγή : 〉 λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων (sc.
49a
Γ 2). ἐπὶ δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ "λίγξε βιόσ" (Δ 125). b (BC) T 〈 βιοῖο : 〉 Ἀριστάρχειος ὁ τόνος.
49b
παρὰ τὴν βίαν. A int 〈 οὐρῆας : 〉 ὅτι οὐκ ὀρθῶς τινες οὐρῆας τοὺς φύλακας· ἀντιδιαστέλλει γὰρ διὰ τοῦ "αὐτοῖσι" (Α 51).
50a
A im οὐρῆας μὲν πρῶτον ἐπῴχετο 〈καὶ κύνας ἀργούς : 〉 οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ᾠὰ καλοῦμεν.
50b
εὐπαθῆ δὲ τὰ ζῷα ταῦτα καὶ εὐάλωτα ὑπὸ νόσων· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτομένη. οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. ἀργούς δὲ ἀκουστέον τοὺς λευκούς, ὅτι ἀσθενέστερά ἐστι ταῦτα τὰ σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. A b (BCE 4 ) T εἰσὶ δὲ οἱ μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν μάλιστα τὰς τροφὰς ἐπορίζοντο. εἰ δὲ καὶ θεὸς ὢν καὶ πολέμιος ἠτιμασμένος καιρὸν δίδωσι μετανοίας, τί δεῖ τοὺς ἀνθρώπους ποιεῖν; b (BCE 4 ) T διὰ τί ἀπὸ τῶν κυνῶν—οὐ ζητοῦσιν, ἀλλʼ ἢ ὁ Ἀχιλλεύς; A ext 〈 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς : 〉 φιλάνθρωπος ὢν ὁ θεὸς πρῶτον τὰς ἡμιόνους καὶ τοὺς κύνας καὶ τὰ ἄλογα ζῷα ἀναιρεῖ, ἵνα διὰ τούτων εἰς δέος ἀγαγὼν τοὺς Ἕλληνας ἐπὶ τὸ εὐσεβεῖν παρασκευάσῃ. [10]
50c
ἢ ὅτι αἱ ἡμίονοι καὶ οἱ κύνες τὴν αἴσθησιν τῆς ὀσφρήσεως ἐνεργεστέραν ἔχουσιν· οἱ μὲν γὰρ κύνες ἀπὸ τῆς ὀσφρήσεως τῶν ἰχνῶν ἐν αἰσθήσει τῶν θηρίων γίνονται, αἱ δὲ ἡμίονοι πολλάκις ἀπολειφθεῖσαι τινων ἀπὸ τῆς ὀσφρήσεως καὶ τὰς ὁδοὺς ἀνευρίσκουσιν. A int αὐτὰρ ἔπει τ ’ αὐτοῖσι βέλος : διαφέρει ὁ αὐτάρ τοῦ δ έ , ὅτι ὁ μὲν προτάσσεται, ὁ δὲ ὑποτάσσεται· ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. [5]
51a
A 〈 αὐτοῖσι : 〉 αὐτοῖς τοῖς Ἕλλησι.
51b
πρὶν ἢ δὲ τὸ ἄκρον καταλαβεῖν, ἤτοι τοὺς ἀρχηγούς, Ἀχιλλεὺς δημηγορεῖ. b (BC) T 〈 ἐχεπευκές : 〉 ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης.
51c
A im ἐχεπευκές : ἔχον πικρίαν· ἀπὸ τῆς πεύκης—ἐστι πικρόν. A 〈 βέλος ἐχεπευκὲς ἐφιείς βάλ λʼ : 〉 ἰοῖς ἔβαλλεν, ὡς τὸ "ᾤχετο" (Α 53), κατὰ Ἰωνικὴν περίφρασιν· b (B) T t ἢ τὸ βάλλεν ἀντὶ τοῦ ἐφόνευεν.
51-2
b (B) T t T il θαμειαί : Πάμφιλος "θαμεῖαι" λέγει ὡς "ὀξεῖαι" (Λ 268.
τ 517), Ἀρίσταρχος δὲ ὡς "πυκιναί" (Δ 281 al.)· ὁμοίως δὲ καὶ τὸ ταρφειαί. b (BC) T θαμειαί : πῶς, φασίν, ὁ ποιητὴς—ἐκαίοντο. A αἰεὶ δὲ πυραὶ νεκύων : τὸ παλαιὸν—τυχεῖν. A ἐννῆμαρ μὲν〈—λευκώλενος Ἥρη 〉 : ἐπὶ ἐννέα ἡμέρας, ὅτι οὐδὲ ἄλλως ἠδύνατο γνωσθῆναι τὸ τῆς νόσου ἴδιον, ὅτι καὶ λοιμικὴ καὶ φθαρτική, ἢ ἐν τοσούτῳ χρόνῳ· ὡς γὰρ ἐπὶ πλέον ἐν ταῖς ἐννέα ἡμέραις καὶ μικρόν τι πρότερον ἢ ὕστερον κρίνεται τὰ τοιαῦτα νοσήματα ἢ ἀπόλλυσι τοὺς νοσοῦντας. [5]
53-5
καλῶς οὖν καὶ ἡ Ἥρα μετὰ τὰς ἐννέα ἡμέρας ἐπὶ νοῦν τίθησι ζητῆσαι τὸν λοιμὸν Ἀχιλλεῖ (εἰ γὰρ μή, τοῦτο ἔλεξεν)· Ἥρα γὰρ ὁ ἀήρ, καὶ φθαρτὸν γενόμενον πρῶτος ὁ Ἀχιλλεὺς ὡς ὢν ἰατρὸς καὶ Χείρωνος μαθητὴς τοῦτον συνέβαλε. λευκώλενον δὲ τὴν Ἥραν φησίν, ὅτι διαφανής ἐστιν ὁ ἀήρ, καὶ παρόντων τῶν φωσφόρων καὶ λαμπρύνεται· διὸ καὶ "βοῶπισ" (Α 551 al.), ὅτι διʼ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια ἐν νυκτὶ καὶ ἡμέρᾳ γνωρίζει. b (BCE 4 ) T ἐννῆμαρ : ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρʼ οὐδετέρου συγκείμενον. [10]
53a
ἀλλʼ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων. A 〈 ᾤχετο : 〉 οὐκ εἶπεν ἐπέμπετο, ἀλλʼ ὥσπερ ἐπὶ ἐμψύχῳ εἴδει ἐπορεύετο.
53b
b (BCE 4 ) T 〈 κῆλα : 〉 ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικόν, οὕτω καὶ τὸ κῆλον.
53c
ἢ κῆλα τὰ δείματά φησιν, ἢ b (BC) T τὰ καύσεως αἴτια. b (BCE 4 ) T 〈 κῆλα : 〉 νῦν τὰ βέλη· ὁτὲ δὲ καὶ σημεῖα. A il 〈 ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς : 〉 αὐτοκράτωρ γάρ, οὐ μισθωτὸς ἦν· τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγε· συνάγει μὲν γὰρ Ὀδυσσεὺς ἐν τῇ Β καὶ Ἀχιλλεὺς ἐν τῇ Τ.
ἄλλως τε καὶ αὐτὸς ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς· ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν, ἐκ τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς Λιταῖς (e. g. Ι 260. 315). b (BCE 4 ) T 〈 θεὰ λευκώλενος Ἥρη : 〉 προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, τοῦτο δὲ καὶ φαντασίαν παρεντιθείς. [5]
55
b (BC) T κήδετο : πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκήδετο; b (BCE 4 ) T εἰ γὰρ μὴ τοῦτο ὑπῆρξεν, οὐκ ἂν διηνέχθη ὁ Ἀγαμέμνων οὐδὲ ἐχθρὰ συνέβη, διʼ ὧν μᾶλλον ἐβλάβησαν Ἕλληνες.
56a
T ῥητέον οὖν ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες τῷ πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι· εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἐγένετο καὶ ἀτελεύτητος ὁ πόλεμος. b (BCE 4 ) T κήδετο γὰρ Δαναῶν : εὐλόγως ἐφρόντιζε—ὄλεθρος. A ὅτι ῥα : δασυντέον τὸν ῥά · πάσης γὰρ λέξεως τὸ ρ ἀρχόμενον δασύνεται, πλὴν τοῦ ᾿Ρ ᾶρος. [5]
56b
b (BC) T 〈 ὁρᾶτο : 〉 ὅτι Ζηνόδοτος "ὁρῆτο" γράφει.
56c
ἀγνοεῖ δὲ ὅτι Δωρικὸν γίνεται. A im ἤγερθεν 〈ὁμηγερέες τε γένοντο 〉 : κατʼ ὀλίγον γὰρ συνιόντες πληθύνονται.
b (BCE 4 ) T 〈 μετέφη : 〉 διὰ τὴν μετά.
A int τοῖσι δ ’ ἀνιστάμενος : τὸ γὰρ παλαιὸν—ὀρθὸς ἵστατο. A Ἀτρείδη , νῦν ἄμμε : μετὰ τὸ Ἀτρείδη δεῖ στίζειν, ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσιν.
59a
A Ἀτρείδη : κατʼ ἰδίαν τὸ Ἀτρείδη · κλητικὴ γάρ ἐστι καὶ αὐτοτελής.
59b
οὐ μέντοι ἐν τῷ "Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν" (Β 434). b (BC) T σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως. b (B) T 〈 παλιμπλαγχθέντας : 〉 πρὸς τὴν τῶν νεωτέρων ἱστορίαν, ὅτι ἐντεῦθεν τὴν κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν.
59c
A im παλιμπλαγχθέντας : ὑφʼ ἓν Ἀρίσταρχος τὸ παλιμπλαγχθέντα ς .
59d
τὸ πάλιν δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι b (BC) T μάτην ἀπράκτους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ εἰσβολὴν ποιησαμένους: b (BCE 4 ) TT t τὰ γὰρ περὶ Μυσίαν ἀγνοεῖ. T t παλιμπλαγχθέντας : εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν, μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα, ἐάν περ δὴ ὅλως τὸν θάνατον ὑπεκφύγοιμεν. [5]
59e
οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθεσις τῆς μετοχῆς, ἀλλὰ συντέθειται διὰ τὸ "ἂψ ἀπονοστήσειν" (Α 60). A Ἀτρείδη , νῦν ἄμμε παλιμπλαγχθέντας : οἱ νεώτεροι —τὸν ἐπὶ Ἴλιον πλοῦν. A 〈 εἴ κεν : 〉 ὅτι Ζηνόδοτος "οἵ κεν" γράφει, οὐ καλῶς· καλὴ γὰρ ἡ ἀπόγνωσις τῆς σωτηρίας. [5]
60
A int 〈 εἰ δή : 〉 ἀντὶ τοῦ καὶ γάρ.
A il ἀλ λ ’ ἄγε δή τινα μάντιν : ἡ διπλῆ, ὅτι μάντις γενικῶς, ἱερεύς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων.
Ζηνόδοτος δὲ ἠθέτηκεν αὐτόν (sc. Α 63)· μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς. A 〈 μάντιν ἐρείομεν , ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον : 〉 μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλο ν , ἵνα γενικὸν μὲν ᾖ τὸ μάντι ν , εἴδη δὲ τὰ ἐπιφερόμενα.
62-3a
οὕτως Ἡρωδιανός (2, 22, 19). καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει (p. 141 Friedl.). A ἔστι γένος τι ἡ μαντική, —τῶν ὀνειράτων. A 〈 μάντιν ἐρείομεν , ἢ ἱερῆα / ἢ καὶ ὀνειροπόλον : 〉 Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ ἐρείομε ν , ἵνα γενικὸν εἴη τὸ μάντις. [5]
62-3b
ὁ δὲ Πορφύριος (1, 5, 14) τρία ἀποδέχεται, μάντιν λέγων τὸν διὰ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ θυσιῶν, ὀνειροπόλον δὲ τὸν †ὀνειροκρίτην. A b (BCE 4 ) T καὶ γάρ τ ’ ὄναρ 〈ἐκ Διός ἐστιν 〉 : καὶ γάρ τι ὄναρ, ὅ ἐστι τὸ τέλειον. [5]
63a
ἐπεὶ δὲ τὸ ὄναρ σαθρόν ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ. b (BC) T καὶ γάρ τ ’ ὄναρ 〈ἐκ Διός ἐστιν 〉 : τοῦ τι ἐστὶ συναλιφή, καὶ γάρ τι ὄναρ· οὐ γὰρ πάντα λέγει ἀληθῆ.
63b
ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους ἀληθεῖς· "αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι" (τ 563). A 〈 ἐκ Διός ἐστιν : 〉 τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ προηγεῖται αὐτοῦ ἡ οὔ ἀπόφασις.
63c
b (BC) T t 〈 ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων : 〉 τῶν αἰφνιδίων θανάτων αἴτιόν φασιν εἶναι Ἀπόλλωνα.
τῷ δὲ ὅ τι λείπει ἡ διά. b (BCE 4 ) T εἴ ταρ : οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλιτικὸς σύνδεσμος ἐπιφερόμενος.
65a
καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸτ · οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος τέ. A 〈 εὐχωλῆς : 〉 ὅτι ἐλλείπει ἡ περί.
65b
A im εὐχωλῆς : ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω ἐλπωρή, οὕτω παρὰ τὸ εὔχω εὐχωλή.
65c
ἑκατόμβη δὲ ἀπὸ τοῦ ἑκατόν καὶ τοῦ βοῦς. b (BC) T ἑκατόμβης : ἢ τῆς ἀπὸ ἑκατὸν βοῶν—ζώων. A int αἴ κέν πως : περισσὸς ὁ κέ ν , καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως.
66a
A b (BC) T αἴ κέν πως ἀρνῶν κνίσης : Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς κατὰ γενικὴν πτῶσιν, ἄνευ τοῦ ι .
66b
A κνίσης : Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρατιώτης, ὡς δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ "αὔριον ἱερὰ Διῒ ῥέξασ" (Ι 357) b (BC) T καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας (cf.
66c
Π 22554)· πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὔτε φρόνιμος οὔτε σώφρων οὔτε ἀνδρεῖος; T πηγὴ γάρ τίς ἐστι τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν θεοὺς εἶναι. b (BC) T ἡμῖν ἀπὸ λοιγόν : ὀρθοτονεῖται τὸ ἡμῖν · ἀρκτικὸν γάρ ἐστι κατὰ τὴν τῆς ἀπό σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται. [5]
67a
b (BC) T ἀπὸ λοιγὸν ἀμῦναι : τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον· ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάσσει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν.
67b
A κα τ ’ ἄ ρ ’ ἕζετο : ὅτι Ζηνόδοτος γράφει "ἐκαθέζετο".
οὐκ ἐᾷ δὲ ἑλληνίζειν τὸν Ὅμηρον. ὥσπερ γὰρ οὐδὲ λέγει ἐκατέβαινεν, οὕτως οὐδὲ ἐκαθέζετο. A Κάλχας Θεστορίδης : ὅτι Ζηνόδοτος γράφει "μάντις Θεστορίδησ".
69a
οὐ δύναται δὲ τῷ γένει τὸ εἶδος ἅμα συγκατατίθεσθαι. A Θεστορίδης : ὅρα πῶς ἐν ἀρχῇ διασαφεῖ τὰ ὀνόματα, b (BC) T T t ὡς καὶ ἑτέρου ὑπάρχοντος.
69b
b (BC) T τά τ ’ ἐόντα : τὰς αἰτίας φησίν, ἐπεὶ τὸν λοιμὸν ᾔδεσαν πάντες, οὐ μὴν τὴν αἰτίαν αὐτοῦ· b (BCE 4 ) T διὸ καὶ τρίποδα τίθησι τῷ θεῷ.
70
T καὶ νήεσ ς ’ ἡγήσα τ ’ Ἀχαιῶν 〈Ἴλιον εἴσω 〉: ὅτι ἀντὶ τοῦ νεῶν, καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλλησι καὶ οὐχὶ Τήλεφος, ὥς τινες νεώτεροι, καὶ 〈ὅτι〉 τὸ εἴσω A ἀντὶ τοῦ εἴς.
71a
A A im καὶ νήεσ ς ’ ἡγήσατο : διὰ τὰς διοσημίας· "πειθόμενοι" γάρ φησι "τεράεσσι θεῶν" (Δ 408).
71b
b (BCE 4 ) T πόρε Φοῖβος : τὰς εἰς ἄκρον εὐεξίας θεῶν εἶναι δῶρά φησιν.
b (BC) T Εὐρύτῳ "†τόξον πόρεν† Ἑκηβόλοσ" (Ap. Rh. 1, 88). T 〈 ὅ σφιν : 〉 οὕτως διὰ τοῦ ἑνὸς ς .
73a
A int 〈 ὅ σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπεν : 〉 ὅτι Ζηνόδοτος γράφει "ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα".
73b
A im ἐϋφρονέων : πρὸς τὴν τοῦ βασιλέως ἀβελτερίαν.
73c
b (BC) T ὦ Ἀχιλλεῦ , κέλεαί με : καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος ὑπὸ Ἀχιλλέως, καὶ τῷ πλήθει ὡς δέει τοῦ βασιλέως μὴ προειπών.
A b (BC) T τοιγὰρ ἐγών : οὐκ ἔστιν ἀντωνυμία ἡ τοί (οὐδέποτε γὰρ ἀρκτική ἐστιν), ἀλλʼ ἀντὶ τοῦ δή.
76a
b (BCE 4 ) T καί μοι ὄμοσσον : οὐκ ἀπιστῶν τῷ Ἀχιλλεῖ προβάλλει τὸν ὅρκον, ἀλλʼ ἵνα ἔχῃ πρόφασιν πρὸς τὸν βασιλέα· ὃ συνεὶς Ἀχιλλεὺς οὐκ ἀγανακτεῖ ἐξαιτούμενος, ἀλλʼ ἑτοίμως ὄμνυσιν.
76b
b (BCE 4 ) T ἠμέν μοι πρόφρων〈— / ἦ γὰρ ὀΐομαι 〉 : ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται· "ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα" (Κ 322) "ἠμὲν ἐμοὶ δώσειν" (Ξ 275). [5]
77-8a1
τὸ δὲ ἦ γὰρ ὀΐομαι (78) περισπωμένῃ τάσει ἀναγνωστέον· διαβεβαιωτικὸς γὰρ ὁ σύνδεσμος. A ἠμέν μοι : ἀντὶ τοῦ ἠμήν.
77-8a2
ἔστι δὲ ἐπίρρημα ὁρκικόν· διὸ βαρύνομεν τὸνη · εἰ γὰρ περισπάσομεν, ἔσται βεβαιωτικός. b (BC) T ὀΐομαι: ὡς ἐπιδιστάζων εἶπε τὴν ἐσομένην αὐτῷ μῆνιν.
b (BC) T 〈 κρείσσων : 〉 ὅτι Ζηνόδοτος χωρὶς 〈τοῦ ν〉 γράφει.
80a
τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν . A im κρείσσων : μέλλων βαρύνειν τὸν βασιλέα προαπολογεῖται αὐτῷ.
80b
b (BC) T Ζηνόδοτος δὲ "κρείσσω" γράφει. ἀθετεῖ δὲ καὶ τὸν στίχον, b (BC) κακῶς. b (BC) T χέρηϊ : ὡς "Ἄρηϊ" (Β 385 al.
80c
). γέγονε δὲ οὕτως· ἔστι †τι χερείωνος† γενικὴ καὶ αἰτιατικὴ "χερείονά περ καταπέφνων" (Ρ 539). ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη "ἀλλὰ τὸν υἱόν / γείνατο εἷο χέρεια" (Δ 399—400), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια "χέρεια δὲ χείρονι δόσκεν" (Ξ 382), τοῦτον τὸν τρόπον καὶ τὴν χερείονι χέρειϊ· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η. οὕτως Ἡρωδιανός (2, 23, 9). A 〈 εἴ περ γάρ τε—ἔχει κότον : 〉 πιθανῶς τὴν εἰς τὸ μετέπειτα σωτηρίαν αἰτεῖ· εἰκὸς γὰρ ἦν τὸ μὲν παρόν, αἰδεσθέντα τὸ πλῆθος, παριδεῖν b (BCE 4 ) T T inf αὐτόν, εἰς δὲ τὸ μετέπειτα τιμωρήσασθαι. [5]
81-2
b (BCE 4 ) T inf αὐτῆμαρ : ἐπίρρημα ὡς καὶ τὸ "ἐννῆμαρ" (Α 53 al.
) καὶ "ἑξῆμαρ" (κ 80 al.). καὶ ἐχρῆν μὲν αὐτὰ ἀναπέμπειν τὸν τόνον ὡς βούκερως. ἀλλʼ ἐπεὶ οὐδὲν τῶν εἰς αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς τὴν παρηλλαγμένην σύνθεσιν ἦν παρηλλαγμένος καὶ ὁ τόνος. δεῖ δὲ εἰδέναι ὡς μετὰ ἀκλίτων τίθενται. T καταπέψῃ : ἡ μεταφορὰ—γινομένην. A 〈 ἔχει κότον : 〉 ἔδειξε διαφορὰν κότου πρὸς χόλον. [5]
b (BCE 4 ) T διὰ πάντων δὲ ὑποφαίνει τὸ ὕπουλον Ἀγαμέμνονος καὶ ἁπλοῦν Ἀχιλλέως. b (BC) T τὸ ἔχω ἐνταῦθα ἀντὶ τοῦ κρύπτω. b (B) 〈 φράσαι : 〉 ὅτι Ζηνόδοτος γράφει "φράσον".
μᾶλλον δὲ τὸ φράσσαι ἁρμόζει. A θαρσήσας : ὡς ἀγαθὸς προτρέπει, μᾶλλον δὲ προκρίνει τὸ κοινῇ τοῦ ἰδίᾳ συμφέροντος.
85a
b (BC) T T t 〈μάλα:〉 διασταλτέον ἐπὶ τὸ μάλ α .
85b
A im {θαρσήσας μάλα} εἰπέ : τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ.
85c
ἰδίως δὲ καὶ μακρᾷ παραλήγονται. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ. A θεοπρόπιον : τὸ προειρημένον ὑπὸ θεοῦ σοι.
85d
τοῦτο δὲ πρὸς δυσώπησιν τῶν ἀκουόντων. b (BC) T 〈 οἶσθα : 〉 ὅτι οἶσθα χωρὶς τοῦς · οὕτως γὰρ λέγει διὰ παντός· "οἶσθα· τίη τοι ταῦτα" (Α 365), "οἶσθα, γέρον" (δ 465).
85e
A οὐ μὰ γὰρ Ἀπόλλωνα : ἡ οὔ ἀπωμοτικῶς—συνήθειαν.
A Κάλχαν : ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν , "Κάλχα". τὰ δὲ εἰς ας λήγοντα, διὰ τοῦ ντ κλινόμενα ἐπὶ τῆς γενικῆς, ἔχει τὴν κλητικὴν εἰς ν , "Θόαν" (Ν 222. 228), "Αἶαν" (Η 234 al.). A οὔτις ἐμεῦ ζῶντος : πεφυλαγμένος καὶ δεισιδαίμων ὁ ὅρκος· συνέβαινε γὰρ ἀποθανόντος ἢ ἀποδημοῦντος Ἀχιλλέως αἰκισθῆναι τὸν μάντιν. [5]
A b (BCE 4 ) T 〈 οὔ τις ἐμεῦ—ἐποίσει : 〉 τινὲς τὸ σοί (89) τοῖς ἐπάνω προ〈σ〉διδόασιν, ἵνʼ ᾖ σοὶ δερκομένοιο.
88-9
βελτίων δὲ ἡ συνήθης ἀνάγνωσις. A βαρείας : τὰς ὅπλῳ βεβαρημένας.
T οὐ δ ’ ἢν Ἀγαμέμνονα : ὁ τρόπος ὑπερβολή.
90
A ὃ δεδιὼς ἔσκεπεν ὁ μάντις, τοῦτο θαρσύνων ἀπεκάλυπτεν Ἀχιλλεύς. A b (BCE 4 ) T οὐχ ὑβριστικῶς δὲ εἴρηται, ἀλλὰ φιλοφρόνως, ὡς ἂν ἐπιτρέποντος καὶ τοῦ βασιλέως τοιαύτην †ἀσφαλῆ† ποιεῖσθαι ἐγγύην. καὶ τῇ ὑπερβολῇ (cf. Α 91) θεραπεύει τὸν Ἀγαμέμνονα. b (BCE 4 ) T 〈 ἐνὶ στρατῷ : 〉 "Ἀχαιῶν", οὐκ ἐνὶ στρατ ῷ . [5]
οὕτω καὶ αἱ Ἀριστάρχου καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Ζηνοδότου. A int T οὔ ταρ ὅ γ ’ εὐχωλῆς : οὕτως ὀξεῖαν ἐπὶ τὴν οὔ· ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικός, ὡς καὶ ἐπὶ τοῦ "εἴ ταρ ὅ γʼ εὐχωλῆσ" (Α 65)· οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθʼ ἑκατόμβης· οὕτως γὰρ ἔστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· "ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμήν" (δ 87). [5]
93a
A οὔ ταρ ὅ γ ’ εὐχωλῆς : οὐ δή.
93b
τέλειος δέ ἐστιν ὁ τά ρ , οὐκ ἐκ τοῦ τὲ ἄρ. b (BCE 4 ) T προθεραπεύει δὲ τὸ πλῆθος, εἰς εὔνοιαν ἐπαγόμενος ὡς θυσίας οὐκ ὀφεῖλον. b (BC) T 〈 εὐχωλῆς ἐπιμέμφεται—καὶ οὐκ ἀπεδέξα τ ’ ἄποινα : 〉 ὅτι ἐλλείπει ἡ περί καὶ †περισσὸν† τὸ ἐπιμέμφετα ι .
93-5
κατεκερμάτισε δὲ τὸν Ἀγαμέμνονος λόγον εἰς διαβολήν. A im 〈 οὔ ταρ ὅ γ ’ εὐχωλῆς ἐπιμέμφεται οὐ δ ’ ἑκατόμβης , / ἀλ λ ’ ἕνε κ ’ ἀρητῆρος : 〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἑκατόμβης (93) καὶ ἀρητῆρος (94).
93-4a
κοινὸν δὲ τὸ ἕνεκα (94), οὔτʼ εὐχωλῆς οὔθʼ ἑκατόμβης ἕνεκα, ἀλλʼ ἀρητῆρος ἕνεκα μέμφεται. A τὸ ἐπιμέμφεται ἀπὸ κοινοῦ δεῖ λαμβάνειν.
93-4b
b (BC) T sup τοὔνε κ ’ ἄ ρ ’ ἄλγ εʼ : ἀθετεῖται, ὅτι περισσός.
πρόκειται γὰρ "ἀλλʼ ἕνεκʼ ἀρητῆρος, A b (BC) T sup T sin ὃν ἠτίμηςʼ Ἀγαμέμνων" (Α 94). b (BC) T sup 〈 λοιμοῖο βαρείας χεῖρας ἀφέξει : 〉 "Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει".
97a1
οὕτως αἱ Ἀριστάρχου. A int καὶ ἡ Μασσαλιωτικὴ δὲ καὶ ἡ Ῥιανοῦ (fr.
97a2
7 M.) τὸν αὐτὸν ἔχει τρόπον. ἔοικεν οὖν ἡ ἑτέρα Ζηνοδότου εἶναι, ἡ "οὐδʼ ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει". A οὐ δ ’ ὅ γε 〈πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει 〉 : καὶ ἡ Μασσαλιωτικὴ 〈καὶ〉 ἡ Ῥιανοῦ καὶ σχεδὸν πᾶσαι "οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει".
97a3
ἔοικε δὲ ἡ ἑτέρα Ζηνοδότου εἶναι. T 〈 πρίν : 〉 πρότερον.
97-9
. . ἀπριάτην : λέξεις ἐκ τῶν Πρὸς Κομανόν, τὸ μὲν ἀεικέα λοιγόν ὄλεθρον ἀπεοικότα λέγειν (τοῦτο δέ ἐστιν ἀπεχθῆ), ἀπριάτην δὲ σαφές, ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταὐτὸν τῷ νῦν λεγομένῳ δωρεάν. A 〈 πρίν : 〉 πρὸ τοῦ, πρότερον.
98a
T il 〈 ἑλικώπιδα : 〉 τὴν μελανόφθαλμον, ὡς Καλλίμαχος· ἢ τὴν οὐκ †ἀτενιτὴν τῇ θέα†ͅ· ἢ τὴν ἀξιοθέατον· ἢ b (BC) T πρὸς ἣν οἱ νέοι τοὺς ὦπας ἑλίσσουσιν.
98b1
b (BCE 4 ) TT t ἑλικώπιδα : μελανόφθαλμον, ἀφʼ οὗ εὐπρεπῆ 〈 *** 〉 ὡς {Καλλίμαχος} "ὕδωρ μέλαν Αἰσήποιο" (Β 825) καὶ 〈Καλλίμαχοσ〉 (fr.
98b2
299, 1 Pf.)· "Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ". ἢ τὴν οὐκ ἀτενῆ τὴν θέαν· ἢ τὴν ἀξιοθέατον, πρὸς ἣν πάντες ἑλίσσουσι τὴν θέαν. A ἀπριάτην ἀνάποινον : ὅτι οὐ κατὰ προσηγορίαν τὴν ἀπριάτην λέγει, ἀλλʼ ἀντὶ τοῦ ἀπρατί, καὶ παράλληλον τὸ ἀνάποινον · τὸ γὰρ αὐτὸ διʼ ἀμφοτέρων δηλοῦται.
99a
διασταλτέον δὲ βραχὺ ἀπριάτη ν , ἀνάποινο ν , στικτέον δὲ "ἐς Χρύσην" (Α 100), ἐπεὶ κοινὸν κατὰ πάντων τὸ "πρίν" (Α 98). A τὸ ἀπριάτην ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος (adv. 198, 18) ἀντὶ τοῦ ἀπριάδην. A b (BC) T ἄγειν : τοῦτο ἐπὶ νηὸς καὶ ἅρματος, ὡς τὸ "οἴκοθεν ἦγʼ ὁ γεραιόσ" (Λ 632). [5]
99b1
καὶ "ἦγον δὲ Μαχάονα ποιμένα λαῶν" (Λ 598). παράλειψις δὲ ὁ τρόπος· οὐ γὰρ ἐπʼ ἴσοις ἀπαλλάσσεσθαι δεῖ τοὺς προαμαρτήσαντας. A 〈 ἄγειν θ ’〉 ἱερὴν ἑκατόμβην : οὐ γὰρ ἐκ μόνης μεταμελείας, ἀλλὰ καὶ ἐκ κόπου καὶ προσφορᾶς τοὺς προημαρτηκότας ἀπαλλάττεσθαι δεῖ.
99b2
τὸ δὲ ἄγειν ἐπὶ νηὸς ἢ ἅρματος, "ὃ οἴκοθεν ἦγʼ ὁ †γηραιός†", "ἦγον δὲ Μαχάονα ποιμένα λαῶν". b (BC) T τότε κέν μιν : ὅτι Ζηνόδοτος γράφει "αἴ κέν μιν"· γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν.
100a
A b (BC) T 〈 πεπίθοιμεν : 〉 ὅμοιόν ἐστι τῷ "ῥηϊδίως πεπιθεῖν" (Ι 184).
100b
εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν. b (BC) 〈 ἀχνύμενος—ἐΐκτην : 〉 ὅτι ἀμφότεροι εἰς τὴν Ὀδύσσειαν (δ 661—2) μετάκεινται, οὐκ ὀρθῶς.
103-4a
A int ἀχνύμενος—ἐΐκτην : ἐκκλίνειν δεῖ τὸν θυμὸν καὶ φυλάττεσθαι, ὅπου γε καὶ τοῦ τοιούτου ἥρωος περιεγένετο.
103b
b (BC) T 〈 μένεος δὲ μέγα〉 φρένες ἀμφιμέλαιναι 〈/ πίμπλαν τ ’ 〉 : ἡ ἀμφί πρὸς τὸ πίμπλαντ ο , ἀπὸ τῆς τῶν ὑδάτων μεταφορᾶς· A b (BC) T ὡς γὰρ ἐκ κεράμου ὑπερεξεχεῖτο ὁ θυμός.
103c
b (BC) T εἰσὶ δὲ τῶν ἐντοσθίων αἱ φρένες· "πλευρὰς ὑφʼ ἧπαρ καὶ φρένασ" (Soph. Trach. 931). ἤδη δὲ οἱ νεώτεροι μελαίνας τὰς φρένας φασίν. A ὄσσε : παρὰ τὸ ὄπτω ὄσσω, ὥσπερ παρὰ τὸ †πέττω† πέσσω· ἐκ δὲ τοῦ ὄσσω γίνεται ὄνομα ὄσσος, τὸ δυϊκὸν ὄσσω καὶ τροπῇ τοῦ ω εἰς ε ὄσσ ε . [5]
104-5
. . πρώτιστα 〉 : εἴκω εἶκα εἴκειν εἰκείτην, καὶ συγκοπῇ εἴκτην, ἐν διαλύσει ἐΐκτη ν . b (BC) T προδιατυποῖ δὲ τὰ λεχθησόμενα τῆς ὄψεως τὸ δεινόν, καὶ δοκεῖ τὸ "ὑπόδρα ἰδών" (Α 148) ἔχειν καὶ ἐπεξήγησιν. διὰ δὲ τοῦ πρώτιστα σημαίνει τὸν καὶ ἐπʼ ἄλλους μετάξοντα τὸν λόγον τῆς τοιαύτης ὀργῆς. b (BC) TT sin κά κ ’ ὀσσόμενος : ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος, οὐκ ἀπὸ τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμηρος τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας κληδόνος. [5]
105a
A κά κ ’ ὀσσόμενος : παρατηρητέον ὅτι, ὅταν ἐκ προσώπου τινὸς ἐπάγειν λόγους μέλλῃ τινὰς ὁ ποιητής, προσημαίνει οἷος ἔσται ὁ λόγος· οἷον εἰπόντος "τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη" (Α 148), ὑβριστικούς· καὶ πάλιν "καί μιν νεικείων" (ς 9), θεωρητέον, εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ἔχουσιν ὀνείδη· ὅταν δὲ "ὅ σφιν ἐϋφρονέων" (Α 253), φρονίμους προσδεκτέον λόγους· b (BC) T φρόνιμον γὰρ τὸ τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα. [5]
105b1
T πάλιν δὲ ὅταν προείπῃ "καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν" (θ 201), δεῖ ἡμᾶς τῶν λεχθησομένων ὡς κούφων ἀκούειν, ἐπηρμένου καὶ ὑψηγοροῦντος Ὀδυσσέως b (BC) T διὰ τὴν νίκην. πάλιν τοίνυν ὁ ποιητὴς τοῦ Ἀγαμέμνονος μέλλοντος λέγειν πρὸς τὸν Κάλχαντα "μάντι κακῶν" (Α 106) καὶ τὰ ἑξῆς, T προδιετύπωσεν ἡμῖν τοὺς λόγους διὰ τοῦ κά κ ’ ὀσσόμενο ς , οὐχ, ὥς τινες οἴονται, κακῶς ὑποβλεψάμενος, ἀλλʼ ὅτι κακόμαντιν ἀποκαλῶν· ἐπεὶ γὰρ ὄσσα ἐστὶν ἡ θεία φωνή, τῆς ὀπὸς δὲ τῶν θεῶν ἀκούουσιν οἱ μάντεις b (BC) T —"ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν" (Η 53)—, T διὰ τοῦτο κακοφημίζει αὐτὸν εἰς τοῦτο, b (BC) κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. T 〈 κά κ ’ ὀσσόμενος : 〉 κακοφημίσας. [15]
105b2
T il 〈 μάντι κακῶν : 〉 μετὰ τὸ κακῶν στικτέον.
106a1
A im μάντι κακῶν : ἡ συνήθεια μετὰ τὸ κακῶν στίζει, καὶ ἔστι τὸ σημαινόμενον κακόμαντι, ἤτοι τὸ δύσφημον τοῦ Κάλχαντος, καὶ ἀεὶ τοιοῦτον λοιδοροῦντος τοῦ Ἀγαμέμνονος, ἢ τὸ παρακολουθοῦν ἀεὶ τοῖς μάντεσιν ὡς ἴδιον ἁμάρτημα τῷ Κάλχαντι προστριβομένου· μάντεως γὰρ τότε χρεία, ὅταν ἐν συμφορᾷ τινες ὦσιν. [5]
106a2
A μάντι κακῶν : ὁ ζητῶν τὸ τί κακὸν ἐμαντεύσατ ο , ὀργῆς οὐκ οἶδε φύσιν ἐ π ’ ἀλήθειαν οὐ φερομένη ν .
106b
b ( B C ) T τάχα δὲ καὶ κακόμαντιν αὐτόν φησι b ( BCE 4 ) T διὰ τὸ εἰπεῖν "τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν " ( Β 32 9) · ᾤετο γὰρ ταχύτερον πορθήσειν αὐτὴν διὰ τὸ τὸν Δία "ἀστράπτειν ἐπιδέξ ιʼ , ἐναίσιμα σήματα φαίνειν " ( c f . Β 35 3) · b ( B C ) T τὸ γὰρ Ἰφιγενείας ὄνομα οὐδὲ οἶδεν ὁ ποιητή ς . ἐπεὶ οὖν οὐ κατέγνωστα ι , οὐ ψευδῆ αὐτό ν , ἀλλὰ κακόφημόν φησι διὰ τὴν ἀναβολὴν τῆς νίκης · T εἰ γὰρ καὶ ἀληθεῖς αἱ τῶν φαύλων προγνώσει ς , οὐδὲν ἧττον οἱ δυστυχοῦντες τοὺς προειρηκότας μισοῦσιν ὡς αἰτίου ς . b ( B C ) T κρήγυον : ὅτι ἅπαξ εἴρηται τὸ κρήγυο ν , A A ext καὶ οὐκ ἔστιν ἀληθές, ἀλλʼ ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ "αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα" (Α 107). [10]
106c
A μάντι κακῶν : συντείνει τοῦτο—τῶν στρουθῶν. A 〈 κρήγυον : 〉 τροπῇ τοῦ δ εἰς γ , ὡς γνοφερὸν καὶ "δνοφερόν" (Ι 15.
106d
Π 4), οἷον κρήδυνόν τι ὄν, τὸ ἡδῦνον τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, οἷον τὸ θυμῆρες τῇ ψυχῇ μου. T il κρήγυον : τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτόν ἐστι τῷ θυμῆρες.
106e
A b (BC) τὸ δὲ εἶπες "εἶπασ" Ἀρίσταρχος γράφει, κακῶς· εἰπών γὰρ ἀεὶ καὶ εἴποιμι λέγομεν. b (BC) ἐσθλὸν δ ’ οὔτε τί πω—ἀγορεύεις : δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι.
108-9a1
τὸ δὲ καί νυν ἐν Δαναοῖσι (109) μᾶλλον αὐτὸν λυπεῖ, ἐπεὶ μὴ κατʼ ἰδίαν ἐκοίνωσεν αὐτῷ. T δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας οἱ ὀργιζόμενοι καὶ τὰ αὐτὰ ἐπαναπολοῦσιν, ὡς μὴ κατʼ ἀξίαν εἰρηκότες.
108-9a2
A b (BC) ἐντεῦθεν οἱ νεώτεροι ὁρμηθέντες ἱστοροῦσιν ὅτι τῶν Ἑλλήνων ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, ἁθροισθέντων καὶ ἀπλοίᾳ κατασχεθέντων, Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι εἰς Ἴλιον ἄλλως ἐκπλεῦσαι αὐτούς, εἰ μὴ Ἀγαμέμνων Ἰφιγένειαν τὴν θυγατέρα αὐτοῦ σφαγιάσῃ Ἀρτέμιδι, διὰ τὸ φονεῦσαι αὐτὸν τὴν ἱερὰν αἶγα τὴν τρεφομένην ἐν τῷ ἄλσει αὐτῆς καὶ πρὸς τούτῳ καυχησάμενον εἰπεῖν ὅτι οὐδὲ ἡ Ἄρτεμις οὕτως ἂν ἐτόξευσε. [5]
108-9b
τοῦ δὲ Ἀγαμέμνονος διὰ τὴν πολλὴν ἀνάγκην παραστήσαντος τὴν κόρην τῷ βωμῷ, κατοικτειρήσασαν τὴν θεὰν καὶ ἔλαφον ἀντὶ τῆς παρθένου παραστήσασαν σῶσαι καὶ ἐν Ταύροις τῆς Σκυθίας εἰς τὸ ἱερὸν τῆς θεοῦ εἰπεῖν πεμφθῆναι αὐτήν. ἡ ἱστορία παρὰ πολλοῖς τῶν νεωτέρων καὶ παρὰ Δίκτυϊ τῷ γράψαντι τὰ Τρωϊκά (FGrHist 49,5). A ἐσθλὸν δ ’ οὐδέ τί πω εἶπες ἔπος οὐ δ ’ ἐτέλεσ〈σ〉ας : οὕτως 〈 *** 〉 αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. [10]
108a
καὶ ἔστιν ἐμφατικὸν τὸ "οὔτε" δὶς λεγόμενον. A 〈 ἐσθλὸν δ ’ οὐδέ τί πω εἶπες ἔπος οὐ δ ’ ἐτέλεσσας : 〉 ἐμφατικόν ἐστι τὸ †οὐδέ† δὶς λεγόμενον, καὶ τὴν τῆς μαντείας τύχην λοιδορεῖ, ὡς εἴ τι καὶ χρηστὸν προείποι, οὐκ εἰς ἀγαθὸν τελευτᾷ.
108b
b (BC) T εὐτυχίας οὖν ἔργον καὶ τὴν τέχνην ἀμαυροῦν. T ὡς δὴ τοῦ δ ’ ἕνεκά σφιν : ἀθετεῖται, ὅτι αἰρομένου τούτου σύντομος γίνεται ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα.
110a1
A ὅτι ἀθετουμένου αὐτοῦ οὐκ ἐλλιπής, ἀλλὰ σύντομος ἔσται ἡ ἑρμηνεία.
110a2
b (BC) T t 〈 κούρης : 〉 ὅτι ἐλλείπει ἡ περί πρόθεσις.
A int T il Κλυταιμνήστρης : ἐξαίρει τὸν πόθον, ὅπως μεγίστην δοκῇ κατατίθεσθαι τοῖς Ἀχαιοῖς χάριν (δημαγωγικώτατος γάρ ἐστιν).
113a
ἢ ὅτι περισπούδαστος τοῖς ἐπʼ ἀλλοδαπῆς ὁ τῶν γυναικῶν πόθος· ἀπάγων δὲ τοὺς Ἕλληνας τοῦ τοιούτου πόθου ἐπαινεῖ τὴν αἰχμάλωτον. b (BC) T Κλυταιμήστρης : ἡ Κλυταιμήστρα—Ἑλένης δὲ ἀδελφή. A προβέβουλα : ἀπὸ τοῦ βούλω μέσος, μόνος ὀφθεὶς ἐν τοῖς ἐνεργητικοῖς. [5]
113b
A κουριδίης ἀλόχου : διὰ τί ὁ Ἀγαμέμνων—ἐφύβριστον πασχούσης; A {ἐπεὶ} οὔ ἑθεν : οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵνʼ εἰς ἁπλῆν μεταληφθῇ ἡ ἀντωνυμία· τοῦτο γὰρ καὶ Ἀρίσταρχος παρήγγειλεν (ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον).
114a
οὕτως 〈οὖν〉 ὡς τὸ "οἵ ἑθεν ὀτρύνοντοσ" (Ο 199) καὶ "οὕς ἑθεν εἵνεκʼ ἔπασχον" (Γ 128). A οὔ ἑθεν : τὸ μὲν πρῶτον καὶ δεύτερον πρόσωπον τοῦ ἕθεν ὀρθοτονεῖται, τὸ δὲ τρίτον δισσόν ἐστι τῷ τόνῳ· νῦν οὖν ἐγκλιτέον. [5]
114b
b (BC) T 〈 οὐ δέμας οὐδὲ φυὴν οὔ τ ’ ἂρ φρένας οὔτε τι ἔργα : 〉 ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν γυναικὸς περιέλαβεν.
115
καὶ ἀλλαχοῦ· "κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν" (Ν 432), b (BCE 4 ) T t "καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα" (ο 418). b (BCE 4 ) T φυήν δὲ τὸ διʼ ὅλου κάλλος, b (BCE 4 E 4il ) T ὡς τὸ "φυήν γε μὲν οὐ κακός b (BCE 4 ) T ἐστι / μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρασ" (θ 134—5). b (BCE 4 ) οὐ δέμας : δέμας ὁ ποιητὴς—σῶμα αἰσχύνομαι. A 〈 καὶ ὧς : 〉 τὸ ὡς ὁπότε σημαντικόν ἐστι τοῦ ὅμως, περισπᾶται. [5]
116a
A int 〈 ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν , εἰ τό γ ’ ἄμεινον : 〉 στικτέον ἐπὶ τὸ ἄμεινον · ψυχροὶ γὰρ οἱ ἐπὶ τὸ πάλιν στίζοντες.
116b
A im βούλο μ ’ ἐγὼ λαὸν σόον : ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν ὡς τῆς διανοίας εὐήθους οὔσης.
117a
οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρεσθαι, ἀλλὰ συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται. A σόον ἔμμεναι : οὕτως "σῶν" αἱ Ἀριστάρχου, οὐ διῃρημένως "σόον", ἀλλὰ "σῶν".
117b1
συνᾴδει καὶ τὸ "νῦν μοι σῶς αἰπὺς ὄλεθροσ" (ε 305). ἔσθʼ ὅπου δὲ καὶ διαιρεῖ "σόον δʼ ἀνένευσε" (Π 252). ὁ δὲ λόγος τοιοῦτος· θέλω, φησίν, ἐγὼ τὸν ὄχλον μᾶλλον σώζεσθαι καὶ αὐτὸς ἀπολέσθαι· ὁ γὰρ ἤ σύνδεσμος ἀντὶ τοῦ καί παρείληπται τῷ ποιητῇ. Πορφύριος (1,7,22) δὲ παραδιαζευκτικὸν ἀντὶ τοῦ καὶ ἀπολέσθαι ἐγώ. A αἱ πᾶσαι "σῶν" εἶχον· καὶ συνᾴδει τὸ "νῦν τοι σῶς αἰπὺς ὄλεθροσ" (Ν 773). [5]
117b2
b (BC) T 〈 ἢ ἀπολέσθαι : 〉 διασαφητικῶς ἀντὶ τοῦ ἤπερ, ὡς τὸ "ἢ ἀφνειότεροι" (α 165).
117c
ἔστι δὲ μετὰ ἤθους. Πορφύριος δὲ (1,7,22) παραδιαζευκτικὸν ἀντὶ τοῦ καί, οἷον καὶ ἀπολέσθαι ἐγώ. b (BC) T αὐτὰρ ἐμοὶ 〈γέρας αὐτί χ ’ ἑτοιμάσα τ ’ 〉 : ἀλλοιωτικῇ στάσει κέχρηται μετατιθεὶς τὰ ὀνόματα πρὸς κόσμον ἑαυτοῦ.
b (BC) T προσφυῶς δὲ πρὸς τὸν Ἀχιλλέα ἐπεισέρχεται. b (BC) μὴ οἶος / 〈Ἀργείων 〉 : ἱκανὸν μὲν ἦν αὐτῷ καὶ τῶν ἀριστέων μόνον εἰπεῖν.
118-9
ἀλλὰ διὰ τοῦτο πάντων ἔφη, ἵνα τὴν εἰς αὑτὸν ἀτιμίαν αὐξήσῃ. b (BCE 4 ) T ἀγέραστος : ὡς ἀπείραστος, ἀβίαστος.
b (BC) T ἵνα δὲ μὴ δοκῇ τοῦ μηδενὸς καταπεφρονηκέναι, τὸ ἴσον αἰτεῖ. b (BCE 4 ) T λεύσσετε : Ἀρίσταρχος διὰ δύο σς , ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ τοῦ μέλλοντος, ὡς "ἄξετε" (Γ 105), "οἴσετε" (Γ 103), "καταβήσεο δίφρου" (Ε 109).
120a
A λεύσετε γὰρ τό γε πάντες 〈—ἄλλῃ〉: Ἀρίσταρχος μέλλοντά φησιν, ἐγὼ δὲ ἐνεστῶτα ἀπὸ μέλλοντος, ὡς τὸ "ἄξετε", "οἴσετε" b (BC) T τὸ δὲ ὅ μοι ἀποκοπὴ τοῦ ὅτι.
120b
b (BCE 4 ) T τὸ δὲ ἄλλῃ μετὰ τοῦ ι γράφομεν. b (BC) T 〈 ὅ μοι : 〉 ἀποκοπὴ τοῦ ὅτι μοι.
120c
A il {λεύσσετε γὰρ πάντες ὅ μοι γέρας ἔρχεται} ἄλλῃ: σὺν τῷ ι τὸ ἄλλῃ.
120d
καὶ ἔστιν ἄλλοσε, ὥσπερ τὸ "πάντῃ" (Α 384. Ε 495 al.)· ὁ γὰρ νοῦς τῶν λεγομένων τοιοῦτος· ἐμοὶ δὲ γέρας παρασκευάσατε, ὅπως μὴ ὑπολειφθῶ ἀγέραστος ἐν τοῖς Ἕλλησι· ὁρᾶτε γὰρ δή μου τὸ γέρας ἀλλαχόσε ἀπερχόμενον. θαυμάσειε δʼ ἄν τις Πτολεμαίου τοῦ Ὀροάνδου τὴν ἀπειρίαν· ἐν γὰρ τῷ τρίτῳ τῶν Ὁμηρικῶν ὑποδειγμάτων, παραδεικνὺς ὅτι ἀντὶ τοῦ ἑτέρου τῷ ἄλλῳ ἔσθʼ ὅπῃ καταχρῆται Ὅμηρος, καὶ τοῦτο φέρων ἐντέθεικε τὸ μαρτύριον "λεύσσετε γὰρ 〈…〉 ὅ μοι γέρας ἔρχεται ἄλλῃ" ὡς ἐκεῖνο "πῦρ ἕτερον μὲν ὑπʼ αἰθούσης εὐεργέος αὐλῆς, / ἄλλο δʼ ἐνὶ προδόμῳ" (Ι 472—3) καὶ "ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ" (Ι 313). ἁπλῶς δʼ ἔοικε νοῦς ὑγιὴς μὴ ὑποφαίνεσθαι διὰ τῆς ἐκδοχῆς ταύτης, καὶ εἴη ἂν τὸ παρόραμα οὐκ ἐπιστήσαντος αὐτοῦ τοῖς παραδείγμασιν. A ποδάρκης : ὁ ἑαυτῷ τοῖς ποσὶν ἐπαρκῶν, ἢ καὶ τοῖς ἄλλοις ὡς τὸ "λαοσσόοσ" (Ν 128 al. [10]
). b (BC) T 〈 φιλοκτεανώτατε : 〉 οὐ γὰρ γέρως Ἀγαμέμνων, ἀλλὰ κέρδους ἀντιποιεῖται.
b (BCE 4 ) T πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί : ὡς ἐν ἀρχῇ προσκρούει μετρίως, κατʼ ὀλίγον ἐμφαίνων τὸ εἰρωνικόν.
συνάξας δὲ τὴν ἐκκλησίαν δικαίως ὑπὲρ ἁπάντων στασιάζει, ὡς καὶ τῆς λείας ἄρχων ὤν. ἔστι δὲ καὶ τὸ μεγάθυμοι δημαγωγικόν. b (BC) T πῶς γάρ τοι , / οὐδέ τί πω ἴδμεν : ὁ δέ ἀντὶ τοῦ γάρ.
123-4
αἱ πᾶσαι δὲ που ἔχουσιν. ὡς πρὸς ἐντροπὴν δὲ τὴν κοινὴν ἀπορίαν προβάλλεται. b (BC) TT inf 〈 οὐδέ τί πω : 〉 διὰ τοῦ ο καὶ υ .
124a
οὕτως καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀριστοφάνους. A οὐδέ τί πω ἴδμεν ξυνήϊα 〈κείμενα πολλά 〉 : τινὲς ἐπὶ τὸ κείμενα στίζουσι, καὶ τὸ πολλά τοῖς ἑξῆς συνάπτουσιν, κακῶς.
124b
A ξυνὸν δὲ ξυνεῖον ὡς κοινὸν κοινεῖον· καὶ διαιρέσει Ἰωνικῇ ξυνήϊον. A b (BC) T τὰ δέδασται : †τὰ καθόλου.
125
πᾶν δὲ ἄρθρον ἀντὶ ἀντωνυμίας λαμβανόμενον βαρύνεται. b (BC) T λαούς : παρὰ τὸ λᾶαν.
λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος. Προμηθέως παῖς—οὓς δὲ ἡ Πύρρα γυναῖκες. A παλίλλογα 〈ταῦ τ ’ 〉 : οὐ δίκαιόν ἐστι εἰς τὸ αὐτὸ πάλιν συναγαγεῖν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα.
126a
παρὰ τὸ λέγω, ὅθεν καὶ τὸ συλλέγω. τὸ δὲ ταῦτα Τυραννίων (fr. 2 P. = H.) ὀξύνει. A ταῦ τ ’ ἐπαγείρειν : ταῦτα Τυραννίων (fr.
126b
2 P.) ὀξύνει, ἵνʼ ᾖ τὰ αὐτά. b (BCE 4 ) T θεῷ πρόες : πρὸς τὸ ἀναγκαῖον τῆς ἀποδόσεως οὐκ εἶπε πατρὶ πρόες οὐδʼ Ἀχαιοῖς, ἀλλὰ τῷ θεῷ.
b (BC) T αὐτὰρ Ἀχαιοί / τριπλῇ τετραπλῇ τ ’ ἀποτίσομεν : οὐ χάριν αἰτεῖ, ἀλλʼ ὡς κακῷ δανειστῇ κέχρηται, καὶ διπλᾶ καὶ τριπλᾶ ἀποδώσειν ἐπαγγέλλεται.
127-8
A 〈 τριπλῇ : 〉 ἀντὶ τοῦ τριπλῶς.
128a
T il ἀποτίσομεν , αἴ κέ ποθι Ζεύς : πιστοῦται τὴν ὑπόσχεσιν ὡς ἐπὶ δανείου, καὶ ἑαυτὸν καθυπογράφει τῷ χρέει.
128b
A b (BC) T αἴ κέ ποθι Ζεύς : ὅτι μεθʼ ὑπεξαιρέσεως δεῖ ποιεῖσθαι τὰς ὑποσχέσεις διὰ τὸ ἄδηλον τῆς τύχης.
128c
A b (BC) δῷσι πόλιν Τροΐην : ὅτι Ζηνόδοτος γράφει "δῷσι πόλιν Τροίην", ὡς ἐπὶ τὴν Ἴλιον βουλόμενος γενέσθαι τὴν ἀναφοράν, ἀπιθάνως· ἄδηλον γὰρ ἦν, εἰ ἑλοῦσιν αὐτήν.
129a1
ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν περιοίκων· ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς· διὸ καὶ ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται. Ζωΐλος δὲ ὁ Ἀμφιπολίτης (fr. 14 Friedl. = FGrHist 71,6) καὶ Χρύσιππος ὁ Στωϊκὸς (St. V. Fr. III 769) σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῷσι φασὶ πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (α 168), τὸ "φῇσιν ἐλεύσεσθαι" καὶ τὸ "εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα" (θ 318)· κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ Ὀρθογραφίᾳ ὁ Ἡρωδιανός (2,419,8). A 〈 δῷσι : 〉 δίδωσιν, ὡς "φῇσιν ἐλεύσεσθαι". [10]
129a2
T il δῷσι : ἐξ ὑποτακτικοῦ τοῦ δῷ τρίτου προσώπου, κατὰ ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσ ι .
129b
b (BC) T ἔμφασιν δὲ ἔχει καὶ ἡ προσθήκη τῆς εξ . b (BC) T T il Τροΐην : οὕτως Ἀρίσταρχος τρισυλλάβως, καὶ ἐνθάδε καὶ ἐν τῇ λ τῆς Ὀδυσσείας (510)· "ἤτοι ὅτʼ ἀμφὶ πόλιν Τροΐην φράζευ".
129c
καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροίη δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον "εἰσόκε περ Τροίην διαπέρσομεν" (Ι 46), "ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεσ" (Π 698), "Τροίῃ ἐν εὐρείῃ" (Ω 256), καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν 〈τῷ〉 Τροΐην · δῷσι πόλιν Τροΐην καὶ τὸ "ἤτοι †ἀμφὶ πόλιν Τροΐην" (λ 510). ταῦτα ὁ Ἡρωδιανός (2, 23, 36). A μη δ ’ οὕτως ἀγαθός περ : ὅτι ἰδίως κέχρηται τῷ πέρ συνδέσμῳ ἀντὶ τοῦ γέ ἢ τοῦ δή. [10]
131a
A ἀγαθός περ : ἀντειρωνεύεται b (BCE 4 ) T πρὸς τὸ "κύδιστε" (Α 122).
131b
ὁ δὲ πέρ ἐναντιωματικός ἐστιν. b (BC) T θεοείκε λ ’ Ἀχιλλεῦ : εὐειδὴς γὰρ—ὅτι εἴη ἀνήρ. A κλέπτε νόῳ , 〈ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεισ 〉 : ἀπὸ τῶν δρομέων· b (BC) T οὔτε τῷ κλέπτειν νικήσεις οὔτε πείσεις.
b (BCE 4 ) T ἦε θέλεις , ὄφ ρ ’〈—ἀποδοῦναι 〉 : ἀθετοῦνται, ὅτι εὐτελεῖς τῇ συνθέσει καὶ τῇ διανοίᾳ, καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι.
133-4
A ἢ ἐθέλεις : πράγματος προκειμένου περὶ κοινῆς σωτηρίας μέτεισιν ἐφʼ ἑτέραν παρασκευήν, ὡς οὐκ ἐξὸν Ἀχιλλεῖ λέγειν ὡς ὅτι βλάπτει τὸ κοινὸν ἐχομένης τῆς παλλακῆς αὐτοῦ.
133a
b (BC) T 〈 ὄφ ρ ’ αὐτὸς ἔχῃς γέρας , αὐτὰρ ἔ μ ’ αὔτως : 〉 ἐσχημάτισεν οὐχ ὁμοίως, τῷ αὐτός ἐπενεγκὼν αὐτὰρ ἔ μ ’ αὔτω ς .
133b
A int κέλεαι : καὶ μὴν ὁ μάντις εἶπε· "πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι" (Α 98).
ἀλλά γε αὐτὸς ἐκκλησιάζει. b (BC) T ἀλ λ ’ εἰ μέν〈—ἄξω ἑλών 〉 : εὐφυῶς δὲ ἐπεισέρχεται Ἀχιλλεῖ.
135-9
T ἀλ λ ’ εἰ μὲν δώσουσι〈—αὐτὸς ἕλωμαι 〉 : Ἀττικὴ τῶν προτέρων ἡ παράλειψις, ὡς τὸ "κἂν μὲν ἀποφήνω μόνην / ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμέ / ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή, / ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ" (Ar.
135-7
Plut. 468—71). καὶ ἐν Θεσμοφοριαζούσαις (536)· "εἰ μὲν οὖν ἔστι τις· εἰ δὲ μή, ἡμεῖς τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι"· b (BCE 4 ) T ἐπὶ γὰρ πάντων τὸ καλῶς ἔχει, ὡς καὶ ἐνταῦθα, ἐλλείπει. b (BCE 4 ) ἄρσαντες : Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι καὶ τὸ ἅρμα. [5]
136a
ὁ δὲ Ἡρωδιανὸς (2,24,14) ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ α καὶ τὸ ε πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντος ἐπιφερομένου, ψιλοῦται. A b (BC) T ἔοικε δὲ βασιλικὸν εἶναι τὸ ἐκλέγεσθαι τῆς λείας ὃ θέλει. b (BCE 4 ) TT il 〈 ἀντάξιον : 〉 τοῦτο πῶς ἀντάξιον ἔσται; T il ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι : ὅτι περισσεύει ὁ δέ σύνδεσμος, καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. [5]
οὕτως δὲ γίνεται περισσὸς ὁ "ἄξω ἑλών" (Α 139). A ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσσῆος : ἐνδεικνύμενος τὴν ἀρχὴν πᾶσιν ἀπεχθάνεται, μάλιστα δὲ τοῖς Ἀχιλλέως.
138a
b (BCE 4 ) T Ὀδυσσέως δὲ γέρας Λαοδίκη ἡ Κύκνου. b (BC) T τούτων δὲ μέμνηται, ὅτι ὁ μὲν συγγενής, ὁ δὲ φίλος. ἀμέλει καὶ τελευτῶντος αὐτοῦ μόνοι προὔστησαν τοῦ σώματος αὐτοῦ, καὶ μόνοι πρεσβεύονται πρὸς αὐτόν. b (BCE 4 ) T ἰὼν γέρας : μέχρι τοῦ γέρας δεῖ ἀναπαύειν τὸν λόγον, τὰ δὲ λοιπὰ τοῖς ἑξῆς ἐπιφέρειν, ἵνα μὴ ἐνοχλεῖν δοκῇ δὶς τὸ ἑλεῖν κείμενον. [5]
138b
b (BCE 4 ) T ἄξω ἑλών : ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γενομένης τοῦ ῥήματος, "ἕλωμαι" (Α 137) ἀντὶ τοῦ ἑλοίμην.
139a
καὶ εὔηθες τὸ προσκείμενον ὁ δέ κεν κεχολώσεται · πῶς γὰρ οὐκ ἔμελλε χολοῦσθαι; A ὁ δέ κεν κεχολώσεται : δοκεῖ ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τὸ διάφορον οὐκ εἰδὼς τῆς ἀφαιρέσεως.
139b
T t ἀλ λ ’ ἤτοι μὲν ταῦτα : εὐσεβῶς καὶ βασιλικῶς μεταφέρει τὸν λόγον· καὶ οἶδε μὲν εὖ ἔχουσαν τὴν παραίνεσιν (ἐπεὶ οὐκ ἂν ἔπραξεν), ἐπιφέρει δὲ τὴν δυσχέρειαν κατὰ τῶν συμβουλευσάντων.
140
b (BC) T 〈 νῦν δ ’ ἄγε νῆα—βήσομεν : 〉 καὶ ταῖς φωναῖς κυρίως χρῆται, καὶ μίαν τὴν δωρεὰν οὖσαν πολλὰς ἐν τῇ διαιρέσει ποιεῖ.
141-4
ἔστι δὲ ἐν τῷ λόγῳ καὶ τὸ ὁμοιοτέλευτον καλούμενον σχῆμα. b (BC) T τὸ δὲ ἐπιτηδές (142) ὀξυντέον. T 〈 ἐρύσσομεν : 〉 ὅτι τὸ ἐρύσσομεν ἐστὶν ἀντὶ τοῦ ἐρύσωμεν· συνέσταλται γάρ.
A im 〈 ἐς δ ’ ἐρέτας : 〉 διὰ τοῦ ν Ἀρίσταρχος, "ἐν δʼ ἐρέτασ".
142a
A int 〈 ἐρέτας : 〉 κωπηλάτας.
142b
T il ἐπιτηδές : τὸ ἐπιτηδές ὀξυντέον· ἀπὸ τοῦ ἐπιτηδεῖς γάρ, τὰ δὲ ὀνοματικὰ ἐπιρρήματα τὸν αὐτὸν τοῖς ὀνόμασι φυλάσσει τόνον.
142c
b (BC) T θείομεν , ἂν δ ’ αὐτήν : ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν.
ἀναγκαῖος δὲ ὁ περὶ τῆς Χρυσηΐδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο καὶ ὁ λοιμός. A 〈 εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω : 〉 βραχὺ διασταλτέον ἐπὶ τὸ ἀρχό ς , ἵνʼ ᾖ ἀνὴρ βουληφόρος ἀρχὸς ἔστω.
144a
A im 〈 ἀρχός : 〉 ναύαρχος.
144b
T il βουληφόρος : ᾧ τὰ κοινὰ τῆς βουλῆς ἐπαναφέρεται.
144c
b (BCE 4 ) TT il ἐκ τοῦ ἀρχός δὲ τὸν ναύαρχον ἐδήλωσεν. b (BC) T 〈 ἢ Αἴας—ἐκπαγλότα τ ’ ἀνδρῶν :〉 θεραπεύει τοὺς δοκοῦντας σὺν τῷ Ἀχιλλεῖ διὰ τῆς ἀπειλῆς ὑβρίσθαι, παρενθεὶς ἕνεκα τοῦ μὴ δοκεῖν κολακεύειν τὸν Ἰδομενέα, b (BC) T ὅς ἐστι καὶ συγγενὴς αὐτῷ.
145-6
T παραφυλακτέον δὲ ὅτι, ὅτε μὲν ἀτιμάσαι ἀπειλεῖ, προτίθησι τῶν ἀτιμαζομένων τὸν Ἀχιλλέα, b (BC) T "ἢ τεὸν ἢ Αἴαντοσ" (Α 138), T ὅτε δὲ ὑπὲρ Ἑλλήνων θῦσαι ἔδει ἀπελθόντα, τελευταῖον αὐτὸν καταλέγει καὶ μετὰ ὕβρεως, b (BC) T ἐκπαγλότατε (146)· ὑβριστικὸν γὰρ τὸ ἔκπαγλον καὶ ἀεικές. b (BCE 4 ) T 〈 ἠὲ σύ , Πηλείδη : 〉 ἵνα ἢ ἀπελθὼν ἠπιωθῇ, ἢ μὴ ἀπελθὼν αἰτίαν ἔχῃ τοῦ λοιμοῦ. [5]
b (BCE 4 ) T ὄφ ρ ’ ἥμιν : οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν · ἁπλῆ γάρ ἐστιν.
147a1
ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον. A 〈 ἥμιν : 〉 ἐγκλιτέον.
147a2
A il τὸν δ ’ ἄ ρ ’ ὑπόδρα 〈ἰδών 〉 : τὸ σημεῖον ὅτι 〈 *** 〉 εἰκὸς ἦν διαπεπυρῶσθαι τὸν Ἀχιλλέα, ὅτε ἔλεγεν ὁ Ἀγαμέμνων "ἢ τεὸν ἢ Αἴαντοσ" (Α 138).
ὁ δὲ ποιητὴς διαστηματικὸς ὢν οὐκ ἠδυνήθη εἰπεῖν, μέχρις οὗ συγκλείσῃ τὸν Ἀγαμέμνονος λόγον. A ὤ μοι ἀναιδείην : διετύπωσε νέον φιλότιμον, ἥττονα †δικαίου† θυμοῦ, διὰ τοῦ "ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην" (Α 104).
149a
b (BCE 4 ) T 〈 ἀναιδείην〉 ἐπιειμένε : προφανῆ τὴν ἀναίδειαν ἔχων, b (BCE 4 ) T ἀπὸ μεταφορᾶς τῆς ἔξω καὶ πᾶσιν ὁρωμένης ἐσθῆτος.
149b
b (BCE 4 ) ἔστι δὲ φύσει ὁ φιλοχρήματος καὶ ἀναιδής. b (BCE 4 ) T ἐάσας δὲ τὸ γέρας, ὃ ἄνω καὶ κάτω θρυλεῖ, κοινὰς ἀδικίας διέξεισι, φιλοτέχνως τὴν ἰδίαν ὕβριν κοινοποιούμενος καὶ ἐπισείων αὐτῷ τὸ πλῆθος. b (BE 4 ) T κερδαλεόφρον : παροξυτόνως ἡ κλητική. [5]
149c
καὶ καθόλου τὰ παρὰ τὸ φρήν συντεθέντα, εἰς ων καταλήξαντα, ἐπὶ κλητικῆς παροξύνεται, Λυκόφρον, "καρτερόθυμε δαΐφρον" (Ε 277). τὰ δὲ ἄλλα ἐπὶ κλητικῆς ἀναδίδωσι τὸν τόνον, ὁπότε ἐστὶ σύνθετα εἰς ον βαρύτονα, "Ἀγάμεμνον" (Β 362 al.), "ὀλβιόδαιμον" (Γ 182), "κυλλοπόδιον" (Φ 331), "Ποσείδαον" (Υ 115 al.). ἔνθεν παράλογος ἡ Λακεδαῖμον προπερισπωμένη κλητική. A κερδαλεόφρον : ἁπλᾶ μὲν ὄντα μέσα ἐστί, συντιθέμενα δὲ ψόγον δηλοῖ, ὡς ὄψα ἐσθίειν καὶ ὀψοφαγεῖν. [5]
149d
φησὶ γοῦν· "κέρδεά θʼ οἷʼ οὔ πώ τινʼ ἀκούομεν" (β 118). A b (BC) T φυλάσσει δὲ τὸν τόνον τὰ παρὰ τὸ φρήν· τὰ δʼ ἄλλα ἀναπέμπει, οἷον "Ἀγάμεμνον", "δαΐφρον" (Δ 93. Ε 277) δέ, πλὴν τοῦ Λακεδαῖμον. b (BC) T 〈 πῶς τίς τοι : 〉 τοῦτο κατὰ ἀγανάκτησιν, ἤτοι ἐπιτίμησιν. [5]
150
b (B) ἢ ὁδόν : φασὶ μέν τινες περὶ τοῦ πλοῦ λέγειν.
151a
b (BCE 4 ) ἐγὼ δὲ τὸν λόχον φημί, b (BCE 4 ) T ἐπείπερ τὴν ὁδὸν λοχῶσι, T ἵνα τοὺς δύο κινδύνους ὁρίζῃ ἐν ταὐτῷ, ὃν μὲν τῶν ἀριστέων ὡς ἴδιον, ὃν δὲ τῶν ὄχλων ὡς κοινόν, ὡς κἀκεῖ b (BE 4 ) T "οὐδέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ / οὔτε λόχον 〈δʼ〉 ἰέναι σὺν ἀριστήεσσιν" (Α 226—7). b (BCE 4 ) T ἶφι : ἐσχημάτισται οὕτως· ἴς ἰνός ἰνόφι, ὡς χαλκός χαλκοῦ "χαλκόφι" (Λ 351), καὶ κατὰ συγκοπὴν τῆς νο συλλαβῆς ἶφι. [5]
151b
A 〈 αἰχμητάων : 〉 ὁ ἔπαινος τῶν πολεμίων καὶ Ἀγαμέμνονα λυπεῖ καὶ Ἀχιλλεῖ δόξαν φέρει, ὡς ἐπὶ γενναίους στρατεύσαντι.
b (BCE 4 ) T δεῦρο μαχησόμενος : βέλτιον ἐπὶ τὸ δεῦρο διαστέλλειν, ἵνʼ ᾖ ἤλυθεν δεῦρο, 〈 *** 〉 ἐπεὶ σόλοικον ἔσται, τὴν εἰς τόπον σχέσιν δηλοῦντος τοῦ ἐπιρρήματος.
153a
δύναται δʼ ἴσως τις λέγειν ὡς καὶ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ ἐν Ὀδυσσείᾳ (δ 384) "πωλεῖταί τις δεῦρο γέρων ἅλιοσ", σημαίνει δὲ ἀντὶ τοῦ ἀναστρέφεται ἐν τούτῳ τῷ τόπῳ. βέλτιον δέ ἐστι τὸ πρότερον, ἐπεὶ καὶ ἐκεῖ τὴν εἰς τόπον σχέσιν μᾶλλον δηλοῖ ἀντὶ τοῦ παραγίνεται πολλάκις ἐνθάδε. A οὔ τί μοι 〈αἴτιοί εἰσιν 〉 : ἅμα μὲν δηλοῖ ὅτι οὐκ οἰκείαν πρόφασιν τῆς †στρατιᾶς† ἔχει (ἄλλως γὰρ ἂν προβάσης αἰτίας εὐλόγου ἐστράτευσεν, ἢ διὰ βοῦς ἐλαθείσας ἢ διὰ δῃουμένην γῆν, οὐχὶ δʼ ὡς οἱ Ἀτρεῖδαι διὰ πεπορνευκὸς γύναιον), ἅμα δέ γε παρεμφαίνει ὡς βιασθεὶς πρὸς Ἴλιον ἔπλευσεν. [5]
153b
b (BCE 4 ) T οὐ γὰρ πώπο τʼ : οὕτως ὑφʼ ἓν πώποτε Ἀρίσταρχος.
ἀεὶ δὲ τὸ πώποτε ἐν συνθέσει ὂν ἐπὶ παρῳχημένου παραλαμβάνεται, οὐδέποτε δὲ ἐπὶ μέλλοντος. A οὔτε πο τ ’ 〈ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ 〉 : διὰ τούτων ἐξαίρων δὲ τὴν χάριν ἐπαινεῖ τὴν πατρίδα.
155
b (BC) T 〈 ἐπειῆ : 〉 περισπαστέον τὸ〈ν〉 η · ἔστι γὰρ βεβαιωτικός.
156a1
A im ἐπειῆ : καθόλου ὁ η βεβαιωτικὸς περισπᾶται· b (BCE 4 ) T "ἐπειῆ καὶ ἐμέ" (π 442), "ἐπειῆ φατε" (ρ 196).
156a2
T 〈 σκιόεντα : 〉 "σκιόωντα" διὰ τοῦ ω Ἀρίσταρχος.
157a1
A int αἱ Ἀριστάρχου "σκιόωντα".
157a2
T il οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα : ποιὰ ἡ ἐκφώνησις τῶν ἐξ ὀρῶν καὶ γῆς καὶ θαλάσσης διαστημάτων.
157b
διὰ δὲ τῶν ἐπιθέτων τῶν μὲν ὀρέων τὸ ὕψος, τῆς δὲ θαλάσσης ἐδήλωσε τὴν τραχύτητα. b (BCE 4 ) TT inf θάλασσά τε ἠχήεσσα : ὁ λόγος· οὐδέποτε—μήτε ἀστυγείτονα. A ὦ μέ γ ’ ἀναιδές : μεταξὺ τῆς δικαιολογίας ἐντίθησι τὸ ἄτιμον, τοῦ θυμοῦ τὰς βλασφημίας παραφωνοῦντος. [5]
b (BCE 4 ) T τιμὴν ἀρνύμενοι : ὅτι Ζηνόδοτος γράφει "τιμὴν ἀρνύμενοσ", καὶ τὸν ἑξῆς ἠθέτηκεν.
ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς τιμωρίας κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλʼ ἀντὶ τοῦ εἰσπραττόμενος παρὰ Τρώων. A τιμὴν ἀρνύμενοι〈— / πρὸς Τρώων 〉 : τὴν παρὰ τῶν Τρώων ἐκδίκησιν ἀπαιτοῦντες Μενελάῳ.
159-60
λεληθότως δέ φησιν ὅτι ταῦτα πάσχομεν οἱ διὰ σέ, Μενέλαε, στρατεύσαντες. b (BCE 4 ) T πρὸς Τρώων τῶν οὔ τι μετατρέπῃ : τινὲς ἐπὶ τὸ Τρώων στίζουσι, καὶ τὸ ἐπιφερόμενον μόριον ἐπὶ τὰ προειρημένα πράγματα, οὐ〈κ〉 ἐπὶ τοὺς Τρῶας ἔχειν τὴν ἀναφορὰν βούλονται.
160a
ἐὰν μέντοι ἐπὶ τὸ Τρώων ἀναφέρηται 〈καὶ〉 ἀντὶ ὑποτακτικοῦ τοῦ ὧν κέηται, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Τρώω ν , ὡς ἐπὶ τοῦ "οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖσ" (Α 2). A τῶν οὔ τι μετατρέπῃ οὐ δ ’ ἀλεγίζεις : ἤτοι τῶν πεπραγμένων εἰς τὴν σὴν χάριν, ἢ τῶν ἀκολουθησάντων. [5]
160b1
δύναται δὲ καὶ ὑπὲρ τῶν Τρώων ἀκούεσθαι, ἵνʼ ᾖ ὧν οὐκ ἀλεγίζεις, τῶν ἐπικειμένων πολεμίων. A τῶν οὔτι μετατρέπῃ : τῶν ἀκολουθησάντων· ἢ τῶν προπεπονημένων· ἢ τῶν Τρώων, ὧν ἀμελήσας περὶ παλλακιδίου διαλέγῃ.
160b2
b (BCE 4 ) T καὶ δή μοι γέρασ〈—Ἀχαιῶν 〉 : ὃ ἄλλοι δικαίως ἐδωρήσαντο (ἔκαμον γάρ), σὺ ἀπειλεῖς ἀφαιρήσεσθαι.
161-2
b (BC) T 〈 ἐμόγησα : 〉 Ἰακῶς τὸ ἐμόγησα αἱ Ἀριστάρχου.
A int 〈 ἔχω γέρας ὁππό τ ’ Ἀχαιοί : 〉 ὅτι Ζηνόδοτος γράφει "οὐδʼ ὅτʼ Ἀχαιοί".
163a
ἠγνόηκε δὲ ὅτι ἤλλακται τὸ ἔχω ἀντὶ τοῦ ἔσχον. A im ἔχω : ἀντὶ τοῦ ἔσχον.
163b
ἐναργοῦς δὲ ἀπαγγελίας τὰ γεγονότα ὡς γινόμενα ἀπαγγέλλειν. b (BC) T Τρώων ἐκπέρσω ς ’ 〈εὖ ναιόμενον πτολίεθρον 〉 : ὅτι φανερὸν ἐκ τούτου, ὡς καὶ ἐν τοῖς ἐπάνω (sc.
ad Α 129), ὅτι περί τινος τῶν περιχώρων ἐστὶ πόλεων ὁ λόγος. καὶ ὅτι ὁ χρόνος ἤλλακται, ἐκπέρσωσι〈ν〉 ἀντὶ τοῦ †ἐκπέρσουσι. A 〈 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο / χεῖρες ἐμαὶ διέπου ςʼ : 〉 τὰ ἑαυτοῦ ἀνδραγαθήματα ἐπὶ τοὺς ἀκούοντας φέρει, ὑποθωπεύων τοὺς παρόντας, ἐπεὶ ὅταν μόνος ᾖ δικαιολογούμενος πρὸς τοὺς πρέσβεις, ἀποτομώτερον φέρεται καί φησι· "δώδεκα δὴ σὺν νηυσὶ πόλεισ" (Ι 328). [5]
165-6
b (BC) T 〈 ἀλλὰ τὸ μὲν πλεῖον—σοὶ τὸ γέρας πολὺ μεῖζον : 〉 ἐξ ἐπιδρομῆς τῶν ἰδίων κατορθωμάτων μνησθεὶς εὔνοιαν, οὐκ ἀπέχθειαν παρὰ τῶν ἀκουόντων ἐπηγάγετο.
165-7
ἄκρα δὲ Ἀγαμέμνονος πλεονεξία, ὃς ἐν τῷ δασμῷ τὸ δίκαιον ὑπερβαίνων οὐδὲ τούτῳ ἀρκεῖται. b (BC) T 〈 ἤν ποτε δασμὸς ἵκηται : 〉 ὡς οὐκ ἀεὶ αὐτοῦ διανέμοντος, ἀλλὰ πάντα πολλάκις σφετεριζομένου. [5]
b (BC) T ὀλίγον τε φίλον τε : φίλον διὰ τὸ ἐξ ἰδίων εἶναι κατορθωμάτων· αὕτη γὰρ ἡ κτῆσις εὐφραίνει, ἡ δὲ ἐναντία ἐλέγχει.
ἐλεύθερον δὲ τὸ μὴ διὰ χρήματα, ἀλλὰ διʼ ἀρετὴν πονεῖν. b (BCE 4 ) T ἔρχο μ ’ ἔχων ἐπὶ νῆας , ἐπὴν κεκάμω : ὅτι δύναται ὑφʼ ἓν κεκάμω, δύναται 〈δὲ〉 καὶ χωρὶς τοῦ κε .
168a
καὶ ὅτι ἤλλακται ὁ χρόνος, ἔρχομαι ἀντὶ τοῦ ἠρχόμην. A 〈 ἐπὴν κεκάμω : 〉 Ἀρίσταρχος γράφει "ἐπεί κε κάμω", ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν τῷ ῥήματι.
168b
καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. οὕτω δὲ καὶ Ἡρωδιανὸς (2,24,24), φάσκων ὅτι "τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς ʼἐπήν κεʼ γράφουσι." A ἐπήν κε 〈κάμω 〉 : Ἡρωδιανὸς μὲν καὶ Ἀρίσταρχος "ἐπεί κε" γράφουσιν. [5]
168c
οἱ δὲ γράφοντες ἐπήν τὸ "κεκάμω" ὑφʼ ἓν ἀναγινώσκουσιν, ὡς τὸ "λελάχωσι" (Η 80 al.) καὶ †πεπίθονται†, ὅπερ καὶ ἄμεινον. εἰσὶ δὲ πολλάκις καὶ ἄμφω σύνδεσμοι, ὡς τὸ "ἃς οὔτʼ ἄν κεν Ἄρησ" (Ν 127). b (BC) T 〈 Φθίην δʼ : 〉 οὕτως σὺν τῷ δ αἱ Ἀριστάρχου, Φθίην δ έ . [5]
169a
καὶ ἡ Ζηνοδότου †ὁμοίως. A im 〈 νῦν δ ’ εἶμι Φθίην δέ : 〉 νῦν δὲ ἄπειμι εἰς τὴν Φθίαν.
169b
ἐκφοβῶν τὸν βασιλέα τοῦτό φησι. b (C) νῦν δ ’ εἶμι Φθίην δέ〈—ἐνθά δ ’ ἄτιμος ἐών 〉 : ὁ νοῦς ὑπερβατόν· νῦν δʼ εἶμι Φθίην δὲ σὺν νηυσὶ κορωνίσιν, ἐνθάδʼ ἄτιμος ἐών, ἐπειῆ πολὺ φέρτερόν ἐστιν.
169-71
οὐχ ὑπολαμβάνω δέ σέ φησιν ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πλοῦτον πολὺν σχεῖν. A 〈 οὐδέ ς ’ ὀΐω : 〉 οὐδέ σοι τὸ τέλειον.
170
T il 〈 ἄτιμος ἐών : 〉 ὅτι πτῶσις ἐνήλ〈λ〉ακται· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνομαστικῇ, ἀντὶ τοῦ οὐχ ὑπονοῶ δὲ ἐνθάδε σε ἐμοῦ ὄντος 〈ἀτίμου〉 πλουτήσειν.
171a
A int 〈 ἄφενος καὶ πλοῦτον ἀφύξειν : 〉 πικρῶς φησι σκοπὸν συναγωγῆς χρημάτων αὐτῷ τὸν πόλεμον ἐξευρεῖν.
171b
b (BC) T ἄφενος καὶ πλοῦτον : ἄφενος καλεῖται—ἀπὸ πολλῶν. A φεῦγε μά λʼ : διασταλτέον βραχὺ ἤτοι ἐπὶ τὸ φεῦγε ἢ ἐπὶ τὸ μάλα · ἢ γὰρ φεῦγε μάλα, ἢ εἴ τοι μάλα θυμὸς ἐπέσσυται, εἰ λίαν ὥρμησαι.
173a
ἢ τάχα περιττεύει τὸ μάλ α . A φεῦγε μά λʼ : τὴν ὑποχώρησιν φυγὴν ὀνομάζει καταισχύνων αὐτόν.
173b
b (BCE 4 ) T γράφεται δὲ καὶ "ἦ τοι θυμὸς ἐέλδεται". T θυμός : τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ—ἐπίφρονι βουλῇ. A 〈 ἔγωγε : 〉 οὕτως προπαροξυτονητέον τὸ ἔγωγ ε , ἵνʼ ᾖ ἕν.
173c
A im οὐδέ ς ’ ἔγωγε / λίσσομαι εἵνε κ ’ ἐμοῖο μένειν · πά ρ ’ ἔμοιγε καὶ ἄλλοι : ταπεινὸν γὰρ ἦν τὸ δεῖσθαι μένειν· οὐκ ἂν γὰρ ἐπένευσε δεομένου.
173-4
τὸ δὲ ἔμοιγε (174) προπαροξυτόνως ὡς ἔγωγε. b (BC) T T sup πά ρ ’ ἔμοιγε : τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυτονητέον.
καὶ καθόλου ὁπότε σημαντικαί εἰσι ῥημάτων αἱ προθέσεις, τοῦτον τὸν τόνον ἀναδέχονται· "ἐπεὶ οὔ τοι ἔπι δέοσ" (Α 515), "οὐ γὰρ ἔπʼ ἀνήρ / οἷος Ὀδυσσεύσ" (β 58—9). τὴν δὲ ἔμοιγε προπαροξυτονητέον· ἔστι γὰρ Ἀττικὴ ὡς καὶ ἡ ἔγωγε. A 〈 οἵ κέ με τιμήσουσι : 〉 ὅτι περισσὸς ὁ κέ σύνδεσμος, ἢ τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν. [5]
175a
A int οἵ κέ με τιμήσουσι : καὶ "τιμήσωσι".
175b
T οὐχ ὁμοτιμίαν μὲν αὐτοῖς ἐνέδωκεν, οὐκ εἶπε δὲ πάλιν ὑπηρετήσουσι. προσάγεται οὖν διὰ τῶν λόγων τούτων τὸ πλῆθος. b (BC) T μάλιστα δὲ μητίετα Ζεύς : ὡς καὶ τὸ "ἐκ δὲ Διὸς βασιλῆεσ" (Hsd.
175c
th. 96). T θαρσύνει δὲ τοὺς ἄλλους, παρατιθεὶς αὐτοῖς τὸν Δία ἀντὶ Ἀχιλλέως. τῇ δὲ πρὸς τὸν θεὸν κοινωνίᾳ οὐχ ὑπηρέτας αὐτοὺς πεποίηκεν, εἰς δὲ τὴν ἰσόθεον εὐεργεσίαν ἐξῆρε τοὺς Ἕλληνας. b (BC) T T sup 〈 μητίετα : 〉 οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. [5]
175d
καὶ ἴσως πλεονασμός ἐστι τοῦ ε . A im οἵ κέ με τιμήσουσι , μάλιστα δὲ μητίετα Ζεύς : Βοιωτῶν καὶ Αἰολέων—ἐπὶ τῆς εὐθείας εἰς α λήγει. A μητίετα : τὰ εἰς ης βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ ς κατὰ γενικήν, παροξυνόμενα, ἐν τῇ κλητικῇ φυλάττει τὸν τόνον. [5]
175e
σεσημείωται τὸ δέσποτα καὶ "εὐρύοπα" (Ε 265. Θ 442 al.) καὶ μητίετ α. A T t 〈 ἔχθιστος : 〉 ὅτι ὑπερθετικῷ ἀντὶ ἁπλοῦ ἐχρήσατο.
A int διοτρεφέων : τῶν σὺν Διὸς γνώμῃ—ἐκ δὲ Διὸς βασιλῆες. A 〈 αἰεὶ γάρ τοι ἔρις : 〉 ὅτι ἐνταῦθα 〈οὐκ〉 ὀρθῶς κεῖται, ἐν δὲ τῇ †ὀδυσσείᾳ οὔ†.
177a
A αἰεὶ γάρ τοι ἔρις τε : τὰ πλεονεκτήματα τοῦ ἀνδρὸς εἰς ὀνείδη μεθίστησιν, ὡς εἴ τις τὸν ἀνδρεῖον βίαιον καλεῖ καὶ τὸν σιωπηλὸν δόλιον.
177b
b (BC) T τὸ δὲ "ἔχθιστοσ" (Α 176) ἀναγνωστέον ὡς τὸ "δικαιότατος Κενταύρων" (Λ 832). T εἰ μάλα καρτερός ἐσσι〈—Μυρμιδόνεσσιν ἄνασσε 〉 : ἐπὶ τὸ ἐσσί (178) ὑποστικτέον, ἵνα στίζωμεν κατὰ τὸ τέλος τοῦ στίχου, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς προφερώμεθα, οἴκα δ ’ ἰών (179).
178-80
ἢ ὑποστικτέον καὶ ἐπὶ τὸ ἔδωκεν (178) ἀνυποκρίτως, ὡς διὰ μέσου τὸ ἡμιστίχιον ἀναφωνεῖσθαι καὶ τὸ ἑξῆς εἶναι· εἰ μάλα καρτερός ἐσσ ι , οἴκα δ ’ ἰών (178—9). A θεός πού σοι τό γ ’ ἔδωκε : εὐτυχίαν, οὐκ ἀρετὴν ἰδίαν αὐτῷ μαρτυρεῖ. [5]
b (BCE 4 ) TT sup πιθανῶς δὲ ἐπὶ μὲν τοῦ Ἀχιλλέως ἀορίστως ἔφη τὸ θεός, ἐπὶ δὲ αὑτοῦ ὡρισμένως φέρει τὸν Δία (cf. Α 175). b (BC) T T sup 〈 Μυρμιδόνεσσιν ἄνασσε : 〉 φασὶν Αἰγίνης τῆς Ἀσωποῦ ἐρασθῆναι τὸν Δία καί τῳ τῶν φίλων παρεικασθῆναι, καὶ εἰς Φλιοῦντα διακομίσαι, καὶ εἶθʼ οὕτως αὐτῇ μιγῆναι.
180
ἀδημονοῦντος δὲ τοῦ ἐκεῖσε βασιλεύοντος διὰ τὴν τῶν ἐνοικούντων σπάνιν, λέγουσι τὸν Δία τοὺς αὐτόθι μύρμηκας ἀνδρωθῆναι ποιῆσαι, τοῦ βασιλέως Αἴγιναν αἰτησαμένου καὶ αὐτῆς τὸν Δία παραπεισάσης. ἔνθεν τοὺς Μυρμιδόνας μυθολογοῦσι γενέσθαι. b (BC) Μυρμιδόνεσσιν ἄνασσε : Αἴγιναν τὴν Ἀσωποῦ— Μυρμιδόνες ἐκλήθησαν. A 〈 οὐ δ ’〉 ὄθομαι : οὐ ταράσσομαι, παρὰ τὸν ὄτοβον τὸν τάραχον. [5]
T ἀπειλήσω δέ τοι ὧδε〈—Ἀπόλλων 〉 : στικτέον ἐπὶ τὸ ὧδε (181) καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλλων (182), ἵνα ἀπʼ ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔ μ ’ ἀφαιρεῖται (182).
181-2
A ὡς ἔ μ ’ ἀφαιρεῖται 〈Χρυσηΐδα Φοῖβοσ 〉 : πιθανῶς οὐχ ὑπὸ τῶν Ἑλλήνων φησὶν ἀφαιρεῖσθαι τὸ γέρας, ἵνα μὴ ὕποπτος γένηται ὡς μισῶν αὐτούς, διότι ἀποδίδωσιν, οὐδὲ ὑπὸ Ἀχιλλέως, ἵνα μὴ οἱ Ἕλληνες Ἀχιλλεῖ χάριν ἔχωσιν· ἀλλʼ ὑπὸ τοῦ θεοῦ ἀφαιρεῖσθαί φησιν, ὡς οὐκ ἀνθρώπων ἥττων, ἀλλὰ θεοῦ γενόμενος. [5]
εὖ δὲ καὶ τὸ καθʼ ἑαυτὸν ηὔξησεν, ὡς τοσοῦτον Ἀχιλλέως προὔχων ὅσον τοῦ θεοῦ ἀπολείπεται. b (BCE 4 ) T σὺν νηΐ τ ’ ἐμῇ 〈καὶ ἐμοῖς ἑτάροισι 〉 : ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν, ὡς οὐ γνωριοῦντος τοῦ θεοῦ τὸν αἴτιον τῆς ἀποστολῆς.
b (BCE 4 ) T οὗτος ὁ λόγος ἤδη ἀποτέθειται τῶν φίλων τὸν Ἀχιλλέα. b (BC) T 〈 ἄγω : 〉 ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι.
A im ἐγὼ δέ κ ’ ἄγω Βρισηΐδα καλλιπάρῃον / αὐτὸς ἰὼν κλισίην δέ : ἐπειδὴ τὸ ἐγώ (184) ἠδύνατο καὶ διὰ θεραπόντων νοεῖσθαι, b (BCE 4 ) T προσέθηκε τὸ αὐτὸς ἰών (185).
184-5
T ὁμοία δέ ἐστιν ἡ ἀπειλὴ τῇ "τὴν δʼ ἐγὼ οὐ λύσω" (Α 29). b (BCE 4 ) T αὐτὸς ἰὼν κλισίην δὲ 〈τὸ σὸν γέρας , — ἶσον ἐμοὶ φάσθαι 〉 : βραχὺ διασταλτέον ἐπὶ τὸ γέρας (185) καὶ σέθεν (186) καὶ φάσθαι (187)· ἐπανάληψις γάρ ἐστιν ὑποτακτικοῦ μέρους.