1
Τί ἐστιν δυστοκί α . Οἱ Ἡροφίλειοι καὶ μάλιστα Δημήτριός φασιν δυστοκίαν εἶναι δυσχερῆ τόκον· κατὰ δέ τινας δυστοκία ἐστὶν ἡ μετὰ δυσεργείας ἀποκύησις.
1.1
[ἐπιλιπεῖς δέ μοι δοκοῦσιν οἱ ὅροι εἶναι, ὅθεν αὐτός φησιν δυστοκίαν εἶναι δυσχέρειαν τῶν κυουμένων παρά τινα αἰτίαν γινομένην] * * Τίνες αἰτίαι δυστοκίας καὶ κατὰ πόσους τρόπους γίνεται δυστοκία ἐπὶ τῶν παρὰ φύσιν γεννωμένω ν . Ὁ Καρύστιος Διοκλῆς ἐν τῷ δευτέρῳ τῶν Γυναικείων λέγει δυστοκεῖν τὰς πρωτοτόκους καὶ νέας, εὐτοκεῖν δὲ τὰς πολλάκις τετοκυίας φησί· αἴτιον δὲ εἶναι δυστοκίας τὸ μὴ κατʼ εὐθὺ εἶναι τὸ στόμιον τῆς ὑστέρας ἢ ἀποσκληρυνθὲν μεμυκέναι καὶ μὴ ῥᾳδίως εἴκειν, φησὶ δὲ καὶ τὰ μεγάλα τῶν ἐμβρύων αἰτίαν εἶναι.
1.2
ἐν μέντοι τῷ τρίτῳ τῶν Γυναικείων λέγει αἰτίαν εἶναι τὰ ἄτροφα τῶν βρεφῶν καὶ τὰ τεθνηκότα, φησὶν δὲ δυστοκεῖν τὰς καθύγρους καὶ θερμάς. ἁμαρτάνει δὲ μὴ ἐπιὼν τὰς αἰτίας διʼ ἃς εὐτοκοῦσιν· πῶς δὲ οὐκ ἔστιν γελοῖον λέγειν δυστοκεῖν * ἐν τῇ κυοφορήσει μήτρας τὴν σύγκρισιν; ὁ δὲ Κλεόφαντος ἐν τῷ πρώτῳ τῶν Γυναικείων εἰπὼν τὰς πρωτοτόκους δυστοκεῖν ἐπιλέγει· “καὶ ὅσαι δὲ ἀπὸ τῶν ὤμων ἔχουσι πλήθη, ἀπὸ δὲ τῶν ἰσχίων οὐκ εἰσὶν εὐογκότεραι, αὗται δυστοκοῦσιν”.
1.3
“ταύταις”, φησίν, “ὁ ὕδρωψ 〈ἐρράγη〉 πρὸ τοῦ τὰ σώματα [καὶ] τὰς ὠδῖνας ἐπισχεῖν” 〈καὶ〉 δυστοκίαν γίνεσθαι (παρασημειωτέον δέ, ὅτι ʼὕδρωπαʼ λέγει τὸ πρόρρηγμα). καὶ ὅσαις δὲ τὰ ἔμβρυα μὴ ἐπὶ κεφαλὴν φέρεται, ἀλλʼ ἐπὶ πόδας ἢ διπλᾶ ἐπὶ τὰ ἰσχία ἢ πλάγια ἢ τὴν κεφαλὴν ἔχει πρὸς τοῖς βουβῶσιν, χεῖρα δὲ μίαν ἢ τὸ ἓν σκέλος προ〈βεβληκότα〉 καὶ τὰς τὰ ἤθη ὀξεί〈ας οὔσας ἢ τρυ〉φερῶς ἢ ἀργῶς βιού〈σασ〉 φησὶ δυστοκεῖν· ἡ γὰρ ἀργία δυστοκίας αἰτία, τὰ δὲ γυμνάσια εὐτοκίας καὶ τῶν κατὰ γαστρὸς εὐτροφίας. ἁμαρτάνει δὲ καὶ οὗτος μὴ πάντα τὰ αἴτια ἀναγράψας.
1.4
Ἡρόφιλος δὲ ἐν τῷ Μαιωτικῷ λέγει “δυστοκεῖσθαι γοῦν 〈παρὰ τὸ πλῆθοσ〉 † ὡς γὰρ Σίμωνος τοῦ Μάγνητος πολλάκις ὡράθη, ὅτι τρὶς ἀνὰ πέντε ἐκύησεν ἐργωδῶς. γίνεται δὲ δυστοκία πλαγίου γεννωμένου τοῦ ἐμβρύου ἢ τοῦ αὐχένος τῆς μήτρας ἢ καὶ τοῦ στόματος οὐχ ἱκανῶς διεστῶτος ἢ τοῦ ὑμένος τοῦ περιέχοντος τὸ ἔμβρυον, ὅπου τὸ ὕδωρ συλλέγεται, παχυτέρου ὄντος καὶ μὴ δυναμένου πρὸ τοῦ τόκου ῥαγῆναι.” ἑωρᾶσθαι δέ φησιν ἔμβρυα προπεπτωκότα ἄνευ τοῦ τὸν ὑμένα ῥαγῆναι, τὰ δὲ τοιαῦτα ἔτι ἐργωδῶς τίκτεσθαι. 〈γίνεσθαι〉 δὲ δυστοκίαν καὶ παρὰ τὸ ἀτονεῖν τὴν μήτραν ἢ τὸ στόμα. ἀπορία δέ ἐστιν τὸ ἀτονεῖν τὴν μήτραν ἐν τῷ σώματι.
1.5
“καὶ παρὰ τὰ ἔξωθεν δὲ προσπίπτοντα καὶ προσφερόμενα καὶ ποιούμενα καὶ τὰ ἐκ τοῦ σώματος ἐκκρινόμενα αἱματώδη πλείονα ὑγρὰ δυστοκία γίνεται. καὶ παρὰ τὸ διαταθῆναι ὑπὸ τοῦ ἐμβρύου τὴν μήτραν ὠδῖσι τοῦ τίκτειν γίνεται δυσέργεια παρά τε ψῦχος ἢ καῦμα ἢ φῦμα ἢ ἀπόστημα ἐν τοῖς ἐντέροις, ἐν ἐπιγαστρίῳ. καὶ τὸ ἐν ὀσφύι δὲ καὶ ῥάχει γινόμενον κοίλωμα αἴτιον δυστοκίας γίνεται, καὶ διὰ πιμελῶδες ἐν ἐπιγαστρίῳ καὶ ἐν ἰσχίῳ δυστοκία γίνεται ὡς ἂν ἀποπιεζομένης τῆς μήτρας καὶ διὰ τὸ τεθνηκέναι τὰ ἔμβρυα.
1.6
” καὶ τοσαῦτα μὲν Ἡρόφιλο ς. ὁ δὲ Ἀνδρέας ἐν τῷ Πρὸς Σώβιον (ἐστὶν δὲ ἐπιστολικόν) τοῖς ἀπὸ Ἡροφίλου συντίθεται μόνον προσθεὶς τὸ παραλελυμένον ἔμβρυον καὶ ἰσχνόν· “τὰ γὰρ τοιαῦτα, φησί, βάρος μὴ ἔχοντα δυστοκίαν ἐργάζονται.” ὁ δὲ Ἡροφίλειος Δημήτριος ἀντιδιαστέλλεται τοῖς ῥηθεῖσι λέγων τὰ αἴτια τῆς δυστοκίας τὰ μὲν παρʼ αὐτὴν εἶναι τὴν τίκτουσαν, τὰ δὲ παρʼ αὐτὸ εἶναι τὸ τικτόμενον, τὰ δὲ παρὰ τὸ διʼ οὗ ἡ ἔκτεξις γίνεται.
2.1
καὶ δὴ παρὰ τὴν τίκτουσαν δυστοκία γίνεται, ὅταν 〈ἢ〉 ἐν ψυχικῇ δυνάμει ᾖ τὸ αἴτιον ἢ ἐν τῇ ζωτικῇ, ἤγουν τοῖς σώμασι.
2.2
καὶ 〈ἐν〉 ψυχικῇ μὲν δυνάμει γίνεται, ὅταν λύπη, χαρά, φόβος, δειλία, ἔκλυσις, ὀργὴ γένηται 〈ἢ〉 τρυφὴ ὑπερτεταμένη (ἔνιαι γάρ εἰσιν σπαταλώδεις καὶ οὐκ ἐντείνονται)· καὶ παρὰ ἀπειρίαν δὲ τοῦ τίκτειν γίνεται 〈ὡς μὴ〉 συνεργεῖν τῇ ὠδῖνι· καὶ διʼ ἐποχὴν δὲ διανοίας γίνεται, ἀμαυρᾶς γοῦν γινομένης τῆς ἀλγηδόνος (τοῦτο δʼ ἄν τις εἴποι ἐπὶ τῶν ἀποπληκτικῶν γυναικῶν καὶ ληθαργικῶν)· καὶ διὰ ὑπόνοιαν δὲ τοῦ μὴ συνειληφέναι δυστοκία γίνεται.
2.3
αἴτια δὲ τῆς ζωτικῆς δυνάμεως τῆς ἐν τοῖς σώμασι ταῦτα· ἀπεψία, ἀνορεξία, ἀτροφία, δύσπνοια, ὑστερικὴ πνίξ. ἐν δὲ 〈ταύτῃ〉 τῇ δυνάμει γενομένου τοῦ αἰτίου 〈φησὶν〉 ἀποτελεῖσθαι πάθη δυστοκιῶν, ὅταν λαπαρὸν ᾖ τὸ σῶμα ἄγαν, οὐ γὰρ δύνασθαι συμπαθεῖν διὰ τὴν ἀτονίαν. ἢ ὅταν πολλὴ ἡ σάρξ, τότε γίνεται δυστοκία, στενοῦνται γὰρ οἱ πόροι. καὶ παρὰ τὸ ὑπερδιαφορεῖσθαι τὰ ὑγρὰ ἀραιῶν ὄντων τῶν σωμάτων. γένοιτο δʼ ἂν δυστοκία καὶ παρὰ τὸ στενοῦσθαι τοὺς πόρους καὶ τὰ ὑγρὰ ἐπέχεσθαι· βαρυνόμενα γὰρ φύσει τὰ σώματα ὑπὸ τῶν ὑγρῶν ἀτονεῖ καὶ θλιβόμενα στενοῖ τοὺς πόρους διʼ ὧν ἡ ἔκτεξις γίνεται. καὶ δριμέα δὲ ὑγρὰ ἢ καὶ τὸ ἀνάπαλιν [μὴ] ἀμβλέα μὴ κεντρίζοντα τὰ σώματα καὶ τὰ παχέα ὑγρὰ ὁμοίως δυστοκίαν ποιεῖ, ἃ μὲν ἐν τῷ φέρειν πνεῦμα 〈πλεῖον〉, ἃ δὲ ἐν τῷ ὀλίγον.
2.4
καὶ αἱ ὑψηλαὶ δὲ γυναῖκες δυστοκοῦσιν καὶ ὅσαι ἄνωθεν μὲν πλατεῖαί εἰσιν, κάτωθεν δὲ στεναί· [ταῦτα λέγει Δημήτριος ὁ Ἡροφίλου] οὐ γὰρ ἔχουσι τὸ φυσικὸν μῖγμα τῶν σωμάτων. καὶ παρὰ τὸ νοσεῖν δὲ τὸ σῶμα τῆς μήτρας δυστοκία γίνεται, οἷον εἰ εἴη ἔκπυρος ἢ φλεγμονὴν ἔχοι ἢ ἔκλυσιν ἢ παράλυσιν ἢ σπᾶται ἢ ναρκᾷ. ταῦτα δὲ λέγει σωματικά, ἐπεὶ περὶ τοῖς σώμασιν 〈τὰ〉 πλείω γίνεται. καὶ παρὰ μὲν τὴν κύουσαν τοσαῦτα ἂν γένοιτο αἴτια δυστοκίας· παρὰ δὲ τὸ κυούμενον, ὅταν ἢ ὑπερμέγεθες ὅλον ᾖ ἢ κατὰ μέρος, οἷον εἰ ἔχει μεγάλην κεφαλὴν ἢ θώρακα ἢ κοιλίαν ἐμπεπλησμένην, ὡς ἐπὶ ὑγροκεφάλων· οὐ γὰρ μόνον τὰ κατὰ φύσιν μεγάλα γίνεται ὅλῳ τῷ σώματι ἢ μέρεσιν, ἀλλὰ καὶ τὰ παρὰ φύσιν.
3.1
καὶ παρὰ πλῆθος δὲ δυστοκία γίνεται (ὅταν ἤτοι δύο ᾖ τὰ τικτόμενα καὶ ἀθρόως ἀμφότερα ἐρχόμενα τῷ τραχήλῳ τῆς μήτρας σφηνῶται), ἢ παρὰ τὸ ἀποτεθνηκέναι τὸ ἔμβρυον καὶ μὴ συνεργεῖν τῇ ἀποτέξει ἢ καὶ ἀποθανὸν διοιδηκέναι, ἢ παρὰ τὸ παρὰ φύσιν ἐσχηματίσθαι.
3.2
τὸ γὰρ κατὰ φύσιν σχῆμα τοῖς γεννωμένοις τὸ ἐπὶ κεφαλήν ἐστι παρατεταμένων τῶν χειρῶν τοῖς μηροῖς καὶ ἐπʼ εὐθὺ φερομένου τοῦ ἐμβρύου· τὰ δὲ παρὰ φύσιν, εἰ παρακεκλιμένα τῇ κεφαλῇ εἰς τὰ δεξιὰ ἢ ἀριστερὰ μέρη τῆς μήτρας ἐρείδεται, ἢ μία χεὶρ ἔξω ἐκπίπτει ἢ αἱ δύο, τὰ δὲ σκέλη ἔνδον διεστήκασιν ἀπʼ ἀλλήλων.
3.3
τῶν δὲ 〈λοιπῶν〉 σχηματισμῶν ἀμείνων ὁ ἐπὶ πόδας τέ ἐστι καὶ μάλιστα ὅταν ἐπʼ εὐθεῖαν φέρηται τῶν χειρῶν παρὰ τοὺς μηροὺς παρατεταμένων. τὰ δὲ ἢ ἕν τι τῶν σκελῶν προβεβληκότα, τὸ δὲ ἕτερον ἔνδον ἔχοντα, ἢ δεδιπλωμένα, ἢ ἐνερείδοντά τινι μέρει τῆς ὑστέρας διορθώσεως χρῄζει καὶ τὰ τὰς χεῖρας ἀνατεταμένας ἔχοντα.
3.4
τῶν δὲ λοιπῶν δύο σχηματισμῶν ἀμείνων ὁ πλάγιος. τρεῖς γάρ εἰσι πλάγιοι σχηματισμοί, ὅ τε ἐπὶ πλευρὰν ὁποτέραν 〈καὶ ὁ ἐπʼ ἰσχία〉 καὶ ὁ ἐπὶ κοιλίαν, ἀμείνων δὲ ὁ ἐπὶ πλευράν· τόπον γὰρ δίδωσι τῇ χειρὶ τῆς μαίας εἰς τὸ μετασχηματίσαι ἢ ἐπὶ κεφαλὴν ἢ ἐπὶ πόδας.
3.5
τὰ δὲ δεδιπλωμένα φερόμενα χείριστος πάντων τῶν σχηματισμῶν ἐστιν, καὶ τούτων ὅσα ἐπὶ τὰ ἰσχία φέρεται. τριχῶς γὰρ καὶ τὰ δεδιπλωμένα σχηματίζεται· ἢ γὰρ πρὸς τῷ στόματι τῆς ὑστέρας τά τε σκέλη καὶ ἡ κεφαλὴ ὑπάρχει ἢ τὸ ἐπιγάστριον ἢ τὰ ἰσχία. ἄμεινον δὲ τὴν κοιλίαν ἔχειν πρὸς τὸ στόμα τῆς ὑστέρας· διελόντων γὰρ ἡμῶν τὸ ἐπιγάστριον καὶ κομισαμένων τὰ ἐντοσθίδια, συμπεσόντος τοῦ σώματος εὐχερὴς γίνεται ὁ μετασχηματισμός.
3.6
γίνεται δυστοκία καὶ παρὰ τὸ τερατῶδες κυΐσκεσθαι, καὶ παρὰ τὸ γεγυμνῶσθαι δὲ τὸ ἔμβρυον καὶ νυσσομένης τῆς μήτρας ὑπὸ τοῦ ὀστέου· γυμνοῦται δὲ τοῦ ἐμβρύου τὸ ὀστέον μυδώσης τῆς σαρκός (τοῦτο δὲ σπανίως γίνεται), ἢ πολλάκις ἀπείρως ἐμβρυουλκουμένου τοῦ ἐμβρύου ἀποσπῶνται σάρκες καὶ τὰ γυμνούμενα ὀστέα νύσσει τὴν μήτραν. παρὰ δὲ τὰ διʼ ὧν ἡ ἔκτεξις δυστοκία γίνεται, ὅταν ἡ μήτρα ᾖ στενόστομος ἢ μικρόστομος ἢ μικροτράχηλος.
4.1
ὡς ἐπίπαν δὲ αἱ μικρομεγέθεις τὴν ἡλικίαν καὶ τὴν μήτραν ἀναλογοῦσαν τοῖς λοιποῖς μέρεσι κέκτηνται.
4.2
γίνεται δὲ δυστοκία καὶ παρὰ τὸ σκολιὸν ἔχειν τὸν τράχηλον τῆς μήτρας ἢ παρὰ τὸ σάρκα παρὰ φύσιν ἐπιπεφυκέναι τῷ τραχήλῳ ἢ τῷ στόματι τῆς ὑστέρας ἢ παρὰ τὸ φλεγμονὴν ἢ ἀπόστημα ἢ σκίρον ἔχειν ἢ παρὰ τὸ ἰσχυρὸν ὄντα τὸν τοῦ προρρήγματος χιτῶνα μὴ ἰσχύειν τὸ ἔμβρυον τοῦτον ἀπορρῆξαι.
4.3
ἢ ἐκκριθέντος τοῦ ἠθροισμένου ἐν τῇ μήτρᾳ ὑγροῦ πρὸ τοῦ δέοντος καιροῦ ἄνικμοι καὶ κατάξηροι μένουσιν οἱ τόποι κατʼ αὐτὸν τὸν χρόνον τῆς ἀποκυήσεως, ὅτε χρεία τούτου τοῦ ὑγροῦ ὄλισθον καὶ εὐπετῆ διέξοδον παρέχοντος τῷ ἐμβρύῳ.
4.4
ταῦτα δὲ γίνεται, τὸ εἶναι μικρόστομος ἢ μικροτράχηλος, διὰ πολλὰς αἰτίας. ὅταν γὰρ πρόωροι γαμηθεῖσαι συλλάβωσιν καὶ τίκτωσιν μηδέπω τῆς μήτρας τέλεον ηὐξημένης μηδὲ τοῦ πυθμένος 〈τῆσ〉 ὑστέρας διεστῶτος.
4.5
ἤδη δὲ καὶ παρὰ τὴν φυσικὴν ἰδιοσυστασίαν ἢ συγκρισίαν παρέπεται δυστοκία, ἤδη γὰρ ἔνιαι φύσει τὴν μήτραν ἔχουσι μικρὰν ὡς καὶ ἄλλο τι μέρος τοῦ σώματος. αἱ δὲ ἔτι καὶ 〈διὰ〉 τὸ ἀπὸ χηρείας πολυχρονίου συνειληφέναι, ἔνιαι δὲ καὶ διὰ τὸ 〈προ〉βεβηκέναι τῇ ἡλικίᾳ ἀτονοῦσαι 〈δυστοκοῦσιν〉, ἕτεραι δὲ διὰ τὸ πρώτως τίκτειν καὶ ἀγωνιᾶν καὶ ἀπείρως ἔχειν 〈τοῦ〉 σχηματίζειν τὸ σῶμα. ταῦτα πάντα αἴτια δυστοκίας. καὶ παρὰ τὸ πιέζεσθαι ὑπὸ κοπρίων ἢ ὑπὸ οὔρων καὶ παρὰ τὸ λίθον ἔχειν ἐν τῇ κύστει τὴν τίκτουσαν [καὶ] τῇ θλίψει τοῦ τραχήλου τῆς ὑστέρας δυσέργεια γίνεται. ἢ παρὰ τὰ ἐν τῷ σώματι ἢ ἐντὸς ἢ ἐκτός.
5.1
ἤγουν παρὰ τὸ κατάσαρκον καὶ καταπίμελον εἶναι τὴν τίκτουσαν· ἢ 〈ὅτι〉 ὁ περιέχων ὑμὴν δυσδιαίρετος ἢ μὴ ἔχων ὑγρὸν εἰς ὄλισθον αὐτάρκη· ἢ τῶν τῆς ἥβης ὀστῶν ἀλλήλοις συμπεφυκότων ὡς μὴ ἰσχύειν ἐν τόκῳ διάστασιν δέχεσθαι (καὶ γὰρ ἐπὶ τῶν γυναικῶν οὐχ ὥσπερ ἐπὶ τῶν ἀνδρῶν καθʼ ἁρμονίαν συμπεφύκασι τὰ τῆς 〈ἥβης ὀστᾶ〉, ἀλλὰ σύνδεσμος ἰσχυρὸς ταῦτα πρὸς ἄλληλα συνδεῖ)· καὶ παρὰ τὸ κοιλότερον εἶναι τὸν κατὰ τὴν ὀσφὺν τόπον καὶ παραπιέζειν τὴν μήτραν.
5.2
τὰ δὲ ἐκτὸς τοῦ σώματος· οἷον παρὰ τὸ μὴ προεργάσασθαι τὸ γυναικεῖον ἢ ἐν μέθαις εἰθίσθαι ἢ ἀγρυπνίαις ἢ τὸ ὑπέρψυχρον καὶ χειμερινὴν εἶναι τὴν ὥραν (καὶ διὰ τοῦτο πυκνοῦσθαι τοὺς πόρους) ἢ τὸ ὑπέρθερμον καὶ ἐκλυτικὴν ἢ ἀπειρίᾳ μαίας ἢ ἰατροῦ.
5.3
ἤδη δὲ καὶ παρὰ τὰς ὠδῖνας γίνεται [ὅταν γὰρ] καὶ διατεινομένης σφόδρα ἢ ἀποσπωμένου τοῦ χορίου ἀπὸ 〈τῆσ〉 μήτρας, ἢ κατὰ μέρος τὴν μήτραν θλίβοντος ἢ καὶ ἀθρόως προϊόντος. καὶ παρὰ τὸ μὴ καταφέρεσθαι τὸ αἷμα διὰ τῆς μήτρας εἰς τὸ χόριον, ἀλλʼ ἐν ἀγγείοις 〈τοῖσ〉 εἰς τὴν μήτραν διαπεφυκόσιν φλεβώδεσι καὶ ἀρτηριώδεσι μένοντος καὶ διατείνοντος τὰ ἀγγεῖα. ἐπεὶ καὶ παρὰ τὴν ἄλλην ἀλγηδόνα γίνεται, ὡς ἐλέγομεν, δυστοκία. ἀλγηδὼν δὲ ὁτὲ μὲν μετὰ πνεύματος, ὁτὲ δὲ μετὰ πνεύματος συμβαίνει καὶ τὰς ὠδῖνας γίνεσθαι. 〈ταῦτα λέγει Δημήτριος ὁ Ἡροφίλειο ς.
5.4
〉 τούτων οὖν ῥηθέντων τῶν αἰτίων οὐδείς ἐστιν ὁ ἀντερείσας αὐτῷ καὶ ἀντειπών, ἀλλὰ καὶ μαρτυρήσας καὶ στηρίξας αὐτὸν ὡς ἀληθῶς [ἆρα καὶ] λέγοντα· εἰ μὴ ἄρα καὶ δικαίως ἐν τούτῳ μεμψαίμεθα τοὺς Ἡροφιλείου ς, ἐπεὶ δυνάμεις ἐπιτελεστικάς φαμεν ἐν τῷ περὶ νοσημάτων τόπῳ ὑπόστασιν μὴ ἔχειν· οὐδὲ γὰρ αὐτοὶ τὴν οὐσίαν αὐτῶν ὁμολογοῦσιν. Πῶς σημειούμεθα τὰ αἴτια τῆς δυστοκία ς .
6.1
Τῶν ῥηθέντων αἰτίων τῆς δυστοκίας ἃ μὲν ἐξ αὐτῶν ἐστι καταληπτέα, ἃ δὲ οὔ. λύπη μὲν γὰρ ἂν ὑπερτεταμένη, 〈ἣ〉 χαλᾷ καὶ ἀνίησιν, καὶ τὰ ἄλλα ψυχικὰ αἴτια ἐξ ἀνακρίσεως κατελήμφθη ὡς μὴ συνεργοῦντα τῇ εὐτοκίᾳ· κάρος δὲ καὶ λήθαργος πρόδηλά ἐστι, ἔτι δὲ τούτων σημεῖα ἐκ τοῦ περὶ ὀξέων μετάγεται τόπου.
6.2
ἤδη δὲ καὶ τὸ μέγεθος τοῦ ἐμβρύου δυστοκίαν ποιοῦν σημειούμεθα ἐκ τοῦ ὄγκου τῆς κοιλίας· ἐὰν δὲ προπεσὸν μὴ κατὰ λόγον κουφίζῃ τὴν κοιλίαν, ὑποληπτέον πολλὰ εἶναι τὰ κυούμενα.
6.3
ἤδη δὲ καὶ τὰ πλάγια καὶ τὰ προβάλλοντα τὰς χεῖρας, ἤτοι 〈τὰ παρὰ φύσιν〉 ἐσχηματισμένα, ταῖς καθέσεσι τῶν δακτύλων σημειούμεθα. * * αὐτάς. ἐὰν γὰρ ζῳόν, ὠδίνει ἡ κύουσα καὶ ἐντείνεται, θερμόν τε αὐτῆς 〈τὸ ἐπιγάστριον εὑρίσκεται, τῇ δὲ καθέσει〉 τῶν δακτύλων καὶ αὐτὸ τὸ ἔμβρυον εὐανθὲς ὁρᾶται, ἐὰν δὲ ᾖ νεκρόν, οὐχ οὕτως ὠδίνει ἡ κύουσα τό τε ἐπιγάστριον αὐτῆς ψυχρὸν γίνεται, τῇ 〈δὲ〉 καθέσει τῶν δακτύλων οὔτε θερμὸν ὑποπίπτει τὸ ἔμβρυον οὔτε ἀσθμαῖνον, ἐάν τε καὶ προπέσῃ τι μέρος, τοῦτο μέλαν καὶ νεκρῶδες εὑρίσκεται.
6.4
τὴν δὲ μήτραν πεπονθυῖαν σημειούμεθα ἐκ τῆς ἁφῆς, μετάγοντες τὰ ἐπὶ τῶν παθῶν ῥηθέντα σημεῖα· ἐὰν δὲ 〈ἐν〉 τῷ τόκῳ πάσχῃ, τὰς κινδυνευούσας ἐν τῷ τίκτειν σημειούμεθα ἐκ σφυγμοῦ, ἐξ ἀναπνοῆς, τὰς δὲ ἀπολλυμένας ἐκ τῆς ἀσφυξίας καὶ ἐκ τοῦ θανάσιμα ἔχειν τὰ σημεῖα. Πῶς θεραπεύσομεν δυστοκίαν κοινότερον καὶ ἐπιμέλεια δυστοκία ς .
7.1
Ἐπὶ τῶν δυστοκουσῶν χρὴ τὸν ἰατρὸν ἐπερωτᾶν τὴν μαῖαν. 〈εἴτε γὰρ〉 διὰ στέγνωσιν καὶ συναίρεσιν τῶν διοδευθησομένων ὑπὸ τοῦ ἐμβρύου χωρίων εἴτε διὰ ψύξιν τοῦ περιέχοντος ἢ θέρμην εἴτε διὰ σκληρίαν τοῦ σώματος εἴτε διὰ τὸ κοίλην εἶναι τὴν ὀσφὺν ἢ φύσει μικρομεγέθη τὴν ὑστέραν ἢ πρόωρον σύλληψιν ἢ πιμελῆς βάρος ἢ θλίβοντας ὄγκους ἢ λύπην ἢ φόβον ἢ τραχήλου σκολίωσιν ἢ φλεγμονὴν ἢ ξηρασίαν ἢ ὁποιανδήποτε πρόφασιν ἄλλην, τῇ ἀνέσει καὶ τῷ χαλάσματι δεῖ πρῶτον συνεργεῖν καὶ μήτε εὐθέως ἐγχειρεῖν τῇ χειρουργίᾳ μήτε ἐπὶ πολὺ συγχωρεῖν τῇ μαίᾳ διασπαράττειν τὴν μήτραν.
7.2
εἰ μὲν οὖν διὰ τὸ κοίλην ἔχειν τὴν ὀσφὺν τὴν τίκτουσαν ἡ δυστοκία γίγνοιτο, σχηματίζειν αὐτὴν χρὴ ἐπὶ τὰ γόνατα, ἵνα ἡ ὑστέρα μεταπεσοῦσα εἰς τὸν κατὰ τὸ ἐπιγάστριον τόπον κατʼ εὐθὺ σχηματισθῇ τῷ τραχήλῳ· ὁμοίως δὲ καὶ τὰς πιμελώδεις καὶ κατασάρκους σχηματιστέον. εἰ δὲ τὸ στόμιον τῆς ὑστέρας μέμυκε, τοῖς λιπάσμασι μαλάσσειν καὶ ἀναχαλᾶν, ἤγουν ἐγχυματίζειν συνεχῶς ἐλαίῳ γλυκεῖ τε καὶ θερμῷ ἢ σὺν ἀφεψήματι τήλεως ἢ μολόχης ἢ λινοσπέρμου, ποτὲ δὲ καὶ τῶν ᾠῶν 〈τῷ λευκῷ〉· οὕτω γὰρ παρηγορεῖται εἰς ἄνεσιν μὲν τὸ θλῖβον, νοτίζεται δὲ εἰς ὄλισθον τὸ δυσοδοῦν.
7.4
μετὰ δὲ ταῦτα καὶ καταπλάσσειν λινοσπέρμῳ ἢ τήλει διʼ ἐλαίου καὶ ὑδρομέλιτος τὸ ἐφήβαιον, ἐπιγάστριον, ὀσφύν, ἐγκαθίζειν τε λιπαρῶς ἢ πυριᾶν διὰ σπόγγων ῥάκεσιν συντόμως ἀφαρπαζομένης τῆς ὑγρασίας. ταῖς δὲ ἐν ὀδύνῃ καὶ κύστεις ἐπιβάλλειν ἐλαίου θερμοῦ 〈πλήρεισ〉 ἢ μαρσίπους ὠμὴν λύσιν θερμὴν ἔχοντας· εἰ δὲ μή, καὶ διὰ φορείου κινεῖν ἐν ἀέρι συμμέτρως θερμῷ μετεωροτέραν τὴν κεφαλὴν ποιήσαντες τῆς καμνούσης, λεληθυῖα γὰρ κίνησις ὑπομιμνῄσκει τὴν ἔκκρισιν.
7.5
ἔνιοι δὲ καὶ κατασεισμοὺς εὐτόνους παρέλαβον. οἱ μὲν γὰρ μετεωρίσαντες τοὺς περὶ τὴν κεφαλὴν τῆς κλίνης πόδας, τὴν δὲ κάμνουσαν διὰ κηρίας ἐν τοῖς ἐνηλάτοις τῷ θώρακι προσκαταλαβόντες προσέταξαν ὑπηρέτῃ τὰ πρὸς τοῖς ποσὶ τῆς κλίνης μέρη διὰ χειρῶν ἐπαίρειν τε καὶ ἀφιέναι κατὰ τοῦ ἐδάφους, 〈οἱ δὲ〉 τὸ κλιμάκιον ἐδοκίμαζον, οἱ δὲ περιπατεῖν ἠνάγκαζον, οἱ δὲ κλίμακας ἀναβαίνειν καὶ καταβαίνειν, οἱ δὲ κατόπιν στάντα τινὰ τῆς τικτούσης καὶ ὑποβαλόντα ταῖς μασχάλαις τὰς χεῖρας ἐξᾶραι [ἢ] καὶ εὐτόνως κατασεῖσαι. πάντας δὲ τοὺς τοιούτους κατασεισμοὺς ἀποδοκιμαστέον, πληττομένη γὰρ ἡ μήτρα ῥήξεις καὶ συμπαθείας ἐπιφέρει. χρηστέον δὲ τοῖς ἔμπροσθεν ὑποδειχθεῖσιν καὶ τὴν μὲν ὠδίνουσαν ἐπιθαρρεῖν παραινετέον ὡς ἐν ἀκινδύνῳ τυγχάνουσαν, τὴν δὲ ἄπειρον ὠδίνων διδακτέον ἐντόνως μάλιστα τὸ πνεῦμα κατέχειν καὶ πρὸς τὴν λαγόνα συνωθεῖν, τὴν δὲ λειποθυμοῦσαν τοῖς ἀπλήκτοις 〈ὀσφραντοῖσ〉 ἀναληπτέον, τὴν δὲ ἄτονον μὲν διὰ μακρὰς ἀσθενείας βραχέος κουφισμοῦ παρεμπεσόντος θρεπτέον ὀλίγῃ καὶ ἁπλῇ τροφῇ (οἷον ἄρτῳ, σικύῳ πέπονι, ἀλφίτῳ νενοτισμένῳ, μήλῳ, πᾶσι τοῖς παραπλησίοις)· φόβος γάρ ἐστι μὴ διὰ τὴν ταραχὴν ἡ πλείων φθαρῇ καὶ μεταβάλῃ.
7.7
τούτων οὖν γενομένων εἰ τὸ μεμυκὸς διὰ τῶν μαλακτικῶν καὶ λιπασμάτων ἀνέῳγεν, καὶ ἀπευθύνειν τὸν τράχηλον, εἰ σκολιός ἐστιν, παραστέλλειν δὲ μετὰ λιπασμοῦ τὸν ὄγκον, εἰ παρακείμενος εἴη, εἰ δὲ μή, διὰ χειρουργίας ἐκκόπτειν, εἴτε θύμος ἐστὶν εἴτε κόνδυλος ἀπὸ ἐπαναστάσεως εἴτε διαφράττων ὑμὴν ἢ σαρκὸς περίφυσις ἢ ἄλλο τι τῶν τοιούτων ἐμποδίζον.
7.8
περιττωμάτων δὲ κατεχομένων ἐκβάλλειν σκύβαλον διὰ κλυστῆρος ὑδρελαίου ἢ ὑδρομέλιτος ἐνεθέντος, τὸ δὲ οὖρον κομιστέον διὰ τοῦ καθετῆρος, εἰ πεπληρωμένη ἡ κύστις οὔρου εἴη. λίθου δὲ αἰτίου ὄντος ἐσφηνωμένου διώσασθαι χρὴ τὸν λίθον καθετῆρι ἐκ τοῦ τραχήλου τῆς κύστεως καὶ εἰς τὸ κύτος ἀπωθεῖν. χόριον δὲ μὴ ἀναστομούμενον κατιάδι προσεχόντως διαιρεῖν τῷ δακτύλῳ προκοιλαίνοντά τι μέρος· προεκκεκριμένου δὲ τοῦ ὑγροῦ διὰ κλυστηριδίου τι τῶν λιπαρῶν ὑγρῶν εἰς τὸν γυναικεῖον ἐνιέναι κόλπον. παρὰ φύσιν δὲ ἐσχηματισμένου τοῦ ἐμβρύου τὸν κατὰ φύσιν ἀποδιδόναι σχηματισμόν.
8.1
καὶ εἰ μὲν ἐπὶ κεφαλὴν ἐνεχθὲν παρεγκέκλιται, καθεῖναι τὴν εὐώνυμον χεῖρα λελιπασμένην (ὠνυχισμένων τῶν ἄκρων εἰς τὸ μὴ νύσσειν ἐκτεταμένων τῶν δακτύλων 〈καὶ〉 κατὰ τὰς ῥᾶγας συμβεβλημένων ἀλλήλοις μειούρου χάριν σχηματισμοῦ εἰς τὸ ἀσκυλτότερον τῆς καθέσεως) 〈καὶ〉 καθʼ ὃν καιρὸν φυσικῶς τὸ τῆς ὑστέρας διαστέλλεται στόμιον (εἰς τὸ μὴ συνιόντος αὐτοῦ καὶ συστελ λομένου μετὰ σκληρᾶς ἀντιβάσεως γίνεσθαι τὴν ἔνθεσιν), τοῦ ἐμβρύου λαβόμενον κατʼ εὐθὺ τοῦ στόματος τῆς ὑστέρας παράγειν αὐτὸ συνεργοῦντα τῇ μεταθέσει καὶ διὰ τῆς ἀκολούθου κατακλίσεως. ἐπὶ γὰρ τὸ ἀντικείμενον μέρος ἐσχηματίσθαι δεῖ τὴν κάμνουσαν, ἐπὶ δεξιὰν μέν, εἰ τύχοι, πλευρὰν εἰς τὰ εὐώνυμα τοῦ ἐμβρύου παρεγκεκλικότος, ἐπὶ δὲ τὴν ἀριστερὰν ἐπὶ τὰ δεξιὰ τοῦ ἐμβρύου τὴν ὁρμὴν λαβόντος, ὑπτίαν δὲ κατωφερῆ τὴν θέσιν ἔχουσαν εἰς τὰ ἔμπροσθεν καὶ ὡς πρὸς τὸ ἐπιγάστριον τοῦ βρέφους παρεγκλίναντος, πρηνῆ δὲ ἐπὶ γονάτων εἰς τὰ ἔνδον καὶ ὡς ἐπʼ ὀσφὺν τοῦ ἐμβρύου παρεγκλίναντος.
8.3
εἰ δὲ καὶ μετὰ σφηνώσεως γέγονεν ἡ παρέγκλισις, ἀναβιβάζειν πρότερον τὸ ἔμβρυον καὶ μετεωρίζειν, ὥστε ἀπὸ τοῦ στομίου τῆς ὑστέρας ἀποστῆναι, καὶ οὕτως ἀπευθύνειν.
8.4
εἰ δὲ καὶ χεῖρα προβέβληκεν, μὴ ἐπισπᾶσθαι λαβόμενον αὐτῆς (μᾶλλον γὰρ ἐπισφηνοῦται προσανακλωμένης ἢ ἐπινευούσης τῆς κεφαλῆς ἢ ἔξαρθρον γίνεται, ποτὲ δὲ 〈καὶ〉 ἀπορρήγνυται), 〈ἀλλὰ〉 κατὰ τοῦ ὤμου τοὺς δακτύλους ἄκρους ἐπερείσαντα προανωθεῖν αὐτὸ κἀν τῷ κύτει γενόμενον ἀπευθύνειν κάμψαντα τὸν ἀγκῶνα καὶ οὕτως πλευρᾷ τε καὶ μηρῷ παρατείναντα τὴν χεῖρα πρὸς τὸ ἀπαραπόδιστον τῆς ἀποτέξεως.
8.5
εἰ δὲ ἀμφοτέρας προβέβληκεν τὰς χεῖρας, κατὰ τῶν δυοῖν ὤμων ἄκρους ἐρείσαντα τοὺς δακτύλους ἀνωθεῖν αὐτὸ κἄπειτα τοὺς βραχίονας ἀπώσαντα, κάμψαντα δὲ τοὺς ἀγκῶνας ἐπὶ πλευρὰν 〈καὶ〉 παρατείναντα τὰς χεῖρας τοῖς μηροῖς [καὶ] τοῦ κεφαλίου λαβόμενον ἐξέλκειν ἠρεμαίως.
8.6
εἰ δὲ μικροῦ τοῦ κεφαλίου τυγχάνοντος τὰς δύο προβέβληκε χεῖρας, ἀπευθύνειν μὲν τὸ κεφάλιον ἀνακεκλασμένον, συλλαμβανόμενον δὲ τῶν χειρῶν ἐπισπᾶσθαι· διὰ γὰρ τὴν μικρότητα τοῦ κεφαλίου σφήνωσις ἐνιάκις οὐ γίνεται.
8.7
εἰ δὲ ἐπὶ πόδας ἐνεχθὲν παρεγκέκλικεν εἴς τι μέρος, μετακτέον αὐτὸ καὶ ἀπευθυντέον τῷ ἐπὶ κεφαλὴν παραπλησίως.
8.8
εἰ δὲ τὸν ἕτερον πόδα προβέβληκε, πάλιν μὲν οὐ δεῖ τούτου λαβόμενον ἕλκειν (μᾶλλον γὰρ σφηνοῦται τὸ ἔμβρυον τοῦ ἑτέρου συγκαμπτομένου), τοὺς δακτύλους δὲ ἄκρους κατὰ τὸν 〈τοῦ〉 περιναίου τόπον ἐρείδειν καὶ εἰς τὸ κύτος ἀπωσάμενον αὐτὸν τῆς μήτρας, εἶτα καθέντα τὴν χεῖρα τὸ ἕτερον σκέλος ἁπλοῦν καὶ τῷ ἑτέρῳ παρεκτείνειν.
8.9
〈εἰ〉 δὲ τοὺς δύο πόδας προβέβληκεν τῆς ἑτέρας χειρὸς ἀνακεκλασμένης ἢ καὶ τῶν δυοῖν, πάλιν ὡσαύτως ἀνωθεῖν τὸ ἔμβρυον καὶ τὰς χεῖρας καταστέλλειν.
8.10
εἰ δὲ διαστῆσαν τοὺς πόδας διαφόροις μέρεσι τῆς ὑστέρας ἐνήρεικεν, ζευγνύειν τούτους 〈καὶ〉 κατʼ εὐθὺ τοῦ στομίου τῆς ὑστέρας τάσσειν. εἰ δὲ ἐπὶ γόνατα τὴν ὁρμὴν εἴληφεν, ἀνωθεῖν αὐτὸ καὶ οὕτως τῶν σκελῶν ἁπλωθέντων ἐπὶ πόδας ἐξέλκειν.
8.12
εἰ δὲ ἐπὶ πυγὴν ἐνήνεκται, καὶ τοῦτο ἀναβιβάζειν, εἶτα τὰ σκέλη ἐξαπλοῦν, τὰς χεῖρας δὲ παρατείναντα τοῖς μηροῖς ἐπὶ πόδας ἐξέλκειν.
8.13
εἶτα πλάγιον ἐπικείμενον, εἰ μὲν πρηνὲς 〈ἢ〉 ὕπτιον, πρᾴως αὐτὸ διὰ τῶν δακτύλων ἐπὶ πλευρὰν στρέφειν, ὅπως εἰς κάθεσιν τῇ χειρὶ γένηται τόπος. εἰ δὲ αὐτόθεν ἐπὶ πλευρὰν ἐσχηματισμένον ὑπάρχει, παρενείραντα τὴν χεῖρα πρᾴως ἀνατρέπειν αὐτό, πλὴν ἀνίσου μὲν τοῦ πλαγιασμοῦ τυγχάνοντος κατὰ τὰ μᾶλλον ἀποκεκρυμμένα τοῦ σώματος * * ὁ κατὰ τοὺς πόδας· ἀμείνων γὰρ ὁ ἐπὶ κεφαλὴν σχηματισμὸς προδιοδευθέντων τῶν πλατυτέρων, μὴ προσανακλωμένων τῶν χειρῶν.
8.14
εἰ δὲ διπλοῦν εἴη τὸ ἔμβρυον, ἄνω μὲν τοῦ διπλώματος ὑπάρχοντος, ἐξ ἴσου δὲ τῶν ἄκρων ἀλλήλοις παρακειμένων, ἁπλοῦν αὐτὸ προανωθοῦντα τοὺς κατὰ σκέλη τόπους· ἀνίσου δὲ τοῦ διπλώματος ὄντος στρέφειν αὐτὸ πρῶτον καὶ τὸ δίπλωμα πρὸς τὸν πυθμένα ποιεῖν, εἶτα ἁπλοῦν ἀνατρέποντα, καθάπερ εἰρήκαμεν.
8.15
εἰ δὲ πλέονα τοῦ ἑνὸς ἐμβρύου καταφέροιτο, πάλιν ἀνωθεῖν αὐτὰ καὶ ἀνατρέπειν ὡς ἐπὶ τὸ κύτος καὶ καθʼ ἓν κομίζεσθαι.
8.16
πάντα δὲ ποιεῖν ἠρέμα καὶ ἀπεριθλάστως καὶ συνεχῶς ἐλαιοχυτοῦντα τοὺς τόπους, ὥστε καὶ τὴν κύουσαν ἀσυμπαθῆ καὶ τὸ κυούμενον σῶον διαφυλάξαι· πολλὰ γὰρ οὕτως δυστοκηθέντα βιώσαντα βλέπομεν. Περὶ ἐμβρυουλκίας καὶ ἐμβρυοτομία ς .
9.1
Εἰ δὲ μὴ ἐπακούοι πρὸς τὴν διὰ τῶν χειρῶν ἐφολκὴν διὰ μέγεθος ἢ νέκρωσιν ἢ καθʼ οἱονδηποτοῦν τρόπον σφήνωσιν, ἐπὶ τοὺς εὐτονωτέρους τρόπους δεῖ μετελθεῖν, τὸν τῆς ἐμβρυουλκίας καὶ τῆς ἐμβρυοτομίας· καὶ γὰρ εἰ τὸ κυηθὲν διαφθείρει, τὴν κυοφοροῦσαν τηρεῖν ἀναγκαῖον. διόπερ τὸν μὲν ὑποκείμενον δεῖ προλέγειν κίνδυνον πυρετῶν ἐπιγινομένων καὶ νευρικῆς συμπαθείας, ἔσθʼ ὅπου δὲ καὶ φλεγμονῆς ὑπερβαλλούσης, καὶ γάγγραιναν μάλιστα ὑποφαίνειν ὀλίγας ἐλπίδας ἔχειν (ἐφʼ ἧς ἔκλυσις, περιίδρωσις, περίψυξις, σφυγμῶν ὑπόδυσις, πυρετὸς ὀξύς, παρακοπή τε καὶ σπασμός)· μὴ ἀφίστασθαι δὲ ὅμως βοηθείας.
9.2
〈δεῖ τοίνυν ἐπὶ κλίνησ〉 πᾶσαν σχηματίζειν καταφερῶς ἀντιβατικώτερον ἐστρωμένης ὡς μὴ πρὸς τὸ εἶκον ἐνδιδόναι τὴν ὀσφύν, διεστώτων δὲ τῶν μηρῶν καὶ συνηγμένων πρὸς τὸ ἐπιγάστριον τῶν ποδῶν ἐπὶ τοῦ ἐνηλάτου στηρίζειν. εἶτα ἑκατέρωθεν διʼ ὑπηρετῶν τὸ σῶμα κατέχειν [ἢ γυναῖκες ἔμπειροι καὶ ἰσχυραὶ ἑκατέρωθεν]· εἰ δὲ μὴ παρείησαν, διὰ κηρίας τῷ κλινιδίῳ τὸν θώρακα προσκαταλαμβάνειν, ὥστε μὴ πρὸς τοὺς ἐπισπασμοὺς τοῦ ἐμβρύου συνεπακολουθοῦν τὸ σῶμα τῆς καμνούσης τὸν τῆς ὁλκῆς τόνον ὑπεκλῦσαι.
9.3
καθίζειν δὲ αὐτὸν ἄντικρυς ὀλίγον ταπεινότερον πρὸς τὸ τὰς χεῖρας ἐπʼ ἴσης τοῖς ποσὶν τῆς καμνούσης ὑπάρχειν, καὶ παραστελλομένων τῶν πτερυγωμάτων ἑκατέρωθεν διʼ ὑπηρετῶν πάλιν τὴν εὐώνυμον χεῖρα (διὰ τὸ καὶ προσηνεστέραν εἶναι τῆς δεξιᾶς καὶ μετʼ εὐπρεπείας εὐεργεστέραν καθίεσθαι) συνηγμένων κατὰ κορυφὰς εἰς μείουρον τῶν δακτύλων καὶ λελιπασμένων καθιέναι [καὶ] διεστῶτος τοῦ στομίου τῆς ὑστέρας, εἰ δὲ μή, θλίψεσιν καὶ συνεχέσιν ἐλαιοχυτήσεσιν προαναχαλασθέντος. ἔπειτα πειρᾶσθαι τὸ παρεγκεκλικός, εἰ δυνατὸν, ἀπευθύνειν καὶ ζητεῖν τόπον εἰς κατάπαρσιν ἐμβρυουλκοῦ πρὸς τὸ μὴ ἐκπεσεῖν ῥᾳδίως. ἐπιτήδειοι δὲ πρὸς καταπαρμὸν τόποι τῶν μὲν ἐπὶ κεφαλὴν ὀφθαλμοὶ καὶ ἰνίον καὶ στόμα πρὸς οὐρανίσκον καὶ κλεῖδες καὶ οἱ ὑπὸ πλευρὰν τόποι, μασχάλαι δὲ οὐδαμῶς (ἐν γὰρ ταῖς διολκαῖς ἐπιδιισταμένων τῶν βραχιόνων εἰς σφήνωσιν ἡ τοῦ ἐμβρύου πλατύνεται περιοχή), ἀλλʼ οὐδὲ οἱ ἀκουστικοὶ πόροι (δυσπαράδεκτοι διὰ σκολιότητα καὶ στενοὶ λίαν)· τῶν δὲ ἐπὶ πόδας τὰ ὑπὲρ τῆς ἥβης ὀστέα καὶ μεσοπλεύρια καὶ κατακλεῖδες.
10.2
ὅταν δὲ τῶν εἰρημένων μηδεὶς εὑρίσκηται τόπος, εἰς κατάπαρσιν ἑτοιμάζεται σπάθῃ διαίρεσις. θερμῷ δὲ ἐλαίῳ προκεχλιασμένον τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχειν, τὴν καμπὴν δὲ αὐτοῦ τοῖς δακτύλοις κρύψαντα τῇ εὐωνύμῳ χειρὶ πρᾴως συνεισφέρειν καὶ καταπείρειν εἴς τινα τόπον ἄχρι κενεμβατήσεως 〈ὧν〉 εἰρήκαμεν. καταπείρειν δὲ καὶ ἀντίθετον τούτῳ δεύτερον, ὅπως ἰσόρροπος καὶ μὴ ἑτεροκλινὴς 〈ὁ〉 ἐπισπασμὸς ἐπιτελῆται καὶ διὰ τοῦτο τοῦ μέρους παρεγκλίνοντος σφήνωσιν ὑπομένῃ τὸ ἔμβρυον.
10.3
εἶτα διδόναι τοὺς ἐμβρυουλκοὺς ἐμπείρῳ τινὶ κατέχειν καὶ παραινεῖν, ὅπως πειθηνίως διʼ αὐτῶν ἐφέλκηται τὸ ἔμβρυον μήτε σπαράττων ἐν τοῖς ἐπισπασμοῖς μήτε πάλιν ἀνιείς (ἀνατρέχει γὰρ τὸ προκύψαν ἀνεθέν), ἀλλʼ, ὅταν δέῃ τὴν ἐφολκὴν ἐπισχεῖν, ἐν τῇ προϋπαρχούσῃ τάσει φυλάσσων τοὺς ἐμβρυουλκούς, μήτε μόνον ἐπʼ εὐθείας ἐπισπώμενος, ἀλλὰ καὶ εἰς τὰ πλάγια παρεγκλίνων, ὃν τρόπον ἐν ταῖς κομιδαῖς γίνεται τῶν ὀδόντων· οὕτω γὰρ ὑπὸ τῆς μοχλείας μετασχηματιζόμενον τὸ ἔμβρυον τούς τε τόπους ἀνευρύνει καὶ εὐκόμιστον γενήσεται.
10.4
τούτῳ δὲ τῷ τρόπῳ δεξιῶς ὑπηρετούμενον καθιέμενον τὸν λιχανὸν δάκτυλον μεταξὺ τοῦ στομίου τῆς ὑστέρας καὶ τοῦ ἐσφηνωμένου σώματος περιάγειν κυκλοτερῶς οἱονεὶ περιδέροντα καὶ εὐθύνοντα τὸ ἑτεροκλινῶς φερόμενον, καὶ τοὺς τόπους ἐλαίῳ θερμῷ διαβρέχειν ἤ τινι τῶν εἰρημένων γλίσχρων ἀφεψημάτων.
10.5
κατὰ μέντοι τὸν τῶν ἐμβρυουλκῶν ἐπισπασμὸν μὴ εὐθέως ὑπακούοντος εἰς ἐξολκὴν τοῦ ἐμβρύου, κατʼ ὀλίγον δὲ καὶ πρὸς λόγον τῆς ἐφολκῆς ἐπακολουθοῦντος, 〈τὸν〉 μὲν πρῶτον ἐμβρυουλκὸν τὸν ἰατρὸν μεταπείρειν εἰς τὰ ὑπερκείμενα δεήσει, κἄπειτα τὸν δεύτερον, καὶ τοῦτο κατὰ τάξιν, ἕως ἂν ὅλον τὸ τοῦ ἐμβρύου σῶμα διοδεύσῃ. ὡσαύτως δὲ ἐνεργεῖν κἂν ἐπὶ πόδας φέρηται. προβεβλημένου δὲ χερίου [ὡς] καὶ ἀνατρέπεσθαι μὴ δυναμένου διὰ τὴν ὑπερβάλλουσαν σφήνωσιν ἢ καὶ ἀποτεθνηκότος ἤδη τοῦ ἐμβρύου (καθὼς συμβάλλομεν ἐκ τοῦ μήτε ἐνερευθὲς εἶναι τὸ μέρος μήτε θερμὸν μήτε σφύζον, πελιὸν δὲ καὶ ψυχρὸν καὶ ἄσφυκτον) περιβάλλοντα δεῖ ῥάκη εἰς τὸ μὴ ὀλισθαίνειν ποσῶς ἐπισπᾶσθαι, κατασχόντα δὲ πρὸς τὸ ἐμφανέστερα γενέσθαι τὰ ὑπερκείμενα ἀποκόπτειν ἀπὸ τοῦ κατὰ τὸν ὦμον ἄρθρου.
11.1
τὸ δὲ αὐτὸ ποιεῖν καὶ σκέλους προπεσόντος. εἶτα τοῖς δακτύλοις ἀναστρέψαντα τὸ ἄλλο σῶμα διὰ τῆς καταπάρσεως τῶν ἐμβρυουλκῶν κομίζεσθαι.
11.2
τῶν δυοῖν δὲ χειρῶν προβεβλημένων καὶ μήτε ἀνατρέπεσθαι δυναμένων μήτε παρακρούεσθαι τοῖς σπασμοῖς, ὡς τὴν μίαν καὶ τὰς δύο διὰ τῆς παρὰ τοῖς ἀκρωμίοις περικοπῆς ἀναιρεῖν.
11.3
εἰ δὲ μείζονος τοῦ κεφαλίου ὑπάρχοντος ἡ σφήνωσις ἀποτελοῖτο, διὰ τοῦ ἐμβρυοτόμου ἢ τοῦ πολυπικοῦ σπαθίου κρυπτομένου μεταξὺ λιχανοῦ καὶ τοῦ μικροῦ δακτύλου κατὰ τὴν ἔνθεσιν, εἰ μὲν ὑγροκέφαλον εἴη τὸ βρέφος, διαιρεῖν, ἵνα τοῦ ὑγροῦ κενωθέντος ἡ περιοχὴ συμπέσῃ τῆς κεφαλῆς, εἰ δὲ φυσικῶς ἁδροκέφαλον, τῇ χειρὶ συνθλαστέον τὴν κεφαλήν, συνείκει 〈γὰρ〉 εὐμαρῶς ἁπαλῶν ἔτι τῶν σωμάτων ὄντων.
11.4
εἰ δὲ μή, τῷ σπαθίῳ καὶ τὸ κρανίον διαιρεῖν καλὸν ἢ κατὰ τὸν τοῦ βρέγματος τόπον, εἰ δὲ μή, καθʼ οἱονδήποτε τρόπον· προεκκριθέντος γὰρ τοῦ ἐγκεφάλου συμπίπτει τὸ κεφάλιον. τὰ χείλη δὲ τῆς διαιρέσεως ἀποστρέφειν καὶ συνθραύειν τὰ ὀστάρια διʼ ὀδοντάγρας ἢ ὀστάγρας.
11.5
εἰ δὲ διὰ μέγεθος τοῦ ὅλου σώματος μηδὲ οὕτως ἑλκόμενον ὑπακούοι, τῶν δύο ὤμων ἐνερειδομένων τοῖς πλαγίοις μέρεσιν τῆς μήτρας, καὶ εἰς τὰς σφαγὰς βαπτίζειν τὸ σπαθίον μέχρι κενεμβατήσεως εἰς τὸ ἔμβρυον· ἀποκριθέντος γὰρ τοῦ αἵματος ἰσχνὸν γίνεται τὸ σῶμα.
11.6
μετὰ δὲ ταῦτα ὅλον τὸ κεφάλιον διαιρεῖν καὶ τὰ μεσοπλεύρια διακόπτοντα καὶ 〈τὸν〉 πνεύμονα· πληρωθεὶς γὰρ πολλάκις ὑγρῶν καὶ αὐτὸς ἐπλάτυνε τὸν θώρακα. λύειν δὲ καὶ 〈τὰ〉 συνδεδεμένα μέρη τοῦ στήθους διὰ τῶν δακτύλων ἀποσπῶντα τὰς κατακλεῖδας ἀπὸ τῶν ἀντι στέρνων 〈ἢ μὴ〉 εἰκόντων ἀπορρηγνύναι· συμπίπτει γὰρ τὰ περὶ τὸ στῆθος μηκέτι διερειδόμενα ταῖς λεγομέναις κλεισίν.
11.7
εἰ δὲ μηδʼ οὕτως ὑπακούοι, τὸ ἐπιγάστριον διαρρινᾶν, ὡσαύτως κἂν ὑδρωπικὸν ᾖ τὸ ἔμβρυον· κενωθέντος γὰρ τοῦ ὑγροῦ συμπίπτει πρὸς ἴσχνωσιν ἡ περιοχὴ τοῦ σώματος. εἰ δὲ καὶ τὰ ἔντερα παρέχει τῷ ἐπιγαστρίῳ τινὰ διόγκωσιν, καὶ ταῦτα πρότερον ἕλκειν καὶ τὰ λοιπὰ τῶν παρακειμένων σπλάγχνων οὕτως τε τὴν ὅλην ἐξενεγκεῖν σύγκρισιν. τὰ δʼ αὐτὰ ποιεῖν κἂν ἐπὶ πόδας φέρηται.
12.1
προσανακεκλασμένας δὲ τὰς χεῖρας ἀποκόπτειν καὶ τὸ κεφάλιον εὐμεγεθέστερον ὑπάρχον πάλιν θλᾶν· ὅπερ δυσχερέστερον ἐπὶ τοῦδε τοῦ σχήματος διὰ τὸ ἄνω τὸ κεφάλιον ὑποκεκρύφθαι. δεήσει δὲ τῇ δεξιᾷ τῶν ποδῶν λαβόμενον ἐξέλκειν, τῇ εὐωνύμῳ δὲ τὸ κεφάλιον ἀπευθύνειν ἔνδοθεν· ἀνακλασθὲν γὰρ εἰς τὸν αὐχένα τῆς ὑστέρας ἀποσπᾶται πολλάκις.
12.2
ἐργῶδες δὲ τὸ καθυπονοεῖν τὴν εὐώνυμον χεῖρα πρὸς τὰς ἐξολκὰς ἔχειν οἰκειότητα τῷ καὶ τοὺς ὄφεις διὰ τῆς αὐτῆς ἕλκεσθαι (ψευδῆ γὰρ ἀμφότερα)· ἰδίᾳ δὲ εἰς κάθεσιν κεχρησίμευκεν, ὡς ἔμπροσθεν ὑπεδείξαμεν.
12.3
ἐπὶ δὲ τῶν πλαγίων καὶ διπλῶν ἐμβρύων εἰ μὴ ἀπευθύνοιτο, τὰ ὑποπίπτοντα τρωτέον, ἐφʼ ὧν μὲν τὸ ἐπιγάστριον, ἐφʼ ὧν δὲ τὰς μασχάλας καὶ τὰ μεσοπλεύρια καὶ τὰ παρὰ τοῖς νεφροῖς ὡς ἐπὶ λαγόνα.
12.4
εἰ δὲ νεκρὸν καὶ ὑπερμέγεθες ὑπάρχοι, τὸ μὲν ὅλον ἔνδον αὐτὸ κατατέμνειν ἐπισφαλές, ἄμεινον δὲ τὸ προπαλὲς ἀεὶ γενόμενον. οἷς γίνονται ἀποκοπαὶ κατʼ ἄρθρα, καὶ γὰρ τὰ ὀστᾶ κατὰ πέρας ῥᾳδίως ἀπὸ τῆς συνόδου λύεται. συντιθέναι δὲ τὰ κομισθέντα καὶ ἐπιβλέπειν μή 〈τι〉 παραλέλειπται.
12.5
πολλάκις δὲ διὰ τὴν ἐπὶ πόδας ἀπείρων ὁλκὴν ἀποσπᾶται τὸ κεφάλιον καὶ δύσληπτόν ἐστιν διὰ τὴν περιφέρειαν καὶ τὸ προανατρέχειν κατὰ τὴν εὐρυχωρίαν τῆς μήτρας. ὁπότε Σώστρατος μὲν ὡς ἐπὶ τῶν λίθων εἰς τὴν ἕδραν καθεὶς τὸν τῆς εὐωνύμου χειρὸς δάκτυλον, τῇ δεξιᾷ δὲ πιέζων τὸ ἐπιγάστριον πειρᾶται τὸ κεφάλιον κατάγειν, οὐχ ὁρῶν ὡς ἐν τῷ ἀπευθυσμένῳ 〈ὁ〉 δάκτυλος οὐ δύναται τῆς κεφαλῆς ἐφικέσθαι· προχειροτέρας γὰρ οὔσης τῆς κύστεως πολὺ προανακεχώρηκεν ἡ ὑστέρα, καθάπερ ἔμπροσθεν ὑπεδείξαμεν.
12.6
διόπερ καθέντα τὴν χεῖρα καὶ ψαύσαντα τοῦ κεφαλίου προβιβάζειν αὐτὸ κατʼ ἐπικυλισμὸν ἄχρι τοῦ τραχήλου τῆς ὑστέρας, εἶτα διʼ ἐμβρυουλκοῦ καταπάρσεως κομίζεσθαι. μεμυκότος δὲ τοῦ στομίου ταὐτὰ ποιεῖν ἅπερ ἐπὶ τοῦ χορίου διδάσκειν μέλλομεν. μετὰ 〈δὲ〉 τὴν ἐμβρυουλκίαν καὶ ἐμβρυοτομίαν, ὡς ἤδη φλεγμαίνοντος τοῦ τόπου διὰ τὸν ἐπιγινόμενον σκυλμόν, διὰ τῶν ἐμβροχῶν ἀνιέναι καὶ παρηγορεῖν· αἱμορραγίας δὲ γενομένης τοῖς πρὸς αὐτὴν χρῆσθαι καταλλήλοις.
13.2
τὸ δὲ ὠκυτόκια προσαναγράφειν, ὡς ἄλλοι καὶ οἱ περὶ τὸν Ἱπποκράτην ἐποίησαν, σχεδιάζοντός ἐστιν. οὔτε γὰρ δάφνης φύλλα ξηρὰ μετὰ θερμοῦ ὕδατος οὔτε δίκταμνον ἢ ἀβρότονον καὶ κεδρία καὶ ἄνισον μετὰ γλυκέος καὶ παλαιοῦ ἐλαίου οὔτε καρπὸς ἀγρίου σικύου κηρωτῇ προσπλασσόμενος φοινικίνῃ καὶ ὀσφύι περιαπτόμενος ὠκυτοκίαν παρασκευάζει· τὰ δὲ προειρημένα βοηθήματα λύοντα τὸ πάθος καὶ τὴν ἐξ αὐτοῦ δυσέργειαν λύει. Περὶ ἐγκατεχομένων δευτέρω ν .
14.1
Μετὰ δὲ τὴν ἔκδοσιν τοῦ ἐμβρύου πολλάκις ὑπομένει τὸ χόριον, ὃ 〈δὴ〉 καὶ ʼδεύτερονʼ καλεῖται, καὶ δυσχερείας ἐπιφέρει μεταβάλλον καὶ συστρέφον περὶ αὑτὸ τὴν ὑστέραν καὶ διὰ τοῦτο πόνους κεφαλῆς καὶ ἤτρου καὶ συνολκὰς ἢ πνιγμοὺς ἀποτελεῖ, ποτὲ μὲν ἔτι σῷζον τὴν πρὸς τὸν ὀμφαλὸν τοῦ ἐμβρύου συνέχειαν, ποτὲ δὲ ἀπεσπασμένον (ἀπροόπτως τοῦ ἐμβρύου κατενεχθέντος ἢ τῆς μαίας ἀπείρως τὸν ἀποτιλμὸν ἐργασαμένης), καὶ ποτὲ μὲν ἀποκεκρυμμένον, ποτὲ δὲ ἀπὸ μέρους προκύπτον, καὶ ἤτοι τὴν πρὸς τὴν ὑστέραν συνέχειαν ἢ προσάρτησιν ἔτι σῷζον ἢ ἀπολελυμένον, ποτὲ μὲν ἐπιμεμυκότος, ποτὲ δὲ διεστῶτος ἀκμὴν τοῦ στομίου τῆς ὑστέρας, καὶ ἤτοι χωρὶς φλεγμονῆς ἢ σὺν φλεγμονῇ. Ἱπποκράτης μὲν οὖν πταρμικοῖς χρῆται καὶ συνάγει τὰ πτερύγια τῆς ῥινός, ἵνα διὰ τῆς τοῦ πνεύματος εἰς τὸ βάθος ἐμπτώσεως ἐκπέσῃ τὸ χόριον.
14.2
Εὐρυφῶν δὲ ὁ Κνίδιος οὐραγωγοῖς χρῆται ποτίσμασιν τοῖς ἀπὸ δικτάμνου καὶ ἐλελισφάκου, καὶ πεσσοῖς τοῖς αἱμαγωγοῖς διὰ στρουθίου καὶ Ἰλλυρικῆς ἴρεως καὶ κανθαρίδων καὶ μέλιτος, καὶ κατασεισμῷ τῷ διὰ τῆς κλίμακος προσδεδεμένης τῆς καμνούσης.
14.3
Εὐήνωρ δὲ καὶ Σώστρατος καὶ Ἀπολλώνιος ὁ Προυσιεὺς ἐπιλαμβάνεσθαί φασι δεῖν τοῦ προέχοντος καὶ οὕτως ἐξέλκειν. Δίων δὲ καὶ τοῖς διʼ ἐλελισφάκου χρῆται καὶ σμύρνης καὶ σελίνου σπέρματος ποτίσμασιν. τινὲς δὲ ὑποθυμιῶσιν, οἷον ἄσφαλτον, τρίχας ἀνθρωπείας, κέρας ἐλάφειον, χαλβάνην, μελάνθιον, ἀρτεμισίαν. Στράτων δὲ ὁ Ἐρασιστράτειος εἰς χύτραν ἀργυρᾶν ἢ χαλκῆν κασσιτέρῳ περικεχυμένην ἀρώματα βάλλει νάρδον, κασίαν, ἔτι δὲ πράσιον, ἀρτεμισίαν, δίκταμνον, Σούσινον, ῥόδινον, μέλι, καὶ κρατήσας τὸ πωμάτιον αὐλίσκον περιτίθησιν, οὗ τὸ ἕτερον πέρας εἰς τὸ γυναικεῖον ἁρμόζει αἰδοῖον καὶ πυριᾷ τοὺς τόπους διʼ ὀλίγου πυρὸς ἀναθερμαίνων τὰ ἀγγεῖα.
14.5
Μαντίας δὲ παρακατακλίνει τὸ βρέφος τοῖς μηροῖς τῆς κυούσης, ἵνα διὰ τῆς οἰκείας φύσεως καὶ κινήσεως οὕτως ἐφέλκηται τὸ χόριον· μὴ σῳζομένης δὲ τῆς πρὸς τὸ βρέφος τοῦ χορίου συνεχείας μολίβδου μέγεθος ἐκ τοῦ προέχοντος ἀποκρίμνησιν, ἵνα τῷ βάρει κατασπασθῇ τὸ χόριον. πάντα δὲ μοχθηρὰ τὰ προειρημένα.
15.1
διὰ μὲν γὰρ τῶν πταρμικῶν ὁ πλείων σπαραγμὸς παραυτίκα μὲν τὸν ἐξ αἱμορραγίας, ὕστερον δὲ τὸν ἐκ νευρικῆς συμπαθείας ἀποτελεῖ φόβον. τὰ δὲ ποτίσματα κακοῖ τὸν στόμαχον καὶ ἀνατρέπει, τὰ δὲ αἱμαγωγὰ πεσσάρια δάκνοντα καὶ ἀνελκοῦντα σπασμοὺς καὶ συνολκὰς καὶ συμπαθείας παρασκευάζει· πλήσσει δὲ βιαίως καὶ ὁ κατασεισμός.
15.2
τὸ δὲ ὁπωσοῦν ἐπισπᾶσθαι τὸ χόριον διὰ τὸν σπαραγμὸν φλεγμονὴν ἐπιφέρει καὶ ἀδύνατον, ὅπου μέμυκε τὸ στόμιον καὶ οὐδὲν προπίπτει τοῦ χορίου μέρος.
15.3
τὰ δὲ ὑποθυμιάματα δριμύτητι τὴν φλεγμονὴν αὔξει καὶ συμπληροῖ τὴν κεφαλήν. διὰ δὲ τὸν αὐτὸν λόγον ἡ ἀπὸ τῶν ἀρωμάτων πυρία περίεργός ἐστιν, καὶ ὁ κατὰ τὸ ἕτερον πέρας τιθέμενος εἰς τὸ γυναικεῖον αἰδοῖον αὐλίσκος τῇ διαδόσει πυρούμενος περιφλέγει τοὺς τόπους.
15.4
πολέμιον δὲ καὶ τὸ διὰ τῆς ἐξαρτήσεως τοῦ μολίβδου βιαίως τὴν ἔκφυσιν ἀποσπᾶν, καὶ μᾶλλον ἤδη φλεγμονῆς ὑπαρχούσης (ἥ τε τοῦ χορίου διὰ τοῦ λίνου σφίγξις ἄτονος μὲν οὖσα περιολισθήσει πάντως, εὔτονος δὲ συμπάθειαν οἴσει καὶ λειποθυμίαν)· ἀλλʼ οὐδὲ πάντοτε προέχει 〈τι〉 τοῦ χορίου. καὶ τὸ διὰ τῆς κινήσεως τοῦ βρέφους ἐπιβλαβές, δεῖ γὰρ ἐμπείρως τὴν ὁλκὴν γενέσθαι. διὸ σῳζομένης τῆς πρὸς τὸν ὀμφαλὸν αὐτοῦ συνεχείας ἐπὶ χειρῶν μιᾶς ὑπηρέτιδος δεῖ τιθέναι τὸ βρέφος ὑπεστρωμένου ῥάκους· εἶτα διὰ τοῦ συμπεφυκότος οὐραχοειδοῦς ἐντέρου τῷ ὀμφαλῷ τρόπον τινὰ ὁδηγούμενον ἐπικαθιέναι δεῖ τὴν χεῖρα πειθηνίως 〈τε〉 διὰ τῆς ἐφʼ ἑκάτερα τὰ μέρη παραφορᾶς συνεντεινομένης ἅμα τῆς κυούσης ἄνευ σπαραγμοῦ τε καὶ ἀποσπασμοῦ κομίζεσθαι τὸ χόριον· εἰ δὲ πλείονος χρεία εἴη διατριβῆς, τὸ βρέφος ἀπολύειν τῆς πρὸς τὸ κρατοῦν συνεχείας καὶ ταὐτὰ ποιεῖν δεῖ.
16.2
καὶ εἰ μηδʼ ὅλως ἐμπεφύκοι, τὸ ἔμβρυον ἤδη παραλαβόντα κατασχεῖν ἁρμόσει τὸ ὑπερέχον καὶ ἠρέμα παράγειν, ἐπανιέντα 〈μὲν〉 ὅτε συστέλλεται τὸ στόμιον, ἐφελκόμενον δὲ ὅτε διίσταται. καὶ μηδενὸς προκύπτοντος μέρους, ἐν διαστάσει δὲ τοῦ στομίου μένοντος, λελιπασμένην τὴν χεῖρα καθιέναι, καὶ εἰ μὲν ἀπολελυμένον τῆς πρὸς τὴν μήτραν συμφύσεως τὸ χόριον καὶ εἰς αὑτὸ συνεστραμμένον εἴη, ἐπισπᾶσθαι λαβόμενον, εἰ δὲ συμπεφυκός, ἁπλώσαντα τοὺς δακτύλους ἔνδοθεν πειρᾶσθαι διὰ τῆς ἐξ ἑκατέρου μέρους ἀντιπεριαγωγῆς ἀπολύειν αὐτὸ πειθηνίως· οἱ γὰρ ἀπείρως κατʼ εὐθὺ τείνοντες καὶ τὴν ὑστέραν ἐπεσπάσαντο πολλάκις εἰς ἐκστροφήν.
16.3
μὴ ἐπακούοντος δὲ τοῦ δευτέρου πρὸς τοὺς ἠρεμωτέρους ἐπισπασμοὺς ἢ καὶ μεμυκότος τοῦ στομίου καὶ φλεγμαίνοντος καταλείπειν αὐτὸ [καὶ] δεῖ καὶ ὡς φλεγμονὴν θεραπεύειν διʼ ἐγχυματισμοῦ καὶ καταπλάσεως τῶν μορίων καὶ θερμῆς τροφῆς· ἀνιεμένης γὰρ τῆς φλεγμονῆς ἀπολύεται τὸ ἀλλότριον καὶ κατὰ διαμύδησιν ἐκπίπτει (καθʼ ὃν τρόπον καὶ ἐνιάκις συναπέπλευσε τοῖς ὑγροῖς καὶ κῶλον ἔξαρθρον, μετὰ φλεγμονὴν 〈δὲ〉 καταρτισμοῖς ἐπηκολούθησεν). χωρὶς εἰ μὴ βάσεις μὲν χοιράδων προσφυεῖς καταλείπουσί τινες ὡς 〈εἰσ〉 διαμύδησιν γενησομένην.
16.4
τὸ δὲ χόριον ἐμπεφυκὸς κατηγγειωμένως σπλάγχνῳ μετὰ βίας ἀποσπάσαι δεῖ καὶ μὴ καταλείπειν τῷ χαλασμῷ δυνάμενον πειθηνίως περιμυδῆσαι. 〈Περὶ τῶν ἐν γυναικείοις μέρεσιν ἀποστημάτω ν .〉 〈Περὶ τῶν ὑστέρας ἑλκῶ ν .〉 〈Περὶ καρκινωμάτων ἐν μήτρ ᾳ .〉 〈Περὶ συρίγγων ἐν μήτρ ᾳ .〉 〈Περὶ ὑπερμεγέθους νύμφη ς .〉 〈Περὶ κερκώσεω ς .〉 〈Περὶ θύμων τῶν ἐν γυναικείοις μέρεσι ν .〉 〈Περὶ ῥαγάδω ν .〉 〈Περὶ κονδυλωμάτω ν .〉 〈Περὶ αἱμορροΐδων ἐν τῇ μήτρ ᾳ .〉 Περὶ προπτώσεως μήτρας [διʼ ἐμβρυουλκίαν].
35.1
Πρόπτωσις ὑστέρας λέγεται ἡ τῆς ἐκτροπῆς περὶ τὴν μήτραν ἀπειλή· οὐ γάρ, ὥς τινες ὑπολαμβάνουσιν, ἀπολυθεῖσα ἡ μήτρα τῶν προσφύσεων ὅλη προπίπτει (οὐδὲ γὰρ ἀποκαταστῆναι δύναται, 〈ἐὰν τοιαύτη γένηται〉 πρόπτωσις)· τὸ δὲ προπῖπτον παραπλήσιόν ἐστιν ᾠῷ στρουθοκαμήλου παρὰ τὸ μᾶλλον καὶ ἧττον πρὸς λόγον τῆς κατὰ τὴν βίαν γινομένης ἐκτροπῆς.
35.2
προπίπτει μὲν οὖν σπανίως, διὰ πλείους δὲ αἰτίας. καὶ γὰρ ἀφʼ ὕψους κατενεχθεῖσα γυνὴ καὶ ἐπὶ τὰ ἰσχία ἑδρασθεῖσα πάσχει τὸ τοιοῦτον ῥηγνυμένων 〈καὶ ἀποσπωμένων〉 τινῶν ὑμένων τῶν συνδούντων αὐτὴν πρὸς τὰ παρακείμενα. γίγνεται δὲ καὶ διʼ ἐξολκὴν εὔτονον τοῦ χορίου, ὅπερ μάλιστα ἐν ταῖς λεγομέναις ὠμοτοκίαις συμβαίνει. καὶ ἄτεχνος δὲ ἐμβρυουλκία εἰργάσατο τὸ πάθος. γίγνεται 〈δὲ〉 καὶ διὰ κατοχὴν 〈τοῦ〉 πνεύματος ἢ πήδημα καὶ διὰ βάρους ἄρσιν καὶ διὰ πληγήν, ἐνίοτε δὲ καὶ διὰ παράθεσιν ὑγροῦ πολλοῦ καὶ γλίσχρου 〈τῇ πολλῇ ἐπιτέγξει χαλαρῶν γενομένων καὶ παρειμένων τῶν κατὰ τὸν ἄνω πυθμένα αὐτῆς ἐξαρτημάτων〉.
35.3
συνέβη δὲ τοῦτο καὶ διὰ ψυχικὸν πάθος· ἢ γὰρ τέκνων ἀποβολῆς προσαγγελθείσης ἢ πολεμίων ἐφόδου ἢ κατὰ θάλασσαν χειμασθεῖσαι σφοδρῶς ἔπαθον τὴν πρόπτωσιν, λυθεῖσαι τὸ πᾶν σύγκριμα, ὥστε καὶ τὴν μήτραν ἐξολισθῆσαι. ἔσθʼ ὅτε δὲ ἄνευ τινὸς αἰτίας τοιαύτης τῶν σωμάτων ἀσθενησάντων καὶ τῶν ἀντεχόντων αὐτὴν ὑμένων καὶ μυῶν ὁμοίως παραλύσει ἀτονησάντων συνέστη τὸ πάθος, οἷον γίνεται ἐπὶ τῶν παρηκμακυιῶν.
35.4
κατʼ ἀρχὰς μὲν οὖν γίνεται πλείονος αἵματος φορά, ἔπειτα δὲ καὶ ὀδύνη λαγόνων καὶ ὀσφύος καὶ ἐπιγαστρίου καὶ αἰδοίου, καὶ φόβος ἐστὶ ψυγέντας 〈τοὺς τόπουσ〉 [τὸν] σπασμὸν ἐπενεγκεῖν· χρονισμοῦ δὲ γενομένου καὶ τῶν σωμάτων τυλωθέντων ὅ τε φόβος καὶ ὁ πόνος ἐκλύεται. ἔνιοι μὲν οὖν ὅλην λέγουσιν προπίπτειν, τῶν ἀντεχόντων αὐτὴν ὑμένων καὶ μυῶν ῥαγέντων ἐκ πληγῆς ἤ τινος τῶν ἐμφερῶν 〈ἢ〉 χαλασθέντων καὶ ὅμοιόν τι παραλύσει ἐργασθέντων· οἱ δὲ περὶ τὸν Ἱπποκράτην καὶ Ἡρόφιλον μόνον τὸ στόμιον (γνωρίζεται δὲ ἐκ τοῦ τρυφεροῦ προπῖπτον τὸ σύγκριμα ὅμοιον κεφαλῇ πολύποδος, ὡς Ἡρόφιλος ἔλεγεν, πόρον ἔχον ὡς παραδέξασθαι διπύρηνον)· οἱ δὲ μηδʼ ὅλως· οὐκ ἂν γάρ φασιν ἀποκαθίσαι τὴν μήτραν ἀπὸ μέρους, φλεγμαῖνον δὲ τὸ στόμιον φαντασίαν παρέχειν προπτώσεως.
36.4
οἱ δὲ κατʼ ἐκτροπὴν γίνεσθαι τὴν πρόπτωσιν αὐτῆς ὑπολαμβάνουσιν, ὡς ποτὲ μὲν 〈τὸν〉 ἔξωθεν, ποτὲ δὲ τὸν ἔνδον αὐτῆς χιτῶνα προπίπτειν· διπλῆν γὰρ αὐτὴν ὑπάρχειν καὶ τὸν μὲν ἔξωθεν αὐτῆς χιτῶνα τοῖς ὑπερκειμένοις συμπεφυκέναι, τὸν δʼ ἔσωθεν τούτῳ συνηρτῆσθαι καὶ τῇ χαλάσει τῶν ὑμένων προπίπτειν· οἱ δὲ καὶ τὴν ὅλην κατὰ ῥῆξιν ἢ παράλυσιν, ἢ ἀπὸ μέρους καὶ εἰς τὰ ἑαυτῆς κοῖλα ἔτι ἐνδιπλουμένην.
36.5
ὅταν μὲν οὖν κατὰ ῥῆξιν, φασίν, προπέσῃ, φανήσεται παντελῶς ἔναιμος, κατὰ προήγησίν τινος πτώσεως ἢ βίας τινὸς ἢ πληγῆς· ὅταν δὲ κατʼ ἐπιχαλασμὸν ἢ καὶ παράλυσιν, οὐκ ἔναιμος οὔτε παχυτέρα, καὶ κατὰ τὸ πλεῖστον ἐξ ἀδήλου προφάσεως, ἐνιάκις δὲ καὶ κατὰ τὰς αὐτὰς ταῖς προτέραις περιστάσεις παραλύεται. καὶ πάλιν ἀπὸ μέρους μὲν αὐτῆς προπεπτωκυίας ἀπευθυσμένου τρόπον ἐξ ἑκατέρων τῶν μερῶν ἐκπροπτώσεις ὁρῶνται.
36.6
κατʼ ἐκστροφὴν δὲ 〈τῆσ〉 ὅλης περιφερείας ὄγκος στρογγύλος εὑρίσκεται προπίπτων, ἐμφερὴς ᾠῷ, ποτὲ μὲν ἐν τῷ γυναικείῳ μένων κόλπῳ, ποτὲ δὲ προχειρότερος γινόμενος καὶ πρὸ τῶν πτερυγωμάτων, ἐνερευθὴς 〈μὲν〉 κατʼ ἀρχάς, ὑπόλευκος δὲ ὕστερον.
36.7
συγχωρήσαντες δὲ καὶ ὅλην 〈ἢ〉 ἀπὸ μέρους αὐτὴν προπετῶς 〈φέρεσθαι〉 μεμφόμεθα πρῶτον 〈μὲν〉 Εὐρυφῶντα διʼ ἡμέρας καὶ νυκτὸς ὅλης 〈τὴν〉 κάμνουσαν ἐξαρτήσαντα τῶν ποδῶν ἀπὸ κλιμακίου κἄπειτα κατακλίναντα μὲν ὑπτίαν, θρέψαντα δὲ πτισάνῃ ψυχρᾷ· ἀνυπομόνητος γὰρ ἡ ἀνάρτησις καὶ φυσώδης ἡ τροφὴ καὶ ἄτεχνος ἡ τῶν ἡμερῶν διαρίθμησις, ἐξ ὧν εἰς τοὺς καιροὺς ἀποβλέπει.
36.8
Εὐήνωρ δὲ σάρκα βοείαν ἐντίθησιν εἰς τὸ γυναικεῖον αἰδοῖον, οὐκ εἰδὼς τοὺς ἀπὸ τῆς σήψεως ἰχῶρας [ἐν] τῇ δριμύτητι νομῆς αἰτίους γενήσεσθαι.
36.9
Διοκλῆς δὲ ἐν τῷ δευτέρῳ τῶν Γυναικείων ἐνθλίβων πνεῦμα διὰ χαλκευτικῆς φύσης ἀπεντάσσει τὴν ὑστέραν, εἶτα ῥοιὰς περιψήξας καὶ εἰς ὄξος ἀποβάπτων ἐντίθησιν, στρόφον μὲν ἐργασάμενος διὰ τοῦ πνεύματος, θλίψιν δὲ διὰ τῆς ῥόας· ἀπηνὴς γὰρ καὶ στύφουσα.
36.10
τινὲς δὲ σάκκον τρίχινον τῇ ὑστέρᾳ προσβάλλουσιν, ὥστε διὰ τὴν ὀξύτητα τῶν τριχῶν ἀλγήσαντας τοὺς τόπους συνελκυσθῆναι, μὴ εἰδότες ὅτι τὰ παραλελυμένα μὲν οὐδὲν ἀλγεῖ, τὰ δὲ ἀλγήσαντα πρὸς ὀλίγον συνελκυσθέντα προπίπτει πάλιν. οἱ πολλοὶ δὲ τοῖς μὲν εὐώδεσιν ἀποσφραίνουσιν, ὑποθυμιῶσιν δὲ ὑπεναντίως τὰς ὑστέρας, καὶ νῦν ὡς ζῷον οἰόμενοι τὴν ὑστέραν φεύγειν μὲν τὰ δυσώδη, πρὸς δὲ τὰ εὐώδη φέρεσθαι.
36.12
μεμφόμεθα δὲ καὶ Στράτωνα σποδῷ δεδευμένῃ τὸν κόλπον ἀναπληροῦντα, προσθέτῳ δὲ χρώμενον καστορίῳ· δριμεῖα μὲν γὰρ ἡ σποδός, συμπληρωτικὸν δὲ τὸ καστόριον. ἁρμόσει τοίνυν προσφάτου μὲν οὔσης τῆς προπτώσεως, ἐναίμου δὲ τῆς ὑστέρας βλεπομένης καὶ ἀφλεγμάντου, προπερικλύσαντα μὲν τὸ σπλάγχνον ὕδατι ψυχρῷ ἢ [ὄξει] ὀξυκράτῳ τοῖς δακτύλοις ἐγχειρεῖν τῇ τῆς μήτρας καταστολῇ, καὶ γὰρ ὑπακούει κατʼ ἀρχὰς ῥᾳδίως πρὸς τὸν καταρτισμόν.
37.1
εἰ δὲ μὴ ὑπακούοι, διὰ σπόγγου περιφεροῦς προστεθέντος ἐνδιατάσσειν μετεωριζομένων 〈τῶν μηρῶν〉 ὑπό τινων δεξιῶς ὑπηρετεῖν δυναμένων.
37.2
μετὰ δὲ τὴν καταστολὴν ἐκπληροῦν τὸ γυναικεῖον αἰδοῖον ἐνθέσει σπογγιᾶς ὀξυκράτῳ βεβρεγμένης ἢ ἐρίου καὶ τῇ ἐπιδέσει συλλαμβάνοντα συνάγειν τοὺς μηροὺς καὶ περιπλέκειν ἐκτεταμένους· μετεωρίζειν δὲ τὰ περὶ τὴν ὀσφὺν ὑποθέσει προσκεφαλαίου ἢ τὰ περὶ τοὺς πόδας τῆς κλίνης μετέωρα ποιεῖν.
37.3
καὶ συστέλλειν ἄχρι διατρίτου καὶ τότε δι δόναι τροφὴν ὀλίγην ἁπλῆν, εἶτα παρὰ μίαν· στερεοποιηθείσης δὲ τῆς καταστολῆς μετὰ προσοχῆς ἀναλαμβάνειν * * εἰ τὰ τῆς ἡλικίας συλλαμβάνοιτο. ἐπὶ γὰρ τῶν πρεσβυτέρων καταστέλλεται μὲν ἡ μήτρα, προπίπτει δὲ πάλιν εὐχερῶς. εἰ μὲν οὖν σκύβαλα ἐν τῷ ἀπευθυσμένῳ παρακέοιτο, διὰ κλυστῆρος αὐτὰ κομιστέον ἁπλοῦ.
38.1
ὡσαύτως δὲ καὶ εἰ ἐν κύστει περίττωμα εἴη, διὰ καθετῆρος αὐτὸ κομιστέον. συμβαίνει γὰρ ἐπὶ 〈τὸ〉 πλεῖστον ἐγκατέχεσθαι ταῦτα τῷ μέσην τὴν ὑστέραν τεταγμένην ἀπευθυσμένου καὶ κύστεως παραποδίζειν 〈τε〉 ἐν ταῖς προπτώσεσι ταῖς φυσικαῖς ἐκκρίσεσι θλίβουσαν καὶ στενοχωροῦσαν τοὺς τόπους 〈καὶ παραποδίζεσθαι ὑπʼ αὐτῶν ἐν ταῖς ἀναθλίψεσιν αὐτήν〉.
38.2
σχηματίζειν δὲ μετὰ τοῦτο τὴν κάμνουσαν ὑπτίαν ὑψηλότερα ἔχουσαν τὰ ἰσχία καὶ κάμψασαν τὰς ἰγνύας μετὰ τοῦ διεστάναι ἀπʼ ἀλλήλων τὰ σκέλη. ἔπειτα ἐλαίῳ πολλῷ χλιαρῷ καταντλήσαντα τὸ προπεπτωκὸς τῆς μήτρας ἐπὶ πολὺ καὶ ποιήσαντα σύστρεμμα ἐξ ἐρίου σχήματι καὶ πάχει ἀναλογοῦν τῷ γυναικείῳ κόλπῳ περιβάλλειν ἔξωθεν τὸ σύστρεμμα τοῦ ἐρίου ἰσχνοτάτῳ καὶ καθαρῷ ὀθονίῳ. κἄπειτα καταβάπτειν ταχέως εἰς ὀξύκρατον ἢ [καὶ 〈εἰσ〉 ἀφέψημα χλιαρὸν μυρσίνης ἢ σχίνου ἢ βάτου ἢ σιδίων ἢ ῥόδων ἐγκαθίζειν κἄπειτα καταβάπτειν] εἰς χυλὸν ἀκακίας ἢ ὑποκιστίδος οἴνῳ διειμένης καὶ προστιθέναι τῇ ὑστέρᾳ καὶ διαβιβάζειν πᾶν τὸ προπεπτωκὸς ἠρέμα ἀναθλίβοντα, ἄχρις οὗ ἡ μήτρα ἐπὶ τὸν ἴδιον τόπον ἀναχωρήσῃ καὶ ὁ τοῦ ἐρίου ὄγκος ὅλος ἐν τῷ κόλπῳ γένηται [τοῦτʼ ἔστιν ἐν τῷ αἰδοίῳ].
38.3
εἶτα ἔρια ἔξωθεν ἐπιτιθέναι οἴνῳ στύ φοντι βεβρεγμένα, εἶτα σκέπειν τὸ ἦτρον ὅλον σπόγγῳ ἢ ἐρίοις ἐξ ὀξυκράτου τεθλιμμένοις καὶ τὸ ἐπιγάστριον καὶ ἐφήβαιον καὶ ὀσφύας καὶ ἐπιδεσμεῖν ἐκτείνειν τε τὰ σκέλη τῆς γυναικός, ὥστε τὸ ἕτερον τῷ ἑτέρῳ ἐπικεῖσθαι. μετὰ δὲ τοῦτο σικύας προσβλητέον μετὰ φλογὸς πλείονος πρὸς ὀμφαλὸν καθʼ ἑκατέραν λαγόνα καὶ ὀσφραντὰ ταῖς ῥισὶν εὐώδη συνεχῶς προσενεκτέον.
38.4
τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἐγκειμένου τῷ κόλπῳ τοῦ ἐρίου ἐγκαθιζέτω ἡ γυνὴ εἰς οἶνον μέλανα αὐστηρὸν κεχλιασμένον ποσῶς ἢ εἰς ἀφέψημα βάτου ἢ μυρσίνης ἢ σχίνου ἢ σιδίων. μετὰ δὲ τὸ ἐγκάθισμα κατακλιθείσης αὐτῆς ὑπτίας ἀναρρόπου ὡς ὑψηλότερα ἔχειν τὰ πρὸς τοῖς ἰσχίοις, τὸ μὲν ἐγκείμενον ἔριον ἐξαιρείσθω, ἕτερον δὲ ἐντιθέσθω βεβρεγμένον τῷ αὐτῷ φαρμάκῳ. καταπλαττέσθω δὲ τὸ ἐπιγάστριον φοίνιξιν, ἀλφίτοις, σιδίοις, 〈φακῷ μετʼ ὀξυμέλιτοσ〉. καὶ διὰ τρίτης πάλιν τὰ αὐτὰ γινέσθω μέχρι παντελοῦς θεραπείας. εἰ δὲ πολὺν ἔξω χρόνον μείνασα φαίνοιτο ὑπόλευκος ἤδη κατεψῦχθαι, ποτὲ δὲ καὶ προδήλως φλεγμαίνειν καὶ περιωδυνεῖν ἢ κατὰ παράλυσιν προπεπτωκέναι, θερμῷ ὕδατι ἢ ὑδρελαίῳ 〈καταντλεῖν〉 ἢ χυλῷ τήλεως ἑφθῆς ἢ λινοσπέρμου ἢ μολόχης καὶ οὕτως ἀπεντάσσειν· ἂν δὲ τὸ μέγεθος 〈τῆς φλεγμονῆσ〉 ἀπαιτήσῃ, καὶ φλεβοτομεῖν καὶ τοῖς ἄλλοις χρῆσθαι χαλαστικοῖς διὰ τὴν παράλυσιν [ἢ τὸ μέγεθος τῆς φλεγμονῆς].
39.2
εἰ δὲ χρονί σειεν, ὥστε συνεχῶς προπίπτειν, ὀξυκράτῳ περιπλύνειν θερμῷ καὶ ἐγκαθίζειν τῷ ὀξυκράτῳ ἐφʼ ἱκανὸν χρόνον, ἔπειτα τὰ προειρημένα ποιεῖν πάντα, ἤγουν σικύας κούφας καὶ τὰ ἐπιθέματα τά τε διὰ φοινίκων, μήλων Κυδωνίων καὶ πάντων ἤδη τῶν στύφειν δυναμένων ἢ τὰ διʼ ἰτεῶν καὶ τῶν τὸ αὐτὸ ποιεῖν δυναμένων. εἶτα τὴν ὅλην σύγκρισιν τονοῦν τῷ ἀναληπτικῷ κύκλῳ χρώμενον, ὕστερον δὲ τῷ μετασυγκριτικῷ· φοινίσσειν δὲ τὰ περὶ τὸ ἐφήβαιον καὶ τὴν ὀσφὺν καὶ τὸ ἐπιγάστριον παροπτήσει, σμήγμασιν δριμέσιν, σιναπισμῷ, πεσσοῖς τοῖς διὰ νίτρου καὶ σταφίδος 〈καὶ〉 ἁλῶν καὶ πᾶσι τοῖς ἐκ τῶν μετασυγκριτικῶν ἐσκευασμένοις ὑλῶν.
39.4
οἱ πλεῖστοι δὲ συνεχῶς προπίπτουσαν αὐτὴν ἁλσὶν ἢ νίτρῳ συμπάσαντες οὕτως ἀπωθοῦσιν, ὅπερ καὶ Θεσσαλὸς ἐνόμισεν 〈οὐκ〉 ἀκολούθως αὑτῷ. τὰ γὰρ μετασυγκριτικὰ δεῖ παραλαβεῖν ἐν διαλείμματι [ἢ ὅτε] μᾶλλον ἢ ἐν ἐπιθέσει, ὅτε προπέπτωκεν ἡ μήτρα. μελανθείσης δὲ αὐτῆς ἀπὸ μέρους διὰ τὸ ἔξω μεῖναι πλείοσι χρόνοις, εἰ καί τινες ἱστοροῦσι συμβιῶσαι μέχρι παντὸς ἐνίαις τὴν μήτραν προπεπτωκυῖαν, τοῖς πρὸς νομὰς χρηστέον· εἰ δὲ μή, καὶ ἀποτμητέον τὸ μελανθέν, εἰ καὶ λοβὸν ἥπατος ἢ πνεύμονος ἀποτέμνομεν κατὰ τὴν πρόπτωσιν μελανθέντα.
40.2
κἂν ὅλη μελανθῇ, τὴν σύμπασαν ἀποτμητέον, οὐ μόνον διὰ τοὺς ἱστορήσαντας αὐτὴν ἀκινδύνως ἐκτέμνεσθαι, ὧν ἔμπροσθεν ἐμνημονεύσαμεν, ἀλλʼ ὅτι τὸ ἀποκοπτόμενον οὐκέτι κύριόν ἐστιν μέρος, ἠλλοτριωμένον δὲ σῶμα καὶ ἀνοίκειον. εἰ δὲ ἐκ τοῦ συνεχῶς προπίπτειν ἑλκωθεῖσα συμφύη τοῖς πτερυγώμασιν, ὡς ἱστοροῦσί τινε ς, διακριτέον τὴν πρόσφυσιν ὡς ἐντέρου πρὸς περιτόναιον· ἄμεινον δὲ τῆς ἀσφαλείας χάριν τῶν πτερυγωμάτων τι τῇ μήτρᾳ προσχαρίζεσθαι μὴ δυναμένης τῆς διακρίσεως ἴσης ἀποτελεσθῆναι. 〈Περὶ φιμώσεως μήτρα ς .〉 〈Περὶ ἀτρήτω ν .〉 〈Περὶ διοπτρισμο ῦ .〉