Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Scholia: Scholia on Thucydides

Library › Greek: Grammar & Reference › Scholia on Thucydides

These are the scholia on Thucydides, the notes preserved in medieval manuscripts of his History of the Peloponnesian War, covering all eight books. They begin with the opening sentence, noting why the historian names himself, and then explain difficult words and constructions, supply the grammatical sense of compressed passages, identify places and persons, and comment on rhetorical technique in the speeches. Manuscript sigla indicate where each note is found.

Thucydides' Greek is notoriously dense, and ancient and Byzantine readers relied on notes like these to understand it. The scholia preserve early interpretations and some variant readings, and they remain a practical aid for readers of the History and a record of how Thucydides was studied as a model of style.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Hude, Scholia in Thucydidem (Teubner 1927)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Scholia on Thucydides
Scholia · Book 1, part 1 · every word parsed
1.1
Ὧδε τὸ προοίμιον BGm Θουκυδίδης Ἀθηναῖος : πάντως μέμνηται τοῦ οἰκείου ὀνόματος κατʼ ἀρχάς, ἀντιδιαστέλλων ἑαυτὸν τῶν ὁμωνύμων ἐν τοῖς ἔτεσιν m ʃ ἅμα μὲν τῆς αὐτῆς αἰτίας ἕνεκεν, ἅμα δὲ καὶ τοῦ μὴ ἕτερόν τινα τὸ αὐτοῦ σφετερίσασθαι σύνταγμα m ʃ τὸ πρόσωπον A ξυνέγραψε : ἐστιν ἄλλο γράψαι καὶ ἄλλο ξυγγράψαι· τὸ μὲν γὰρ ἐπὶ ἑνὸς πράγματος λέγεται, τὸ δὲ ξυγγράψαι ἐπὶ πολλῶν ABFm ʃ ξυγγράψαι τὸ μετʼ ἐπιμελείας καὶ σπουδαίως συντάξαι, γράψαι δὲ καὶ τὸ ἁπλῶς καὶ τὸ μὴ ἐπιμελῶς τὴν ἀλήθειαν ἀνευρεῖν m τὸν πόλεμον : τὸ πρᾶγμα AF ὡς ἐπολέμησαν : ὁ τρόπος ABFG πρὸς ἀλλήλους : καὶ ὁ πρὸς Ξέρξην πόλεμος τῶν αὐτῶν ἦν, ἀλλʼ οὐ πρὸς ἀλλήλους· διὸ οὐ μάτην πρόσκειται ABFm ἀρξάμενος : ὁ χρόνος ABF καθισταμένου : ἀντὶ τοῦ συνισταμένου ABFm ʃ κατάστασιν καὶ ἀρχὴν λαμβάνοντος m ἐλπίσας : ἡ αἰτία ABFGm ʃ τὸ ἐλπίσας οὐ μόνον ἐπὶ τοῦ ἀγαθοῦ, ἀλλʼ ἁπλῶς ἐπὶ τῇ τοῦ μέλλοντος ἐκβάσει λέγεται ABFm μέγαν : ἢ τῷ χρόνῳ ἢ τοῖς πράγμασιν A (marg.) a (interl.) BFm ἀξιολογώτατον : ἄξιον λόγου καὶ συγγραφῆς am ʃ ἀξιολογώτατος ὁ πλείστου λόγου ἄξιος καὶ οἷον μέγιστος καὶ λαμπρότατος Patm. ἀκμάζοντες : προθυμούμενοι f ἀκμάζοντες κτ ἑ. : ἀντὶ τοῦ ἤκμαζον. ᾖσαν : μετὰ σπουδῆς ἐπορεύοντο A (marg.) a (interl.) Bg παρασκευῇ τῇ πάσῃ : πῶς 〈ἤκμαζον〉 ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, εἴ γε τοῖς Πελοποννησίοις χρημάτων ἐνέδει; m τὸ ἄλλο Ἑλληνικόν : οἷον Κερκυραῖοι, Κορίνθιοι καὶ οἱ τοιοῦτοι AB ξυνιστάμενον πρὸς ἑκατέρους : εἰς σύστασιν καὶ εἰς βοήθειαν ἑκατέρων κινούμενον. τὸ μὲν εὐθύς : ἅμα τῷ ἄρξασθαι τὸν πόλεμον. δὴ : τὸ δὴ ἀντὶ τοῦ πάνυ ABF τῶν βαρβάρων : Θρᾷκας λέγει καὶ Πέρσας· οἱ μὲν γὰρ μετὰ Σιτάλκου συνεμάχουν Ἀθηναίοις, οἱ δὲ μετʼ Ἀρταξέρξου καὶ Δαρείου ὕστερον τοῖς Λακεδαιμονίοις ABFm ἐπὶ πλεῖστον ἀνθρώπων : διὰ τὰ Σικελικά am τὰ γὰρ πρὸ αὐτῶν : τὰ Μηδικὰ καὶ τὰ Τρωικά ABFGm τὰ ἔτι παλαίτερα : τὰ ἐξ οὗ ἄνθρωποι ABFG ξυμβαίνει : ἀντὶ τοῦ συνάγεται καὶ συγκεφαλαιοῦται· τὸ δʼ ἐπὶ μακρότατον ἀντὶ τοῦ ἐπὶ πολὺ καὶ συνεχῶς καὶ ἐπιμελῶς κεῖται ABF ἐς τὰ ἄλλα : κατασκευῇ B ʃ οἷον τὰς ἐκλείψεις καὶ τοὺς σεισμούς ABF ʃ ἤγουν εἰς τὴν κατὰ γῆν καὶ θάλασσαν τοῦ πολέμου παρασκευήν g φαίνεται κτ ἑ. [10]
2.1
: οὐ βεβαίως ὑπὸ τῶν παλαιῶν ἀνθρώπων. ἢ μᾶλλον οὕτως· φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη ABF ʃ πρὸ τούτου γὰρ κατὰ μέρος καὶ κατὰ ἔθνη ἐκαλεῖτο. τὸ δὲ σχῆμα τοῦ ὁμοιοκαταλήκτου Γοργίειον καλεῖται ABFm μεταναστάσεις : μετοικήσεις· φαίνονται δηλονότι. ῥᾳδίως : ἀπὸ κοινοῦ τὸ φαίνονται. πλειόνων : οὐκ εἶπεν ὑπὸ δυνατῶν, ἵνα μὴ ἐπαινέσῃ ABm τῆς γὰρ ἐμπορίας : τῆς κατὰ θάλατταν πραγματείας. [5]
2.2
οὐ δ ’ ἐπιμιγνύντες ἀδεῶς : ἐπεμίγνυντο μὲν οὐκ ἀδεῶς δέ ABF νεμόμενοί τε κτ ἑ. : ἡ περιοχὴ τοῦ λόγου καὶ ἡ σύνταξις τοιαύτη. νεμόμενοι τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν, καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὐδὲ γῆν φυτεύοντες, ἀλλὰ σπείροντες, καὶ ἁπλῶς εὐμετακόμιστοι ὄντες πρὸς τὸ μετανίστασθαι· ὅ ἐστιν, οὐ χαλεπῶς ἀνίσταντο, ἀλλʼ εὐχερῶς δηλονότι ABFm ʃ ὁ δὲ νοῦς ἀντιπίπτοντος λόγου. ἵνα γὰρ μή τις εἴποι· καὶ πόθεν ἔμελλον εὐπορεῖν τροφῆς ἀπολείποντες εὐχερῶς τὰς πατρίδας; φησὶν ὅτι ἐνόμιζεν ἕκαστος τῆς ἀναγκαίου τροφῆς ἐπικρατεῖν καὶ ἐπιτυγχάνειν ὁποιδήπου γένοιτο γῆς AB ἀποζῆν : ἀποζῆν ἐστι τὸ εὐτελῶς ζῆν, ζῆν δὲ τὸ μετὰ τρυφῆς ζῆν. λέγει δὲ τὴν ἐφήμερον τροφήν ABFG ʃ ἀποζῆν τὸ τὴν ἐφήμερον καὶ ἀρκοῦσαν ἔχειν τροφήν Patm. ʃ μετρίως ζῆν. περιουσίαν : περιουσία ἐστὶν ἡ περιττὴ οὐσία, οὐσία δὲ ἡ σύμμετρος ABF οὐδὲ γῆν φυτεύοντες : ἀλλὰ μόνον σπείροντες ABF ἄδηλον ὄν : ἀντὶ τοῦ ἀδήλου ὄντος. Ἀττικὸν δὲ τὸ σχῆμα f ἀναγκαίου : σημείωσαι τὸ σχῆμα· ἔδει γὰρ εἰπεῖν ἀναγκαίας ABm ʃ Ἀττικὸν ἀντὶ τοῦ τῆς ἀναγκαίας g τῇ ἄλλῃ παρασκευῇ : τῇ ὁπλικῇ ABF τὰς μεταβολὰς τῶν οἰκητόρων εἶχεν : τὸ εἶχεν ἀντὶ τοῦ ἐδυστύχει καὶ ἐνόσει· ὁ δὲ Ἄντυλλος ἐξηλλάχθαι λέγει τὴν φράσιν ἀντὶ τοῦ μετέβαλλε τοὺς οἰκήτορας ABF ἥ τε νῦν Θεσσαλία καλουμένη : πρότερον γὰρ Ἠμαθία ἐκαλεῖτο BFg ʃ Αἱμονία B τὰ πολλὰ : ἀντὶ τοῦ πάντα· εἴωθε δὲ τοῦτο ποιεῖν ὁ Θουκυδίδης Bg ὅσα ἦν κράτιστα : ὅση ἦν ἀρίστη. [5]
2.4
αἵ τε δυνάμεις : τὰ στρατεύματα. τισὶ ἐγγιγνόμεναι : τὸ σχῆμα ὑπερβιβασμὸς ἀντὶ τοῦ ἔν τισι γινόμεναι B στάσεις ἐνεποίουν ? : ἠξίουν γὰρ αὐτῶν ἄρχειν οἱ δυνατώτεροι AB τὴν γοῦν Ἀττικὴν κτ ἑ.
2.5
: ἡ σύνταξις ἐν ὑπερβατῷ· τὴν γοῦν Ἀττικὴν ἐκ τοῦ ἐπὶ πλεῖστον ἀστασίαστον εἶναι διὰ τὸ λεπτόγεων ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἢ οὕτως· τὴν γοῦν Ἀττικὴν ἐκ παλαιοῦ χρόνου ἄνθρωποι ᾤκουν οἱ αὐτοὶ ἀστασίαστον οὖσαν διὰ τὸ λεπτόγεων AB ἐκ τοῦ ἐπὶ πλεῖστον : ἐξ ἀρχῆς. οὖσαν : ἀντὶ τοῦ εἶναι AB οἱ αὐτοὶ αἰεί : τῷ γένει δηλονότι· οὐ γὰρ ἦσαν ἀθάνατοι ABg παράδειγμα : ἀντὶ τοῦ σημεῖον ABFG ʃ ἀπόδειξις g παράδειγμα κτ ἑ. [5]
2.6
: διχῶς ὁ νοῦς· οἱ μὲν οὕτως· σημεῖον δὲ τοῦ τὴν Ἀττικὴν ἀεὶ τοὺς αὐτοὺς οἰκεῖν τὸ κατὰ μὲν τὰ ἄλλα πράγματα μὴ αὐξηθῆναι, οἷον πλοῦτον καὶ ὅπλα, κατὰ δὲ τὸ πλῆθος τῶν ἀνδρῶν μεγάλην γενέσθαι· ἄλλοι δὲ οὕτως· σημεῖον δέ μοι ἔστω παντὸς τοῦ προειρημένου λόγου, τοῦ τὰς ἀρίστας τῶν γῶν μεταβάλλειν τοὺς οἰκήτορας, τὸ τὴν Ἑλλάδα κατὰ τὰ ἄλλα αὑτῆς μέρη μὴ ὁμοίως τῇ Ἀττικῇ αὐξηθῆναι τῷ πλήθει τῶν ἀνδρῶν ABf ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος κτ ἑ. : ἡ σύνταξις οὕτως· ἐκ γὰρ τῆς ἄλλης Ἑλλάδος ἐκπίπτοντες οἱ δυνατώτατοι παρʼ Ἀθηναίους ἀνεχώρουν ὡς βεβαίας οὔσης τῆς οἰκήσεως AB πολέμῳ ἢ στάσει : πόλεμος ὁ τῶν ἀλλοτρίων, στάσις ἡ ἐμφύλιος ABg οἱ δυνατώτατοι : οἷον Ἡρακλεῖδαι καὶ Μεσσηνίων οἱ περὶ Μέλανθον AB πολῖται γιγνόμενοι : οἱ γὰρ Ἀθηναῖοι τὸ παλαιὸν εὐθὺς μετεδίδοσαν πολιτείας, ὕστερον δὲ οὐκέτι, διὰ τὸ πλῆθος ABG ἐς Ἰωνίαν : τοὺς μετὰ Νηλέως τοῦ Κόδρου λέγει· καὶ γὰρ τὰ ῥηθέντα ταὐτὸ βούλονται λέγειν ὅτι ἀσθενὴς ἦν ἡ Ἑλλὰς τὴν ἀρχήν AB ʃ τὸ σχῆμα προληπτικόν. προληπτικὸν δέ ἐστι σχῆμα, ὅταν τὸ συμβὰν ὕστερον προλαβόντες καλέσωμεν. ὃ γὰρ συνέβη μετὰ τὴν οἴκησιν τῶν ἀνδρῶν (λέγω δὲ τὸ κληθῆναι Ἰωνίαν), τοῦτο αὐτὴν προσηγόρευσε πρὶν ἐκπεμφθῆναι τοὺς ἄνδρας, προδιδοὺς καὶ προχαριζόμενος τὴν προσηγορίαν ταύτην τῇ χώρᾳ. οὐ γὰρ οὔσης πρὸ τούτου τῆς Ἰωνίας ἀπέστειλαν ἐκεῖσε τὸν ὄχλον οἱ Ἀθηναῖοι, ἐφʼ ᾧ κτίσαι καὶ οἰκῆσαι τὴν γῆν, καὶ οἱ πεμφθέντες κατοικῆσαι οὕτω καλεῖσθαι τὴν χώραν παρεσκεύασαν ὕστερον. τοῦτο δὲ καὶ Ἀριστείδης ἐν τῷ Παναθηναϊκῷ (p. 169 Canter.) ἐποίησεν εἰπών· λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς. ὁ δὲ νοῦς οὕτως· πολλῶν καταφευγόντων εἰς τὴν Ἀττικὴν διὰ τὸ ἀσφαλὲς εἶναι τὸ χωρίον τοσοῦτον ἐγένετο πλῆθος, ὥστε τῆς Ἀττικῆς στενοχωρουμένης καὶ μὴ οὔσης ἱκανῆς τρέφειν τὸν ὄχλον ἀνάγκη γέγονε μερίσαι τὸ πλῆθος καὶ εἰς ἀποικίαν ἐκπέμψαι. οὗτος δὲ προληπτικῶς χρησάμενος εἶπεν· εἰς Ἰωνίαν ἔπεμψαν ABFGM ʃ τὴν νῦν δηλονότι καλουμένην Ἰωνίαν ἀπʼ Ἴωνος τοῦ τῆς ἀποικίας ἡγησαμένου υἱοῦ Ἀπόλλωνος g οὐχ ἥκιστα : ἀντὶ τοῦ μάλιστα. [35]
3.2
εἶχεν : ἀντὶ τοῦ ἔχειν ABF Δευκαλίωνος : Ἑκαταῖος ἱστορεῖ ὅτι Δευκαλίων τρεῖς παῖδας ἔσχε, Πρόνοον, Ὀρεσθέα καὶ Μαραθώνιον, Προνόου δὲ τὸν Ἕλληνά φησι γενέσθαι ABG καὶ πάνυ οὐδὲ εἶναι : ἀντὶ τοῦ οὐδʼ ὅλως εἶναι ABFG εἶναι .. . παρέχεσθαι : ἀπὸ κοινοῦ τὸ δοκεῖ μοι ABF ἄλλα τε : οἷον Θεσσαλοί, Βοιωτοί, Ἀργεῖοι ABFG ἐπὶ πλεῖστον : ἢ ἐπὶ πλεῖστον μέρος τῆς Ἑλλάδος ἢ ἐπὶ πλεῖστον χρόνον ἐκλήθησαν Πελασγοί ABFG ἀ φ ’ ἑαυτῶν τὴν ἐπωνυμίαν παρέχεσθαι : καλεῖσθαι δηλονότι Πελασγούς g ʃ τουτέστι τοῖς ἰδίοις ὀνόμασιν ἐχρῶντο. τῶν παίδων αὐτοῦ : Ἕλληνος παῖδες Δῶρος, Ξοῦθος, Αἴολος, ὥς φησι καὶ Ἡσίοδος (fragm. 27, 2 ed. Rzach.)· Δῶρόν τε Ξοῦθόν τε καὶ Αἴολον ἱππιοχάρμην ABFGM ἐπαγομένων : ἀμφίβολον τίς τίνα ἐπηγάγετο, πότερον οἱ Ἕλληνος παῖδες τοὺς ἄλλους ἢ οἱ ἄλλοι τούτους ABFM ὠφελίᾳ : ὠφέλειαν εἴωθεν ὁ Θουκυδίδης τὴν συμμαχίαν καλεῖν ABF κα θ ’ ἑκάστους : κατὰ μέρος, οὐ πάντας ὁμοῦ AFG ἤδη : ἀντὶ τοῦ πάνυ AB ʃ ἀντὶ τοῦ δή F τῇ ὁμιλίᾳ : ὁμιλίαν τὴν διάλεξιν, οὐ τὴν συναναστροφήν, ὡς ἑξῆς ἐρεῖ· ξυνίεσαν γὰρ ἀλλήλων ἀντὶ τοῦ ἤκουον ABGM οὐκ ἀπὸ γραφῆς καὶ δόξης ἁπάντων, ἀλλʼ ἐκ τῆς τῶν ἐπιχωρίων ὁμιλίας. πολλοῦ γε χρόνου : οὕτως λέγουσιν οἱ Ἀττικοί· πολλῶν ἡμερῶν οὐκ εἶδόν σε, ἀντὶ τοῦ ἐν πολλαῖς ἡμέραις ABFM ʃ ἐκ g ἐκνικῆσαι : ἀντὶ τοῦ ἐπικρατῆσαι· τὸ δὲ πᾶσι κατὰ πάντων· καὶ τὸ πολλοῦ γε χρόνου ἀντὶ τοῦ ἐν πολλῷ χρόνῳ Ἀττικῶς, οἷον ἐν πολλῷ γε μέντοι χρόνῳ οὐκ ἐδύνατο καὶ ἅπασιν ἐκνικῆσαι τὸ ὄνομα τοῦτο, ἀλλʼ ἐν πάνυ πλείστῳ χρόνῳ ABFM ʃ τελείως ἐπικρατῆσαι· τὸ καλεῖσθαι Ἕλληνας. ὕστερος : οὕτως ἐν ἑτέρῳ, καὶ καλῶς γέγραπται· τὸ πολλῷ γὰρ ἀρκεῖ ἐπὶ τοῦ χρόνου καὶ τὸ ὕστερον πλεονάζει· τὸ δὲ ὕστερος ἐπὶ τοῦ Ὁμήρου λεγόμενον ἔχει τὴν ἀκολουθίαν τοῦ λόγου σαφῆ. [25]
3.3
οὐδαμοῦ κτἑ.: τὸ γὰρ (Β 520) „Ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιοὺσ“ νενόθευται ABFG οὐδὲ βαρβάρους εἴρηκε : τὸ γὰρ (Β 867) βαρβαροφώνων Καρῶν νενόθευται ABFG Ἕλληνάς πω : τὸ πω παρέλκει BF ἀντίπαλον : ἀντίπαλον καὶ τὸ ἴσον καὶ τὸ πολέμιον ABFG ʃ ἀντίκειται γὰρ τῷ Ἕλλην τὸ βάρβαρος ABFG οἱ δ ’ οὖν · ἐπανάληψις BFG τὸ δὲ ἑξῆς, οἱ Ἕλληνες ὡς ἕκαστοι καὶ ξύμπαντες ὕστερον κληθέντες Ἕλληνες. [10]
3.5
θαλάσσῃ ἤδη πλείω χρώμενοι : ἀντὶ τοῦ ἐμπορευόμενοι ABFG ξυνῆλθον : ἀντὶ τοῦ συνεστράτευσαν· δεῖ δὲ προσθεῖναι τὴν εἰς· οἷον ἀλλὰ καὶ εἰς ταύτην τὴν στρατιὰν συνῆλθον ABFG Μίνως γὰρ παλαίτατος : διὰ τριῶν συγκρίσεων δείκνυσι τὰ πρὸ τῶν Πελοποννησιακῶν ἀσθενῆ, ἀφʼ οὗ ἄνθρωποι μέχρι Μίνω, καὶ ἀπὸ τούτου μέχρι τῶν Τρωικῶν, καὶ ἀπὸ τῶν Τρωικῶν μέχρι αὑτοῦ.
4.1
τινὲς δʼ οὐκ ἐντεῦθεν, ἀλλʼ ἀπὸ τοῦ, φαίνεται γὰρ ἡ νῦν Ἑλλάς, πρώτην λέγουσι σύγκρισιν A (marg.) a (interl.) BFGM ὧν : τὸ ὧν ἀντὶ τοῦ ἐκείνων 〈ὧν〉 ABF ναυτικόν : στρατὸν δηλονότι AB ʃ στρατὸν ἢ στράτευμα g τῆς νῦν Ἑλληνικῆς θαλάσσης : πρότερον γὰρ Καρικὴ ἐκαλεῖτο ἡ θάλασσα ABFG ʃ θάλασσα διὰ τῶν δύο σς ὁ Θουκυδίδης χαίρει· οἱ δὲ ῥήτορες θάλαττά φασιν ABF ἐπὶ πλεῖστον : ἀντὶ τοῦ ἐπὶ πολὺ μέρος, ὅ ἐστιν, ἐπὶ πολὺ μέρος αὐτῆς ἐκράτησεν· ἢ τὸ ἐπὶ πλεῖστον ἀντὶ τοῦ πάνυ ABFG Κυκλάδων : Κυκλάδες αἱ νῆσοι αὗται λέγονται παρὰ τὸ ἐν μέσῳ ἔχειν τὴν Δῆλον τὴν ἱερὰν τοῦ Ἀπόλλωνος καὶ κύκλον τινὰ περὶ αὐτὴν μιμεῖσθαι. εἰσὶ δὲ κατά τινας ιεʹ αὗται· Πάρος, Ἄνδρος, Ἴκαρος, Σκῦρος, Ῥήνεια, Ῥήνη, Δῆλος, Νάξος, Σίφνος, Κέως, Μύκωνος, Τῆνος, Κύθνος, Ἄμοργος, Σέριφος· κατὰ δέ τινας ιβʹ, πλὴν Ῥήνης καὶ Σκύρου καὶ Ἰκάρου, μᾶλλον δὲ πλὴν Ῥήνης καὶ Σκύρου καὶ Ἀμόργου ABFG πρῶτος : ὑπακουστέον Ἑλλήνων g ἐγκαταστήσας : πονήσας κατὰ μέρος, οὐ πάντας ὁμοῦ. τό τε λῃστικόν : τὸ μὲν ἐκτὸς τοῦ ρ σημαίνει τὸ σύστημα τῶν λῃστῶν, τὸ δὲ μετὰ τοῦ ρ τὸ κτῆμα τῶν λῃστῶν ABF εἰκός : τὸ ἐοικὸς τὸ ὀφειλόμενον AB τοῦ τὰς προσόδους μᾶλλον ἰέναι αὐτῷ : ἡ γὰρ μὴ λῃστευομένη πλείους φέρει τὰς προσόδους ABF ʃ λείπει ἡ ὑπέρ· ὑπὲρ τοῦ τὰς προσόδους προσιέναι καὶ προσφέρεσθαι αὐτῷ ABF Οἱ γὰρ Ἕλληνες : τὴν αἰτίαν τοῦ λῃστεύειν ἐπάγει νῦν AB τῇ ἠπείρῳ : ἤπειρος τριχῶς λέγεται· ἡ πᾶσα γῆ, πρὸς ἀντιδιαστολὴν τῆς θαλάσσης, καὶ ἡ Ἀσία κατʼ ἐξοχὴν καὶ μέρος τι τῆς Ἑλλάδος περὶ Κεφαληνίαν ABGM οὐ τῶν ἀδυνατωτάτων : ἀλλὰ τῶν δυνατωτάτων ABF ʃ ἀντιλέγει, ἐπειδὴ εἶπεν τοὺς ἐνδοξοτάτους λῃστεύοντας· λύει ὅτι [τοῦτ]ο ἐποίησαν ἕνεκεν τοῦ φυλάττειν τὰ ἑαυτῶν ἀσφαλῶς Vindob. [5]
5.1
πόλεσιν ἀτειχίστοις : εἶπε γὰρ (2, 2) ἀτειχίστων ὄντων ABF κατὰ κώμας οἰκουμέναις : ὥσπερ ἦν ἡ Ἀττικὴ πάλαι, κατὰ κώμας οἰκουμένη ABF ἥρπαζον : ἐλῄστευον, ἀπὸ τοῦ ἁρπάζειν ἐβίουν. τὸν πλεῖστον τοῦ βίου : οὕτω Θουκυδίδης, καὶ τὸν πλεῖστον τοῦ χρόνου ABF οὐκ ἔχοντός πω αἰσχύνην τούτου τοῦ ἔργου : ἤγουν οὐκ αἰσχροῦ νομιζομένου τοῦ λῃστεύειν. καλῶς τοῦτο δρᾶν : καλῶς ἀντὶ τοῦ εὐσεβῶς καὶ φιλανθρώπως· οὔτε γὰρ βοῦν ἀροτῆρα ἐλεηλάτουν ἢ ἔκλεπτον, οὔτε νυκτὸς οὔτε μετὰ φόνων ἐποίουν τὴν λῃστείαν ABF οἱ παλαιοὶ κτ ἑ. [10]
5.2
: Ὅμηρος (γ 73)· οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα τοί τʼ ἀλόονται ABF οὐκ ὀνειδιζόντων : τῶν ἐρωτωμένων ἢ τῶν ἐρωτώντων· διχῶς γὰρ ὁ νοῦς ABF σιδηροφορεῖσθαι : ἀντὶ τοῦ σιδηροφορεῖν ABFG ξυνήθη τὴν δίαιταν με θ ’ ὅπλων ἐποιήσαντο : ὅθεν καὶ τὰς μαχαίρας μαυλίας ἐκάλουν, διὰ τὸ ὁμοῦ αὐλίζεσθαι, οἷον ὁμαυλίας ABFG ἐν τοῖς : ἐν τούτοις, ποιητικῶς· ὑπερβιβάζεται γὰρ ὁ δέ ABFM ἀνειμένῃ : τρυφηλῇ καὶ ἀνθηρᾷ ABFGM ἐς τὸ τρυφερώτερον μετέστησαν : ἀντὶ τοῦ μετέστησαν εἰς τρυφῶσαν δίαιταν τὸν σίδηρον καταθέμενοι οἱ πρεσβύτεροι αὐτοῖς τῶν εὐδαιμόνων : ἀντίπτωσίς ἐστιν, οἱ εὐδαίμονες τῶν πρεσβυτέρων ABFf διὰ τὸ ἁβροδίαιτον : ὑπερβατόν, διὰ τὸ ἁβροδίαιτον χιτῶνας λινοῦς φοροῦντες ABF οὐ πολὺς χρόνος κτ ἑ. [5]
6.3
: οὐ πολὺς χρόνος ἀφʼ οὗ ἐπαύσαντο φοροῦντες χιτῶνας λινοῦς καὶ τέττιγας χρυσοῦς ἐξαρτῶντες τῶν τριχῶν πλέγματι. χρυσῶν τεττίγων : ἐνήλλαξε τὴν πτῶσιν, ἀντὶ τοῦ χρυσοῦς τέττιγας. ἐφόρουν δὲ τέττιγας διὰ τὸ μουσικὸν ἢ διὰ τὸ αὐτόχθονες εἶναι· καὶ γὰρ τὸ ζῶον γηγενές ἐστιν ABFGM ἐνέρσει (ἐν ἔρσει) κρωβύλον : ἢ ἐν εἰσέρσει ἢ ἐν πλοκῇ. κρώβυλος δέ ἐστιν εἶδος πλέγματος τῶν τριχῶν ἀπὸ ἑκατέρων εἰς ὀξὺ καταλῆγον. ἐκαλεῖτο δὲ τῶν μὲν ἀνδρῶν κρώβυλος, τῶν δὲ γυναικῶν κόρυμβος, τῶν δὲ παίδων σκορπίος ABFGM ʃ ἐν ἀναδέσει, παρὰ τὸ εἴρειν ABFG ʃ κροβῦλον πλέγματος τριχῶν εἶδος· ἔρσις ἡ εἰσβολὴ καὶ τὸ εἰσεῖραι Patm. κρωβύλον : ὃν οἱ ἐπίσημοι ἐφόρουν Ἀθήνησιν ἐπὶ τῆς κεφαλῆς ἔμπροσθεν ἐγκαθήμενον, ὡς δʼ ἄλλοι, ἐπὶ τοῦ τραχήλου, σύμβολον τοῦ γηγενεῖς εἶναι e ʃ ἐμπλοκὴ ἀπὸ τοῦ μετώπου ἐπὶ κορυφὴν ἀνηγμένη e ἀναδούμενοι : ἀναπλεκόμενοι, ἀναδεσμεύοντες f σκευή : σημείωσαι τὸ σκευὴ ἐπὶ τῆς ἐσθῆτος G μετρίᾳ : μετρίᾳ τῇ ἀπὸ τῆς ἐρέας· μέση γὰρ τοῦ σιδηροφορεῖν καὶ τοῦ λινοῦ GM καὶ ἐς τὸν νῦν τρόπον : λείπει τὸ τῇ, ἵνʼ ᾖ καὶ τῇ ἐς τὸν νῦν τρόπον ABFG πρῶτοι Λακεδαιμόνιοι κτ ἑ. [20]
6.4
: 〈ὑπερβατόν〉· πρῶτοι Λακεδαιμόνιοι οἱ τὰ μείζω κεκτημένοι μετρίᾳ ἐσθῆτι ἐχρήσαντο καὶ ἐς τὰ ἄλλα τοῖς πολλοῖς ὁμοδίαιτοι κατέστησαν τοὺς πολλοὺς : τοὺς πένητας ABFG οἱ τὰ μείζω κεκτημένοι : οἱ πλούσιοι ABFG ἐγυμνώθησάν κτ ἑ. [5]
6.5
: ταῦτα ὡς ἐν παρεκβάσει εἴρηται ABFGM ἐγυμνώθησάν τε πρῶτοι : ἐν τοῖς ἀγῶσι δηλονότι· καὶ γὰρ περὶ τὰ αἰδοῖα ἐζώννυντο οἱ παλαιοί. Ὅμηρος (ς 30)· ζῶσαι νῦν, ἵνα. ABFG ʃ ἀπὸ Ὀρσίππου Μεγαρέως ἐγυμνώθησαν ἐν τοῖς ἀγῶσιν, ὡς δηλοῖ καὶ τὸ εἰς αὐτὸν ἐπίγραμμα (Anthol. Palat. app. 272)· Ὀρσίππῳ Μεγαρεῖ μεγαλόφρονι τῇδʼ ἀρίδηλον μνῆμα θέσαν φάμᾳ Δελφίδι πειθόμενοι· πρῶτός θʼ Ἑλλήνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη γυμνὸς ζωννυμένων τῶν πρὶν ἐνὶ σταδίῳ. ABFGM ʃ ἰστέον ὅτι τὰ περὶ τῶν Λακεδαιμονίων οὐκ ἀσθένειαν τῶν ἀρχαίων παραδίδωσιν (ἀδιάφορον γὰρ τὸ γυμνοὺς ἢ ἐζωσμένους ἀγωνίζεσθαι πρὸς δύναμιν), ἀλλὰ μόνον ὅτι ὁμοίως διῃτῶντο τοῖς βαρβάροις ABFGM λίπα : τὸ λίπα Ὅμηρος ἐπιθετικῶς λέγει τὸ ἔλαιον, οὗτος δὲ οὕτως αὐτὸ ὀνομάζει ABFGM μετὰ τοῦ γυμνάζεσθαι : ἀντὶ τοῦ ἐν τῷ γυμνάζεσθαι ABFG ἔτι δὲ καὶ κτ ἑ. : τὸ ἑξῆς· ἔτι δὲ καὶ ἐν τοῖς βαρβάροις, καὶ μάλιστα τοῖς Ἀσιανοῖς, οἷς νῦν πυγμῆς καὶ πάλης ἆθλα τίθεται ABF ἐν τοῖς βαρβάροις ἔστιν οἷς : ἔν τισι τῶν βαρβάρων. ἆθλα : ἆθλος ὁ ἀγών, ἀρσενικῶς· ἆθλον τὸ ἔπαθλον, οὐδετέρως ABFM ἔπαθλα g περιουσίας μᾶλλον ἔχουσαι : ἀδείας τυχοῦσαι τοῦ πλεῖν. [20]
7.1
ἡ δὲ σύγκρισις πρὸς τοὺς ἀρχαίους ABF ʃ ὥστε φ[άναι ὡς περιο]υσία μᾶλλον ἦν τὰ τότε χρήματα οὐκ εἰς τροφὴν μόνον αὐτα[ρκοῦντα· περιο]υσία γὰρ λέγεται ἡ μετὰ τὰ ἀναγκαῖα περιττότης χρημάτων Vindob. τείχεσιν ἐκτίζοντο : λείπει ἡ σύν G ἵνα ᾖ σὺν τείχεσιν ἐκτίζοντο. προσοίκους : τὸ πρόσοικος ἐπὶ πόλεως οἰκειότερον μᾶλλον τοῦ ὅμορος· ἐπὶ γὰρ ὅρων τοῦτο λαμβάνεται. διὰ τὴν λῃστείαν : διὰ τὸ ληστεύεσθαι. ἀντισχοῦσαι : μετὰ μάχης ἐναντιωθεῖσαι. ἀντισχοῦσαν ? : τὴν ληστείαν δηλονότι ABF ἔφερον : τὸ ἔφερον ἀντὶ τοῦ ἐλῄστευον, ἔβλαπτον καὶ Ἡρόδοτος ABFG ἔφερον κτ ἑ. : τὸ ἑξῆς· τῶν ἄλλων ὅσοι κάτω ᾤκουν, ὄντες οὐ θαλάσσιοι, ἔφερον ἀλλήλους ABF κάτω : ἤτοι ἐγγὺς τῆς θαλάσσης οὐχ ἧσσον : ἀντὶ τοῦ λίαν ABF Κᾶρές τε ὄντες καὶ Φοίνικες : ἵνα μὴ διαβάλῃ τὸ Ἑλληνικόν, εἶπε Κᾶρας καὶ Φοίνικας ABFM οὗτοι γὰρ δὴ : τὸ σχῆμα προαναφώνησις ABFM ὑπὲρ ἥμισυ : οὐ τῶν Ἑλλήνων ὑπὲρ ἥμισυ, ἀλλὰ τῶν Φοινίκων· οἱ γὰρ Ἕλληνες ἔκαιον τὰ σώματα ABFM Κᾶρες ἐφάνησαν κτ ἑ. [5]
8.1
: οἱ Κᾶρες πρῶτοι εὗρον τοὺς ὀμφαλοὺς τῶν ἀσπίδων καὶ τοὺς λόφους. τοῖς οὖν ἀποθνήσκουσι συνέθαπτον ἀσπιδίσκιον μικρὸν καὶ λόφον, σημεῖον τῆς εὑρέσεως· καὶ ἐκ τούτου ἐγνωρίζοντο οἱ Κᾶρες. οἱ δὲ Φοίνικες ἐκ τοῦ τρόπου τῆς ταφῆς· τῶν ἄλλων γὰρ ἐπʼ ἀνατολὰς ποιούντων ὁρᾶν τοὺς νεκρούς, οἱ Φοίνικες ἐξεπίτηδες ἐπὶ δύσιν ABFGM καταστάντος δὲ τοῦ Μίνω ναυτικοῦ : τὸ σχῆμα ἐπανάληψις· τὸ δὲ Μίνω Ἀττικόν ABF ἀνέστησαν : ἀντὶ τοῦ ἀνάστατοι ἐγένοντο ABFG οἱ παρὰ θάλασσαν ἄνθρωποι κτ ἑ. [10]
8.3
: πανταχοῦ τοὺς παρὰ θάλασσαν ἀνθρώπους εὐπορωτέρους λέγει εἶναι ABF τείχη περιεβάλοντο : καὶ τοῦτο τῆς ἐπαναλήψεως· προεῖπε γὰρ τείχεσιν ἐκτίζοντο ABFM τούτῳ τῷ τρόπῳ : τῷ δυνατῷ καὶ εὐπόρῳ ABFg.
9.1
Ἀγαμέμνων κτ ἑ. : τὸ ἑξῆς· Ἀγαμέμνων τέ μοι δοκεῖ τὸν στόλον ἀγεῖραι ABF ʃ post lacunam περὶ σχημάτων σεμνότατος g λέγουσι δέ : ὁ νοῦς τοιοῦτος· λέγουσι δὲ καὶ οἱ τὰ Πελοποννησίων μνήμῃ σαφέστατα δεδεγμένοι, ἵνʼ ᾖ ἐπίρρημα τὸ σαφέστατα ABFG ʃ ἔστι δὲ τοῦτο κεφάλαιον κζʹ τοῦ περὶ μεθόδου δεινότητος (Hermog.
9.2
Rhet. Gr. II 449) G Πέλοπά τε πρῶτον : τὸ ἑξῆς οὕτως· Πέλοπά τε πρῶτον, ἐπηλύτην ὄντα, ὅμως σχεῖν. τὸ πρῶτον πρὸς τὸ πλήθει χρημάτων ABFM τὴν ἐπωνυμίαν : Ἀπία γὰρ τὸ πρῶτον ἐκαλεῖτο. Ὅμηρος (Α 270)· Τηλόθεν ἐξ Ἀπίης γαίης. Πελοπόννησος γὰρ νῦν καλεῖται ABFGMc ἐπιλύτην ὄντα (lemma): ἐπιλύτης ὁ ξένος καὶ οἱονεὶ ἔπιλυς Patm. καὶ ὕστερον : ἀπὸ κοινοῦ τὸ λέγουσι ABF τοῖς ἐκγόνοις : Ἀτρεῖ, Ἀγαμέμνονι GM ξυνενεχθῆναι : ἀντὶ τοῦ εὐτυχηθῆναι ἢ συναχθῆναι ABFc ʃ ἀντὶ τοῦ συμβῆναι, συνελθεῖν τοῦτο τὸ ὄνομα g ὑπὸ Ἡρακλειδῶν : οὐχ ὅτι ὑπʼ αὐτῶν μόνων ἐφονεύθη, ἀλλʼ ὅτι διʼ αὐτούς ABFMcg μητρὸς ἀδελφοῦ : Ἀστυδάμεια, μήτηρ Εὐρυσθέως, ἀδελφὴ Ἀτρέως ABFMg αὐτόν : τὸν Ἀτρέα ABFG τὸν πατέρα : τὸν Πέλοπα ABFG διὰ τὸν Χρυσίππου θάνατον : ὁ γὰρ Πέλοψ τὸν Χρύσιππον τὸν υἱὸν ἀνεῖλεν· ὁ δὲ Ἀτρεὺς φοβούμενος μὴ τὸ αὐτὸ πάθῃ ἔφυγεν ABFGM ʃ τοῦτον γὰρ ἀδελφὸν αὐτοῦ ὄντα ἀπέκτεινε g ἀνεχώρησεν : ἀντὶ τοῦ ὑπέστρεψεν ABFG ʃ ἀντὶ τοῦ ἐπανῆλθεν τεθεραπευκότα : χρήμασι δηλονότι ABFGM τῶν Περσειδῶν τοὺς Πελοπίδας : Ὅμηρος (Τ 123)· Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο. ὁ δὲ Ἀτρεὺς Πελοπίδης ABFGM ἅ : τὰ δύο σκῆπτρα ABFG χάριτι : Ὅμηρος (ε 307)· χάριν Ἀτρείδῃσι φέροντες ABFGMc ναυσί τε : λείπει 〈ἡ〉 σύν, 〈ἵνʼ ᾖ σὺν〉 ναυσί τε ABG καὶ Ἀρκάσι προσπαρασχών : τὸ ἑξῆς· πρὸς δὲ καὶ Ἀρκάσι παρασχών ABFM ἱκανός : διὰ τοῦ ἱκανός τὸ ἀξιόπιστον τοῦ ποιητοῦ παρέστησεν. [5]
9.4
οὐκ ἂν οὖν νήσων κτ ἑ. : συλλογισμὸς τὸ σχῆμα ABFGM ʃ Ἀγαμέμνων ἦρχε μὲν τοῦ Ἄργους καὶ τῶν περὶ αὐτὸ νήσων, ἐπέκεινα δὲ τῶν ἐν τῇ περιοχῇ τοῦ Ἄργους νήσων ἦρχε καὶ ἑτέρων νήσων πολλῶν, αἳ οὐκ ἂν ἦσαν πολλαί, εἰ μὴ ναυτικὸν εἶχεν ὁ Ἀγαμέμνων, διʼ οὗ τούτων κρατεῖν ἠδύνατο. ταύτῃ τῇ στρατείᾳ : ἀντὶ τοῦ ἀπὸ ταύτης (λέγει δὲ τῆς Τρωικῆς)· εἰ γὰρ τὰ οὕτως ὑμνούμενα εὐτελῆ ἦν, πόσῳ μᾶλλον τὰ πρὸ αὐτῶν; ABFGM οὐκ ἀκριβεῖ : οὐ γάρ ἐστιν ἀκριβὲς σημεῖον τὸ ἐκ τῶν τόπων τὰς δυνάμεις τῶν ἀνθρώπων στοχάζεσθαι ABFM μὴ γενέσθαι : Ἀττικῶς τὸ μὴ ἐνταῦθα παρέλκεται ABFc Λακεδαιμονίων γὰρ κτ ἑ. [5]
10.2
: τὸ σχῆμα κατὰ ὑπόθεσιν. καταρᾶται δὲ τοῖς Λακεδαιμονίοις λεληθότως ABF ἡ πόλις : ἡ μητρόπολις, ἡ Σπάρτη ABF λειφθείη δὲ τά τε ἱερά : εὐσεβῶς λέγει τὰ ἱερά ABF τῆς κατασκευῆς : τῶν κτισμάτων. Πελοποννήσου τῶν πέντε : Πελοποννήσου αἱ πέντε μοῖραι Λακωνική, Ἀρκαδική, Ἀργολική, Μεσσηνιακὴ καὶ τῆς Ἤλιδος. ἀποθανόντος δὲ τοῦ Κρεσφόντου ἔσχον τὴν Μεσσηνιακὴν οἱ Λακεδαιμόνιοι ABFGM τὰς δύο μοίρας : Λακωνικὴν καὶ Μεσσηνιακὴν ABFGM τῆς τε ξυμπάσης ἡγοῦνται : ἰστέον ὅτι καὶ τῆς Ἀργολικῆς οὐκ ἦρξαν, ἀλλὰ συνεκδρομικῶς εἶπεν ABFGM ὅμως δὲ κτ ἑ. : τὸ ἑξῆς οὕτως· ὅμως δὲ φαίνοιτʼ ἂν ὑποδεεστέρα πόλεως καὶ εὐτελοῦς καὶ οὔτε συνοικισθείσης καὶ τὰ ἑξῆς ABFGM πολυτελέσι : πολυδαπάνοις· τέλος γὰρ τὸ ἀνάλωμα ABFGM Ἀθηναίων δὲ τὸ αὐτὸ τοῦτο παθόντων : ἐξ ὑποθέσεώς φησι περὶ Λακεδαιμονίων τὸ εἰ ἡ πόλις αὐτῶν ἐρημωθείη καὶ τὰ ἱερὰ λειφθείη· ἐπεὶ πῶς ἂν περὶ Ἀθηνῶν, Ἀθηναῖος ὤν, καταρώμενος τὸ αὐτὸ εἰρήκει; ὥστε μάτην ἡ παραγραφὴ τέθειται, ὅτι λεληθότως ἐπαρᾶται τοῖς Λακεδαιμονίοις· ἀλλότριον γὰρ τοῦτο τῆς συγγραφέως ἴσμεν προθέσεως ἢ ἔστιν : τὸ ἢ συγκριτικὸν ἀντὶ τοῦ ἤπερ ABFM ʃ ἡ διάνοια· ἐρημωθείσης τῆς μὲν τῶν Λακεδαιμονίων πόλεως, μείων φαίνοιτʼ ἂν ἡ δύναμις γεγονέναι τοῖς ἔπειτα· τῆς δὲ τῶν Ἀθηναίων, μείζων ἢ νῦν ἐστιν. κἀνταῦθα : τὰ κατὰ Μυκήνην καὶ τὸν στόλον τὸν εἰς Τροίαν BFM ʃ ἐν τῇ καθαιρέσει (?) G ᾓν : ἥντινα στρατιάν ABFG πεποίηκε : ἐπιτηδείως εἶπε τὸν ποιητὴν πεποιηκέναι, ὥσπερ λέγομεν τὸν φιλόσοφον ὅτι ἐφιλοσόφησεν ABFGc ʃ ἰστέον ὅτι ἀπὸ Ἡροδότου (II 53, 116?) τοῦτο ὠφέληται ABF χιλίων καὶ διακοσίων : ἰστέον ὅτι Εὐριπίδης (Androm. [5]
10.4
106, El. 2, Or. 352) καὶ Λυκόφρων (210) χιλίας ναῦς λέγουσι τὸν Ἀγαμέμνονα ἀγαγεῖν, ὁ δὲ Ὅμηρος [Β] χιλίας ἑκατὸν ἑξήκοντα ἕξ ABFG τὰς μὲν Βοιωτῶν : τὰς μεγάλας δηλονότι ABFG τὰς δὲ Φιλοκτήτου : τὰς μικρὰς δηλονότι ABFG ἄλλων γοῦν μεγέθους : ἀνδρῶν δηλονότι ABFGc ἐν νεῶν καταλόγῳ : ἔστι γὰρ καὶ ἀνδρῶν παρʼ αὐτῷ κατάλογος ABF αὐτερέται : οἱ αὐτοὶ ἐρέται καὶ στρατιῶται Patm. προσκώπους : τοὺς πρὸς ταῖς κώπαις ναύτας, τοὺς κωπηλάτας ABFGM ʃ πρόσκωποι οἱ πρὸς ταῖς κώπαις ὄντες καὶ οἷον ἐρέττοντες Patm. περίνεως : τοὺς περιττοὺς ἐν τῇ νηῒ ἐπιβάτας, οἷον δούλους ABFGM ʃ τοὺς περιττοὺς καὶ ἔξω τῶν ὑπηρεσιῶν καὶ πρώτους πλέοντας. ὅθεν καὶ τοὺς κομίζοντάς τινα εἴσθηκε (?) e τῶν μάλιστα ἐν τέλει : οἷον Μηριόνου καὶ Πατρόκλου καὶ τῶν τοιούτων ἐν τέλει ABFGM οὐ δ ’ αὖ τὰ πλοῖα κτ ἑ. : οὐκ ἦν, φησί, σεσανιδωμένα τὰ πλοῖα, ὥστε κάτω μὲν τιθέναι τὰ ὅπλα, αὐτοὺς δὲ ἄνω διάγειν ABFGM λῃστικώτερον : τὰ γὰρ τῶν λῃστῶν πλοῖα οὐκ ἦσαν σεσανιδωμένα, ἀλλὰ κάτω ἐκαθέζοντο διὰ τὸ μὴ φαίνεσθαι ἐπιπλέοντας. ἦν οὖν διὰ τοῦτο κοιλότερα ABFG τὸ μέσον : μέσον τῶν ἑκατὸν εἴκοσι καὶ τῶν πεντήκοντά ἐστιν ὁ πεʹ. [20]
10.5
συνάγεται οὖν ὁ τῶν χιλίων διακοσίων νεῶν τῶν ἀνδρῶν ἀριθμὸς μυριάδες δέκα καὶ δισχίλιοι ABFG ὅσον ἡ ἀχρηματία : συγκριτικῶς, ὅτι καὶ τοῦτο κἀκεῖνο.
11.1
ἰστέον δὲ ὅτι ηὕρηται ἡ ἀχρηματία ABFM τῆς γὰρ τροφῆς : ζήτει κεφάλαιον ιηʹ τοῦ περὶ μεθόδου δεινότητος (Hermog. Rhet. Gr. II 437) G αὐτόθεν : ἀπὸ τῆς Τροίας ABFG βιοτεύσειν : τροφὴν ἕξειν. μάχῃ : τῇ τῆς ἀποβάσεως εἰς τὴν ξηρὰν ἀπὸ τῶν νεῶν, ἔνθα ὁ Πρωτεσίλαος πίπτει ABFGM τὸ γὰρ ἔρυμα : ἔρυμα νῦν λέγει οὐχ ὅπερ ἐν τῇ ηʹ (337) λέγει Ὅμηρος γενέσθαι, ἀλλὰ πρότερον μικρότερον διὰ τὰς τῶν βαρβάρων ἐπιδρομάς ABFGM οὐκ ἂν ἐτειχίσαντο : οὐκ ἂν γὰρ συνεχωρήθησαν ABM πρὸς γεωργίαν : ὧν ἡγεῖτο Ἀκάμας καὶ Ἀντίμαχος ABFGM λῃστείαν ? : ὧν ἡγεῖτο Ἀχιλλεύς GMa τοῖς αἰεὶ ὑπολειπομένοις : τοῖς κατὰ καιρόν ABFM διέφερον : ἀντὶ τοῦ ἤνυον, εἰργάζοντο ABFGM ʃ ὑπέμενον, ἐπιμελῶς ἐξήνυον, διήνυον. [10]
11.2
ἀλλὰ μέρει τῷ : ἔνιοι συνεγκλίνουσιν, ἀλλὰ μέρει τῳ, ἀντὶ τοῦ μέρει τινι ABF αὐτά γε δὴ ταῦτα : τὰ Τρωικά Ga δηλοῦται : ἐλέγχεται αὐτῶν : τῶν Τρωικῶν AB λόγου : δόξης AB καὶ μετὰ τὰ Τρωικά : τριχῶς διεῖλε τὴν ἀρχαιολογίαν, εἰς τὰ πρὸ τῶν Τρωικῶν, εἰς αὐτὰ τὰ Τρωικά, εἰς τὰ ἐχόμενα αὐτῶν.
12.1
καθʼ ἕκαστον δὲ μέρος διπλῆ παράγραφος κεῖται. δηλοῖ δὲ καὶ διὰ τούτων τὴν αἰτίαν, διʼ ἣν τὰ Ἑλληνικὰ καὶ μετὰ τὴν ἅλωσιν ἦν ἀσθενῆ ABMf ἡσυχάσασα αὐξηθῆναι : ἡσυχία γὰρ καὶ αὔξειν ποιεῖ ABMf ἥ τε γὰρ ἀναχώρησις κτ ἑ. [5]
12.2
: μηκέτι γὰρ ἐλπίζοντες αὐτοὺς ἐπανελθεῖν ἐπανίσταντο, ἐλθοῦσι δʼ ἐπολέμουν, καὶ οἱ ἡττώμενοι ἐξέπιπτον ABMf ἐνεόχμωσε : νεοχμῶσαι τὸ νεώτερα καὶ καινὰ διαπράξασθαι Patm. ἀ φ ’ ὧν : ἢ πόλεων ἢ στάσεων ABMf ἐκπίπτοντες τὰς πόλεις ἔκτιζον : πολλοὶ γὰρ ἐξέπεσον, οἷον Τεῦκρος μὲν ὑπὸ τοῦ πατρὸς ἐκβληθεὶς διὰ τὸν Αἴαντα εἰς Κύπρον ἀφίκετο, καὶ Φιλοκτήτης, διὰ τὸν Πάριδος θάνατον τὴν θήλειαν νόσον νοσήσας καὶ μὴ φέρων τὴν αἰσχύνην, ἀπελθὼν ἐκ τῆς πατρίδος ἔκτισε πόλιν ἣν διὰ τὸ πάθος Μαλακίαν ἐκάλεσε, καὶ Διομήδης ὑπὸ Κομήτου ἐκβληθεὶς εἰς τὰς Λιβυρνίδας νήσους ἀφίκετο, καὶ ὁ Μενεσθεύς, ὑπὸ τῶν Θησειδῶν, εἰς Ἰβηρίαν, καὶ ἄλλοι πολλοί ABMf ἐξ Ἄρνης : Ἄρνη πόλις Θεσσαλίας, ἀφʼ ἧς ὠνόμασται κατὰ μετοικίαν καὶ ἡ ἐν Βοιωτίᾳ Ἄρνη· ἡ δὲ Βοιωτικὴ Ἄρνη νῦν Χαιρώνεια καλεῖται ABGM Καδμηΐδα : τὴν Χαιρώνειαν AB ʃ ἐπειδὴ πρότερον Καδμηῒς ἐκαλεῖτο. [10]
12.3
ὁ δὲ Ὅμηρος (Β 494, 510) Βοιωτοὺς καλεῖ ἀναχρονισμῷ χρώμενος· ἔσχατος γὰρ τῶν Τρωικῶν ἐστιν BGM ἀποδασμός : μέρος ABG ὀγδοηκοστῷ ἔτει ξὺν Ἡρακλείδαις : οἱ γὰρ Ἡρακλεῖδαι βουλόμενοι κατελθεῖν εἰς Πελοπόννησον ἤροντο τὸν Ἀπόλλωνα· ὁ δὲ αὐτοῖς ἀνεῖλε διὰ τῶν στενῶν εἰσβαλεῖν. οἱ δὲ νομίσαντες τὸν ἰσθμὸν λέγειν αὐτὸν καὶ ἀστοχήσαντες τοῦ χρησμοῦ προσβάλλουσι τοῖς Πελοποννησίοις κατὰ τὸν ἰσθμόν, καὶ ἡττηθέντες ἐποιήσαντο σπονδὰς ὥστε ἑκατὸν ἔτη παραχωρῆσαι τὴν χώραν Πελοποννησίοις. μετὰ δὲ τὰ ἑκατὸν ἔτη πάλιν ἤροντο τὸν Ἀπόλλωνα περὶ τῆς καθόδου· ὁ δὲ ἀνεῖλεν αὖθις διὰ τῶν στενῶν εἰσβαλεῖν. ἀντιλεγόντων δὲ τῶν Δωριέων ὡς καὶ πρότερον εἶεν ἠπατημένοι, εἶπεν ὡς οὐ συνήκατε τὸν χρησμόν· στενὰ γὰρ λέγω τὸν Κρισαῖον κόλπον. οἱ δὲ ἐντεῦθεν ἐπιχειρήσαντες ἔτυχον τῆς καθόδου μετὰ πʹ ἔτη τῶν Τρωικῶν. ἡ δὲ πρώτη εἰσβολὴ πρὸ εἴκοσι ἐτῶν ἦν ABGM ἀποικίας : ἀποικίσαι ἐστὶ κτίσαι πόλιν ἐπʼ ἐρήμοις BMf ἔστινἅ : ἀντὶ τοῦ ἔνια. [20]
12.4
λέγει δὲ Ἀμπρακιώτας, Ἀνακτορίους ABGMf Τὰ πολλά : ἀντὶ τοῦ ὡς ἐπὶ πολύ ABGf τυραννίδες ἐνταῖς πόλεσι καθίσταντο : διὰ τοῦτο δὲ ἦσαν καὶ ταῦτα ἀσθενῆ· ἡ γὰρ τυραννὶς οὐκ ἐᾷ τελέως αὔξειν τὰ πράγματα ABGf τῶν προσόδων μειζόνων γιγνομένων : τὴν αἰτίαν λέγει τῶν τυραννίδων ABGf ἐπὶ ῥητοῖς γέρασι : ἀντὶ τοῦ ἐπὶ φανεραῖς τιμαῖς, ἐπὶ ὁμολογουμένοις γέρασιν· τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν τῶν τυραννίδων· ὁ γὰρ τύραννος νόμον ἔχει τὴν βούλησιν καὶ οὐχὶ τὸ αἴσιον ABGMf πατρικαὶ βασιλεῖαι : ἀπὸ τῶν πατέρων παραλαμβανόμεναι κατὰ διαδοχὴν γένους. [10]
13.1
διαφορὰν δὲ λέγει τυραννίδος καὶ βασιλείας, ὡς καὶ οἱ φιλόσοφοι· οἱ δὲ ῥήτορες ἀδιαφόρως καλοῦσιν ABGMf ἀντείχοντο : ἐφρόντιζον καὶ ἀντεποιοῦντο καὶ ἐπεμέλοντο, ἔρωτι δηλονότι χρημάτων ABGM ʃ προσεῖχον αὐτῇ ABf μεταχειρίσαι τὰ περὶ τὰς ναῦς : ἐναλλάξαι, τουτέστιν ἀπὸ πεντηκοντέρων ποιῆσαι τριήρεις ABGMf τριήρεις : ἀπὸ κοινοῦ τὸ λέγονται AB ἔτη δ ’ ἐστὶ κτ ἑ.
13.3
: εἰκὸς γοῦν ἐν τῷ τοσούτῳ χρόνῳ πολλὰς ναῦς γενέσθαι ABGMf μάλιστα : ἀντὶ τοῦ ἀκριβῶς ABG ἐς τὴν τελευτὴν τοῦδε τοῦ πολέμου : γνωστέον καὶ ἐντεῦθεν ὅτι ὕστερον συνέγραψεν ὁ Θουκυδίδης τὴν λέξιν τῆς ἱστορίας ABGMf ναυμαχία τε παλαιτάτη : Περιάνδρου τοῦ Κυψέλου τυραννοῦντος Κορινθόθι, διὰ τὸν φόνον Λυκόφρονος τοῦ υἱέος αὐτοῦ, ὃν ἀνεῖλον οἱ Κερκυραῖοι. [5]
13.4
ἡ δὲ ἱστορία κατὰ διέξοδον κεῖται παρʼ Ἡροδότῳ (III 53) ABMf μέχρι τοῦ αὐτοῦ χρόνου : ἐς τὴν τελευτὴν δηλονότι τοῦδε τοῦ πολέμου. κτησάμενοι : οὐχ οἱ πάντες, ἀλλʼ οἱ Κορίνθιοι δηλονότι ABGM τὸ λῃστικὸν καθῄρουν : ἐπὶ τοῦ Μίνωός φησιν, ἐφʼ ὅσον ἠδύνατο, τὸ λῃστικὸν καθῄρει· νῦν δὲ τὸ λεῖπον οἱ Κορίνθιοι εἰργάσαντο ABf Ἴωσιν : μετὰ τὴν τῶν Κορινθίων ναυπηγίαν ἡ τῶν Ἰώνων εἰσάγεται περὶ τὸ ναυτικὸν ἐπιμέλεια. [5]
13.6
Κύρου : ἡ ἰστορία δήλη ἐν τῇ αʹ Ἡροδότου AB υἱέος : τὸ υἱέος Ἀττικὸν ἀπὸ εὐθείας τῆς υἱεύς AB τῆς τε κα θ ’ ἑαυτούς : τῆς γείτονος· οὐ γὰρ πάσης AB ʃ τῆς περὶ τὴν Ἰωνίαν G Πολυκράτης : ἡ ἱστορία ἐν γʹ Ἡροδότου AB Ῥήνειαν : μία τῶν Κυκλάδων ἡ Ῥήνεια ABG Φωκαῆς : Φωκεῖς οἱ τῆς Ἑλλάδος, ἀπὸ Φωκίδος πόλεως· Φωκαῆς οἱ τῆς Ἰωνίας, ἀπὸ Φωκαίας πόλεως ABGMf Μασσαλίαν οἰκίζοντες : Ἴωνες ὄντες οἱ Φωκαῆς καὶ πολεμούμενοι ὑπὸ Περσῶν, ἀφέντες τὴν Ἰωνίαν ἔπλευσαν ἐπὶ τὴν Ἀφρικὴν τὴν πάλαι Καρχηδόνα καλουμένην· ἀεὶ δὲ ταῖς οἰκιζομέναις αἱ πλησίον ἐναντιοῦνται. ἡ δὲ Μεσσαλία πόλις ἐστὶ τῆς Ἀφρικῆς, Καρχηδὼν δὲ ἡ νῦν Ἀφρική ABGM Δυνατώτατα γὰρ ταῦτα : τὸ Φωκαϊκὸν καὶ τὸ Ἰωνικὸν καὶ τὸ Πολυκράτους ABG πεντηκοντέροις : πεντηκόντερός ἐστι ναῦς ἡ ὑπὸ πεντήκοντα ἐρεσσομένη ABMf ἐξηρτυμένα : ἡτοιμασμένα. [10]
14.1
ἐκεῖνα : τὰ κατὰ τὰ Τρωικά Gf πρὸ τῶν Μηδικῶν : Μηδικὰ καλοῦσι τὰ κατὰ τὴν Ξέρξου ἔλασιν ABGM τοῖς τυράννοις : Ἱέρωνι καὶ Γέλωνι G προσδοκίμου ὄντος : διὰ τὴν ἐν Μαραθῶνι μάχην ABG αἷσπερ : διʼ ὧνπερ AB ἐναυμάχησαν : ἐν Σαλαμῖνι δηλονότι ABG Ὅμως : καίπερ AB οἱ προσσχόντες αὐτοῖς : οἱ σπουδάσαντες αὐτοῖς καὶ τοῖς ὑπηκόοις AB ʃ οἱ προσχόντες τοῖς ναυτικοῖς Gf ὅσοι : ἢ οἱ καταστρέφοντες ἢ οἱ καταστρεφόμενοι ABGMc 2 ὅσοι μὴ διαρκῆ εἶχον χώραν : οἱ καταστρεφόμενοι τὴν ἀλλοτρίαν, οὗτοι μὴ διαρκῆ χώραν ἔχοντες ἐπέπλεον πρὸς τὰς πορθουμένας πόλεις f ὅσοι καὶ ἐγένοντο : πόλεμοι C 1 καὶ ἐκδήμους στρατείας κτ ἑ. [5]
15.2
: τὸ ἑξῆς· καὶ στρατείας ἐκδήμους πολὺ οὐκ ἐξῄεσαν c 1 ʃ οἷον οἱ ἐκδημοῦντες ABGMc 2 f οὐκ ἐξῇσαν : οὐκ ἐξιόντες ἐποίουν οὐ γὰρ ξυνειστήκεσαν κτ ἑ. : αἱ ἐλάττους πόλεις οὐ συνεμάχουν ταῖς μεγάλαις ὑπήκοοι οὖσαι· οὐ γὰρ ὑπήκουον. ἀπὸ τῆς ἴσης : κατʼ ἰσότητα μιγνύμενοι καὶ στρατευόμενοι c 1 ʃ λείπει τὸ συντελείας ABGMc 2 ʃ οἷον ἀπὸ τῆς ἰδίας ἕκαστος οὐσίας τὸ φθάνον ABMc 2 πόλεμον Χαλκιδέων καὶ Ἐρετριῶν : ἐπολέμουν οὗτοι πρὸς ἀλλήλους περὶ τοῦ Ληλαντίου πεδίου ABGc 2 ἑκατέρων : τῶν Χαλκιδέων καὶ Ἐρετριέων. [5]
15.3
διέστη : διεσπάσθη, ἀνεχώρησεν, οὐ συνεμάχησεν· οὐ γὰρ λέγει ὅτι ἐμερίσθη, ἀλλὰ μόνοι Χαλκιδεῖς μόνοις Ἐρετριεῦσιν ἐμάχοντο ABMc 2 f Μὴ αὐξηθῆναι : λείπει τὸ τοῦ Gc 2 καὶ Ἴωσι κτ ἑ. [5]
16.1
: τὸ ἑξῆς· καὶ Ἴωσι Κῦρος ἐπεστράτευσε Κροῖσον καθελὼν καὶ τὰ ἑξῆς ABGMc 2 f τῶν πραγμάτων : τίνα δὲ ἦσαν τὰ πράγματα G (marg.) ʃ τῶν Περσικῶν ABGc 2 f καὶ ὅσα : ἀπὸ κοινοῦ τὸ καθελοῦσα ABMc 2 καὶ τὰς νήσους : ἀπὸ κοινοῦ τὸ ἐδούλωσε ABMc 2 f ʃ λέγει δὲ Χίον καὶ Σάμον ABGMc 2 f Ἔς τε τὸ σῶμα : εἰς τὸ φυλάσσειν τὸ ἴδιον σῶμα ABGMc 2 μάλιστα : τὸ μάλιστα ἀντὶ τοῦ ἀκριβῶς λαμβάνει ὁ Θουκυδίδης ABGMc 2 f ʃ τὸ δὲ ὑπερβατὸν οὕτως· τύραννοι τὰς πόλεις ᾤκουν ABMc 2 οἱ γὰρ ἐν Σικελίᾳ : ὁ γάρ ἀντὶ τοῦ δέ ABGc 2 f ʃ σημείωσαι· οὐ λέγω περὶ τῶν ἐν Σικελίᾳ· οἱ γὰρ ἐν Σικελίᾳ ἐπὶ πλεῖστον καὶ τὰ ἑξῆς c 1 ἐπὶ πλεῖστον ἐχώρησαν δυνάμεως : ἤγουν πλείονα δύναμιν περιεβάλοντο. [5]
17.1
φανερὸν : ἀντὶ τοῦ λαμπρόν ABG εἶναι : κατὰ κοινοῦ τὸ κατείχετο ABM Ἐπειδὴ : ἀντὶ τοῦ ἀφʼ οὗ ABMc 2 καὶ πρίν : ἤτοι καὶ πρότερον, δηλονότι πρὸ τῶν τῆς Ἀθήνης τυράννων. *[crux: τῆς]*
18.1
λέγει δὲ πλείστους εἶναι τοὺς Ἀθηναίων τυράννους καὶ αὐτοὺς τελευταίους καταλυθῆναι ὑπὸ Λακεδαιμονίων. τῶν ἐν Σικελίᾳ : τυράννων· οὗτοι γὰρ ὕστατοι κατελύθησαν ἁπάντων. ἡ γὰρ Λακεδαίμων κτ ἑ. : ἡ σύνταξις οὕτως· ἡ γὰρ Λακεδαίμων ἐπὶ πλεῖστον ὧν ἴσμεν χρόνον στασιάσασα, πρὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου δηλονότι, ὅμως μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων αὐτὴν Δωριέων εὐνομήθη ABGMc 2 f ʃ ζήτει κεφάλαιον ιγʹ τοῦ περὶ μεθόδου δεινότητος περὶ ὑπερβατοῦ (Hermog. Rhet. Gr. II 438) G ʃ πόθεν, φησίν, οἱ Λακεδαιμόνιοι τοὺς τυράννους κατέλυσαν; ἐκ τῆς εὐνομίας καὶ τοῦ ἀεὶ τῇ αὐτῇ πολιτείᾳ χρῆσθαι c 1 ʃ σημείωσαι Δωριεῖς οἱ Λακεδαίμονες c 1 ἀ φ ’ οὗ : γράφεται καὶ ἅ c 2 ʃ ἃ ἀ φ ’ οὗ : εἰς ἃ υʹ ἔτη οἱ Λακεδαιμόνιοι, τουτέστιν ἐν οἷς ἔτεσιν ABc 2 ʃ ἅ: τετρακόσια ἔτη οἱ Λακεδαιμόνιοι M τῇ αὐτῇ πολιτείᾳ : τῇ ὀλιγαρχίᾳ, τῇ γερουσίᾳ ABMc 2 καθίστασαν : τὸ καθίστασαν ἀντὶ τοῦ εἰς τάξιν τινὰ καὶ κατάστασιν ἔφερον τὰ πράγματα τὰς τυραννίδας καθαιροῦντες ABMc 1 ʃ εἰς κατάστασιν ἦγον τοὺς τυράννους καταλύοντες c 1 μετὰ δὲ τὴν κτ ἑ. : τὸ σχῆμα ἐπανάληψις ABGc 2 ʃ περιττὸς ὁ δέ σύνδεσμος b ὁ βάρβαρος : ὁ Ξέρξης ABc 2 δουλωσόμενος ? : διότι τυραννοκτόνοι ABMc 2 διανοηθέντες : οὐχ ὅτι διανοηθέντες οὐκ ἐποίησαν, ἀλλὰ θαυμάζει πῶς ὅλως διενοήθησαν ABMc 2 ad verba ἐκλιπεῖν . [5]
18.2
.. ναυτικοί in marg. τοῦ θεολόγου B ἀνασκευασάμενοι : τὰ σκεύη ἀναλαβόντες GMc 2 ʃ κατὰ κοινοῦ ἀνασκευασάμενοι τὰς ναῦς c 1 ἀπωσάμενοι : οἱ Ἕλληνες δηλονότι ABGc 2 πολλῷ διεκρίθησαν : χρόνῳ διέστησαν. οἱ ξυμπολεμήσαντες : τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις ABGMc 2 ταῦτα : τὰ πράγματα τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων ABMc 2 οἱ μὲν .. . οἱ δὲ : οἱ Λακεδαιμόνιοι … οἱ Ἀθηναῖοι Gc 1 ἡ ὁμαιχμία : ἡ φιλία, ἡ ὁμόνοια ABGMc 1 c 2 ʃ ὁμαιχμία ἡ συμμαχία, παρὰ τὸ ὁμοῦ ἔχειν τὰς αἰχμάς Patm. [10]
18.3
ʃ ἡ ὁμαιχμία ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἔχω ἢ μᾶλλον ἐκ τοῦ ὁμοῦ καὶ τοῦ αἰχμή c 2 διενεχθέντες : ἡ μὲν ἀκριβὴς αἰτία τῆς μάχης οὐ φέρεται πόθεν ἐγένετο· δεῖ δὲ εἰδέναι ὡς μετὰ τὸν Μηδικὸν ἐγένετο πόλεμον, καὶ ἔστι μία ὧν μέμνηται ὁ συγγραφεὺς ἐν τῇ πεντηκονταετηρίδι ABMc 2 μετὰ τῶν ξυμμάχων : τῶν ἰδίων δηλονότι, τουτέστιν ἔχοντες οὗτοι τοὺς 〈ἰδίουσ〉 συμμάχους κἀκεῖνοι τοὺς ἰδίους c 1 διασταῖεν : διενεχθεῖεν, στασιάσαιεν πρὸς ἀλλήλους ABGMc 2 πρὸς τούτους ἤδη ἐχώρουν : οἱ μὲν ὀλιγαρχικοὶ πρὸς Λακεδαιμονίους, οἱ δὲ δημοκρατικοὶ πρὸς Ἀθηναίους ABGMc 2 Οὐχ ὑποτελεῖς κτ ἑ. [10]
19.1
: τὸ ἑξῆς· ἔχοντες φόρους οὐχ ὑποτελεῖς, τοὺς ξυμμάχους ἡγοῦντο c 1 τοὺς ξυμμάχους : ἀντίπτωσις ἀντὶ τοῦ τῶν ξυμμάχων ABc 2 ʃ σημείωσαι τὸ ἡγοῦμαι αἰτιατικῇ G ἡγοῦντο : αὐτῶν. κα τ ’ ὀλιγαρχίαν : οἱ Λακεδαιμόνιοι μὲν ὀλιγαρχίας μᾶλλον ἐν τοῖς συμμάχοις καθίστασαν, Ἀθηναῖοι δὲ δημοκρατίας, καὶ φόρους ἐξέλεγον. σφίσιν αὐτοῖς κτ ἑ. : ὅπως αὐτοῖς τοῖς Λακεδαιμονίοις ἐπιτηδείως καὶ ὁμοίως πολιτεύεσθαι ἀναγκάσωσι θεραπεύοντες, αὐτοὶ δηλονότι οἱ Λακεδαιμόνιοι ABGMc 2 ʃ τὸ ἑξῆς· θεραπεύοντες δηλονότι συμμάχους τοῦτο μόνον, ὅπως πολιτεύσωσιν ἐπιτηδείως σφίσιν αὐτοῖς, τουτέστι κατʼ ὀλιγαρχίαν ʃ ἢ ἐπιμελούμενοι οἱ Λακεδαιμόνιοι ὁμοιωθῆναι 〈τοὺς ξυμμάχουσ〉 αὐτοῖς τοῖς Λακεδαιμονίοις διὰ τὴν ξυμμαχίαν κατὰ τὴν ὀλιγαρχίαν. παραλαβόντες : ἀπὸ κοινοῦ τὸ ἡγοῦντο ABGc 2 πλὴν Χίων καὶ Λεσβίων : ὡς δυνατῶν ὄντων τούτων· ὕστερον δὲ καὶ τούτους ἐχειρώσαντο ABGMc 2 τοῖς πᾶσι : λείπει ξυμμάχοις ABGc 2 μείζων : ἐκ τῶν φόρων δηλονότι AGc 2 ἢ ὡς κτ ἑ. : ὅτε εἶχον ἀβλαβῆ τὴν τῶν πάντων συμμαχίαν, ἐπὶ τῶν Μηδικῶν ABGMc 2 ʃ τὸ ἑξῆς· ἢ ἤνθησάν ποτε μετὰ τῆς ἀκραιφνοῦς ξυμμαχίας c 1 ἀκραιφνοῦς : ἀβλαβοῦς Gc 2 ʃ δυνατῆς καὶ ὁλοκλήρου. Τοιαῦτα : εὐτελῆ ABG ʃ ὥστε παλαιὰ εἶναι ἀποχρώντως (cf. [20]
20.1
21, 1) BMc 2 χαλεπὰ ὄντα κτ ἑ. : χαλεπὰ γάρ εἰσιν, ἐξ ὧν εἶπε, πιστεῦσαι ὅτι μεγάλα ἦν ABGMc 2 τὰς ἀκοάς : τὰς ἀκροάσεις ABGc 2 ʃ τὰς φήμας. ἀβασανίστως : ἡ λέξις μετενήνεκται ἀπὸ τῆς βασάνου τῆς λίθου, ἥτις τὸν χρυσὸν δοκιμάζει ABGMc 2 Ἀθηναίων : δεινῶς ἐνταῦθα προέταξεν Ἀθηναίους τοὺς δοκοῦντας σοφοὺς Ἑλλάδος εἶναι, ὅτι οὐδὲ αὐτοὶ δοκιμάζουσι τὰ ἴδια ABGMc 2 Ἵππαρχον : Ἵππαρχος ὄνομα κύριον. [5]
20.2
τὸ ἑξῆς· Ἵππαρχον τύραννον ὄντα c 1 τύραννον ὄντα : οὐ μὴν δὲ τύραννος ἦν ABGc 2 οὐκ ἴσασιν : Ἡροδότου καθάπτεται ABGM(?)c 2 ὅτι Ἱππίας κτ ἑ. : ταῦτα λέγει ὁ συγγραφεὺς ὡς καὶ αὐτὸς ὢν τοῦ γένους τῶν Πεισιστρατιδῶν καὶ διαβάλλει τοὺς περὶ Ἁρμόδιον ABFGMc 2 πρεσβύτατος ὤν : τὸ ἑξῆς· πρεσβύτατος ὢν τῶν Πεισιστρατιδῶν ἦρχε, τῶν Ἀθηναίων δηλονότι. τὸ δὲ υἱέων ἀπὸ τῆς υἱεύς εὐθείας ABFGMc 2 ἦρχε : ἐτυράννει ABFc 2 ὑποτοπήσαντες : ἀντὶ τοῦ ὑπονοήσαντες ABFGc 2 ὑπολαβόντες. ʃ τὸ ἑξῆς· ὑποτοπήσαντες καὶ παραχρῆμα μεμηνῦσθαι· ὅτι ἅμα ἐβουλεύσαντο καὶ ἐγνώσθησαν ABFGMc 2 ἐκείνῃ τῇ ἡμέρᾳ : ἐν ᾗ δηλονότι συνέθεντο ἀνελεῖν τὸν τύραννον ABFGMc 2 ʃ παραχρῆμα καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ c 2 μεμηνῦσθαι : τὴν ἐπιβουλὴν τοῦ Ἱππίου δηλονότι ABFGc 2 τοῦ μὲν : τοῦ Ἱππίου δηλονότι Gc 2 τῷ Ἱππάρχῳ περιτυχόντες : ὃ λέγει, τοῦτό ἐστιν, ὅτι Ἱππίας μᾶλλον ἦρχε τυράννων, οὐχ Ἵππαρχος. ἀδελφὸς δʼ ἦν Ἱππίου ὁ Ἵππαρχος. ἀνῃρέθη δὲ παρὰ Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὐχ ὡς οἱ Ἀθηναῖοι ᾤοντο, τύραννος ὤν, ἀλλʼ ὡς οὗτός φησιν, αὐτοὶ μᾶλλον ἐπιβουλευσάμενοι Ἱππίᾳ καὶ γνωσθέντες, ἐπεὶ εὗρον τὸν αὐτὸν Ἵππαρχον ἀδελφὸν ὄντα τοῦ Ἱππίου παρὰ τὸ Λεωκόριον, ἀπέκτειναν c 2 τὸ Λεωκόρειον : ἐλίμωξέ ποτε ἡ Ἀττική, καὶ λύσις ἦν τὼν δεινῶν παίδων σφαγή. Λεὼς οὖν τις τὰς ἑαυτοῦ κόρας ἐπ[ιδ]έδωκε καὶ ἀπήλλαξε τοῦ λιμοῦ τὴν πόλιν. καὶ τούτων ἱερὸν ἐγένετο ἐν τῇ Ἀττικῇ, τὸ καλούμενον Λεωκόριον ABFGMc 2 πολλὰ δὲ καὶ ἄλλα κτ ἑ. [25]
20.3
: ἐπιτείνει τὸ ἄτοπον τῶν ἀνθρώπων, ὅτι οὐ μόνον τὰ παλαιά, ἀλλὰ καὶ τὰ ἐγγὺς τῷ χρόνῳ ἀβασανίστως ἀκούουσιν· τὸ γὰρ τῶν Πεισιστρατιδῶν ἀρχαῖον ABFGMc 2 ἀμνηστούμενα : τὰ 〈μὴ〉 μνημονευόμενα Patm. οὐκ ὀρθῶς οἴονται : αἰνίττεται τὸν Ἡρόδοτον ABF τούς τε Λακεδαιμονίων βασιλέας : οἱ γὰρ Λακεδαιμονίων δύο βασιλεῖς ψήφους ἔφερον ἐν τῇ γερουσίᾳ ἑκάτερος ἕνα, διττὴν ἔχοντα τὴν δύναμιν ABFMc 2 προστίθεσθαι : ἀντὶ τοῦ ψηφίζεσθαι ABFc 2 τὸν Πιτανάτην λόχον : Ἡρόδοτος [IX 53] μαρτυρεῖ ὅτι ἦν ὁ Πιτανάτης λόχος· λέγεται δὲ ἀπὸ Πιτάνης, κώμης Λακωνικῆς ABFGMc 2 ἀταλαίπωρος : ἀνεξέταστος c 1 τὰ ἑτοῖμα : τὰ εὐχερῆ καὶ ἀναπόδεικτα ABFMc 2 ἐκ δὲ τῶν εἰρημένων τεκμηρίων : τὸ ὑπερβατὸν οὕτω· τὰ μὲν οὖν παλαιὰ τοιαῦτα εὗρον (20, 1)· εἶτα μετὰ τὰ παραδείγματα ὕστερον πρὸς τοῦτο ἀποδίδωσι τὸ ἐκ δὲ τῶν εἰρημένων τεκμηρίων ABFMc 2 λογογράφοι : αἰνίττεται τὸν Ἡρόδοτον ABFGc 2 τὸ προσαγωγότερον : τὸ ἡδύτερον, ὃ προσάγει ABFGc 2 ἀνεξέλεγκτα : 〈οὐκ〉 ἐλέγχους οὐδὲ ἀποδείξεις ἔχοντα οὐδὲ ἀληθῆ ABFGc 2 τὰ πολλὰ ὑπὸ χρόνου αὐτῶν : τὸ ἑξῆς· τὰ πολλὰ αὐτῶν c 1 ἐκνενικηκότα : νεύοντα gc 2 ἡγησάμενος : οὐχ ἁμαρτάνει δηλονότι ABFc 2 εἶναι : τὸ εἶναι ἀντὶ τοῦ ὄντα ABFGMc 2 ἀποχρώντως : ἡ περιοχὴ τοῦ λόγου· οὕτω, φησί, διῆλθον αὐτά, ὡς πρέπει τὸν παλαιὰ διηγούμενον πράγματα ἀρκούντως εἰπεῖν ABFGc 2 ὁ πόλεμος οὗτος : ὁ τῶν Πελοποννησίων G ʃ λείπει τὸ τοίνυν· καὶ ὁ πόλεμος τοίνυν οὗτος ὁ τῶν Πελοποννησίων c 1 ʃ τὸ ἑξῆς· καὶ ὁ πόλεμος οὗτος τοῖς ἀπʼ αὐτῶν τῶν ἔργων σκοποῦσι δηλώσει, ὅτι μείζων ἐστὶ γεγενημένος τῶν ἀρχαίων· τοῦτο γάρ ἐστι τὸ αὐτῶν. [5]
21.2
ἢ τῶν Ἀθηναίων καὶ Πελοποννησίων, τουτέστι μείζων τῆς δυνάμεως αὐτῶν ἐγένετο c 1 ὅσα μὲν λόγῳ εἶπον : προκατασκευάζει τὰς δημηγορίας ABFGMc 2 χαλεπὸν κτ ἑ.
22.1
: ἐπιτηδείως τὴν ἄγνοιαν προφασίζεται, ἵνα χρήσηται τοῖς οἰκείοις ἐνθυμήμασιν ABFGMc 2 ʃ χαλεπὸν ἦν ἐμοί τε αὐτῷ, φησίν, ὧν ἤκουσα καὶ τοῖς ἀπαγγέλλουσί μοι τὴν ἀκρίβειαν τῶν λεχθέντων διαμνημονεῦσαι· ὡς ἐδόκουν τοίνυν ἐμοὶ τὰ δέοντα εἰπεῖν, ἐχομένῳ μοι τῆς ὅλης γνώμης ἐγγύτατα τῶν ἀληθῶς λεχθέντων, οὕτως εἴρηται· τουτέστιν, ὡς ἔδοξα δὲ ὅτι εἶπον ἂν ἀληθῶς, οὕτως εἴρηκα, εἰ καὶ μὴ αὐτὰ ἐκεῖνα τὰ λεχθέντα ῥήματα c 1 οὐ δ ’ ὡς ἐμοὶ ἐδόκει : ἐπειδὴ φιλαθήναιος δοκεῖ, τοῦτο λέγει ABFGMc 2 τῶν πραχθέντων : σημείωσαι· εἶπε πρῶτον περὶ τῶν λεχθέντων ἐν τῷ πολέμῳ, εἶτα λέγει καὶ περὶ τῶν πραχθέντων ὅπως εἰδείη ἑκάτερα c 1 οἷς τε αὐτὸς παρῆν : ἐστρατήγει γὰρ καὶ αὐτὸς ἕως τῆς τετάρτης ἱστορίας BGMac 1 c 2 ʃ ἡ διάνοια· ἠξίωσα τῆς γραφῆς τὰ ἔργα, οἷς αὐτὸς παρῆν. [5]
22.2
ἐπεξελθών : ἐρευνῶν εὐνοίας ἢ μνήμης : εὐνοίας ἐπὶ Λακεδαιμονίων, μνήμης ἐπὶ Ἀθηναίων ABFGMc 2 ἔχοι : ἀντὶ τοῦ εἶχον ABFc 2 τὸ μὴ μυθῶδες : πάλιν πρὸς Ἡρόδοτον FMac 2 αὐτῶν : τῶν συγγραμμάτων BFGc 2 ʃ τῶν λεχθέντων Mc 1 ʃ ὅρα δὲ πῶς πρότερον εἰπὼν περὶ τῶν ἐν τῷ πολέμῳ λόγων καὶ ἔργων ἐνταῦθα λέγει περὶ τῆς ἱστορίας τῆς τε φράσεως αὐτῶν καὶ τῆς ὠφελείας c 1 ὅσοι δὲ βουλήσονται κτ ἑ. [5]
22.4
: τὸ ἑξῆς καὶ ἡ διάνοια· ἀρκούντως ἕξει, ἤτοι ἀρκέσει, κρῖναι αὐτά, τὰ γεγραμμένα δηλονότι, ὠφέλιμα εἶναι, ἤτοι ὠφέλιμα πᾶσιν, ὅσοι βουλήσονται σκοπεῖν τῶν τε γενομένων τὸ σαφὲς καὶ τῶν μελλόντων ἔσεσθαί ποτε αὖθις τοιούτων καὶ παραπλησίων κατὰ τὸ ἀνθρώπειον. κατὰ τὸ ἀνθρώπινον : ἐπειδὴ ἄδηλα τὰ ἀνθρώπινα ABFMc 2 τοιούτων : ποιότητος· παραπλησίων : μεγέθους ABFMc 2 κτῆμα : κτῆμα τὴν ἀλήθειαν, ἀγώνισμα τὸν γλυκὺν λόγον. αἰνίττεται δὲ τὰ μυθικὰ Ἡροδότου ABFGMc 2 ʃ κέρδος. ʃ διὰ τοῦτο Διονύσιος περὶ Δημοσθένους (p. 982) φησί· οὐκ ἀνάθημα ποιῶν τὸν λόγον ὡς ὁ συγγραφεύς c 1 ἀγώνισμα : θέαμα, παιδιά, ποιητικὸν ἀγώνισμα κωμῳδοποιῶν ἢ τραγῳδοποιῶν. ʃ ἐπίδειξιν. ʃ τὸ ἀγώνισμα, φησίν, εἰς τὸ παραχρῆμα ἀκούειν ξύγκειται, τουτέστι σαφές ἐστιν c 1 μέγιστον : ὑποληπτέον τὸ ἔργον, μέγιστον ἔργον· κατὰ σύγκρισιν δὲ ἐκφέρει τὸν λόγον αὔξων τὸ τῆς ἱστορίας πρᾶγμα c 1 δυοῖν ναυμαχίαιν καὶ πεζομαχίαιν : ναυμαχίαι δύο, ἐν Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι· πεζομαχίαι δύο, ἐν Πύλαις καὶ ἐν Πλαταιαῖς ABFGMc 2 ταχεῖαν τὴν κρίσιν ἔσχεν : ἤγουν ταχέως ἐπαύσατο. [5]
23.1
τούτου δὲ τοῦ πολέμου : τοῦ Πελοποννησίου. αὐτῷ : τῷ πολέμῳ c 1 ἐν ἴσῳ χρόνῳ : ἐν κζʹ ἔτεσιν ABFGc 2 εἰσὶ δ ’ αἳ καὶ οἰκήτορας μετέβαλον : οἷον Ποτίδαια καὶ Αἴγινα ABFMc 2 ὁ δὲ διὰ τὸ στασιάζειν ? : ἀπὸ κοινοῦ τὸ ξυνηνέχθη γενέσθαι ABFGMc 2 τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα κτ ἑ.
23.3
: καὶ τὰ λεγόμενα, φησίν, ὅτι ἐγένοντο πρότερον, ἅπερ σπανιώτερον ἔργῳ βεβαιοῦντο, τουτέστιν ὅτι τοιαῦτα ἔστιν ὅτε ἐγένοντο. καὶ ἐβεβαιοῦντο τὰ λεγόμενα ἀκοῇ, ἔργῳ· καὶ τὰ λεγόμενα τοίνυν οὐκ ἄπιστα κατέστη. πόθεν; ἐκ τοῦ συμβῆναι τοιαῦτα. καὶ γὰρ ἐλέγετο, φησί, περὶ σεισμῶν καὶ ἐκλείψεων ἡλίου καὶ αὐχμῶν, καὶ γεγόνασιν ἐν τῷ καιρῷ τοῦ πολέμου δεινότερα τοιαῦτα, ὥστε πιστευθῆναι καὶ τὰ λεγόμενα πρότερον c 1 καὶ ἀ π ’ αὐτῶν κτ ἑ. : σημείωσαι ὅτι ἀπὸ τῶν αὐχμῶν λιμὸς καὶ λοιμός c 1 ʃ σημείωσαι· τὴν λοιμώδη νόσον τῶν παθημάτων λέγει μείζονα c 1 βλάψασα : τοὺς Ἀθηναίους ABFc 2 μετὰ κτ ἑ. : ἡ σύνταξις· μετὰ τοῦ πολέμου ἅμα. παρέλκον τὸ ἅμα κεῖται c 1 τὰς τριακοντούτεις σπονδάς : μετὰ λϛʹ ἔτη τῶν Μηδικῶν ἐγένοντο αἱ τριακοντούτεις σπονδαί, καὶ ἐφυλάχθησαν ἔτη ιδʹ, ὡς γενέσθαι ἔτη νʹ ἀπὸ τῶν Μηδικῶν ἕως τῶν Πελοποννησιακῶν ABFGMc 2 προύγραψα : μετʼ ὀλίγον ἔγραψα ABFMc 2 τοῦ μή τινα ζητῆσαι : λείπει τὸ ἕνεκεν. [10]
23.5
ἐξ ὅτου : ἐκ τίνος c 1 πρόφασιν : τὴν αἰτίαν c 1 ἀφανεστάτην : κεκρυμμένην.
23.6
τοὺς Ἀθηναίους .. . ἀναγκάσαι ἐς τὸ πολεμεῖν : τὰ ὀνόματα ῥήματα ἐποίησεν· βούλεται γὰρ δηλοῦν ὅτι μεγάλοι γινόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου ABFMc 2 αἱ δ ’ ἦσαν : ποῖαι; αἱ καθεξῆς ῥηθησόμεναι c 1 e Ἐπίδαμνος : ἣ νῦν Δυρράχιον καλεῖται, ἥν τινες παραγραμματίζοντες Δοράκιον καλοῦσιν ABFGMc 2 ʃ ἀρχὴ τῆς διηγήσεως e ἀπῴκισαν : οὐχὶ τὸ ἀπανέστησαν τῆς οἰκίας, ἀλλὰ τὸ ἀποικίαν ἔπεμψαν. [5]
24.2
καὶ γὰρ μετʼ ὀλίγον (§ 6) φησί, πέμπουσιν ἐς τὴν Κέρκυραν ὡς μητρόπολιν. οἱ μὲν οὖν Κερκυραῖοι πέμπουσι τὴν ἀποικίαν· ὁ δὲ Φάλιος, Κορίνθιος ὢν καὶ ἐν Κερκύρᾳ ὤν, συνεκπεμφθεὶς οἰκίζει τὴν Ἐπίδαμνον c 1 τὸν παλαιὸν νόμον : σημείωσαι· ὁ παλαιὸς νόμος οὐκ ἀπὸ τοῦ γένους ἐκάλει, ἀλλʼ ἀπὸ τῆς μητροπόλεως, τουτέστι τῆς πατρίδος c 1 ἐκ τῆς μητροπόλεως : ἐκ τῆς Κορίνθου· Κορίνθιος 〈γὰρ ἦν〉 c 1 κατακληθείς : κατακληθείς κυρίως εἶπεν· ἀπὸ γὰρ μειζόνων τῶν Ἡρακλειδῶν· ὥσπερ ἀνακληθείς ἀπὸ ἐλασσόνων λέγεται ABFGMc 2 ἡ τῶν Ἐπιδαμνίων πόλις : κείμενον δύναμις· ἀντὶ τοῦ οἱ Ἐπιδάμνιοι a στασιάσαντες : οἱ Ἐπιδάμνιοι ABFGMc 2 ζήτει κεφάλαιον ληʹ τοῦ περὶ μεθόδου δεινότητος περὶ ἀμφιβολίας (Hermog. [10]
24.4
Rhet. Gr. II 454) g τῶν προσοίκων βαρβάρων : τῶν Ταυλαντίων ABFGMc 2 τῆς πολλῆς : τῆς πλείονος, οὐ μὴν δὲ τῆς πάσης ABFGMc 2 τὰ δὲ τελευταῖα : 〈κατὰ〉 τὰ τελευταῖα τῆς στάσεως αὐτῶν ABFGMc 2 ʃ ἀντὶ τοῦ τέλος δέ c 1 τοῦδε τοῦ πολέμου : τοῦ Πελοποννησιακοῦ. [5]
24.5
αὐτῶν : τῶν Ἐπιδαμνίων οἱ δὲ ἐν τῇ πόλει ὄντες Ἐπιδάμνιοι : ὁ δῆμος δηλονότι ABFGMc 2 τούς τε φεύγοντας : τοὺς πλουσίους FGMac 2 ξυναλλάξαι : ἀντὶ τοῦ καταλλάξαι c 1 Ἥραιον : ἱερὸν τῆς Ἥρας c 1 τιμωρίαν : βοήθειαν ABFGM ʃ [ἐκδίκησιν] βοήθειαν, ἢ ὑπακουστέον τὸ κατὰ τῶν ἀδικούντων, τιμωρίαν, κατὰ τῶν ἀδικούτων αὐτοὺς δηλαδή, ἐκδίκησιν c 1 θέσθαι τὸ παρόν : θέσθαι τὸ εὖ θέσθαι, τὸ δὲ παρὸν ἀντὶ τοῦ παρόντος· ἐβουλεύοντο γὰρ καὶ τὴν πόλιν παραδοῦναι καὶ τιμωρίαν λαβεῖν. [5]
25.1
ὡς οἰκισταῖς : διὰ τὸν Φαλίον δηλονότι ABFMc 2 ἐφʼ ὅσον οἰκιστὴς αὐτὸς ἦν, Κορίνθιος ὤν. ʃ σημείωσαι ὡς οἰκισταῖς λέγει οὐχ ὅτι ἀληθῶς Κορίνθιοι αὐτοὺς ᾤκισαν, ἀλλʼ ἐφʼ ὅσον ὁ οἰκιστὴς Φάλιος Κορίνθιος ἐγένετο c 1 ἀνεῖλε : ἀντὶ τοῦ ἐχρησμώσησεν c 1 ἡγεμόνας ποιεῖσθαι : τοὺς Κορινθίους. τὸ μαντεῖον : τὴν μαντείαν, τὸ μάντευμα c 1 παρέδοσαν : τοῖς Κορινθίοις δηλονότι. [10]
25.2
τόν τε οἰκιστήν : Φάλιον. τὸ χρηστήριον : τὸ χρησμώδημα, τὸν χρησμόν c 1 κατά τε τὸ δίκαιον : κατὰ τὸ δοκοῦν αὐτοῖς δίκαιον ABFMc 2 ἐνόμιζον γὰρ αὑτῶν μᾶλλον εἶναι τὴν ἀποικίαν.
25.3
ὑπεδέξαντο τὴν τιμωρίαν : σημείωσαι· οὐχὶ τὴν πρεσβείαν ὑπεδέξαντο, ἀλλὰ τὴν τιμωρίαν. τὸ τέλος εἶπεν ἀντὶ τῆς πράξεως, συντομώτερον εἰπὼν καὶ καινότερον· τὸ γὰρ εἰπεῖν ὅτι ὑπεδέξαντο τὴν πρεσβείαν καὶ κατέθεντο τὴν τιμωρίαν ποιῆσαι μακρὸν ἂν ἐγένετο καὶ σύνηθες κατὰ τὴν φράσιν c 1 ὄντες ἄποικοι : σημείωσαι ἄποικοι τουτέστιν πέμψαντες τὴν ἀποικίαν c 1 οὔτε γὰρ κτ ἑ. [5]
25.4
: ἰστέον ὅτι ὁ γὰρ παρέλκει, ἢ ἀπὸ κοινοῦ τὸ παρημέλουν. ἢ τὸ διδόντες ἀντὶ τοῦ ἐδίδοσαν, ὡς καὶ Ὅμηρος (Θ 307)· καρπῷ βριθομένη ἀντὶ τοῦ βρίθεται ABFGMc 2 ἐν πανηγύρεσι : ἐν Ὀλυμπίοις, Νεμέοις καὶ τοῖς τοιούτοις ἀγῶσιν ABFGMc 2 ʃ σημείωσαι ὅτι οἱ πέμποντες ἀποικίας, οὗτοι ἐποίουν τὰς πανηγύρεις τὰς δημοσίας ἐν ἐκείναις ταῖς πόλεσι καὶ διʼ ὁμογενῶν τῶν οἰκιστῶν ἀπήρχοντο τῶν ἱερῶν, τουτέστι τῶν θυσιῶν c 1 γέρα : τὰς τιμὰς καὶ προεδρίας ABFGMc 2 νομιζόμενα : νενομοθετημένα c 1 Κορινθίῳ ἀνδρί : ἔθος γὰρ ἦν ἀρχιερέας ἐκ τῆς μητροπόλεως λαμβάνειν ABFGMc 2 προκαταρχόμενοι : διδόντες τὰς καταρχάς. αἱ ἄλλαι ἀποικίαι : ἀντὶ τοῦ αἱ πεμφθεῖσαι ἀποικίαι c 1 περιφρονοῦντες δὲ αὐτούς : Ἀττικὴ ἡ σύνταξις ἀντὶ τοῦ περιφρονοῦντες αὐτῶν ABFGMc 2 ʃ κατὰ κοινοῦ τὸ παρημέλουν ἐπὶ τῶν ὅλων ABGc 2 ὁμοῖα : ἀντὶ τοῦ ὁμοίως c 1 ἔστιν ὅτε : οὐ γὰρ ἀεὶ πλέον εἶχον ναυτικόν· διὰ τοῦτό φησιν ἔστιν ὅτε ABFGMc 2 κατὰ τὴν Φαιάκων προενοίκησιν : ὡς τῶν Κερκυραίων οὕτω δοξαζόντων λέγει καὶ οὐχὶ ἀφʼ ἑαυτοῦ· ἀεὶ γὰρ τὸ μυθῶδες φεύγει ABFGMc 2 ʃ ἀντὶ τοῦ ὁμοίως τῇ προενοικήσει τῶν Φαιάκων. προενοικήσει λέγει τῆς Κερκύρας· καὶ γὰρ οἱ Φαίακες παλαιότεροι ἦσαν τῶν Κερκυραίων καὶ ἄριστοι τὰ ναντικά. κλέος ἐχόντων : τῶν Φαιάκων ἐς τὰ περὶ τὰς ναῦς c 1 ᾗ καὶ μᾶλλον : τὸ ᾗ ἀντὶ τοῦ διό· καὶ μᾶλλον· διὰ τὴν φήμην τῶν Φαιάκων, μὴ φανεῖεν χείρους ABFGMc 2 καὶ ἦσαν οὐκ ἀδύνατοι : τὸ οὐκ ἀδύνατοι μεσότητός ἐστι ῥῆμα, οἷον οὔτε τελείως δυνατοὶ οὔτε ἀσθενεῖς. πολεμεῖν : πρὸς Κορινθίους ABFc 2 ʃ τοῖς Κορινθίοις δηλονότι g ἐγκλήματα ἔχοντες : ἰδίως εἶπε τὸ ἐγκαλεῖν ἐγκλήματα ἔχειν ABFGc 2 ʃ ἀντὶ τοῦ κατὰ τῶν Κερκυραίων c 1 ʃ ἤγουν ἐγκαλοῦντες ἕνεκα πάντων τούτων οἱ Κορίνθιοι τοῖς Κερκυραίοις. [25]
26.1
ὠφελίαν : βοήθειαν, συμμαχίαν, ἐπικουρίαν ABFGc 1 c 2 φρουρούς : ἔπεμπον δηλονότι φρουροὺς καὶ οἰκήτορα c 1 περαιούμενοι : πλέοντες τήν τε ἀποικίαν Κορινθίοις δεδομένην : τουτέστι τὴν τῶν Ἐπιδαμνίων τοῖς Κορινθίοις ἀναφερομένην c 1 τούς τε φεύγοντας : τοὺς πλουσίους ABFGMc 2 ʃ τοὺς φυγάδας. [5]
26.3
κα τ ’ ἐπήρειαν : κατὰ βλάβην καὶ στάσιν, ὅπως πάλιν στασιάσωσιν ABFGMc 2 ʃ ἢ κατʼ ἀπειλήν. ʃ τρία εἴδη ὀλιγωρίας, καταφρόνησις, ἐπηρεασμὸς καὶ ὕβρις. τούτων γὰρ καταφρονεῖ τις, ἃ μηδενὸς 〈ἄξια〉 ἡγεῖται. καὶ γὰρ ὁ ἐπηρεάζων φαίνεται καταφρονεῖν. ἔστι γὰρ κατὰ Ἀριστοτέλην (rhet. II 2 p. 1378 b) ὁ ἐπηρεασμὸς ἐμποδισμός *** f (multa valde incerta) αὐτούς : τοὺς Ἐπιδαμνίους. οἱ τῶν Ἐπιδαμνίων φυγάδες : οἱ πλούσιοι ABFGMc 2 προϊσχόμενοι : προτείνοντες ἀποπέμπειν : ἀπὸ κοινοῦ τὸ ἐκέλευον οἱ Κερκυραῖοι ABFMc 1 ʃ τῆς Ἐπιδάμνου. ὑπήκουσαν : ὑπακούω πρὸς γενικῆς c 1 ὡς κατάξοντες : τοὺς φυγάδας· τοῦτο γὰρ ὑπακουστέον. [10]
26.4
τὸ ἑξῆς· στρατεύουσι καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες c 1 προσκαθεζόμενοι δὲ τὴν πόλιν : τὴν πόλιν Θουκυδίδειον, τῇ πόλει κοινόν.
26.5
ἐπείθοντο: οἱ Ἐπιδάμνιοι δηλονότι. ἔστι δ ’ ἰσθμὸς τὸ χωρίον : μεταξυλογία ABFMc 2 ἰσθμός : γῆ ἀμφιθάλασσος. πολιορκοῦνται : οἱ Ἐπιδάμνιοι.
27.1
ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ : λείπει τιμῇ· ἴσῃ καὶ ὁμοίᾳ, τοῖς Ἐπιδαμνίοις δηλονότι ABFMc 2 ʃ τουτέστιν πολιτείᾳ, ἵνα κἀκεῖ ἔχῃ πάντα ὡς ἐν Κορίνθῳ c 1 εἰ δέ τις τὸ παραυτίκα κτ ἑ. : τουτέστιν, εἴ τις οὐ βούλεται ἀπιέναι, ἀλλὰ ἔχειν λόγον ὅτι συνήργησεν εἰς τὴν ἀποικίαν, διδότω δραχμὰς πεντήκοντα καὶ μενέτω, φησίν, ἐν Κορίνθῳ οἰκῶν c 1 Παλῆς Κεφαλλήνων : Παλῆς ὡς Μεγαρῆς. [5]
27.2
πόλις δὲ ἡ Πάλη τῆς Κεφαλληνίας· τετράπολις γάρ ἐστι Κεφαλληνία, Πάλη, Κράναια, Σάμαια, Πρώναια ABFGMc 2. τὴν παρασκευήν : τὴν οἰκονομίαν τοῦ πολέμου.
28.1
παρέλαβον : ἵνα αὐτοῖς ὦσι μάρτυρες τῶν λόγων ἢ ἵνα αὐτοὺς αἰδεσθῶσιν οἱ Κορίνθιοι ABFGMc 2 ʃ σημείωσαι τὸ παρέλαβον ἐπὶ τοῦ φιλικῶς ἔλαβον καὶ ὡς συναγωνιστάς c 1 ἐκέλευον : ἀντὶ τοῦ ἐπέτρεπον καὶ ἐμαρτύραντο c 1 ἀπάγειν · ἐκβάλλειν c 1 ὡς οὐ μετόν : ἀντὶ τοῦ οὐδὲν κοινόν c 1 εἰ δ ’ ἔτι ἀντιποιοῦνται : ζήτει τοῦ περὶ εὑρέσεως βιβλίου τόμον βʹ περὶ νόμου εἰσφορᾶς (Hermog. [5]
28.2
Rhet. Gr. II 191 sqq.) G δίκας ἤθελον δοῦναι : ἐπιτρέψαι δικαστηρίῳ καὶ κριθῆναι ἐβούλοντο ABFGMc 2 ʃ ἀντὶ τοῦ ἔλεγον δίκας ἀμφοτέρους διδόναι, αὐτούς τε Κερκυραίους καὶ Κορινθίους δικάσασθαι ἔνθα βούλονται καὶ συμφωνήσουσιν c 1 ξυμβῶσιν : ξυμφωνήσωσιν. δικασθῇ : ἀποφανθῇ. ἤθελον δὲ καὶ τῷ ἐν Δελφοῖς μαντείῳ ἐπιτρέψαι : ἴσως γὰρ οὐκ ἐπύθοντο τὸν χρησμὸν ὃν ἔλαβον οἱ Ἐπιδάμνιοι διὰ Κορινθίους ABFGMc 2 ʃ ἀντὶ τοῦ, ἔλεγον δὲ ὅτι ἐρωτήσωμεν καὶ τὸ μαντεῖον, τίσι νέμει τὴν ἀποικίαν καὶ τὰ δίκαια c 1 ἐπιτρέψαι : τὴν ἐπιτροπὴν τῆς κρίσεως δοῦναι. πόλεμον δὲ οὐκ εἴων ποιεῖν : διότι ἄποικοι ἦσαν καὶ ᾐδοῦντο αὐτούς ABFGMc 2 εἰ δὲ μή : εἰ δὲ οὐκ ἐθελήσουσι παῦσαι τὸν πόλεμον. [10]
28.3
βιαζομένων : ἀντὶ τοῦ βιαζόντων. οὓς οὐ βούλονται : οἱ Κερκυραῖοι, οὐχ οἱ Κορίνθιοι ABFGMc 2 ἑτέρους τῶν νῦν ὄντων μᾶλλον : ἄλλους ἀπὸ τῶν παρόντων φίλων. ἢ ἑτέρους λέγει μᾶλλον φίλους τῶν παρόντων φίλων. τῶν νῦν ὄντων : τῶν νῦν ἰσχυόντων. λέγει δὲ Ἀθηναίους ABFGMc 2 ὠφελίας : βοηθείας c 1 τοὺς βαρβάρους : τοὺς Ταυλαντίους F ἀπαγάγωσι : ἀποστήσωσιν. [5]
28.5
ἀντέλεγον : οὐκ ἐναντία ἔλεγον, ἀλλὰ ἴσα· ὡς ἀντίθεος ὁ ἰσόθεος ABFMc 2 ἑτοῖμοι δὲ εἶναι κτ ἑ. : ἀντὶ τοῦ ἑτοίμως ἔχουσιν, εἰ μὴ ἐκεῖνο βούλονται, σπονδὰς ποιήσασθαι, μένειν ἐν Ἐπιδάμνῳ καὶ τοὺς πεμφθέντας Κορινθίων καὶ τοὺς πεμφθέντας Κερκυραίων, μηδὲν πράττοντας εἰς κάκωσιν, ἕως ἂν δίκας δώσουσιν c 1 κατὰ χώραν : ἐφʼ ἡσυχίας, ἵνα μὴ ἐν τῷ μεταξὺ ἀλλήλους ἀδικῶσι ABFMc 2 ὑπήκουον : πρὸς γενικῆς ἀντὶ τοῦ ἠνείχοντο c 1 προπέμψαντες κήρυκα : ὅρα ὡς κατεφρόνουν οἱ Κορίνθιοι· καὶ γὰρ οὐ λάθρα ἐβούλοντο πλεῖν ABFMc 2 κήρυκα : κήρυξ ἐν πολέμῳ, πρέσβεις ἐν εἰρήνῃ ABFc 2 ἄραντες : τὸ ἑξῆς· ἄραντες ἔπλεον c 1 δισχιλίοις τε ὁπλίταις : καὶ μὴν ἄνω (cap. [5]
29.1
27, 2) τρισχιλίους ἡτοίμαζον. ῥητέον οὖν ὅτι ἴσως οὐκ ἦν χρεία τῶν χιλίων, ἢ καὶ καταφρονοῦντες τῶν Κερκυραίων τοῦτο ποιοῦσιν ABFGMc 2 ἐναντία : ἀντὶ τοῦ κατὰ πρόσωπον c 1 ἐν Ἀκτίῳ τῆς Ἀνακτορίας γῆς : ἡ Ἀνακτορία γῆ ἐστι τῆς ἠπείρου, τὸ δʼ Ἄκτιον λιμήν ABF κήρυκά τε προύπεμψαν : ἵνα εἰρηνικὰ φρονοῦντες δηλώσωσιν.
29.3
ἀπεροῦντα : ἀπαγορεύσοντα c 1 ʃ ἀποστρέψοντα, τὰ ἐναντία ἐροῦντα. ἐπλήρουν : ἀνδρῶν δηλονότι. ζεύξαντες : ζυγώματα αὐταῖς ἐνθέντες εἰς τὸ συνέχεσθαι ABFGMc 2 ʃ ζήτει κεφάλαιον αʹ τοῦ περὶ μεθόδου δεινότητος (Hermog. Rhet. Gr. II 427) g ʃ εὐτρεπίσαντες, τοὺς ζυγοὺς ἁρμόσαντες ἐν αὐταῖς· καὶ γὰρ ἔθος ἔχουσιν αἴρειν αὐτοὺς ἀπὸ τῶν οὐ πλεουσῶν νεῶν. ἀλλʼ ἐν τούτῳ τὸν εὐτρεπισμὸν εἶπε c 1 τὰς παλαιάς : οὐδεμία καινὴ ναῦς ἦν, εἴ γε τὰς μὲν ἔζευξαν διαλελυμένας οὔσας καὶ ζυγωμάτων προσδεηθείσας εἰς συνοχήν, τὰς δὲ ἐπεσκεύασαν. ἐπισκευάσαντες : ἐπισκευάζω τὸ ἐκ παλαιότητος εἰς νέαν κατάστασιν εἰδοποιῶ, καὶ ἐπισκευαστὴς ὁ τῶν σαθρῶν οἰκοδόμος. ʃ ἐκ σαθρότητος νέας ποιήσαντες. εἰρηναῖον : εἰρήνης ποιητικόν. [15]
29.4
τεσσαράκοντα : προεῖπε γὰρ (cap. 25, 4) ὅτι ἑκατὸν εἴκοσι εἶχον ABFGMc 2 ἐναυμάχησαν : τὴν ναυμαχίαν ταύτην οὐκ ἀκριβῶς διηγεῖται, πρεσβυτέραν ἴσως οὖσαν αὐτοῦ. διὰ δὲ τῆς φθορᾶς τῶν πεντεκαίδεκα νεῶν τὴν ἐπικράτειαν αὐτῶν δηλοῖ. καὶ αὗται μὲν τελείως διεφθάρησαν, αἱ δὲ λοιπαὶ ἐτραυματίσθησαν, καὶ αἰχμάλωτοι ἐλήφθησαν ἱκανοί. παρὰ πολύ : ἀντὶ τοῦ σφόδρα ABFGMc 2 διαφερόντως, μᾶλλον ἢ πολύ. τῇ δὲ αὐτῇ ἡμέρᾳ κτ ἑ. [5]
29.5
: δευτέραν νίκην λέγει τῶν Κερκυραίων ABFGMc 2 ἐπήλυδας : ξένους. ἀποδόσθαι : πωλῆσαι FGMac 2. τροπαῖον : τροπαῖον ἡ παλαιὰ Ἀτθίς, ἧς ἔστιν Εὔπολις, Κρατῖνος, Ἀριστοφάνης, Θουκυδίδης· τρόπαιον ἡ νέα Ἀτθίς, ἧς ἔστι Μένανδρος καὶ οἱ ἄλλοι ABFGMc 2 Κορινθίους δὲ δήσαντες εἶχον : οὗτοι ἐδέθησαν.
30.1
καὶ οἱ ἐν Ἐπιδάμνῳ ἄλλοι Κορίνθιοί εἰσιν ABGMc 2 τῆς γῆς ἔτεμον : Ἀττικὴ ἡ σύνταξις ABFGMc 2 Κυλλήνην : ἄλλη Κυλλήνη τῆς Ἀρκαδίας ABFGMc 2 ἐπίνειον : ἐπίνειόν ἐστι πόλισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῶν πόλεων εἰσίν, ὥσπερ Πειραιεὺς τῶν Ἀθηναίων καὶ Νίσαια τῆς Μεγαρίδος· δύνασαι δὲ ἐπὶ παντὸς ἐμπορίου καὶ παραθαλασσίου χρήσασθαι τῷ ὀνόματι τούτῳ, ὃ νῦν οἱ πολλοὶ κατάβολον καλοῦσιν ABFGMc 2 τοῦ τε χρόνου τὸν πλεῖστον : ἀεὶ ὁ Θουκυδίδης τὸν πλεῖστον ἀρσενικῶς λέγει FMac 2 περιόντι : ἐνισταμένῳ. [5]
30.3
ἐπόνουν : ὑπὸ τῶν Κερκυραίων BFc 2 τὸ Χειμέριον : οὕτως καλεῖται ὁ τόπος ABFc 2 ἀντικαθεζόμενοι : ἀντιστρατοπεδεύοντες.
31.1
ὀργῇ φέροντες τὸν πρὸς Κερκυραίους πόλεμον : ὀργιζόμενοι διὰ τὸν πόλεμον τῶν Κερκυραίων. ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι : οὐκ ἐνεγράφησαν ταῖς σπονδαῖς.
31.2
ἔνσπονδοι : φίλοι. κυρίως δὲ ἔνσπονδος ὁ ἀπὸ πολέμου ABFGMc 2. αʹ δημηγορία Κερκυραίων ABCFGMe πρὸς Ἀθηναίους c 2 δίκαιον : δίκαιον ἀντὶ τοῦ εὔλογον ABFGMc 2 ʃ ἡ τοῦ Κερκυραίου δημηγορία μᾶλλον τὸ συμφέρον προβάλλεται ἤπερ τὸ δίκαιον, ἡ δὲ τοῦ Κορινθίου μᾶλλον τὸ δίκαιον ἤπερ τὸ συμφέρον· οἱ γὰρ Κορίνθιοι σύμμαχοι ἦσαν, οἱ δὲ Κερκυραῖοι ναῦς εἶχον ἑκατὸν εἴκοσι ABFGMc 2 ʃ οὔτε εὐεργεσίαν ὀφείλετε, ὦ Ἀθηναῖοι, οὔτε συμμαχίαν ἢ ἡμῖν ἢ τοῖς Κορινθίοις. [5]
32.1
δίκαιον οὖν ἐστι τοὺς πρὸς τοιούτους ἥκοντας δεησομένους ἐπικουρίας πρῶτον ἀναδιδάξαι ὅτι μάλιστα συμφέροντα δέονται c 1 τοὺς μήτε κτ ἑ. : ἡμᾶς τοὺς Κερκυραίους. μήτε εὐεργεσίας μεγάλης : εὐτελίζει τῶν Κορινθίων τὴν χάριν τῶν εἴκοσι νεῶν (cap. 41, 2) ABFGc 2 τοὺς πέλας : τῇ γνώμῃ· οὐ γάρ ἐστιν ἡ Κέρκυρα πέλας τῶν Ἀθηνῶν ABFGMc 2 ἀναδιδάξαι : ἄνωθεν διδάξαι c 2 ʃ τί πρῶτον ἀναδιδάξαι; μάλιστα μέν: c 1 τὴν χάριν : τὴν ἀντίχαριν. βέβαιον : σημείωσαι· ἡ βέβαιος ABFc 2 σαφὲς καταστήσουσι : ἀποδείξουσιν. τουτέστιν, εἰ τοιαῦτα ἀποδείξουσιν ἑαυτοὺς ζητοῦντας, ἐπιτυχεῖν εἶεν ἂν ἄξιοι, εἰ δὲ μή, ἀποτυγχάνειν. δεικνύουσι δʼ ἑαυτοὺς ἔχοντας μᾶλλον ταῦτα καὶ δικαίους ἐπιτυχεῖν ὧν δέονται c 1 μὴ ὀργίζεσθαι : ἀπὸ κοινοῦ τὸ δίκαιον ABFc 2 Κερκυραῖοι δέ : τὸ δέ ἀντὶ τοῦ γάρ. [20]
32.2
μετὰ τῆς ξυμμαχίας τῆς αἰτήσεως : μετὰ τῆς αἰτήσεως συμμαχίας. τετύχηκε δέ : δεύτερον προοίμιον ABFGc 2 τὸ αὐτὸ ἐπιτήδευμα : τὸ ἰδιοπραγμονεῖν καὶ ἡσυχάζειν λέγει ἐπιτήδευμα ABFGMc 2 ʃ ἀνάφορμον (?) ὑμῖν εἰς τὴν ἡμῶν συμμαχίαν τὸ ἱδιοπραγμονεῖν ἡμᾶς f ʃ ἐγὼ δʼ ἂν ἐπιτήδευμα εἴποιμι τὸ αἱρεῖσθαι αὐτοὺς ἕως νῦν (ὡς κατιών φησι) μηδενὶ ξυμμαχεῖν· νῦν γάρ, φησίν, καὶ δεόμεθα ἡμεῖς, καὶ ὧν, εἰ πρὶν ξυνεμαχοῦμεν, ἐμέλλομεν νῦν βοηθείας ἀπολαύειν, ἀποτυγχάνομεν c 2 πρός τε ὑμᾶς : ὅσον ἐς τὴν κρίσιν τὴν ὑμετέραν. [5]
32.3
ἀξύμφορον : καθὸ ἔρημοί ἐσμεν ξυμμαχίας ABFGMc 2 καὶ περιέστηκεν κτ ἑ .
32.4
? : συμπαρόντων τῶν Κορινθίων καὶ ἀκροωμένων ταῦτα οἰκονομικῶς οἱ Κερκυραῖοί φασιν c 2 σωφροσύνη : ἡ ἰδιωτεία καὶ ἀπραγμοσύνη ABFGMc 2 τῇ τοῦ πέλας γνώμῃ : πολλάκις ἀδίκῳ οὔσῃ, εἰ κατὰ πατέρων ἢ κατὰ ἱεροῦ στρατεύοιεν ABFGMc 2 ʃ ἀντὶ τοῦ βουλῇ c 2 τὴν μὲν οὖν γενομένην ναυμαχίαν : τρίτον προοίμιον ABFGMc 2 ʃ λείπει ἡ κατά BFGMac 2 ἐ φ ’ ἡμᾶς : καθʼ ἡμῶν. [5]
32.5
περιγενέσθαι : τῶν Κορινθίων. ἐσόμεθα ὑ π ’ αὐτοῖς : Ἀττικὴ ἡ σύνταξις, εἰμὶ ὑπὸ σοί ABFGMc 2 ʃ ἤγουν εἰ δουλωθείημεν αὐτοῖς. ἀπραγμοσύνῃ : ἀπραξίᾳ c 2. γενήσεται δὲ ὑμῖν κτ ἑ. [5]
33.1
: ἐντεῦθεν οἱ ἀγῶνες ABFMc 2 ἡ ξυντυχία τῆς χρείας : ἀντὶ τοῦ ἡ ἐπιτυχία τῆς χρείας c 2 ʃ περιφραστικῶς ἡ χρεία ABFMc 2 πρῶτον μὲν : τὸ δίκαιον πρῶτον ABFMc 2 οὐχ ἑτέρους βλάπτουσι : ὥσπερ οἱ Κορίνθιοι ABFMc 2 τὴν ἐπικουρίαν : ἤγουν βοηθήσετε. ἔπειτα : τὸ συμφέρον δεύτερον ABFc 2 μαρτυρίου : 〈σημείωσαι〉 ὅτι τὸ μαρτύριον οὐδετέρως μόνος ὁ Θουκυδίδης λέγει ABFc 2 σπανιωτέρα : τὰ γὰρ καλὰ καὶ χρήσιμα σπάνια, τὰ δὲ χερείονα νικᾷ (Hom. [5]
33.2
Α 576) ABFc 2 ὑμεῖς ἂν πρὸ πολλῶν χρημάτων κτ ἑ. : ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω (Demosth. I 1). ἐτιμήσασθε : ἠγοράσατε ABFc 2 ἀρετήν : εὐδοξίαν Bc 2 f ὀλίγοις δή : ἀντὶ τοῦ οὐδὲ ὀλίγοις. Ὅμηρος (Ε 800)· ἦ ὀλίγον οἱ παῖδα ABFc 2 οἷς ἐπικαλοῦνται : οὓς ἐπάγονται πρὸς συμμαχίαν. τῷ κοινῷ ἔχθει : τῇ κοινῇ ἔχθρᾳ, ἤγουν ἵνα μὴ κοινοὶ ἐχθροὶ τῶν Κορινθίων γενόμενοι 〈καὶ τὰ ἑξῆσ〉. [5]
33.3
μηδὲ δυοῖν κτ ἑ. : λείπει θάτερον. ἐν ὑπερβατῷ δὲ ἡ σύνταξις. ὁ δὲ νοῦς τοιοῦτος· μηδὲ ἀποτύχωσι δυοῖν θατέρου, ἢ φθάσαι ἡμᾶς κακῶσαι ἢ ἑαυτοὺς βεβαιώσασθαι ABFc 2 προτερῆσαι : προέχειν, τὰ πρωτεῖα λαμβάνειν F ʃ προλαβεῖν. [5]
33.4
τῶν μὲν : ἡμῶν δηλονότι διδόντων ABFc 2 καὶ προεπιβουλεύειν ? : ἡμέτερον ἔργον ἀπὸ κοινοῦ ABF μαθόντων : ἀμαθεῖς γάρ εἰσι διὰ τὴν ἐνοῦσαν πονηρίαν ABFc 2 εὖ μὲν πάσχουσα : ὑπὸ τῆς μητροπόλεως.
34.1
ὁμοῖοι τοῖς λειπομένοις : ὁμότιμοι τοῖς ὑπολειφθεῖσιν ἐν τῇ μητροπόλει. ἠδίκουν : οἱ Κορίνθιοι.
34.2
σαφές ἐστιν : προείρηται ABFc 2 προκληθέντες : παρακινηθέντες. τῷ ἴσῳ : τῷ νόμῳ καὶ τῷ δικαίῳ, παρʼ οἷς ἡ ἰσότης. μετελθεῖν : κολάσαι. ἐκ τοῦ εὐθέος : γνώμῃ.
34.3
ἐκ τοῦ εὐθέος μὴ ὑπουργεῖν : ἀσκέπτως μὴ ὑπηρετεῖν. ὁ γὰρ ἐλαχίστας κτ ἑ. : ἀντὶ τοῦ, ὁ μηδʼ ὅλως λαμβάνων μεταμέλειαν ἐκ τοῦ χαρίζεσθαι τοῖς ἐχθροῖς ἀσφαλέστατος ἂν διατελοίη ac 2 f εἴρηται γὰρ ἐν αὐταῖς : ῥητὸν καὶ διάνοια· τὸ μὲν ῥητὸν ὁ Κερκυραῖος, τὴν δὲ διάνοιαν ὁ Κορίνθιος ABFc 2 ʃ ὅρα τὸ παρὰ ταῖς σπονδαῖς κείμενον ῥητόν c 2 τοῖσδε : τοῖς Κορινθίοις ABFc 2 τῶν ὑμετέρων ὑπηκόων : λανθανόντως κολακεύει τοὺς Ἀθηναίους ABFc 2 ʃ πολλάκις γάρ τινες διὰ πενίαν ἐμισθοφόρουν καὶ κατὰ τῶν οἰκείων ἐστράτευον.
35.3
λέγει δὲ περὶ Παλέων τῆς Κεφαλληνίας, οἵτινες Ἀθηναίων ὄντες ὑπήκοοι Κορινθίοις συνεμάχουν ABFc 2 εἶτα ἐν ἀδικήματι θήσονται : ἢ ἐν ὑποστιγμῇ ἢ εἰρωνικῶς ABFc 2 ἐπιόντων : καθʼ ἡμῶν. [5]
35.4
μάλιστα δὲ ἀπὸ τοῦ προφανοῦς : ἢ προφανῶς ἢ λάθρα, μάλιστα δὲ φανερῶς ABFc 2 βοηθεῖν : λείπει τὸ χρή, ἵνʼ ᾖ χρὴ βοηθεῖν ABFc 2 ὑπείπομεν : προείπομεν.
35.5
ἡ ἀλλοτρίωσις : ἡ στέρησις ABFc 2 ἀλλὰ κτ ἑ. : κατὰ κοινοῦ τὸ δίκαιον Fac 2 καὶ ὅτῳ τάδε ξυμφέροντα κτ ἑ.
36.1
: ἀντίθεσις ἀπὸ τοῦ δικαίου, ἣν λύει τῷ ξυμφέροντι ABFc 2 τὸ μὲν δεδιὸς αὐτοῦ κτ ἑ. : τὸ μὲν λῦσαι τὰς σπονδάς, δεδιὸς ὄν, φοβερὸν ἦν τοῖς Λάκωσι, τὸ δὲ μὴ λῦσαι, θαρσοῦν, ἀδεέστερον ἦν τοῖς αὐτοῖς. οἱ γὰρ Ἀθηναῖοι δεδιότες τὴν τῶν σπονδῶν λύσιν οὐκ ἂν δηλονότι ἐδέξαντο τοὺς Κερκυραίους καὶ τὴν ἀπὸ αὐτῶν δύναμιν. καὶ δῆλον ὅτι τὸ δεδιὸς τοῦτο ἰσχὺν ἔφερε τοῖς Ἀθηναίοις ἀπὸ τῶν Κερκυραίων, φόβον δὲ τοῖς Λακεδαιμονίοις. θαρσήσαντες δὲ ταῖς σπονδαῖς καὶ ἀπωσάμενοι τοὺς Κερκυραίους αὐτοῖς μὲν τοῖς Ἀθηναίοις ἀσθενὲς ἦν τὸ θάρσος τοῦτο, ζημιουμένοις τὴν ἐκ τῆς Κερκύρας βοήθειαν, τοῖς δὲ πολεμίοις αὐτῶν Πελοποννησίοις ἀσφαλὲς καὶ ἀδεέστερον ABFc 2 ʃ τὸ λῦσαι τὰς σπονδάς, τοῦτο τὸ φόβον ἐμποιοῦν, τοῦτο οὖν τὸ κατάφοβον ἰσχὺν ἔχει, ἡμῶν ἐν τῇ συμμαχίᾳ προσλαμβανομένων· τὸ δὲ θαρσοῦν καὶ εὔελπι, τὸ μὴ ἡμᾶς προσδέξασθαι, ἀσθενὲς ὄν. πρὸς γὰρ τοὺς Λακεδαιμονίους, τοὺς ἐχθροὺς ὑμῶν καὶ ἰσχύοντας, τοῦτο ἀδεέστερον ἔσται. καὶ ἅμα .. . Βουλευόμενος : ἀπὸ κοινοῦ τὸ γνώτω ABFc 2 οὐ τὰ κράτιστα : ἀλλὰ τὰ ἀσθενῆ καὶ ἐπιβλαβῆ ABFc 2 ὅταν ἐς τὸν μέλλοντα κτ ἑ. : τὸ ἑξῆς οὕτως· ὅταν ἐνδοιάζῃ καὶ διστάζῃ χωρίον προσλαβεῖν εἰς τὸν σχεδὸν μέλλοντα πόλεμον, τὸ αὐτίκα περισκοπῶν, τουτέστι τὴν ἐνυπάρχουσαν εἰρήνην ABFc 2 ὅσον οὐ : ἀντὶ τοῦ οὐχ ὅσον, τὸ οὐ βραδέως, ἀλλὰ ταχύ ABFc 2 καιρῶν : καιρῶν νῦν εὐτυχιῶν καὶ ἀτυχιῶν, ἢ μᾶλλον καιρῶν λέγει ἀντὶ τοῦ ἀναγκῶν καὶ κινδύνων ABFc 2 βραχυτάτῳ δ ’ ἂν κεφαλαίῳ : ἐντεῦθεν οἱ ἐπίλογοι ABFc 2 τοῖς τε ξύμπασι καὶ κα θ ’ ἕκαστον : λείπει τὸ λέγομεν, ἢ δοτικὴ ἀντὶ εὐθείας, ἵνʼ ᾖ μάθοιτε ἂν οἵ τε σύμπαντες καὶ καθʼ ἕκαστον ABFc 2 μὴ προέσθαι : μὴ προδῶτε. [5]
36.3
ἐς ταὐτόν : εἰς συμμαχίαν ABF ἕξετε : ἰσχύσετε. βʹ δημηγορία Κορινθίων ABCFc πρὸς Ἀθηναίους c 2 ἀναγκαῖον Κερκυραίων κτ ἑ.
37.1
: οὐ μόνον οἱ Κερκυραῖοι λόγον ἐποιήσαντο περὶ τοῦ δέξασθαι ὑμᾶς αὐτούς, ἀλλʼ ἤδη ἥψαντο καὶ ἡμῶν, κατηγοροῦντες ὅτι παρὰ τὸ εἰκὸς αὐτοῖς μαχόμεθα. ἀνάγκη τοίνυν ἐστὶ μνησθῆναι ἀμφοτέρων πρότερον, ὅτι οὐ δικαίως δέξεσθε αὐτοὺς καὶ ὅτι προσηκόντως αὐτοῖς μαχόμεθα, εἶτα ἐλθεῖν καὶ ἐπὶ τὸν ἄλλον λόγον. ξυμμαχίαν διὰ τὸ σῶφρον κτ ἑ. [5]
37.2
: οὐ συνεμάχησάν τινι διὰ τὴν σωφροσύνην. ἐπετήδευσαν : μετεχειρίσαντο. αἰσχύνεσθαι ? : ἔχειν μάρτυρα τῆς αἰσχύνης. καὶ ἡ πόλις αὐτῶν κτ ἑ.
37.3
: συμβαίνει τῇ γνώμῃ τῶν πολιτῶν· λῃστεύοντες γὰρ ἔχουσιν αὐτὴν συνεργοῦσαν, ἐπιτηδείαν ἔχουσαν τὴν θέσιν πρὸς ἁρπαγήν. οὐ γὰρ ἐκπλέουσι πρός τινας, μᾶλλον δὲ τοὺς πλέοντας ὑπὸ τῆς βίας τῶν πνευμάτων καταίροντας δέχονται καὶ διαρπάζουσιν, εἶτα δικάζουσιν αὐτούς, ὡς δίκαια δηλαδὴ πεπόνθασιν. καίτοι γε οὐ προκάθηνται εἰς τὸ δικάζειν συνθήκῃ, ἤγουν συμφωνίᾳ· τὸ δὲ ὅλον αὐτοὶ ἀδικηταὶ καὶ κριταί. ἐν τούτῳ γίγνεται αὐτοῖς τὸ ἄσπονδον εὐπρόσωπον καὶ πιθανόν· διὰ τοῦτο γὰρ συμμάχους οὐκ ἔχουσιν, ἵνα καταμόνας αὐτοὶ ἀδικῶσι καὶ μὴ μεθʼ ἑτέρων τὴν ἀδικίαν ἐργάζωνται, ἵνα μὴ μάρτυρας μᾶλλον ὧν ἐργάζονται ἢ συμμάχους ἔχωσιν. αὐτάρκη θέσιν κειμένη : λείπει ἡ εἰς ABM ʃ περιτροπὴ τὸ σχῆμα· ἡ θέσις τῆς πόλεως αὐτῶν ἁρμόττει αὐτῶν τῇ γνώμῃ καὶ αὐτάρκης ἐστὶ τῆς προαιρέσεως αὐτῶν καὶ κακίας πρὸς τὸ λῃστεύειν ABFM διὰ τὸ ἥκιστα κτ ἑ. : εἰ γὰρ ἐξέπλεον, φησίν, ἀλλαχοῦ, οἱ ἀδικούμενοι ἂν ἐκράτουν αὐτῶν ὁμήρους ABFM ἀνάγκῃ : διὰ πνευμάτων βίαν ABF καταίροντας ( παρόντας ABF) δέχεσθαι : ὑποδέχεσθαι φιλικῶς, δέχεσθαι λῃστρικῶς ABFGM κἀν τούτῳ (b) τὸ εὐπρεπὲς κτ ἑ. [20]
37.4
: τὸ ἑξῆς· κἀν τούτῳ τὸ ἄσπονδον εὐπρεπὲς προβέβληνται καὶ τὰ ἑξῆς ABFG κατὰ μόνας ? : μὴ κωλυόμενοι ὑπὸ τῶν συμμάχων διʼ οἶκτον FG κρατῶσι : φανερῶς ABF λάθωσι : λάθρα ABF ἢν δέ πού τι : ἐπὶ παρακαταθήκης BF ἀναισχυντῶσιν : ἀρνούμενοι δηλονότι, μὴ κοινωνοῦντος αὐτοῖς τινος εἰς τὴν τῶν λαφύρων διανομήν ABFGM ἀληπτότεροι : οἱ γὰρ εὐάλωτοι φόβῳ τῶν πέλας κολακεύειν ἀναγκάζονται τοὺς ἀδικοῦντας ABFGM ʃ ἀκατηγορητότεροι. [5]
37.5
ἐξῆν αὐτοῖς κτ ἑ. : τὸ ἑξῆς· φανερωτέραν ἐξῆν αὐτοῖς τὴν ἀρετὴν δεικνύναι διδοῦσι καὶ δεχομένοις τὰ δίκαια ABF τὴν ἀρετήν : φιλίαν, δύναμιν, συμμαχίαν ABFG ʃ τὴν μίαν τῶν γενικῶν φησι, τὴν δικαιοσύνην c 2 διὰ παντός : τὸ διὰ παντός, ἵνα μή τις εἴπῃ ὅτι νῦν ἀδικηθέντες AFG ἐκπεμφθεῖεν : ὑφʼ ἡμῶν δηλονότι. [5]
38.2
ἡμεῖς δὲ οὐ δ ’ αὐτοί κτ ἑ. : σημείωσαι· ἐκ τοῦ ἰσάζοντος τὸν λόγον ἀνέστρεψε (?) c 1 οὐ δ ’ ἐπεστρατεύομεν κτ ἑ.
38.4
: εἰ γὰρ μὴ ἠδικούμεθα περιφανῶς, οὐκ ἂν προδήλως ἐστρατεύομεν. ἐκπρεπῶς : ἐκδήλως F ὑπερβαλλόντως πάνυ BGF (?) διαφερόντως : ἐξαιρέτως F ὑπερβαλλόντως πάνυ AF (?) καλὸν δ ’ ἦν κτ ἑ. [5]
38.5
: ὅμως, εἰ καὶ ἡμαρτάνομεν, ἐπαινετὸν ἦν ἐνδοῦναι ἡμῖν ὀργιζομένοις. τῇ ἡμετέρᾳ ὀργῇ : ὡς πατρικῇ ABFG μετριότητα : ἀνεξικακίαν, ἐπιείκειαν ABFG πρότερον : πρὸ τοῦ λαβεῖν αὐτήν BFGa ἥν γε : λείπει ἡ εἰς, εἰς ἥν BF ʃ τὴν δίκην G ʃ ὁ νοῦς οὕτως· οὐ δεῖ τὸν ἐν ἀσφαλείᾳ ὄντα καὶ προβαλλόμενον δίκην δοκεῖν λέγειν τι.
39.1
μετέθηκε τὸν χρόνον ὁ Κορίνθιος· μετὰ γὰρ τὸ λαβεῖν, φησί, τὸ χωρίον καὶ κατασχεῖν ἠξίουν δικάζεσθαι οἱ Κερκυραῖοι. καὶ οὐ δεῖ, φησίν, προσέχειν τὸν ἐκ τοῦ ἀσφαλοῦς καὶ ἰσχυροῦ προκαλούμενον εἰς κρίσιν οὐδὲ δοκεῖν ὅτι λέγει τι, ἀλλὰ καὶ καταφρονεῖν ABFGM διαγωνίζεσθαι : δικάζεσθαι BFG οὗτοι δὲ οὐ πρὶν κτ ἑ. [5]
39.2
: μεταληπτικῶς ἔλυσεν ἀπὸ τοῦ χρόνου c 1 ἀλ λ ’ ἐπειδὴ κτ ἑ. : ἀλλὰ μετὰ τὴν τῶν νεῶν ἔκπεμψιν ABFGM τὸ εὐπρεπὲς τῆς δίκης : τὴν δόκησιν τῆς δίκης, οὐχὶ τὴν ἀλήθειαν· ἠδίκουν γὰρ κατʼ ἀλήθειαν ABFGM οὐ τἀκεῖ μόνον αὐτοὶ ἁμαρτόντες : οὐκ ἀδικήσαντες αὐτοὶ μόνον εἰς τὰ κατὰ τὴν Ἐπίδαμνον. τἀκεῖ : τὰ ἐν Ἐπιδάμνῳ δηλονότι ABFG ξυναδικεῖν : τὸ σχῆμα παρίσωσις, ὃ καὶ Γοργίειον καλεῖται ABF καὶ μὴ ἐν ᾧ : λείπει τὸ ἐν ἐκείνῳ καιρῷ ABF μη δ ’ ἐν ᾧ ὑμεῖς κτ ἑ. [5]
39.3
: τὸ ἑξῆς· μήτε μεταδώσετε αὐτοῖς τῆς ὠφελείας ὑμεῖς, τότε τῆς δυνάμεως αὐτῶν οὐ μεταλαβόντες. λέγει δὲ τὸν κατὰ Σαμίων καὶ Αἰγινητῶν πόλεμον ABF τῆς ἀ φ ’ ἡμῶν αἰτίας τὸ ἴσον ἕξετε : τῶν τῆς Ἐπιδάμνου. ἀπὸ κοινοῦ δὲ τὸ ἐν ᾧ. αἰτιασόμεθα γάρ, φησί, τοὺς συμμαχήσαντας τοῖς Κερκυραίοις ὡς ἐχθρούς. καὶ ὑμεῖς δὲ τὸ ἴσον αὐτοῖς ἕξετε αἴτιον καὶ πολέμιοι κληθήσεσθε ABFG πάλαι δὲ κοινώσαντας κτ ἑ. : ἀπὸ κοινοῦ τὸ οὓς ἐχρῆν ABF κεφαλαίων (G): τοῦ δικαίου G μὴ ἄνευ ὑμῶν τούτους : τοὺς Κερκυραίους· τουτέστι κολασθήσεσθε καὶ ὑμεῖς μετʼ αὐτῶν. [10]
40.4
ἀνακωχῆς : ἀνακωχή ἐστιν εἰρήνη πρόσκαιρος πόλεμον ὠδίνουσα, οἷον ἡ μικρὰ τοῦ πολέμου ἀνάβλησις, παρὰ τὸ ἄνω ἔχειν τὰς ἀκωκὰς τῶν δοράτων ABFGM καὶ τὸν νόμον μὴ καθιστάναι : ἀπὸ κοινοῦ τὸ δίκαιοί ἐστε. τὸ δὲ τόν ἄρθρον περισσόν ABFGM δίχα ἐψηφισμένων : δισταζόντων, φησίν, αὐτῶν ἡμεῖς φανερῶς ἀντείπομεν ABFM ἀμύνειν : ἀμύνειν, βοηθεῖν· ἀμύνεσθαι, κολάζειν ABFM εἰ γάρ : ὁ γάρ ἀντὶ τοῦ δέ BF φανεῖται : ἀντὶ τοῦ μέλλει φανῆναι ABFM ἃ τῶν ὑμετέρων : αἰνίττεται Ποτίδαιαν ABFGM καὶ τὸν νόμον κτ ἑ. [5]
40.6
: πολλοί, φησίν, εἰσὶ φόρου ὑποτελεῖς παρʼ ὑμῖν, οἵτινες πολλάκις μελετῶσιν ἀπόστασιν· καὶ εἰ δέξεσθε Κερκυραίους τούσδε καὶ κοινὸν τοῦτον ποιήσετε νόμον, ὁρᾶτε μὴ ἑαυτοὺς λανθάνετε βλάπτοντες. φοβεῖ δὲ αὐτοὺς τὸ δέξασθαι νόμον καλῶν ABFM ἐ φ ’ ὑμῖν : ἀντὶ τοῦ καθʼ ὑμῶν ABFG παραίνεσιν δὲ καὶ ἀξίωσιν : τὸ παραινεῖν καὶ ἀξιοῦν, ῥήματα ὄντα, ὀνοματικῶς προήνεγκεν ABFMe ἣν κτ ἑ. [5]
41.1
: ἣν χάριν ἀντιδοθῆναι ἡμῖν ἐν τῷ παρόντι φαμὲν χρῆναι ABFM οὐκ ἐχθροὶ ὄντες ὥστε βλάπτειν : οἱ γὰρ τοῖς ἐχθροῖς τι συγκροτοῦντες βλάπτονται μᾶλλον ABFGM ἐπιχρῆσθαι : τὸ πολλάκις χρῆσθαι ABFGM τὸν Αἰγινητῶν πόλεμον : τὸν περὶ τῶν ἀγαλμάτων ABF τῶν ἁπάντων ἀπερίοπτοί εἰσι : τῶν προλαβόντων ἁπάντων πρὸς ἔχθραν ἢ φιλίαν μεσολαβημάτων ἀπερίοπτοι ἢ παρορωταί εἰσι c 2 ἀπερίοπτοι : ἀπροόρατοι ἢ ἀπρονόητοι ἢ ἀνεπίστροφοι F ʃ αἱ περιορῶντες καὶ οἱονεὶ καταφρονοῦντες Patm. [5]
41.2
παρὰ τὸ νικᾶν : ἤγουν διὰ τὴν νίκην. ἐπεὶ καὶ τὰ οἰκεῖα : ἀντὶ τοῦ, καὶ γὰρ τὰ οἰκεῖα ABFM ὧν : τῶν προειρημένων εὐεργεσιῶν.
42.1
ἀμύνεσθαι : ἀντὶ τοῦ ἀμείβεσθαι. μόνος δὲ Θουκυδίδης ἐνταῦθα κέχρηται τῇ ἐναλλαγῇ τῆς λέξεως, ὡς καί τινας ἐναλλάττειν τὴν γραφὴν καὶ γράφειν ἀμείβεσθαι. οὐκ ἔστι δέ ABFGM ʃ ἀντὶ τοῦ ἀμύνειν καὶ βοηθεῖν· ἀντὶ γὰρ τοῦ ἐνεργητικοῦ τὸ ἀμύνεσθαι παρείληπται. ἐν ᾧ : ἀντὶ τοῦ ᾧ ABFM ἐλάχιστα : ἀντὶ τοῦ οὐδʼ ἐλάχιστα ABFM τὸ μέλλον τοῦ πολέμου : ἀντὶ τοῦ, ὁ μέλλων πόλεμος. [5]
42.2
κελεύουσιν : σημείωσαι ὅτι τὸ κελεύω οὐκ ἐπὶ μειζόνων μόνον λέγεται ABGM ὑποψίας : ὑποψίαν εἶπε τὴν μάχην εὐφήμως· ἐρεῖ δὲ ταύτην ἐν τῇ πεντηκονταετηρίδι ABFGM ὑφελεῖν μᾶλλον : ὑπακουστέον ἄξιον, ὑφελεῖν μᾶλλον ἄξιον c 1 ἡ γὰρ τελευταία χάρις καιρὸν ἔχουσα : ἡ γὰρ μετὰ τὴν ἔχθραν φιλία εὐκαίρως γινομένη καὶ τὰ ἑξῆς ABFGM ἐφέλκεσθαι : ὑπακουστέον κἀνταῦθα τὸ ἄξιον, ἐφέλκεσθαι ἄξιον c 1 τῷ αὐτίκα : τῷ πρὸς ὀλίγον ABFG τῷ αὐτίκα φανερῷ : τῇ δυνάμει τῶν Κερκυραίων. [5]
42.4
ἡ γὰρ ἐκ θεῶν βοήθεια κρυπτὴ καὶ ἀφανής ABFG ἡμεῖς δέ : οἱ ἐπίλογοι ἐντεῦθεν ABFG περιπεπτωκότες : ἐκ τύχης τινός.
43.1
φοβεῖ δὲ διὰ τούτου τοὺς Ἀθηναίους, ὅτι τὸ τῆς τύχης ἄδηλον, καὶ ὅτι μὴ καὶ αὐτοὶ περιπέσητε ABFG οἷς ἐν τῇ Λακεδαίμονι κτ ἑ. : οἷα ἐν τῇ Λακεδαίμονι εἴπομεν, ποῖα εἴπομεν, τὸ τοὺς σφετέρους ξυμμάχους καὶ τὰ ἑξῆς, τοῦτο καὶ παρʼ ὑμῶν ἀξιοῦμεν c 1 βλάψαι : τὸ ἀξιοῦμεν ἀπὸ κοινοῦ ABF τὸ δὲ ἴσον ἀνταπόδοτε : τοῦτό φησιν ὑμῶν τότε δικαζομένων ἔφαμεν τὸ ἴσον νῦν ἀνταπόδοτε ἡμῖν c 1 τούσδε : ἐμφαντικὸν τὸ τούσδε, οἷον τοὺς ἀδικοῦντας ABFGM ἀκούσαντες ἀμφοτέρων : (Hesiod. [5]
44.1
fragm. 268 ed. Rzach.) μηδὲ δίκην δικάσῃς πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς ABFM οὐχ ἧσσον : ἀλλὰ πάνυ καὶ μᾶλλον ABF μετέγνωσαν : μετεβουλεύσαντο ABFG ʃ τὸ ἑξῆς· ξυμμαχίαν μὲν ποιήσασθαι μετέγνωσαν, ἐπιμαχίαν δʼ ἐποιήσαντο. διαφέρει συμμαχία δʼ ἐπιμαχίας· ἐπιμαχία ὅταν ἀλλήλοις παρέχωσι δυνάμεις ἑκάτεροι, συμμαχία δέ, ὅταν μόνοι Ἀθηναῖοι δῶσι Κερκυραίοις βοήθειαν c 1 ʃ ξυμμαχία ἐστὶ καθὼς καὶ ἐκ τῶν κατωτέρω ἔνεστι γνῶναι ἡ (?) κατὰ τῶν πολεμίων ??? προκαλεσαμένων καὶ αὐτοὺς βοηθησάντων ἄμυνα καὶ ἐχθρὰ (?) ἐπιχείρησις· ἐπιμαχία δὲ ἡ πρὸς τοὺς (?) μετὰ τὸ ἀσθενεῖν πρὸς τὴν ἐχθρῶν ἄμυναν προκαλεσαμένους παρὰ τῶν τὴν ἱκεσίαν δεξαμένων διʼ ἀποστολῆς διδομένη (?) ἀρήγειν ἱκανὴ ἰσχύς c 2 εἰ γὰρ κτ ἑ. : αἰτία διʼ ἣν ξυμμαχίαν οὐκ ἐποίησαν ABFGMc 2 ἐπιμαχίαν δὲ ἐποιήσαντο : αὐτὸς δηλοῖ τί ἐστι συμμαχία καὶ ἐπιμαχία. ἔστι δὲ συμμαχία, ὅταν τις τὸν αὐτὸν ἔχῃ τῷ συμμαχουμένῳ ἐχθρὸν καὶ φίλον, ἐπιμαχία δέ, ὅταν τις τῷ συμμαχουμένῳ μόνον ἀδικουμένῳ βοηθῇ, οὐ μέντοι καὶ ἀδικοῦντι συμπράττῃ. ἐπιμαχίαν οὖν νῦν βούλονται ποιῆσαι οἱ Ἀθηναῖοι ABFGM ʃ ἐπιμαχία τὸ ἐπαμύνειν μόνον κινδυνευούσαις ταῖς τῶν φίλων πόλεσι, συμμαχία δὲ τὸ καὶ συνεπιστρατεύειν ἐπὶ ἑτέρας πόλεις Patm. τοὺς τούτων ξυμμάχους : εἶχον γὰρ καὶ οἱ Κερκυραῖοι ξυμμάχους τοὺς Ἐπιδαμνίους καὶ Ζακυνθίους ABFGMc 2 καὶ ὥς : καὶ ἐὰν μὴ δέξωνται Κερκυραίους ABFGMc 2 προέσθαι : προδοῦναι F ξυγκρούειν δέ : ἀπὸ κοινοῦ τὸ ἐβούλοντο ABFMc 2 τοῖς ἄλλοις : Πελοποννησίοις δηλονότι ABFGMc 2 τῆς τε Ἰταλίας κτ ἑ. [20]
44.3
: τοῖς παραπλέουσιν 〈εἰσ〉 Ἰταλίαν καὶ Σικελίαν 〈καλῶσ〉 ἔχειν τὴν Κέρκυραν. βοηθούς : οὐκ εἶπε συμμάχους ABFGMc 2 Λακεδαιμόνιος : ὄνομα κύριον ABFGc 2 ʃ εὐθεῖα c 2 τῶν ἐκείνων τι χωρίων : αἰνίττεται Ἐπίδαμνον ABFGMc 2 παρεσκεύαστο : τὰ τῆς μάχης BFGMac 2 πέμπτος αὐτός : ἀντὶ τοῦ μετʼ ἄλλων τεσσάρων.
46.2
αὐτὸς δὲ ἀντὶ τοῦ πρῶτος. ὡς γὰρ τῶν ἄλλων μὴ ὄντων ἐπισήμων τῇ τοῦ ἑνὸς ἠρκέσθη ὀνομασίᾳ, ἢ ὅτι αὐτῷ ἠκολούθουν οἱ ἄλλοι ὡς μεῖζόν τι καὶ σοφώτερον βουλευομένῳ ABFGMc 2 τῇ Ἐλαιάτιδι τῆς Θεσπρωτίδος : ὡς εἶναι τὴν Ἐλαιᾶτιν μέρος χώρας ὑπὸ μείζονα χώραν ABFGMc 2 Θεσπρωτίδος Ἐφύρη : ἔστι γὰρ καὶ ἄλλη Ἐφύρη, ἡ Κόρινθος ABFMc 2 ὧν ἐντός : πρὸς θάλασσαν, ὡς εἶναι ἰσθμόν ABFGMc 2 ἀνέχει : ἀνατείνεται. [5]
46.5
στρατόπεδον : 〈σημείωσαι〉 ὅτι τὸ στρατόπεδον σημαίνει δύο, τόν τε λαὸν τοῦ στρατοῦ καὶ τὸν τόπον ἐν ᾧ ὁ λαός, καὶ ἐτυμώτερόν ἐστιν ἐπὶ τοῦ τόπου λέγεσθαι, οἷον τοῦ στρατοῦ πέδον ABFGMc 2 προσπλέοντας : ἀπὸ τῆς Λευκίμμης εἰς τὸ Χειμέριον AFc 2 Σύβοτα : τρεῖς εἰσιν αὗται αἱ νῆσοι, μικραί, σῦς ἔχουσαι πολλάς ABFGMc 2 τῇ Λευκίμνῃ : ἀκρωτήριον Κερκύρας ABFGMc 2 μετεώρους : ἀντὶ τοῦ πελαγίους καὶ οὐκ ἐπʼ ἀγκυρῶν ἱσταμένας, ἀλλʼ ἀπεχούσας τῆς γῆς, ὡς ἀπὸ μεταφορᾶς τῶν ἀπεχόντων τῆς γῆς καὶ ἐν ὄρει ὄντων, ἢ παρὰ τὸ ἀφεῖναι τὴν γῆν καὶ περὶ τὸν ἀέρα λοιπὸν εἶναι ABFGMc 2 ἐπὶ μὲν τὸ δεξιόν : τὸ σχῆμα ἔκφρασις ABFc 2 κέρας : τῆς φάλαγγος τὸ ἄκρον ἢ πολέμου μέρος F τοὺς Ἀθηναίους : ἐνόμιζον γὰρ καὶ τοὺς Ἀθηναίους πολεμεῖν ABFGMc 2 τὰ σημεῖα : σύμβολά τινα εἶχον περὶ τὸν καιρὸν τῆς μάχης δεικνύμενα, καὶ ὅτε μὲν ἀνετείνετο τὰ σύμβολα, ἤρχοντο τῆς μάχης, ὅτε δὲ κατεσπῶντο, ἐπαύοντο ABFGMc 2 καταστρωμάτων : σανιδωμάτων ABFGc 2 τῷ παλαιῷ τρόπῳ : τῷ κατὰ τὰ Μηδικά ABFGMc 2 οὐχ ὁμοίως : τὸ καρτερὰ ἀπὸ κοινοῦ ABFGMc 2 προσφερής : ὁμοία f ἡσυχαζουσῶν : ἀντὶ τοῦ μὴ ναυμαχουσῶν ABFMc 2 διέκπλοι : διέκπλους ἐστὶ τὸ ἐμβαλεῖν καὶ πάλιν ὑποστρέψαι καὶ αὖθις ἐμβαλεῖν ABFGMc 2 δεδιότες οἱ στρατηγοί : σημείωσαι τὴν σύνταξιν g ʃ οὐκ ἦρχον αἱ νῆες μάχης, τῶν στρατηγῶν δεδιότων τὴν πρόρρησιν. [5] *[crux: πολέμου]*
49.6
ἀπὸ ἐλάσσονος πλήθους : ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τὸ πλῆθος τῶν Κερκυραίων νεῶν ἔλασσον ἦν τῶν Κορινθιακῶν, δῆλον ὅτι, τῶν εἴκοσι ἀναχωρησασῶν ἐκ τοῦ πολέμου, πολὺ ἐλάττονες ἐγένοντο οἱ Κερκυραῖοι, κἂν τὰς τοῦ δεξιοῦ κέρως νέας τῶν Κορινθίων ἀφείλοντο ABFGMc 2 ἀπροφασίστως : ἀνενδοιάστως, ἀνεγκλήτως FGMac 2 ξυνέπεσεν : ἤγουν τὰ πράγματα ABFMc 2 ἐπιχειρῆσαι : σχετλιάζων ταῦτα λέγει, ὅτι οἱ ἔνσπονδοι οὕτως ἦλθον εἰς χεῖρας BFGMc 2 σκάφη : σκάφη καλεῖ τὰ κοιλώματα τῶν νεῶν, ἃ ἡμεῖς γάστρας καλοῦμεν ABFGMc 2 ἀναδούμενοι : ἀναπλεκόμενοι, ἀναδεσμεύοντες f ἃς καταδύσειαν : Ἀττικῶς ὧν κατέδυον ABFGMc 2 φονεύειν : τὸ ὠμὸν τῶν Κορινθίων δηλοῖ ABFGMc 2 τούς τε αὐτῶν φίλους : Μεγαρέας καὶ Ἀμπρακιώτας ABFGMc 2 οἱ : τὸ οἱ ἄρθρον προτακτικόν ABFMc 2 ἔκτεινον : τὸ ἑξῆς· τοὺς ἑαυτῶν φίλους ἀγνοοῦντες ἔκτεινον νομίζοντες εἶναι Κερκυραίους ABFMc 2 ναυμαχία γὰρ αὕτη κτ ἑ. [5]
50.2
: διὰ τὴν ἐν Σαλαμῖνι, διὰ τὴν ἐν Σικελίᾳ ABFGMc 2 ναυάγια : ναυάγια μὲν οὐδετέρως, ὅταν τι τῆς νεὼς ἀπόληται, οἷον πηδάλιον ἤ τι τοιοῦτον, ναυαγία δὲ θηλυκῶς ἡ πᾶσα τῆς νεὼς ἀπώλεια λέγεται.
50.3
νῦν οὖν οὐδετέρως εἴρηκε ABFGmc 2 τῶν πλείστων : σωμάτων. τινὰ γὰρ ὁ ἄνεμος τῇ Κερκύρᾳ προσέρριψε ABFGMc 2 προσκομίσαι : ἐφρόντιζον γὰρ τῆς ταφῆς τῶν ἐν τῷ πολέμῳ πιπτόντων. τὰ Σύβοτα : Σύβοτα ἄλλα ἐν τῇ ἠπείρῳ, ὁμώνυμα ταῖς πρὸ μικροῦ λεχθείσαις νήσοις πρὸ τῆς Κερκύρας ABFGc 2 ταῖς πλωίμοις : ταῖς πληγείσαις μέν, δυναμέναις δὲ πλεῖν ABFGMc 2 λοιπαί : ὑγιεῖς, ἀβλαβεῖς ABFGMc 2 ἀντεπέπλεον : ἐπὶ τῷ κωλῦσαι δηλονότι ABFGc 2 ὀψέ : οὐ λέγει ὅτι ἦν ἑσπέρα, ἀλλʼ ὡς ὥρα ἐνάτη ἢ δεκάτη· τὸ γὰρ 〈ὀψέ〉 ἐπὶ τῆς ἑσπέρας ἅπαξ κεῖται ἐν τῇ τρίτῃ (cap. [5]
50.5
108, 3) ABFGMc 2 ἐπεπαιάνιστο αὐτοῖς ὡς ἐς ἐπίπλουν : δύο παιᾶνας ᾖδον οἱ Ἕλληνες, πρὸ μὲν τοῦ πολέμου τῷ Ἄρει, μετὰ δὲ τὸν πόλεμον τῷ Ἀπόλλωνι. τὸ δὲ ὡς ἐς ἐπίπλουν λέγει ἀντὶ τοῦ ὡς πρὸς τὸ ἄρξαι τὸν πόλεμον, ὅπερ δὲ ἔδει πρὸ τῆς ναυμαχίας εἰπεῖν, ὕστερον λέγει ABFGMc 2 ὡς ἐς ἐπίπλουν : ὡς ἐπιπλέοντες κατὰ τῶν Κορινθίων. πρύμναν ἐκρούοντο : πρύμναν κρούεσθαί ἐστι τὸ κατʼ ὀλίγον ἀναχωρεῖν μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀναχωρῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ. τοῦτο δὲ ποιοῦσιν, ἵνα μὴ δόξωσι φανερῶς φεύγειν, κατʼ ὀλίγον ὑπαπιόντες, ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες ῥᾷον τιτρώσκωνται ABFGMc 2 προϊδόντες : πρὸ τῶν Κερκυραίων ABFGMc 2 ὑποτοπήσαντες : ἀντὶ τοῦ ὑποπτεύσαντες· οὕτω γὰρ οἱ Ἀθηναῖοι ἀναλύουσι τὴν λέξιν ABFGMc 2 ἐπέπλεον γὰρ μᾶλλον ἐκ τοῦ ἀφανοῦς : αἱ εἴκοσι νῆες τῶν Ἀθηναίων· κατὰ νώτου γὰρ αὐτῶν ἦσαν BFGMac 2 ἐθαύμαζον : οἱ Κερκυραῖοι c 2 ʃ νικήσαντες γὰρ ἦσαν ABFGMc 2 ʃ θαυμάζω σου, ἐπὶ μέμψεως· θαυμάζω σε, ἐπὶ ἐπαίνου καὶ πολλάκις ἐπὶ ἐκπλήξεως ABFGMc 2 πρύμναν κρουομένους : ἐπαναχωροῦντας. [5]
51.2
πρὶν : ἕως οὗ G ἡ ἀπαλλαγὴ ἐγένετο ἀλλήλων : διελύθησαν ἀπʼ ἀλλήλων ABFc 2 στρατοπεδευομένοις : σκηνουμένοις ABFGc 2 Ἀνδοκίδης : ὁ εἷς τῶν δέκα ῥητόρων, ὥς φησιν Ἀκουσίλαος c 2 f διὰ τῶν νεκρῶν καὶ ναυαγίων : τῶν Κερκυραϊκῶν δηλονότι c 2 ἔγνωσαν: τοὺς Ἀθηναίους οἱ Κερκυραῖοι ABFGc 2 τοῖς Συβότοις : τῆς ἠπείρου ABFGc 2 ἀκραιφνεῖς : ἀβλαβεῖς, ἀκεραιοφανεῖς ABFGMc 2 αἰχμαλώτων τε περὶ φυλακῆς : ἠπόρουν πῶς αὐτοὺς φυλάξουσι ABFGMc 2 ἐπισκευὴν οὐκ οὖσαν τῶν νεῶν : μὴ δυνάμενοι τὰς βλαβείσας τῶν νεῶν ἐπισκευάσαι ABFGMc 2 κελήτιον : κελήτιόν ἐστι μικρὸν πλοιάριον ὑπὸ ἑνὸς ἐρεττόμενον, ἀπὸ μεταφορᾶς τοῦ κέλητος ἵππου, ᾧ εἷς ἀνὴρ ἐπικάθηται ABFGMc 2 ʃ μικρὸν πλοιάριον Patm. [5]
53.1
ἄνευ κηρυκείου : κηρύκιόν ἐστι ξύλον ὀρθὸν ἔχον ἑκατέρωθεν δύο ὄφεις περιπεπλεγμένους καὶ ἀντιπροσώπους πρὸς ἀλλήλους κειμένους, ὅπερ εἰώθασι φέρειν οἱ κήρυκες μετʼ αὐτῶν, καὶ οὐκ ἐξῆν αὐτοὺς ἀδικεῖν παρʼ οὓς ἀπήρχοντο. σύμβολον δὲ ἦν τὸ μὲν ὀρθὸν ξύλον τοῦ ὀρθοῦ λόγου, τὸ δὲ παρʼ ἑκάτερα εἶδος τῶν ὄφεων τὰ ἀντιτασσόμενα στρατόπεδα· ὁ γὰρ ὀρθὸς λόγος διʼ ἀμφοτέρων χωρεῖ ABFGMc 2 ἀδικεῖτε : δημηγορία Κορινθίων γʹ ABCFG ʃ πρὸς Ἀθηναίους c 2 τῶν δὲ Κερκυραίων : τῶν δέ, τουτέστι τῶν τοῦ ἄλλου μέρους· οὕτω Φοιβάμμων φησίν. [10]
53.3
ἵνʼ ᾖ, τῶν δὲ τὸ μὲν στρατόπεδον τῶν Κερκυραίων … οἱ δὲ Ἀθηναῖοι c 1 οὔτε ἄρχομεν κτ ἑ .
53.4
? : διὰ τοῦ κοινοῦ τὸ ἰδικὸν ἐσήμανεν ABFGMc 2 ʃ ἀπόκρισις Ἀθηναίων πρὸς Πελοποννησίους πρώτ η , κατὰ δὲ τὰς προλαβούσας δημηγορίας τετάρτη τὴν τάξιν c 2 τοῖσδε ξυμμάχοις οὖσι : τὴν ἐπιμαχίαν ξυμμαχίαν λέγει ABFGMc 2 ʃ μᾶλλον δὲ κατὰ τὰ προλαβόντα καὶ ἐνταῦθά φησιν. οἷς γὰρ αὐτοὶ ἐπιμαχίαν στείλαντες ἐβοήθουν, ἐκείνους ἑαυτῶν συμμάχους ἄρτι καλεῖ, εἰκότως, ὡς μόλις καὶ διὰ ξυμμαχία, ἣν προέφημεν (cf. 44, 1) ἀναδοχὴν τοῦ ὅλου πολέμου εἶναι καὶ τῆς τῶν ξυμμάχων πρὸς τοὺς πολεμίους ἔχθρας οἰκείωσιν, τὴν ἐκ πολὺ μείζονος πόλεως σταλεῖσαν [καὶ] ἐπιμαχίαν ἀντισηκώσαντας c 2 τά τε ναυάγια κτ ἑ. [10]
54.1
: γράφεται τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο τὰ κατὰ σφᾶς, ἐξενεχθέντων ὑπό τε τοῦ ῥοῦ καὶ ἀνέμου. γενόμενος : λείπει ἡ διά, ἵνʼ ᾖ διαγενόμενος ABFMc 2 πανταχῇ : τῆς Κερκύρας πανταχῇ ABFGMc 2 προσεποιήσαντο : ἰδιοποιήσαντο. [5]
54.2
οὐκ ἐλάσσους χιλίων : χίλιοι γὰρ ἦσαν καὶ πεντήκοντα. καταδύσαντες : ἀντὶ τοῦ τρώσαντες· οὐ γὰρ λέγει ἐπὶ τοῦ βαπτίσαντες. τοιοῦτο δέ ἐστι καὶ τὸ (cap. 50, 1) ἃς καταδύσειαν ABFGMc 2 μάλιστα : τὸ μάλιστα ἢ πρὸς τὸν ἀριθμόν, ὅτι οὐχὶ εἴκοσι ἐννέα, ἢ πρὸς τὸ διαφθείραντες, ὅτι οὐ μόνον ἔτρωσαν, ἀλλὰ μάλιστα ἔφθειραν αὐτάς, ἐκεῖνοι δὲ μόνον κατέδυσαν ABFGMc 2 ἀποπλέοντες : ἀπὸ τῶν Συβότων πλέοντες. [5]
55.1
εἷλον ἀπάτῃ : ὡς φίλοι γὰρ οὐχ ὑπωπτεύοντο ABFGc 2 ἀπέδοντο : ἐπώλησαν BFGc 2 ʃ διὰ τὰ ἐν τῷ πολέμῳ ἀναλώματα, καὶ οὐκ ἀπέκτειναν. διὰ δὲ τούτου καὶ τὸ ἥμερον τοῦ Ἑλληνικοῦ τρόπου δηλοῖ, καὶ ὡς ἀπηνὲς μετὰ μάχην τοὺς ἑαλωκότας θανατοῦν, ἄλλως τε καὶ δούλους τοὺς μὴ κατὰ γνώμην οἰκείαν πολεμοῦντας. προσποιήσειαν : προσαγάγωσιν c 1 καὶ τάδε : βʹ αἰτία ABF αὐτοὺς : τοὺς Ἀθηναίους BFMc 2 τὸ ἐς Παλλήνην τεῖχος : ἀντὶ τοῦ τὸ μέρος τοῦ τείχους τὸ ἀφορῶν εἰς τὴν Παλλήνην ABFGMc 2 ὁμήρους : τοὺς ἕνεκα εἰρήνης δεδομένους εἰς ἐνέχυρα. [5]
56.2
ὁμήρους δοῦναι : ἵνα, ἐὰν ἀποστῶσιν, εὐάλωτοι γένωνται ABFMc 2 ἐπιδημιουργοὺς : ἐπιδημιουργοὺς ὄνομα ἀρχῆς παρὰ Κορινθίοις· ἄλλοι γὰρ ἄλλως τοὺς ἄρχοντας καλοῦσιν. ἰστέον δὲ ὅτι τούτους ἀπέστελλον οἱ Κορίνθιοι κατὰ ἔτος ἄρχοντας Ποτιδαιάταις ὡς ἀποίκοις ABFGMc 2 ʃ ὁ Ἀσκληπιάδης τὴν ἐπί πρόθεσιν περιττὴν εἶναι λέγει ABFGMc 2 ʃ σημείωσαι ἐπιδημιουργοὶ ἄρχοντες πεμπόμενοι, φυλάρχων τάξιν ἔχοντες c 1 ʃ ἐπιδημιουργοὺς τοὺς ἐπιμελητὰς τῆς ἀνακτίσεως τῶν τειχῶν. δείσαντες : οἱ Ἀθηναῖοι BF Ἀλεξάνδρου : τοῦ Φιλέλληνος καλουμένου, ὃς ἐν τοῖς Μηδικοῖς ἤκμαζεν ABFGMc 2 ἐπεπολέμωτο : πολέμιος ἦν ABF Δέρδα : ὁ Δέρδας Ἀρριδαίου παῖς, ἀνεψιὸς Περδίκκα καὶ Φιλίππου ABFGMc 2 αὐτοῖς : τοῖς Ἀθηναίοις FGc 2 προσεποιεῖτο : φίλους ἐποιεῖτο ABFGMc 2 τοῖς ἐπὶ Θρᾴκης Χαλκιδεῦσι : εἰσὶ γὰρ καὶ ἐν Εὐβοίᾳ Χαλκιδεῖς, οἵτινες ἀπῴκησαν εἰς Θρᾴκην ABFGMc 2 ὅμορα : Μακεδονίᾳ καὶ ἀλλήλοις ABFGMc 2 τὸν πόλεμον : τὸν κατὰ Φιλίππου καὶ τῶν Ἀθηναίων ABFMc 2 βουλόμενοι προκαταλαμβάνειν : βουλόμενοι κατέχειν καὶ κωλύειν τὰς πόλεις, ἵνα μὴ ἀποστῶσι. [5]
57.6
ἐπὶ τὴν γῆν αὐτοῦ : τοῦ Περδίκκα, διὰ τὴν τοῦ Φιλίππου βοήθειαν ABFGMc 2 ἐπιστέλλουσι : ἐντέλλονται· οὔπω γὰρ ἦσαν ἀποδημήσαντες ABFGMc 2 νεωτερίζειν : νεώτερα ποιεῖν. [5]
58.1
τὰ τέλη : ἤτοι οἱ προάρχοντες τῶν Λακεδαιμονίων c 2 ʃ οἱ Λακεδαιμόνιοι τοὺς ἄρχοντας τέλη ἐκάλουν διὰ τὸ τέλος τοῖς πράγμασι τιθέναι ABFGMc 2 ʃ ἀπὸ κοινοῦ τὸ ἐπειδή BFGMa 2 c 2 τότε δή : τὸ ἑξῆς· ἐπειδὴ οὐδὲν εὗρον ἐπιτήδειον, τότε δὴ καὶ τὰ ἑξῆς. τὰς ἐπὶ θαλάσσῃ πόλεις ἐκλιπόντας : ἐφοβοῦντο γὰρ τοὺς θαλασσοκράτορας Ἀθηναίους, ὄντες παραθαλάσσιοι ABFGMc 2 ἀνοικίσασθαι ἐς Ὄλυνθον : τὴν οἴκησιν ἀναγαγεῖν ἐς τὴν Ὄλυνθον. [5]
59.1
τὰ ἐπὶ Θρᾴκης : μέρη δηλονότι. τῇ παρούσῃ δυνάμει : ὀλίγῃ οὔσῃ BF ἄνωθεν στρατιᾷ ἐσβεβληκότων : ὥστε τὸν Περδίκκαν μεταξὺ ἀποληφθῆναι AFGMc 2 ἀφεστηκυίας : ἀπʼ Ἀθηναίων πρὸς Περδίκκαν AFMc 2 ψιλούς : ψιλοὶ καλοῦνται οἱ μὴ καθωπλισμένοι μέν, ἐν καιρῷ δὲ τῆς μάχης τῷ παρατυχόντι ἢ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τινὶ ὀργάνῳ χρώμενοι.
60.1
ἢ οἱ τοξόται παρὰ τὸ ψιλῇ σκευῇ χρῆσθαι ABFGMc 2 Ἀδειμάντου : τοῦτον ἴσμεν ἐν τοῖς Μηδικοῖς πρὸς τὸν Θημιστοκλέα στασιάζοντα ABFGMc 2. [5]
60.3
τεσσαρακοστῇ ἡμέρᾳ : ἀντὶ τοῦ μετὰ τεσσαράκοντα ἡμέρας BFGMac 2 ᾗ (codd.) Ποτείδαια ἀπέστη : ἀντὶ τοῦ ἐν ᾗ ἡμέρᾳ· ἢ ἀντὶ τοῦ ἀφʼ οὗ ABFGMc 2 Καλλίαν : Ἀδείμαντον c 2 (interl.
61.1
) τοὺς προτέρους χιλίους : τοὺς ἐν ταῖς λʹ ναυσὶ τῶν Ἀθηναίων ABFGc 2 Θέρμην : σημείωσαι ὅτι ἡ νῦν Θεσσαλονίκη πόλις πάλαι Θέρμη ἐκαλεῖτο.
61.2
ἔστι δὲ καὶ αὕτη καὶ Πύδνα καὶ Βέροια πόλεις Μακεδονικαί ABFMc 2 ʃ ἡ αὐτὴ καὶ Ὑπάτη ἐκαλεῖτο καὶ Ἠμαθία· λέγει δὲ τὴν νῦν Θεσσαλονίκην G Πύδναν : τὸν Ἴστρον G (interl.) τοῦ χωρίου : τῆς Βεροίας ABFMc 2 Παυσανίου : οὗτος ὁ Παυσανίας κατὰ μέν τινας υἱὸς τοῦ Δέρδου, κατὰ δὲ ἄλλους ἀδελφός ABFGMc 2 Γίγωνον : Γίγωνος χωρίον ἐστὶ μεταξὺ Μακεδονίας καὶ Θρᾴκης, 〈οὐ〉 πολὺ ἀπέχον Ποτιδαίας ABFGMc 2 ἐπὶ σφᾶς : ἐπὶ τὴν Ποτίδαιαν ABFGMc 2 τοὺς πολεμίους : τοὺς Ἀθηναίους ABFMc 2 τοὺς μὲν Μακεδόνας ἱππέας : τοὺς μετὰ Φιλίππου ABFGMc 2 ἀναστήσαντες : νῦν ἀντὶ τοῦ ἐγείραντες κεῖται ἡ λέξις, οὐκ ἐπὶ τοῦ ἐκβαλόντες ABFGMc 2 ἐς τὸ τεῖχος : τῆς Ποτιδαίας BFGMac 2 ἠπόρησε κτ ἑ. [5]
63.1
: ἐν ἀμηχανίᾳ ἐγένετο, εἰς ὁπότερον μέρος ἐλεύσεται, δηλονότι διὰ κινδύνου. ὡς ἐς (om. codd. praeter M) ἐλάχιστον χωρίον : ἢ ἐλάχιστον χωρίον λέγει, ὅτι συνῆξεν αὐτούς, ὡς γενέσθαι ἐν ὀλίγῳ χωρίῳ, ἢ μᾶλλον τὸ διάστημα λέγει τῆς Ποτιδαίας· ἐγγὺς γὰρ ἦν ἤπερ ἡ Ὄλυνθος. τὸ γοῦν ὡς ἐλάχιστον τοῖς ἑξῆς συναπτέον ABFMc 2 τὴν χηλήν : χηλὴ καλεῖται οἱ ἔμπροσθεν τοῦ πρὸς θάλασσαν τείχους προβεβλημένοι λίθοι διὰ τὴν τῶν κυμάτων βίαν, μὴ τὸ τεῖχος βλάπτοιτο· εἴρηται δὲ παρὰ τὸ ἐοικέναι χηλῇ βοός ABFGMc 2 οἱ . [10]
63.2
. . βοηθοί : οἱ Μακεδόνες ABFMc 2 ἀπέχει : ἤγουν διίσταται Ὄλυνθος τῆς Ποτιδαίας ἔστι καταφανές : ὑψηλὸν γὰρ [τὸ] χωρίον ἡ Ὄλυνθος ABFGMc 2 οἱ Μακεδόνες ἱ. : οἱ Φιλίππου ABFMc 2 ἱππῆς (in –εῖς Corr. e recens) ἱππῆς τις ἐξώρθωσε, δίφθογγον γράφων· ἦτα δὲ γράψον Ἀττικῷ τρόπῳ γράφων· ὁ Σκύλλος οὗτος Ἀττικώτατα γράφει. τὰ πάντα ταῦτα τοιγαροῦν ἦτα γράφε, ἱππῆς, ἀριστῆς, Φωκαῆς, πλὴν κυρίων· τὰ κύρια μόνα δὲ δίφθογγα γράφε, Δημοσθένεις λέγω τε καὶ τὰ τοιάδε e recentior ἐς τὸ τεῖχος : τῆς Ὀλύνθου ABF παρεγένοντο : ἐν τῇ μάχῃ ABFGMc 2 οὔτε τοῖς Ἀθηναίοις Ἀθηναῖοι οὔτε Ποτιδαιάταις Ποτιδαιᾶται. τροπαῖον : καὶ τὸ τροπαῖον μὴ τρόπαιόν μοι γράφε· ἂν Ἀττικῶς γράφῃς δέ, ταῦτά σοι λέγω. [15]
63.3
ἄλλῃ δὲ γλωσσῶν εἰ γράφεις μοι τοὺς λόγους, δίφθογγον ἱππεῖς καὶ τρόπαιόν μοι γράφε e ὑποσπόνδους : ἐπειδάν τι μέρος τῶν μαχομένων ἡττηθῇ, μὴ δυνάμενον τοὺς νεκροὺς αὑτοῦ λαβεῖν, αἰτεῖ γενέσθαι σπονδάς, ἕως οὗ λαβὸν θάψῃ, καὶ τότε πάλιν μάχονται. ἔστι δὲ πολλάκις ὅτε καὶ ἀσπόνδους αὐτοὺς ἐκομίζοντο, δηλονότι κατὰ τὸ ἴσον ἔχοντες ἑκάτεροι καὶ τῆς μάχης ἰσορρόπου γενομένης ABFGMc 2 ʃ διὰ σπονδῶν ABFc 2. τὸ δὲ ἐκ τοῦ ἰσθμοῦ τεῖχος . [10]
64.1
. . ἀποτειχίσαντες : τὸ πρὸς Ὄλυνθον ὁρῶν τεῖχος περιοικοδομήσαντες, ἵνα μή τις ὑπεκφύγῃ τῶν ἔνδον ABFGMc 2 τὸ δ ’ ἐς τὴν Παλλήνην : τὸ πρὸς τὴν Παλλήνην ABFGc 2 ἐξ Ἀφύτιος : ἡ γὰρ ὁδὸς ἐκεῖθέν ἐστιν ἀπὸ Θρᾴκης· μία δὲ πόλις τῶν ἐν Παλλήνῃ ἡ Ἄφυτις.
64.2
Ἰωνικῶς δὲ εἶπε τὸ Ἀφύτιος· ἔδει γὰρ διὰ τοῦ δ ABFGMc 2 ἐλπίδα : οὐ περὶ ἑαυτοῦ, ἀλλὰ περὶ τῆς Ποτιδαίας ABFGMc 2 ἢ ἄλλο παράλογον (codd.
65.1
): οἷον σεισμός· εἰώθεσαν γὰρ οἱ Ἕλληνες ἀναχωρεῖν τοιούτου τινὸς γινομένου οἰωνιζόμενοι ABFGMc 2 καὶ αὐτὸς ἤθελε κτ ἑ. : ἔπαινος Ἀριστέως ABFc 2 ὡς δ ’ οὐκ ἔπειθε κτ ἑ. : τὸ ἑξῆς· ὡς δὲ βουλόμενος τὰ ἐπὶ τούτοις παρασκευάζειν οὐκ ἔπειθεν ABFMc 2 τά τε ἄλλα : τὰ μὴ ἀποστάντα τῶν Ἀθηναίων ABFMc 2 ξυνεπολέμει : τοῖς Χαλκιδεῦσι AB καὶ Σερμυλιῶν κτ ἑ. [5]
65.2
: τὸ ἑξῆς οὕτως· καὶ πολλοὺς τῶν Σερμυλίων, λοχήσας αὐτοὺς πρὸς τῇ ἑαυτῶν πόλει, διέφθειρεν. ἔστι δὲ ἡ Σερμυλὶς Χαλκιδικὴ πόλις τὰ Ἀθηναίων φρονοῦσα ABFGMc 2 ʃ καὶ τῶν Σερμυλίων πολλοὺς διέφθειρεν c 1 Φορμίων . [5]
65.3
. . ἐδῄου : ἄπορον πῶς ὁ Φορμίων τὸ πρὸς τῇ Παλλήνῃ τεῖχος φυλάσσων τὴν Χαλκιδικὴν καὶ Βοττικὴν γῆν ἐδῄου καὶ οὐχὶ μᾶλλον τὸ ἕτερον μέρος τῆς φυλακῆς, ὅπερ εἶχεν ὁ Καλλίας πρὶν ἢ τελευτῆσαι. καί φαμεν ὅτι τὸ πρὸς Παλλήνῃ μέρος φίλιον ἦν τοῖς Ἀθηναίοις, τὸ δὲ πρὸς Ὀλύνθῳ ἐχθρόν· εἰκότως οὖν ἠμέλητο τὸ τοῦ Φορμίωνος μέρος ὡς ἱκανῶν ὄντων τῶν Παλληναίων τὸ καθʼ ἑαυτοὺς μέρος φυλάττειν ABFGMc 2. τοῖς δ ’ Ἀθηναίοις κτ ἑ. [5]
66.1
: ἐπανάληψις c τοῖς μὲν Κορινθίοις κτ ἑ. : σημείωσαι διʼ ἃς αἰτίας ἤρξαντο Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μάχεσθαι b ἑαυτῶν τε πόλιν κτ ἑ. : ἀπὸ κοινοῦ τὸ ὅτι οἱ Κορίνθιοι ABFMc 2 οὐ μέντοι ὅ γε πόλεμος : ὁ Πελοποννησιακός, φησί, πόλεμος οὔπω συνεκροτήθη ABFGMc 2 ξυνερρώγει : συνεπεπτώκει. οὐχ ἡσύχαζον : οἱ Κορίνθιοι BF οὐκ εἶναι αὐτόνομοι : αἱ γὰρ σπονδαὶ εἶχον τὰς ἀγράφους τῶν πόλεων αὐτονόμους εἶναι· Αἰγινήτας δέ, μὴ ἐγγεγραμμένους ταῖς σπονδαῖς, ὑφʼ ἑαυτοὺς εἶχον οἱ Ἀθηναῖοι ABFGMc 2 κατὰ τὰς σπονδάς : κατὰ τὴν συμφωνίαν τῶν σπονδῶν. [5]
67.3
ξύλλογον .. . τὸν εἰωθότα : εἰωθότα λέγει ξύλλογον, ὅτι ἐν πανσελήνῳ ἐγίγνετο ἀεί ABFGMc 2 λιμένων τε εἴργεσθαι κτἑ : φασὶν ὅτι Περικλῆς μέλλων λόγον δοῦναι τῶν χρημάτων τοῦ ἀγάλματος, ὃ κατεσκεύασεν ὁ Φειδίας, ἠθύμει.
67.4
ἰδὼν οὖν αὐτὸν ὁ Ἀλκιβιάδης παῖς ὢν ἤρετο ὅ,τι ἀθυμεῖ. τοῦ δὲ φήσαντος ὅτι Διὰ τοῦτο ἀθυμῶ, ὅπως δώσω λόγον τῶν χρημάτων, ἐκεῖνος φθάσας εἶπε· Μᾶλλον σκόπει ὅπως μὴ δώσεις. ὁ δὲ ὑπολαβὼν τὸν λόγον εἰσάγει ψῆφον εἰς τὴν πόλιν κατὰ Μεγαρέων, ἀξιῶν αὐτοὺς εἴργεσθαι λιμένων καὶ ἀγορᾶς, καὶ τῶν Ἀθηναίων θορυβηθέντων αὐτὸς ἐκφεύγει. οἱ δέ φασιν ὅτι διὰ τοῦτο τὴν ψῆφον εἰσήγαγε, διότι οἱ Μεγαρεῖς Ἀσπασίαν τὴν διδάσκαλον Περικλέους ὕβρισαν, πόρνην αὐτὴν ἀποκαλέσαντες ABFGMc 2 . δημηγορία Κορινθίων δʹ ABCFGMc τὸ πιστὸν κτ ἑ. [10]
68.1
: τὸ πρὸς Ἀθηναίους πιστὸν καὶ ἄδολον καὶ βέβαιον τῆς ὑμετέρας πολιτείας ποιεῖ ἀπιστοτέρους ὑμᾶς ἐάν τι λέγομεν κατʼ ἐκείνων ὡς ἀδικούμενοι· λείπει δὲ τὸ ἡμᾶς τοῦ πρώτου προσώπου b ἀπιστοτέρους : ὑμᾶς ἀπίστους, μὴ πειθομένους ABFc 2 πρὸς τὰ ἔξω πράγματα : πρὸς τὰ τῶν συμμάχων. παρεκαλέσατε : κυρίως παρακαλεῖν ἐστιν ἢ τὸ καλεῖν ἢ τὸ προτρέπεσθαι· ἄκυρον γὰρ τὸ δέεσθαι ABFGMc 2 ἐγκλήματα ἔχομεν : κατὰ τῶν Ἀθηναίων καὶ ὑμῶν δηλονότι. [5]
68.3
καὶ εἰ μὲν κτ ἑ. : ἐντεῦθεν οἱ ἀγῶνες καὶ τὸ δίκαιον κεφάλαιον ABFMc 2 ἀφανεῖς που ὄντες : ἤγουν λεληθότως. προσέδει : ὑμῖν τοῖς Λακεδαιμονίοις. τοὺς μὲν : τοὺς Αἰγινήτας ABFc 2 τοῖς δʼ : τοῖς Ποτιδαιάταις καὶ Μεγαρεῦσι ABFM ἐκ πολλοῦ προπαρεσκευασμένους : ὡς συνειδότας τὰς ἑαυτῶν ἁμαρτίας καὶ γιγνώσκοντας ὡς πάντως οὐκ ἀνεξόμεθα, ἀλλὰ πολεμήσομεν ABFGMc 2 ʃ ἀπὸ κοινοῦ τὸ ὁρᾶτε ABFc 2 τὸ μὲν : ἡ Ποτίδαια ABF ἐπικαιρότατον : ἁρμοδιώτατον. [5]
68.4
ἀποχρῆσθαι : ἐνέργειαν ποιεῖν. ἡ δὲ ναυτικὸν ἂν κτ ἑ. : ἡ δὲ ἔδωκεν ἂν συμμαχίαν ναυτικήν, εἰ πόλεμος γενήσεται δηλονότι. μετὰ τὰ Μηδικά: μετὰ τὸν πόλεμον τὸν Μηδικόν.
69.1
κρατῦναι : ἰσχυροποιῆσαι. ἐς τόδε : μέχρι τοῦδε. οὐ γὰρ ὁ δουλωσάμενος κτ ἑ. : τὸ σχῆμα συλλογισμός ABFGMc 2 αὐτό : τὸ δουλοῦν ABFGc 2 εἴπερ : ἐπεί. τὴν ἀξίωσιν τῆς ἀρετῆς φέρεται : τὸ σεμνολόγημα, τὸ ἀξίωμα τῆς δικαιοσύνης ἔχει. οὐδὲ νῦν ἐπὶ φανεροῖς : καὶ νῦν γάρ, φησίν, ἀμφιβάλλεται εἰ ἀδικούμεθα ABFGMc 2 οἱ γὰρ (codd. [5]
69.2
) δρῶντες κτ ἑ. : οἱ γὰρ Ἀθηναῖοι πρὸς οὐ διεγνωκότας ἡμᾶς ABFGMc 2 ʃ οἱ γὰρ μετὰ σκέψεως εἰς τὴν πρᾶξιν ἐρχόμενοι οὐκ ἀναβεβλημένως ἔρχονται κατὰ τῶν ἀγνοούντων. οἵᾳ ὁδῷ : οἵῳ τρόπῳ ABFGMc 2 ʃ κατʼ ὀλίγον ABFMc 2 ἐπὶ τοὺς πέλας : ἐπὶ τοὺς Λακεδαιμονίους ABFGMc 2 διὰ τὸ ἀναίσθητον : διὰ τὴν ἄγνοιαν FGMc 2 ἰσχυρῶς ἐγκείσονται : μετὰ βάρους ἐπιτεθήσονται. [5]
69.4
ἡσυχάζετε γὰρ μόνοι : ἐπιπλήττων κολακεύει ABFGMc 2 ἀσφαλεῖς : προσεκτικοί, ἐν οὐδενὶ σφαλλόμενοι.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top