Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Scholia: Thoman and Triclinian Scholia on Aeschylus’ Persians

Library › Greek: Grammar & Reference › Thoman and Triclinian Scholia on Aeschylus' Persians

These are the scholia on Aeschylus' Persians by the fourteenth-century Byzantine scholars Thomas Magister and Demetrius Triclinius, with accompanying glosses. They open with Thomas's long introduction retelling the history of Xerxes' invasion of Greece, including the oracle of the wooden wall, and then comment on the tragedy line by line, with much attention to meter and the structure of the choral songs.

Persians was one of the three plays of Aeschylus read in Byzantine schools, and these notes show how Byzantine scholars taught it and tried to restore its meters. They are a key document of the Palaeologan revival of classical learning and help explain the state of the text in many later manuscripts.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Thoman and Triclinian Scholia on Aeschylus' Persians
Scholia · Part 1 · every word parsed
sch hyp
Τοῦ αὐτοῦ σοφωτάτου Μαγίστρου. Ἡ μὲν τοῦ δράματος ὑπόθεσίς ἐστιν ἡ κατὰ τῆς Ἑλλάδος ἐπιστρατεία τοῦ Ξέρξου καὶ ἡ ἐκεῖθεν δυστυχὴς ἀναχώρησις. ἡ δὲ ἱστορία πᾶσα ἔχει οὕτως. Ἱππίας ὁ Πεισιστράτου τύραννος ὢν Ἀθηναίων ἐξέπεσε τῆς τυραννίδος. ἐλθὼν οὖν παρὰ Πέρσας ἱκετεύει Δαρεῖον στρατεύειν κατʼ Ἀθηνῶν, καὶ ὃς πείθεται, ὡς Ἀριστείδης φησίν. Ἡρόδοτος δὲ γράφει Ἀθηναίους ἀναπεισθέντας ὑπʼ Ἀρισταγόρου τοῦ Μιλησίου πορθῆσαι πόλιν τὰς Σάρδεις οὔσας ὑπὸ Δαρεῖον καὶ ἑτέρας πολλάς. ὃ καὶ μαθὼν Δαρεῖος ἤρετο τίνες οἱ Ἀθηναῖοι καὶ ἀπέστειλε κατʼ αὐτῶν Μαρδόνιον μετὰ βαρείας δυνάμεως καὶ στόλου πολλοῦ. ναυαγήσαντα δὲ τοῦτον περὶ τὸν Ἄθω, ὡς δισμυρίους ἄνδρας ναυαγῆσαι καὶ τραυματισθῆναι ὑπὸ Θρᾳκῶν καὶ αὐτόν, παραλύει μὲν ὁ Δαρεῖος τοῦτον τῆς ἀρχῆς, δευτέρῳ δὲ ἔτει ἀπὸ τοῦδε ἔπεμψεν Ἀθηναίοις σπυρίδα, γῆν καὶ ὕδωρ αἰτῶν ὡς δῆθεν ἐντεῦθεν δόξαι γῆς καὶ θαλάττης εἴναι κύριος· οἱ δὲ τοὺς μὲν Περσῶν πρέσβεις εἰς φρέαρ ζῶντας βαλόντες ἄνωθεν γῆν καὶ λίθων βολὰς πέμποντες τούτους κατέχωσαν. Μῦν δέ τινα Σάμιον ἑρμηνεύσαντα τοῖς Ἀθηναίοις τὰ Πέρσου γράμματα κατά τινας μὲν ἀνεῖλον, κατά τινας δὲ ἄτιμον ἐποίησαν, ὡς καὶ Ἀρίθμιον τὸν Ζελείτην ἠτίμωσαν, χρυσίον βαρβαρικὸν αὐτοῖς παρὰ Δαρείου κομίσαντα πρεσβευόμενον. Κυρσίλον δὲ τῆς βουλῆς ἕνα κατεθαλάττωσαν καὶ ἀνεῖλον Ἀθηναῖοι, ὅτι γῆν καὶ ὕδωρ συνεβούλευε πέμπειν τῷ βαρβάρῳ· αἱ δὲ τῶν Ἀθηναίων γυναῖκες τὴν γυναῖκα Κυρσίλου ὁμοίως κατελίθωσαν, καὶ οἱ παῖδες τοὺς παῖδας αὐτῶν. τῷ αὐτῷ ἔτει ὀλυμπιάδι οαʹ Δαρεῖος μετὰ τὸ ἐκστῆναι Μαρδόνιον τῆς ἀρχῆς ἔπεμψε πάλιν κατὰ τῆς Ἀττικῆς Δάτιν καὶ Ἀρταφρένην, ἀνεψιὸν αὐτοῦ, σὺν ἑξακοσίων νεῶν στόλῳ πεντήκοντα μυριάδας στρατιὰν ἔχοντι. καὶ Νάξον εἷλον καὶ Ἐρέτριαν νῆσον καὶ Εὐβοΐδα πόλιν, ἐν δὲ τῇ Δήλῳ Δάτις ἐθυμίασε τῷ Ἀπόλλωνι λιβανωτοῦ τριακόσια τάλαντα, ἀποπλεύσαντες δὲ καὶ περὶ Μαραθῶνα στρατοπεδευσάμενοι, σὺν οἷς καὶ ὁ τύραννος Ἱππίας, Μιλτιάδου στρατηγοῦντος Ἀθηναίων καὶ Στησιλέου, πολεμαρχοῦντος δὲ Καλλιμάχου καὶ Κυναιγείρου καὶ Πλαταιῶν συμμαχούντων αὐτοῖς χιλίων, ἡττῶνται καὶ πρὸς Δαρεῖον ὑποστρέφουσιν, ὅπερ ἀκηκοὼς κατὰ τῆς Ἑλλάδος ηὐτρεπίζετο στρατεύειν. ἐπὶ τρεῖς οὖν ὅλους ἐνιαυτοὺς στόλον τε ηὐτρέπιζε καὶ πεζὸν συνῆγε στρατόν. τετάρτῳ δὲ ἔτει Δαρεῖος μὲν τελευτᾷ, Ξέρξης δὲ καὶ τὴν βασιλείαν καὶ τὸν πόλεμον διαδέχεται καὶ δέκα παρελθόντων ἐνιαυτῶν τοῦτον ηὐτρέπιζε, Μαρδονίου ἀναγκάζοντος αὐτὸν πολεμεῖν, Ἀρταβάνου ἀποτρέποντος. ἦν οὖν ὁ πᾶς ἀριθμὸς τῆς στρατιᾶς αὐτοῦ ἀπόμαχός τε καὶ μάχιμος μυριάδες πεντακόσιαι, πλοῖα δὲ χίλια σζʹ. τετρακόσια δʼ ἦν τάλαντα ἡμερησία τροφὴ τῷ στρατῷ. ἐμέτρησε δὲ τὴν στρατιὰν Ξέρξης τοῦτον τὸν τρόπον· μυρίανδρον τεῖχος κατασκευάσας καὶ τοῦτο πληρῶν καὶ κενῶν, οὕτω τὰς μυριάδας ἠρίθμει. [45]
sch hyp (50)
στρατευόντων οὖν κατὰ τῆς Ἑλλάδος ἠθέλησε καινοτομῆσαι τὰς τῶν στοιχείων φύσεις· Βουβάρης γὰρ καὶ ὁ πεντάπηχυς Ἀρταχαῖος προπεμφθέντες μετὰ πολλῶν μυριάδων τῆς ὀρυγῆς τοῦ Ἄθω ἐπεστάτουν καὶ διέκοπτον αὐτὸν καὶ ἐθαλάττουν εἰς βάθος. ἕτεροι δὲ γεφυροῦν ἐπέμφθησαν τὸν Ἑλλήσποντον περὶ τὴν τραχεῖαν ἀκτὴν λεγομένην μεταξὺ Σηστοῦ καὶ Ἀβύδου. γεγονυίας δὲ τῆς γεφύρας καὶ λυθείσης ὑπὸ χειμῶνος καὶ τῆς τοῦ πελάγους ῥύμης διακοσίαις ῥάβδων πληγαῖς ἔτυψε τὸν Ἑλλήσποντον, καὶ δύο δεσμοῖς σιδηροῖς ἐκέλευσεν ἑκατέρωθεν συσχεῖν τὸ πέλαγος ὡς δῆθεν τὴν θάλασσαν οἷα δούλην δεσμῶν τοῖς κλοιοῖς. ἑτέρας δὲ δύο γεφύρας ἀντὶ τῆς προτέρας τούτῳ τῷ τρόπῳ ἐποίησεν· ἐκέλευσε γὰρ ἅπαν τοῦτο τὸ πέλαγος πληρῶσαι νηῶν καὶ ταύτας πρὸς ἀλλήλας συνδῆσαι δεσμοῖς σιδηροῖς καὶ ἀσφαλίσασθαι ταύτας ἐξ ἑκατέρας ἠιόνος, εἶτα δοκοὺς διὰ πασῶν τούτων συνεχῶς προσηλῶσαι καὶ τούτου γενομένου γῆν ἐπιβαλεῖν καὶ καταστορέσαι μυρρίνων καὶ δαφνῶν φύλλα· ἑκατέρωθεν δὲ τῆς γεφύρας ἦσαν ἕτεροι δοκοὶ περικλείοντες τὴν γέφυραν, μήπως τις ὀλισθήσας καταπέσῃ πρὸς τὴν θάλασσαν. οὕτω μὲν αἱ γέφυραι γεγόνασι περὶ τὸν Ἑλλήσποντον καὶ λίθινον ἕδραν αὐτῷ ὑψηλὴν ἐκεῖ ἐποιήσαντο, ἐν ᾗπερ ἐφιδρυνθεὶς ὕστερον, ὅτε παρεγεγόνει, τὸ στράτευμα ἔβλεπε. πρῶτον δὲ περὶ 〈Κ〉ελαινάς, π〈όλιν〉 τῆς Φρυγίας, ἐλθὼν ξενίζεται σὺν παντὶ τῷ στρατεύματι παρὰ Πύθιος τοῦ 〈Λυδ〉οῦ, ὃς καὶ τῷ Δαρείῳ πρὶν ἐδωρήσατο χρυσὴν ἀναδενδράδα καὶ πλάτανον, καὶ τῷ Ξέρξῃ τότε ἐχαρίσατο ἀργυρίου δισχίλια τάλαντα καὶ τετρακοσίας μυριάδας δαρεικοῦ χρυσίου νομίσματος χιλιάσιν ὀλίγαις ἀπολειπομένας. ὧν οὐδὲν ὁ Ξέρξης λαβὼν ἀλλὰ τὴν προαίρεσιν ἀποδεξάμενος καὶ τὸ λεῖπον μᾶλλον τῶν μυριάδων ἀναπληρώσας αὐτῷ ἔμελλε πρὸς τὰ τοῦ Ἑλλησπόντου μέρη πορεύεσθαι διὰ Φρυγίας καὶ Λυδίας. περί τινα δὲ τόπον ἰδὼν πλάτανον ὡραίαν, καθʼ Ἡρόδοτον, χρυσῆν ἑτέραν τοιαύτην ἐποίησεν ὑφʼ ἣν καθεζόμενος ἐν μεσημβρίᾳ σκιᾶς ἀπέλαυε. παρευομένου δὲ αὐτοῦ προσωτέρω, ἐπικυψάντων μὲν τῶν ἵππων πιεῖν ἀπεξηράνθη ὁ Μαίανδρος, ὡς καὶ ὁ Πηνειὸς περὶ Θετταλίαν ὕστερον καὶ ἐν Ἀθήναις ὁ Ἰλισσὸς καὶ ἕτεροι. τοξευούσης δὲ τῆς στρατιᾶς ὁ ἥλιος ἀπεκρύπτετο τοῖς τοξεύμασιν. ἐφθακότος δὲ περὶ τὸν Ἑλλήσποντον ἔκλειψις ἡλίου καὶ σημεῖα ἐγένετο ἕτερα. ὅμως ἑπτὰ νυξὶ καὶ ἡμέραις ὁ στρατὸς ἀπερικόπως τὰς γεφύρας ἐπεραιοῦτο. τέλος ἐφʼ ἅρματος καὶ αὐτὸς διαπεραιοῦται. ἐρχομένου δὲ πρὸς τὴν Ἀττικὴν Ἀθηναίοις ἐδόθη χρησμὸς οὗτος· τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει. μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν, καὶ ἕτερα τοιαῦτα. [95]
sch hyp (100)
τοῦτο γοῦν ἀκούσαντες οἱ Ἀθηναῖοι οὐκ ἐδύναντο ξυνιέναι τί τὸ ξύλινον τεῖχος, ἀλλʼ οἱ γέροντες ᾤοντο πύργους ξυλίνους προστάττειν αὐτοῖς τὴν Πυθίαν ποιεῖν. οὓς καί τινες ποιήσαντες καὶ ἐπαναβάντες ὑπὸ Περσῶν πύργοις αὐτοῖς κατεκαύθησαν. Θεμιστοκλῆς δὲ μόνος εἰπὼν ξύλινον τεῖχος εἴναι τὰς τριήρεις καὶ τοῦτο βούλεσθαι τὸν χρησμὸν ἔπεισε. καὶ τοὺς μαχίμους τριήρεσιν ἐμβαλὼν καὶ περὶ Σαλαμῖνα ὁρμίσας μετὰ τῶν ἄλλων Ἑλληνικῶν νεῶν γυναῖκας καὶ γέροντας καὶ παιδία ἐξέπεμψεν εἰς Τροιζῆνα. ἦσαν δὲ πᾶσαι αἱ τῶν Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων νῆες σοαʹ. ἐρχομένου δὲ τοῦ Ξέρξου μετὰ τῆς πεζῆς στρατιᾶς καὶ μέλλοντος διαβαίνειν τὰς ἐν τῇ Ἑλλάδι οὕτω καλουμένας Πύλας, Λεωνίδας ὁ Σπαρτιάτης μετὰ τριακοσίων κατέσχε τὴν πάροδον· πάνυ δὲ λαμπρῶς ἀγωνισάμενος καὶ τῶν βαρβάρων πολλοὺς διαφθείρας καὶ ἀδελφοὺς δύο τοῦ Ξέρξου, τέλος ὑπὸ τοῦ τοσούτου πλήθους αὐτός τε καὶ οἱ σὺν αὐτῷ συμπατηθέντες ἀπώλοντο. ἐλθὼν δὲ ὁ Ξέρξης οὕτω μετὰ τῆς πεζῆς στρατιᾶς ταύτην μὲν περὶ Θήβας εἴασεν, αὐτὸς δὲ μετὰ οὐκ ὀλίγων ἀναβὰς περὶ τὸ Αἰγάλεον ὄρος ἐκάθητο—τὸ δέ ἐστιν ἀντικρὺ Σαλαμῖνος, —ὁρῶν τὴν ναυμαχίαν· ἐν Σαλαμῖνι γὰρ συνέβαλον ἀμφότερα τὰ ναυτικά, τό τε βαρβαρικὸν καὶ τὸ Ἑλληνικόν. ἡττηθέντος δὲ κατʼ ἄκρας τοῦ βαρβαρικοῦ ναυτικοῦ θεώμενος ὁ Ξέρξης καὶ ἅμα ἀκούων ὡς μέλλουσιν Ἕλληνες τὴν γέφυραν καταλήψεσθαι καὶ διαφθερεῖν, Μαρδόνιον μὲν εἴασε μετὰ τῆς πεζῆς στρατιᾶς αὐτόθι, αὐτὸς δὲ μέρος τι τοῦ στρατεύματος παραλαβὼν δραμὼν καταλαμβάνει τὴν γέφυραν. καὶ πλείστοις κινδύνοις περιπεσὼν μόλις μετʼ ὀλίγων πάνυ ἀπεσώθη πρὸς τὴν πατρίδα. Μαρδονίῳ δὲ συμβαλόντες οἱ Ἀθηναῖοι κατεπολέμησαν· ἔσχε δὲ τὴν μὲν ἐν Σαλαμῖνι τῆς ναυμαχίας νίκην Θεμιστοκλῆς, τὴν δὲ ἐν Πλαταίᾳ τοῦ πεζοῦ νίκην Παυσανίας ὁ Λακεδαιμονίων στρατηγός. Ἡ μὲν σκηνὴ τοῦ δράματός ἐστι περὶ τῷ τάφῳ τοῦ Δαρείου· τὰ δὲ πρόσωπα· χορὸς γερόντων Περσῶν, Ἄτοσσα ἡ τοῦ Ξέρξου μήτηρ, ἄγγελος, εἴδωλον Δαρείου, Ξέρξης. ἡμέτερον. [135]
sch 1
τάδε μὲν Περσῶ ν: τὰ παρόντα εἴδη τοῦ χοροῦ ἑτέρως εἰσὶν ἐσχηματισμένα, ὡς καὶ ἀλλαχοῦ εἴρηται· τὰ μὲν γάρ εἰσι μονοστροφικὰ καὶ συστηματικὰ ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους (σύστημα δέ ἐστιν, ὡς Ἡφαιστίων φησί, μέτρων συναγωγὴ ἢ δύο ἢ πλειόνων, ἢ ὁμοίων ἢ ἀνομοίων) τὰ δὲ κατὰ σχέσιν· εἰσὶ δὲ κατὰ σχέσιν στροφῶν πέντε· τοῦ τοιούτου ἐστὶ σχήματος καὶ τὸ ‘ Τελαμώνιε πα ῖ , τῆς ἀμφιρύτου Σαλαμῖνοσ ‘ ἐν Αἴαντι Σοφοκλέους καὶ ἐν Φοινίσσαις Εὐριπίδου τὸ ‘ Τύριον οἶδμα λιποῦσα ‘, ὡς καὶ ἐν ἑτέροις εἴρηται. ἔστι δὲ τῆς παρούσης μονοστρόφου στροφῆς τὰ κῶλα ξεʹ, τὸ δὲ μέτρον ἀναπαιστικὸν Λακωνικὸν καλούμενον διὰ τὸ τὸν Λάκωνα Ἀλκμᾶνα πολλάκις τούτῳ χρήσασθαι· εἰσὶ δὲ τὰ μὲν τῶν κώλων δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων δίμετρα καταληκτικά, ἃ καλεῖται παροιμιακά, τὸ μέντοι ϛʹ, τὸ ιαʹ, τὸ κγʹ, τὸ λʹ, τὸ λβʹ, τὸ νηʹ καὶ ξαʹ μονόμετρα ἤτοι ἀναπαιστικὴ βάσις· πάντων δὲ τελευταῖον ‘ τείνοντα χρόνον τρομέονται ‘. ἐπὶ ταῖς ἀποθέσεσι πάσαις παράγραφος. τοῦ αὐτοῦ Μαγίστρου σχόλια. * δέον εἰπεῖν ʼἡμεῖς οἱ γέροντες καλούμεθα πιστὰ καὶ ἀσφαλῆ τῶν ἐστρατευκότων καθʼ Ἑλλάδος Περσῶνʼ, τουτέστιν ʼἡμᾶς ὁ Ξέρξης ἐνταῦθα κατέλιπεν ἀσφαλεῖς καὶ πιστοὺς τῆς ἀρχῆς φύλακασʼ, ὥσπερ καὶ παρακατιὼν λέγει, πρὸς τὸ ‘ πιστὰ ‘ ‘ τάδε ‘ ἐπήνεγκεν· οἱ δὲ λέγοντες τὸ ‘ Πίστα ‘ ἀντὶ τοῦ ʼΠίστειραʼ κατὰ συγκοπήν, παντὶ δῆλον ὅτι ἀμαθεῖς εἰσιν. ἡ εἴσθεσις τοῦ δράματος χορική· τὸ δὲ προοίμιον διηγηματικόν. ἡμέτερον. [30] *[crux: τάδε μὲν Περσῶ ν: τὰ παρόντα εἴδη τοῦ χοροῦ ἑτέρως εἰσὶν ἐσχηματισμένα, ὡς καὶ ἀλλαχοῦ εἴρηται· τὰ μὲν γάρ εἰσι μονοστροφικὰ καὶ συστηματικὰ ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους (σύστημα δέ ἐστιν, ὡς Ἡφαιστίων φησί, μέτρων συναγωγὴ ἢ δύο ἢ πλειόνων, ἢ ὁμοίων ἢ ἀνομοίων) τὰ δὲ κατὰ σχέσιν· εἰσὶ δὲ κατὰ σχέσιν στροφῶν πέντε· τοῦ τοιούτου ἐστὶ σχήματος καὶ τὸ ‘ Τελαμώνιε πα ῖ , τῆς ἀμφιρύτου Σαλαμῖνοσ ‘ ἐν Αἴαντι Σοφοκλέους καὶ ἐν Φοινίσσαις Εὐριπίδου τὸ ‘ Τύριον οἶδμα λιποῦσα ‘, ὡς καὶ ἐν ἑτέροις εἴρηται. ἔστι δὲ τῆς παρούσης μονοστρόφου στροφῆς τὰ κῶλα ξεʹ, τὸ δὲ μέτρον ἀναπαιστικὸν Λακωνικὸν καλούμενον διὰ τὸ τὸν Λάκωνα Ἀλκμᾶνα πολλάκις τούτῳ χρήσασθαι· εἰσὶ δὲ τὰ μὲν τῶν κώλων δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων δίμετρα καταληκτικά, ἃ καλεῖται παροιμιακά, τὸ μέντοι ϛʹ, τὸ ιαʹ, τὸ κγʹ, τὸ λʹ, τὸ λβʹ, τὸ νηʹ καὶ ξαʹ μονόμετρα ἤτοι ἀναπαιστικὴ βάσις· πάντων δὲ τελευταῖον ‘ τείνοντα χρόνον τρομέονται ‘. ἐπὶ ταῖς ἀποθέσεσι πάσαις παράγραφος. τοῦ αὐτοῦ Μαγίστρου σχόλια. * δέον εἰπεῖν ʼἡμεῖς οἱ γέροντες καλούμεθα πιστὰ καὶ ἀσφαλῆ τῶν ἐστρατευκότων καθʼ Ἑλλάδος Περσῶνʼ, τουτέστιν ʼἡμᾶς ὁ Ξέρξης ἐνταῦθα κατέλιπεν ἀσφαλεῖς καὶ πιστοὺς τῆς ἀρχῆς φύλακασʼ, ὥσπερ καὶ παρακατιὼν λέγει, πρὸς τὸ ‘ πιστὰ ‘ ‘ τάδε ‘ ἐπήνεγκεν· οἱ δὲ λέγοντες τὸ ‘ Πίστα ‘ ἀντὶ τοῦ ʼΠίστειραʼ κατὰ συγκοπήν, παντὶ δῆλον ὅτι ἀμαθεῖς εἰσιν.]*
sch 6
Δαρειογενή ς: οὐ καλῶς τιθέασιν ἐνταῦθα τὸ ʼΔαρείου υἱόσʼ, ἐπεὶ οὐχ ἁρμόζει τῷ μέτρῳ οὔτε τῇ φράσει τοῦ λόγου· ταυτολογία γάρ ἐστι· διὸ καὶ παρʼ ἡμῶν ἐξεβλήθη ὡς παριττόν· μονόμετρον δέ ἐστι τὸ κῶλον ὡς καί τινα τῶν ἑξῆς, ὡς εἴρηται. παλαιόν. ὅτι Δαρεῖοι τρεῖς ἐγένοντο· τούτων δὲ πρῶτος ὁ Ὑστάσπου, προκριθεὶς ὑπὸ Περσῶν καὶ βασιλεύσας αὐτῶν, ὃς ἦν Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας· δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου Νόθος προσαγορευθ〈είσ〉· ἔσχατος Δαρεῖος ὁ ὑπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου καταλυθείς· τινὲς δὲ καὶ τέταρτον Δαρεῖον εἶναι γράφουσιν. Σοῦσα καὶ Ἐκβάτανα πόλεις εἰσὶ Περσῶν ἐπίσημοι, ἐν αἷς καὶ τῶν βασιλέων ἦσαν βασίλεια. [10]
sch 16
* τοῦτο δὲ κατὰ ἄθροισίν ἐστι καὶ μερισμόν· ἄνω γὰρ εἰπὼν ὡς πᾶσα ἰσχὺς Ἀσιατογενὴς εἰς Ἑλλάδα ὥρμησε, νῦν ἐντεῦθεν ἀπαριθμεῖν ἄρχεται καὶ ὅθεν ὥρμησαν καὶ τίνες οἱ τῆς στρατιᾶς ἡγεμόνες. ἡμέτερον. [5]
sch 21
οἱ γράφοντες ‘ Ἀρταφέρνησ ‘ ἀμαθεῖς εἰσι τῶν μέτρων· οὐ χρὴ οὖν οὕτω γράφειν ἀλλʼ ‘ Ἀρταφρένησ ‘, ἵνʼ ἔχῃ πρὸς τὸ μέτρον ὀρθῶς· ταῦτα δὲ πάντα ὀνόματά εἰσι τῶν ἀρχόντων οἳ τοῦ στρατοῦ τῶν Περσῶν ἦσαν ἡγεμόνες· ὧν τὰ μὲν ἱστόρησε, τὰ δὲ αὐτὸς ἔπλασεν. φοβεροὶ μὲν ἰδεῖ ν: * τοιοῦτοι γάρ εἰσιν ὡς τοῖς αὐτοὺς θεωμένοις φόβον ἐμποιεῖν, καὶ δεινοὶ κατὰ τὴν μάχην ἐν εὐτλήμονι καὶ καρτερικῇ δόξῃ ψυχῆς, τουτέστιν οὐ μόνον τῷ εἴδει εἰσὶ φοβεροὶ ἀλλὰ καὶ δόξαν πᾶσι παρέχουσιν ὡς ἄρα δεινοὶ πρὸς τὸ μάχεσθαι ἐν καρτερίᾳ καὶ γενναιότητι ψυχῆς· δέον δὲ εἰπεῖν ʼεὐτλήμονος καὶ καρτερικῆς ψυχῆσʼ, πρὸς τὸ ‘ δόξῃ ‘ ἐπήνεγκεν ‘ εὐτλήμονι δόξῃ ψυχῆσ ‘ εἰπὼν ὥσπερ καὶ ἐν ἄλλοις τισὶ πολλαχοῦ καὶ Εὐριπίδῃ εὕρηται λέγοντι ‘ ἅρμασι καὶ ψαλίοις τετραβάμοσι μώνυχα πῶλον ‘· οὐ γὰρ ἦσαν οἱ χαλινοὶ τετραβάμονες ἀλλὰ τὰ ἅρματα. [10]
sch 36
* ἱερὰν τὴν Μέμφιν καλεῖ διὰ τὸ τιμᾶσθαι ἐκεῖ τὸν Ἄπιν καὶ μυστήρια τοῖς Αἰγυπτίοις γίνεσθαι. ὅτι τρεῖς Θῆβαί εἰσιν· αἱ ἑκατοντάπυλοι ἐν Αἰγύπτῳ, αἱ ἑπτάπυλοι ἐν Βοιωτίᾳ καὶ αἱ ὑποπλάκιοι λεγόμεναι ἐν Ἀσίᾳ, τὸ νῦν καλούμενον Ἀτραμύτιον.
sch 40
πρὸς τὸ ‘ πλῆθοσ ‘ ἔδει ἐπενεγκεῖν καὶ εἰπεῖν ʼἀνάριθμονʼ· νῦν δὲ πρὸς τὸ πρότερον ἀρσενικὸν ἀπέδωκεν. * Ἤπειρος τόπος ἐν τῇ Ἀσίᾳ οὕτω καλούμενος ὥσπερ καὶ ἐν τῇ Ἑλλάδι.
sch 44
ἡμέτερον. οὕτω χρὴ γράφειν τὸ κῶλον ὡς διωρθώθη παρʼ ἡμῶν ‘ βασιλεὺς διέπει ‘, ἵνʼ οἰκείως πρὸς τὸ μέτρον ἔχῃ· οἱ δὲ γράφοντες ‘ βασιλῆς δίοπτοι ‘ οὐκ ἴσασι τὰ περὶ τῶν μέτρων· οὕτω γὰρ καὶ τὸ ‘ Σάρδεισ ‘ αὐτὴν τὴν πόλιν εἴη ἂν δηλοῦν καὶ οὐχ, ὡς οἴονταί τινες, τοὺς βασιλεῖς, λέγοντες ʼοἱ Σάρδεισʼ καὶ ʼοἱ Σαρδικοίʼ. ἡμέτερα. [5] *[crux: οὕτω]*
sch 58
ἐπειδὴ πάντες ὑπὸ τὴν ἐξουσίαν ἦσαν τοῦ Ξέρξου καὶ ὑπήκοοι καὶ ὑποτελεῖς ἐτέλουν ἐκείνῳ, διὰ τοῦτο ‘ ὑποπομπαῖσ ‘ καὶ οὐχὶ ʼπροπομπαῖσʼ εἴρηκεν. προοίμιον βʹ διηγηματικὸν καὶ αὐτό. *[crux: ἐπειδὴ πάντες ὑπὸ τὴν ἐξουσίαν ἦσαν τοῦ Ξέρξου καὶ ὑπήκοοι καὶ ὑποτελεῖς ἐτέλουν ἐκείνῳ, διὰ τοῦτο ‘ ὑποπομπαῖσ ‘ καὶ οὐχὶ ʼπροπομπαῖσʼ εἴρηκεν.]*
sch 65
πεπέρακεν μέ ν: ἐντεῦθεν αἱ κατὰ σχέσιν ἄρχονται στροφαί· καὶ εἰσὶ τῆς πρώτης ταυτησὶ στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἰωνικὸν ἀπʼ ἐλάττονος τρίμετρον ἀκατάληκτον καθαρόν, ἐξ ἰωνικῶν τριῶν· τὸ βʹ καὶ τρίτον ὅμοια ἰωνικὰ δίμετρα ἀκατάληκτα καθαρά, ἐκ δύο ἰωνικῶν· τὸ δʹ ὅμοιον τῷ αʹ· τὸ εʹ καὶ ϛʹ ἀναπαιστικὰ πενθημιμερῆ καθαρά· τὸ ζʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. λινοδέσμῳ σχεδί ᾳ: * ἤγουν στόλῳ νηῶν· ἐν ταύταις γὰρ ἔζευξε τὸν Ἑλλήσποντον ἑπταστάδιον ὄντα τὸ εὖ〈ροσ〉 καὶ 〈γῆν ἐπιχέασ〉 πεζῇ διʼ αὐτοῦ τὸν στρατὸν ὁδεῦσαι πεποίηκεν. [10]
sch 70
ἱστορία πόθεν ἐκλήθη Ἑλλήσποντος. * Ἀθάμας ἐκ Νεφέλης Ἕλλην καὶ Φρύξον πεποίηκε· τελευτησάσης δὲ τῆς Νεφέλης ἠγάγετο γυναῖκα Ἰνώ, ἥτις, Φρύξῳ καὶ Ἕλλῃ φθονοῦσα ὡς μητρυιά, ἐλυμήνατό τισι μηχαναῖς τὰ σπέρματα, ὡς μηκέτι σπειρόμενα οἷά τε ἐκ τῆς γῆς ἀναδίδοσθαι. λιμοῦ οὖν κατειληφότος τὴν χώραν οἱ ταύτης ἔνοικοι βουλόμενοι ἀπιέναι πρὸς τὸ μαντεῖον καὶ παρʼ ἐκείνου λύσιν μαθεῖν τοῦ κακοῦ, διεφθάρησαν ὑπὸ τῆς Ἰνοῦς χρήμασιν, ἵνα ἐκεῖθεν ἀναστρέφοντες μηδὲν ἄλλο λέγοιεν πρὸς Ἀθάμαντα ἢ ὡς Φρύξον τε καὶ Ἕλλην θῦσαι προστάττειν Ἀπόλλῳ εἰς ἀπαλλαγὴν τοῦ λιμοῦ. Ἀθάμαντος οὖν μεταπεμπομένου αὐτοὺς ἐκ τῶν ποιμνίων καὶ προστάττοντος κριὸν μετʼ αὐτῶν ἀγαγεῖν, ἐπειδὴ κριὸν παραλαβόντες ἔμελλον πορεύεσθαι, οὗτος παραδόξως αὐτοῖς τὸ κατʼ αὐτῶν ἐμήνυσε δρᾶμα. φεύγοντες οὖν ἐποχούμενοι τῷ κριῷ, ἐπεὶ θαλάττης ἐπέβησαν, ἡ μὲν Ἕλλη ὀλισθήσασα τοῦ κριοῦ πίπτει ἐντὸς τοῦ πελάγους, ἀφʼ ἧς Ἑλλήσποντος κέκληται· ὁ δὲ Φρύξος προσορμίσας λιμένι καὶ τελευτήσας τὸν βίον ἐκεῖ, Φρύξου λιμένα τοῦτον ἀπʼ αὐτοῦ καλεῖσθαι πεποίηκεν. αὐχένι πόντο υ: * διὰ τὸ εἶναι τοῦτον στενόν—ἑπταστάδιος γάρ—παρεικάζει αὐτὸν αὐχένι· ἄλλως τε καὶ ὅτι ἀρχὴ τῆς εἴσω θαλάττης ἐστίν. [20]
sch 76
διχόθε ν: * ἐξ ἀμφοτέρων τῶν μερῶν· δέον δὲ εἰπεῖν ʼἔκ τε γῆς καὶ θαλάττησʼ, εἰς μὲν τὸ ‘ θαλάττησ ‘ τὴν ἀκολουθίαν τοῦ λόγου τετήρηκεν, εἰς δὲ τὸ ʼγῆσʼ ἐνήλλαξε· καὶ ἀντὶ τοῦ εἰπεῖν ʼγῆσʼ ‘ πεζονόμοισ ‘ ἤτοι πεζοῖς εἶπε· πεζοὶ γάρ εἰσιν οἱ τὴν γῆν ὁδεύοντες. ἡμέτερον. [5]
sch 81
κυάνεον δ ’ ὄμμασ ι: τῆς βʹ ταυτησὶ στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ, τὸ βʹ, τὸ γʹ, τὸ δʹ, τὸ εʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα ἀκατάληκτα καθαρά, ἐκ δύο ἰωνικῶν· τὸ ϛʹ ὅμοιον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ, καὶ ἐπιτρίτου βʹ. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. ἡμέτερον. [5]
sch 93
δολόμητιν δ ’ ἀπάτα ν: τοῦτο ἐπῳδὸς εἶναί μοι δοκεῖ διὰ μέσου τεθεῖσα. ἔστι δὲ κώλων θʹ· τὸ αʹ, τὸ βʹ, τὸ γʹ, τὸ δʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα ἀκατάληκτα καθαρά· ἔχει δὲ τὸ μὲν πρῶτον κῶλον τὸν δεύτερον πόδα πεντασύλλαβον, τὸ δὲ δʹ τὸν πρῶτον· τὸ εʹ ὅμοιον ἰωνικὸν ἡμιόλιον· τὸ ϛʹ καὶ ζʹ ὅμοια δίμετρα καταληκτικά, τὸ μὲν ἐξ ἰωνικοῦ καὶ ἀναπαίστου, τὸ δὲ ἐξ ἰωνικοῦ καὶ δακτύλου· τὸ ηʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ δὲ θʹ ὅμοιον δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ καὶ ἀναπαίστου. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος. δολόμητιν δ ’ ἀπάτα ν: εἰ γὰρ Πέρσαι τὰ ἐς πόλεμον θαυμαστοί, καὶ Ξέρξης τοσοῦτον πλῆθος κατὰ τῆς Ἑλλάδος ἐπήγαγε, ἀλλʼ οὐδεὶς οἵδε ποῖ τὸ πρᾶγμα προβαίη· θεοῦ γὰρ βουλήσει ἄλλοτε ἄλλως τὰ τῆς νίκης χωρεῖ· ὥστε καὶ τοὺς πολλοὺς ὑπʼ ὀλίγων ἂν καταπολεμουμένους θεάσαιο· διὸ καὶ ἡμεῖς ἐσμὲν ταραχῆς καὶ φροντίδος μεστοί. ʼφιλοφρόνωσʼ ἔδει εἰπεῖν· πρὸς δὲ τὸ ὄνομα τοῦτο ἐπήνεγκεν. [15]
sch 102
θεόθεν γά ρ: ἤγουν ἐξ ἀρχῆς εἱμαρμένον ἦν Πέρσαις παρὰ θεοῦ ἐν πολέμῳ τοὺς ἄλλους νικᾶν· αὕτη δὲ ἡ κατασκευὴ πρὸς τὸ ‘ ἀπρόσοιστος γὰρ ὁ Περσῶν στρατόσ ‘ ἐστιν. ἡμέτερον. θεόθεν γά ρ: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ καὶ βʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα καταληκτικά, ἐξ ἰωνικῶν καὶ ἀναπαίστων· τὸ γʹ καὶ δʹ ὅμοια ἰωνικὰ δίμετρα ἀκατάληκτα, ἐκ βʹ ἰωνικῶν· τὸ εʹ ὅμοιον ἰωνικὸν τρίμετρον καταληκτικόν, ἐκ δύο ἰωνικῶν ἀπʼ ἐλάττονος καὶ κρητικοῦ· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς δάκτυλον ἔχει ἀντὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον· τὸ ϛʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ διιάμβου. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. ταῦτά μοι μελαγχίτω ν: τῆς δʹ ταυτησὶ στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ καὶ βʹ τροχαικὰ δίμετρα καταληκτικὰ ἤτοι ἑφθημιμερῆ Εὐριπίδεια· τὸ γʹ κώλου τμῆμα μονόμετρον βραχυκατάληκτον· ἔστι δέ γε ἀδιάγνωστον ποίου ἂν εἴη μέτρου διὰ τὸ ἐκ δύο βραχέων συγκεῖσθαι· τὸ δʹ καὶ εʹ ὅμοια τῷ αʹ καὶ βʹ· τὸ ϛʹ ἀσυνάρτητον ἐκ δύο τροχαικῶν πενθημιμερῶν συγκείμενον. [5] *[crux: θεόθεν γά ρ: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ καὶ βʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα καταληκτικά, ἐξ ἰωνικῶν καὶ ἀναπαίστων· τὸ γʹ καὶ δʹ ὅμοια ἰωνικὰ δίμετρα ἀκατάληκτα, ἐκ βʹ ἰωνικῶν· τὸ εʹ ὅμοιον ἰωνικὸν τρίμετρον καταληκτικόν, ἐκ δύο ἰωνικῶν ἀπʼ ἐλάττονος καὶ κρητικοῦ· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς δάκτυλον ἔχει ἀντὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον· τὸ ϛʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ διιάμβου. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.]*
sch 114
ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. δοκεῖ δέ μοι ὅτι, ὥσπερ τὸ ʼφεῦʼ οὐχ ὑποπίπτει μέτρῳ βραχύ τι ὂν κώλου τμῆμα, οὕτω καὶ τὸ ‘ ὀά ‘, εἰ καὶ δισύλλαβον εἴη, διὰ τὸ βραχέα εἵναι ἀμφότερα. φασί τινες ὡς τὸ μὲν ʼὀάʼ Περσικὸς θρῆνος, τὸ δὲ ʼοὐάʼ Λατινικός. [10]
sch 116
ἡμέτερον. ἢ ʼτῷ φόβῳ, λέγε, τοῦ Περσικοῦ στρατεύματος ἀμ〈ύ〉σσεταί μοι ἡ φρήνʼ, ἢ στίζων εἰς τὸ ‘ φόβῳʼ πρὸς τὸ ‘ ὀά ‘ σύναπτε οὕτως· ʼὀὰ ἕνεκα τοῦ Περσικοῦ στρατεύματοσʼ· ἰσοδύναμον γάρ ἐστι τῷ ʼφεῦʼ. στίζων εἰς τὸ ‘ τοῦδε ‘, τὸ ἑξῆς οὕτω λέγε· ‘ μὴ πόλις πύθητα ι , κένανδρον μέ γ ’ ἄστυ Σουσίδοσ ‘. [5] *[crux: ἢ]*
sch 118
ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ʼμή τις πασῶν τῶν πόλεων πύθηται καὶ ἀκούσῃ τὰ Σοῦσα ἀνδρῶν ἔρημα γενόμεναʼ, τουτέστι ʼμὴ γένοιτό ποτε ἀφανισθῆναι τὴν τῶν Περσῶν ἀρχήν· εἰ γὰρ ἔσται τοῦτο, καὶ τὸ Κισσίων πόλισμα ἐξ ἐναντίας θρῆνον ἐγερεῖʼ· Σοῦσα γὰρ καὶ Κίσσιον καὶ Ἐκβάτανα Περσικαὶ πόλεις, ἐν αἷς οἱ τῶν Περσῶν ἄρχοντες τὰ βασίλεια ἐποιοῦντο. ἡμέτερον. ἐπεὶ ἐν τοῖς ἀκριβεστάτοις τῶν ἀντιγράφων τὸ ‘ τοῦδε ‘ τῷ ἑξῆς κώλῳ συνημμένον εὕρηται, ὡς εἵναι οὕτω ʼτοῦδε μὴ πόλις πύθηται κένανδρονʼ, οὕτω μοι δοκεῖ τοῦτο συντάττειν· ʼμὴ πύθηται καὶ ἀκούσῃ ἡ πόλισʼ, τὸ μέγα λέγων ἄστυ τῆς Σουσίδος τὸ κένανδρον τοῦδε τοῦ στρατεύματος, ἤγουν τὴν ἀπώλειαν καὶ τὸν ὄλεθρον· τοιοῦτο γάρ τι ὀφείλων εἰπεῖν, ‘ κένανδρον ‘ εἶπεν, ἐπειδή, ἀφανισθέντος τοῦ στρατοῦ, αὕτη κενὴ ἀνδρῶν ἔμελλεν ἔσεσθαι. ἢ πρὸς τὸ ‘ ἔσεται ‘ καὶ πρὸς τὸ ‘ ὀά ‘ στίξον, ἵνα πρὸς τὸ ‘ ἀπύων ‘ ἔξωθεν λαμβάνῃς ʼἔσταιʼ λογιζόμενος καθολικὸν τὸ ‘ γυναικοπληθὴς ὅμιλοσ ‘ διὰ πάσας τὰς ἐν Περσίδι γυναῖκας, ἢ πρὸς τὸ ‘ ἔσεται ‘ ὑπόστιξον, ἵνʼ ᾗ ὁ γυναικοπληθὴς ὅμιλος μόναι αἱ ἐν Κισσίοις γυναῖκες· εἰ δέ τις εἴποι ὡς ʼγυναικοπληθοῦς ὁμίλου ἀπύοντοσʼ ἔδει εἰπεῖν, φαμὲν ὡς, ἐπειδὴ ὁ τῶν γυναικῶν ὅμιλος μέρος ἦν τοῦ Κισσίων πολίσματος, διὰ τοῦτο ‘ γυναικοπληθὴς ὅμιλοσ ‘ εἶπεν· εὕρηται δὲ αὕτη ἡ σύνταξις οὐκ ἐν ποιηταῖς μόνον, ἀλλὰ καὶ ἐν Θουκυδίδῃ. [10] *[crux: ἐπεὶ]*
sch 125
ἡμέτερον. πᾶς γὰρ ἱππηλάτα ς: τῆς εʹ ταυτησὶ στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλικόν—ἐντεῦθεν δὲ δῆλον ὅτι καὶ ἴαμβον δέχεται τὰ τροχαικά· —τὸ βʹ ὅμοιον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς Εὐριπίδειον· τὸ γʹ ὅμοιον τὸν τρίτον ἔχον πόδα ἴαμβον· τὸ δʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἰάμβου ἀρχόμενον, εἰ δὲ βούλει, ἀντισπαστικὸν ἐξ ἀντισπάστου, διτροχαίου καὶ συλλαβῆς· τὸ εʹ ὅμοιον οἵου βούλει μέτρου· τὸ ϛʹ δακτυλικὸν πενθημιμερές, εἰ δὲ βούλει, χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· τὸ ζʹ ὅμοιον τῷ πρώτῳ ἰθυφαλικὸν καθαρόν. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. καταχρηστικῶς εἶπε τὸ ‘ πρῶνα ‘· πρὼν γὰρ κυρίως ἡ τῶν ὀρῶν ἐξοχή· ἐνταῦθα δὲ διὰ τοῦτο εἶπε, διὰ τὸ εἵναι αὐτὸν ἐξοχὴν τῆς ἔξω θαλάσσης πρὸς τὴν εἴσω, καὶ οἱονεὶ αὐχένα· ἐθεράπευσε δὲ διὰ τοῦ εἰπεῖν ‘ ἅλιον ‘. [10] *[crux: πᾶς]*
sch 135
τοῦτο ὀρθόπτωτόν ἐστι· δέον γὰρ εἰπεῖν ʼΠερσίδων ἑκάστη λείπεται μονόζυξ πολύκλαυστος ἐν φιλάνορι πόθῳʼ, ἐξ ὀρθοῦ ἐπήνεγκε τὴν σύνταξιν, καὶ ἀντὶ τοῦ εἰπεῖν ʼἀκροπενθὴσʼ πρὸς τὸ ʼἑκάστηʼ, οὕτω γὰρ ὁ λόγος ἀπῄτει, πρὸς τὸ ‘ Περσίδεσ ‘ ἔταξεν. ἡμέτερον. [5]
sch 140
ἀλ λ ’ ἄγε Πέρσα ι: πληρώσας τὰς στροφὰς καὶ ἀντιστροφὰς ἐπάγει ἐν ἐκθέσει σύστημα συμβουλευτικὸν κατὰ περικοπὴν ἀνομοιομερές, κώλων ἀναπαιστικῶν ιʹ, ὧν τὸ βʹ, τὸ ζʹ καὶ τὸ θʹ μονόμετρα, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιʹ δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος. δορυκράνο υ: ἢ τῆς ἐκ κρανίου ξύλου οὔσης· τοῦτο γὰρ ἰσχυρότατον καὶ στεγανώτατον πρὸς τὸ ποιῆσαι δόρατα· ἢ ἐκ τοῦ εἰπεῖν ‘ δορυκράνου λόγχησ ‘ ἐδήλωσεν ἐν ταὐτῷ δύο, δόρυ καὶ κράνος· τὸ γὰρ ‘ δορυκράνου λόγχης ἰσχὺσ ‘ τοιοῦτόν ἐστιν ὡς ἂν εἰ ἔλεγεν ʼἄνδρες κράνει καὶ δόρατι ἰσχύοντεσʼ. [5]
sch 150
ἡμέτερα. ἀλ λ ’ ἥδε θεῶ ν: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ὁμοίων ἀναπαιστικῶν εʹ· ὧν τὰ μὲν δʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ εʹ καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος. ὦ βαθυζώνω ν: σύστημα ἕτερον ἐπιφθεγματικὸν ὀνομαζόμενον ἐν ἐκθέσει στίχων τροχαικῶν τετραμέτρων καταληκτικῶν δʹ· ὧν τελευταῖος καὶ πάσης τῆς τοῦ χοροῦ οἰκονομίας ‘ εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ ‘. [5] *[crux: ἀλ λ ’ ἥδε θεῶ ν: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ὁμοίων ἀναπαιστικῶν εʹ· ὧν τὰ μὲν δʹ δίμετρα ἀκατάληκτα, τὸ δὲ εʹ καταληκτικὸν ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.]*
sch 155
ἐπὶ τῷ τέλει κορωνὶς ἑτέρων εἰσιόντων ὑποκριτῶν. ταῦτα δὴ λιποῦσ α: ἡ συστηματικὴ αὕτη περίοδος στίχων ἐστὶν ὁμοίων τροχαικῶν τετραμέτρων καταληκτικῶν ιζʹ· ὧν τελευταῖος ‘ εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖσ ‘. *[crux: ταῦτα]*
sch 159
ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος. φοβοῦμαι, φησί, μὴ ὁ μέγας πλοῦτος κονίσας καὶ ταράξας τὸ ἔδαφος ἐν ποδὶ ἀνατρέψῃ καὶ ἀπολέσῃ τὸν ὄλβον καὶ τὴν εὐδαιμονίαν τῶν Περ〈σῶν〉, ὃν μετὰ τῶν θεῶν μέγαν καὶ θαυμαστὸν Δαρεῖος ἐποίησε. [5]
sch 163
σωματοποιεῖ δὲ ἐνταῦθα τὸν πλοῦτον· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· φοβοῦ〈μαι〉 μὴ ἡ μεγίστη τῶν Περσῶν εὐδαιμονία αὐτὴ ὑφʼ ἑαυτῆς ἀνατραπείη καὶ ἀφανισθείη, ὅθεν διπλῆν κατὰ νοῦν στρέφω φροντίδα. ἔστι δὲ αὕτη τίς; μήτε τὸν πλοῦτον περὶ πλείστου ποιεῖσθαί τινα ὃς τὸν ὑπερμαχοῦντα οὐκ ἔχει—τοῦτο γάρ ἐστι τὸ ‘ ἀνάνδρων ‘—, μήτε τοῖς ἀχρημάτοις ἤτοι τοῖς πένησι λάμπειν φῶς τοσοῦτον ἤτοι εὐδαιμονίαν, ὅση δύναμις πάρεστι· τουτέστιν οὔτε ὁ πλοῦτός ἐστι περισπούδαστος ὁ μὴ ἀσφαλής, οὔτʼ αὖ τοὐναντίον μακαριστοί εἰσιν οἱ πένητες, ἔχοντες μὲν ἰσχὺν τὴν αὑτῶν, χρημάτων δὲ ἀπολειπόμενοι. λέγει δὲ ταῦτα διὰ τὸ μηδὲν ὄφελος εἵναι ἔτι τῶν τοσούτων τῆς τῶν Περσῶν ἀρχῆς θησαυρῶν, εἰ Ξέρξης ἡττηθείη, πάντας Πέρσας μεθʼ ἑαυτοῦ ἐπαγόμενος, καὶ τῆς Περσίδος μετὰ γυναικῶν καὶ γερόντων ἀπολειφθείσης. δέον δὲ οὕτως εἰπεῖν ʼμήτε χρημάτων ἀνάνδρων πλῆθός τινα σέβειν, μήτε μακαρίζειν τοὺς ἀχρημάτουσʼ ἐνήλλαξε καὶ ἀντὶ τοῦ εἰπεῖν ʼμακαρίζεινʼ ‘ λάμπειν ‘ εἶπεν. ἡμέτερα. [20]
sch 166
δέον εἰπεῖν ʼμήτε τὸ πλῆθος τῶν χρημάτων τιμᾶν τινα οἷς οὐκ ἔνεστι καὶ πλῆθος ἀνδρῶν φρουρούντων ταῦτα, μήτε τοὺς ἀχρημάτους καὶ πένητας ὁρᾶν τὸ φῶς ὅση τούτοις πρόσεστι δύναμισʼ, ὁ δὲ τὸ ‘ σθένοσ ‘ πρὸς τὸ ‘ φῶσ ‘ ἔτρεψεν ἐμψυχοποιῶν οἷον τὸ φῶς· τοῦτο δʼ ὅμοιόν ἐστι τῷ παρὰ Σιμοκάτῳ· ὃ γὰρ ἐκεῖνος περὶ τῶν δανειζομένων φησί, μὴ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἐλευθέρως προσβλέπειν μηδὲ τὸν ὑπὲρ γῆς ἀέρα προσηνῶς ἀναπνεῖν, τοῦτο οὗτος περὶ τῶν πενήτων εἴρηκεν, ὡς οὐ λάμπει τούτοις τὸ φῶς ὅση τούτῳ πρόσεστι δύναμις· ἀμφότεροι γὰρ ὑπὸ δέους κρυπτόμενοι οὐ καθαρῶς τοῦ φωτὸς ἀπολαύουσιν· οἱ μὲν γὰρ τοὺς δανειστάς, οἱ δὲ τούς τε δεσπότας καὶ εἰσπράττοντας δεδιότες κάτω νενεύκασιν ἀμυδρῶς τὴν ἀκτῖνα τοῦ ἡλίου προσβλέποντες. πολλοῖς μὲν αἰε ί: ἡ μονοστροφικὴ αὕτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λθʹ· ὧν τελευταῖος ‘ σωθεὶς δ ’ ὁμοίως τῆσδε κοιρανεῖ χθονόσ ‘. [10] *[crux: δέον εἰπεῖν ʼμήτε τὸ πλῆθος τῶν χρημάτων τιμᾶν τινα οἷς οὐκ ἔνεστι καὶ πλῆθος ἀνδρῶν φρουρούντων ταῦτα, μήτε τοὺς ἀχρημάτους καὶ πένητας ὁρᾶν τὸ φῶς ὅση τούτοις πρόσεστι δύναμισʼ, ὁ δὲ τὸ ‘ σθένοσ ‘ πρὸς τὸ ‘ φῶσ ‘ ἔτρεψεν ἐμψυχοποιῶν οἷον τὸ φῶς· τοῦτο δʼ ὅμοιόν ἐστι τῷ παρὰ Σιμοκάτῳ· ὃ γὰρ ἐκεῖνος περὶ τῶν δανειζομένων φησί, μὴ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἐλευθέρως προσβλέπειν μηδὲ τὸν ὑπὲρ γῆς ἀέρα προσηνῶς ἀναπνεῖν, τοῦτο οὗτος περὶ τῶν πενήτων εἴρηκεν, ὡς οὐ λάμπει τούτοις τὸ φῶς ὅση τούτῳ πρόσεστι δύναμις· ἀμφότεροι γὰρ ὑπὸ δέους κρυπτόμενοι οὐ καθαρῶς τοῦ φωτὸς ἀπολαύουσιν· οἱ μὲν γὰρ τοὺς δανειστάς, οἱ δὲ τούς τε δεσπότας καὶ εἰσπράττοντας δεδιότες κάτω νενεύκασιν ἀμυδρῶς τὴν ἀκτῖνα τοῦ ἡλίου προσβλέποντες.]*
sch 176
ἐπὶ τῷ τέλει παράγραφος. Ἄνδρων ὁ Ἀλικαρνασεύς φησι τὸν Ὠκεανὸν γήμαντα Πομφολύγην καὶ Παρθενόπην ἐκ μὲν Παρθενόπης σχεῖν Εὐρώπην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην, ὅθεν ὠνομᾶσθαι τὰς ἠπείρους.
sch 189
ἡμέτερον. ‘ ἀλλήλαισ ‘ γράφε καὶ μὴ ʼἀλλήλοισʼ ἀρσενικῶς· οὐ γὰρ διὰ τὸ ʼτούτωʼ ἀρσενικὸν ἀντὶ τοῦ ʼαὖταιʼ ῥηθὲν Ἀττικῶς χρὴ καὶ τοῦτο ἀρσενικῶς ἐκφέρειν· ἐπὶ τῶν ἄρθρων γὰρ μόνον καὶ τῶν ἀντωνυμιῶν τοῦτο ποιεῖν εἰώθασιν Ἀττικοί, οὐ μὴν καὶ ἐπὶ τῶν ὀνομάτων εἰ μή πως σπανίως διʼ ἀνάγκην· ʼτὼ χεῖρεʼ γάρ φασι καὶ οὔτε ʼτοῦ σάλπιγγοσʼ, καὶ ʼτώδε τὼ κασι〈γνή〉ταʼ καὶ ʼτούτωʼ καὶ τὰ τοιαῦτα. διὰ τοῦτο ᾤκτειρε τὸν Ξέρξην Δαρεῖος διὰ τὸ καὶ αὐτὸν εἰς Ἑλλάδα μετὰ στρατοῦ ἐλθεῖν καὶ ἡττηθῆναι, καὶ ταῦτα μυριοπλάσιον πλῆθος ἔχοντα ἢ πρώην ἐκεῖνος· Δαρεῖος μὲν γὰρ ἐν τῇ πρώτῃ στρατείᾳ οὐκ ἦν ἀλλὰ στρατηγὸν αὐτῆς τὸν Δάτιν ἔπεμψε, Ξέρξης δὲ οὐκ ἠνέσχετο ἕτερον πέμψαι ἀλλʼ αὐτὸς παρῆν, ὅθεν καὶ ἡττηθεὶς μείζω τὴν αἰσχύνην ἐκτήσατο. [5] *[crux: ‘]*
sch 201
Καλλιρρόη ὄνομα πηγῆς, ἀφʼ ἧς οἱ μέλλοντες θύσειν τὰς χεῖρας ἐκάθαιρον· φασὶ γοῦν διὰ τὸ αἰτίαν εἶναι καθαρμοῦ Καλλιρρόην αὐτὴν ὠνομᾶσθαι· λέγει δὲ ἐνταῦθα Ἄτοσσα καλλιρρόου πηγῆς ἄψασθαι, ἢ ὅτι ἐν τῇ Περσίδι ἦν αὕτη ἡ πηγή, ἢ ὡς καθαρὸν ἔχουσαν ὕδωρ καλλίρροον ἐκάλεσε τὴν πηγήν, ἀφʼ ἧς τὰς χεῖρας ἐνίψατο. ἐν ᾧ τὰ θύματα ἔσφαζον ἐκαλεῖτο βωμός, τετραγωνοειδὴς ὢν τόπος μέσον τοῦ ἱεροῦ· ἐσχάρα δὲ ὁ λάκκος ἐν ᾧ τὰ ἱερεῖα ἔκαιον. [5]
sch 204
πέλανος οὐ μόνον ὁ ῥύπος, ὡς Εὐριπίδης φησὶν ʼἀφρώδη πέλανονʼ ἤτοι τὸν ἐξ ἀφροῦ ῥύπον, ἀλλὰ καὶ θῦμά τι. ἡμέτερον.
sch 215
οὔ σε βουλόμεσθ α: αἱ συστηματικαὶ αὖται περίοδοι στίχων εἰσὶ τροχαικῶν τετραμέτρων καταληκτικῶν λδʹ· ὧν τελευταῖος ‘ εἰ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν ‘. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἑτέρου εἰσιόντος ὑποκριτοῦ. οὔ σε βουλόμεσθ α: οὐκ ἐθέλομεν διακρῖναι τὸ ὄναρ εἴτε χρηστόν ἐστιν εἴτε ἀπευκτέον· ἐὰν γὰρ δυστυχίας σημαντικὸν εἴπωμεν εἶναι, λυπήσομέν σε καὶ ἐμβαλοῦμεν εἰς φόβον ἀγωνιῶσαν ὑπὲρ τοῦ παιδὸς μή τι κακόν γε πάθῃ· ἐὰν δὲ χρηστὸν καὶ λυσιτελὲς αὐτὸ διακρίνωμεν, θρασυνοῦμέν σε καὶ ἀμελῆσαι ποιήσομεν τῶν θεῶν· διὸ τούτους ἱκετεύουσα εὔχου τὰ λῴονα. κρίνομεν δὲ καὶ λογιζόμεθα περὶ τῶνδε ὧν ἐθεάσω κατʼ ὄναρ, εἰ πρὸς τοὺς θεοὺς ἀναθήσεις καὶ χοὰς τῷ σῷ πόσει ποιήσεις, καλῶς τούτους τελεῖν σοι κατὰ πάντα τρόπον ταυτί· εἴτε γὰρ χρηστά ἐστι ταχέως τελέσουσιν, εἴτʼ αὖ τοὐναντίον, ἀλεξίκακοι γένωνται ἐξιλεωθέντες θυσίαις τε καὶ δεήσεσι ταῖς σαῖς. [5]
sch 225bis
εἰποῦσα Ἄτοσσα ὡς ἐπεθύμει Ξέρξης Ἀθήνας ἑλεῖν, ἐπειδὴ ὁ χορὸς ἔφη πρὸς αὐτὴν ʼναί, ἐπεθύμει· εἰ γὰρ Ἀθήνας εἷλε, πᾶσα ἂν ἐγεγόνει ὑπήκοος αὐτῷ ἡ Ἑλλάσ ‘, νῦν αὐτὴ πάλιν φησίν· ʼοὕτω πολὺν στρατὸν Ἀθηναῖοι ἔχουσιν, ὡς ἀνάλωτον εἶναι τὴν πόλιν αὐτῶν καὶ τὸν αὐτοὺς καταγωνισάμενον καὶ πάντας ἂν ἀνθρώπους ὑπὸ χεῖρα λαβεῖν;ʼ ἐπειδὴ ἡ αἰχμὴ ἐπὶ λόγχης λέγεται, διὰ τοῦτο ‘ τοξουλκὸσ ‘ εἶπεν ἐμφαίνουσα διὰ τούτου τὰ τόξα. [5]
sch 245
ἐπειδὴ τοιούτους αὐτοὺς εἶναι λέγεις, δεινὰ τοῖς τεκοῦσι λέγει ς· τουτέστι φόβον ἐμβάλλεις πατράσι τε καὶ μητράσι τῶν ἀπελθόντων ἐκεῖσε παίδων φροντίσαι μή τι πάθωσιν. ὁ τοῦδε τοῦ ἀνδρὸς δρόμος Περσικός ἐστι· τοῦτο γὰρ δηλοῖ τὸ ‘ Περσικὸν πρέπει μαθεῖν ‘· τουτέστιν ἐκ Περσῶν ἐστι τῶν εἰς Ἑλλάδα ἐστρατευκότων οὗτος ὁ ἄγγελος πρὸς ἡμᾶς ἰὼν καὶ φέρων ἡμῖν κλύειν καὶ ἀκούειν σαφές τι πρᾶγος καὶ πρᾶγμα ἐσθλὸν ἢ κακό ν. [5]
sch 249
ἡμέτερον. ὦ γῆς ἁπάση ς: σύστημα προκαταστατικὸν καὶ οἶον προῳδὸς τῶν ἑξῆς ἀλλοιοστρόφων συστημάτων, στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ζʹ. ἐπὶ τῷ τέλει παράγραφος. διὰ τοῦτο εἶπε λιμένα πλούτου διὰ τὸ τοὺς πλέοντας ἐν λιμένι καταφεύγειν καὶ σῴζεσθαι· τοιοῦτος δὲ καὶ ὁ πλοῦτος τοὺς ἔχοντας αὐτὸν ἐνδόξους ποιεῖ καὶ φυλακὴν αὐτοῖς ἐντίθησιν. *[crux: ὦ]*
sch 256
ἡμέτερον. ἄν ι ’ ἄνι α: τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀλλοιόστροφα· ἔστι δὴ τῆς παρούσης στροφῆς τὰ κῶλα δʹ· τὸ αʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου ἑξασυλλάβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον ἢ χορείου· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ καὶ βακχείου· τὸ γʹ ἀντισπαστικὸν καθαρὸν ἡμιόλιον· τὸ δʹ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ τροχαίου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως. σύστημα κατὰ περικοπὴν στίχων ἰαμβικῶν βʹ· εἶτα παράγραφος. [5] *[crux: ἄν]*
sch 262
ὄντως διὰ τοῦτο μέχρι τοῦ παρόντος καιροῦ βεβιώκαμεν, ἵνα τοιούτων συμφορῶν ἀκουσταὶ γινώμεθα. ἀναγνωστέον δὲ ἢ κατὰ στιγμὴν καὶ ὑποστιγμὴν ἢ κατὰ στιγμὴν μόνην· οὕτω γάρ ἐστι βέλτιον. ἦ μακροβίοτο ς: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἦς ἡ ἀρχὴ ‘ ἄν ι ’ ἄνια κακά ‘· καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ δʹ· τὸ μέντοι πρῶτον κῶλον οὐχ ἑξασύλλαβον ἔχει τὸν πρῶτον πόδα ἀλλὰ πεντασύλλαβον. ἐπὶ τῷ τέλει παράγραφος μόνη. ἕτερον σύστημα κατὰ περικοπὴν στίχων ὁμοίων βʹ· εἶτα παράγραφος. [5] *[crux: ἦ]*
sch 268
ἡμέτερα. ὀττοττοτο ῖ: ἡ βʹ αὕτη στροφὴ κώλων ἐστὶ δʹ· τὸ αʹ χοριαμβικὸν ἡμιόλιον ἐς ἐπιτρίτου τρίτου καὶ ἰάμβου· τὸ βʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου πεντασυλλάβου καὶ διιάμβου· τὸ γʹ περιοδικὸν δίμετρον ὑπερκατάληκτον—τοιοῦτο γάρ ἐστι τὸ τῆς ἀντιστροφῆς, —ἐκ διτροχαίου πεντασυλλάβου, διιάμβου καὶ συλλαβῆς· τὸ δʹ ὅμοιον δίμετρον καταληκτικόν, ἐκ διτροχαίου καὶ διιάμβου καταληκτικοῦ ἤτοι ἀμφιβράχεος καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως. σύστημα στίχων βʹ· εἶτα παράγραφος. [5] *[crux: ὀττοττοτο ῖ: ἡ βʹ αὕτη στροφὴ κώλων ἐστὶ δʹ· τὸ αʹ χοριαμβικὸν ἡμιόλιον ἐς ἐπιτρίτου τρίτου καὶ ἰάμβου· τὸ βʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου πεντασυλλάβου καὶ διιάμβου· τὸ γʹ περιοδικὸν δίμετρον ὑπερκατάληκτον—τοιοῦτο γάρ ἐστι τὸ τῆς ἀντιστροφῆς, —ἐκ διτροχαίου πεντασυλλάβου, διιάμβου καὶ συλλαβῆς· τὸ δʹ ὅμοιον δίμετρον καταληκτικόν, ἐκ διτροχαίου καὶ διιάμβου καταληκτικοῦ ἤτοι ἀμφιβράχεος καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως.]*
sch 274
ὀττοττοτο ῖ: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἦς ἡ ἀρχὴ ἡ αὐτή· ἔστι δὲ καὶ αὕτη κώλων δʹ· ἔχει δὲ τὸ βʹ κῶλον τὸν μὲν πρῶτον πόδα ἑξασύλλαβον, τὸν δὲ βʹ πεντασύλλαβον· τὸ δὲ δʹ τὸν πρῶτον πόδα ἐπίτριτον τέταρτον, τὸν δὲ βʹ ἀμφίβραχυν. ἐπὶ τῷ τέλει παράγραφος μόνη. διπλάκεσσι ν: ἤτοι διπλαῖς ἀκταῖς Σαλαμῖνος καὶ τῆς ἀντικρὺ ταύτης γῆς· ἢ ταῖς διπλῶς ἔνθα καὶ ἔνθα φερομέναις στροφαῖς τῶν κυμάτων. [5]
sch 278
σύστημα στίχων βʹ· εἶτα παράγραφος. ἴυ ζ ’ ἄποτμο ν: ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ δʹ· τὸ αʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἐκ διιάμβου καὶ κρητικοῦ· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον, ἐκ διιάμβου καὶ ἐπιτρίτου τρίτου κατὰ συνίζησιν· τὸ γʹ ὅμοιον ἐξ ἐπιτρίτου τρίτου, διιάμβου καὶ συλλαβῆς, ὑπερκατάληκτον· τὸ δʹ ὅμοιον τῷ αʹ, ἐξ ἐπιτρίτου τρίτου καὶ ἀμφιβράχεος ἢ βακχείου, εἰ δὲ βούλει χοριαμβικόν· τοιοῦτον γὰρ δοκεῖ τὸ τῆς ἀντιστροφῆς. [5] *[crux: σύστημα στίχων βʹ· εἶτα παράγραφος.]*
sch 280
ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως. σύστημα στίχων βʹ· εἶτα παράγραφος. *[crux: σύστημα]*
sch 284bis
ὦ πλεῖστον ἔχθο ς: ἤτοι ὦ Σαλαμὶς καὶ πρὸς μόνην τὴν ἀκοὴν δυσχέρειαν φέρουσα ἔμοιγε καὶ σφόδρα μισητή. στυγναὶ δ ’ Ἀθᾶνα ι: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἦς ἡ ἀρχὴ ‘ ἴυ ζ ’ ἄποτμον ‘· καὶ αὕτη γὰρ κώλων ἐστὶ δʹ· ἔχει δὲ τὸ αʹ κῶλον κατὰ τὸν βʹ πόδα συνίζησιν· τὸ βʹ τὸν αʹ πόδα δισπονδεῖον, τὸν δὲ βʹ ἐπίτριτον αʹ ἢ ἀντίσπαστον· τὸ δὲ γʹ τὸν βʹ πόδα ἀντίσπαστον. [5] *[crux: στυγναὶ]*
sch 286
ἐπὶ τῷ τέλει δύο διπλαῖ ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος. στυγνότητα καὶ λύπην αἱ Ἀθῆναι φέρουσι τοῖς πολεμίοις καὶ πρὸς μνήμην αὐτοῖς ἰοῦσαι μήτοιγε δὴ εἰς πεῖραν ἰοῦσιν αὐτῶν. τὸ ‘ πολλὰσ ‘ νοητέον ἢ ἀντὶ τοῦ ʼπόλεισʼ ἢ ἀντὶ τοῦ ʼμητέρας καὶ γαμετάσʼ· ὅπερ σαφηνίζεται ἐκ τοῦ ‘ εὔνιδασ ‘ καὶ ἐκ τοῦ ‘ ἀνάνδρουσ ‘, τοῦ μὲν ‘ εὔνιδασ ‘ πρὸς τὸ ʼμητέρασʼ νοουμένου ἀντὶ τοῦ ʼἑστερημένας τῶν οἰκείων παίδωνʼ, τοῦ δὲ ‘ ἀνάνδρουσ ‘ πρὸς τὸ ʼγαμετάσʼ· ἅτινα νοοῦνται καὶ εἰ τὸ πολλὰσ ‘ ἀντὶ τοῦ ʼπόλεισʼ ἐκλάβῃς, τὸ δὲ ‘ ἔκτισαν ‘ ἀντὶ τοῦ ʼἐποίησανʼ —ʼκτίζομενʼ γὰρ ʼτεῖχοσʼ ἀντὶ τοῦ ʼποιοῦμενʼ λέγομεν—· τὸ δὲ ʼΠερσίδωνʼ, εἰ μὲν τὸ ‘ πολλὰσ ‘ πρὸς τὸ ʼπόλεισʼ εἴπῃς, ἀντὶ τοῦ ʼΠερσικῶν πόλεωνʼ νοήσεις· εἰ δὲ πρὸς τὸ δεύτερον, ἀντὶ τοῦ ʼγυναικῶν. [10]
sch 288
‘ ἡμέτερον.
sch 290
σιγῶ πάλαι δύστηνο ς: αἱ ἑξῆς συστηματικαὶ αὖται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σμβʹ· ὧν τελευταῖος ‘ μὴ καί τι πρὸς κακοῖσι πρόσθηται κακόν ‘. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν καὶ εἰσιόντος τοῦ χοροῦ. τὸ μήτε λέξα ι: μὴ νοήσῃς ἐνταῦθα ἔξωθεν κατα , ὥς τινες. [5] *[crux: σιγῶ]*
sch 292
εἰποῦσα γὰρ ὡς ὑπερβάλλει ἥδε ἡ συμφορά, ἐπήνεγκε τὴν ὑπερβολὴν ἥτις ἐστὶ ʼτὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι τὰ πάθηʼ· ἔστι δὲ ὅμοιον κἀκεῖνο ὅ φησι Προμηθεὺς πρὸς τὸν χορὸν λέγων· ‘ ἐπεὶ προθυμεῖσ θʼ , οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν ‘. τὸ ‘ καταστάσ ‘ ἀντὶ τοῦ ʼεἰς κατάστασιν ἐλθώνʼ· ἐθρήνει γάρ. [5]
sch 303
Σιλήνια αἰγιαλός ἐστι Σαλαμῖνος οὕτω καλούμενος· λέγεται δὲ καὶ Τροπαία ἄκρα ὡς Φιλόξενος ἐν τῷ Περὶ λιμένων ἱστορεῖ. τοῦτο ἀδολεσχία· πᾶσα γὰρ νῆσος ὑπὸ θαλάσσης πλησιάζεται ἢ πλήττεται· λέγει δὲ τὴν Σαλαμῖνα· τὸ δὲ ‘ πολεῖ ‘ ἀντὶ τοῦ ʼσυστρέφεταιʼ· θανόντος γὰρ περὶ τοῦτον τὸν τόπον, ἐνταῦθα ἡ ψυχὴ αὐτοῦ ἐμφιλοχωρεῖ.
sch 310
κύρισσο ν: προσέκρουον· πεσόντες γὰρ ἡμιθανεῖς ποσί τε καὶ κεφαλῇ ἐστροβοῦντο· εἴρηται δὲ τὸ ‘ ἐκύρισσον ‘ ἐκ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν τυπτόντων τοῖς κέρασιν ἄλληλα. διὰ τὸ ὀλίγους πάνυ λευκοὺς εὑρίσκεσθαι ἵππους, τοὺς δὲ ἄλλους ἐκ τῶν ἑτέρων χρωμάτων ὄντας, ἃ πρὸς τὸ μέλαν μᾶλλον ᾠκείωται, διὰ τοῦτο ‘ μελαίνης ἵππου ‘ φησίν.
sch 318
ἀξίωμα παρὰ Πέρσαις τὸ ‘ μάγοσ ‘· ἔλεγον δὲ οὕτω τοὺς ἀστρολόγους. μέτοικο ς: ἐν ἄλλῃ γὰρ πόλει γεννηθεὶς ἐν ταύτῃ μετῴκησεν.
sch 325
οὐ μά λ ’ εὐτυχῶ ς: ἀλλὰ δυστυχῶς καὶ παρʼ ἀξίαν· οὐ γὰρ ἔδει τὸν τηλικοῦτον τὴν ὥραν ἀθλίως ἀπολωλότα κατὰ γῆς ἐρρίφθαι. πλεῖστον πόνο ν: ἤγουν ἀνδρείως ἀγωνισάμενος καὶ δυσκαταγώνιστος δόξας τῷ πολέμῳ.
sch 345
τὸ ‘ ὧδε ‘ καὶ ἀντὶ τοῦ ʼἐνταῦθαʼ καὶ ἀντὶ τοῦ ʼοὕτωσʼ νόει. ἡμέτερον.
sch 346
τῶν Ἀθηναίων ἐπιβαρύνας ζυγά. ἤτοι τὰς πλάστιγγας, παρὰ τὸ Ὁμηρικόν· ‘ ῥέπε δ ’ αἴσιμον ἦμαρ Ἀχαιῶν ‘. εἰ γὰρ θεοὶ Ἀθηναίους σῴζουσιν, ἀπόρθητος ἐσαεὶ τούτων ἂν εἴη ἡ πόλις, ἐπεὶ ἀσφαλής ἐστι φυλακὴ ἡ τῶν θεῶν βοήθεια.
sch 362
τὸν θεῶν φθόνο ν: τὴν νέμεσιν ἣν τοῖς μεγάλα φρονοῦσιν ἐπάγουσιν ἀπροσδοκήτως καταβάλλοντες αὐτούς. ἡμέτερον.
sch 371
‘ κρατὸσ ‘ χρὴ γράφειν ἐνταῦθα καὶ οὐ ‘ κράτοσ ‘· τὸ μὲν γὰρ ἔχει μακρὸν τὸ α , ὡς ἐν πολλοῖς εὕρηται· τὸ δὲ ʼκράτοσʼ, βραχύ. νεὼς μακρᾶς: ἢ τῆς πολλῆς, ἢ τῶν ἰδιωτικῶς λεγομένων κατέργων· ἃ ἰδίως μακρὰ πλοῖα καλοῦσιν. *[crux: ‘]*
sch 399
οὕτως εἰώθασι σχηματίζειν τὸ στρατόπεδον, κέρας μὲν δεξιὸν τιθέντες καὶ ἀριστερὸν ἐξ ἑκατέρων τῶν μερῶν, τὸ μεταξὺ δὲ μέτωπον καλοῦντες, τὸ δὲ ὄπισθεν οὐραγίαν, ἣν ἰδιωτικῶς σάκαν καλοῦσιν. δέον οὕτως εἰπεῖν ʼεὐθὺς δὲ ναῦς ἐν νηὶ ὥρμησενʼ, ὁ δὲ ‘ ἔπαισεν ‘ εἶπεν· ἐπειδὴ γὰρ ἡ ὁρμὴ αὐτῆς ἐπὶ τύψει καὶ συγκρούσει νηὸς ἑτέρας ἐγίνετο, διὰ τοῦτο ʼἔπαισενʼ εἶπε· χαλκήρη δὲ στόλον λέγει τὴν ὁρμὴν ἣν μετὰ σιδήρου ἐποιεῖτο· τὰ γὰρ μακρὰ πλοῖα ἔμπροσθεν ἔχουσιν ὥσπερ αἰχμὴν ἀπὸ σιδήρου, διʼ ἧς 〈τοῖσ〉 τῶν πολεμίων πλοίοις ἐπιφερόμενα θραῦσιν ἐργάζεται. [5]
sch 435
τὸ τότε συμβὰν τοῖς Πέρσαις κακὸν διηγούμενος οὐδέπω τὸ ἥμισυ διηγησάμην· ἀλλὰ τοσοῦτόν ἐστι τὸ λοιπὸν τῆς διηγήσεως, ὡς δὶς εἶναι τοσοῦτον· νόει οὖν τὸ ‘ μεσοῦν ‘ ἢ ἀπαρέμφατον ἢ οὐδέτερον. τὴν Ψυτταλίαν φησίν, ἥτις διέχει Σαλαμῖνος σταδίοις πέντε· ἐν ταύτῃ φυγόντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπʼ Ἀθηναίων ἀπώλοντο.
sch 448
ὁ φιλόχορος, ὁ τῇ μουσικῇ χοροὺς ἱστάς· τοιοῦτος γὰρ ὁ θεός· ναὸς δὲ ἦν τούτου ἐνταῦθα παρʼ αἰγιαλῷ. τὸ ‘ ἐκσῳζοίατο ‘ πρὸς τὸ ‘ νεῶν ‘ σύναπτε.
sch 458
ὥστʼ ἀμηχανεῖν αὐτοὺς τοὺς Ἕλληνας δηλονότι ὑπὸ τῶν ἐκεῖ Περσῶν ποτὲ μὲν λίθοις ποτὲ δὲ ὀϊστοῖς αὐτοὺς βαλλόντων. τὸ ἄντικρυς Σαλαμῖνος ὄρος λέγει τὸ Αἰγάλεον, ὥς φησιν Ἡρόδοτος.
sch 472
ἔψευσας φρενῶ ν: ψευσθῆναι ἐποίησας τῶν λογισμῶν ἐλπίζοντας ἀκονιτὶ πᾶσαν τὴν Ἑλλάδα αἱρήσειν καὶ μηδένα αὐτοῖς εἰς ὄψιν ἐλθεῖν μὴ ὅτι μαχέσασθαι. πικρὰν τιμωρία ν· βουλόμενος γὰρ Ἀθηναίους ὑπὲρ πατρὸς τιμωρήσασθαι, αὐτὸς μᾶλλον κεκόλασται.
sch 480
ναῶν δ έ: οὗτος ὁ ‘ δέ ‘ σύνδεσμος συνάφειά ἐστι πρὸς τὴν ἄνω διήγησιν αὐτοῦ τοῦ ἀγγέλου, εἰ καὶ διὰ μέσου ἡ Ἄτοσσα ἀπεκλαύσατο τὴν τῶν Περσῶν δυστυχίαν. πέδον Ἀχαιίδος ἡ Μονεμβασία ἡ πρὶν λεγομένη Δωρίς.
sch 492
ἔστι καὶ ἐν Μακεδονίᾳ πόλις Μαγνησία, ὥς φησι Δημοσθένης, περὶ τὸν Ὄλυμπον. ἡμέτερον.
sch 493
τὸ ʼἈξειόσʼ διφθογγίζεται παρὰ πολλοῖς ὡς καὶ τὸ ʼΠηνειόσʼ καὶ ʼἈλφειόσʼ καὶ ʼΣπερχειόσʼ καὶ τὰ τοιαῦτα. ὅτι Θεσσαλονίκη καὶ Ἀξειὸς καὶ Βέρροια καὶ τὰ περὶ αὐτὰ ἐν Μακεδονίᾳ κεῖνται, οὐκ ἐν Θετταλίᾳ, ὡς Πτολεμαῖος ἀναγράφει ἐν τῇ Γεωγραφίᾳ· Θετταλίαν γὰρ τὰ μετὰ τὸν Ὄλυμπόν φασι μέρη, ἐν οἷς Φθία καὶ Λάρισσα καὶ Δημητριὰς καὶ Πηνειός. Βόλβη λίμνη Μακεδονίας· τελματώδης δὲ οὖσα πολλοὺς δόνακας ἀναδίδωσιν· μία δὲ τῶν περὶ τὴν Θεσσαλονίκην ἐστίν. [5]
sch 497
ἡμέτερον. τὸ ‘ τὶσ ‘ ἢ διὰ μόνον τὸν Ξέρξην νοήσεις εἰρῆσθαι ἢ καθολικῶς διὰ πάντα τὸν στρατόν, ὃς ὑπὸ πολλῆς ὑπερηφανίας οὐκ ἐνόμιζεν εἶναι θεούς, ἀλλʼ ἀτίμως περὶ αὐτοὺς διακείμενος ᾤετο τῷ πλήθει νικήσειν καὶ πάντα ὑπʼ αὐτὸν ποιήσασθαι. ἡμέτερον. [5] *[crux: τὸ]*
sch 515
τοῦτο ἐκ μεταφορᾶς εἴρηται τῶν λὰξ ἐπιπηδώντων τισὶ καὶ συνεχῶς τῷ ποδὶ τυπτόντων κειμένους, ὡς μὴ δύνασθαι ἀναστάντας τὸν κίνδυνον ἐκφυγεῖν. ʼπιστῶσʼ ὤφειλεν εἰπεῖν ἀλλὰ πρὸς τὸ ὄνομα ἐπήγαγε ‘ πιστοῖσ ‘· νοεῖται δὲ διπλῶς, ἢ ʼἐπὶ τοῖς πεπραγμένοις πιστοῖσʼ, ἤτοι τοῖς φανερῶς καὶ βεβαίως γεγενημένοις τῷ στρατῷ ἀτυχήμασιν, ἢ ʼἐπὶ τοῖς πεπραγμένοις πιστοῖσʼ, ἤτοι τοῖς πρότερον ὑφʼ ὑμῶν γεγενημένοις πιστῶς πρὸς ἡμᾶς ἔργοις· ὃ καὶ κρεῖττον καὶ μαρτυρεῖ τὸ ‘ πιστὰ ξυμφέρειν βουλεύματα ‘· ἑρμηνεύει δὲ τὰ βουλεύματα τὸ παραμυθεῖσθαι τὸν Ξέρξην εἰ πρὸ αὐτῆς καταλάβῃ, λέγουσα ὡς ἀπʼ ἄλλης ἀρχῆς οὕτως ‘ καὶ παῖ δ ’ ἐάνπερ ‘ καὶ τὰ ἑξῆς. [10]
sch 532
σύστημα ἐπιφθεγματικὸν κώλων ιϛʹ. ἡμέτερον. ὦ Ζεῦ βασιλε ῦ: τὸ παρὸν εἶδος τοῦ χοροῦ ἑτέρως ἐστὶν ἐσχηματισμένον, ὡς καὶ πρότερον εἴρηται· ἔχει γὰρ πρῶτον ἐν τάξει προῳδοῦ σύστημα ἐπιφθεγματικὸν ὀνομαζόμενον ἀνομοιομερές, κώλων ἀναπαιστικῶν ιϛʹ, εἶτα στροφὰς καὶ ἀντιστροφὰς γʹ. εἰσὶ γοῦν τοῦ παρόντος συστήματος τὰ κῶλα, ὡς εἴρηται, ἀναπαιστικά· ὧν τὸ γʹ καὶ τὸ ηʹ μονόμετρα, ἤτοι ἀναπαιστικὴ βάσις· τὰ λοιπὰ δίμετρα ἀκατάληκτα· τὸ δὲ ἑκκαιδέκατον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει μόνη παράγραφος. εἴρηται ἡμῖν ὅτι δέχεται τὰ ἀναπαιστικὰ κῶλα καὶ ἴαμβον· μὴ ξενίζου τοίνυν εἴπερ εὑρήσεις ἐν τούτοις κείμενον ἴαμβον. ἐρείκη εἶδος φυτοῦ ὅπερ ἐστὶν εὔσχιστον. [10] *[crux: σύστημα ἐπιφθεγματικὸν κώλων ιϛʹ. ἡμέτερον.]*
sch 538
ἀπὸ τούτου δὲ καὶ τὸ ‘ κατερεικόμεναι ‘ γίνεται. τὸ δια δὲ ὑπερβατῶς πρὸς τὸ ‘ τέγγουσι ‘ συντακτέον. λέκτρων εὐνά ς: ἤγουν ἀφεῖσαι τὰς εὐνὰς τῶν λέκτρων τὰς ἁβροχίτωνας, τουτέστι τὸ καθεύδειν ἐν στρωμναῖς κεκοσμημέναις ἁβρῶς, ὅπερ ἐστὶ τέρψις καὶ χλιδὴ τῆς νέας ἡλικίας, ἤγουν τὸ τέρπεσθαι ὡς νέαι ἐάσασθαι, θρήνοις προσέχουσι χάριν τῶν οἰκείων ἀνδρῶν, οἷς νεωστὶ πρὸς γάμον συνήφθησαν. [5]
sch 546
κἀγὼ δ έ: τουτέστιν οὐ περὶ τοὺς ἀποθανόντας ἀμελῶς διάκειμαι, ἀλλὰ τὸν τούτων θάνατον βαστάζω λαμπρῶς πολυδάκρυτον, ἀντὶ ʼθρήνου πολλοῦ ἀξιῶʼ. ἡμέτερον.
sch 548
νῦν γὰρ δ ή: τῆς παρούσης στροφῆς τὰ κῶλα ιʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δʹ, διτροχαίου καὶ συλλαβῆς, εἰ δὲ βούλει τροχαικὸν διόλου· τὸ βʹ χοριαμβικὸν ὅμοιον, ἐκ χοριάμβου, διτροχαίου καὶ συλλαβῆς· τὸ γʹ καὶ δʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα καθαρά· τὸ εʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον καθαρόν· τὸ ϛʹ τροχαικὸν ἑφθημιμερὲς Εὐριπίδειον τὸν αʹ ἔχον πόδα χορεῖον· τὸ ζʹ καὶ ηʹ ὅμοια καθαρά· τὸ θʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἐξ ἐπιτρίτου δʹ καὶ βακχείου· τὸ ιʹ ὅμοιον ἐκ διτροχαίου καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος· ὅτι τὸ βʹ τῆς ἀντιστροφῆς κῶλον τὸν μὲν πρῶτον ἔχει πόδα διτρόχαιον, τὸν δὲ βʹ πεντασύλλαβον διτρόχαιον, τὸ δὲ ιʹ τὸν πρῶτον ἐπίτριτον τρίτον ἀντὶ διτροχαίου. τὸ ʼπόποιʼ καὶ ʼτότοιʼ ἐπιρρήματά ἐστι σχετλιαστικά, τὸ ʼποποῖʼ δὲ καὶ ʼτοτοῖʼ τοπικὰ δηλοῦντα τὸ ʼποῦʼ καὶ τὸ ʼἐκεῖʼ. [15]
sch 553
καταχρηστικῶς λέγει τὸ ‘ βαρίδεσι ‘ καὶ ἀπὸ μέρους· οὐ γὰρ ἦσαν πᾶσαι αἱ τοῦ Ξέρξου νῆες βαρίδες ἀλλὰ ἄλλαι καὶ ἄλλαι. τοῦτο διὰ μέσου εἶπε, παραβάλλων τὸ τοῦ Δαρείου πρώην ἐν Μαραθῶνι δυστύχημα πρὸς τὸ νῦν ἐν Σαλαμῖνι συμβὰν Ξέρξῃ καὶ τῇ ὑπερβολῇ τούτου ἀβλαβῆ τὸν Δαρεῖον λέγων· ὁ μὲν γὰρ τεσσαράκοντα μυριάδας ἀπώλεσε, Ξέρξης δὲ πεντακοσίας· καὶ ὁ μὲν εἵπετο τῷ στρατῷ καὶ παραχρῆμα ἂν ἀπωλώλει, Δαρεῖος δὲ Δάτιν τὸν στρατηγὸν ἔπεμψεν. [5]
sch 558
ἐπειδὴ τὸ ‘ τίπτε ‘ διὰ μέσου εἶπε, πάλιν φησί· ‘ πεζοὺς γάρ τε ὁ Ξέρξης κατὰ γῆν ἤγαγεʼ δηλονότι ʼτοὺς δὲ ἄλλους αἱ νῆεσʼ. εἰπὼν δὲ ‘ πεζοὺσ ‘ καὶ ‘ θαλασσίουσ ‘, πρὸς μὲν τοῦτο ἐπήγαγε τὸ ‘ νῆεσ ‘, τὸ δὲ ʼπεζοὺσʼ ἀφῆκε νοεῖσθαι· πεζοὶ γάρ εἰσιν οἱ κατὰ γῆν ὁδεύοντες, ὡς μαρτυροῦσι Ξενοφῶν καὶ Θουκυδίδης καὶ πᾶν τὸ τῶν συγγραφέων ἔθνος. εἰπὼν ὡς νῆες ἀπώλεσαν τοὺς Πέρσας ἐν ἐμβολαῖς πανωλέθροις, νῦν ὥσπερ ἑρμηνεύων τὰς πανωλέθρους ἐμβολάς φησιν ὡς οὐκ ἄλλοθέν ποθεν ἐγεγόνεισαν ἀλλʼ ἢ ἀπʼ Ἀθηναίων· οὗτοι γάρ εἰσιν Ἴωνες· καὶ γὰρ οἱ εἰς τὴν Ἀσίαν ἀποικήσαντες καὶ καλούμενοι Ἴωνες Ἀθηναῖοι ἤσαν ἀπὸ Ἴωνος τοῦ ἡγησαμένου σφίσιν ὀνομασθέντες. [5]
sch 562
σύνταξον δὲ οὕτως· ʼὡς νῆες μὲν ἀπώλεσαν αὐτοὺς ἐν πανωλέθροισιν ἐμβολαῖς, διὰ δὲ τὰς χεῖρας τῶν Ἰώνων ἐγένοντο αὗται αἱ ἐμβολαί, ὥστε καὶ αὐτὸν τὸν Ξέρξην μόλις διαφυγεῖν ὡς ἀκούομενʼ καὶ τὰ ἑξῆς. δέον δὲ εἰπεῖν ʼδιὰ τῶν χειρῶνʼ ‘ διὰ χεῖρασ ‘ εἶπεν Ἀττικῶς ὡς καὶ ἀλλαχοῦ ‘ ἱππικῶν τ ’ ἀύπνων πηδαλίων διὰ στόμα ‘ καὶ Εὐριπίδης ‘ δεινὸν γάρ · Ἄργει τ ’ ἀναβοᾷ διὰ στόμα ‘. ἡμέτερα. [10]
sch 568
τοὶ δ ’ ἄρ α: τῆς βʹ ταύτης στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ δακτυλικὸν ἑφθημιμερὲς καθαρόν· τὸ βʹ ὅμοιον δακτυλικὸν τετράμετρον καταληκτικὸν εἰς δισύλλαβον· τὸ γʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δʹ, ἀντισπάστου καὶ συλλαβῆς· τὸ δʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον ἰθυφαλικόν· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον, ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ τροχαίου, εἰ δὲ βούλει ἰαμβικὸν πενθημιμερὲς τοῦ πρώτου ποδὸς ἀναπαίστου. τὸ ϛʹ παιωνικὸν δίμετρον καταληκτικόν, ἐκ πρώτου παίωνος καὶ δακτύλου· τὸ ζʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον, εἰ δὲ βούλει τροχαικὸν ἰθυφαλικὸν τοῦ πρώτου ποδὸς δακτύλου· τὸ ηʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ὃ καλεῖται γλυκώνειον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου βʹ· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον διτρόχαιον ἔχει ἀντὶ ἐπιτρίτου. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος μόνη. δύο ‘ φεῦ ‘ γράφε ἐνταῦθα ἐν τῷ τῆς στροφῆς κώλῳ, ἐν δὲ τῷ τῆς ἀντιστροφῆς ἕν· οὕτω γὰρ ἀπαιτεῖ τὸ μέτρον. [15] *[crux: τοὶ δ ’ ἄρ α: τῆς βʹ ταύτης στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ δακτυλικὸν ἑφθημιμερὲς καθαρόν· τὸ βʹ ὅμοιον δακτυλικὸν τετράμετρον καταληκτικὸν εἰς δισύλλαβον· τὸ γʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δʹ, ἀντισπάστου καὶ συλλαβῆς· τὸ δʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον ἰθυφαλικόν· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον, ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ τροχαίου, εἰ δὲ βούλει ἰαμβικὸν πενθημιμερὲς τοῦ πρώτου ποδὸς ἀναπαίστου. τὸ ϛʹ παιωνικὸν δίμετρον καταληκτικόν, ἐκ πρώτου παίωνος καὶ δακτύλου· τὸ ζʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον, εἰ δὲ βούλει τροχαικὸν ἰθυφαλικὸν τοῦ πρώτου ποδὸς δακτύλου· τὸ ηʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ὃ καλεῖται γλυκώνειον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου βʹ· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον διτρόχαιον ἔχει ἀντὶ ἐπιτρίτου. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος μόνη.]*
sch 568bis
καὶ ἐν τῷ δʹ κώλῳ ‘ πένθει ‘ γράφε, μὴ ‘ στένε ‘ ὡς ἐν τοῖς ἀντιγράφοις εὕρηται· οὕτω γὰρ ἔχει οἰκείως πρὸς τὸ τῆς ἀντιστροφῆς κῶλον. Κυχρείας ἀκτὰς τὰς τῆς Σαλαμῖνος λέγει· ἐκαλεῖτο γὰρ καὶ οὕτως ἀπό τινος Κυχρέως βασιλεύσαντος ἐν αὐτῇ. [5]
sch 576
τοῦτο πρὸς τὸ ἄνω συνάπτεται, ἀλλήλους πρὸς θρῆνον τῶν τοῦ χοροῦ ἐπαιρόντων διὰ μέσου. τὸ δὲ ‘ δεινῇ ‘ ἢ ἀντὶ τοῦ ʼφοβερᾷʼ (τοιαύτη γὰρ ἡ θάλασσα), ἢ δεινὴν αὐτὴν λέγει διὰ τὸ πολλῶν δεινῶν ἐν αὐτῇ Πέρσας τετυχηκέναι. τὸ δὲ ‘ ἀναύδων ‘ ἀντὶ τοῦ ʼἀφώνωνʼ ἰχθύων, οἵτινές εἰσι παῖδες τῆς ἀμιάντου καὶ καθαρᾶς καὶ ἀθολώτου θαλάσσης. ἡμέτερον. [5]
sch 579
οἱ προστιθέντες ἐνταῦθα ἐν μὲν τῷ ‘ πενθεῖ δ ’ ἄνδρα δόμοσ ‘ ʼστερηθείσʼ, ἐν δὲ τῷ ‘ τοκέες δ ’ ἄπαιδεσ ‘ ʼἔρρανταιʼ ἀμαθεῖς 〈εἰσι〉 τῶν μέτρων· διὸ περισσὰ ὄντα ἐξεβλήθη παρʼ ἐμοῦ· ἡ δέ γε σύνταξις τούτων εὔγνωστος. ἡμέτερον. [5]
sch 584
τοὶ δ ’ ἀνὰ γᾶ ν: τῆς γʹ ταυτησὶ στροφῆς τὰ κῶλα ζʹ· τὸ αʹ, τὸ βʹ, τὸ γʹ καὶ τὸ δʹ χοριαμβικὰ δίμετρα ἀκατάληκτα προσοδιακὰ καλούμενα, ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος, εἰ δὲ βούλει δακτυλικὰ τρίμετρα (κατὰ μονοποδία〈ν〉 γὰρ μετρεῖται τὰ δακτυλικά, ὡς πολλάκις εἴρηται)· τὸ εʹ καὶ τὸ ϛʹ ἀντισπαστικὰ δίμετρα καταληκτικὰ ἃ καλεῖται φερεκράτεια, ἐξ ἐπιτρίτου δʹ καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον, εἰ δὲ βούλει δακτυλικὰ τρίμετρα καταληκτικὰ εἰς δισύλλαβον· τὸ ζʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἐκ χοριάμβου καὶ βακχείου· εἴη δʼ ἂν καὶ τροχαικὸν ἰθυφαλικὸν τοῦ αʹ ποδὸς δακτύλου. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς, ἐξιόντος τοῦ χοροῦ. τὸ ‘ δὴν ‘ ἀντὶ τοῦ ʼἐπὶ πολύʼ ἐστιν· ἐνταῦθα δὲ οὕτω κεῖται ὥσπερ ἂν εἰ μηδʼ ὁπωσοῦν ἔκειτο· οἱ γὰρ ἐν Ἀθήναις ἀπολωλότες τῶν Περσῶν οὔτε ἐπὶ πολὺ κατὰ τὴν Περσίδα περσονομοῦνται οὔτε τὴν ἀρχὴν ὅλως· ἀπώλοντο γάρ. [5]
sch 588
ἡμέτερον. ‘ προπίτνοντεσ ‘ γράφε, μὴ ʼπροσπίτνοντεσʼ· οὕτω γὰρ ἔχει οἰκείως πρὸς τὸ τῆς ἀντιστροφῆς κῶλον. ‘ ἐλύθη ζυγὸν ἀλκῆσ ‘ ἤγουν τὸ ἐξουσιάζεσθαι ἀπολεσθείσης καὶ καταβληθείσης τῆς τοῦ Ξέρξου δυνάμεως· ὃ καὶ προεῖπε διὰ τοῦ ‘ βασίλεια γὰρ διόλωλεν ἰσχύσ ‘. *[crux: ‘]*
sch 632
ἡμέτερα. ‘ πέρασ ‘ χρὴ γράφειν ἐνταῦθα, ἵνʼ εἴη τὸ κῶλον ἑφθημιμερὲς ὡς ἀποθετικόν· οὕτω γὰρ εὕρηται καὶ ἔν τινι τῶν παλαιῶν ἀντιγράφων· οἱ δὲ ʼΠέρσαισʼ γράφοντες ἀγνοοῦσι τὰ μέτρα. ἦ ρ ’ ἀΐει μο υ: τῆς παρούσης στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν, ἐκ δύο χοριάμβων καὶ συλλαβῆς, εἰ δὲ βούλει ἀναπαιστικὸν ἑφθημιμερές· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ ἀναπαίστου· εἴη δʼ ἂν καὶ ἀναπαιστικὸν πενθημιμερές· τὸ γʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικόν, ἐκ παίωνος πρώτου ἀντὶ ἰωνικοῦ καὶ βακχείου· τὸ δʹ καὶ εʹ ἀντισπαστικὰ δίμετρα ἀκατάληκτα, ἐξ ἀντισπάστων καὶ διιάμβων· τὸ ϛʹ παιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παιώνων πρώτων δύο καὶ σπονδείου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς παλιμβάκχειον τὸν βʹ ἔχει πόδα· τὸ ζʹ περίοδος καταληκτικὴ ἐκ τροχαικῆς συζυγίας καὶ ἰαμβικῆς καταληκτικῆς, εἰ δὲ βούλει ἰωνικὸν δίμετρον καταληκτικόν, ἐκ διτροχαίου, ἀντὶ ἰωνικοῦ, καὶ βακχείου διὰ τὴν ἀδιάφορον. [15] *[crux: ‘ πέρασ ‘ χρὴ γράφειν ἐνταῦθα, ἵνʼ εἴη τὸ κῶλον ἑφθημιμερὲς ὡς ἀποθετικόν· οὕτω γὰρ εὕρηται καὶ ἔν τινι τῶν παλαιῶν ἀντιγράφων· οἱ δὲ ʼΠέρσαισʼ γράφοντες ἀγνοοῦσι τὰ μέτρα.]*
sch 633
ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος· ὅτι τὸ εʹ τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον τέταρτον ἔχει τὸν πρῶτον πόδα, καλεῖται δὲ ταῦτα ἑξὰς ἐπῳδική· τρεῖς γάρ εἰσι στροφαὶ καὶ τρεῖς ἀντιστροφαὶ καὶ ἐπῳδός. ‘ βάρβαρα ‘ εἰπὼν ʼἀσαφῆʼ ἔδει εἰπεῖν· νῦν δὲ ἐπειδὴ κἀκεῖνος ὅμοιος τούτοις ἦν βάρβαρος καὶ δῆλα τούτῳ τὰ παρʼ ἐκείνων λεγόμενα ἦν, διὰ τοῦτο ‘ σαφηνῆ ‘ εἴρηκεν. [20] *[crux: ‘]*
sch 636
οἱ γράφοντες ʼπαντάλαινʼ ἄχηʼ ἀμαθεῖς εἰσι καὶ τῶν μέτρων καὶ τῆς τῶν ὀνομάτων ὀρθότητος· σὺ δὲ ‘ παντάλανα ‘ γράφε, ἵνʼ οἰκεῖον ᾖ τὸ κῶλον τῷ τῆς ἀντιστροφῆς. ʼἰέναιʼ δέον εἰπεῖν πρὸς μετοχὴν ἐξήνεγκεν.
sch 645
ἡμέτερα. δέον εἰπεῖν ʼὃν οὔπω ἡ Περσὶς ἐκάλυψε γῆʼ, ‘ οἷον ‘ ἔφη, τὸ μέγεθος τῆς ἀρετῆς ἐκείνου δεῖξαι βουλόμενος· τοιοῦτος γὰρ ἦν οἷος καὶ μετὰ θάνατον ζῆν· οὐ γὰρ καλύπτει τάφος τοὺς ἀγαθοὺς τῆς περὶ αὐτοὺς φήμης εἰς πᾶσαν διερχομένης τὴν οἰκουμένην καὶ ὥσπερ ζῶντας τούτους εἰς πάντας παραπεμπούσης. ἡμέτερον. [5] *[crux: δέον]*
sch 647
ἦ φίλος ἀνή ρ: τῆς βʹ ταυτησὶ στροφῆς τὰ κῶλα εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν, ἐκ βʹ χοριάμβων καὶ συλλαβῆς· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ ἐπιτρίτου βʹ, εἰ δὲ βούλει ἰαμβικὸν ἑφθημιμερές, τοῦ πρώτου ποδὸς ἀναπαίστου· τὸ γʹ ἰωνικὸν ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος, παίωνος τρίτου καὶ συλλαβῆς· τὸ δʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ καὶ δισπονδείου, εἰ δὲ βούλει ἀναπαιστικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὸ εʹ προσοδιακὸν τρίμετρον καταληκτικόν, ἐκ παίωνος βʹ, ἀντὶ ἰωνικοῦ, χοριάμβου καὶ παλιμβακχείου· τὸ μέντοι κῶλον τῆς στροφῆς ἐπίτριτον ἔχει βʹ ἀντὶ χοριάμβου. ἐπὶ τῷ τέλει παράγραφος. οὕτω χρὴ γράφειν τὰ παρόντα κῶλα τὸ πρῶτόν τε καὶ τὸ τέταρτον ὡς διωρθώθη παρʼ ἡμῶν, καὶ οὕτω συντάττειν· ʼὄντως φίλος ἐστὶν ὁ ἀνήρ, φίλος ἐστὶν ὁ ὄχθος καὶ ὁ τάφος αὐτοῦ· κέκευθε γὰρ καὶ κρύπτει φίλα ἤθη, τὸν Δαρεῖον λέγω, τὸν οἶον καὶ μέγαν ἄνακτα τὸν Δαρειᾶν· ἠὲ καὶ φεῦʼ· εἶτα διὰ μέσου ἐρεῖς τὸ ʼὁ Ἀϊδωνεὺς δέ, ὁ Ἀϊδωνεὺς εἴην ἂν ἀναπομπόσʼ, ἀντὶ τοῦ ʼεἴηʼ Ἀττικῶς, ὡς καὶ παρʼ Ὁμήρῳ τὸ ‘ ἤσκειν εἴρια καλά ‘, ἀντὶ τοῦ ʼἤσκειʼ, καὶ παρʼ Ἀριστοφάνει ‘ ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν ‘ ἀντὶ τοῦ ʼοὐ προσῄειʼ. ταῦτα δὲ διὰ τὴν χασμωδίαν οὕτω γράφεται παρʼ Ἀττικοῖς. τὸ ‘ Δαρειᾶν ‘ δὲ εἰ μὲν βούλει οὕτω νόει αἰτιατικὴν ὡς εἴρηται· εἰ δʼ οὖν, ἔστω σοι κλητική· οὕτω γὰρ καὶ ἐν τῇ ἑξῆς εὕρηται στροφῇ· στίξας οὖν εἰς τὸ ‘ ἄνακτα ‘, οὕτως εἰπὲ τὸ ἑξῆς ʼὦ Δαρειᾶν, ἠὲ καὶ φεῦʼ κομματικῶς· εἰ δὲ καὶ τὸ ‘ οἶον ‘ ἀντὶ τοῦ ʼμόνονʼ βούλει νοεῖν, εὕρηται γὰρ καὶ οὕτω, συνημμένως ἐρεῖς οὕτω ʼτὸν Δαρεῖον τὸν μόνον τῶν ἄλλων Δαρείων ἄνακταʼ ὡς ἐκείνων πολλῷ τῷ μέτρῳ ταῖς ἀρεταῖς ὑπερφέροντα· δέον δὲ ʼΔαρείωνʼ εἰπεῖν, ‘ Δαρειᾶν ‘ εἶπε Δωρικῶς. ἡμέτερα. [35] *[crux: ἦ φίλος ἀνή ρ: τῆς βʹ ταυτησὶ στροφῆς τὰ κῶλα εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν, ἐκ βʹ χοριάμβων καὶ συλλαβῆς· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ ἐπιτρίτου βʹ, εἰ δὲ βούλει ἰαμβικὸν ἑφθημιμερές, τοῦ πρώτου ποδὸς ἀναπαίστου· τὸ γʹ ἰωνικὸν ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος, παίωνος τρίτου καὶ συλλαβῆς· τὸ δʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ καὶ δισπονδείου, εἰ δὲ βούλει ἀναπαιστικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερές· τὸ εʹ προσοδιακὸν τρίμετρον καταληκτικόν, ἐκ παίωνος βʹ, ἀντὶ ἰωνικοῦ, χοριάμβου καὶ παλιμβακχείου· τὸ μέντοι κῶλον τῆς στροφῆς ἐπίτριτον ἔχει βʹ ἀντὶ χοριάμβου. ἐπὶ τῷ τέλει παράγραφος.]*
sch 657
βαλὴν ἀρχαῖο ς: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ὃ καλεῖται φερεκράτειον· τὸ βʹ παιωνικὸν μονόμετρον ἐκ παίωνος δʹ· τὸ γʹ χοριαμβικὸν ἡμιόλιον καθαρὸν ἢ δακτυλικὸν δίμετρον· τὸ δʹ ὅμοιον τῷ πρώτῳ, ἐξ ἀντισπάστου καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ δύο ἰωνικῶν· τὸ ϛʹ ὅμοιον δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ βακχείου· τὸ ζʹ ὅμοιον ἡμιόλιον ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ σπονδείου· εἴη δʼ ἂν καὶ ἰαμβικὸν πενθημιμερὲς τοῦ πρώτου ποδὸς ἀναπαίστου· τὸ ηʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον τοῦ βʹ ποδὸς προκελευσματικοῦ ἤτοι τετραβράχεος, εἰ δὲ βούλει παιωνικὸν τρίμετρον καταληκτικόν, ἐκ παίωνος πρώτου καὶ δʹ καὶ μολοσσοῦ ἢ παλιμβακχείου διὰ τὴν ἀδιάφορον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. τὸ ‘ Δαρειᾶν ‘ κἀνταῦθα εἰ μὲν βούλει ἀντὶ κλητικῆς νοεῖν, ʼὦ πάτερ Δαρειᾶν καὶ Δαρεῖεʼ εἴποις ‘ ἄκακε ‘· εἰ δʼ ἀντὶ γενικῆς τῶν πληθυντικῶν ʼὦ πάτερ τῶν Δαρειῶν καὶ τῶν Δαρείων ἄκακε ἐλθέʼ καὶ τὰ ἑξῆς. [15] *[crux: βαλὴν ἀρχαῖο ς: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ὃ καλεῖται φερεκράτειον· τὸ βʹ παιωνικὸν μονόμετρον ἐκ παίωνος δʹ· τὸ γʹ χοριαμβικὸν ἡμιόλιον καθαρὸν ἢ δακτυλικὸν δίμετρον· τὸ δʹ ὅμοιον τῷ πρώτῳ, ἐξ ἀντισπάστου καὶ ἀμφιβράχεος ἢ βακχείου διὰ τὴν ἀδιάφορον· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ δύο ἰωνικῶν· τὸ ϛʹ ὅμοιον δίμετρον καταληκτικόν, ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ βακχείου· τὸ ζʹ ὅμοιον ἡμιόλιον ἐκ παίωνος τρίτου, ἀντὶ ἰωνικοῦ, καὶ σπονδείου· εἴη δʼ ἂν καὶ ἰαμβικὸν πενθημιμερὲς τοῦ πρώτου ποδὸς ἀναπαίστου· τὸ ηʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον τοῦ βʹ ποδὸς προκελευσματικοῦ ἤτοι τετραβράχεος, εἰ δὲ βούλει παιωνικὸν τρίμετρον καταληκτικόν, ἐκ παίωνος πρώτου καὶ δʹ καὶ μολοσσοῦ ἢ παλιμβακχείου διὰ τὴν ἀδιάφορον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.]*
sch 672
ἡμέτερον. αἶ αἶ αἶ α ἶ: ἡ ἐπῳδὸς αὕτη κώλων ἐστὶν ηʹ· τὸ αʹ ἀναπαιστικὸν μονόμετρον· τὸ βʹ δακτυλικὸν ἑφθημιμερές· ἔστω δʼ εἰ βούλει καὶ τὸ αʹ δακτυλικόν· τὸ γʹ δακτυλικὸν ὅμοιον τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον τοῦ πρώτου ποδὸς προκ〈ελευσ〉ματικοῦ· τὸ δʹ 〈ἰωνικὸν〉 ἀπʼ ἐλάττονος 〈δίμετρον〉 καταληκτικόν, 〈ἐξ ἰωνικοῦ〉 καὶ χορείου ἢ ἀ〈ναπαίστου〉 διὰ τὴν ἀδιάφορον· τὸ εʹ ὅμοιον δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ καὶ διιάμβου διὰ τὴν ἀδιάφορον· τὸ ϛʹ δακτυλικὸν ἢ ἀναπαιστικὸν πενθημιμερές· τὸ ζʹ ὅμοιον ἑφθημιμερές· τὸ ηʹ προσοδιακὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει δακτυλικὸν τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος. ἡμέτερα. [10] *[crux: αἶ]*
sch 675
κατʼ ἐρώτησιν σχηματίζει τὸν λόγον καί φησι πρὸς Δαρεῖον· ʼὦ δυνάστα καὶ βασιλεῦ ἡμῶν Δαρεῖε, τί εἰσι τάδε τὰ φημιζόμενα δηλονότι περὶ πάσῃ τῇ σῇ γῇ τῇδε; δίδυμα γὰρ καὶ διπλᾶ ἁμαρτήματα διάγοιε〈ν〉 καὶ περιέρχεται ἐπʼ αὐτοῦ· ἐξέφθιντο γὰρ καὶ ἐξεφθάρησαν αἱ νῆες ἄναες ‘, ἤτοι φθαρεῖσαι ἄναες ἐγένοντο, ἤγουν εἰς τὸ μὴ εἶναι νῆες ἐχώρησαν. δέον δὲ εἰπεῖν ʼἐφθάρη δὲ καὶ πᾶν τὸ πεζόνʼ πρὸς τὸ ‘ δίδυμα ἁμαρτήματαʼ, ἐπεὶ μὴ τελείως ἐφθάρη ἀλλὰ μερικοί τινες περιελείφθησαν, ἀπεσιώπησε τοῦτο. ὦ πιστὰ πιστῶ ν: ἡ συστηματικὴ αὕτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. [10] *[crux: κατʼ ἐρώτησιν σχηματίζει τὸν λόγον καί φησι πρὸς Δαρεῖον· ʼὦ δυνάστα καὶ βασιλεῦ ἡμῶν Δαρεῖε, τί εἰσι τάδε τὰ φημιζόμενα δηλονότι περὶ πάσῃ τῇ σῇ γῇ τῇδε; δίδυμα γὰρ καὶ διπλᾶ ἁμαρτήματα διάγοιε〈ν〉 καὶ περιέρχεται ἐπʼ αὐτοῦ· ἐξέφθιντο γὰρ καὶ ἐξεφθάρησαν αἱ νῆες ἄναες ‘, ἤτοι φθαρεῖσαι ἄναες ἐγένοντο, ἤγουν εἰς τὸ μὴ εἶναι νῆες ἐχώρησαν. δέον δὲ εἰπεῖν ʼἐφθάρη δὲ καὶ πᾶν τὸ πεζόνʼ πρὸς τὸ ‘ δίδυμα ἁμαρτήματαʼ, ἐπεὶ μὴ τελείως ἐφθάρη ἀλλὰ μερικοί τινες περιελείφθησαν, ἀπεσιώπησε τοῦτο.]*
sch 681
ἐπὶ τῷ τέλει παράγραφος. ὥσπερ φαμὲν ʼκάλλιστα καλλίστωνʼ βουλόμενοι μεγίστην ὑπεροχὴν δηλῶσαι, τοιοῦτόν ἐστι καὶ τὸ νῦν τὸ ‘ πιστὰ πιστῶν ‘· δηλοῖ δὲ ἐντεῦθεν τὴν θαυμασίαν καὶ μεγίστην αὐτῶν πίστιν ἣν πρὸς αὐτὸν ζῶντα ἐκέκτηντο καὶ μετὰ θάνατον ἔχουσιν. [5]
sch 685
ἡμέτερον. δέον ʼπρευμενῶσʼ εἰπεῖν, ‘ πρευμενεῖσ ‘ εἶπε πρὸς τὸ ‘ χοάσ ‘· εἰ δὲ ‘ πρευμενὴσ ‘ γράψεις διὰ τοῦ η, εὕρηται γὰρ καὶ οὕτως, ἀντὶ τοῦ ʼσυμπαθὴς καὶ ἵλεωσʼ ἐρεῖς. ‘ ὀρθιάζοντεσ ‘ δὲ γράφε ἐν τῷ ἑξῆς στίχῳ, ἵνʼ ᾖ οἰκεῖον τῷ μέτρῳ, μὴ ʼῥοθιάζοντεσʼ· ἀνοίκειον γὰρ τοῦτο. μὴ λάβῃς ἔξωθεν τὸ ʼἕνεκαʼ, ἀλλʼ οὕτω σύνταξον· ‘ ἵνα ὦ ἄμεμπτος τοῦ χρόνου ‘ ἤγουν ʼἵνα μὴ παρʼ ὑμῶν λάβω μέμψιν χρόνουʼ. [5] *[crux: δέον]*
sch 694
ἡμέτερα. σέβομαι μέ ν: τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα ὡς εἴρηται· ἔστι γοῦν τῆς παρούσης στροφῆς τὰ κῶλα γʹ· τὸ αʹ καὶ βʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα ἀκατάληκτα καθαρά· τὸ δὲ γʹ ἀναπαιστικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ. ἀλ λ ’ ἐπε ὶ: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων τροχαικῶν τετραμέτρων καταληκτικῶν γʹ. [5] *[crux: σέβομαι μέ ν: τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα ὡς εἴρηται· ἔστι γοῦν τῆς παρούσης στροφῆς τὰ κῶλα γʹ· τὸ αʹ καὶ βʹ ἰωνικὰ ἀπʼ ἐλάττονος δίμετρα ἀκατάληκτα καθαρά· τὸ δὲ γʹ ἀναπαιστικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ.]*
sch 697
ἐπὶ τῷ τέλει παράγραφος. δίομαι μέ ν: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ ‘ σέβομαι μέν ‘· καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων τριῶν. *[crux: δίομαι]*
sch 700
ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος ἔξω νενευκυῖαι. δίομαι μέ ν; ὀκνῶ τὸ σὸν θέλημα τελέσαι· τὸ δέ ἐστι μὴ ἔχειν με πρός σε ὑποστολήν· ὀκνῶ δὲ καὶ λόγον πρός σε ἆραι, ἐπειδὴ μέλλων λέξειν δύσλεκτα καὶ κακόφημα καὶ δυστυχῆ τοῖς φίλοις, ἤτοι ὑπὲρ τοῦ σοῦ υἱοῦ. ἡμέτερον. [5]
sch 703
ἀλ λ ’ ἐπεὶ δέο ς: αἱ ἑξῆς αὗται συστηματικαὶ περίοδοι στίχων εἰσὶ τροχαιῶν τετραμέτρων καταληκτικῶν νϛʹ, ὧν τελευταῖος ‘ τήν δ ’ ἐβούλευσεν κέλευθον καὶ στράτευ μ ’ ἐ φ ’ Ἑλλάδα ‘. ἐπὶ τῷ τέλει ἑκάστου συστήματος παράγραφος, ὡσαύτως καὶ ἐπὶ τῷ τέλει· οὔπω γὰρ ἐξίασιν οἱ ὑποκριταί. δέον εἰπεῖν ʼπαλαιῶν φρενῶνʼ ἤτοι τῶν πάλαι προσόντων σοι ὑπὲρ τῆς ἐμῆς αἰδοῦς λογισμῶν, ὁ δὲ πρὸς τὸ ‘ δέοσ ‘ ἐπήγαγε, ʼπαλαιὸν δέοσʼ εἰπών. ὅτι οὐ τὸν Ξέρξην μόνον υἱὸν εἶχε Δαρεῖος ἀλλὰ καὶ ἄλλους· Ἡρόδοτος μὲν γὰρ ἑπτά φησιν εἶναι Δαρείου παῖδας, Ἑλλάνικος δὲ ἕνδεκα. [5]
sch 719
τὸ ‘ πεῖραν τήν δ ’ ἐμώρανε τάλασ ‘ εἰς ἀμφότερα λάμβανε, εἴς τε τὸ ‘ πεζὸσ ‘ καὶ εἰς τὸ ‘ ναύτησ ‘· μωρία γὰρ ἦν ἀληθῶς τὸ πᾶσαν τὴν Ἀσίαν κενῶσαι ἀνδρῶν. ἀφελὴς δοκεῖ ἡ τοιαύτη ἀπόκρισις· ἐπειδὴ γὰρ ʼδύο στρατεύματαʼ ἔμελλεν εἰπεῖν, περιττὸν ἦν τὸ ‘ διπλοῦν μέτωπον ‘· ἀνάγκη γὰρ τὰ δύο στρατεύματα καὶ δύο μέτωπα ἔχειν.
sch 725
εἰπούσης Ἀτόσσης ὡς τῆς τοιαύτης βουλῆς θεός τις ἔφορος κακῶν αὐτῷ συνεφήψατο καὶ πρὸς αὐτὴν ὥρμησε θέλων αὐτὸν ἀπολέσαι, σχετλιάζων ὁ Δαρεῖός φησι ʼμέγας τις δαίμων ἐπῆλθεν αὐτῷʼ, τουτέστιν ὁ ἐνσκήψας αὐτῷ βάσκανος δαίμων μέγας καὶ δεινὸς ἦν, ὥστε ποιῆσαι αὐτὸν μὴ φρονεῖν καλῶς, μετατρέπων αὐτοῦ τὸν νοῦν, καὶ ἃ αὐτὸν εἰς δυστυχίαν βαλεῖν ἔμελλε, ταῦτα αὐτὸν ποιῶν βουλεύεσθαι. πεζὸν ὤλεσε στρατό ν: τουτέστιν ἀπολωλεκότες Ἕλληνες πρῶτον τὸ ναυτικὸν Ξέρξου, ὕστερον ἐπὶ τὸ πεζὸν ὥρμησαν δειλίᾳ κατασχεθὲν ὑπὸ τῆς τοῦ ναυτικοῦ συμφορᾶς, ὥστε ἐπειδὴ πρῶτον αὐτοὶ ἀπώλοντο καὶ τοὺς ἐν γῇ ἀπώλεσαν, φόβον εἰς αὐτοὺς ἐμβαλόντες ἐν ταῖς αὐτῶν συμφοραῖς, ὡς μετʼ ὀλίγον καὶ αὐτοὶ ἀπολεσθήσονται. [5]
sch 731
φεῦ ἕνεκα τῶν καλλίστων καὶ γενναιοτάτων ἀνδρῶν οὓς ἀπώλεσε· τὸ γὰρ ‘ κεδνῆς ἀρωγῆς καὶ ἐπικουρίας στρατοῦ ‘ οὐδὲν ἄλλο ἐστὶν ἢ ʼτῶν φρονιμωτάτων καὶ πολεμικωτάτων ἀνδρῶνʼ· ὅτι δέ ἐστι τοῦτο, μαρτυρεῖ τὸ ‘ οἵαν ἄ ρ ’ ἥβην ξυμμάχων ἀπώλεσεν ‘, ὃ προιὼν λέγει. μονάδ α: μεμονωμένον· τοῦτο δὲ λέγει οὐχ ὡς μόνου Ξέρξου σωθέντος, ἀλλʼ ἐπειδὴ μετʼ ὀλίγων πάνυ ὑπέστρεφε, διὰ τοῦτο ‘ μονάδα ‘ φησίν. [5]
sch 736
γέφυραν ἐν δυοῖ ν: ἤτοι τὸ ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ ζεῦγμα· τὸν γὰρ Ἑλλήσποντον, ὅστις ἐστὶν ὅρος τῶν δύο ἠπείρων, ἔζευξεν. χὡ θεὸς συνάπτετα ι: συναγωνίζεται αὐτῷ τῆς σπουδῆς καὶ ὃ ζητεῖ κακὸν παραχωρεῖ αὐτῷ ἐπελθεῖν, ἵνα μάθῃ μὴ τῶν τοιούτων ὀρέγεσθαι, ὥσπερ καὶ εἰ καλὸν ζητεῖ, ἐπιτρέπει.
sch 744
τά δ ’ οὐ κατειδώ ς; ἤγουν τὸ ʼἐὰν σπεύδῃ τις εἰς κακὸν καὶ ὁ θεὸς συνάπτεται αὐτῷ τῆς σπουδῆσʼ. τὸ δὲ ‘ νέῳ ‘ ἀντὶ τοῦ ʼνηπιώδειʼ· ἢ τὸ ‘ τάδε ‘ ἀντὶ τοῦ ʼτὰ παρόντα κακάʼ· ὅπερ εἰ οὕτως εἴποις, νοήσεις τὸ ‘ οὐ κατειδώσ ‘ οὕτως ἀντὶ τοῦ ʼοὐ γινώσκωνʼ τὸ ʼἐάν τις πρὸς τὸ κακὸν σπεύδῃ, καὶ ὁ θεὸς αὐτῷ τῆς σπουδῆς συνάπτεταιʼ, ‘ ἤνυσε τάδε, ἤγουν τὰ παρόντα κακά, ἐν νέῳ καὶ νηπιώδει θράσει ‘. Ἑλλήσποντον καὶ Βόσπορον τὸν αὐτὸν καλεῖ, ἀπὸ μὲν τῆς Ἕλλης Ἑλλήσποντον, ἀπὸ δὲ τῆς Ἰοῦς βοὸς γενομένης Βόσπορον· τὸ δὲ ‘ θεοῦ ‘ ἤτοι τοῦ Ποσειδῶνος· ὃν ἀρτίως καὶ ἱερὸν ἐκάλεσε διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερόν, ἢ ὡς ἀνειμένον τῷ Ποσειδῶνι, ὡς Μνασέας φησίν. [5]
sch 752
ἀποροῦσιν ἐνταῦθα πῶς δοτικὴν λέγων τὸ ‘ ἀνθρώποισ ‘ καὶ δέον ʼτῷ φθάσαντιʼ εἰπεῖν, ὁ δὲ οὐχ οὕτως ἀλλὰ πρὸς γενικὴν τοῦτο ἐπήνεγκεν ἀντὶ τοῦ ʼφθάσαντιʼ ‘ φθάσαντοσ ‘ εἰπών· καὶ φαμὲν ὅτι ἐποίκιλλε τὴν σύνταξιν· ἐπεὶ γὰρ ἀμφότερα λέγομεν, καὶ ʼἐγένετο τῷ δεῖνι ὁ ἐμὸς πλοῦτος ἁρπαγήʼ καὶ ʼἐγένετο τοῦ δεῖνος ἁρπαγήʼ, συντάσσοντες καὶ πρὸς γενικὴν καὶ πρὸς δοτικὴν τὸ ʼγίνεταιʼ, διὰ τοῦτο καὶ ὁ Αἰσχύλος τῷ διπλῷ τῆς συντάξεως τὸν λόγον ἐποίκιλλεν. ἡμέτερα. [5]
sch 759
τοιγάρ σφι ν: αἱ ἑξῆς αὖται συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϛγʹ, ὧν τελευταῖος ‘ οὐ γὰρ τὰ φίλτα τ ’ ἐν κακοῖς προδώσομεν ‘ . ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος· ἐπὶ δὲ τῷ τέλει πάντων κορωνίς, εἰσιόντος τοῦ χοροῦ. οἱ γράφοντες ʼμητρολόφουʼ οὐκ ἴσασι τὰ περὶ τῶν μέτρων· χρὴ γοῦν ‘ μηλοτρόφου ‘ γράφειν, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ. [5] *[crux: τοιγάρ σφι ν: αἱ ἑξῆς αὖται συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϛγʹ, ὧν τελευταῖος ‘ οὐ γὰρ τὰ φίλτα τ ’ ἐν κακοῖς προδώσομεν ‘ . ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος· ἐπὶ δὲ τῷ τέλει πάντων κορωνίς, εἰσιόντος τοῦ χοροῦ.]*
sch 765
τίνες ἦρξαν τῶν Περσῶν. ἔθηκεν εἰρήνη ν: τελείως γὰρ οὗτος τὰ τῆς βασιλείας κατέστησε πράγματα, ὡς μηδένα ἔχειν τὸν ἀνθιστάμενον. *[crux: τίνες ἦρξαν τῶν Περσῶν.]*
sch 776
ἡμέτερον. οἱ γράφοντες ʼἈρταφέρνησʼ κἀνταῦθα τὰ τῶν μέτρων παντάπασιν ἀγνοοῦσι· σὺ δʼ ‘ Ἀρταφρένησ ‘ γράφων, ἔσῃ τὰς φρένας ἀρτίας ἔχων. οἷς τό δ ’ ἦν χρέο ς: τὸ φονεῦσαι αὐτόν· ὤφειλον γὰρ τῷ Ἀρταφρένῃ ὡς φίλοι πρὸς πάντα ὑπηρετεῖν· ἔστι δὲ εἰρωνικόν. *[crux: οἱ]*
sch 782
ἡμέτερα. ‘ ὢν νέοσ ‘ γράφε, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ· οἱ γὰρ γράφοντες ‘ νέος ὢν ‘ οὐκ ἴσασιν ὅπως γράφουσιν. ἀπὸ τοῦ ἐπιτέλλω, τὸ προστάσσω, γίνεται ἡ ἐπιστολὴ πλεονασμῷ τοῦ ς , ἤγουν ἡ ἐντολή, ἵνα μὴ συνεμπέσῃ τῇ ἐπιτολῇ, ὃ σημαίνει τὴν τῶν ἄστρων ἀνατολὴν τὴν γενομένην μετὰ δύσιν ἡλίου· ἐπὶ μὲν γὰρ ἡλίου λέγεται ἀνατολή, ἐπὶ δὲ τῶν ἄστρων ἐπιτολή. [5] *[crux: ‘ ὢν νέοσ ‘ γράφε, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ· οἱ γὰρ γράφοντες ‘ νέος ὢν ‘ οὐκ ἴσασιν ὅπως γράφουσιν.]*
sch 795
ἡμέτερα. ἐν τοῖς ἀρίστοις τῶν ἀντιγράφων ‘ εὐστελῆ στόλον ‘ εὕρηται, καὶ δοκεῖ τὸ μὲν ʼεὐστελήσʼ σημαίνειν τὸν καλῶς εἰς τὴν ὁδὸν στελλόμενον καὶ πορευόμενον, ἤγουν τὸν ἄνευ πολλῆς ἀποσκευῆς τὴν ὁδὸν ἀνύοντα· τὸ δὲ ʼεὐσταλήσʼ τὸν καλῶς κεκοσμημένον· εὐσταλῆ γὰρ λέγομεν τὸν σεμνῶς καὶ κοσμίως ἐσταλμένον. ‘ ἄρωμεν ‘ χρὴ γράφειν ἐπὶ ἀορίστου, οὐκ ʼἀροῦμενʼ ἐπὶ μέλλοντος· ὁ μὲν γὰρ ἀόριστος μακρᾷ παραλήγεται, ὁ δὲ μέλλων τῆς πέμπτης συζυγίας τὰ ἀμετάβολα τηρεῖ, φησί, συστολῇ τῆς παραληγούσης· ἐν ἄλλοις δὲ ἡμῖν σαφέστερον περὶ τούτων εἴρηται. [5] *[crux: ἐν τοῖς ἀρίστοις τῶν ἀντιγράφων ‘ εὐστελῆ στόλον ‘ εὕρηται, καὶ δοκεῖ τὸ μὲν ʼεὐστελήσʼ σημαίνειν τὸν καλῶς εἰς τὴν ὁδὸν στελλόμενον καὶ πορευόμενον, ἤγουν τὸν ἄνευ πολλῆς ἀποσκευῆς τὴν ὁδὸν ἀνύοντα· τὸ δὲ ʼεὐσταλήσʼ τὸν καλῶς κεκοσμημένον· εὐσταλῆ γὰρ λέγομεν τὸν σεμνῶς καὶ κοσμίως ἐσταλμένον.]*
sch 808
ἀθέων φρονημάτω ν: ἐπειδὴ ἀσεβὲς φρόνημα εἶχον ἅτε ἱερὰ ἐμπιπρῶντες καὶ τάφους ἀνασκευάζοντες. [ πέλανος λέγεται ὁ ῥύπος· λέγεται δὲ καὶ θῦμά τι].
sch 829
εἰς τὸ ‘ κεχρημένοι ‘ ὑποστίζων, ἀντὶ τοῦ ʼχρῄζοντεσʼ νοήσεις· εἰ δὲ συνάψεις τοῦτο πρὸς τὸ ‘ εὐλόγοις νουθετήμασιν ‘, ἀντὶ τοῦ ʼχρησάμενοιʼ, ὅθεν καὶ πρὸς τὸ ‘ λῆξαι ‘ ʼὥστεʼ ἔξωθεν λάμβανε. ἡμέτερον.
sch 834
μὴ λέγε τὸ ‘ πάντα ‘ ἀντὶ τοῦ ʼπάντῃʼ ὥς τινες οἴονται· οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ οὕτως· ἀλλὰ πρὸς τὸ ‘ ποικίλων ἐσθημάτων ‘ συνάπτων, οὕτω λέγε· ʼκατὰ πάντα γὰρ τῶν ποικίλων ἐσθημάτωνʼ ἤτοι ʼκατὰ πάντα τὰ ποικίλα ἐσθήματα τὰ περὶ τῷ σώματι αὐτοῦ στημορραγοῦσι, τουτέστι διαρρήγνυνται, καὶ γίνονται λακίδες καὶ σχίσματα ὑπὸ τοῦ ἄλγους τῶν κακῶν ‘. ἡμέτερον. [5]
sch 845
πολλὰ μέν, φησί, κακὰ ἄλγη ἐπῆλθεν ἐπʼ ἐμὲ ἀκούσασαν ὅσα συνέβη τῷ Ξέρξῃ καὶ τοῖς μετʼ αὐτοῦ· μάλιστα δέ με λυπεῖ ἥδε ἡ συμφορὰ ἀκούσασαν τὴν ἀτιμίαν τοῦ παιδός, —τῶν ἐσθημάτων λέγω τῶν περὶ τῷ σώματι, —ἥτις περικαλύπτει αὐτόν, ἢ ἀκούσασαν τὴν ἀτιμίαν τῶν ἐσθημάτων τοῦ παιδὸς τῶν περὶ τῷ σώματι, τουτέστιν ὅτι ἐν διερρηγμένοις ἐνδύμασιν ἀτίμως ὑποστρέφει. σύστημα ἐπιφθεγματικὸν κώλων ϛʹ. [5] *[crux: πολλὰ μέν, φησί, κακὰ ἄλγη ἐπῆλθεν ἐπʼ ἐμὲ ἀκούσασαν ὅσα συνέβη τῷ Ξέρξῃ καὶ τοῖς μετʼ αὐτοῦ· μάλιστα δέ με λυπεῖ ἥδε ἡ συμφορὰ ἀκούσασαν τὴν ἀτιμίαν τοῦ παιδός, —τῶν ἐσθημάτων λέγω τῶν περὶ τῷ σώματι, —ἥτις περικαλύπτει αὐτόν, ἢ ἀκούσασαν τὴν ἀτιμίαν τῶν ἐσθημάτων τοῦ παιδὸς τῶν περὶ τῷ σώματι, τουτέστιν ὅτι ἐν διερρηγμένοις ἐνδύμασιν ἀτίμως ὑποστρέφει.]*
sch 852bis
ἡμέτερον. ὢ πόπο ι: καὶ τὸ παρὸν εἶδος τοῦ χοροῦ ὅμοιόν ἐστι τῷ προρρηθέντι· ἔχει γὰρ σύστημα οὐ καθαρῶς ἐπιφθεγματικόν, ἔοικε δὲ μᾶλλον εἶναι προκαταστατικόν, καὶ ἑξῆς στροφὰς καὶ ἀντιστροφὰς δύο καὶ ἐπῳδόν. εἰσὶ γοῦν τοῦ παρόντος συστήματος τὰ κῶλα ϛʹ· τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ καὶ γʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα· τὸ δʹ ὅμοιον τῷ πρώτῳ· τὸ εʹ ἀναπαιστικὸν ἑφθημιμερές· τὸϛʹ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν. ἐπὶ τῷ τέλει παράγραφος· εἴρηται ὅτι εὕρηται ἐν τοῖς ἀναπαιστικοῖς καὶ ἴαμβος. ἡμέτερον. [10] *[crux: ὢ]*
sch 858
πρῶτα μέ ν: τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ πρῶτον δακτυλικὸν πενθημιμερές· τὸ βʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου διὰ τὴν ἀδιάφορον· τὸ αὐτὸ δʼ ἂν εἴη καὶ ἀναπαιστικὸν μονόμετρον ὑπερκατάληκτον εἰς δισύλλαβον· τὸ γʹ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον, τοιοῦτον γάρ ἐστι τὸ τῆς ἀντιστροφῆς κῶλον καθαρόν, ἐνταῦθα δὲ διαλύεται ἡ βʹ μακρὰ καὶ γίνεται ὁ ποὺς πεντασύλλαβος· τὸ δʹ ὅμοιον χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ διιάμβου· τὸ εʹ ὅμοιον τῷ πρώτῳ· τὸ ϛʹ ἀναπαιστικὸν μονόμετρον· τὸ ζʹ τροχαικὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλικόν· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς δάκτυλον ἔχει τὸν βʹ πόδα· τὸ ηʹ ὅμοιον τῷ πρώτῳ· τὸ θʹ ὅμοιον τῷ ζʹ· τὸ ιʹ ὅμοιον πενθημιμερές· τὸ τῆς στροφῆς κῶλον δὲ τὸν βʹ πόδα χορεῖον ἔχει· τὸ ιαʹ τροχαικὸν ἑφθημιμερὲς καθαρόν, ὃ καλεῖται Εὐριπίδειον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. καλεῖται δὲ ταῦτα τετρὰς ἐπῳδική· δύο γάρ εἰσι στροφαὶ καὶ ἀντιστροφαὶ καὶ ἐπῳδός. τὸ ἀπο πρὸς τὸ ‘ εὐδοκίμου ‘ σύναπτε, ἵνʼ ᾖ ʼἀπὸ τῆς εὐδοκίμου στρατιᾶς ἐφαινόμεθα καὶ ἔκδηλοι πᾶσιν ἦμεν τὰ ἐς πολέμουσʼ. [20]
sch 863
ἡμέτερον. οἱ προστιθέντες ἐνταῦθα τὸ ‘ ἐς οἴκουσ ‘ καὶ φάσκοντες ‘ ἆγον ἐς οἴκουσ ‘ ἀμαθεῖς εἰσι τῶν μέτρων καὶ τῆς ὀρθῆς τοῦ λόγου συντάξεως· τὸ γὰρ λέγειν ʼνόστοι ἦγον ἡμᾶσʼ νοεῖν δίδωσιν ὡς ἐς τοὺς οἴκους ἦγον δηλονότι· ὅθεν περισσὸν ὂν ἐξεβλήθη παρʼ ἐμοῦ. καὶ αἱ ἔξω τῆς θαλάσσης ὅσαι εἰσὶ μεσήπειροι, ὡς καὶ μέχρι τῶν Ὑπερβορέων παρατεινούσης τῆς ἀρχῆς τῶν Περσῶν. [5] *[crux: οἱ]*
sch 874
ἡμέτερα. περισσὸν ἦν ἐνταῦθα κῶλον τὸ ‘ τοῦ δ ’ ἄνακτος ἄιον ‘· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· συνάπτων δὲ πάντα πρὸς τὸ ‘ εἰσίν ‘ ἀσφαλῆ πεποιημένος ἔσῃ τὴν σύνταξιν· ταῦτα γὰρ πάντα πρὸς τὸ ‘ ὅσας εἷλε πόλεισ ‘ συνάπτονται. ἀφεὶς τὰ περὶ τὴν Θρᾴκην καὶ τὸν Ἑλλήσποντον μετέβη ἐπὶ τὸ Αἰγαῖον πέλαγος· αἱ γὰρ νῆσοι, ἃς ἀπαριθμεῖται, περὶ τὸ Αἰγαῖον τυγχάνουσι πέλαγος. [5] *[crux: περισσὸν ἦν ἐνταῦθα κῶλον τὸ ‘ τοῦ δ ’ ἄνακτος ἄιον ‘· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· συνάπτων δὲ πάντα πρὸς τὸ ‘ εἰσίν ‘ ἀσφαλῆ πεποιημένος ἔσῃ τὴν σύνταξιν· ταῦτα γὰρ πάντα πρὸς τὸ ‘ ὅσας εἷλε πόλεισ ‘ συνάπτονται.]*
sch 878
νᾶσοί θ ’ α ἵ: τῆς βʹ ταύτης στροφῆς τὰ κῶλα θʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ ἀναπαιστικὸν πενθημιμερές· τὸ τρίτον τροχαικὸν ἑφθημιμερὲς Εὐριπίδειον· τὸ δʹ ὅμοιον τῷ αʹ· τὸ εʹ, τὸ ϛʹ, τὸ ζʹ καὶ τὸ ηʹ ἀναπαιστικὰ μονόμετρα· τὸ θʹ ἰαμβικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. εἴπερ ἔν τισι τῶν κώλων σπονδείους ἀντὶ δακτύλων εὑρήσεις, ἐν ἄλλοις δὲ τὸ ἀνάπαλιν, μὴ ξενίζου· τοῦ αὐτοῦ γὰρ καὶ ἀμφότεροι τυγχάνουσι μέτρου. ἐπειδὴ τὰ κύκλῳ τῶν νήσων ἀκταί εἰσι, διὰ τοῦτο ‘ μεσάκτουσ ‘ τὰς νήσους καλεῖ. [10]
sch 889
ἡμέτερα. ‘ ἀγχιάλουσ ‘ καὶ ‘ μεσάκτουσ ‘ τὰς ἑξῆς ταύτας νήσους ὠνόμασεν, ὡς μὴ οὔσας παραιγιαλίτιδας ἀλλʼ ἐν τῷ μέσῳ τοῦ πελάγους κειμένας· αἱ μὲν γὰρ ἄνω ῥηθεῖσαι πρὸς βορέαν νεύουσαι τῇ γῇ πλησιάζουσιν· αἱ δὲ ἑξῆς ῥηθησόμεναι ἐν τῷ μέσῳ κείμεναι τοῦ πελάγους εἰκότως ὠνομάσθησαν ἀγχίαλοι ὡς τῇ ἁλὶ πλησιάζουσαι μᾶλλον καὶ οὐ τῇ χέρσῳ. Σαλαμῖνα λέγει τὴν ἐν Κύπρῳ ὑπάρχουσαν πόλιν, οὐ τὴν νῆσον Αἴαντος· ἄποικοι γὰρ οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ Σαλαμῖνι οἰκούντων. [5] *[crux: ‘ ἀγχιάλουσ ‘ καὶ ‘ μεσάκτουσ ‘ τὰς ἑξῆς ταύτας νήσους ὠνόμασεν, ὡς μὴ οὔσας παραιγιαλίτιδας ἀλλʼ ἐν τῷ μέσῳ τοῦ πελάγους κειμένας· αἱ μὲν γὰρ ἄνω ῥηθεῖσαι πρὸς βορέαν νεύουσαι τῇ γῇ πλησιάζουσιν· αἱ δὲ ἑξῆς ῥηθησόμεναι ἐν τῷ μέσῳ κείμεναι τοῦ πελάγους εἰκότως ὠνομάσθησαν ἀγχίαλοι ὡς τῇ ἁλὶ πλησιάζουσαι μᾶλλον καὶ οὐ τῇ χέρσῳ.]*
sch 894
‘ στεναγμῶν ‘ δὲ γράφε, μὴ ʼστεναγμάτωνʼ· οὕτω γὰρ ἁρμόζει τῷ μέτρῳ. ἡμέτερα. [5]
sch 897
καὶ τὰς εὐκτεάνου ς: τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλα ιαʹ· τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ βʹ ποδὸς προκελευσματικοῦ ἤτοι τετραβράχεος· τὸ γʹ δακτυλικὸν τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον· τὸ δʹ ὅμοιον τῷ βʹ καθαρόν· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ καὶ δισπονδείου, εἰ δὲ βούλει ἀναπαιστικὸν ἑφθημιμερές· τὸ ϛʹ ὅμοιον τῷ τρίτῳ· τὸ ζʹ ὅμοιον τῷ πρώτῳ· τὸ ηʹ καὶ θʹ ἀναπαιστικὰ μονόμετρα· τὸ ιʹ ὅμοιον τῷ αʹ· τὸ ιαʹ ἰαμβικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος· ταῦτα γάρ εἰσι τῆς ἐπῳδοῦ σημεῖα. οἱ γράφοντες ‘ σφετέραις χερσίν ‘ ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ ‘ φρεσί ‘ γράφων οὐκ ἄμοιρος εἶναι δόξεις φρενῶν. [10] *[crux: καὶ τὰς εὐκτεάνου ς: τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλα ιαʹ· τὸ αʹ δακτυλικὸν πενθημιμερές· τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ βʹ ποδὸς προκελευσματικοῦ ἤτοι τετραβράχεος· τὸ γʹ δακτυλικὸν τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον· τὸ δʹ ὅμοιον τῷ βʹ καθαρόν· τὸ εʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ καὶ δισπονδείου, εἰ δὲ βούλει ἀναπαιστικὸν ἑφθημιμερές· τὸ ϛʹ ὅμοιον τῷ τρίτῳ· τὸ ζʹ ὅμοιον τῷ πρώτῳ· τὸ ηʹ καὶ θʹ ἀναπαιστικὰ μονόμετρα· τὸ ιʹ ὅμοιον τῷ αʹ· τὸ ιαʹ ἰαμβικὸν ἑφθημιμερές. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος· ταῦτα γάρ εἰσι τῆς ἐπῳδοῦ σημεῖα.]*
sch 908
ἰώ ἰ ώ: τὰ τοιαῦτα εἴδη καλεῖται ἀλλοιόστροφα, ὡς εἴρηται· εἰσὶ δὲ τοῦ παρόντος συστήματος τὰ κῶλα ιʹ· τὸ πρῶτον ἰαμβικὸν μονόμετρον, τὰ δὲ λοιπὰ ἀναπαιστικά, ὧν τὰ μὲν ζʹ δίμετρα ἀκατάληκτα, τὸ ηʹ ὅμοιον μονόμετρον, τὸ δὲ θʹ ἑφθημιμερὲς παροιμιακόν. ἐπὶ τῷ τέλει παράγραφος. ἡμέτερα. [5]
sch 915
οἱ γράφοντες ‘ εἴ θ ’ ὤφελε Ζεύσʼ καὶ τὸ ‘ μοῖρα ‘ ἐπὶ δοτικῆς νοοῦντες ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ οὕτω λέγε· ʼὦ Ζεῦ, εἴθε ὄφελε κατακαλύψαι καὶ ἐμὲ μοῖρα θανάτου μετὰ τῶν ἀνδρῶν τῶν οἰχομένωνʼ· οὕτω καὶ τὸ ‘ Ζεῦ ‘ ἐπὶ κλητικῆς εἶποις καὶ τὸ ‘ μοῖρα ‘ βραχὺ ἕξει τὸ ρα · οὕτω γὰρ ἀπαιτεῖ τὸ μέτρον· καὶ τὸ ‘ ὄφελε ‘ δὲ σμικρὸν γράφε διὰ τὸ μέτρον. ὀτοτο ῖ: τῆς πρώτης ταυτησὶ στροφῆς τὰ κῶλα ἀναπαιστικὰ ιʹ· ὧν τὸ αʹ καὶ βʹ δίμετρα ἀκατάληκτα· τὸ γʹ μονόμετρον· τὸ δʹ ἑφθημιμερές· τὰ ἑξῆς εʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ ιʹ αὖθις ἑφθημιμερὲς ὡς ἀποθετικόν. [5] *[crux: οἱ γράφοντες ‘ εἴ θ ’ ὤφελε Ζεύσʼ καὶ τὸ ‘ μοῖρα ‘ ἐπὶ δοτικῆς νοοῦντες ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ οὕτω λέγε· ʼὦ Ζεῦ, εἴθε ὄφελε κατακαλύψαι καὶ ἐμὲ μοῖρα θανάτου μετὰ τῶν ἀνδρῶν τῶν οἰχομένωνʼ· οὕτω καὶ τὸ ‘ Ζεῦ ‘ ἐπὶ κλητικῆς εἶποις καὶ τὸ ‘ μοῖρα ‘ βραχὺ ἕξει τὸ ρα · οὕτω γὰρ ἀπαιτεῖ τὸ μέτρον· καὶ τὸ ‘ ὄφελε ‘ δὲ σμικρὸν γράφε διὰ τὸ μέτρον.]*
sch 918
ἐπὶ τῷ τέλει παράγραφος. τιμὴν λέγει ἢ ἣν ἐτιμῶντο οἱ Πέρσαι παρὰ τῶν ἄλλων τὰ ἐς πολέμους, ἢ ἣν οἱ τῶν Περσῶν βασιλεῖς ἔχουσιν. [5]
sch 924
τῷ σάκτορι τοῦ Ἅιδου ἤτοι τῷ Ἄρει διʼ οὗ πληροῦται ὁ Ἅιδης νεκρῶν· ἢ ‘ σάκτορι ‘ ἀντὶ τοῦ ʼφθορᾷʼ. ἡμέτερα.
sch 927
ἔφθιντα ι: περισσὴ ἦν ἐνταῦθα ἡ ʼἐξʼ, διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· χρὴ γὰρ ἑφθημιμερὲς εἶναι τὸ κῶλον ὡς ἀποθετικόν, καὶ τὰ ἑξῆς δὲ κῶλα οὕτω γράφεσθαι χρὴ ὡς διωρθώθη παρʼ ἡμῶν. αἷ α ἶ: σύστημα κατὰ περικοπὴν μονόστιχον· ἔστι δὲ τὸ κῶλον δακτυλικὸν τρίμετρον. *[crux: ἔφθιντα ι: περισσὴ ἦν ἐνταῦθα ἡ ʼἐξʼ, διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· χρὴ γὰρ ἑφθημιμερὲς εἶναι τὸ κῶλον ὡς ἀποθετικόν, καὶ τὰ ἑξῆς δὲ κῶλα οὕτω γράφεσθαι χρὴ ὡς διωρθώθη παρʼ ἡμῶν.]*
sch 929
Ἀσία δὲ χθώ ν: τῆς βʹ στροφῆς τὰ κῶλα ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα βʹ· τὸ βʹ δὲ προκελευσματικὸν ἔχει τὸν γʹ πόδα. ἐπὶ τῷ τέλει παράγραφος. κέκλιτα ι: ἤγουν τεταπείνωται καὶ καταβέβληται, ἐκ μεταφορᾶς τῶν μὴ δυναμένων στῆναι διὰ πήρωσιν σκέλους· εἴληπται δὲ εἰς παροιμίαν.
sch 931
ὅ δ ’ ἐγώ ν: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων γʹ ἀναπαιστικῶν· τὸ αʹ ἑφθημιμερές· τὸ βʹ δίμετρον ἀκατάληκτον· τὸ δὲ γʹ πενθημιμερές· ἐπὶ τῷ τέλει παράγραφος. αἰακτό ς: ἤγουν ἀφορμὴ θρήνου πᾶσι γέγονα διὰ τὴν συμβᾶσάν μοι συμφοράν, καὶ τῇ πατρῴᾳ γῇ κακῶν αἴτιος γέγονα, ἀνθʼ ὧν τοσοῦτον πλῆθος ἀπώλεσα ἐν Ἑλλάδι.
sch 935
προσφθόγγου σοι νόστο υ: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ἀναπαιστικὰ ϛʹ· τὸ αʹ ἑφθημιμερές· τὸ βʹ καὶ γʹ μονόμετρα, ἐκ προκελευσματικοῦ καὶ ἀναπαίστου· τὸ δʹ δίμετρον ἀκατάληκτον· τὸ εʹ μονόμετρον καθαρόν· τὸ ϛʹ ὅμοιον τῷ βʹ καὶ τρίτῳ κατὰ πάντα. ἐπὶ τῷ τέλει παράγραφος. δέον εἰπεῖν ‘ πέμψω σοι τὴν βοὴν τοῦ νόστου τὴν πρόσφθογγον κακοφάτιδα ‘ καὶ τὰ ἑξῆς, ὁ δὲ ‘ προσφθόγγου ‘ εἶπε πρὸς τὸ ‘ νόστου ‘. ἡ σύνταξις· ‘ πέμψω σοὶ τὴν βοὴν τοῦ νόστου τοῦ προσφθόγγου κακοφάτιδ α , ἱὰν καὶ βοὴν κακομέλετον Μαριανδηνοῦ θρηνητῆρο ς , ἰαχὴν λέγω πολύδακρυν ‘, τουτέστιν ʼὥσπερ τοὺς ἐξ ἀποδημίας ἰόντας προσφθέγγεσθαι δίκαιον, οὕτω καὶ ἐγὼ πρός σε πέμψω λόγους θρήνων καὶ κακῶν γέμοντασʼ· τὸ δὲ ʼἱὰν κακομέλετον Μαριανδηνοῦ θρηνητῆροσʼ ἀντὶ τοῦ ʼθρῆνον ἐκμελῆ καὶ ἄμουσον οἶος ὁ τοῦ Μαριανδηνοῦ θρηνητῆροσʼ· οἱ γὰρ Μαριανδηνοὶ κακῶς καὶ ἀμούσως θρηνοῦσιν· εἴληπται δὲ εἰς παροιμίαν. [5] *[crux: προσφθόγγου σοι νόστο υ: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα ἀναπαιστικὰ ϛʹ· τὸ αʹ ἑφθημιμερές· τὸ βʹ καὶ γʹ μονόμετρα, ἐκ προκελευσματικοῦ καὶ ἀναπαίστου· τὸ δʹ δίμετρον ἀκατάληκτον· τὸ εʹ μονόμετρον καθαρόν· τὸ ϛʹ ὅμοιον τῷ βʹ καὶ τρίτῳ κατὰ πάντα. ἐπὶ τῷ τέλει παράγραφος.]*
sch 939
ἵε τ ’ αἰανή ν: σύστημα ἕτερον κώλων γʹ ἀναπαιστικῶν· τὸ αʹ καὶ βʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ τρίτον μονόμετρον ἐκ προκελευσματικοῦ καὶ ἀναπαίστου. ἐπὶ τῷ τέλει παράγραφος. ἐπειδὴ ἡ λύπη σκοτισμὸν ἐπάγει καὶ κατήφειαν, διὰ τοῦτο ‘ αἰανὴν ‘ εἶπεν.
sch 944
ἡμέτερα. ἥσω το ι: τῆς τετάρτης ταυτησὶ στροφῆς τὰ κῶλα ιʹ· τὸ αʹ ἀναπαιστικὸν ἑφθημιμερές· τὸ βʹ δακτυλικὸν τρίμετρον, εἰ δὲ βούλει προσοδιακόν, ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος· τὸ γʹ ἀναπαιστικὸν μονόμετρον, ἐκ προκελευσματικοῦ καὶ ἀναπαίστου· τὸ δʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· τὸ εʹ ὅμοιον τῷ αʹ· τὸ ϛʹ, τὸ ζʹ καὶ τὸ ηʹ ἀναπαιστικὰ πενθημιμερῆ· τὸ θʹ ὅμοιον δίμετρον βραχυκατάληκτον· τὸ ιʹ ὅμοιον τῷ ϛʹ. ἐπὶ τῷ τέλει παράγραφος. ἥσω το ι: ἤγουν ὡς πρώην εὐφήμουν σε, οὕτω καὶ πανόδυρτον νῦν μέλος πέμψω πενθητῆρος, σεβίζων καὶ διὰ θρήνου τιμῶν τὰ λαοπαθῆ καὶ ἁλίτυπα βάρη τῆς γέννας τῆς πόλεως, ἤγουν τὰ ἐν χέρσῳ καὶ θαλάττῃ τοῖς Πέρσαις συμβάντα. Ἰάνων γά ρ: οἱ Ἴωνες μετὰ τῶν Περσῶν κατὰ τῆς Ἑλλάδος στρατεύσαντες· ἐπειδὴ ὁ Θεμιστοκλῆς ἐν ταῖς ναυλόχοις πέτραις ἔγραψε ʼμνήσθητε ἄνδρες Ἴωνες κατὰ πατέρων στρατεύοντεσʼ, —ἄποικοι γὰρ ἦσαν Ἀθηναίων—, τοῦτο ἀναγνόντες Ἴωνες πρὸς Ἀθηναίους ἐχώρησαν. [5] *[crux: ἥσω]*
sch 949
λέγει οὖν ὁ χορὸς ὡς ὁ ἑτεραλκὴς ναύφρακτος Ἄρης τῶν Ἀθηναίων ἀπηύρα καὶ ἀφείλετο καὶ ἐστέρησεν ἡμᾶς τῶν Ἰώνων κερσάμενος καὶ τεμὼν καὶ ἀφανίσας τὴν νυχίαν πλάκα καὶ τὴν δυσδαίμονα ἀκτήν, ἤγουν τὸ ναυτικὸν τῶν Περσῶν τὸ ἐν τῇ ἀκτῇ τῆς Σαλαμῖνος ὁρμοῦν καὶ 〈τὸ〉 ἐν τῇ Ψυταλίᾳ νήσῳ εὑρισκόμενον Περσικόν· καὶ γὰρ οἱ προύχοντες τῶν Περσῶν ἐκεῖσε ἦλθον οἰόμενοι τοὺς φεύγοντας τῶν Ἀθηναίων ἐντεῦθεν χειροῦσθαι. λέγει οὖν νυχίαν πλάκα τὴν νῆσον τὴν Ψυταλίαν καὶ δυσδαίμονα ἀκτὴν τὴν τῆς Σαλαμῖνος διὰ τὸν ἐνταῦθα τοῖς Πέρσαις συμβάντα θάνατον. οἴ ο ἴ: σύστημα ἕτερον μονόστιχον· ἔστι δὲ τὸ κῶλον ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. [15] *[crux: οἴ]*
sch 955
οἴ ο ἴ: ἡ στροφὴ αὕτη κατὰ σχέσιν ἐστίν· ἔχει γὰρ ἑξῆς καὶ ἀντιστροφήν. εἰσὶ γοῦν τὰ κῶλα αὐτῆς ηʹ· τὸ αʹ μονόμετρον βραχυκατάληκτον τροχαικὸν διὰ τὰ ἑξῆς· τὰ ἑξῆς ϛʹ τροχαικὰ ἑφθημιμερῆ Εὐριπίδεια· τὸ δὲ ηʹ ἀναπαιστικὸν μονόμετρον. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσ〈ιν〉. ἡμέτερα. [5]
sch 962
οἴ ο ἴ: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ἀναπαιστικῶν δʹ· τὸ αʹ δίμετρον ἀκατάληκτον· τὸ βʹ ἑφθημιμερές· τὸ γʹ μονόμετρον· τὸ δʹ αὖθις ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος. οὕτω χρὴ γράφειν τὰ κῶλα ὡς διωρθώθη παρʼ ἡμῶν, ἵνʼ οἰκείως ἔχωσι πρὸς τὰ μέτρα· εἰ δʼ ἄλλως γράψεις, οὐ καλῶς ἕξει. οἴ ο ἴ: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἦς ἡ ἀρχὴ ἡ αὐτή, καὶ αὕτη γὰρ κώλων ἐστὶ τοσούτων. [5] *[crux: οἴ]* *[crux: οὕτω]*
sch 966
εἰ δʼ ἔν τισι τούτων καὶ ἑτέρους εὑρήσεις πόδας διὰ τὴν ἀνάγκην τῶν ὀνομάτων, μὴ ξενίζου· οἰκεῖοι γάρ εἰσι καὶ αὐτοὶ τῷ μέτρῳ· καὶ τὸ ηʹ γὰρ κῶλον ἀντὶ δακτύλου καὶ ἀναπαίστου προκελευσματικὸν ἔχει καὶ ἀνάπαιστον. ἐπὶ τῷ τέλει παράγραφος. ἡμέτερον. [5]
sch 973
ἰώ ἰώ μο ι: σύστημα ἕτερον κώλων εʹ· τὸ αʹ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον· τὸ βʹ καὶ γʹ ἀναπαιστικὰ ἑφθημιμερῆ· τὸ δʹ ὅμοιον πενθημιμερές, ἐκ προκελευσματικοῦ, δακτύλου καὶ συλλαβῆς· τὸ εʹ ὅμοιον δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος. στυγνὰς τὰς Ἀθήνας εἶπε διὰ τὴν ἐν αὐταῖς συμβᾶσαν αὐτοῖς συμφοράν. [5]
sch 977
ἡμέτερα. ἦ καὶ τὸν Περσῶ ν: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα ηʹ· τὸ πρῶτον ἀναπαιστικὸν ἑφθημιμερές· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον [εἰς δισύλλαβον]· τὸ γʹ, τὸ δʹ, τὸ εʹ καὶ τὸ ϛʹ ὅμοια τῷ πρώτῳ· τὸ ζʹ ὅμοιον τοὺς πρώτους δύο πόδας ἔχον χορείους· τὸ ηʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει παράγραφος. ἴυγγά μ έ: σύστημα ἕτερον κατὰ περικοπὴν κώλων εʹ· τὸ αʹ καὶ βʹ ἀναπαιστικὰ δίμετρα βραχυκατάληκτα· τὸ γʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ δʹ ἰαμβικὸν μονόμετρον· τὸ εʹ ὅμοιον τῷ αʹ καὶ βʹ. [5] *[crux: ἦ καὶ τὸν Περσῶ ν: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα ηʹ· τὸ πρῶτον ἀναπαιστικὸν ἑφθημιμερές· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον [εἰς δισύλλαβον]· τὸ γʹ, τὸ δʹ, τὸ εʹ καὶ τὸ ϛʹ ὅμοια τῷ πρώτῳ· τὸ ζʹ ὅμοιον τοὺς πρώτους δύο πόδας ἔχον χορείους· τὸ ηʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει παράγραφος.]*
sch 987
ἐπὶ τῷ τέλει παράγραφος. ἡμέτερα. [5]
sch 992
καὶ μὴν ἄλλο γέ τ ι: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα ζʹ, ἀναπαιστικά· τὸ αʹ ἑφθημιμερές· τὸ βʹ δίμετρον ἀκατάληκτον· τὸ γʹ ὅμοιον, εἰ δὲ βούλει ἰαμβικόν· τὸ δʹ ἑφθημιμερές· τὸ εʹ ὅμοιον μονόμετρον· τὸ ϛʹ ὅμοιον τῷ αʹ, καὶ τὸ ζʹ ὅμοιον. ἐπὶ τῷ τέλει παράγραφος. ἔταφο ν: σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς κώλων ἰαμβικῶν δʹ· ὧν τὰ μὲν γʹ τρίμετρα βραχυκατάληκτα ἐπιμεμιγμένα χορείοις· τὸ δὲ δʹ δίμετρον ἀκατάληκτον. [5] *[crux: καὶ μὴν ἄλλο γέ τ ι: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα ζʹ, ἀναπαιστικά· τὸ αʹ ἑφθημιμερές· τὸ βʹ δίμετρον ἀκατάληκτον· τὸ γʹ ὅμοιον, εἰ δὲ βούλει ἰαμβικόν· τὸ δʹ ἑφθημιμερές· τὸ εʹ ὅμοιον μονόμετρον· τὸ ϛʹ ὅμοιον τῷ αʹ, καὶ τὸ ζʹ ὅμοιον. ἐπὶ τῷ τέλει παράγραφος.]*
sch 1000
ἐπὶ τῷ τέλει παράγραφος. ἡμέτερα.
sch 1004
ἰή ἰ ή: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα δʹ, ἰαμβικά· τὸ αʹ, 〈τὸ βʹ〉 καὶ τὸ γʹ δίμετρα ἀκατάληκτα· τὸ δὲ δʹ ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος. ἑξῆς δὲ σύστημα μονόστιχον ἤτοι στίχος ἰαμβικὸς τρίμετρος. πεπλήγμεθ α: ἤγουν τοιαύτην πληγὴν καὶ δυστυχίαν πεπόνθαμεν, ὡς ἀείμνηστον εἶναι καθάπερ αἱ διʼ αἰῶνος ᾀδόμεναι συμφοραί. [5]
sch 1009
πεπλήγμεθ α: τῆς στροφῆς ταυτησὶ τὰ κῶλα εʹ· τὸ αʹ περιοδικὸν καταληκτικόν, ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαικῆς καταληκτικῆς· τὸ βʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον· τὸ γʹ καὶ δʹ ὅμοια τῷ αʹ· τὸ εʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος. οὕτω λέγε· ‘ πεπλήγμεθα δὴ τὸ δυσπόλεμον καὶ δυσκαταγώνιστον γένος τῶν Περσῶν κύρσαντες οὐκ εὐτυχῶς Ἰώνων ναυατῶνʼ· τὰ δὲ λοιπὰ διὰ μέσου. τί δ ’ ο ὔ: αἱ ἑξῆς αὗται στροφαὶ κατὰ σχέσιν εἰσίν· εἰσὶ δὲ καὶ ἑτέρως ἐσχηματισμέναι κατὰ τὸν ἀμοιβαῖον τρόπον. [5] *[crux: πεπλήγμεθ]* *[crux: οὕτω]* *[crux: τί]*
sch 1014
εἰσὶν οὖν τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ περιοδικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰαμβικῆς καὶ τροχαικῆς συζυγίας· τὸ βʹ, τὸ γʹ καὶ δʹ ἰαμβικὰ πενθημιμερῆ· τὸ εʹ καὶ ϛʹ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι· τὸ ζʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ αʹ ποδὸς χορείου· τὸ ηʹ, τὸ θʹ καὶ ιʹ τροχαικὰ ἰθυφαλικά, τοῦ βʹ ποδὸς δακτύλου· τὸ ιαʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. οὕτως εὑρέθη ὁ στίχος ἔν τινι λίαν παλαιῷ βιβλίῳ, καὶ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς· οἱ δὲ ‘ φυγαίχμασ ‘ γράφοντες ἀγνοοῦσι τὰ μέτρα· ἴαμβος γὰρ χρὴ εἶναι ὁλόκληρος. [10] *[crux: οὕτως]*
sch 1033
διότι καὶ ἀπὸ θαλάσσης καὶ ἀπὸ ξηρᾶς ἐδυστύχησαν οἱ Πέρσαι, λέγει τὸ ‘ δίδυμα ‘· τὸ δὲ ‘ τριπλᾶ ‘ ἀντὶ τοῦ ʼπολλαπλάσιαʼ. ἡμέτερα.
sch 1037
περισσὸν ἦν ἐνταῦθα κῶλον τὸ ‘ φίλων ἄταισι ποντίαισ ‘· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· οὔτε γὰρ τοῖς τῆς στροφῆς κώλοις ἥρμοζεν οὔτε τῇ τοῦ λόγου συντάξει, εἴ τις ὀρθῶς σκοποίη. αἶ αἶ αἶ α ἶ: τῆς βʹ ταυτησὶ στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ, τὸ βʹ, τὸ γʹ καὶ τὸ δʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα· τὸ εʹ ὅμοιον μονόμετρον, ἐκ χορείου καὶ ἰάμβου· τὸ ϛʹ καὶ ζʹ δίμετρα ὅμοια τῷ αʹ καὶ βʹ· τὸ ηʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. [5] *[crux: περισσὸν ἦν ἐνταῦθα κῶλον τὸ ‘ φίλων ἄταισι ποντίαισ ‘· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ· οὔτε γὰρ τοῖς τῆς στροφῆς κώλοις ἥρμοζεν οὔτε τῇ τοῦ λόγου συντάξει, εἴ τις ὀρθῶς σκοποίη.]*
sch 1039
ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. δόσιν κακά ν: τὸ γὰρ ἀντιθρηνεῖν δόσις ἐστὶ κακῶν ἤγουν θρήνων ἐν κακοῖς ἤτοι θρήνοις πρὸς ὃν ἡ ἀντιθρήνησις γίνεται.
sch 1043
τὸ ‘ ὀτοτοῖ ‘ ἔν τισι μὲν διʼ ἑνὸς τ εὕρηται, ἔν τισι δὲ διὰ δύο πρὸς τὴν χρῆσιν τοῦ μέτρου· οὐ χρὴ οὖν ἀλόγως ἀεὶ διὰ δύο ττ γράφειν. ἡμέτερα.
sch 1055
ἄνια ἄνι α: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἰαμβικὸν μονόμετρον ἐκ χορείων· τὸ βʹ ἴαμβος τρίμετρος ἀκατάληκτος· τὸ τρίτον ὅμοιον δίμετρον ὑπερκατάληκτον ἢ ἀκατάληκτον, τοῦ γʹ καὶ δʹ ποδὸς χορείων· τὸ δʹ τροχαικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἀναπαίστου ἀρχόμενον· τὸ εʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος. ὁ τῆς ἀντιστροφῆς οὗτος πέμπτος στίχος ἐλλιπὴς ἦν πρὸς τὸν τῆς στροφῆς· διὸ καὶ ἀνεπληρώθη παρʼ ἐμοῦ, καὶ οἶμαι ὡς καλῶς. [5] *[crux: ἄνια ἄνι α: τῆς τρίτης ταυτησὶ στροφῆς τὰ κῶλα εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· τὸ αʹ ἰαμβικὸν μονόμετρον ἐκ χορείων· τὸ βʹ ἴαμβος τρίμετρος ἀκατάληκτος· τὸ τρίτον ὅμοιον δίμετρον ὑπερκατάληκτον ἢ ἀκατάληκτον, τοῦ γʹ καὶ δʹ ποδὸς χορείων· τὸ δʹ τροχαικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἀναπαίστου ἀρχόμενον· τὸ εʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.]*
sch 1067
οἴ οἴ οἴ ο ἴ: ἡ ἐπῳδὸς αὕτη ἡ ἐν ἐκθέσει τοῦ δράματος κώλων ἐστὶ ιδʹ· τὸ αʹ ἰαμβικὸν μονόμετρον· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ γʹ ἰαμβικὸν μονόμετρον· τὸ δʹ τροχαικὸν ἑφθημιμερὲς Εὐριπίδειον· τὸ εʹ ἰαμβικὸν ἑφθημιμερές· τὸ ϛʹ καὶ ζʹ ὅμοια· τὸ ηʹ ὅμοιον τῷ γʹ· τὸ θʹ ὅμοιον τῷ δʹ· τὸ ιʹ ὅμοιον τῷ γʹ· τὸ ιαʹ τροχαικὸν μονόμετρον· τὸ ιβʹ ὅμοιον τῷ γʹ· τὸ ιγʹ τροχαικὸν πενθημιμερὲς ἐκ χορείων· τὸ ιδʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος· ταῦτα γάρ εἰσι τοῦ τέλους τῶν ἐπῳδῶν σημεῖα, ὡς εἴρηται. τρίσκαλμον λέγει ναῦν τὴν ἐφʼ ἑκάστῃ καθέδρᾳ τρεῖς κώπας ἔχουσαν· σκαλμὸν γὰρ καλοῦσι τὸ ὀξὺ ξύλον ἐν ᾧ τὴν κώπην τροποῦσιν οἱ ναῦται· τὴν αὐτὴν δὲ καὶ τριήρη καλοῦσιν ὡς ἐφʼ ἑκάστῃ καθέδρᾳ τρεῖς διὰ ταχυτῆτα κεκτημένην ἐρέτας, τουτέστι ναύτας ἐρέσσοντας· τὴν τρίτην δὲ ταύτην κώπην ναῦται κοινῇ γλώττῃ τριτζέριον ὀνομάζουσιν. [5] *[crux: οἴ οἴ οἴ ο ἴ: ἡ ἐπῳδὸς αὕτη ἡ ἐν ἐκθέσει τοῦ δράματος κώλων ἐστὶ ιδʹ· τὸ αʹ ἰαμβικὸν μονόμετρον· τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον· τὸ γʹ ἰαμβικὸν μονόμετρον· τὸ δʹ τροχαικὸν ἑφθημιμερὲς Εὐριπίδειον· τὸ εʹ ἰαμβικὸν ἑφθημιμερές· τὸ ϛʹ καὶ ζʹ ὅμοια· τὸ ηʹ ὅμοιον τῷ γʹ· τὸ θʹ ὅμοιον τῷ δʹ· τὸ ιʹ ὅμοιον τῷ γʹ· τὸ ιαʹ τροχαικὸν μονόμετρον· τὸ ιβʹ ὅμοιον τῷ γʹ· τὸ ιγʹ τροχαικὸν πενθημιμερὲς ἐκ χορείων· τὸ ιδʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος· ταῦτα γάρ εἰσι τοῦ τέλους τῶν ἐπῳδῶν σημεῖα, ὡς εἴρηται.]*
1a
χορὸς γερόντων. στροφὴ κώλων ξεʹ. τάδε] * ἤγουν ἡμεῖς.
1c
τῶν οἰχομένων] * τῶν πορευθέντων. Ἑλλάδʼ] ἤγουν τὴν Ἑλληνικήν.
2b
αἶαν] γῆν. πιστὰ] ἤγουν ἡμεῖς ἐσμὲν οἱ πιστοὶ τῶν Περσῶν. *[crux: ἤγουν]*
3a
ἀφνεῶν] * ὀλβίων. πολυχρύσων] πλουσίων.
4a
ἑδράνων] * κατοικήσεων. πρεσβείαν] * ἐντιμότητα.
4c
κατασκευή. τὸ ‘ ἄναξ ‘ καὶ ‘ βασιλεύσ ‘ ἐκ παραλλήλου. *[crux: τὸ]*
ὁ τοῦ Δαρείου υἱός. εἵλετο] προύκρινεν. *[crux: προύκρινεν]*
7b
ἐφορεύειν] ἐξιστατεῖν. βάσις.
8b
ἀμφὶ] περὶ. νόστῳ] * τῇ ὑποστροφῇ.
8d
τῷ βας.] τῷ τοῦ βασιλέως. πολυχρύσου] τῆς πλουσιωτάτης.
9b
ἤδη] * ἤγουν νῦν. κακόμαντις] κακὰ μαντευόμενος, φανταζόμενος. *[crux: κακὰ]*
10b
ἄγαν] λίαν. ὀρσοπολεῖται] * κινεῖται.
θυμὸς] ἡ ψυχή μου. κατασκευή.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top