1.1
Ἡ σκέψις προτείνεται καὶ οὕτως, εἰ ἔστιν ἴδια πάθη θηλειῶν, παρʼ ὅσον ἐστὶν εἶδος μὲν ἡ γυνή, γένος δὲ τὸ θῆλυ. τὸ δὲ ʼἴδιονʼ λέγεται μὲν πολλαχῶς, πρὸς δὲ τὰ παρόντα διχῶς· τό τε μὴ ἑτέρου (καθʼ ὃ σημαινόμενον ἐσθῆτά τις ἰδίαν εἶναί φησιν ὡς ἰδιόκτητον) καὶ τὸ μὴ ἀλλότριον (καθʼ ὃ σημαινόμενον ἑκάτερος τῶν ἀδιαιρέτων ἀδελφῶν ἴδιον λέγει τὸ χωρίον ἢ τὸ ἀνδράποδον καίτοι καὶ τοῦ ἑτέρου πάντως ὑπάρχοντα). περὶ τοῦ προτέρου δὲ τῶν σημαινομένων ἔστιν ἡ σκέψις.
1.2
ʼπάθοσʼ δὲ λέγεται τὸ μὲν κατὰ φύσιν (οἷον τὸ συλλαμβάνειν καὶ ἀποτίκτειν καὶ γάλα ποιεῖν), τὸ δὲ παρὰ φύσιν (οἷον πυρέττειν) καὶ τοῦ παρὰ φύσιν τὸ μὲν ὡς καθόλου καὶ γενικόν (οἷον τὸ στεγνόν), τὸ δὲ μερικὸν καὶ ὑποβεβηκός (οἷον τὸ φρενιτικὸν ἢ ληθαργικόν). ἐνέστηκεν δὲ μάλιστα ὁ λόγος 〈περὶ〉 τοῦ παρὰ φύσιν καθʼ ὅλου τε καὶ κατὰ μέρος. ἡ δὲ ζήτησις εὔχρηστος ἕνεκα τοῦ μαθεῖν, εἰ καὶ ἰδίας τινὸς θεραπείας χρῄζουσιν αἱ γυναῖκες.
2.1
καὶ γεγένηται δὲ διαφωνία· τινὲς μὲν γὰρ ὑπολαμβάνουσιν ἴδια πάθη γίγνεσθαι γυναικῶν, καθάπερ οἱ ἀπὸ τῆς ἐμπειρίας καὶ διοκλῆς ἐν τῷ πρώτῳ τῶν Γυναικείων καὶ τῶν Ἐρασιστρατείων Ἀθηνίων * καὶ Μιλτιάδη ς, τῶν Ἀσκληπιαδείων δὲ Λού κιος ἐν τῷ τρίτῳ τῶν Χρονίων καὶ Δημήτριος ὁ Ἀπαμεύ ς, τινὲς δὲ μὴ γίνεσθαι, καθάπερ κατὰ τοὺς πλείστους Ἐρασίστρατος καὶ Ἡρόφιλο ς, ὡς παρασεσημείωται, καὶ Ἀπολλώνιος ὁ Μῦς ἐν τῷ πρώτῳ καὶ τρίτῳ 〈τῶν Περὶ〉 τῆς αἱρέσεως καὶ Ἀσκληπιάδης κατὰ τοὺς πλείστους καὶ ὁ Φιλαλήθης Ἀλέξανδρος Θεμίσων τε καὶ Θεσσαλὸς καὶ οἱ ἀπʼ αὐτῶν. εἰς μέντοι τὴν συνηγορίαν τοῦ ἴδια πάθη γίνεσθαι γυναικῶν τοιαῦτά τινα φέρεται.
3.1
γυναικείους τινὰς λέγομεν ἰατρούς, ὅτι τὰ γυναικῶν θεραπεύουσι πάθη, καὶ μαίας ἐν ταῖς νόσοις ὁ βίος εἴωθεν παρακαλεῖν, ὅταν αἱ γυναῖκες ἴδιόν τι πάσχωσιν καὶ ὃ μὴ κοινόν ἐστιν πρὸς τοὺς ἄνδρας· φύσει τε τὸ θῆλυ τοῦ ἄρρενος διαφέρει μέχρι τοῦ καὶ Ἀριστοτέλην καὶ Ζήνωνα τὸν Ἐπικούρειον εἰπεῖν ἀτελὲς μὲν εἶναι τὸ θῆλυ, τέλειον δὲ εἶναι τὸ ἄρρεν· ὃ δὲ τῇ ὅλῃ φύσει διαφέρει, τοῦτο καὶ ἰδίαν ἐπεδέξατο πεῖσιν.
3.2
ἔτι γε μὴν ἡ μήτρα μέρος ἴδιον γυναικῶν, καὶ τὰ ἐνεργήματα τῆς μήτρας ἐπὶ μόνων τούτων ἐστίν, οἷον κάθαρσις, σύλληψις, ἀπότεξις * * * * * * * * * πάθη δὲ ἑπτὰ πρῶτα καὶ ἁπλᾶ· διόπερ οὐδὲν ἴδιον ὑποστήσεται πάθος γυναικῶν.
3.4
καὶ Ἡρόφιλος ἐν τῷ Μαιωτικῷ φησι τὴν ὑστέραν ἐκ τῶν αὐτῶν τοῖς ἄλλοις μέρεσι πεπλέχθαι καὶ ὑπὸ τῶν αὐτῶν δυνάμεων διοικεῖσθαι καὶ τὰς αὐτὰς παρακειμένας ἔχειν ὕλας καὶ ὑπὸ τῶν αὐτῶν αἰτιῶν νοσοποιεῖσθαι (καθάπερ πλήθους, πάχους, διαφορᾶς τῶν ὁμοίων)· οὐδὲν οὖν ἴδιον πάθος γυναικῶν πλὴν τοῦ κυῆσαι καὶ τοῦ τὸ κυηθὲν ἐκθρέψαι καὶ ἀποτεκεῖν καὶ τὸ γάλα πεπᾶναι καὶ τὰ ἐναντία τούτοις.
3.5
οἱ δὲ Ἀσκληπιάδειοι κατασκευάζοντες ὡς οὐδέν ἐστιν πάθος ἴδιον γυναικῶν φασιν, ὅτι τὸ θῆλυ τοῖς ἄρρεσιν ἐκ τῶν αὐτῶν συγκέκριται, στοιχείων ὥσπερ, τῶν ὄγκων καὶ ὑπὸ τῆς αὐτῆς αἰτίας νοσοποιεῖται (τοῦτʼ ἔστιν τῆς ἐνστάσεως, ταύτην γὰρ τῶν πλείστων παθῶν συνεκτικὴν εἶναί φασιν) καὶ δι〈ὰ τῶν〉 αὐτῶν θεραπεύεσθαι ποιουμένων τε καὶ προσφερομένων· οὐδὲν οὖν ἴδιον πάθος θηλειῶν, κοινὴ γὰρ αὐτῶν καὶ ἡ φυσιολογία καὶ ἡ αἰτιολογία καὶ ἡ θεραπεία. Θεμίσων δὲ καὶ Θεσσαλὸς † ἐπὶ παρὰ τὰς ἐν τοῖς ἄλλοις μέρεσιν τοῦ σώματος * * διὰ τοῦτό φασι μὴ εἶναι ἴδιον πάθος γυναικῶν.
4.1
καὶ τούτοις μὲν συναινοῦμεν, ἐξαμαρτάνειν δὲ 〈λέγομεν〉 τοὺς ἄλλους ταῖς ἀποδείξεσι. φαμὲν γὰρ οὔτε τι τριπλεκὲς εἶναι ἡμῶν τὸ σῶμα καὶ διοικεῖσθαι μὲν ταῖς ὕλαις, αἰτίαν δὲ προκαταρκτικὴν μὲν πληθώραν εἶναι τοῦ αἵματος, συνεκτικὴν δὲ τὴν μετέρασίν τε καὶ σφήνωσιν· πάθη δὲ ἑπτὰ κατὰ γένος 〈ὑπάρχειν〉 οὐκ ἀληθές, ὡς παρίσταμεν διὰ πολλῶν ἐν ἑτέροι ς.
4.2
εἶτα παρὰ τὴν ποιὰν τῶν πρώτων συμπλοκὴν ἐνδέχεται μέρος ἐπὶ θηλειῶν γεγονέναι τι διάφορον (καὶ γὰρ τὰ λοιπὰ μέρη διαφέροντα κατὰ πολὺ διὰ τῆς ποιᾶς συγκρίσεως τῶν ἀγγείων ὁ Ἐρασίστρατός φησι γεγονέναι)· κἂν μὴ διαφέρῃ τῶν ἄλλων, ἐνδέχεται πάσχειν αὐτὸ διαφόρως, ὅτι καὶ τὸ αὐτὸ μέρος ποτὲ μὲν στεγνοπαθεῖ, ποτὲ δὲ ῥευματίζεται.
4.3
τὰ δὲ ὅμοια καὶ πρὸς Ἡρόφιλον λεκτέον καὶ πρὸς Ἀσκληπιάδην καταψευδόμενον μὲν τῶν στοιχείων, καταψευδόμενον δὲ καὶ τῆς αἰτίας. εἶτα καὶ τὴν ἔνστασιν οὐ πάντων, ἀλλὰ τῶν πλείστων συνεκτικὴν εἶναί φησιν διὰ τὸ τὸν βούλιμον καὶ ὕδρωπα καὶ τὸν πρὸς τῇ ὑπεκλύσει πυρετὸν ὑπʼ ἄλλης αἰτίας συνέχεσθαι. δύναται τοίνυν ὅσον ἐφʼ ἑαυτῷ συστῆναί τι πάθος ἴδιον γυναικῶν οὐχ ὑπʼ ἐνστάσεως γινόμενον, ὡς ἐπὶ τῶν δυστοκιῶν. κατὰ ψιλὴν μὲν οὖν τὴν ἀπόφασιν πάντες οὗτοι καλῶς ἠνέχθησαν, κατὰ δὲ τὰς ἀποδείξεις ἐσφάλησαν.
5.1
ἡμεῖς μέντοι κατὰ φύσιν ἴδια πάθη λέγομεν γυναικῶν (οἷον τὸ συλλαμβάνειν καὶ ἀποτίκτειν καὶ γαλακτουργεῖν, εἰ ταῦτα βούλεταί τις τὰ ἔργα πάθη προσαγορεύειν), παρὰ φύσιν δὲ κατὰ γένος μὲν οὐδαμῶς, κατʼ εἶδος δὲ καὶ κατὰ μέρος.
5.2
ὅσον μὲν γὰρ ἐπὶ τοῖς ἀναβεβηκόσι, κοινῶς τοῖς ἄρρεσι νοσεῖ τὸ θῆλυ στεγνοπαθοῦν καὶ ῥευματιζόμενον ὀξέως ἢ χρονίως τάς τε αὐτὰς τῶν καιρῶν διαφορὰς ὑπομένον καὶ τὸ μέγεθος τῆς νόσου καὶ τὴν ἀτονίαν τῆς δυνάμεως καὶ τὰς ἐν τοῖς ἀλλοτρίοις, ἕλκεσί τε καὶ τραύμασι, διαφοράς· ὅσον δὲ ἐπὶ τοῖς κατὰ μέρος καὶ εἰδικὴν ἔχουσι τὴν παραλλαγήν, ἰδίοις κέχρηται πάθεσι, τοῦτʼ ἔστιν συμπτωμάτων χαρακτῆρσι δια φόροις. ὅθεν καὶ ὑπὸ τὴν αὐτὴν κατὰ γένος ἄγεται θεραπείαν, ὅπερ πλατύτερον διὰ τῶν ἑξῆς ῥηθησομένων ἔσται κατανοῆσαι. Περὶ ἐποχῆς ἐμμήνων καὶ στραγγῆς καὶ μετὰ πόνου καθάρσεω ς .
6.1
Τῶν ὑπαγομένων διαίτῃ παθῶν περὶ πρώτης διαλαμβάνομεν ἐποχῆς ἐμμήνων, ἐπεὶ καὶ πρῶτον ἔργον ὑστέρας ἡ κάθαρσις. διαφέρει δὲ τῆς ἐποχῆς ἡ μετὰ πόνου καὶ στραγγὴ κάθαρσις (ὡς καὶ τῆς ἰσχουρίας ἡ στραγγουρία καὶ δυσουρία)· παντελὴς μὲν οὖν κώλυσίς ἐστιν τοῦ διὰ μήτρας φερομένου κατὰ φύσιν αἵματος ἡ ἐποχή, παραποδισμὸς δὲ τῆς ἀποκρίσεως ἡ στραγγὴ κάθαρσις.
6.2
ἕτερον δέ ἐστι καὶ τὸ μὴ καθαίρεσθαι τοῦ ἐπέχεσθαι τὸ ἔμμηνον. τῇ μὲν γὰρ ἐποχῇ καὶ τὸ μὴ παρεῖναι τὴν κάθαρσιν συμβέβηκεν, τῷ δὲ μὴ καθαίρεσθαι οὐ πάντως καὶ τὸ ἐπέχεσθαι τὸ ἔμμηνον, οἷον ἐπὶ προηλίκων καὶ πρεσβυτίδων καὶ ἄλλων τινῶν ἐμφερῶν· ἄτοπον γὰρ ἐπὶ τούτων ἐποχὴν λέγειν ἐμμήνων, ἐφʼ ὧν οὐδὲ παράκειται τὸ καθαρθησόμενον. ἐντεῦθεν ἐπαναβεβηκὸς μὲν τὸ μὴ καθαίρεσθαι καὶ κοινὸν τοῦ παρὰ φύσιν καὶ 〈τοῦ〉 κατὰ φύσιν, ὑποβεβηκὸς δὲ καὶ πάντοτε παρὰ φύσιν τὸ ἐπέχεσθαι τὸ ἔμμηνον. τῶν οὖν μὴ καθαιρομένων αἱ μὲν μηδὲν ἔχουσαι πάθος οὐ καθαίρονται φυσικῶς, ἢ διὰ τὴν ἡλικίαν (καθάπερ αἱ λίαν νέαι καὶ πάλιν πρεσβύτιδες) ἢ αἱ συνειληφυῖαι καὶ ἀνδρώδεις καὶ στεῖραι φωνασκοί τε καὶ γυμναστικαί, [καὶ] μηδενὸς ἐπʼ αὐτῶν εἰς κάθαρσιν περισσεύοντος, ἐξαναλισκομένου 〈δὲ〉 ὑπὸ τῶν γυμνασίων ἢ μεταβάλλοντος εἰς σάρκας· αἱ δὲ διὰ νόσον τῆς μήτρας ἢ τοῦ ἄλλου σώματος ἢ ἑκατέρων, ὑστέρας μέντοι 〈τοῦ〉 ἀτρήτου λεγομένου συμπτώματος ὑποστάντος ἢ περιτυλώσεως ἢ σκίρου ἢ φλεγμονῆς ἢ οὐλῆς ἐφʼ ἑλκώσει γενομένης ἢ μύσεως περὶ τὸ στόμιον (διά τε ἄλλα καὶ μακρὰν χηρείαν) ἢ παρεγκλίσεως, τοῦ τε ἄλλου σώματος οἷον ἀτροφίας περὶ αὐτὸ γινομένης καὶ πολλῆς ἰσχνώσεως καὶ συντήξεως ἢ πιμελώδους σαρκὸς παρεγχύσεως ἢ καχεξίας ἢ πυρετῶν καὶ μακρᾶς ἀρρωστίας ἢ διʼ αἱμορροΐδων ἢ διʼ ἐμέτων ἢ τῆς διὰ ῥινῶν αἱμορραγίας [ἢ] τῆς ὕλης εἰς ταῦτα τὰ μέρη μεταλαμβανομένης.
8.1
σημειωτέον τοίνυν τὴν ἡλικίαν τῇ ἐντεύξει, γνωριζομένην τῇ ἀνακρίσει τοῦ πλήθους τῶν ἐτῶν, τὴν δὲ σύλληψιν ἐξ ὧν ἔμπροσθεν ὑπεδείξαμεν, τὰς δὲ ἀνδρώδεις συγκρίνομεν ἐκ τῆς ὄψεως, τὸ δὲ ἐπιτήδευμα καὶ τὸν βίον ἐκ τῆς ἀνακρίσεως· τὰς δὲ διὰ νόσον τῆς μήτρας τῇ τοῦ ἄλλου σώματος ὑγείᾳ, τὰς δὲ διὰ πάθος περὶ τοὺς γυναικείους τόπους ἢ τὸν ἄλλον ὄγκον ὑποπῖπτον τῷ πρότερον πεφηνυῖαν τὴν κάθαρσιν μηκέτι παρεῖναι τῆς γυναικὸς ἔτι ἀκμαζούσης, καὶ βάρος ὀσφύος ἢ διάτασιν ἢ πόνον ἐφηβαίου τε καὶ βουβώνων παρακολουθεῖν, ἢ ἀνατροπὴν στομάχου καὶ ὑπτίωσιν ἦχόν τε τῶν ὤτων καὶ παραποδισμὸν τῆς ὁράσεως ἢ κεφαλῆς βάρος ἢ πόνον ἢ πύρωσιν προσώπου καὶ κύρτωσιν ἀγγείων τῶν περὶ τὸ ἰνίον καὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν ἀλγεῖν.
8.3
συνδραμόντος δέ ποτε τοῦ μὴ καθαίρεσθαι διά τινα τῶν κατὰ φύσιν προφάσεων (οἷον εἰ τύχοι σύλληψιν παρεῖναι καὶ πάθος τῶν εἰωθότων ἐπέχειν τὸ ἔμμηνον) ἐπισυντιθέντες τὰς σημειώσεις καταλαμβάνομεν, ὅτι [ὃ] μὴ τῷ τοῦ πάθους λόγῳ γέγονεν ἡ ἐποχή. κἂν διαλάθῃ δέ, βλαβερὸν οὐδέν, ἐπεὶ μηδὲν ἐξαιρέτως πρὸς τὴν ἐποχὴν τῶν ἐμμήνων πράττομεν, ἐξ εὐθείας δὲ πᾶσαν τὴν ὑποκειμένην νόσον ἀνασκευάζομεν, εἴτε ἐπέχει τὸ ἔμμηνον εἴτε καὶ μή. τὰς μὲν οὖν δίχα πάθους μὴ καθαιρομένας διʼ ἡλικίαν [οὐ] φυσικῶς οὐ δεῖ θεραπεύειν.
9.1
οὐδὲν γὰρ ἐνοχλοῦνται, καὶ ἄλλως μεταθεῖναι φύσιν ἢ ἀδύνατον ἢ οὐ ῥᾴδιον, ἔσθʼ ὅπου δὲ καὶ ἐπισφαλές. εἰ γὰρ ἐναντίωται τῷ κατὰ φύσιν τὸ παρὰ φύσιν, ἀνάγκη τὸ κατὰ φύσιν μεταλαμβανόμενον εἰς τὸ ἐναντίον γενέσθαι παρὰ φύσιν.
9.2
τὰς δὲ διὰ γυμναστικὴν ἀγωγὴν ἢ ἀναφωνήσεις εὐτόνους μὴ καθαιρομένας οὐδὲ αὐτὰς δεῖ θεραπεύειν ἅτε μηδὲν πάθος ἐχούσας. εἰ δʼ ἕνεκα τοῦ μὴ συλλαμβάνειν ἐπιζητοῖεν τὴν κάθαρσιν, τρυφερώτερον αὐτὰς ἀκτέον κατʼ ἐπίστασιν τοῦ ἐμπράκτου τῆς διαίτης, ἵνʼ ἀκμὴν θηλύτερα τὰ σώματα γένηται.
9.3
τὰς δὲ διά τι πάθος μὴ καθαιρομένας ἀκολούθως τῷ πεποιηκότι πάθει τὴν ἐποχὴν τῶν ἐμμήνων θεραπευτέον, περικόπτοντα μὲν τὸν ὑμένα ἢ τὴν σάρκα ἐπὶ τῶν ἀτρήτων, μαλάσσοντα δὲ καὶ μετασυγκρίνοντα τὴν περιτύλωσιν καὶ τὸν σκίρον, χαλῶντα δὲ παρηγορικῶς τὴν φλεγμονήν, λεπτύνοντα δὲ ὡς ἔστιν τὴν οὐλήν, ἀνιέντα δὲ τὰς μύσεις καὶ παρεγκλίσεις, ἀναλαμβάνοντα δὲ καὶ σαρκοῦντα τὰς ἰσχνὰς καὶ ἀτρόφους, μεταβάλλοντα δὲ τὰς καχεξίας καὶ τὴν πιμελὴν καθαιροῦντα, καὶ λούοντα μὲν τὰς πυρεσσούσας, ἀνασκευάσαντα δὲ πᾶν ἀρρώστημα ἢ νέον ἢ χρόνιον, καὶ τὰς μὲν αἱμορροΐδας αἴροντα, ἀναστέλλοντα δὲ τὸν ἔμετον καὶ τὴν ἀπὸ ῥινῶν αἱμορραγίαν.
9.4
ὧν ἑνὸς ἑκάστου τὴν ἰδικὴν ἐπιμέλειαν ἐκ μέρους μὲν ἐν τοῖς ἄλλοις θεραπευτικοῖς εἰρήκαμεν, ἀπὸ μέρους δὲ ἐνταῦθα παραδώσομεν. ἁρμόσει μέντοι, κἂν διὰ τὴν περὶ τῷ ἄλλῳ σώματι νόσον ἐπέχηται τὸ ἔμμηνον, καὶ τοπικῶς τῆς μήτρας ἐπιμελεῖσθαι διὰ τρίψεως καὶ τῶν στερεοποιεῖν δυναμένων, καθὼς μικρὸν ὕστερον ἐροῦμεν. ἐπεὶ δὲ κοινῶς στεγνώσεως περὶ τὴν ὑστέραν γενομένης ποτὲ μὲν παντελῶς ἐπέχεται τὸ ἔμμηνον, ποτὲ δὲ στραγγῶς φέρεται καὶ μετὰ πόνων, ὁπότε στρόφοι συνεδρεύουσιν καὶ ὀδύναι βουβώνων, ὀσφύος, ἐφηβαίου, ποτὲ δὲ κεφαλῆς τε καὶ τραχήλου τενόντων τε ὀμμάτων καὶ ἰσχίων καὶ μηρῶν, καὶ μαστῶν διογκώσεις ἀνορεξίαι τε καὶ πυρώσεις καὶ ἀναξηρασμὸς τῶν γυναικείων τόπων (ἅπερ κατὰ τὴν προθεσμίαν γίνεσθαι τῆς καθάρσεως τῶν οὕτως διακειμένων συμβαίνει), ἐκθησόμεθα τὴν ἐπιμέλειαν.
10.2
ὅταν οὖν ἀρχήν τινα οἱ πόνοι λαμβάνωσιν ἢ παντελῶς ἐπισχεθῇ τὸ ἔμμηνον, κατακλιτέον ἐν οἰκήματι συμμέτρως ἀλεεινῷ τε καὶ φωτεινῷ καὶ φυλακτέον ἐφʼ ἡσυχίας, ἐγρηγόρσεως δέ, καὶ πάντων ἀποχῆς καὶ κούφης διακρατήσεως τῶν ἄκρων καὶ τῶν ἐν περιωδυνίᾳ μερῶν. οὐ μόνον γὰρ ὑπὸ τῆς ἐμφύτου θερμασίας ἀναχαλᾶται τῶν ἐσφιγμένων ἕκαστον, ἀλλὰ καὶ τῇ τῆς ἐπερείσεως ἀντιβάσει κουφίζεται τὸ σφυγματῶδες τοῦ ἀλγήματος.
10.3
εἰ δὲ μὴ ἐνδιδῴη, καὶ θερμάσματά τινα παραλημπτέον, ἤτοι ῥάκη θερμὰ ἢ ὠμόλινα καὶ ἔρια καὶ πυριατῆρας θερμοῦ ὕδατος πεπληρωμένους ἢ κύστεις θερμὸν ἔλαιον περιεχούσας ἢ ὠμὴν λύσιν ἐν μαρσίποις χλιαροῖς ἢ σπόγγον εἰς ζεστὸν ὕδωρ ἀποτεθλιμμένον καὶ ῥάκει περιειλημένον, ὥστε μὴ ψυγῆναι ἐκ τῆς νοτίδος τοὺς τόπους, παρηγορηθῆναι δὲ πειθηνίως διὰ τῆς τῶν ἀτμῶν ἐπιφορᾶς.
10.4
μετὰ δὲ ταῦτα μαλακὸν καὶ καθαρὸν ἔριον ἐλαίῳ γλυκεῖ καὶ θερμῷ διαβραχὲν καὶ ἀποθλιβὲν περιβλητέον ἐφηβαίῳ καὶ ἐπιγαστρίῳ σὺν ὀσφύι καὶ ἰσχίοις, ἵνα συνεχῶς θερμοτέρῳ προσεμβρεκτέον, καὶ διάκλυσμα καὶ ποτὸν ὕδωρ δοτέον θερμόν. κούφης δὲ οὔσης τῆς ἐπιτάσεως καὶ ὑπνοῦν ἐπιτρεπτέον. χρηστέον δὲ καὶ καταπλάσμασι τοῖς διὰ λινοσπέρμου ἢ ἄρτῳ φυρατῷ διʼ ὑδρομέλιτος θερμοῦ καὶ τοῖς ὑποδειχθησομένοις ἐγκαθίσμασι, καὶ τῆς πρώτης ἐνστάσης διατρίτου τῇ διὰ τοῦ ἀλείμματος ἀποθεραπείᾳ προσκλύσματί τε καὶ τροφῇ θερμῇ καὶ ἁπλῇ.
11.1
σφοδροτέρων δὲ τῶν περιωδυνιῶν οὐσῶν ἔμπροσθεν τῆς διατρίτου ἢ καὶ ἐν αὐτῇ φλεβοτομητέον ἀπʼ ἀγκῶνος τοῦ ἀντικειμένου τοῖς μᾶλλον 〈πονοῦσι τόποισ〉 πρὸς τὸ ἀσκυλτότερον ἀπὸ τῶν ἧττον πεπονθότων γενέσθαι τὴν ἀφαίρεσιν· πάντων δὲ ἐφίσης κακοπαθούντων ἀπὸ τοῦ εὐωνύμου πρὸς τὸ τὴν δεξιὰν χεῖρα ταῖς ὑπηρεσίαις ἀπαραποδίστως σῴζεσθαι.
11.2
τὴν δὲ ἀπὸ σφυροῦ φλεβοτομίαν παραιτητέον, ἕως ἂν τὰ ἐν τοῖς βραχίοσιν ἀγγεῖα φαίνηται καὶ μηδεμία φλεγμονὴ περὶ αὐτοῖς ᾖ πρόδηλος· ἥ τε γὰρ σπάσις τὴν ἀσθενοῦσαν σκύλλει καὶ ἰσχνότερα τὰ παρὰ τοῖς ἀστραγάλοις ἀγγεῖά ἐστιν.
11.3
μετὰ δὲ τὸ ἐκλυθῆναι τὴν ἀπὸ τῆς φλεβοτομίας ταραχὴν ἀποθεραπευτέον τὸ σῶμα καὶ ἐγκαθιστέον εἰς ὑδρέλαιον θερμὸν ἢ τήλεως ἢ λινοσπέρμου ἢ μολόχης ἡμέρου ἢ καὶ ἀγρίας ἀφέψημα. διαστήσαντα δὲ τὰ πτερυγώματα τῷ αὐτῷ ἐγχυματιστέον ἐλαίῳ καὶ ᾠῷ κατʼ ἰδίαν ἢ μετά τινος τῶν εἰρημένων ἀφεψημάτων εἰς γλοιοῦ πάχος ἀνακοπέντων· εἶτα καὶ τοῖς τόποις ἐρίου τι μαλθακοῦ παραθετέον βεβρεγμένου τοῖς αὐτοῖς ὑγροῖς, κἄπειτα τὸ πίλημα περιβλητέον.
11.4
καὶ τῆς ταραχῆς ὑπεκλυθείσης ὕδωρ δοτέον διάκλυσμα θερμὸν καὶ ποτόν, παρηγορίας τοῦ δίψους χάριν καὶ εἰς ἀταλαιπώρητον κατεργασίαν [ἢ] τῆς τροφῆς, μετὰ δὲ τὸ πόμα τροφὴν ἁπλῆν κούφην ὀλίγην ἔνθερμον ῥοφηματώδη (καθάπερ τὸν ἐξ ὕδατος χόνδρον ἢ τὸν διὰ μελικράτου μετρίως ἀποζεσθέντος ἢ τὸν ῥοφητὸν διὰ μέλιτος ἢ ἐλαίου καὶ ἀνήθου καὶ ὀλίγων ἁλῶν, ἢ ἄρτον ἐξ ὕδατος, εἰ δὲ μή, μετὰ ῥοφητῶν ᾠῶν)· ἀπὸ δὲ τῆς τροφῆς ὀλίγης γενομένης διαστάσεως ἐπιτρεπτέον ὑπνοῦν. ἐντεῦθεν δὲ μέχρι παρακμῆς λεπτῶς ἀκτέον καὶ παρὰ μίαν δοτέον τὴν τροφήν, εἰ [δὲ] μὴ κατησθένηκεν ἡ δύναμις τοῦ σώματος.
11.5
* * σικύαις χρηστέον, κούφαις μὲν τὸ πρῶτον καὶ οὐκ ἐν ἀνέσει μόνον, ἀλλὰ καὶ ἐν ἐπιθέσει πρὸς παρηγορίαν ἀλγήματος πρᾴως ἐπιτιθεμέναις ἄνευ τοῦ πολλὴν ἐπιφέρειν συνολκήν (τὸ σφοδρότερον γὰρ τοῦ ἐπισπασμοῦ παρεκλύειν ἔστιν παρά τι μέρος τοῦ χείλους τῆς σικύας ἰσχνῆς παρεντιθεμένης σπαθομήλης)· ὕστερον δὲ καὶ μετʼ ἀμυχῶν ἐπιπολαίων, ἐν ἀκμῇ μὲν τοῦ πάθους, ἐν ἀνέσει δὲ τῆς ἐπιτάσεως, κατʼ ἐφηβαίου καὶ ὑποχονδρίου· μενούσης δὲ τῆς κατασκευῆς καὶ βδέλλαις προϋποβληθέντος αὐταῖς ὀθονίου πρὸς τὸ μὴ ψύχειν.
11.6
δραστικώτερον δὲ ἀφαιμάσσουσιν αὗται διὰ σικύας τῶν τόπων προεξογκωθέν των διὰ τῶν ἐμβαλλομένων τιλτῶν ἐλλυχνίων, ἵνα μὴ διὰ τῶν ἄλλων λιπαινομένων τῶν μερῶν κωλυθῇ τὰ ζῷα ἅψασθαι τῶν ἡλκωμένων.
11.7
μετὰ δὲ τὴν ἀπόπτωσιν αὐτῶν εἰ μὲν ὀλίγον εἴη τὸ ἀποσπασθὲν αἷμα, σικύας ἐπιβλητέον οἷς ἐνδέχεται τόποις, εἰ δὲ μή, τιλματίοις σκεπαστέον τὰ δήγματα καὶ κατʼ αὐτῶν ἐλαιοβραχὲς ὀθόνιον [καὶ] ἐφαπλωτέον, εἶτα ἔριον.
11.8
ἐντεῦθεν δὲ τοῖς χαλαστικοῖς χρηστέον καταπλάσμασιν, οἷον ἄρτῳ μετὰ πιμελῆς προσφάτου φυραθέντι ὑείας τεθερμασμένης ἢ μετὰ τῶν ῥιζῶν τῆς ἀγρίας μολόχης ἑψημένων καὶ καλῶς λεανθεισῶν, ἢ λινοσπέρμῳ μετὰ γύρεως ἢ τήλεως, ἢ τοῖς τρισὶν ὑφʼ ἓν ἑψημένοις μετὰ ἐλαίου καὶ μέλιτος καὶ τοῦ ἀφεψήματος τῆς μολόχης ἢ τήλεως. ἀλλακτέον δὲ τὰ πρῶτα συνεχῶς, διὰ γὰρ τῆς ἐπιμονῆς καὶ ψύχεται καὶ ἀποξύνεται διὰ τὴν ἐκ τῆς φλεγμονῆς πύρωσιν.
11.9
ἐμπεπλάσθω δὲ μήτε ἐπὶ λεπτὸν ἄγαν, καὶ γὰρ ψύχεται συντόμως καὶ ξηραίνεται ῥᾳδίως, μήτε ἐπὶ πάχος, βαρεῖται γὰρ τὰ φλεγμαίνοντα. χρηστέον δὲ καὶ τῇ εἰς τὴν ἕδραν ἐνέσει τοῦ θερμοῦ ἐλαίου μέχρι κυάθων τεσσάρων καὶ πεσσοῖς ἀπεριέργοις. ἐξήμαρτον γὰρ οἱ παλαιοὶ τοὺς αἱμαγωγοὺς λεγομένους ἐντάσσοντες εἰς κατασπασμὸν αἵματος καὶ ποτήματα τὰ αὐτὰ παρέχειν δυνάμενα, οὐχ ὁρῶντες, ὅτι τὰ μὲν ποτήματα φθείρει καὶ ἀνατρέπει τὸν στόμαχον, τὰ δὲ πρόσθετα καταξύοντα τὴν ὑστέραν ἐσχαροῖ καὶ διὰ τοῦτο δυσλύτους καὶ βαθείας καὶ κακοήθεις ἑλκώσεις ἀποτελεῖ καὶ οὐλὴν ἐπὶ τὰς ἑλκώσεις γίνεσθαι πάσης σαρκὸς τῆς κατὰ φύσιν πυκνοτέραν οὖσαν, ὥστε τὴν ἔμμηνον κάθαρσιν ἐπέχειν.
12.1
τὸ δὲ ὅλον ἅπαντα τὰ τοιαῦτα ποτήματα καὶ πρόσθετα δριμέας ὄντα δυνάμεως ἐρεθίζει τὴν φλεγμονήν, οὕτω δὲ καὶ τοὺς πόνους διπλασιάζει καὶ τὸν τῆς καθάρσεως ἐπιτείνει παραποδισμόν.
12.2
ὡς γὰρ οὐδὲ φλεγμαινόντων τῶν ὀφθαλμῶν συμφέρει δριμέσι χρῆσθαι κολλυρίοις οὐδὲ δυσουρίας γινομένης ἢ τεινεσμοῦ τοῖς ἀμύσσειν δυναμένοις, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τῆς μήτρας φλεγμαινούσης ἐν ταῖς μετὰ περιωδυνίας καθάρσεσιν τὰ δριμέα δεῖ παραλαμβάνειν· τοιαῦτα γὰρ τὰ δοκοῦντα παρʼ αὐτοῖς αἱμαγωγά, καθάπερ ἐλατήριον, ἐλλέβορος μέλας, πύρεθρον, ὀποπάναξ, οἷς αἱ γυναῖκες καὶ πρὸς τὸ φθεῖραι πολλάκις ἐχρήσαντο. καθάπερ οὖν ἔφην, ἀποδοκιμαστέον πᾶν τὸ δριμὺ καὶ ἀμυκτικόν, παραληπτέον δὲ τὸ παρηγορικῶς ἀνιέναι δυνάμενον. κράτιστος δὲ πεσσὸς ἔριον ἐλαίῳ βραχὲν γλυκεῖ καὶ θερμῷ· καὶ τήλεως χυλοῦ ἢ λινοσπέρμου ἢ μολόχης μετὰ τοῦ ἐλαίου γλοιωδῶς ἀνακοπέντος μετά τινος τούτων συνεψηθὲν στέαρ πρόσφατον χήνειον ἢ ὀρνίθειον, ὥστε τὸ ἐφιστάμενον πιμελῶδες ἀποσῦραι καὶ εἰς ἔριον χρῖσαι· καὶ ᾠοῦ λέκιθος τούτοις συλλειοτριβηθεῖσα, ποτὲ δὲ καὶ διὰ μέλιτος ἀπέφθου συντακεῖσα· καὶ μελίλωτον ἐν γλυκεῖ καθεψηθέν· ἢ πατητοῦ φοίνικος ἡ ἔνδοθεν σὰρξ ὁμοίως ἑψηθεῖσα τῷ γλυκεῖ, περιῃρημένου τοῦ ἔξωθεν ὑμένος, παραστύφει γὰρ οὗτος.
13.2
χρηστέον δὲ καὶ πυρίᾳ τῇ διὰ σπόγγων ἀποθλιβομένων εἰς ὕδωρ θερμὸν ἢ ὑδρέλαιον ἢ ἀφέψημα τήλεως ἢ λινοσπέρμου ἢ μολόχης ἡμέρου ἢ ἀγρίας. συνεχῶς δὲ ἀλλασσέσθωσαν οἱ σπόγγοι προϋπορριφέντος ὀθονίου καὶ ἀφθόνως ἐλαίῳ θερμῷ περιχριομένων τῶν μερῶν εἰς τὸ ἀπεριψύκτους μεῖναι τοὺς τόπους. προκοπῆς δὲ γενομένης περὶ τὴν ἐπιμέλειαν καὶ τὴν διὰ κλινιδίου κρεμαστοῦ δοκιμαστέον κίνησιν.
14.1
παρακμαζούσης δὲ τῆς διαθέσεως εὐθέως μὲν ἡ κάθαρσις ἐπιφαίνεται, μετὰ δὲ τὴν ἀπόληξιν αὐτῆς τοῖς ἀναλημπτικοῖς χρηστέον, λουτρῷ, ποικίλῃ τροφῇ, οἴνῳ καὶ αἰώρᾳ, περιπάτοις, γυμνασίοις, τρίψεσιν τοῦ τε ὅλου σώματος καὶ τῶν περὶ τὴν ὑστέραν.
14.2
ἐπεὶ μέντοι πρὸς τὴν τοπικὴν τῆς ὑστέρας τρίψιν αἱ διὰ ψιλῶν τῶν χειρῶν παραφοραὶ περίθλασιν φέρουσι, καθʼ ὃν καιρὸν εἰς εὐμεγέθη λεκάνην ἐγκαθίζει ἡ κάμνουσα λουομένη 〈ἢ〉 καταβαίνει εἰς τὴν ἔμβασιν, σπόγγους πλατεῖς καὶ μαλακοὺς τῷ ἤτρῳ περιτιθέναι καὶ ἰσχίοις καὶ ἠρέμα προσεντυπώσαντα ταῖς χερσὶν παράγειν τῇδε κἀκεῖσε 〈καὶ〉 κατʼ ὀλίγον παραύξειν τὸ τῆς τρίψεως πλῆθος. δοκιμαστέον δὲ καὶ κηρωτὰς διὰ σαμψυχίνου ἢ Σουσίνου ἤ τινος τῶν ἐμφερῶν οὐ μόνον ἐντιθεμένας ἀλλὰ καὶ διαχριομένας κατὰ τοῦ στομίου καὶ τοῦ τραχήλου τῆς ὑστέρας, ὁπότε δὴ καὶ τοὺς μαλακτικωτέρους πεσσοὺς παραλημπτέον, ἐξ ὧν ἐστιν ὁ διὰ κηροῦ καὶ ῥητίνης τερεβινθίνης καὶ ταυρείου στέατος καὶ γλυκέος ἐλαίου ἢ κυπρίνου τοσούτου κατὰ τὸ πλῆθος, ὥστε τὰ λοιπὰ βληθέντα γλοιώδη γενέσθαι, καὶ ὁ διὰ χυλῶν πεσσὸς σκευαζόμενος καὶ πᾶς ὁ διὰ μυελῶν καὶ στεάτων καὶ σπερμάτων ἀνετικῶν· ἐν δὲ τούτοις ἐστὶ καὶ τὸ διὰ σαμψύχου λεγόμενον ἄκοπον.
14.3
μεγαλωφελὴς δὲ καὶ ἡ εἰς ἔλαιον ἔμβασις. χρονίσαντος δὲ τοῦ πάθους κατὰ μὲν τὰς ἐπιθέσεις τὴν αὐτὴν παραληπτέον ἐπιμέλειαν, ἐν δὲ τοῖς διαλείμμασιν πρῶτον μὲν τὴν ἀναληπτικήν, ἧς τὴν ὕλην εἰρήκαμεν, συμπαραληφθέντος τινὸς εἰς τὴν ὑπηρεσίαν καὶ τῶν ἐμπείρων ἀλειπτῶν, δευτέραν δὲ τὴν μετασυγκριτικήν.
15.2
ἐν ᾗ δεῖ πρὸ μιᾶς ἡμέρας συστέλλειν, εἰ δὲ μὴ ἀντέχοι τις, ἐπʼ ὀλιγοσιτίας καὶ ὑδροποσίας τηρεῖν. εἶτα μερίσαι τὸν ἄρτον, ὅσου ῥᾳδίως πλείστου δύναται περιγενέσθαι, μερίσαι δὲ εἰς δύο μέρη, καὶ τὸ μὲν ἕτερον ἥμισυ εἰς τρία μέρη διαιρεῖν ἴσα, τὸ δὲ ἕτερον τῇ ἑξῆς ἡμέρᾳ διδόναι μετὰ τὴν συστολὴν σὺν ταριχίοις καὶ τοῖς δριμέσιν προσεψήμασιν ἡμέραις δυσὶν ἢ τρισὶν ἢ τέσσαρσιν.
15.3
εἶτα ἀλλάσσειν εἰς τὴν μέσην ὕλην, οἷον λάχανα καὶ τοὺς τρυφερωτέρους ἰχθύας καὶ ἐγκεφάλους, εἶτʼ ἄλλαις ἴσαις 〈εἰσ〉 τὰ πτηνά, καὶ ταῖς ἰσαρίθμοις 〈εἰσ〉 ὕεια πρόσφατα, καθʼ ἑκάστην μετέλευσιν ἀπὸ ποιότητος εἰς ποιότητα προσλαμβάνοντα τῶν τριῶν τοῦ ἡμίσους ἄρτου μερῶν ἓν μέρος, καὶ τῇ πρώτῃ μὲν ἡμέρᾳ τῆς μετελεύσεως ὑφαιροῦντα τὸ οἰνάριον καὶ τὸ λουτρόν, τῇ δὲ ἑξῆς ἑκατέροις χρώμενον.
15.4
πλὴν δὲ ἐπὶ μόνης τῆς δριμυφαγίας συνδοκιμάζειν δεῖ καὶ τὰ τοπικὰ τῶν βοηθημάτων ἐν τῇ ἑξῆς ἡμέρᾳ τῆς ἀπὸ ποιότητος εἰς ποιότητα μεταβάσεως, ποτὲ μὲν σικύαις χρώμενον μετασυγκριτικαῖς, ποτὲ δὲ παροπτήσει, ποτὲ δὲ δρώπακι κατʼ ἐφηβαίου καὶ ὀσφύος νίτρου τε καὶ ἁλῶν καὶ τῶν ἀμυκτικῶν σμηγμάτων συμπάσμασι, ποτὲ δὲ πυρίᾳ καὶ ἐγκαθίσμασιν διὰ θαλάσσης καὶ τῷ διὰ σινάπιος φοινιγμῷ καὶ κατακρουνισμῷ. μὴ ἀνασκευαζομένου δὲ τοῦ πάθους οὐκέτι μόνον ἀπὸ συστολῆς, ἀλλὰ καὶ ἀπὸ τοῦ διὰ ῥαφανίδων ἀρκτέον ἐμέτου. χρηστέον δὲ καὶ μαλάγμασιν τοῖς ἀμύσσειν δυναμένοις, οἷον τῷ διὰ δαφνίδων 〈ἢ〉 τῷ διὰ σπερμάτων, καὶ πεσσοῖς ὁμοίας δυνάμεως ἐχομένοις, ὧν εὔκαιρος ἡ χρῆσις μετὰ τὴν ἀπόληξιν τῆς καθάρσεως· δεῖ γάρ, [τὸ] ὅτε σύνεγγύς ἐστιν ἡ προθεσμία τῆς καθάρσεως, τὰ δραστικὰ καὶ συγκινοῦντα παραιτεῖσθαι.
16.2
κατὰ μέρος δὲ ἐν τοῖς προσθέτοις ἐστὶ πήγανον λεῖον μετὰ μέλιτος ἢ κόνυζα ἡ λεπτόφυλλος καλουμένη ἢ σταφὶς χωρὶς τῶν γιγάρτων λεία μετὰ νίτρου ἢ ἁλῶν· τά τε διὰ κυμίνου, πεπέρεως, ἀψινθίου, ὑσσώπου, βουτύρου, ἐλαίου παλαιοῦ καὶ τῶν ὁμοίων ὡς κυάμου μέγεθος εἰς πεσσὸν ἐγχριστέον καὶ καταβαπτέον εἰς ἔλαιον γλυκὺ ἢ Σούσινον, ἵνα τὸ πολὺ τῆς δήξεως ἀπαμβλυνθῇ, καὶ παραθετέον τῷ στόματι τῆς ὑστέρας. τοῖς δὲ αὐτοῖς καὶ τοὺς βουβῶνας ἀλειπτέον καὶ τὸν δακτύλιον ἔνδοθεν διαχριστέον. ὃν τρόπον γὰρ περιγραφομένων ἔσθʼ ὅτε τῶν δυστραπέλων ὀφθαλμιῶν σκληρὰ γίνεται καὶ τραχέα τὰ βλέφαρα καὶ διὰ τοῦτο χρῄζει δριμέων καὶ μετασυγκριτικῶν κολλυρίων εἰς παντελῆ τοῦ πάθους ἀνασκευήν, οὕτω καὶ τὰ περὶ τὴν ὑστέραν ὑπεκλυομένης ποτὲ τῆς φλεγμονῆς σκληρὰ μείναντα 〈καὶ〉 τραχέα καὶ οἷον περίτυλα [καὶ] δέεταί τινος εἰς μετασύγκρισιν δήξεως.
16.4
μηδὲ οὕτως λυομένης 〈δὲ〉 τῆς διαθέσεως τῷ λευκῷ σπαρακτέον ἐλλεβόρῳ καὶ μετʼ αὐτὸ δοκιμαστέον ἀποδημίαν μακροτέραν καὶ αὐτοφυῶν ὑδάτων χρῆσιν καὶ τὸ σύνολον τῆς ψυχῆς διάχυσιν. οὕτω γὰρ ἐξ ἐπιμονῆς τε τῶν αὐτῶν καὶ προσθέσεως τῶν σφοδροτέρων λυομένου τοῦ πάθους ἡ κάθαρσις ἀπαραπόδιστος γίνεται. Περὶ φλεγμονῆς ὑστέρα ς .
17.1
Ἡ φλεγμονὴ κέκληται μὲν ἀπὸ τοῦ φλέγειν καὶ οὐχ ὡς ὁ Δημόκριτος εἴρηκεν ἀπὸ τοῦ αἴτιον εἶναι τὸ φλέγμα. προκατάρχει δὲ τῆς περὶ τὴν ὑστέραν φλεγμονῆς πολλὰ μὲν καὶ ἄλλα, συνεχέστερον δὲ ψύξις, ὡσαύτως κόπος, ἔκτρωσις φαύλη τε μαίωσις, ὧν οὐδὲν εἰς τὴν ἐξαλλαγὴν συντελεῖ τῆς ἐπιμελείας.
17.2
μήτρας δὲ φλεγμαινούσης τὰ μὲν κοινὰ παρέπεται σημεῖα, τὰ δὲ ἴδια καὶ δηλωτικὰ τοῦ πάσχοντος μέρους αὐτῆς. φλεγμαίνει γὰρ ποτὲ μὲν ὅλη, ποτὲ δὲ τὸ στόμιον αὐτῆς, ποτὲ δὲ ὁ τράχηλος, ποτὲ δὲ ὁ πυθμήν, ποτὲ δὲ τὸ κύτος ἤτοι ἄνωθεν ἢ κάτωθεν ἢ ἐκ πλαγίων, ποτὲ δέ τινα τούτων ἢ τὰ πλεῖστα μέρη. κοινὰ μὲν οὖν παρέπεται σημεῖα πυρετός, [ἐπιγίνεται] πόνος τε τοῦ πάσχοντος μέρους καὶ παλμός, ὄγκος τοῦ ἐπιγαστρίου καὶ 〈σκληρία〉, πύρωσις, ξηρότης, σύντασις ἰσχίων ἢ βάρος ὀσφύος, λαγόνων, ἤτρου, βουβώνων, μηρῶν, φρικώδης ἀντίληψις, διαδρομὴ νυγματώδης, νάρκα ποδῶν καὶ περίψυξις τῶν γονάτων, περιίδρωσις, σφυγμὸς μικρὸς καὶ πυκνότατος, συμπάθεια τοῦ στομάχου, λειποθυμία, ἔκλυσις· κατʼ ἐπίτασιν δὲ καὶ λυγμός, ἀλγήματα τραχήλου καὶ σιαγόνων καὶ βρέγματος καὶ ὀφθαλμῶν, μάλιστα κατὰ τὰς βάσεις, παραποδισμὸς οὔρων ἢ σκυβάλων ἢ καὶ ἀμφοτέρων.
17.4
χείρονος δὲ τῆς φλεγμονῆς οὔσης αὔξονται καὶ οἱ πυρετοὶ καὶ ἐπιγαστρίου ἐξόγκωσις καὶ παρακοπὴ παρακολουθεῖ καὶ συνέρεισις ὀδόντων 〈καὶ〉 σπασμός. καὶ ταῦτα μὲν κοινά, ἴδια δὲ μόνου μὲν τοῦ στομίου φλεγμαίνοντος ἐπίμυσις αὐτοῦ καὶ συναίσθησις ὀδυνώδης, ἐπινεύει δʼ ὡς πρὸς τὸν δακτύλιον, συντείνονται δὲ βουβῶνες ἰδίως καὶ τὰ περὶ τὸν κτένα.
18.2
μὴ ὅλου δὲ τοῦ στόματος ἀλλʼ ἐκ μέρους φλεγμαίνοντος τὰ μὲν αὐτὰ συντείνεται μερικῶς, ὀδυνώδης δὲ ὡς 〈πρὸσ〉 τὴν ἁφὴν ἐπανάστασις ὑποπίπτει καὶ παρέγκλισις εἰς τὰ ἐναντία τῷ διογκουμένῳ· τὸ δεξιὸν μὲν γὰρ φλεγμαῖνον μέρος πρὸς τὸ ἀριστερὸν ἐκκλίνει, τὸ δὲ ἀριστερὸν πρὸς τὸ δεξιόν, τὸ δὲ κάτω πρὸς τὸ ἄνω ῥέπει μᾶλλον, τὸ δὲ ἄνω πάντων πλέον ἀπονεύει πρὸς τὸν δακτύλιον. ζητητέον δέ, πότερον ὁ πόνος κατὰ τοῦ ἐπʼ εὐθὺ μέρους γίνεται τοῦ φλεγμαίνοντος ἢ καὶ τῶν ἀντικειμένων παρὰ τὴν σύννευσιν εἴληφεν.
19.1
καὶ τῶν μὲν προγενεστέρων τινὲς τὸν ἐναντίον φασὶν ἀλγεῖν βουβῶνα καὶ μηρόν, Δημήτριος δὲ ὁ Ἀπαμεὺς τὸν κατʼ εὐθύ· μὴ εἶναι γὰρ πιθανὸν τὰ μὲν πρὸς τῷ φλεγμαίνοντι μέρει μὴ πονεῖν, τὰ δὲ ἀπαθῆ τὰς ἀλγηδόνας ἔχειν (ὅπερ ὑπενόησάν τινες ἀποβλέψαντες εἰς τὸ παρῆχθαι τὸ φλεγμαῖνον εἰς τὰ ἐναντία μέρη κἀκείνων τῶν τόπων ψαύειν), πολλῷ γάρ ἐστιν εὐλογώτερον, ἐπεὶ πλείονα τάσιν ἐπιδέχεται τὰ κατʼ εὐθὺ τῷ φλεγμήναντι, διὰ τὸν ἐπὶ τὰ ἐναντία περισπασμὸν ἐκεῖνα καὶ τὰς ἐπαισθήσεις ἔχειν. καὶ ἡμεῖς δὲ τοῦτο συναινοῦμεν, εἰ καὶ τὸ ζητούμενον οὐδεμίαν ἐξαλλαγὴν ἐπιφέρει πρὸς τὴν χρῆσιν τῶν τοπικῶν βοηθημάτων. τοῦ τραχήλου δὲ φλεγμαίνοντος μείζονες μὲν αἱ συμπάθειαι, μετὰ δὲ τὸ στόμιον ἡ ὄγκωσις.
20.1
καὶ τοῦ μὲν δεξιοῦ μέρους φλεγμαίνοντος τὸ κατʼ εὐθὺ συμπάσχει σκέλος καὶ βουβὼν ἐπανίσταται, τοῦ ἀριστεροῦ δὲ τὸ ἐναντίον· τοῦ δὲ κάτωθεν, ὅπερ ἐπίκειται τῇ ἀρχῇ τοῦ ἀπευθυσμένου, σκυβάλων δυσοδία καὶ ἐποχὴ καὶ προθυμία τεινεσμώδης καὶ οὐκ εὐμαρὴς ἡ τοῦ κλύσματος παράθεσις, κἂν ἐνθῇ τις τὸν δάκτυλον εἰς τὴν ἕδραν, ὄγκος ὑποπίπτει δοκῶν εἶναι περὶ τὸ ἀπευθυσμένον· τοῦ δὲ ἄνωθεν δυσουρία 〈καὶ〉 πλείων κατʼ ἐφηβαίου καὶ κτενὸς ὁ πόνος. ὅλου δὲ τοῦ τραχήλου φλεγμαίνοντος πάντα παρέπεται τὰ προειρημένα, καὶ διὰ τὴν πλείονα διόγκωσιν εἰς τὸν γυναικεῖον προκύπτει κόλπον. τοῦ κύτους δὲ φλεγμαίνοντος κατὰ μὲν τὰ πλάγια μέρη πόνος 〈τῆσ〉 καταλλήλου λαγόνος γίνεται, σφοδρυνόμενος κατὰ τὴν εἰς τὰ ἐναντία ἐπιστροφήν· κατὰ δὲ τὰ ἔμπροσθεν καὶ ἄνωθεν ἡ μὲν ἀλγηδὼν κατὰ τοῦ ἐπιγαστρίου πλείων μετὰ διογκώσεως, δυσουρία δὲ ἢ ἰσχουρία, καὶ μετὰ τὸ οὐρῆσαι μᾶλλον ὑποπίπτει τῇ ἁφῇ τὸ οἴδημα.
21.2
κατὰ δὲ τὰ ὄπισθεν καὶ κάτωθεν τοῦ κύτους τῆς φλεγμονῆς ὑπαρχούσης περὶ τὴν ὀσφὺν ὁ μὲν πλείων πόνος, σφοδρυνόμενος εἰ ἐκκλίνοιτο πρηνὴς ἢ ἐπὶ πλευράν, κλύσμα δὲ οὐ παρατίθεται ῥᾳδίως, ἐπέχεται δὲ τὸ σκύβαλον καὶ οὐ διαχωροῦσι φῦσαι, καὶ πρὸς τὸν εἰς τὴν ἕδραν ἐντιθέμενον δάκτυλον ὄγκος 〈ὑποπίπτει δοκῶν μὲν εἶναι περὶ τὸ ἀπευθυσμένον, διαφέρων δὲ τῆσ〉 τοῦ ἀπευθυσμένου φλεγμονῆς τῷ μὴ εὐθὺς ἅμα τῷ ἐπερεῖσαι τὸν δάκτυλον ἄλγημα παρακολουθεῖν, ἐξ ἐπιμονῆς δὲ τοῦ θλίβοντος, καὶ τῷ τὸν ὄγκον ὑποχωρεῖν, ὥστε τὸ ἔντερον τὴν ἰδίαν χώραν ἀπολαβεῖν, καὶ τῷ μεταπίπτειν τὸν ὄγκον ἐν τοῖς ἐπὶ τὰ γόνατα μετασχηματισμοῖς, ὧν οὐδὲν γίνεται φλεγμαίνοντος ἀπευθυσμένου.
21.3
〈τοῦ πυθμένος δὲ φλεγμαίνοντος καὶ ὁ πόνοσ〉 καὶ ἡ διάτασις καὶ ἡ βαρύτης παρʼ ὀμφαλὸν κατʼ ὀσφύν· πολλάκις δὲ καὶ ῥυσὸν ὑποπίπτει τὸ στόμιον τῶν ὑπὲρ τὸν τράχηλον φλεγμαινόντων καὶ συνείλκυσται πρὸς τὸ ἐντός, ὥστε τινὰς ἀπαθῆ λέγειν τὴν ὑστέραν. ὅλης δὲ τῆς μήτρας φλεγμαινούσης πάντα συνεδρεύει καὶ συμπάθεια σφοδρὰ καὶ πλείων κατʼ ἐπιγαστρίου διόγκωσις.
22.1
ἣν διακρινοῦμεν τῆς γινομένης τοῦ ἐπιγαστρίου φλεγμονῆς τῷ μήτε προφαίνειν οὕτως ἔξω τὸν ὄγκον ἢ τὸ ἔρευθος μήτε πρὸς τοὺς σχηματισμοὺς ἡδρασμένον μένειν τὸν ὄγκον, ἀλλὰ μετακινεῖσθαι καὶ τὸ δέρμα πρὸς τὸν διὰ τῶν δακτύλων ἐπισπασμὸν ἐπακολουθεῖν, τοῦ ἐπιγαστρίου δὲ φλεγμαίνοντος τὰ ἐναντία γίνεσθαι τούτων καὶ τὰ ἔξωθεν ἀλγεῖν μᾶλλον ἐν τῷ μηδὲ τὴν οὔρησιν ἐμποδίζειν.
22.2
ὡσαύτως δὲ καὶ τὰς τοῦ περιτοναίου διακρίνομεν φλεγμονὰς καὶ τῷ μὴ κατὰ περιγραφὴν ἔχειν ὄγκον καὶ ἤτοι μηδʼ ὅλως τὰ οὖρα παρεμποδίζειν ἢ μὴ πρὸς λόγον τῆς διογκώσεως. κοινῶς γε μὴν φλεγμοναῖς ὑστέρας συμπάσχει κεφαλὴ καὶ τράχηλος, ἐπιγαστρίου δὲ καὶ περιτοναίου πρὸς ὀλίγον ἢ οὐδʼ ὅλως. καὶ τοιαύτη μὲν ἡ διάκρισις τῆς σημειώσεως· ἐπὶ τὴν θεραπείαν δὲ ἤδη τὸν λόγον τρέψομεν.
23.1
παραληπτέον τοίνυν ἅπερ ἔμπροσθεν ἐπὶ τῆς μετὰ πόνου γινομένης καθάρσεως εἰρήκαμεν, κατʼ ἀρχὰς κατακλίνοντες ἐν οἰκήματι φωτεινῷ καὶ συμμέτρως ἀλεεινῷ, ἡσυχίαν ἐμποιοῦντες καὶ πάντων ἀποχήν, ψηλαφίᾳ χρώμενοι καὶ διακρατήσει σκελῶν καὶ καρπῶν, θερμάσματα προσάγοντες καὶ ἐπιβρέχοντες καὶ σκέποντες ἐρίοις καθαροῖς, ἐγχυματίζοντες καὶ κενοῦντες διὰ κλυστῆρος ἀνετικοῦ τὴν κοιλίαν, ἤγουν διʼ ἐλαίου γλυκέος καὶ θερμοῦ καὶ τῶν ὁμοίων.
23.2
ποτὸν δὲ καὶ διάκλυσμα ὕδωρ θερμὸν δοτέον καὶ τροφὴν ῥοφηματώδη θερμήν * * μετὰ δὲ ταῦτα καταπλάσματα παρηγορικῶς ἀνιέντα καὶ σικύας καὶ κατασχασμόν, βδελλῶν προσβολὴν ἢ ἐγκάθισμα ἢ πυρίαν τὴν διὰ σπόγγων, ἔνεσιν ἐλαίου θερμοῦ διὰ κλυστῆρος, πεσσῶν ἀπεριέργων πρόσθεσιν * * καὶ μαλακτικωτέρους πεσσοὺς προστίθου λουτρόν τε καὶ ποικίλην τροφήν, ὕστερον δὲ οἶνον αὐστηρὸν καὶ λεπτὸν ὑδατώδη. πυρετῶν δὲ ἐπιγενομένων οὐκ ἐξαλλακτέον τὴν ἐπιμέλειαν, πειρατέον δὲ ὅπως τὰ μὲν ἐν παροξυσμοῖς πράς σηται, τὰ δʼ ἐν ἀνέσεσιν δρᾷ τὴν ἐξαλλαγὴν τῆς προηγησαμένης αἰτίας, οὐκ ἐξαλλασσομένης τῆς ἐπιμελείας.
24.2
διὸ καὶ Θεμίσων μεμπτὸς ἐπὶ μὲν τῆς χωρὶς πυρετῶν φλεγμονῆς χαλαστικὰ δοκιμάσας διὰ τοῦ τρίτου τῶν Χρονίω ν, ἐπὶ δὲ τῆς μετὰ πυρετῶν τὰ σταλτικά, στρύχνου καὶ περδικίου χυλόν, ἀπατηθεὶς διὰ τὴν συνεδρεύουσαν πύρωσιν τὰ ψυκτικὰ παραλαβεῖν, ὕστερον δὲ καὶ ὑδρορρόδινον, μὴ ἐπιστήσας, ὅτι διʼ ὧν ἐπιτείνεται τὰ φλεγμαίνοντα, διὰ τούτων ἡ πύρωσις αὔξεται. διὸ καὶ κατʼ ἐκεῖνον αὐτὸν διὰ τοιούτων δεῖ παρηγορεῖν τὰ συμπτώματα, διʼ ὧν οὐ παροξύνομεν τὴν διάθεσιν.
24.3
παραιτητέον δὲ καὶ ὅσα τῶν ἀρχαίων τινὲς πρόσθετα δριμέα παρέλαβον, ἔλαιον μετὰ πηγάνου καὶ οἰσυπηρῶν ἐρίων ἀποβρέγματος, βούτυρόν τε καὶ ἄρτον μετὰ ῥοδίνου καὶ σελινίνου καὶ ὀξελαίου· πᾶν γὰρ τὸ δριμὺ καὶ δηκτικὸν ἐρεθίζει [γὰρ] τὰς φλεγμονὰς εἰς ἐπίτασιν. Περὶ σατυριάσεω ς .
25.1
Σατυρίασις ἐπʼ ἀνδρῶν μὲν γίνεται μᾶλλον, καὶ διὰ τοῦτο ἐν τοῖς Ὀξέσι τὸν πολὺν περὶ αὐτῆς λόγον ἐφωδεύκαμεν, γίνεται δὲ καὶ ἐπὶ γυναικῶν.
25.2
παρέπεται δὲ αὐταῖς κνησμὸς ἐπιτεταμένος τῶν γυναικείων τόπων μετὰ πόνων, ὥστε τὰς χεῖρας συνεχῶς τοῖς μέρεσιν ἐπιφέρειν, καὶ διὰ τοῦτο ἀκάθεκτος αὐταῖς πρὸς συνουσίαν ὁρμὴ γίνεται καὶ παρατροπὴ τῆς διανοίας ἐπὶ ποσὸν διὰ τὴν πρὸς τὴν ὑστέραν τῶν μηνίγγων συμπάθειαν παραγκωνισαμένη πᾶσαν αἰδῶ * * Περὶ ὑστερικῆς πνιγό ς .
26.1
Ἡ ὑστερικὴ πνὶξ κέκληται μὲν συνθέτως ἀπὸ τοῦ πάσχοντος τόπου καὶ συμπτώματος ἑνός, λέγω δὲ τοῦ πνιγμοῦ, κατʼ ἔννοιαν δέ ἐστιν ἐποχὴ ἀναπνοῆς μετὰ ἀφωνίας καὶ κατοχῆς αἰσθήσεως διὰ ποιὰν περὶ τὴν ὑστέραν διάθεσιν.
26.2
προκατάρχει δὲ τοῦ πάθους ὡς ἐπὶ τὸ πλεῖστον ἐπάλληλος ἔκτρωσις, ὠμοτοκία, χηρεία μακρά, κράτησις ἐμμήνων καὶ συνήθους κυήσεως περιγραφή, πνευμάτωσις ὑστέρας.
26.3
παρέπεται δὲ ταῖς ἐν τῷ πάθει τυγχανούσαις παροξυσμοῦ γινομένου κατάπτωσις, ἀφωνία, βαρύπνοια, κατάληψις αἰσθήσεως, συνέρεισις ὀδόντων καὶ τρισμὸς σπασμώδης συνολκή τε τῶν ἄκρων (ποτὲ δὲ πάρεσις μόνον), ὑποχονδρίων μετεωρισμός, μήτρας ἀναφυγή, θώρακος διόγκωσις, τῶν καταπλεκόντων τὸ πρόσωπον ἀγγείων κύρτωσις, περίψυξις, περιίδρωσις, ἀσφυξία παντελὴς ἢ βραχὺς ἄγαν ὁ σφυγμός, καὶ συντόμως κατὰ τὸ πλεῖστον ἐξανίστασθαι τῆς καταπτώσεως καὶ ἀναφέρειν ὡς ἐπὶ τὸ πολὺ περὶ τῶν γεγονότων, ἀλγεῖν κεφαλήν τε καὶ τένοντας, ἐνιάκις δὲ καὶ παρακόπτειν. παράκειται δὲ τῷ ὑστερικῷ πάθει διὰ τὴν ἀφωνίαν καὶ τὴν κατάληψιν τῶν αἰσθήσεων τὸ ἐπιληπτικὸν καὶ ἀποπληκτικὸν καὶ καταληπτικὸν καὶ ληθαργικὸν καὶ τὸ ἀπὸ ἑλμίνθων ἄναυδον.
27.1
ὧν ἁπάντων ὑφʼ ἓν διακριθήσεται τῷ τὴν ὑστέραν ἐπὶ τούτων κατὰ φύσιν εὑρίσκεσθαι ἢ μὴ ἐπὶ πολὺ κεκακωμένην, ἐπὶ δὲ τοῦ ὑστερικοῦ σφοδρῶς φλεγμαίνουσαν καὶ ἀναδεδραμηκυῖαν· καὶ τῷ τὰς μὲν ὑστερικὰς ὡς ἐπὶ τὸ πλεῖστον τοῦ παροξυσμοῦ παυσαμένου περὶ ὧν ἔπαθον ἀναφέρειν, τὰς δὲ ἐν τοῖς ἄλλοις πάθεσι μηδαμῶς, καὶ τὰς μὲν ὑστερικὰς προηγουμένως ἐσχηκέναι μέμψιν ὑστέρας, τῶν ἄλλων δὲ τὰς μὲν ἐξ ἑλμίνθων ἀφώνους ἐντέρων καὶ κοιλίας, τὰς δὲ λοιπὰς κεφαλῆς πόνον ἔχειν· καὶ τῷ ταῖς μὲν ἐπιληπτικαῖς ἀφρὸν ἐπιφαίνεσθαι καὶ σφυγμῶν μέγεθος, ταῖς δὲ ὑστερικαῖς οὐκέτι· καὶ τῷ ταῖς μὲν ἀποπληκτικαῖς σφοδρὸν εἶναι τὸν σφυγμόν, ταῖς ὑστερικαῖς δὲ ἀμυδρὸν εἶναι· τῶν δὲ καταληπτικῶν τῷ τὴν μὲν κατάληψιν ἐν πυρετοῖς γίνεσθαι μετὰ τοῦ διατετάσθαι τὰ βλέφαρα καὶ συνηρεικέναι τοὺς ὀδόντας πρὸ τῆς ἀκμῆς τοῦ πυρετοῦ, κατὰ δὲ τὴν ἀκμὴν ἀνίεσθαι, τὴν δʼ ὑστερικὴν πνίγα καὶ ἄνευ πυρετοῦ καὶ μετὰ τοῦ ἐπιμεμυκέναι τὰ βλέφαρα.
27.4
τῶν δὲ ληθαργικῶν ἴδιον τὸ ἐν πυρετῷ καταφέρεσθαι καὶ μέγαν ἔχειν τὸν σφυγμόν, ἅπερ οὐκ ἔστιν ἐπὶ τῶν ὑστερικῶν, τῶν δὲ διʼ ἕλμινθας ἀφώνων τὸ ἐκβοᾶν ἐκ διαστημάτων καὶ ἀνώμαλον καὶ διαλείποντα τὸν σφυγμὸν ἔχειν. τοιαύτη μὲν οὖν καὶ ἡ πρὸς τὰ παρακείμενα πάθη τῶν ὑστερικῶν διάκρισις.
28.1
ἔστιν δὲ 〈τὸ πάθοσ〉 τῷ γένει στεγνὸν καὶ σφοδρὸν καὶ κατʼ ὀξύτητα γινόμενον καὶ κατὰ χρονιότητα. διὸ τούτοις ἀκόλουθον εἶναι δεῖ καὶ τὴν ἐπιμέλειαν.
28.2
τῆς μὲν οὖν ἐπιτάσεως γινομένης κατακλίνειν δεῖ τὴν κάμνουσαν ἐν οἰκήματι συμμέτρως ἀλεεινῷ καὶ φωτεινῷ καὶ ἀσκύλτως τὴν κατάπτωσιν ἀνακαλεῖν, κινοῦντα μὲν τὴν γένυν, χλιάσματα κατὰ τῶν μέσων πάντων ἐπιτιθέντα, πρᾴως ἐξαπλοῦντα πᾶν τὸ συνελκόμενον, διακρατοῦντα τῶν ἄκρων ἕκαστον καὶ διὰ ψιλῶν 〈τῶν〉 χειρῶν προσαφῆς θάλποντα πᾶν τὸ κατεψυγμένον, εἶτα διὰ σπόγγου θερμῷ ὕδατι βραχέντος περιμάσσοντα τὸ πρόσωπον, ἔχει γάρ τι ζώπυρον ὁ τοῦ προσώπου περισφογγισμός.
28.3
εἰ δὲ τὰ τῆς ἀφωνίας ἐπιμένοι, καὶ σικύαις κούφαις χρώμεθα κατὰ βουβώνων ἐφηβαίου τε καὶ τῶν παρακειμένων, εἶτα τρυφερῶν καὶ καθαρῶν ἐρίων ἐπιβολαῖς καὶ πολλῇ καὶ ἀδιακόπῳ μέχρι τινὸς τῇ διʼ ἐλαίου γλυκέος καταβροχῇ καὶ τῇ παντὸς ἄκρου διὰ τῶν ἐρίων περιειλήσει (διαπρεσβεύεται γὰρ τὸ ἀπὸ τῶν περάτων χάλασμα μέχρι τῶν μέσων), εἶτα θερμοῦ ὕδατος ἐπὶ διιστα μένῃ τῇ γένυι παρενστάξει, μετὰ δὲ ταῦτα καὶ μελικράτου, καὶ τῇ διὰ κρεμαστοῦ κλινιδίου κινήσει.
28.4
παυσαμένης δὲ τῆς ἐπιτάσεως εἰ μή τις ἀτονία κωλύοι ἢ μὴ πρὸ πολλοῦ εἴη δεδομένη τροφή, φλεβοτομίᾳ χρηστέον, εἶτα ἐγχυματισμῷ διʼ ἐλαίου γλυκέος καὶ θερμοῦ [ὕδατος] καὶ καταβροχῇ διακλύσματί τε καὶ ποτῷ ὕδατι θερμῷ καὶ ἀποχῇ τροφῆς ἕως διατρίτου· κἀν ταύτῃ τὸ μὲν πρῶτον ἀποθεραπείᾳ, τὸ δὲ μετὰ ταῦτα τροφῇ ῥοφηματώδει καὶ ἀπὸ ταύτης τῇ παρὰ μίαν δόσει μέχρι τοῦ βεβαίως παρακμάσαι τὴν περὶ τὴν μήτραν γενομένην ἀπειλήν.
28.5
〈καθʼ ἑκάστην δὲ ἡμέραν〉 καταπλάσμασιν τοῖς ἐπὶ τῶν μετὰ πόνου καθαιρομένων παραδοθεῖσι καὶ πυρίαις ταῖς διὰ σπόγγων καὶ τοῖς ἀνετικοῖς ἐγκαθίσμασιν, ὧν τῆς ὕλης ἐμνημονεύσαμεν, καὶ πεσσοῖς τοῖς διὰ στεάτων καὶ μυελῶν καὶ τήλεως καὶ μαλάχης Σουσίνου τε ἢ κυπρίνου ἐλαίου, καὶ τῇ διὰ κλυστῆρος ἐνέσει τοῦ ἐλαίου ἢ ὑδρελαίου, καὶ μᾶλλον εἰ σκύβαλον εἴη κατεσχημένον (θλίβει γὰρ τὸ περίσσωμα παρακειμένην τὴν μήτραν)· παρακμαζούσης δὲ τῆς διαθέσεως κηρωταῖς καὶ μαλακτικωτέροις πεσσοῖς, εἶτα τροφῇ ποικίλῃ κἄπειτα λουτρῷ καὶ ὕστερον οἴνῳ.
28.6
πολλάκις δὲ τῶν παροξυσμῶν γινομένων καὶ τῶν ἀνέσεων καὶ διὰ τοῦτο χρονίσαντος τοῦ πάθους κατὰ μὲν τοὺς παροξυσμοὺς ἁρμόσει τοῖς ὑποδεδειγμένοις χρῆσθαι, κατὰ δὲ τὸ διάλειμμα πρῶτον ἀναλαμβάνειν τὴν κάμνουσαν διὰ ποικίλης αἰώρας καὶ περιπάτου καὶ ἀναγνώσεως καὶ ἀναφωνήσεως καὶ ἀλειμμάτων καὶ γυμνασίων καὶ λουτρῶν καὶ ποικίλης τροφῆς, εἶτα μετασυγκρίνειν διὰ δριμυφαγίας, δρώπακος, σικυῶν, παροπτήσεως, τρίψεως μερικῆς εὐτόνου, συμπασμάτων, ἐγκαθισμάτων δριμέων, πεσσῶν ἀμυκτικῶν 〈καὶ〉 μαλαγμάτων, σιναπισμοῦ καὶ τῆς κατὰ κύκλον ἀγωγῆς· εἰ δὲ μὴ λύοιτο ἡ διάθεσις, καὶ τῷ [ἀπὸ] διʼ ἐλλεβόρου λευκοῦ σπαραγμῷ μετὰ τοὺς ἀπὸ ῥεφανίδων ἐμέτους ἀποδημίαις τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ αὐτοφυέσιν ὕδασιν, ὧν ἁπάντων τὴν ἐπιδέξιον χρῆσιν ἐν τοῖς Περὶ βοηθημάτων ὑπομνήμασιν ἐφωδεύκαμεν.
29.1
οἱ πλεῖστοι δὲ τῶν ἀρχαίων καὶ οἱ μικροῦ δεῖν πάντες ἑτερόδοξοι δυσώδεσιν ὀσφραντοῖς ἐχρῶντο (οἷον θριξὶ κεκαυμέναις καὶ ἐλλυχνίοις ἀπεσβεσμένοις ἐλαφείῳ τε κέρατι τεθυμιαμένῳ, ἐρίῳ κεκαυμένῳ, κναφάλλοις κεκαυμένοις [πίσσῃ ὑγρᾷ, κεδρίᾳ, σφονδυλίῳ, πευκεδάνῳ] δέρματί τε καὶ ῥάκεσι, καστορίῳ διαχρίοντες τὰς ῥῖνας καὶ τὰ ὦτα, πίσσῃ, κεδρίᾳ, ἀσφάλτῳ, κόρεσι τεθλασμέναις καὶ πᾶσιν ἤδη τοῖς βαρυόσμοις εἶναι νομιζομένοις) ὡς τῆς ὑστέρας ἀπὸ τῶν δυσωδῶν φευγούσης· ἔνθεν καὶ κάτωθεν ἐπεθυμίασαν τὰ εὐώδη καὶ πεσσοὺς παρέλαβον διὰ νάρδου στάχυος 〈καὶ〉 στύρακος πρὸς τὸ τὴν μήτραν ἃ μὲν φεύγουσαν, ἃ δὲ διώκουσαν ἐκ τῶν ὑπερκειμένων τόπων εἰς τοὺς ὑποκειμένους μεταστῆναι.
29.2
ἔξωθεν δὲ τούτων Ἱπποκράτης τὰς μὲν ἀφεψήματι κράμβης ἐπότισε, τὰς δὲ ὀνείῳ γάλακτι, καὶ ὡς εἰλεωδῶς στροφουμένης τῆς μήτρας αὐλίσκον ἐνθεὶς χαλκευτικῆς φύσης εἰς τὸν γυναι κεῖον κόλπον ἐφύσα διαστολὴν ἐπιτηδεύων. Διοκλῆς δὲ ἐν τῷ τρίτῳ τῶν Γυναικείων συνάγει μὲν τὰ πτερύγια τῆς ῥινός, ἀνοίγει δὲ τὸ στόμα καὶ πταρμικῷ χρῆται καὶ τῇ χειρὶ τὴν ὑστέραν εἰς τοὺς ὑποκειμένους ἀποθλίβει τόπους διὰ τῆς εἰς τὸ ὑποχόνδριον ἐπερείσεως καὶ τὰ σκέλη θερμῷ καταντλεῖ.
29.4
Μαντίας δὲ καστορίῳ καὶ ἀσφάλτῳ ποτίζει διʼ οἴνου, μελλούσης δὲ τῆς καταφορᾶς καταυλήσει χρῆται καὶ τυμπάνοις. Ξενοφῶν δὲ καὶ φῶς τὸ ἀπὸ λαμπτήρων εἰσφέρει καὶ ἤχους ἐπιτηδεύει πλείονας ἀκονῶν καὶ τύπτων χαλκώματα. Ἀσκληπιάδης δὲ πταρμικῷ χρῆται καὶ τὰ ὑποχόνδρια τελαμῶσι καὶ χορδαῖς διασφίγγει καὶ ἐμβοᾷ καὶ ταῖς ῥισὶν ὄξος ἐμφυσᾷ, κατὰ δὲ τὸ διάλειμμα συνουσίαν δοκιμάζει καὶ ὑδροποσίαν 〈καὶ διὰ τοῦ ψυχροῦ τῆς κεφαλῆς καταιόνησιν〉.
29.5
μεμφόμεθα δὲ πάντας εὐθέως πλήσσοντας τὰ φλεγμαίνοντα καὶ κάρους κατασκευάζοντας [τῆς] διὰ τῆς ἐκ τῶν δυσωδῶν ἀποφορᾶς. οὐ γὰρ ὡς θηρίον ἐκ φωλεῶν ἡ μήτρα προέρπει, τερπομένη μὲν τοῖς εὐώδεσι, φεύγουσα δὲ 〈τὰ〉 δυσώδη, διὰ δὲ τὴν ἐκ τῆς φλεγμονῆς σφίγξιν συνολκοῦται. χαλεπὸν δὲ καὶ τὸ φλεγμαίνοντα κατὰ συμπάθειαν τὸν στόμαχον ποτήμασιν κακοῦν φαρμακώδεσι καὶ δριμέσιν.
29.6
ἡ δὲ ὑπὸ τῆς χαλκευτικῆς φύσης ἔκθλιψις εἰς τὸ αἰδοῖον τῇ πνευματώσει προσδιατείνει τὴν ὑστέραν ἱκανῶς ἤδη τῷ λόγῳ τῆς φλεγμονῆς διατεταμένην. ἡ δὲ τῶν πταρμικῶν χρῆσις τῷ τιναγμῷ καὶ τῇ δριμύτητι τῶν φαρμάκων μετασυγκρίνει τὰ χρονίσαντα, διόπερ παροξύνει τῆς ἐν ἐπιτάσει τὴν διάθεσιν οὐ βίας δεομένης, ἀλλὰ πραϋσμοῦ.
29.8
πληκτικοὶ δὲ καὶ οἱ ψόφοι καὶ οἱ τῶν χαλκωμάτων ἦχοι καὶ τῶν διὰ τὴν φλεγμονὴν εὐπαθῶν ἐρε θιστικοί· πολλαὶ γοῦν καὶ τῶν ὑγιαινουσῶν ἀπὸ τοιούτων ψόφων ἐκεφαλάργησαν.
29.9
ἐπιβλαβὲς δὲ καὶ τὸ ἐμφυσηθὲν ὄξος· ὡς γὰρ τὰς ἔξωθεν φλεγμονάς, οὕτω καὶ τὰς ἔνδοθεν πᾶν τὸ στῦφον ἐπιτείνει. βλαβερὸν δὲ καὶ τὸ διὰ χορδῶν ἢ τελαμώνων περισφίγγειν φλεγμαίνουσαν ἔξωθεν τὴν ὑστέραν οὐδὲ κατάπλασμα φέρειν ἀβαρῶς δυναμένην διὰ τὴν ἐκ τῆς περιθλάσεως ἐπίτασιν.
29.10
τὸ δὲ ὑδροποτεῖν οὐκ ἀσύμφορον 〈μόνον〉, ἔσθʼ ὅπου δὲ καὶ βλαβερόν ἐστι, ῥώσεως δεομένης τῆς καμνούσης, οὐ μετασυγκρίσεως, 〈ἣ〉 γίνεται καὶ διὰ τῆς ἐπὶ τὸ κρᾶμα μετελεύσεως.
29.11
συνουσία δὲ παρασκευαστικὴ πᾶσιν ἀτονίας, διὰ τοῦτο οὐ συμφέρει μηδενὸς προσγινομένου βελτίονος κακοῦσα τὸν ὄγκον εἰς ἀτονίαν. ἡ μέντοι διὰ τοῦ ψυχροῦ τῆς [δὲ] κεφαλῆς καταιόνησις ἕνεκα τοῦ παύσασθαι τὴν ἀφωνίαν καταφανῶς ἐστιν ἄτεχνος· τῇ ψύξει γὰρ ἐπιπυκνουμένου τοῦ σώματος διὰ τὴν ἐπίτασιν τῆς φλεγμονῆς δυσανακλητοτέραν δεῖ γίνεσθαι τὴν καταφοράν. Περὶ διατάσεως ὑστέρα ς .
30.1
* * * Περὶ ἐμπνευματώσεως μήτρα ς .
31.1
Ἐμπνευματοῦσθαι πέφυκεν ὑστέρα μετὰ τοὺς τοκετοὺς ἐκ ψύξεως ἢ φθορᾶς ἢ δυστοκίας μύσαντος τοῦ στομίου ἢ θρόμβου παρασφηνωθέντος αὐτῷ τοῖς ἄλλοις ὁμοίως * * καὶ ποτὲ μὲν εἰς τὸν δεξιόν, ποτὲ δὲ εἰς τὸν ἀριστερὸν βουβῶνα τὴν ἔρεισιν ποιουμένης.
31.2
ἔτι δὲ καὶ ψόαι καὶ ἰσχία συναλγεῖ τισι, καὶ τὰ τῆς συμπαθείας τῆς πρὸς τὴν ὑστέραν σημεῖα ἐφορᾶται, οἷον τενόντων ἀλγήματα καὶ κεφαλῆς καὶ τὰ λοιπά, καὶ κατὰ τὴν τῶν δακτύλων θλίψιν εἶξις ἀντιμεταβατικὴ ποσῶς, ταχεῖα δὲ πάλιν ἐπιδιόγκωσις, καὶ πρὸς τὸν διὰ τῆς χειρὸς ῥαπισμὸν ἦχος τυμπανώδης, ποτὲ δὲ καὶ στρόφος καὶ διαδρομὴ νυγματώδης καὶ οἱονεὶ σφυγμός.
31.3
καὶ πρὸς τὰ θερμαίνοντα δὲ κουφισμός, εἶτα μετʼ ὀλίγον παροξυσμὸς [ὁ] ψόφος τε καὶ βορβορυγμὸς ὡς αἰσθητῶς ἔξω τοῦ πνεύματος διατρέχοντος· τὸ δὲ ἐνιέμενον ἐν τῇ συνουσίᾳ σπέρμα διαλύεται· τὰ δὲ τῆς συνοιδήσεως τισὶ μὲν ἀεὶ διαμένει, τισὶ δὲ διά τινος χρόνου γίνεται. καὶ νῦν δὲ τὴν ἐπιμέλειαν τῆς θεραπείας ὡς ἐπὶ στεγνῆς συντακτέον κατασκευῆς διʼ ἐγχυματισμῶν ἀνετικῶν καὶ καταπλασμάτων κούφων τε σικυῶν καὶ μετὰ κατασχασμοῦ καὶ παντὸς ἤδη τοῦ ὁμογενοῦς τούτοις βοηθήματος.
32.1
τροφὰς δὲ λαμβανέτωσαν μὴ δυσπέπτους τε καὶ δυσκαταπονήτους καὶ δριμέας καὶ πνευματωτικάς, ἀλλὰ τὰς ῥᾳδίως καταπονεῖσθαι δυναμένας. ἡ δὲ μαῖα προλελιπασμένον τὸν δάκτυλον καθεῖσα τὸν ἐγκείμενον θρόμβον, εἴπερ τύχοι παρα κείμενος, κομιζέσθω πρᾴως αὐτὸν ἐνδιαλύσασα τῇ προσαφῇ χάριν τοῦ ἄσκυλτον γενέσθαι τὴν ἔκκρισιν.
32.2
χρονιζούσης δὲ τῆς ἐμπνευματώσεως ἐν μὲν τοῖς παροξυσμοῖς τὰ ἀνετικώτερα προσάξομεν (ἐν γὰρ ταῖς ἐπιθέσεσι καὶ τοῖς παροξυσμοῖς τὰ ὅμοια δοκιμάζομεν)· διαλείμματος δὲ γενομένου τὰ σώματα τονοῦμεν διὰ συναλειμμάτων θερμοτέρων καὶ τρίψεως τῶν σκελῶν καὶ τῶν πασχόντων τόπων, τῆς τε τῶν ὅλων καὶ τοπικῆς, ποτὲ μὲν διὰ ψιλῶν τῶν χειρῶν, ποτὲ δὲ διʼ ὠμοτάτων λίνων ξηρῶν τροφάς τε δίδομεν ποικίλας, ἔσθʼ ὅτε δὲ καὶ δριμέας.
32.4
τὴν ὀσφὺν δὲ καὶ τὸ ἐπιγάστριον δρώπακι καταχρίομεν καὶ νίτρῳ συμπάσσομεν ἢ παροπτῶμεν, καὶ τῷ διὰ νάπυος καὶ ἰσχάδων φοινιγμῷ χρώμεθα, ἢ τὸ κρίθινον μετὰ σύκων ἑψημένων καὶ πηγάνου καὶ ὑσσώπου καὶ μέλιτος καταπλάττομεν. ἐπιρριπτοῦμεν δὲ καὶ τὸ διὰ νίτρου καὶ σύκων καὶ ἀψινθίου ἢ τὴν ὠμὴν λύσιν μετὰ σύκων ἡψημένων καὶ ὑσσώπου ἢ τὸ διὰ σπερμάτων μάλαγμα ἢ τὸ Πολυάρχιον ἢ τὸ διὰ δαφνίδων μετὰ κηρωτῆς τὸ πρῶτον, εἶτα κατʼ ἰδίαν.
32.5
ὅμοια δὲ τούτοις καὶ τὰ ἐγκαθίσματα παρασκευάζομεν καθέψοντες τῷ ὕδατι σταφυλῖνον καὶ δαῦκον Κρητικὸν καὶ γλήχωνα, μενούσης δὲ τῆς κατασκευῆς καὶ ἀρτεμισίαν καὶ ὕσσωπον καὶ πράσιον καὶ δάφνην ἢ τὸν καρπὸν αὐτῆς κασίαν τε καὶ νάρδον.
32.6
τῆς δὲ αὐτῆς δυνάμεως καὶ πεσσοὺς προσβάλλομεν τοὺς διὰ πηγάνου 〈καὶ γλήχωνοσ〉 καὶ μέλιτος καὶ νίτρου καὶ τερεβινθίνης, χαλβάνης, ἴρεως, πηγάνου, ὑσσώπου καὶ ταυρείας χολῆς ἴσων ἢ ἀνίσων μεμειγμένων. ἐκ τούτων δέ ἐστι καὶ τὸ τοιοῦτον πρόσθετον· σύκων λιπαρῶν κεκομμένων ὥστε τὰς κεγχραμίδας αὐτῶν μὴ φαίνεσθαι 𐅻 α , 〈κυκλαμίνου ῥίζης λειοτάτης 𐅻 β , ἀφρονίτρου λευκοῦ 𐅻 α 〉. εἰς δὲ τὸ ἀμαυρῶσαι τὴν πολλὴν αὐτοῦ δριμύτητα καὶ δῆξιν εἰς γάλα τὸν πεσσὸν προβάπτειν χρὴ καὶ ὑποτιθέναι.
32.7
καὶ σικύας δὲ τοῖς τόποις κατὰ κύκλον προσβλητέον καὶ βιαίως ἀποσπαστέον, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν. καὶ πᾶσι τοῖς μετασυγκρίνειν δυναμένοις χρηστέον, καθάπερ τοῖς αὐτοφυέσιν ὕδασιν καὶ κατακρουνισμοῖς καὶ νήξεσιν, πρῶτον μὲν θερμοῖς, ὕστερον δὲ καὶ ψυχροῖς, κατʼ ὀλίγον ἐθίζοντας τὸ σῶμα ὑπομένειν τὴν ψυχρολουσίαν, ὥστε τονωθῆναι τὰ πεπονθότα μέρη. τροφὰς δὲ διδόναι λεπτυνούσας καὶ διαλύειν πνεύματα δυναμένας. χρηστέον δὲ καὶ τῷ Διοσπολιτικῷ, ἐνίοτε δὲ καὶ τῷ διὰ καλαμίνθης. τὰ δὲ φαρμακωδέστερα φάρμακα παραιτούμεθα διὰ τὴν ἀνατροπὴν τοῦ στομάχου καὶ τὰς ὑποθυμιάσεις καὶ τοὺς διὰ τῶν ἀρωμάτων ὑποκαπνισμούς· πληρουμένη γὰρ ὑπὸ τούτων ἡ κεφαλὴ μείζονα τὴν βλάβην ὑπομένει τῆς ὠφελείας.
33.2
ἀποδοκιμάζομεν δὲ καὶ τὰ στύφοντα τῶν ἐπιθεμάτων, οἷον τὰ διὰ μήλων Κυδωνίων, φοινίκων Θηβαϊκῶν, οἴνου αὐστηροῦ, οἰνάνθης, ἀκακίας, σιδίων· τὴν γὰρ ἐπὶ στεγνώσει γεγενημένην ἐμπνευμάτωσιν οὐ τὰ στύφοντα λύει, τὰ δὲ χαλῶντα καὶ ἀνιέντα. Περὶ οἰδήματος ὑστέρα ς .
34.1
Οἰδούσης δὲ τῆς ὑστέρας ὄγκος παρέπεται ὠχρό λευκος, ὑπόσομφος, εὐαφής, εἴκων πρὸς τὰς τῶν δακτύλων θλίψεις καὶ μετὰ βραχὺ πάλιν ἐπαιρόμενος· τὸ δὲ ἐπιγάστριον ὁμόχρουν ἐστὶν καὶ τοῖς δακτύλοις ἑλκόμενον ἐπακολουθεῖ.
34.2
τὰ αὐτὰ δὲ καὶ νῦν παραληπτέον ἅπερ ἐπὶ τῆς ἐμπνευματώσεως εἰρήκαμεν. ἐγχυματιστέον δὲ τοὺς τόπους τὸ μὲν πρῶτον ἐλαίῳ θερμῷ, ἔπειτα κυπρίνῳ ἢ ἰρίνῳ ἐλαίῳ, καὶ πεσσοῖς ὁμοίοις 〈τοῖς ἐπὶ〉 τῆς ἐμπνευματώσεως 〈χρηστέον〉. Περὶ σκίρρου καὶ σκληρωμάτων ἐν ὑστέρ ᾳ .
35.1
Σκληρία γίνεται μήτρας κατὰ προήγησιν φλεγμονῆς ἐκ μέρους ἢ καθόλου. παρέπεται δὲ ὄγκος ἀπηνής, ἀντίτυπος, ἐν δὲ ταῖς βιαιοτέραις θλίψεσιν ναρκώδη συναίσθησιν ἐπιφέρων, καὶ ὡς ἐπὶ ἰσχιάσιν ἐν τῷ περιπατεῖν 〈καὶ〉 ἐπικεκυφέναι [καὶ] πονεῖν ὀσφύν, βουβῶνας, ἐπιγάστριον * * Περὶ μύλη ς .
36.1
Ἡ λεγομένη μύλ η, καθὼς ἄλλοι λέγουσιν μύλο ς, σκίρρωσίς ἐστιν ὑστέρας διὰ προηγουμένην φλεγμονὴν ἐπι γενομένη, ποτὲ δὲ καὶ τοπικὸν ἕλκος ἐπὶ πολὺ ὑπερσαρκῶσαν· ὠνόμασται δὲ ʼμύλοσʼ ἀπὸ τῆς δυσκινησίας καὶ τοῦ βάρους.
36.2
γίνεται δὲ ποτὲ μὲν κατά τι μέρος μήτρας, οἷον στόμα καὶ τράχηλον, ὥστε δακτύλοις καθιεμένοις ὑποπίπτειν τὸν ὄγκον καὶ κάτω τὸ πᾶν εἶναι βάρος, ὡς ἐπὶ τὸ πολὺ δὲ καθʼ ὅλην τὴν μήτραν, ὁπότε παρακολουθεῖ πρόδηλος ὄγκος περὶ τὸ ἐπιγάστριον ἀπηνὴς λιθώδης μετὰ κατασπασμοῦ τῶν ὑπερκειμένων ὑποχονδρίων καὶ ἰσχνώσεως ἀχροίας τε καὶ ἀνορεξίας. γίνεται δὲ τὸ πρῶτον φαντασία τῆς συλλήψεως, ἐπεχομένων μὲν τῶν καταμηνίων, διογκουμένων δὲ τῶν μαστῶν, ἀνατρεπομένου δὲ τοῦ στομάχου, καὶ βαρυνομένης μὲν τῆς ὀσφύος, διογκουμένου δὲ τοῦ ἐπιγαστρίου.
37.1
διακρίνεται δὲ τοῦ χρόνου προκόπτοντος τῷ νυγματώδη παρακολουθεῖν ἀλγήματα, μηδεμίαν δὲ γίγνεσθαι κίνησιν ὥσπερ ἐπὶ τῶν κυουσῶν.
37.2
ὕστερον καταλυομένου τοῦ παντὸς σώματος, μεγεθυνομένης δὲ τῆς ὀγκώσεως ἔμφασις ὕδρωπος ἀποτελεῖται. διακρίνεται δὲ καὶ τοῦ ὕδρωπος τῷ κατὰ 〈τὴν〉 τῆς χειρὸς ἐπίθεσιν μηδέποτε εἴκειν τὸν ὄγκον μηδὲ κοιλαίνεσθαι μηδὲ ἦχον τυμπανώδη ἢ κλύδωνα γίνεσθαι κατὰ τὸν τῆς χειρὸς ῥαπισμόν, ὥσπερ ἐπὶ τοῦ ὕδρωπος· ἔσθʼ ὅτε δὲ προϊόντος τοῦ χρόνου καὶ καταψυχομένου τοῦ ἥπατος καὶ ὕδρωψ ἐπιγίνεται.
37.3
τινὲς δὲ ἱστοροῦσιἐπʼ ἐνίων καὶ σαρκὸς ἔκφυσιν γίνεσθαι συνισταμένης ὡσεὶ καρύου μέγεθος διὰ τοῦ γυναικείου αἰδοίου, αἷς μὲν κατὰ μῆνα, αἷς δὲ διὰ δύο ἢ τριῶν μηνῶν. τὴν δὲ προειρημένην διάθεσιν οἱ μὲν ὡς ἀθερά πευτον κατέλιπον, οἱ δὲ τὴν ἀρχομένην μόνον ὑπήγαγον τοῖς βοηθήμασιν, ἡμεῖς δὲ καὶ νῦν ὡς κεχρονικυῖαν θεραπεύομεν νόσον.
38.2
δεῖ δὲ μὴ ἀμελεῖν, ἀλλʼ ἐν μὲν ταῖς ἐπιθέσεσιν, ἃς καταλαμβάνομεν ἐκ βάρους πλείονος καὶ ναρκώδους συναισθήσεως ἢ φθορᾶς σιτίων καὶ ἀγρυπνίας δίχα προδήλου τινὸς αἰτίας γεγενημένης, παραλαμβάνειν καὶ καταπλάσματα θερμὰ χαλαστικά, σικύας, κατασχασμόν, βδέλλας, πυρίας, ἐγχυματισμοὺς πραϋντικοὺς ἀνετικούς, πεσσοὺς μαλακτικούς, ἐγκαθισμούς, κηρωτὰς μετὰ ἀλθαίας ἡψημένας καὶ γλυκέος ἐλαίου ἢ κυπρίνου καὶ μάλαγμα τὸ διὰ χυλῶν ἢ τὸ Μνασέου καὶ τροφὰς εὐχύμους τε καὶ εὐχύλους καὶ τὴν εἰς τοὺς ὤμους διὰ τελαμῶνος ἀνάληψιν εἰς ἐπικουφισμὸν τῆς διὰ τὸν κατασπασμὸν ὀχλήσεως.
38.3
ταῦτα μὲν οὖν ἐν τοῖς παροξυσμοῖς παραλαμβάνειν. ἐν δὲ τοῖς διαλείμμασιν ὅλον τὸ σῶμα προσαναλαμβάνομεν διὰ τῆς ἀναληπτικῆς ἐπιμελείας, αἰώρας, περιπάτων, λουτρῶν, ἀναφωνήσεως, οἰναρίου καὶ τῆς ἐπιτηδείου καὶ ποικίλης τροφῆς, τὰ δὲ πρωτοπαθοῦντα μεταβάλλοντες διὰ δρώπακος, παροπτήσεως, ἡλιώσεως, νίτρου τε καὶ ἁλῶν ἐπιπασσομένων καὶ τρίψεως καὶ τῷ διὰ νάπυος καὶ ἰσχάδων φοινιγμῷ χρώμεθα καὶ μαλάγμασι [χρώμεθα] τῷ διὰ σπερμάτων καὶ τῷ διὰ δαφνίδων καὶ τῷ Πολυαρχίῳ καὶ τῷ Κηφισοφῶντος καὶ τοῖς ὁμοίοις, ἐγκαθισμάτων τε καὶ πυριῶν 〈τοῖσ〉 μετασυγκρίνειν δυναμένοις (οἷον 〈διὰ〉 θαλάσσης ἐζεσμένης ἢ ἅλμης, ἀφεψήματος δάφνης, δαφνίδος, γλήχωνος, ὑσσώπου, ἐλελισφάκου, πρασίου, ἀρτεμισίας, δικτάμνου, κενταυρίου, πολίου, σκορδίου) καὶ πεσσῶν τοῖς διὰ βουτύρου, ὑσσώπου, στέατος χηνείου, ὀρνιθείου, μυελοῦ ἐλάφου ἢ ἐγκεφάλου καὶ μέλιτος ἢ ἰσχάδων λιπαρῶν σαρκὸς καὶ σταφίδων μετὰ παλαιοῦ ἐλαίου ἢ κυπρίνου ἢ ἰρίνου ἢ σαμψυχίνου ἢ ἀμαρακίνου ἢ Σουσίνου ἢ μαλαβαθρίνου.
38.6
δοκιμαστέον δὲ καὶ δριμυφαγίαν προκοπτούσης τῆς διαθέσεως καὶ τὴν κατὰ κύκλον ἀγωγὴν καὶ τῶν αὐτοφυῶν ὑδάτων χρῆσιν καὶ κατακρουνισμῶν καὶ νήξεως ἐν θαλάττῃ ἢ αὐτοφυέσιν ὕδασιν καὶ τοὺς ἀπὸ ῥεφανίδων ἐμέτους καὶ εἰ ἡ δύναμις ἐπιτρέποι, καὶ τοὺς ἀπὸ ἐλλεβόρων. φυλακτέον 〈δὲ〉 τούς τε δριμυτέρους πεσσοὺς καὶ ἐγκαθισμάτων 〈τὰ〉 δριμύτερα, μὴ τῇ συνεχεῖ χρήσει λάθωμεν ἑλκώσαντες τὰ ἐσκιρωμένα καὶ παρὰ τοῦτο κακοήθη ποιήσωμεν τὴν διάθεσιν.
39.2
τὰς δὲ διὰ κρόκου καὶ στύρακος καὶ ῥητίνης καὶ σμύρνης ὑποθυμιάσεις καὶ τοὺς διʼ ἀρτεμισίας γλήχωνός τε καὶ πρασίου καὶ σκορδίου κόμης περιατμισμοὺς καὶ τὸ πινόμενον οἰνόμελι 〈ἐν〉 ἀφεψήματι καρδάμου καὶ γλήχωνος ἀποδοκιμάζομεν διʼ ἃς ἐπὶ τῶν ἔμπροσθεν εἰρήκαμεν αἰτίας. πλείσταις δὲ διὰ τῆς προρρηθείσης ἀγωγῆς ἐξαπίνης ἔκκρισις αἵματος τεθρομβωμένου καὶ μεμελασμένου σφόδρα πολλοῦ γέγονε καὶ ἀπήλλαξε τῆς διαθέσεως. Περὶ αἱμορραγούσης ὑστέρα ς .
40.1
Ἀπὸ δυστοκίας ἢ ἐκτρώσεως ἢ ἀναβρώσεως διʼ ἕλκωσιν ἢ ἀναστομώσεως ἢ ἐξ οἱασδήποτε προφάσεως ῥήξεως ἀγγείων αἱμορραγία γίνεται μήτρας. καὶ πρόδηλος μὲν αὐτῆς ἡ κατάληψις ἐξ ἀθρόας καὶ ἀμέτρου φορᾶς αἵματος, συνεδρεύει δὲ ταῖς καμνούσαις ἀσθένεια, ῥάκωσις, ἴσχνωσις, ἄχροια καὶ κατʼ ἐπιμονὴν ἀνορεξία. δοκεῖ δέ ποτε καὶ περιοδικῶς ἀπαντᾶν.
40.2
ἔστιν δὲ τὸ σύμπτωμα χαλεπόν· οὔτε γὰρ δακτύλων ἐπερείσεσιν οὔτε ἀγκίστρων κατεπάρσεσιν οὔτε μοτῶν διασφηνώσεσιν οὔτε βρόχων περισφίγξεσιν οὔτε διαρραφαῖς χρῆσθαι δυνατόν ἐστιν.
40.3
οὐκ ἀπὸ τῆς ὑστέρας δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ γυναικείου κόλπου φέρεται τὸ αἷμα, καί τινες σημειούμενοι τὸν τόπον τὸ μὲν ἀπὸ τοῦ αἰδοίου φασὶν λεπτὸν καὶ ξανθὸν καὶ θερμὸν φέρεσθαι [τὸ αἷμα], τὸ δὲ ἀπὸ τῆς ὑστέρας παχύτερον καὶ μελανώτερον καὶ ψυχρότερον. ἀσφαλέστερον δὲ διορίσαι τὸ πεπονθὸς μέρος ἐνέσται διοπτρισμὸν παραλαμβάνοντας. τῆς ἐπιμελείας μέντοι χάριν συμφέρει κατάκλισις ἐν οἰκήματι μικροτέρῳ καὶ σκοτεινῷ καὶ μετρίως ἀναψύχοντι κατὰ κλίνης στερεᾶς, ἀκινήτου, μετεωρότερα τὰ πρὸς τοὺς πόδας ἐχούσης, ἠρεμία τε καὶ τὸ ἐφʼ ἑνὸς μένειν σχήματος (προκλητικὴ γὰρ ῥύσεως πᾶσα κίνησις) συναγωγή τε τῶν μηρῶν καὶ διαπλοκή (μιμητικὸν γὰρ χαρακτῆρός ἐστι τὸ σχῆμα)· καὶ σπόγγων πλατέων καθαρῶν τρυφερῶν, ἐν ψυχρῷ ὕδατι βραχέντων ἢ ὀξυκράτῳ ἢ ὄξει κατʼ ἰδίαν ἐπιθέσεις κατὰ τοῦ αἰδοίου καὶ τοῦ ἐφηβαίου καὶ τῆς ὀσφύος καὶ τῶν ἰσχίων, ὕστερον δὲ καὶ κατὰ στήθους, νεαροποιουμένων καὶ συνεχέστερον· καὶ τῶν ἄκρων προστυπὴς διακράτησις καὶ διάσφιγξις (τὸ γὰρ ἐκ τῆς θλίψεως πύκνωμα μέχρι τοῦ πάσχοντος διαφέρεται μέρους)· καὶ ἢ εἰς ψυχρὸν ὕδωρ κάθεσις τοῦ προσώπου ἢ περισφογγισμὸς διʼ ἀκραιφνοῦς ὕδατος καὶ ἐκ διαστήματος καταρριπισμός, καὶ τῆς κεφαλῆς ἐπιβροχὴ [καὶ] διʼ ἐλαίου ψυχροῦ νεοτριβοῦς, καὶ καταρρόφησις ὄξους.
41.3
ἐγκαθίσμασί τε 〈χρῆσθαι〉 μέχρι βουβώνων εἰς ψυχρὸν ὕδωρ ἢ ὀξύκρατον ἢ καθαρὸν ὄξος ἢ ἀφέψημα μύρτων ἢ ῥόδων ξηρῶν ἢ κηκῖδος ὀμφακίτιδος ἢ μυρσίνης καὶ φακῶν ἢ σχίνου ἢ σιδίων ἢ βάτου θαλίας ἢ δρυὸς φύλλων ἢ ἰτέας ἢ ῥοὸς βυρσοδεψικῆς.
41.4
εἰ δὲ ἐκ τῆς διαναστάσεως σκυλμὸς ὀχληρότερος εἴη, διὰ κλυστηριδίων ἢ μητρεγχύτου τῶν εἰρημένων ἑνός τινος ἐγχυματιζέσθω χυλὸς ἢ ἀρνογλώσσου ἢ χυλὸς πολυγόνου ἢ σέρεως ἢ στρύχνου ἢ ψυλλίου ἢ περδικίου· εἰ δὲ καὶ ἐπιμένοι αἱμορραγοῦσα, καὶ ὑποκιστίδος καὶ ἀκακίας καὶ ὄπιον (ὄξει διειμένα ἢ ὁμοῦ πάντα ἢ πρὸς ἕν) ἢ ὀμφάκιον, πλῆθος ἕως δύο κυάθων.
41.5
καὶ τρυφερὸν ἔριον ἑνί τινι τῶν εἰρημένων χυλῶν διάβροχον ἢ διὰ δακτύλου ἢ μήλης παρεντι θέσθω τῷ στόματι τῆς ὑστέρας, καὶ πολὺ μᾶλλον ἐντεῦθεν τῆς αἱμορραγίας ὑπαρχούσης· ὅταν γὰρ ἀπὸ τῶν ἄνωθεν, σφηνούμενον τὸ ἔριον συστέλλει τὴν ῥύσιν, ἐγκατέχει δὲ τῇ εὐρυχωρίᾳ τὸ ἀποκριθέν. ὁπότε τρυφερὸν καὶ καθαρὸν σπογγάριον ἐπίμηκες [προστίθεται] ὡσαύτως διάβροχον ὡς ἐσωτάτω παρεντιθέναι προσῆκεν, ἵνα τὸ ἀποκρινόμενον παραλαμβάνηται καὶ μὴ θρομβούμενον συμπαθείας ἐξάπτῃ καὶ φλεγμονάς· ἐκ διαστημάτων δὲ τὸν σπόγγον ἀλλάσσειν.
41.6
ἁρμόσει δὲ καὶ σικύας κολλᾶν κατʼ ὀσφύος βουβώνων τε καὶ λαγόνων (εἰ δὲ δυνατὸν εἴη, καὶ ἰσχίων) μετὰ πυρὸς πολλοῦ, καὶ προσκειμένας ἐᾶν ἐπὶ χρόνον ἱκανόν, εἶτα καὶ πρᾴως ἀποσπᾶν.
41.7
ἐπιθέμασι δὲ χρῆσθαι καθʼ ὧν τοὺς σπόγγους ἐπερρίψαμεν φοίνιξιν ἐν οἴνῳ αὐστηρῷ ἢ ὄξει βεβρεγμένοις μετὰ κηρωτῆς ῥοδίνης ἢ μηλίνης ἢ μυρσίνης φύλλων λείων ἢ μεσπίλων ἢ στυπτηρίας ἢ ἀλόης ἢ οἰνάνθης ἢ ὑποκιστίδος ἢ ἀκακίας ἢ κηκῖδος ὀμφακίτιδος καὶ ἐλαίου νεοτριβοῦς ἢ ῥοδίνου ἢ μυρσίνου ἢ σχινίνου ἢ μηλίνου, ἢ πάλιν τοῖς διά τινος πόας στυφούσης καὶ ψυχούσης (οἷον ἀνδράχνης, ὑοσκυάμου, ἀρνογλώσσου, ψυλλίου, στρύχνου, περδικίου, πολυγόνου, σέρεως) μετὰ πάλης ἀλφίτου καὶ ὄξους ἢ φοινίκων, ἀλλασσομένων πάντων συνεχέστερον.
41.8
εὐτονωτέροις δὲ χρῆσθαι τοῖς πεσσοῖς, οἷον κηκῖδι, μάννῃ, χαλκίτιδι ἐξ ἴσου μετὰ γλυκέος οἴνου, ἢ σποδῷ ἢ τῇ ὑγρᾷ πίσσῃ σπόγγου βραχέντος, εἶτα καὶ ἐντὸς εἰσαχθέντος * * ἢ ξηρᾶς τρυγὸς μετά τινος τῶν στυφόντων χυλῶν. εἰ δὲ πρὸς ἀνάβρωσις εἴη, καὶ τῷ διὰ χάρτου μέλανι μετʼ ὄξους ἤ τινι τῶν πρὸς τοὺς δυσεντερικοὺς ἀναγραφομένων τροχίσκων· καὶ γὰρ εἰ γίνεταί τις ἐκ τούτων ἐσχάρωσις, εὐμαρὴς ἡ πρὸς ταύτην ὑπάντησις κρατουμένης ἐν τῷ ζῆν τῆς καμνούσης.
41.9
διδόναι δὲ καὶ τροφὴν προαποσπογγίσαντα τὸ πρόσωπον μετὰ ψυχροῦ ὕδατος· ἔστω δὲ ἡ τροφὴ ὄρυζα ἐκ ψυχροῦ ὕδατος ἢ ὀξυκράτου ἢ χόνδρος ἢ ἄρτος καὶ ἁπαλὸν ᾠὸν διʼ ὄξους.
41.10
ὕστερον δὲ καὶ μετά τινας ἡμέρας καὶ σέριν ἢ ἀρνόγλωσσον διʼ ὄξους καὶ ῥοὸς ὀλίγου νεοτριβοῦς, καὶ μετὰ τὸ καλῶς ἑψηθῆναι ἔλαιον νεοτριβὲς καὶ αὐτό, καὶ μῆλον καὶ κυδώνιον ὀπτὸν ἢ ἑφθὸν ἄπιον, καὶ σαρκίον ἀπὸ στήθους φάσσης ἑψημένης ἐν ὀξυκράτῳ ἢ μύρτοις ἔνδοθεν ἐκπεπληρωμένης, ἢ πέρδικος ἢ ἀτταγῆνος ἤ τινος τῶν ἐμφερῶν τούτοις· ὑπερβάντων δὲ τῶν τῆς συμπαθείας χρόνων καὶ οἰνάριον δοτέον, στερεᾶς δὲ παντελῶς γενομένης καὶ λουτρόν. τὴν δὲ φλεβοτομίαν, ἣν ἄλλοι τε παρέλαβον καὶ Θεμίσων μεταγωγῆς ἕνεκα τῆς ὕλης, ἀποδοκιμάζομεν· χαλᾷ μὲν γὰρ ἡ φλεβοτομία, πύκνωσιν 〈δὲ〉 καὶ συστολὴν τὸ αἱμορραγοῦν ἀπαιτεῖ, καὶ οὐ δεῖ μετάγειν τὴν ὕλην, ἀλλὰ κατέχειν.
42.1
ἐπισφαλὲς δὲ καὶ τὸ φλεβοτομεῖν, ὅτι μὴ κρατηθείσης μὲν τῆς φορᾶς τοῦ αἵματος ἐκ τῆς φλεβοτομίας ἀνάγκη τάχιον τὴν κάμνουσαν ἀπολέσθαι ὡς ἂν ὑπὸ διπλῆς δαπανηθεῖσαν αἱμορραγίας, κρατηθείσης δὲ οὕτως, ὥστε φλεγμονὴν ὕστερον ὡς ἀπὸ σκυλμοῦ πλείονος ἐπιγίνεσθαι, κατάλ ληλον τρόπον ὁ κίνδυνος.
42.2
εἰ μὲν γὰρ φλεβοτομήσαιμεν, συντόμως ἀπολέσομεν τὴν γυναῖκα μετὰ φλεβοτομίαν καὶ αἱμορραγίαν· πάλιν δὲ εἰ μὴ φλεβοτομοῦντες ἀφέλοιμεν αἷμα φλεγμονῆς μεγάλης ὑπαρχούσης, ἀβοήθητον περιοψόμεθα τὴν κάμνουσαν, οὐδὲν γὰρ οὕτω διακόπτει τὸν ἐν φλεγμονῇ κίνδυνον ὡς φλεβοτομία.
42.3
φασὶ δὲ ἔνιοι καὶ κατὰ ἀντιπάθειαν ἔνια ποιεῖν, καθάπερ Μαγνῆτιν λίθον καὶ τὸν Ἄσσιον καὶ λαγωοῦ πυτίαν καὶ ἄλλα τινὰ τῶν περιάπτων, οἷς ἡμεῖς οὐ προσέχομεν. οὐκ ἀποκωλυτέον δὲ τὴν παράληψιν αὐτῶν· καὶ γὰρ εἰ μηδὲν ἐξ εὐθείας παρέχει τὸ περίαπτον, ἀλλʼ οὖν διʼ ἐλπίδος εὐθυμοτέραν τὴν κάμνουσαν τάχα παρέξει. Περὶ ῥοῦ γυναικείο υ .
43.1
[Ὁ καλούμενος γυναικεῖος ῥοῦς] Κατὰ μὲν τοὺς ἀρχαίου ς, ὡς Ἀλέξανδρος ὁ Φιλαλήθης ἐν τῷ πρώτῳ λέγει τῶν Γυναικείω ν, ῥοῦς ἐστι “πλείονος αἵματος φορὰ διὰ μήτρας μετὰ παρεκτάσεως χρόνου”, κατὰ δὲ Δημήτριον τὸν Ἡροφίλειον “φορὰ ὑγρῶν διὰ μήτρας μετὰ παρεκτάσεως χρόνου”, τῷ μὴ αἱματώδη μόνον ἀλλὰ καὶ ἄλλοτε ἀλλοῖον κατὰ χρόνον γίνεσθαι ῥοῦν. καθʼ ἡμᾶς δὲ ῥευματισμός ἐστιν ὑστέρας χρονίζων αἰσθητῶς ἀποκρινομένου πλείονος ὑγροῦ.
43.2
διαφοραὶ δὲ αὐτοῦ κατὰ μὲν Ἀσκληπιάδην καὶ ἄλλους τινὰς δύο (εἷς μὲν γάρ ἐστιν ἐρυθρός, ἄλλος δὲ ὑδατώδης καὶ λευκός), κατὰ δὲ τὸν Δημήτριον παρὰ τὴν χρόαν καὶ τὴν δύναμιν. παρὰ μὲν οὖν τὴν χρόαν· ὃς μὲν γάρ ἐστι λευκός, πτισάνης χυλῷ παραπλήσιος, ὃς δὲ ὑδατώδης, ὃς δὲ ἐρυθρός, ὃς δὲ μέλας, ὃς δὲ ὕφαιμος σαρξὶ πεπλυμέναις ὅμοιος, ὃς δὲ ἀνώμαλος, ὃς δὲ ὠχρός· παρὰ δὲ τὴν δύναμιν ὃς μέν ἐστιν ἀργὸς καὶ ἄνευ δήξεως καὶ ἀλγήματος φέρεται, ὃς δὲ φέρεται μετὰ δήξεως καὶ ἀναβρώσεως καὶ συναίσθησιν ἐπώδυνον ἐν τῷ καιρῷ τῆς ἀποκρίσεως ἐπιφέρων.
43.3
λέγει δὲ καὶ τὸν μὲν ἀφʼ ὅλου φέρεσθαι τοῦ σώματος, τὸν δὲ ἀπὸ τῆς ὑστέρας, τὸν δὲ ἀπʼ ἄλλου τινὸς μέρους, καὶ τὰς τούτων διαφορὰς ἐπεξέρχονται δὲ μετὰ σημειώσεως. ἃς μακρὸν ἅμα καὶ ἄχρηστον ἐξιστορεῖν· ἐπὶ παντὸς γὰρ ῥευματισμοῦ καὶ ὅλων τῶν σωμάτων καὶ μερικῶς τῆς ὑστέρας ἐπιμελεῖσθαι προσῆκεν. λέγεται δὲ ὁ λευκὸς ῥοῦς τοῦ ἐρυθροῦ δυστραπελώτερος, ὡς διὰ στενοτέρων φερόμενος πόρων.
43.4
ἡμεῖς δὲ κατὰ κοινὸν σημειωσόμεθα τὸν ῥοῦν ἐκ τοῦ συνεχῶς καθυγραίνεσθαι τοὺς τόπους διαφόροις κατὰ χρόαν ὑγροῖς, τὴν δὲ κάμνουσαν ἀχροεῖν καὶ ἀτροφεῖν καὶ ἀνορεκτεῖν κἀν τοῖς περιπάτοις πολλάκις δυσπνοεῖν καὶ κατοιδηκότας ἔχειν τοὺς πόδας. κατὰ δὲ τὸ προσεχὲς διοίσει τὸ πάθος αὑτοῦ τῷ τὸν μὲν χωρὶς πόνου ὑπάρχειν, τὸν δὲ μετὰ πόνου, καὶ 〈τὸν μὲν〉 χωρὶς ἑλκώσεως, τὸν δὲ μεθʼ ἑλκώσεως, 〈ἤτοι〉 φλεγμαινούσης ἢ ῥυπαρᾶς ἢ καθαρᾶς.
44.2
〈ὅτε μὲν οὖν χωρὶς ἑλκώσεως ἢ πόνου φέρεται, πᾶσι χρηστέον τοῖς ἐπὶ τῆς αἱμορραγούσης ὑστέρας εἰρημένοισ〉· εἰ δὲ καὶ ποτήμασί τις ἐθέλοι, μὴ φαρμακώδεσι καὶ δριμέσιν, ἀλλʼ ἠπίοις τε 〈χρῆσθαι καὶ σταλτικοῖς, ταῦτα παραλαμβάνειν οὐ παραιτητέον〉, οἷον λωτοῦ πρισμάτων ἀπόβρεγμα κατʼ ἰδίαν ἢ μετὰ δυοῖν ὀβολῶν Σαμίας γῆς ἐν δυσὶ κυάθοις ὕδατος (εἰ δὲ 〈ὁ〉 καιρὸς ἐπιτρέποι, καὶ μετʼ οἴνου αὐστηροῦ) ἢ σὺν αὐτῷ λαγωοῦ ἢ μόσχου πυτίαν ἢ ἀρνὸς ἢ ἐλάφου (πηκτικὴ γὰρ κατὰ δύναμίν ἐστιν) ἢ γίγαρτα λεῖα ἢ μύρτα ἢ σίδια ἢ φλοιὸν πίτυος ἤ τι τῶν ἐμφερῶν ἐπιπασσόμενον τῷ ποτῷ μέχρι δυοῖν δραχμῶν ἢ ἀφέψημα φοινίκων Θηβαϊκῶν ἢ κυδωνίων καὶ μήλων.
44.3
ὅτε δὲ μετὰ πόνου φέρεται, χυλὸν ἐνετέον τράγου ἢ χόνδρου ἢ πτισάνης διὰ μητρεγχύτου 〈ἢ〉 κλυστηριδίου, καὶ τοῖς θερμοῖς κατὰ δύναμιν χρηστέον καταπλάσμασι καὶ τροφαῖς ἐνθέρμοις τε καὶ λεπταῖς. ὅτε δὲ μεθʼ ἑλκώσεως, ἐπὶ μὲν τῆς φλεγμαινούσης τοῖς αὐτοῖς πάλιν χρηστέον οἷς ἐπὶ τοῦ μετὰ περιωδυνίας καὶ χωρὶς ἑλκώσεως ῥευματισμοῦ· εἰ δʼ εἴη ῥυπαρά, ὥστε τρυγῶδες εἶναι τὸ φερόμενον, ἢ 〈καθαρά〉, καθάπερ ἐπὶ δυσεντερικῶν ποὺ μὲν 〈τοῖσ〉 ἀνακαθαίρειν, ποὺ δὲ τοῖς ἐπουλοῦν δυναμένοις, ὧν μνημονεύσομεν μικρὸν ὕστερον περὶ τῶν ἐν μήτρᾳ διαλαμβάνοντες ἑλκῶν.
44.5
εἰ δὲ χρονίσας ὁ ῥοῦς ποτὲ μὲν ἐπιθέσεις, ποτὲ δὲ διαλείμματα λαμβάνοι, κατὰ μὲν τὴν ἐπίθεσιν τοῖς ἁπλοῖς παρηγορίας ἕνεκεν χρηστέον, κατὰ δὲ τὰ διαλείμματα τοῖς τονοῦν καὶ μετασυγκρίνειν δυναμένοις, οἷον αἰώρᾳ διαφόρῳ, περιπάτῳ, ἀναφωνήσει, ἀναληπτικῇ ἐπιμελείᾳ, λουτρῷ, οἰναρίῳ, ποικίλῃ τροφῇ, παροπτήσεσιν, ἡλιώσεσιν, σικύαις μετασυγκριτικαῖς, δρώπαξι, τρίψεσι διὰ γυμνῶν τῶν χειρῶν ἢ διʼ ὠμολίνου, ἢ ψιλώθρῳ ἢ σμήγμασι μετασυγκριτικοῖς, σιναπισμῷ, ἐμέτῳ ἀπὸ ῥαφανίδων, δριμυφαγίᾳ καὶ τῇ κατὰ κύκλον ἀγωγῇ, κολύμβοις, κατακρουνισμοῖς ἐν ὕδασιν αὐτοφυέσιν, ἀλλαγαῖς ἀέρων διὰ γῆς καὶ θαλάσσης, ἐγκαθίσμασί τε καὶ πεσσοῖς τοῖς ἀμύσσειν δυναμένοις.
44.6
τὴν δὲ ἐπὶ τοῦ αἱματώδους ῥοῦ φλεβοτομίαν [ἀπὸ ἀγκῶνος ἢ ῥινὸς ἢ μετώπου ὡς ἀνωτέρω εἰρήκαμεν] καὶ νῦν ἀποδοκιμάζομεν μὴ σφοδροτέρας περιωδυνίας ἐπειγούσης· συστολῆς γὰρ χρῄζει τὸ πάθος, οὐκ ἀνέσεως, ἣν ἡ τοῦ αἵματος ἀφαίρεσις πέφυκεν παρέχειν. Περὶ γονορροία ς .
45.1
Οὐκ ἐπὶ μόνων ἀνδρῶν, ἀλλὰ καὶ ἐπὶ γυναικῶν ἀποτελεῖται γονόρροια. ἔστι δὲ σπέρματος ἔκκρισις χωρὶς προθυμίας καὶ ἐντάσεως ἐκ μικρῶν φέρουσα διαστημάτων, ὥστε τὸν ὄγκον ὠχραίνεσθαι καὶ ἀδυναμεῖν καὶ συντήκεσθαι· χαλᾶται γὰρ ἡ μήτρα, καὶ ἀδυναμία παρέπεται, καὶ συντήκεται τὰ σώματα κατὰ βραχύ.
45.2
συρρεῖ γὰρ πρὸς τὴν μήτραν κατʼ ὀλίγον ἡ ἀπὸ τοῦ σώματος ὕλη, ἀλλοίωσιν βραχεῖαν ἐν τοῖς τόποις ὑπομένουσα, καθάπερ ἐπὶ τῶν ὀφθαλμιώντων τὸ δάκρυον. χρονίζειν δὲ εἴωθε τὸ πάθος τῷ γένει ῥοῶδες ὑπάρχον. διὸ προσφάτου μὲν αὐτοῦ τυγχάνοντος ὥσπερ ἐν τοῖς παροξυσμοῖς παρηγορικῶς ἀκτέον.
46.1
ἐγκαθίζειν μὲν οὖν αὐτὰς χρὴ εἰς τὰ στύφοντα ἀφεψήματα καὶ ψυχρότερα (οἷον ῥόδων, μυρσίνης, σχίνου, βάτου καὶ τῶν ὁμοίων) καὶ περιχρίειν τὸ ἦτρον καὶ τοὺς βουβῶνας ἀκακίαν καὶ ὑποκιστίδα μετʼ οἴνου αὐστηροῦ καὶ τὰ παραπλήσια καὶ τοῖς διὰ φοινίκων καὶ κυδωνίων καὶ μυρσίνης καταπλάσμασι καὶ κηρωταῖς χρῆσθαι.
46.2
ἔλασμα δὲ μολύβδου πλατὺ καὶ λεπτὸν ὑποβλητέον τῇ ὀσφύι νυκτός, καὶ τριβακοῖς χρωμέναις περιβλήμασι καὶ μὴ τρυφερὰ ἔστω τὰ ὑποστρώματα. ἐμέτοις δὲ χρηστέον καὶ τοῖς ἀπὸ τροφῆς μέν, μάλιστα δὲ νήστεσι. καὶ γυμνάζειν τὰ ἄνω μέρη καὶ τρίβειν ἐπὶ πολύ. μὴ λιπαίνειν δὲ ὅλως μηδὲ θερμαίνειν τὰ πεπονθότα μέρη.
46.3
ποτίζειν δὲ ἁλικακάβου ῥίζης ἐξηραμένης ἐν σκιᾷ 𐅻 α μεθʼ ὕδατος ἢ ἄγνου σπέρματος ὁμοίως ἢ κανάβεως ἢ πηγάνου σπέρματος· τροφὰς δὲ διδόναι μὴ διαλελυμένας μηδὲ ῥοφηματώδεις μηδὲ γεννητικὰς τοῦ σπέρματος ἢ ἐρεθιστικάς, ἀλλὰ ξηροφαγεῖν τὰ πλεῖστα καὶ τῶν πτηνῶν τι λαμβάνειν ὀπτὸν καὶ οἶνον ὀλίγον σκληρότερον.
46.4
φεύγειν δὲ καὶ τὰ λοιπὰ ἐρεθιστικὰ τῶν ἀφροδισίων, ὡς μηδὲ ἐν ζωγραφίᾳ χαρακτῆρας δεικνύειν εὐμόρφους μηδὲ τοὺς περὶ τῶν συμπλοκῶν λόγους διηγεῖσθαι [μηδὲ τοὺς περὶ τῆς συνουσίας λόγους τίθεσθαι], στυγνὰς δὲ τὰς διαγωγὰς ποιεῖσθαι καὶ ἀναγνώσεις ὁμοίως καὶ διηγήματα.
46.5
χρονιζούσης δὲ τῆς διαθέσεως καὶ γυμνασίοις χρῆσθαι καὶ ἀφιδρώσεσι καὶ τρίψεσι καὶ βαλανείοις ψυχροῖς, ῥοδίνῳ δὲ συνεχῶς χριστέον τὸ ἦτρον καὶ τὴν ὀσφύν. [χρηστέον δὲ καὶ τοῖς ἐπὶ τῆς τῶν ἀνδρῶν γονορροίας καὶ ὀνειρώξεως προγεγραμμένοις βοηθήμασιν.] διαλείμματος δὲ γενομένου 〈παραλαμβάνειν〉 τὰ τονοῦντα καὶ μετασυγκρίνοντα τοπικῶς καὶ τὴν ὅλην σύγκρισιν, ὧν τὰς ὕλας ἐκ τῶν πρόσθεν εἰρημένων μετενεκτέον. Περὶ ἀτονούσης μήτρα ς .
47.1
Ὥσπερ καὶ τὰ ἄλλα μόρια τοῦ σώματος, οὕτως καὶ ἡ μήτρα ἐνίοτε ἀτονεῖ. παρέπεται δὲ ταῖς τοιαῦτα πασχούσαις συνουσίας ἀποστροφή, ἔκκρισις πνευμάτων, πλεονασμὸς καταμηνίων δὶς ἢ τρὶς ἐπιφαινομένων τοῦ μηνὸς ἀτάκτως, μελάνων, ὑδατωδῶν, ἀκρατησία τοῦ σπέρματος.
47.2
ἐκρεῖ γὰρ μετὰ τὴν συνουσίαν αἷς μὲν εὐθύς, αἷς δὲ μετὰ ἡμέρας τινὰς ὀλίγως βράδιον, αἷς δὲ καὶ διατυπωθέν, ἄλλαις δὲ καὶ νεκρωθὲν ἢ παντελῶς ἄτροφον καὶ τοῖς χρόνοις ἐλλιπές, ὥστε γίνεσθαι ποτὲ μὲν ἔκροια ν, ποτὲ δὲ ἔκτρωσι ν, ποτὲ δὲ ὠμοτοκία ν. ʼἔκροιαʼ μὲν οὖν ἐστιν ἀποπτυσμὸς τοῦ σπέρματος μετὰ τὴν συνουσίαν μετὰ πρώτην ἢ δευτέραν 〈ἢ τρίτην〉 ἡμέραν, ʼἔκτρωσισʼ δὲ ἡ μετὰ δεύτερον ἢ τρίτον μῆνα φθορὰ τοῦ ἐμβρύου, ʼὠμοτοκίαʼ δὲ ἡ σύνεγγυς τῆς τελειώσεως πρὸ ὥρας ἀπότεξις· τὰ δὲ μὴ φθαρέντα ἔμβρυα ἄτροφα καὶ ἀσθενέστατα γίνεται.
47.3
ἐν δὲ τῷ καιρῷ τῶν καταμηνίων παρέπεται βάρος τοῦ ἐπιγαστρίου, ὀσφύος, σκελῶν· ὁ στόμαχος κακοπραγεῖ, κἀκ τούτου ἐνίοτε ἀναθυμιάσεων περὶ τὴν κεφαλὴν γιγνομένων τὰ αὐτὰ συμπτώματα ταῖς ὑστερικῶς πνιγομέναις παρέπεται, ἐνίοτε δὲ καὶ μελαγχολικαῖς παρανοίαις περιπίπτουσι καὶ μανίαις. συμβαίνει δὲ τὸ πάθος ἐκ συνεχῶν κυήσεων καὶ διατάσεων καὶ μάλιστα ὅτε μεγάλα εἴη τὰ ἔμβρυα. μετενεκτέον δὲ τῇ θεραπείᾳ ἐκ τῶν ἔμπροσθεν εἰρημένων τὰ δυνάμενα τόνον ἐντιθέναι καὶ ῥώμην τοῖς πεπονθόσι μορίοις· ὡς γὰρ χρονίου ῥοώδους τοῦ πάθους ἐπιμελεῖσθαι προσήκει.
48.1
〈καὶ〉 σταλτικοῖς μὲν κατὰ τὰς ἐπιθέσεις χρώμεθα, τονωτικοῖς δὲ καὶ μετασυγκριτικοῖς κατὰ τὰ διαλείμματα.
48.2
δεῖ μέντοι μὴ ἀποπτυσθέντος εὐθέως τοῦ σπέρματος τῇ συλλήψει συνεργεῖν, ὡς ἐν ἀρχαῖς ὑπεδείξαμεν. φθορᾶς δὲ προσδοκωμένης ἔσεσθαι, καθάπερ διὰ τοῦ προηγουμένου σκέμματος παρεστήσαμεν (ἰσχνουμένων τε παραλόγως τῶν μαστῶν, ὡς Ἱπποκράτης φησίν, καὶ ψυχομένων τῶν μηρῶν, ὥσπερ ἐσημειώσατο Διοκλῆ ς) ἢ καὶ τοῦ ἐμβρύου διεφθαρμένου πρὸς μὲν τὴν ἔκκρισιν ἀποσυνεργοῦντα δεῖ πολλὴν ἡσυχίαν ἄγειν καὶ ἀναρρόπως κατακλίνειν καὶ σπόγγους ἀποτεθλιμμένους ἐν ὀξυκράτῳ περιβάλλειν ἐφηβαίῳ καὶ ὀσφύι, πολλάκις γὰρ οὕτως ἔκτρωσις ἐκρατήθη, τοιαύτης ἐπιμελείας πρὸς διαίρεσιν πρόσφατον συνταχθείσης. ἐφθαρμένου δὲ τοῦ κατὰ γαστρὸς διὰ τῶν ἀνετικῶν συνεργητέον τῇ τελείᾳ ἐκβολῇ.
48.3
ἐγκαθίσματα οὖν παραλαμβάνειν χρὴ τὰ στύφοντα, χλιαρὰ μέντοι τῇ ἁφῇ, καὶ ἐγχυματιστέον τὴν ὑστέραν ῥοδίνῳ τε χλιαρῷ ἢ ναρκισσίνῳ ἢ Σουσίνῳ ἢ μηλίνῳ καὶ τοῖς ὁμοίοις τὸ ὑπογάστριον ἀλειπτέον καὶ τὴν ὀσφύν. γυμνάζειν δὲ συνεχῶς ὅλον τὸ σῶμα γυναικὶ πρέπουσι γυμνασίοις.
48.4
τροφαῖς δὲ χρηστέον ὀλίγαις μέν, κρεώδεσι δὲ καὶ ὑποστυφούσαις ἠρέμα, καὶ οἶνον ὁμοίως στύφοντα μετρίως σκληρὸν διδόναι· ὀλίγον δὲ ἔστω τὸ πλῆθος τοῦ πινομένου, μᾶλλον γὰρ ἡ δίψα ἐπιτηδεία τῷ πάθει. παραιτεῖσθαι δὲ τὰ διὰ γάλακτος καὶ τυροῦ σκευαζόμενα πάντα καὶ πᾶσαν κάθαρσιν καὶ κοιλιολυσίαν. Περὶ παραλύσεως μήτρα ς .
49.1
Παραλύεται μήτρα διʼ ἄλλας τε αἰτίας καὶ διʼ ἐπάλληλον ἔκτρωσιν· παρέπεται δὲ ταῖς πασχούσαις συνουσίας ἀποστροφή, κατάψυξις τοῦ στομίου τῆς μήτρας καὶ τὸ ἀτροφώτατον αὐτὸ καὶ λαπαρώτατον καὶ οἱονεὶ ῥακωδέστατον ὑπάρχειν καὶ χαλᾶσθαι τὸν τράχηλον καὶ ἀναισθητεῖν.
49.2
καὶ ποτὲ μὲν ἐποχὴ τῶν καταμηνίων γίνεται τελεία, ποτὲ δὲ τούτων [ποτὲ] καὶ ἄτακτος ἀπόκρισις καὶ παραποδισμὸς πρὸς τοὺς περιπάτους ὡς ἀλλοτρίου τινὸς ἐγκειμένου καὶ πρὸς σύλληψιν ἀπραξία, τοῦ σπέρματος ἐν ταῖς συνουσίαις ἢ μηδʼ ὅλως παρατιθεμένου τῇ μήτρᾳ ἢ καθάπερ ἐξ ἀψύχου κύτους [οὐκ] ἀποδιδομένου παραυτίκα, ποτὲ δὲ κατὰ συμπάθειαν τῶν παρακειμένων καὶ ἀπροαίρετος ἔκκρισις οὔρων ἢ σκυβάλων καὶ ἀπευθυσμένου βάρος.
49.3
στεγνὸν δὲ τὸ πάθος καὶ πολυχρόνιον, ποτὲ μὲν ἐπιθέσεις ἔχον, ποτὲ δὲ διάλειμμα. τὴν μὲν οὖν ἐπίθεσιν ἐκ βάρους καταληψόμεθα καὶ δυσαισθησίας καὶ ῥύσεως πλείονος, τὸ δὲ διάλειμμα ἐκ τῶν ἐναντίων.
49.4
μετενεκτέον δὲ τὴν θεραπείαν ἐκ τῶν εἰρημένων περὶ τῆς ἐποχῆς τοῦ ἐμμήνου καὶ τῆς στραγγῆς καθάρσεως καὶ μετὰ πόνου. Περὶ παρεγκλίσεως καὶ ἀποστροφῆς καὶ ἀναδρομῆς μήτρα ς .
50.1
Τοῖς ἀγκυλωθεῖσι δακτύλοις παραπλησίως τὸ στόμιον τῆς ὑστέρας καὶ ὁ τράχηλος ἀποστροφὰς καὶ παρεγκλίσεις ὑπομένει, ποτὲ μὲν εἰς τὰ πλάγια, ποτὲ δὲ εἰς τὰ ἔμπροσθεν, ποτὲ δὲ εἰς τὰ ὀπίσω καὶ ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω, ποτὲ δὲ προσαναφεύγει. καὶ γίνεται ταῦτα φανερὰ τῇ τε καθέσει τῶν δακτύλων (καταλαμβάνεται γὰρ διὰ τῆς ἁφῆς, εἰς ὃ μέρος γέγονεν ἡ διαστροφή) καὶ τοῖς παρακολουθοῦσι σημείοις.
50.2
τῇ μὲν γὰρ εἰς τὰ πλάγια παρεγκλίσει τοῦ καταλλήλου μηροῦ γίνεται τάσις καὶ πόνος καὶ νάρκη, ποτὲ δὲ καὶ ἀτροφία καὶ κατάψυξις καὶ παραποδισμὸς τοῦ περιπατεῖν ἢ καὶ ἵστασθαι. τῇ δὲ εἰς τὸ ἔμπροσθεν καὶ ἄνω παραποδισμὸς οὔρων καὶ περίτασις ἐφηβαίου, τισὶ δὲ καὶ τὸ ἀδυνατεῖν ἵστασθαι. τῇ δὲ εἰς τοὐπίσω καὶ κάτω παραποδισμὸς ἐκκρίσεως σκυβάλων ἢ φυσῶν καὶ δυσέργειά τις ἐν τῷ καθίζειν, καὶ μᾶλλον ὅσον ἂν[ω ἢ ὅσον] ἐπὶ τὸν δακτύλιον ἡ παρέγκλισις γένηται. ταῦτα δὲ πάντα συμπτώματα στεγνώσεως· τῆς γὰρ φλεγμονῆς ὑποκειμένης πάντως γέγονεν ἢ σκληρίας ἢ μερικῆς τινος σφίγξεως.
50.3
ἔνιοι μὲν οὖν καὶ τῆς παρεγκλίσεως ὑπαρχούσης αἴτιον 〈τὴν φλεγμονὴν λέγουσιν〉, καθʼ ἡμᾶς δὲ καὶ νῦν σκοπεῖν προσῆκεν εἰς τὴν διάθεσιν, [καὶ] εἴτε φλεγμονὴ γέγονεν εἴτε κοινῶς στέγνωσις, 〈καὶ〉 ἐν μὲν τοῖς παροξυσμοῖς παραιτεῖσθαι δεῖ πᾶν τὸ δριμὺ καὶ δηκτικόν, χρῆσθαι δὲ τοῖς παρηγορικῶς χαλᾶν δυναμένοις, ἐν δὲ ταῖς ἀνέσεσιν καὶ τοῖς ἀνασκευαστικωτέροις προσέρχεσθαι, χρονίσαντος δὲ τοῦ πάθους καὶ τοῖς μετασυγκριτικοῖς, ὧν τὰς ὕλας καὶ τὰς ἐπιδεξίους χρήσεις ἐκ τῶν ἔμπροσθεν εἰρημένων μετενεκτέον. 〈Περὶ ἀγονίας καὶ ἀσυλληψία ς .〉 〈ΣΩΡΑΝΟΥ ΓΥΝΑΙΚΕΙΩΝ Δ〉 Περὶ δυστοκιῶ ν .