1 (1t)
ΘΕΟΔΟΣΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΠΕΡΙ ΓΡΑΜΜΑΤΙΚΗΣ. Ἡ τῶν παρʼ Ἕλλησι στοιχείων εἰσαγωγὴ ἀπὸ τοῦ ἄλεφ γέγονεν, ἑβραϊκοῦ πρώτου στοιχείου, ὃ ἑρμηνεύεται μάθησις, ἐντελλόμενον τῷ εἰσαγομένῳ παιδὶ καὶ λέγον μάθε· ἀφʼ οὗ ἄλεφ. Καὶ αὐτοὶ δὴ οἱ Ἕλληνες ὁμοίως μιμησάμενοι τὸ ἄλφα κεκλήκασι καὶ συνεξεφωνήθη ἡ φράσις τῆς ἑβραΐδος διαλέκτου τῇ ἑλληνίδι διαλέκτῳ· ἵνα γὰρ εἴπῃ τῷ παιδὶ ἀντὶ τοῦ μάθε, ζήτει· τοῦτο γὰρ ἑρμηνεύεται τὸ ἄλφα· τὸ γὰρ ἀλφεῖν ζητεῖν λέγεται κατὰ τὴν ἑλληνίδα διάλεκτον· ἀλλὰ καὶ ὡς πρώτου ὄντος στοιχείου τοῦ ἄλφα καὶ ἀπὸ θεοῦ δοθέντος τῷ γένει τῶν ἀνθρώπων, τοῦ ἀνοίξαντος στόμα εἰς σύνεσιν τῶν γραμμάτων, ἔδει καὶ τὴν ἐκφώνησιν ἐκ φύσεως διὰ τοῦ μεγάλου ἀνοίγματος γίνεσθαι αὐτοῦ, ἄλφα δηλαδή· τὰ δʼ ἄλλα τῶν στοιχείων διὰ βραχείας ἐκφωνήσεως καὶ ἀνοίξεως τοῦ στόματος ἐκφωνοῦνται καὶ ἀπαγγέλλονται. Οὐκ εἶχον δὲ γράμματα οἱ Ἕλληνες ἐξαρχῆς· ἀλλὰ διὰ Φοινίκων γραμμάτων ἔγραφον τὰ ἑαυτῶν. Πρῶτος τοίνυν ἦν ὁ Παλαμήδης ὁ ἀρξάμενος εὑρίσκειν ὕστερον τὰ ἑλληνικὰ γράμματα· εὗρε δὲ ἑκκαίδεκα μόνον στοιχεῖα· τουτέστιν Α. Β. Γ. Δ. Ε. Ι. Κ. Λ. Μ. Ν. Ο. Π. Ρ. Σ. Τ. Υ. Κάδμος δὲ ὁ Μιλήσιος μετὰ ταῦτα προσέθηκεν αὐτοῖς καὶ ἄλλα τρία γράμματα, τὸ Θ καὶ τὸ Φ καὶ τὸ Χ· διὸ πολλῷ τῷ χρόνῳ τοῖς ἐννεακαίδεκα στοιχείοις ἐχρῶντο· ὅθεν οἱ ἀρχαῖοι μὴ ἔχοντες τὸ Ψ τὴν ψαλίδα πσαλίδα ἔγραφον καὶ ἔλεγον, ἄλλως δέ τε καὶ πολλὰ ἄλλα.
ἔπειτα Σιμωνίδης ὁ Κεῖος εὑρὼν τὸ Η καὶ Ω μέγα προσέθηκε τοῖς ἄλλοις· μετέπειτα τὸ Ζ, τὸ Ξ, τὸ Ψ, καὶ οὕτως ἐπληρώθησαν τὰ εἰκοσιτέσσαρα γράμματα τῶν Ἑλλήνων, ἃ καὶ στοιχεῖα λέγονται· ὅθεν ὁ Ὅμηρος οὐκ ἐξηκολούθησε τῷ ἀριθμῷ τῶν εἰκοσιδύο γραμμάτων τῶν παρʼ Ἑβραίοις, ἀλλὰ διὰ τῶν εἰκοσιτεσσάρων γραμμάτων τε καὶ στοιχείων τῶν ἑλληνικῶν ἐτύπωσε καὶ αὐτὸς τὴν ἰδίαν ποίησιν τῆς Ἰλιάδος· ὡσαύτως καὶ τὴν Ὀδύσσειαν, αἵτινες ῥαψῳδίαι προσαγορεύονται. Γράμμα ἐστὶ σημεῖον στοιχείου, ὃ καταλαμβάνεται γραφῆς σχήματι ποιῷ ἢ ποσῷ· ἤγουν ὅταν γράφωμεν προς εἴποιμεν ἂν ταῦτα καὶ στοιχεῖα καὶ γράμματα· γράμματα μέν, ὅτι γράφονται· στοιχεῖα δέ, ὅτι ἀναγιγνώσκονται· εἰ δὲ γράψομεν ρπσο εἴποιμεν ἂν ταῦτα γράμματα μέν, ὅτι γράφονται· οὐδαμῶς δὲ στοιχεῖα, ὅτι οὐκ ἀναγιγνώσκονται, οὐδὲ κατὰ τάξιν πορεύονται· ὅθεν γράμματα ἀπὸ τοῦ γέγραμμαι, πρώτου προσώπου τοῦ παθητικοῦ παρακειμένου, οὗ τὸ θέμα γράφω· διὸ καὶ διὰ δύο μμ γράφονται· ὅτε μὲν γὰρ εἰς φα λήγει ὁ ἐνεργητικὸς παρακείμενος, τότε διὰ δύο μμ γράφεται ὁ παθητικὸς παρακείμενος. Στοιχεῖόν ἐστι μέρος ἐλάχιστον, ἀμερὲς τῆς ἐγγραμμάτου φωνῆς· ἀμερὲς δὲ εἶπε, διότι τὸ στοιχεῖον οὐ μερίζεται, ὥσπερ μερίζεται ὁ λόγος εἰς λέξεις, αἱ δὲ λέξεις εἰς συλλαβάς, αἱ δὲ συλλαβαὶ εἰς τὰ στοιχεῖα· τὰ δὲ στοιχεῖα ἀμέριστά εἰσιν· φωνῆς δὲ εἶπεν ἐγγραμμάτου διὰ τὰς φωνὰς τὰς ἀγραμμάτους. Πόσα παρέπεται τῷ στοιχείῳ; ἕξ· ὄνομα· σχῆμα.
χαρακτήρ. Θέσις· ἐκφώνησις καὶ δύναμις. ὄνομα μὲν ὡς ὅταν εἴπωμεν τοῦ πρώτου στοιχείου τὸ ὄνομά ἐστιν ἄλφα, τοῦ δευτέρου βῆτα, τοῦ τρίτου γάμμα, τοῦ τετάρτου δέλτα καὶ τὰ ἑξῆς· σχῆμα δέ, ὅτι ἄλλα μέν εἰσιν ἁπλᾶ, ἄλλα δὲ σύνθετα, ὡς τὸ Ζ Ξ Ψ. χαρακτὴρ δέ, ὅτι τὰ μὲν διὰ μιᾶς γραμμῆς συντελοῦνται ὡς τὸ Ι, τὰ δὲ διὰ δύο ὡς τὸ Γ, τὰ δὲ διὰ τριῶν, ὡς τὸ Δ καὶ τὰ ἑξῆς· Θέσις δέ, ὅτι τὰ μὲν ἔχουσι δύναμιν προτάσσεσθαι ὥστε ἄλλα μὲν ἔλαβον ἐκ φύσεως τὴν πρώτην θέσιν, ἄλλα δὲ τὴν δευτέραν. Ἐκφώνησις δέ, ὅτι ἄλλως μὲν ἐκφωνεῖται τὸ Α, ἄλλως δὲ τὸ Β, ἄλλως δὲ τὸ Γ. Καὶ πάλιν ἐκφώνησιν λέγομεν παρέπεσθαι τῷ στοιχείῳ, ὅτι τὰ φωνήεντα ἀφʼ ἑαυτῶν ἐκφωνεῖται, καὶ οὐ δέονταί τινος ἑτέρου πρὸς ἐκφώνησιν· τὰ δὲ σύμφωνα διὰ τῆς συναλοιφῆς τῶν φωνηέντων τὴν ἐκφώνησιν ἔχουσιν. Δύναμιν δέ, ὅτι τὰ μὲν ψιλοῦνται, τὰ δὲ δασύνονται, καὶ τὰ μὲν ἐκτείνονται, τὰ δὲ συστέλλεται, καὶ τὰ μὲν ὀξύνονται, τὰ δὲ βαρύνονται. διατί προτέτακται πρῶτον τὸ ἄλφα, ἔπειτα τὸ β καὶ γ καὶ τὰ ἑξῆς; Καὶ λέγομεν, ὅτι τὰ ἑπτὰ φωνήεντά εἰσι τιμιώτερα τῶν συμφώνων, καθὸ ἀποτελοῦσι φωνὴν καθʼ ἑαυτά. Καὶ διαιροῦνται μὲν κατὰ τὴν πρώτην αὐτῶν διαίρεσιν εἰς τρία, εἰς μακρά, εἰς βραχέα καὶ εἰς δίχρονα. Καὶ μακρὰ μὲν δύο, Η καὶ Ω μέγα, βραχέα δὲ δύο, Ε ψιλὸν καὶ Ο μικρόν, δίχρονα δὲ τρία, Α. Ι. Υ. Ἀπὸ μὲν γὰρ τῶν μακρῶν οὐκ ἤρξατο, ὅτι ὁ Κεῖος Σιμωνίδης ὕστερον τοῦ Παλαμήδους ἐφεῦρεν αὐτά. Συζεύξας γὰρ δύο Π διὰ μακρᾶς κεραίας ἐν τῷ μέσῳ, ἐσχημάτισε τὸ Η. Ὁμοίως καὶ δύο Ο Ο συζεύξας, ἐσχημάτισε τὸ Ω μέγα, ὅθεν καὶ μεταγενέστερά εἰσι καὶ οὐκ ἔδει ἀπὸ τῶν μεταγενεστέρων ἄρξασθαι.
Οὐδὲ μὴν ἀπὸ τῶν βραχέων ἤρξατο, ὅτι μονόχρονά εἰσιν· ἐλείπετο οὖν ἐκ τῶν διχρόνων τὴν ἀρχὴν ποιήσασθαι· ἐπειδὴ καὶ τοῖς μακροῖς ἰσοδυναμοῦσιν ἐκτεινόμενα, καὶ τοῖς βραχέσι συστελλόμενα· ἀπὸ δʼ αὐτῶν τῶν τριῶν τούτων διχρόνων οὐκ ἔδει προτάξαι τὸ Ι· ἀλλʼ οὐδὲ τὸ Υ, ἐπεὶ ὑποτακτικά εἰσιν· ἐλείπετο ἄρα τὸ Α, προτακτικὸν ὄν, ποιήσασθαι τὴν ἀρχὴν τῶν στοιχείων καὶ πρῶτον τῶν λοιπῶν ἁπάντων ταχθῆναι, καὶ λοιπὸν ἐκ τούτου τὴν ἀρχὴν ἐποιήσαντο. Καὶ ἄλλως· Πάντα τὰ δισύλλαβα τῶν στοιχείων εἰς αὐτό, τὸ Α δηλαδή, καταλήγουσι· καὶ ὅτι ἐκ τριῶν γραμμάτων σύγκειται Α. ὁ δὲ τρίτος ἀριθμὸς ἀρχὴ πλήθους ἐστί, λέγω δὴ πάντων τῶν ἄλλων στοιχείων. καὶ ὅτι τῶν φωνηέντων ἃ μὲν κεχηνότων τῶν χειλέων λέγομεν, ὡς τὸ Η, ἃ δὲ μύοντες τὰ χείλη λέγομεν, ὡς τὸ Υ, Ο. Ἐπεὶ οὖν τὸ Α τὴν κίνησιν ἔχει κατὰ ἀμφότερα, καὶ κεχηνότων καὶ μυόντων τῶν χειλέων ἐκφωνεῖται, τούτου χάριν ἐκ τῶν φωνηέντων αὐτὸ προτέτακται. Καὶ μάλιστα ἐκ τοῦ ὀνόματος αὐτοῦ γιγνώσκομεν, ὅτι πρῶτον τῶν ἄλλων στοιχείων εὑρέθη· ἀλφεῖν γὰρ τὸ εὑρίσκειν σημαίνει, ὅθεν καὶ ἄλφα· τουτέστι τὸ πρῶτον τῶν ἄλλων στοιχείων εὑρεθέν· ἄλλως τε καὶ τὰ νήπια εὐθέως τικτόμενα ἐν τῷ κλαίειν τὴν ἐκφώνησιν τοῦ ἄλφα λέγουσιν, οἷον ἆ, ἆ, ὅθεν καὶ ἀφʼ ἑαυτοῦ ἄρχεται καὶ εἰς αὐτὸ λήγει. Καὶ ὅτι Φοινίκων ἐστὶν εὕρεμα· οἱ δὲ Φοίνικες τὴν οἰκίαν ἄλφα καλοῦσί τε καὶ λέγουσιν· ἐπεὶ οὖν ὁ Ἡσίοδος παραινεῖ· Οἶκον μὲν πρώτιστα θέλε ποιῆσαι· διὰ τοῦτο καὶ πρώτιστα τῶν ἄλλων τοῦτο τέτακται. Καὶ πάλιν τῶν στοιχείων τὰ μέν εἰσι μονοσύλλαβα, τὰ δὲ δισύλλαβα. Καὶ μονοσύλλαβα μέν εἰσι τρία καὶ δέκα Ε. Μ. Ν . Ξ. Ο. Π. Ρ. Τ.
5
Υ. Φ . Χ. Ψ. Ω., δισύλλαβα δὲ ἕνδεκα Α. Β. Γ. Δ. Ζ. Η. Θ. Ι. Κ. Λ. Σ. Δικαίως οὖν τὰ δισύλλαβα προετάχθησαν ἑνὸς μόνου μονοσυλλάβου ἐν αὐτοῖς τεθέντος, τοῦ Ε, τὰ δὲ μονοσύλλαβα ὕστερον ἐτάχθησαν, ἑνὸς μόνου δισυλλάβου μεταξὺ αὐτῶν τεθέντος, τοῦ Σ. Ὧν τοίνυν δισυλλάβων δικαίως προετάγη τὸ Α διʼ ἃς εἴπομεν αἰτίας, καὶ ὅτι δυνάμεις πολλὰς εὑρίσκεται ἔχειν. Καὶ παρὰ Δωριεῦσι μὲν ἀντὶ τοῦ Ε λαμβάνεται, οἷον Ἄρτεμις κοινῶς καὶ Ἄρταμις δωρικῶς· καὶ ἀντὶ τοῦ Η, μῆνις κοινῶς καὶ μᾶνις δωρικῶς. Καὶ σημαίνει ἑπτά, στέρησιν, ἐπίτασιν, τὸ ὁμοῦ, τὸ κακόν, τὸ ὀλίγον, ἄθροισιν καὶ πλεονασμόν. Καὶ ταῦτα μὲν περὶ τοῦ Α. Μετὰ δὲ τὸ Α δεύτερον ἐτάχθη τὸ Β καὶ ἔστιν ἐκ τῶν συμφώνων. Καὶ ὥσπερ ἐκ τῶν ἑπτὰ φωνηέντων εἰσὶ τρία δίχρονα Α. Ι. Υ. καὶ τοῖς μὲν μακροῖς φωνήεσιν ἰσοδυναμοῦσιν ἐκτεινόμενα, τοῖς δὲ βραχέσι συστελλόμενα, ἐκ τούτων δὲ προετάχθη τὸ Α διʼ ἃς εἴπομεν αἰτίας, οὕτω καὶ ἐκ τῶν συμφώνων τρία εἰσὶ μέσα Β. Γ. Δ. καθὸ ἐπίστανται τὰ πνεύματα, τήν τε δασεῖαν καὶ τὴν ψιλήν· καὶ ὅτε μὲν ἐν τόπῳ κεῖνται ψιλῶν, ὡς ψιλὰ λαμβάνονται· οἷον λεῖβʼ αἴθοπα οἶνον, λέγʼ αὐτοῖς τὰ αἴσια, ᾆδʼ Ἀκραγαντίνοισι ταῦτα· ὅτε δὲ πάλιν ἐν τόπῳ κεῖνται δασέων ὡς δασέα λαμβάνονται, οἷον λεῖβʼ ὁσίως σπουδῇ, λέγʼ ἡμῖν τὰ αἴσια, ᾆδʼ ὥσπερ ἐπαιδεύθης· ὅθεν καὶ μέσα λέγονται τῶν τε δασέων συμφώνων καὶ τῶν ψιλῶν. Καὶ τὸ μὲν βῆτά ἐστι μέσον τοῦ πῖ καὶ φῖ, τὸ δὲ γάμμα μέσον τοῦ κάππα καὶ χῖ, τὸ δὲ Δ μέσον τοῦ Θ καὶ Τ. Καὶ τὰ παραδείγματα δῆλα, οἷον ἕβδομος ἀπὸ τοῦ ἑπτά· καὶ ὤφειλεν εἶναι ἕπτομος, ἀλλʼ ἐτράπη τὸ Π εἰς τὸ οἰκεῖον αὐτοῦ Β, μέσον γάρ ἐστι τοῦ Π καὶ Φ· ἐτράπη δὲ καὶ τὸ Τ εἰς τὸ οἰκεῖον αὐτοῦ Δ, ὅτι τὸ Δ μέσον ἐστὶ τοῦ Θ καὶ Τ.
Ὄγδοος ἀπὸ τοῦ ὀκτώ· καὶ ὤφειλεν εἶναι ὄκτοος· ἀλλʼ ἐτράπη τὸ Κ εἰς τὸ οἰκεῖον αὐτοῦ Γ, ὅτι τὸ Γ μέσον ἐστὶ τοῦ Κ καὶ Χ, τὸ δὲ Τ ἐτράπη εἰς τὸ οἰκεῖον αὐτοῦ Δ ὅτι τὸ Δ μέσον ἐστὶ τοῦ Θ καὶ Τ. Καὶ πάλιν ἀπὸ τοῦ φέρω καὶ τοῦ νίκη Βερενίκη τροπῇ τοῦ Φ εἰς Β, καὶ ἀπὸ τοῦ χέω καὶ τοῦ λίαν, γέλως, τροπῇ τοῦ Χ εἰς Γ, ὅτι ἀπὸ διακεχυμένης ψυχῆς γίνεται ὁ γέλως. καὶ ἀπὸ οὐθʼ ἕτερον οὐδέτερον ἐν συνθέσει τροπῇ τοῦ Θ εἰς Δ. Καὶ ὤφειλε τὸ Γ ταχθῆναι, μετὰ δὲ τοῦτο τὸ Β· ἐπειδὴ πέφυκε τὸ Β ὑποτάσσεσθαι τῷ Γ, ὡς τὸ λάγβατον, ὃ γίνεται ἀπὸ τοῦ λὰξ βαίνειν, σημαίνει δὲ τὸν τύπον τοῦ ἀπολακτίσματος βαινόμενον· ἀλλʼ ἐπειδὴ τὸ Γ οὐδέποτε προηγεῖται τοῦ Δ ἐν τῇ ἀρχούσῃ, ἀλλʼ ἐν τῷ μέσῳ, οἷον Βδέλλα, Ἕβδομος, τούτου χάριν ὡς πλείονας συντάξεις καταδεξάμενον προετάγη τοῦ Γ τὸ Β. Καὶ μετὰ τὸ Γ ἐτάχθη τὸ Δ, ὅτι ὑποτακτικόν ἐστι καὶ τοῦ Β καὶ τοῦ Γ. Ἔχει δὲ τὸ Β καὶ πλείστας δυνάμεις· καὶ γὰρ ἀντὶ τοῦ Μ παραλαμβάνεται, ὡς τὸ μολῶ μολήσω καὶ τροπῇ τοῦ Μ εἰς Β βολῶ βολήσω· καὶ ὡς τὸ κυβερνῶ, ὃ γίνεται ἀπὸ τοῦ κῦμα. ἐρευνῶ, κυμερνῶ καὶ τροπῇ τοῦ Μ εἰς Β κυβερνῶ, ὅθεν καὶ κυβερνῆτις· καὶ ὅταν τὸ κρύπτω κύβδω λέγωμεν, τροπῇ τοῦ Π εἰς τὸ οἰκεῖον αὐτοῦ Β καὶ τοῦ Τ εἰς τὸ οἰκεῖον αὐτοῦ Δ. Τὸ γὰρ Β μέσον ἐστὶ τοῦ Π καὶ Φ, τὸ δὲ Γ μέσον τοῦ Κ καὶ Χ, τὸ δὲ Δ μέσον τοῦ Θ καὶ Τ, καὶ ὅταν τὴν Φερενίκην Βερενίκην λέγωμεν κατὰ Μακεδόνας, τροπῇ τοῦ Φ εἰς Β, καὶ ἐπειδὴ, ὡς φθάσαντες εἴπομεν, τὸ Β μέσον ἐστὶ τοῦ Π καὶ Φ, ἄρα καὶ ἀμφοτέρων τὸν τόπον ἀναπληροῖ, ἤγουν ἀντʼ ἀμφοτέρων λαμβάνεται. Καὶ ταῦτα περὶ τοῦ Β Γ Δ.
Μετὰ δὲ τὰ μέσα, ἤγουν τὸ Β Γ Δ, ἐτάχθη τὸ Ε· οὐκ ἐτάχθη δέ τι ἐκ τῶν μακρῶν, ὅτι μεταγενέστερά εἰσι τῶν βραχέων ὡς φθάσαντες εἴπομεν· ἐτάχθη δὲ τὸ Ε καὶ οὐ τὸ Ο μετὰ τὰ μέσα διὰ τὴν συγγένειαν, ἣν ἔχει πρὸς τὸ ἄλφα. τὸ γὰρ Α πολλάκις εἰς Ε τρέπεται, οἷον γενόμεθα γενόμεθεν αἰολικῶς καὶ τυπτόμεθα τυπτόμεθεν· καὶ πάλιν τὸ Ε πολλάκις εἰς Α τρέπεται, οἷον τρέχω τράχω δωρικῶς· καὶ πλέκω ἔπλακον ὁ δεύτερος ἀόριστος· καὶ σπείρω σπερῶ ἔσπαρον ὁ δεύτερος ἀόριστος. Ἐπεὶ οὖν πολλὴν συγγένειαν ἔχει τὸ Ε πρὸς τὸ Α, εὐλόγως οὐκ ἄλλο φωνῆεν παρελήφθη ἀλλὰ τὸ Ε. Μετὰ δὲ τὸ Ε ἐτάχθη τὸ Ζ, ὅτι συγγένειαν ἔχει πρὸς τὸ Δ. Τὸ γὰρ Ζ ἐκ τοῦ Σ καὶ Δ σύγκειται καὶ εἰς αὐτὰ ἀναλύεται, οἷον Θερίζω Θερίσδω καὶ Ἀθήνασδε Ἀθήναζε. Μετὰ δὲ τὸ Ζ ἐτάχθη τὸ Η, ὅτι συγγένειαν μεγάλην ἔχει τὸ Η καὶ πρὸς τὸ Α καὶ πρὸς τὸ Ε. Καὶ μαρτυροῦσιν οἱ παρωχημένοι, οἷον πᾶς ἐνεστὼς ἀρχόμενος ἀπὸ τοῦ Α, ὡς τὸ ἀγαπῶ, ἀμελῶ, ἀθετῶ καὶ τὰ ὅμοια εἰς Η αὐτὸ τὸ Α τρέπεται ἐν τοῖς παρωχημένοις, οἷον ἠγάπων, ἠγάπηκα, ἠγάπησα, ἠμέλουν, ἠμέληκα, ἠμέλησα, ἠθέτουν, ἠθέτηκα, ἠθέτησα. Ὁμοίως καὶ πᾶς ἐνεστὼς ἀρχόμενος ἀπὸ τοῦ Ε, ὡς τὸ ἐνέγκω, ἑτοιμάζω καὶ τὰ ὅμοια εἰς Η αὐτὸ τὸ Ε τρέπεται ἐν τοῖς παρωχημένοις, οἷον ἤνεγκον, ἤνεγχα, ἤνεγκα, καὶ ἡτοίμαζον, ἡτοίμακα, ἡτοίμασα. Καὶ πάντοτε μὲν εἰς Η τρέπεται τὸ κατὰ τὴν ἀρχὴν τοῦ ἐνεστῶτος Ε πλὴν δεκατεσσάρων τινῶν σεσημειωμένων. Ἐπεὶ οὖν συγγένειαν ἔχει τὸ Η μετὰ τοῦ Α καὶ μετὰ τοῦ Ε, εὐλόγως ἐνταῦθα παρελήφθη. Τὸ Ἦτα δὲ, τὸ ὄνομα τοῦ στοιχείου δασύνεται, ὅτι παρὰ ἀρχαίοις ὁ τύπος τοῦ Η ἐν τύπῳ δασείας ἔκειτο, ὥσπερ καὶ νῦν τοῖς παλαιοῖς Ῥωμαίοις. Μετὰ δὲ τὸ Η ἐτάχθη τὸ Θ· τρεῖς γὰρ ἰδέαι τῶν στοιχείων ὕστερον ἐπενοήθησαν· δασέα, μακρὰ καὶ διπλᾶ.
Καὶ ἐκ μὲν τῶν διπλῶν ἐλήφθη τὸ Ζ, ἐκ δὲ τῶν μακρῶν τὸ Η· ἐχρῆν οὖν καὶ ἐκ τῶν δασέων παραλαβεῖν· εὐλόγως οὖν μετὰ τὸ Η ἐτάχθη τὸ Θ· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Η κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν. Τὰ γὰρ ἄλλα δασέα, τὸ Φ καὶ τὸ Χ οὔτε κατὰ τὴν ποσότητα τῶν συλλαβῶν οὔτε κατὰ τὴν κατάληξιν ἔχουσι συγγένειαν πρὸς τὸ Η. Μετὰ δὲ τὸ Θ ἐτάχθη τὸ Ι· ἔχει γὰρ πολλὴν συγγένειαν μετὰ τοῦ Ε· μεγεθύνεται γὰρ τὸ Ε διὰ τῆς προσθήκης τοῦ Ι, οἷον τυφθέντος τυφθεῖσα· καὶ πάλιν διὰ τῆς ἀποβολῆς τοῦ Ι συστέλλεται, οἷον τυπεὶς τυπέντος· ἑκτόρειος ἑκτόρεος· προπερισπᾶται δέ, ὅτι τὰ ὀνόματα τῶν στοιχείων καὶ τἄλλα τῶν οὐδετέρων τὰ εἰς Α λήγοντα καὶ φύσει μακρὰ παραληγόμενα προπερισπῶνται, οἷον βῆτα, ζῆτα, ἰῶτα, βῆμα, δῶμα καὶ τὰ λοιπά. Μετὰ δὲ τὸ Ι τέτακται τὸ Κ· ἐπειδὴ τῶν φωνηέντων τὰ μέν εἰσι ψιλὰ, τὰ δὲ δασέα, τὰ δὲ μέσα· ἐπειδὴ οὖν μετὰ τὸ Η ἐπεισῆλθε στοιχεῖον δασύ, τὸ Θ δηλονότι, ἔδει καὶ μετὰ τὸ Ι ἐπεισελθεῖν στοιχεῖον ψιλόν. Τὰ γὰρ μέσα ἀνώτερα ἐτάγησαν, οὐ τέτακται δὲ τὸ Π, ἀλλʼ οὔτε τὸ Τ, ὅτι συγγένειαν οὐκ ἔχουσι πρὸς τὸ Ι κατὰ τὴν κατάληξιν· τὸ δὲ Κ ἔχει συγγένειαν πρὸς τὸ Ι κατὰ τὴν κατάληξιν· εὐλόγως οὖν ἐνταῦθα τέτακται. Μετὰ δὲ τὸ Κ ἐτάχθη τὸ Λ· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Κ κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν· καὶ ὅτι τὸ Λ ὑποτέτακται τῷ Κ κατὰ σύλληψιν, ὡς τὸ κλέος καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Λ ἐτάχθη τὸ Μ· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Λ, καθὸ ἀμετάβατον· ὅτι τὸ Λ ἀμετάβολόν ἐστιν· ἔχει γὰρ καὶ οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Μ πρὸς τὸ Λ, ὡς τὸ ἕλμινς καὶ τὰ ὅμοια.
Μετὰ δὲ τὸ Μ ἐτάχθη τὸ Ν· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Μ, καθὸ ἀμετάβολον, καὶ ὅτι ἀεὶ προηγεῖται τὸ Μ τοῦ Ν κατὰ σύλληψιν, ὡς ἐν τῷ μνεία καὶ ἀμνός· καὶ ὅτι τὴν αὐτὴν ποσότητα τῆς συλλαβῆς καὶ ὁμοίωσιν τῆς καταλήξεως ἔχει τὸ Ν τῷ Μ. Μετὰ δὲ τὸ Ν ἐτάχθη τὸ Ξ· ἔχει γὰρ πολλὴν συγγένειαν πρὸς τὸ Κ· ἐκ τοῦ Κ γὰρ καὶ Σ σύγκειται. καὶ ὥσπερ οὖν τὸ Κ, τὸ συγγενὲς τοῦ Ξ, προτέτακται τοῦ Λ Μ Ν, ἐκ τοῦ ἐναντίου αὖ ὑποτέτακται τούτοις τὸ Ξ. Μετὰ δὲ τὸ Ξ φωνῆεν ἐπεισῆλθε τὸ Ο εὐλόγως· ὅτι οὐδέποτε μετὰ τὰ διπλᾶ σύμφωνον ἐπιφέρεται, ἀλλὰ φωνῆεν καὶ ἐν προτακτικῇ συλλαβῇ ὡς τὸ ζητῶ, ψηφῶ, ξυνῶ· καὶ ἐν ὑποτακτικῇ ὡς τὸ Ὀζήλα, ὀψία, ὀξεῖα· οὐ τέτακται δὲ ἐνταῦθα τὸ Υ, ὅτι τὸ Υ ὑποτακτικόν ἐστι τοῦ Α καὶ τοῦ Ε καὶ τοῦ Ο· καὶ ὥσπερ τὸ Ε προετάγη τοῦ Ι, τοῦ ἔχοντος πρὸς αὐτὸ συγγένειαν· οὕτω καὶ τὸ Ο μικρὸν προετάγη τοῦ Υ, ἔχοντος πρὸς αὐτὸ συγγένειαν· τὸ γὰρ Ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ Υ μεγεθύνεται, οἷον λέοντος λέουσι καὶ λέγοντος λέγουσι. Ἀλλʼ οὐδὲ τὸ Ω μέγα ἐτάχθη ἐνταῦθα· ὅτι ὥσπερ τὸ Ε προετάγη τοῦ Η, διʼ ἣν εἴπομεν αἰτίαν ἐκεῖ· οὕτως ἔπρεπε καὶ τὸ Ο μικρὸν προταχθῆναι τοῦ Ω μεγάλου· καθὸ ἀρχαιότερα τῶν μακρῶν. Μετὰ δὲ τὸ Ο μικρὸν ἐτάχθη τὸ Π· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Ο κατὰ τὴν ποσότητα τῆς συλλαβῆς· ἔχει γὰρ καὶ οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Π πρὸς τὸ Ο, ὡς τὸ Ὀππιανός, ὄπα, ὀπάζω καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Π ἐτάχθη τὸ Ρ, ἐπειδὴ πέφυκε τὸ Ρ ὑποτάσσεσθαι τῷ Π ὡς ἐν τῷ πρῶτος καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Ρ ἐτάχθη τὸ Σ· ἐπειδὴ εὑρίσκεται τὸ Σ ὑποτασσόμενον τῷ Ρ, ὡς ἐν τῷ μάκαρς καὶ τὰ ἑξῆς.
10
Μετὰ δὲ τὸ Σ ἐτάχθη τὸ Τ· ἐπειδὴ πέφυκε τὸ Τ ὑποτάσσεσθαι τῷ Σ, ὡς ἐν τῷ σταυρός, ἵστημι κ.τ.λ. Μετὰ δὲ τὸ Τ ἐτάχθη τὸ Υ φωνῆεν· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Τ κατὰ τὴν ποσότητα τῆς συλλαβῆς· ἔχει δὲ καὶ οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Υ πρὸς τὸ Τ, ὡς τὸ τύπτω, τύπος καὶ τὰ ὅμοια. Οὐ τέτακται δὲ ἐνταῦθα τὸ Ω μέγα, ἐπειδὴ ἀρχαιότερόν ἐστι τὸ Υ τοῦ Ω μεγάλου· ἔχει δὲ καὶ γνησιότητα μεγάλην τὸ Υ πρὸς τὸ Ο μικρὸν διʼ ἣν εἴπομεν αἰτίαν ἐν τῇ ἀκολουθίᾳ τοῦ Ο μικροῦ· εὐλόγως οὖν μετὰ τὸ Ο οὐχ ὑπεισῆλθεν ἄλλο φωνῆεν. Μετὰ δὲ τὸ Υ τέτακται τὸ Φ καὶ τὸ Χ· ἐπεὶ οὐδέποτε εὑρίσκεται τὸ Υ ἄρχον λέξεως, ἐπιφερομένου τοῦ Χ, ὅθεν οὐχ εὑρίσκεται ἔχειν συγγένειαν τὸ Χ πρὸς τὸ Υ· τὸ δὲ Υ ἀρχόμενον λέξεως εὑρίσκεται ἐπιφερομένου τοῦ Φ, οἷον ὑφαίνω καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Φ ἐτάχθη τὸ Χ· ἔχουσι γὰρ συγγένειαν, καθὸ ἀμφότερά εἰσι δασέα καὶ προτακτικὰ τοῦ Θ. Ὑπελήφθη οὖν τὸ Ψ καὶ λοιπὸν ἐξ ἀνάγκης ἐτάχθη μετὰ τὸ Χ· ἔχει δὲ καὶ συγγένειαν πρὸς τὸ Χ κατὰ τὴν ποσότητα τῆς συλλαβῆς καὶ κατὰ τὴν ὁμοιότητα τῆς καταλήξεως. Μετὰ δὲ τὸ Ψ ἐτάχθη τὸ Ω μέγα· οὐ τέτακται δὲ πρὸ τοῦ Ψ ἀλλὰ μετὰ τὸ Ψ· τοῖς γὰρ διπλοῖς ἀεὶ φωνῆεν ἐπιφέρεται, ὡς φθάσαντες εἴπομεν· τὰς δὲ ἐτυμολογίας αὐτῶν εὑρήσεις ἐν τῷ μεγάλῳ ἐτυμολογικῷ. Φασὶ δέ τινες, ὅτι ἕως τῶν τρωϊκῶν οὐκ ἐγιγνώσκετο γράμματα καὶ δῆλον ἐκ τοῦ μὴ σωθῆναι ποίημά τι τῶν κατὰ τοὺς ὁμηρικοὺς χρόνους, εἰ καὶ ἱστοροῦσί τινας ποιητὰς προγεγεννῆσθαι Ὁμήρου Μουσαῖόν τε καὶ Ὀρφέα καὶ Λίνον· ἀλλʼ ὅμως οὐδὲν εἰς τὰ μέτρα ταῦτα διασωθῆναι συμβέβηκε πρὸ τῆς Ὁμήρου ποιήσεως· ἀλλʼ οὐδὲ πρεσβύτερον ἄλλο τῆς Ἰλιάδος καὶ τῆς Ὀδυσσείας σώζεσθαι ποίημα· ἀλλʼ ἐρεῖ τις· πῶς; ἐπεὶ γράμματα σώζονται νομιζόμενα πρεσβύτερα Ἰλιάδος καὶ Ὀδυσσείας· Καὶ φαμέν, ὅτι τὰ μὲν τούτων ἐψευσμένους ἔχουσι τοὺς χρόνους, τὰ δὲ νεωτέρων τινῶν ὁμωνυμίας τῶν παλαιῶν τὰς ἐπιγραφὰς ἔχουσι.
Καὶ οἱ ἥρωες δὲ ἀγράμματοί τινες ἦσαν καὶ σημείοις καὶ συμβόλοις πρὸς ἀλλήλους ἐν τῇ κατὰ τὸν βίον ἀναστροφῇ χρώμενοι ἐδήλουν ἀλλήλοις ἃ ἤθελον· ἐν πίναξι δὲ καὶ ἐν σανίσιν ἔγραφον διὰ ζωγράφησίν τινα καὶ διατύπωσιν τῶν πραγμάτων ὧν ἤθελον· ἀλλʼ ἐρεῖ τις, ὅτι ἄτοπόν ἐστι λέγειν ἀπαιδεύτους τοὺς ἀρίστους τοῦ ἀνθρωπείου γένους. Καὶ φαμέν, ὡς οὐκ ἔστιν ἀπαιδευσίας τεκμήριον τὸ εἶναί τινα ἀγράμματον· καὶ γὰρ ὁ φιλόσοφος Πλάτων ἐν Φαίδρῳ διαβάλλει τὴν εὕρεσιν τῶν γραμμάτων ὡς ἐπὶ λύμῃ παιδείας γεγονυῖαν· ζώσῃ γὰρ φωνῇ τὴν φιλοσοφίαν πάλαι ἐπαιδεύοντο· ὅτι δὲ ποιητικοῦ τινος ἀνδρὸς καὶ μουσικοῦ ἡ τῶν στοιχείων εὕρεσις ἦν καὶ μουσικῆς καὶ γραμματικῆς, ὡς ὁ Εὔπολις εἰσάγει ἐν Αἰξί, καὶ Ἰσοκράτης ὅμοιον ἐν τῷ περὶ τῆς ἀντιδόσεως. Εὑρέθησαν μὲν τὰ πρῶτα δεκαέξ· ἀλλʼ αἱ ἐκφωνήσεις τούτων εἰκοσιτέσσαρες ἦσαν, εἰ καὶ μήπω εὑρημένοι ἦσαν οἱ χαρακτῆρες. Καὶ γὰρ αἱ ἐκφωνήσεις ἐπληροῦντο τῶν δεκαὲξ στοιχείων μετά τινων προσῳδιῶν. Φασὶ γάρ· πρὶν εὑρεθῆναι τὰ δασέα, τοῖς ψιλοῖς ἐχρῶντο μετὰ τῆς δασείας, καὶ εἰ μὲν ἤθελον ποιῆσαι Χ ἐποίουν ΚΗ, εἰ δὲ ἤθελον ποιῆσαι Φ ἐποίουν ΠΗ, εἰ δὲ ἤθελον ποιῆσαι Θ ἐποίουν ΤΗ, ὥσπερ καὶ νῦν οἱ παλαιοὶ Ῥωμαῖοι ποιοῦσι, μὴ ἔχοντες δασέα.
Καὶ πάλιν τὰ διπλᾶ· ἀντὶ τοῦ Ζ ἐχρῶντο τῷ ΣΔ, ἀντὶ δὲ τοῦ Ξ ἐχρῶντο τῷ ΚΣ, ἀντὶ δὲ τοῦ Ψ ἐχρῶντο τῷ ΠΣ. Καὶ πάλιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο τοῖς βραχέσι φωνήεσι μετὰ τῆς μακρᾶς. Καὶ εἰ μὲν ἤθελον ποιῆσαι ω μέγα ἐποίουν Ο καὶ μακρὰν οὕτως Ο , εἰ δὲ ἤθελον ποιῆσαι Η ἐποίουν Ε καὶ μακρὰν οὕτως Ε . Καὶ περὶ τούτων ἅλις. Περὶ γράμματος. Γράμμα ἐστὶ χαρακτὴρ καὶ τύπος στοιχείου εἰδοποιούμενος ποιότητος καὶ ποσότητος γραμμῶν. Διενήνοχε δὲ ἀλλήλων τὰ γράμματα οὕτως, ὅτι τὸ μὲν Δ τρίγωνόν ἐστι, τὸ δὲ Ε ἐπίμηκες, τὸ δὲ Ξ στρογγύλον, καὶ τὰ λοιπὰ ὁμοίως. Περὶ στοιχείου. Στοιχεῖόν ἐστιν ἡ δύναμις καὶ ἡ ἐκφώνησις τοῦ γράμματος· γεγραμμένου γὰρ Ο καὶ Ω τὸ μὲν Ο συστέλλοντες ἐκφωνοῦμεν· καὶ ἤτοι προσπνέοντες ἢ δασύνομεν ἢ ψιλοῦμεν, ὡς τύπους μὲν εἶναι γραμμάτων εἰκοσσιτέσσαρας, δυνάμεις δὲ ἐκφωνήσεων πλείονας· οἱ γὰρ παλαιοὶ ἄλλως ἐξεφώνουν τὸ βραχὺ Α καὶ ἄλλως τὸ μακρὸν καὶ ἄλλως τὸ ψιλούμενον καὶ ἄλλως τὸ δασυνόμενον καὶ ἄλλως τὸ ὀξυνόμενον καὶ τὸ περισπώμενον. Εὑρίσκομεν δὲ ἐκφωνήσεις τοῦ Α δέκα μὲν Α μακρὸν δασὺ περισπώμενον Α μακρὸν ψιλούμενον καὶ ὀξυνόμενον Α μακρὸν δασυνόμενον καὶ ὀξυνόμενον Α μακρὸν δασυνόμενον καὶ βαρυνόμενον Α μακρὸν ψιλούμενον καὶ βαρυνόμενον Α μακρὸν ψιλούμενον καὶ περισπώμενον Α βραχὺ δασυνόμενον καὶ ὀξυνόμενον Α βραχὺ ψιλούμενον καὶ ὀξυνόμενον Α βραχὺ δασυνόμενον καὶ βαρυνόμενον Α βραχὺ ψιλούμενον καὶ βαρυνόμενον.
Καὶ αἱ μὲν διαφοραὶ τοῦ Α τοιαῦται, ὁμοίως καὶ ἐπὶ τοῦ Ι. Ι μακρὸν δασυνόμενον καὶ ὀξυνόμενον Ι μακρὸν δασυνόμενον καὶ βαρυνόμενον Ι μακρὸν δασυνόμενον καὶ περισπώμενον Ι μακρὸν ψιλούμενον καὶ ὀξυνόμενον Ι μακρὸν ψιλούμενον καὶ βαρυνόμενον Ι μακρὸν ψιλούμενον καὶ περισπώμενον Ι βραχὺ δασυνόμενον καὶ ὀξυνόμενον Ι βραχὺ δασυνόμενον καὶ βαρυνόμενον Ι βραχὺ ψιλούμενον καὶ ὀξυνόμενον Ι βραχὺ ψιλούμενον καὶ βαρυνόμενον. περισπωμένη δὲ ἐπάνω βραχείας συλλαβῆς οὐ τίθεταί ποτε. Οἱ παλαιοὶ τοίνυν οὐχ ὁμοίως τὰ μακρὰ καὶ τὰ βραχέα ἐξεφώνουν· ἀλλʼ ἐπὶ μὲν τῶν μακρῶν διπλασίονα ὥραν ἐποίουν, ἐπὶ δὲ τῶν βραχέων ἐλάττονα. Καὶ ἄλλως τὰ δασέα ἐξεφώνουν καὶ ἄλλως τὰ ψιλά. Υ μακρὸν δασυνόμενον καὶ ὀξυνόμενον Υ μακρὸν δασυνόμενον καὶ βαρυνόμενον Υ μακρὸν δασυνόμενον καὶ περισπώμενον Υ βραχὺ δασυνόμενον καὶ ὀξυνόμενον Υ βραχὺ δασυνόμενον καὶ βαρυνόμενον. [κ.τ.λ.] Α φωνῆεν δίχρονον, μεταβολικόν, προτακτικὸν τοῦ Ι καὶ Υ. Β σύμφωνον ἄφωνον, μέσον τοῦ Π καὶ Φ. Γ σύμφωνον ἄφωνον, μέσον τοῦ Κ καὶ Χ. Δ [σύμφωνον ἄφωνον, μέσον τοῦ Τ καὶ Θ]. Ε φωνῆεν βραχὺ μεταβολικόν, προτακτικὸν τοῦ Ι καὶ Υ. Ζ σύμφωνον ἡμίφωνον, διπλοῦν, ἀρκτικόν, ἔχον ἐν αὐτῷ τὴν τοῦ Σ καὶ Δ δύναμιν.
Η φωνῆεν μακρὸν ἀμετάβολον, προτακτικὸν τοῦ Ι καὶ Υ. Θ σύμφωνον ἄφωνον, δασύ, ἀντιστοιχοῦν τῷ Τ. Τ φωνῆεν δίχρονον, ἀμετάβολον, ὑποτακτικὸν τοῦ Υ. Κ σύμφωνον ἄφωνον, ψιλόν, ἀντιστοιχοῦν τῷ Χ. Λ σύμφωνον ἡμίφωνον, ἀμετάβολον, ὑγρόν, λεῖον. Μ σύμφωνον ἡμίφωνον, ἀμετάβολον, ὑγρὸν ἐκφωνούμενον καὶ μυγμὸν ἐκπέμπον. Ξ σύμφωνον ἡμίφωνον, διπλοῦν, ἀρκτικόν, ἔχον ἐν αὐτῷ τὴν τοῦ Κ καὶ Σ δύναμιν. Ο φωνῆεν βραχύ, μεταβολικόν, προτακτικόν, ἀντιστοιχοῦν τῷ Ω μεγάλῳ. Π σύμφωνον ἄφωνον, ψιλόν, ἀντιστοιχοῦν τῷ Φ. Ρ σύμφωνον ἡμίφωνον, ἀμετάβολον, ὑγρὸν ἐκφωνούμενον καὶ ῥοῖζον ἐκπέμπον. Σ σύμφωνον ἡμίφωνον, μοναδικόν. Τ σύμφωνον ἄφωνον, ψιλόν, ἀντιστοιχοῦν τῷ Θ. Υ φωνῆεν δίχρονον, ὑποτακτικὸν καὶ προτακτικὸν τοῦ Ι. Φ σύμφωνον ἄφωνον, δασύ, ἀντιστοιχοῦν τῷ Π. Χ σύμφωνον ἄφωνον, δασύ, ἀντιστοιχοῦν τῷ Κ. Ψ σύμφωνον ἡμίφωνον, διπλοῦν, ἀρκτικόν, ἐν ἑαυτῷ ἔχον τὴν τοῦ Π καὶ Σ δύναμιν. Ω φωνῆεν μακρὸν ἀμετάβολον, προτακτικόν, ἀντιστοιχοῦν τῷ Ο. Πόθεν συνίστανται τὰ στοιχεῖα; Ἐπειδὴ ἐκ τῆς φωνῆς τὰ στοιχεῖα συνίστανται, τὸ δὲ στοιχεῖόν ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή, ἀναγκαῖόν ἐστιν ἡμᾶς πρῶτον διαλαβεῖν περὶ τῆς φωνῆς. Ὅρος φωνῆς.
15
Τί ἐστι φωνή; φωνή ἐστιν ἀὴρ πεπληγμένος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς. Ἀλλʼ ἐπειδὴ ὁ ἀὴρ σῶμά ἐστιν, ὁ δὲ Πλάτων οὐ δοξάζει τὴν φωνὴν σῶμα, λέγει τὸν ὅρον τῆς φωνῆς οὕτως· φωνή ἐστι πληγὴ ἀέρος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς. Εἰσὶ δέ τινες λόγοι δεικνῦντες τὴν φωνὴν ἀσώματον καὶ ἔχουσιν οὕτως· Τῶν πραγμάτων τὰ μὲν ἐν τῷ γίγνεσθαι ἔχουσι τὸ εἶναι, τὰ δὲ ἐν τὸ γεγονέναι· ἄρα οὖν ἡ φωνὴ ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι καὶ μετὰ ταῦτα οὐχ ὑφίσταται· δηλονότι οὐκ ἔστι σῶμα. Γνῶμαι παλαιαὶ περὶ φωνῆς. Ὁ δὲ Δημόκριτος καὶ ὁ Ἐπίκουρος καὶ οἱ Στωϊκοὶ σῶμα λέγουσι τὴν φωνήν, ὅτι πᾶν, ὃ ἔχει ἐνέργειαν καὶ πάθος, ἤγουν δύναται δρᾶσαι καὶ παθεῖν, σῶμά ἐστιν. Ὥσπερ ὁ σίδηρος· πάσχει γὰρ οὗτος ὑπὸ πυρός, δρᾷ δὲ εἰς ἀνθρώπους καὶ εἰς τὰ ξύλα καὶ πέτρας· εἰ τοίνυν ἡ φωνὴ καὶ δρᾷ καὶ πάσχει, σῶμά ἐστιν. Καὶ δρᾷ μέν, ἡνίκα ἀκούοντες ἡμεῖς ἢ φωνῆς ἢ κιθάρας πρὸς τέρψιν ἐρχόμεθα· πάσχει δέ, ὡς ὅταν φωνούντων ἡμῶν πνεύσῃ ἄνεμος, καὶ ποιήσῃ ἧττον ἀκούεσθαι τὴν φωνήν. Καὶ ἔτι πᾶν αἰσθητὸν σῶμά ἐστιν, οἷον τὸ ξύλον καὶ ὁ σίδηρος, ὁ λίθος καὶ τὰ ὅμοια. Ταῦτα γὰρ αἰσθητά εἰσι καὶ τῇ ὁράσει ὑποπίπτουσιν. Αἰσθητὸν τοίνυν καὶ ἡ φωνή ἐστι καὶ τῇ ἀκοῇ ὑποπίπτει· ἄρα ἡ φωνὴ σῶμά ἐστιν. Καὶ ἔτι ἴδιον τοῦ σώματός ἐστι τὸ ποτὲ μὲν αὐξάνεσθαι, ποτὲ δὲ λήγειν. Ἡ οὖν φωνὴ ποτὲ μὲν αὔξεται, ποτὲ δὲ λήγει· ἄρα σῶμά ἐστιν. Ἐπὶ μὲν τῶν παιδίων βραχεῖά ἐστιν ἡ φωνή, μικρῶν ὄντων· αὐξηθέντων δὲ μεγάλη· λήγει δὲ ἐπὶ τῶν ἀσθενούντων. Καὶ ἔτι πᾶν τὸ ἀντιτυποῦν σωμά ἐστιν, ὡς ἐπὶ τοῦ λίθου· καὶ γὰρ ἁπτομένων ἡμῶν τοῦτο, ἀντιτυπία γίνεται.
Τότε οὖν γίνεται ἡ ἀντιτυπία, ὅταν εὑρεθῇ τι προσκροῦον· εἰ οὖν ἡ φωνὴ ἀντιτυπεῖ προσκρούουσα ταῖς ἀκοαῖς, ἄρα σῶμά ἐστιν. Ἐπὶ τίνων κυρίως ἡ φωνή. Φωνὴ δὲ λέγεται κυρίως ἐπὶ ἀνθρώπων, ὡς παρὰ τῷ ποιητῇ (II. 11, 489) Οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν, Φωνὴ δʼ ἄῤῥηκτος· καταχρηστικῶς δὲ καὶ ἐφʼ ἑτέρων. Εἴρηται δὲ φωνὴ διὰ τὸ εἶναι φῶς νοῦ, ἤγουν ἡ τὰ ἐν τῷ νῷ φωτίζουσα· τὰ γὰρ ἐνδιάθετα καὶ κεκρυμμένα τοῦ νοῦ, φανερὰ ἡμῖν ἡ φωνὴ ἐμποιεῖ, καὶ τὰ νοήματα λαμπρῶς δείκνυσιν· ἄλλοι δὲ τὴν φωνὴν οὕτως ὁρίζονται· φωνή ἐστι πνεῦμά τι ἀπὸ συστήματος ἰδίου καὶ αἵματος ἀναφερόμενον ἕως τῆς γλώττης, ὑφʼ ἧς τυπτόμενον αὐτὸ διαρθροῦται καὶ νοητὸν ταῖς πλησίον ἀκοαῖς παραδίδοται. Διὰ τί εἴκοσι τέσσαρα γράμματα. Εἴκοσι τέσσαρα δὲ γράμματά εἰσιν κατὰ μίμησιν τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου. Καὶ τὰ μὲν φωνήεντα ἀναλογοῦσι τῇ ἡμέρᾳ, τὰ δὲ σύμφωνα ἀναλογοῦσι τῇ νυκτί. Ἢ τὰ μὲν φωνήεντα ἀναλογοῦσι τῇ ψυχῇ, τὰ δὲ σύμφωνα τῷ σώματι. Ἑπτὰ δέ εἰσι τὰ φωνήεντα κατὰ μίμησιν τῶν ἑπτὰ πλανητῶν· λέγονται δὲ φωνήεντα, ὅτι ἀφʼ ἑαυτῶν φωνὴν ἀποτελοῦσι· σύμφωνα δέ εἰσι δεκαεπτά· λέγονται δὲ σύμφωνα, ὅτι ἀφʼ ἑαυτῶν φωνὴν οὐκ ἀποτελοῦσι, ἂν μὴ συντεθῶσι τοῖς φωνήεσιν· ἐξ αὐτῶν δέ εἰσιν ὀκτὼ ἡμίφωνα· λέγονται δὲ ἡμίφωνα, διότι παρόσον ἧττον καθεστήκασιν εὔφωνα τῶν φωνηέντων ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς· καὶ μυγμοὶ μέν εἰσιν οἱ διὰ τῶν μυκτήρων ἦχοι, σιγμοὶ δὲ οἱ ἐξ ἄκρας τῆς ὑπερώας συριγμοί.
Σὶξ γὰρ ὁ ὀφθαλμὸς καλεῖται, ἀπὸ δὲ τοῦ μέρους τὸ πᾶν ἐδήλωσε. Καὶ μυγμὸν μὲν ποιοῦσι τὸ Σ. Ξ. Ψ. Μ. Ν. Ζ· σιγμὸν δὲ τὸ Λ. Ρ. Ἄφωνα δὲ ἐννέα· λέγονται δὲ ἄφωνα, διότι μᾶλλον τῶν ἄλλων εἰσὶ κακόφωνα. Περὶ ὀνόματος. Παρέπεται δὲ τῷ ὀνόματι πέντε, ὅτι καὶ τῶν ἀρσενικῶν ὀνομάτων τελικά εἰσι πέντε σύμφωνα, τὸ Σ, οἷον Αἴας, το Ρ, οἷον Νέστωρ, τὸ Ψ, οἷον Ἄραψ, τὸ Ξ, οἷον ἄνθραξ, τὸ Ν, οἷον Θέων, ὅτι καὶ τῷ σώματι πέντε αἰσθήσεις παρέπονται. Ἰστέον δέ, ὅτι τὰ ἑπτὰ εἴδη τῶν παραγώγων εἰσὶ κατὰ φωνήν, τὰ δὲ εἰκοσιτέσσαρα εἴδη τῶν ὑποπεπτωκότων τῷ ὀνόματί εἰσι κατὰ σημασίαν. Περὶ δὲ τοῦ λόγου κατὰ τοὺς φιλοσόφους, πέντε· ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος καὶ ἄρθρον. Ὄνομά ἐστι μέρος λόγου σημαῖνον κοινὴν ποιότητα, οἷον ἄνθρωπος. Ῥῆμά ἐστι μέρος λόγου σημαῖνον ἄπτωτον κατηγόρημα. Σύνδεσμός ἐστι μέρος λόγου ἄπτωτον συνδοῦν τὰ μέρη τὰ λοιπὰ τοῦ λόγου. Ἄρθρον ἐστὶ μέρος λόγου πτωτικόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀριθμούς. Παρέπεται δὲ τῷ λόγῳ πέντε· ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον καὶ διασκευή. Ἰστέον δέ, ὅτι τὰ μέρη τοῦ λόγου καλοῦσιν οἱ φιλόσοφοι στοιχεῖα· ὥσπερ γὰρ τὰ στοιχεῖα ἀποτελοῦσι τὰς συλλαβάς, καὶ τὰ κοσμικὰ στοιχεῖα ἀποτελοῦσι τὰ ἀνθρώπινα σώματα καὶ τὰ ἄλλα· οὕτω καὶ ταῦτα ἀπερχόμενα ἀπαρτίζουσι τὸν λόγον. Προτέτακται δὲ τὸ ὄνομα τοῦ ῥήματος, ὅτι τὸ ὄνομα κατʼ οὐσιῶν λέγεται, τὸ δὲ ῥῆμα κατὰ πραγμάτων.
Κυριώτεραι δέ εἰσιν αἱ οὐσίαι τῶν πραγμάτων· ὅτι ὥσπερ ἡ ψυχὴ καὶ τὸ σῶμα, ὄντα ἐξ αὐτῶν, ποιοῦσι προϊέναι τὰ ἄλλα, καὶ ὥσπερ ψυχῆς καὶ σώματος συνισταμένης τὰ ἄλλα συνίστανται καὶ γίνονται· οὕτω καὶ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος, ὄντων καὶ συνισταμένων ἐξ αὐτῶν, καὶ τὰ ἄλλα ἐξίασι καὶ συνίστανται. Πρὸ τοῦ ῥήματος δὲ ἐξ ἀνάγκης κεῖται τὸ ὄνομα. Ἐπειδὴ τὸ ἐνεργεῖν τε καὶ πάσχειν τῆς οὐσίας ἐστί, καθʼ ἣν ἡ Θέσις τῶν ὀνομάτων ἐστίν· ἐξ ὧν ὀνομάτων δηλαδὴ ἡ ἰδιότης τοῦ ῥήματος γεννᾶται. Τοῦτο δέ ἐστιν ἡ ἐνέργεια καὶ τὸ πάθος. Ἔνεστι τοιγαροῦν συννοουμένη ἐν αὐτοῖς τοῖς ῥήμασιν ἡ εὐθεῖα, ἧς ἄνευ οὐχ οἵα τέ ἐστιν ἡ οὐσία δηλωθῆναι, ἐν μὲν τῷ πρώτῳ καὶ δευτέρῳ προσώπῳ διωρισμένη, ἐν δὲ τῷ τρίτῳ προσώπῳ ἀδιόριστος· ἐπειδήπερ ἀναρίθμητά εἰσι τὰ τρίτα πρόσωπα, εἰ μὴ κατʼ ἐξοχὴν ἡ ἐνέργεια γίνοιτο, ὡς τὸ ὕει καὶ βροντᾷ καὶ ἀστράπτει. Ταῦτα γάρ, εἰ καὶ τὸ ὄνομα οὐ προστίθεμεν, διωρισμένα δοκεῖ εἶναι, ὁπότε τῷ θεῷ ἔνεισιν. Μετὰ δὲ τὸ ῥῆμα εἰκότως τέτακται ἡ μετοχή, ἐξ οὗτινος ῥήματος γεννᾶται. Ἀναγκαίως γὰρ αἱ τῶν ῥημάτων προφοραὶ εἰς τὰ πτωτικὰ σχήματα μετηνέχθησαν μετὰ τῶν συμβεβηκότων αὐτοῖς γενῶν, ἢ διὰ ῥημάτων καὶ μετὰ συνδέσμου, ὅτι ἀναγιγνώσκω καὶ προκόπτω· καὶ δείκνυται πᾶσιν ἐντεῦθεν, ὅτι ἐκ τοῦ ἀναγιγνώσκειν ἐπιγίνεται τὸ προκόπτειν· εἰ δὲ λέγοιμι διʼ ἀντωνυμίας, εἴτε κατὰ εὐθεῖαν, εἴτε κατὰ πλαγίαν καὶ δίχα συνδέσμου, ἡ ἀκολουθία σώζεται τῶν ῥημάτων· οἷον ἀναγιγνώσκω προκόπτων· ἐμοῦ προκόπτοντος ὁ διδάσκαλος χαίρει· δείκνυται γὰρ ἐντεῦθεν, ὅτι το μὲν προκόπτειν ἐμὲ ἐκ τοῦ ἀναγιγνώσκειν ἐστί, τὸ δὲ χαίρειν τὸν διδάσκαλον ἐκ τοῦ προκόπτειν ἐμέ.
Μετὰ δὲ τὴν μετοχὴν τίθεται τὸ ἄρθρον· μόνων γὰρ τῶν ὀνομάτων καὶ τῶν μετοχῶν προτίθεται, καὶ διὰ τοῦτο μετʼ ἐκεῖνα τάσσεται, ἀναγκαῖα ὄντα σὺν ἐκείνοις ἐκφέρεσθαι· εἰ γὰρ καὶ τῶν ἀντωνυμιῶν προτίθεται, ἀλλʼ οὐχὶ πασῶν· προτίθεται δὲ τῆς αὐτός ἀντωνυμίας· λέγομεν γὰρ ὁ αὐτός, ὅπερ ποτὲ μὲν ὡς ἀναφορικὴ ἀντωνυμία λαμβάνεται, ὡς ὅταν ἐρωτηθῶμεν· τίς συνεγράψατο τὴν Ἰλιάδα; καὶ εἴπωμεν· ὁ Ὅμηρος· καὶ πάλιν ἐρωτηθῶμεν· τίς συνεγράψατο τὴν Ὀδύσσειαν; καὶ εἴπωμεν· ὁ αὐτός, ποτὲ δὲ ὡς ὄνομα λαμβάνεται, δηλοῦν τὴν ἰσότητα, ὡς ὅταν εἴπωμεν· ὁ Φάλαρις κατὰ τὴν ὠμότητα ὁ αὐτὸς ἦν τῷ Ἐχέτῳ, τουτέστιν ἴσος. Μετὰ δὲ τὸ ἄρθρον τάσσεται ἡ ἀντωνυμία· καὶ γὰρ ἔδει μετὰ τὸ ὄνομα εὐθὺς αὐτὴν κεῖσθαι, ὡς λαμβανομένην ἀντὶ ὀνόματος· ἀλλὰ διὰ τὰς προῤῥηθείσας αἰτίας προετάχθησαν ταύτης ἕτερα μέρη. Φαίνεται δὲ καὶ ἡ πρόθεσις ἐκ τῆς παρηγορίας εἶναι πρεσβυτέρα τῶν ἑπτὰ τοῦ λόγου μερῶν καὶ διὰ τοῦτο ὤφειλε προτίθεσθαι τούτων· ἀλλʼ ὅταν μὲν προτίθηται πάντων τῶν τοῦ λόγου μερῶν φανερόν ἐστιν ἀλλʼ οὐ κατὰ τὴν ἐπαρίθμησιν, ἀλλὰ κατὰ μόνην τὴν σύνταξιν. Εἰ γὰρ μὴ ἦν ἐκεῖνα τὰ ἑπτὰ τοῦ λόγου, οὐδʼ ἂν αὕτη συνίστασθαι εἶχεν, ὃ καὶ περὶ τῆς μετοχῆς εἴπομεν. Ἐκ γὰρ τῶν προειρημένων τοῦ λόγου μερῶν τὴν τάξιν ἔσχεν ἡ πρόθεσις καὶ ποτὲ μὲν ἐν συνθέσει, ποτὲ δὲ ἐν παραθέσει τῶν αὐτῶν τοῦ λόγου μερῶν προτίθεται· ἔστιν ἄρα τὴν μὲν φύσιν ὑστέρα, τὴν δὲ σύνταξιν προτέρα. Τὸ δὲ ἐπίῤῥημα δυνάμει μὲν ἐπίθετόν ἐστι τοῦ ῥήματος, ὡς καὶ αὐτὸ τὸ ὄνομα τούτου δηλοῖ. Εἰκότως δὲ ἐτέθη μετὰ τὴν πρόθεσιν· ὥσπερ γὰρ μετὰ τὸ ὄνομα ἐν τῇ δευτέρᾳ χώρᾳ δικαίως τέτακται τὸ ῥῆμα· οὕτω καὶ μετὰ τὴν πρόθεσιν ἐν τῇ δευτέρᾳ χώρᾳ δίκαιον τέτακται τὸ ἐπίῤῥημα, ἥτις ἐν παραθέσει οὖσα δύναμιν λέξεως ἑαυτῇ συντηροῦσα προτίθεται τῶν τε ὀνομάτων καὶ τῶν ἄλλων πτωτικῶν, ἐν συνθέσει δὲ οὖσα τὴν τῆς ἰδιαζούσης λέξεως δύναμιν ἀπόλλυσι, προσχωροῦσα τοῦ λόγου μέρει ἐκείνῳ, ᾧ καὶ συνάπτεται.
20
Ἰστέον δέ, ὅτι μετὰ τῶν προειρημένων τοῦ λόγου μερῶν τάττεται δικαίως ὁ σύνδεσμος· ἐπειδὴ μηδεμίαν διάνοιαν δύναται δηλῶσαι καθʼ ἑαυτόν, δίχα τῶν προτεθεισῶν λέξεων, ἤτοι μερῶν τοῦ λόγου· ὥσπερ καὶ οἱ τῶν σωμάτων σύνδεσμοί εἰσιν ἄχρηστοι, εἰ μὴ τὰ σώματα εἴη ὑπὸ τούτων συνδούμενα. Ζητητέον, τίνος χάριν αἱ ἐρωτηματικαὶ τῶν λέξεων εἰς δύο μόνα μέρη τοῦ λόγου προσεχώρησαν, εἰς τὸ ὄνομα δηλονότι καὶ τὸ ἐπίῤῥημα. Καὶ τί δήποτε μὴ εἰς ἓν ὄνομα καὶ ἓν ἐπίῤῥημα ἀλλʼ εἰς πλείονα, οἷον τίς, πότερος, ποῖος, ποῦ, πῆ, πόθεν, πότε, ποσάκις, ποσαχῶς, ἦ, ἆρα. Τοῦτο μὲν οὖν καὶ ἀπόδειξίς ἐστι τοῦ πρεσβύτερα καὶ ἀρχικώτερα τὰ δύο ταῦτα μέρη τοῦ λόγου εἶναι, τὸ ὄνομα δηλαδὴ καὶ τὸ ῥῆμα, ἅπερ, ἐπειδὰν ἀγνοῶνται συχνὴν τὴν περὶ αὐτῶν ἐρώτησιν λαμβάνουσι, καὶ τὰ μὲν ἐρωτηματικὰ ὀνόματα τὸ ὄνομα ζητοῦσι, τὰ δὲ ἐπιῤῥηματικά, τὸ ῥῆμα. Εὑρίσκονται δὲ ἐν πολλοῖς ὀνόμασι καὶ ἐν πολλοῖς ἐπιῤῥήμασιν, ὡς ἐδείξαμεν διὰ τόνδε τὸν λόγον, ὅτι ἐν τούτοις μόνοις ἡ ἀμφιβολία δύναται γίνεσθαι τῆς οὐσίας ἢ τῆς ποιότητος. Ποιότητα δὲ λέγω πάντα κοινῶς τὰ τῇ οὐσίᾳ συμβεβηκότα, κἂν ποσότητος ὦσι κἂν ὁτιοῦν ἕτερον. Τὴν γὰρ οὐσίαν τινὸς τοῦ ὑποκειμένου ζητοῦντες λέγομεν· τίς κινεῖται; τίς βαδίζει; τίς διαλέγεται; ἑνὸς ἐκ πολλῶν ὄντος τοῦ κινουμένου ἢ ἕτερόν τι ποιοῦντος. Ἑνὸς δὲ ἐκ δυοῖν ὡρισμένου ὄντος τοῦ κινουμένου ἢ τοῦ βαδίζοντος λέγομεν· πότερος κινεῖται; πότερος βαδίζει; τὴν οὐσίαν ἑνὸς τῶν δύο ζητοῦντες καὶ οὐχί τι τῶν περὶ αὐτὸν συμβεβηκότων, ὅταν φανερὰ μὲν ᾖ ἡ ἐνέργεια, τουτέστιν ἡ κίνησις, ἢ τὸ βάδισμα, ἢ ἡ διάλεξις, τὸ δὲ ἐνεργοῦν πρόσωπον ἄδηλον καὶ διὰ τοῦτο αἱ ἀποκρίσεις ὀνομαστὶ γίγνονται, ἢ διὰ προσηγορικῶν ἢ κυρίων, ὅτι καὶ τὰ κύρια τὴν καθόλου οὐσίαν σημαίνουσιν· ἀποκρινόμεθα γάρ, ἢ ὅτι ἄνθρωπος βαδίζει, ἢ ὅτι ἵππος, ἢ ὅτι Τρύφων, ἐν ᾧ καὶ ὁ ἄνθρωπος συννοεῖται· ἢ καὶ διὰ μέρους τοῦ λόγου ἀποκρινόμεθα, ὅπερ ἀντὶ ὀνόματος λαμβάνεται κυρίου, τουτέστι διʼ ἀντωνυμίας, ὡς ὅταν εἴπωμεν· ἐγώ· ἀλλʼ ἐπείπερ ἄδηλα ἦν τὰ συμβεβηκότα τοῖς προτεθεῖσιν ὀνόμασιν, ὅτι αὐτὸ καθʼ αὑτὸ τὸ τίς ἐρωτηματικὸν ὄνομα καὶ τὸ πότερος μόνην τὴν οὐσίαν ἐζήτει, ᾗ συμβέβηκε, καὶ ποῖον καὶ πόσον ἐπὶ λογισμὸν ἀνέβαινε καὶ περὶ τούτου ἐρώτησις γίνεται· ὡς ὅταν τὴν μὲν ποιότητα ζητοῦντες λέγωμεν ποῖος; τῆς δὲ ποσότητος τὴν μὲν συνεχῆ πηλίκος, τὴν δὲ διωρισμένην, πόσος, τὴν δὲ τακτικὴν ἀπαρίθμησιν, πόστος, τουτέστι πρῶτος ἢ δεύτερος ἢ τρίτος καὶ ἐφεξῆς· τὸ δὲ τῶν ἡμερῶν μέτρον ποσταῖος, οἷον ποσταῖός τις ἦλθεν Ἀθήνῃθεν εἰς Ῥώμην; τουτέστι διὰ πόσων ἡμερῶν; καὶ ποσταία σήμερόν ἐστιν ἡ σελήνη; τουτέστι πόσων ἡμερῶν; τὸ δὲ τῶν ἐτῶν μέτρον ποσαετής· τὸ δὲ τοῦ μεγέθους πλῆθος, οἷον ποσάκις ἐν ἑαυτῷ ὁ μείζων τὸ ἔλαττον ἔχει, ποσαπλάσιος.
τὸ δὲ ἐκ τίνος ἔθνους ἢ πατρίδος ὁ ἄνθρωπός ἐστι, ποδαπός; Ταῦτα οὖν ἐρωτήματά εἰσιν, ἀποκρινόμεθα δὲ τούτων ζητουμένων ἐν μὲν τῷ τίς καὶ τῷ πότερος, ὥσπερ εἴρηται, τὴν οὐσίαν, ἐν δὲ τοῖς ἄλλοις τὰ συμβεβηκότα· οἷον ἐν μὲν τῷ ποῖος; λευκὸς ἢ θερμὸς καὶ τὰ τοιαῦτα, ἐν δὲ τῷ πηλίκος; μέγας ἢ μικρός, ἐν δὲ τῷ πόσος; πολὺς ἢ ὀλίγος, ἐν δὲ τῷ πόστος; πρῶτος ἢ δεύτερος ἢ τρίτος καὶ ἐφεξῆς, ἐν δὲ τῷ ποσταῖος; αὐθημερόν, δευτεραῖος, τριταῖος καὶ ἐφεξῆς, ἀορίστως δέ, πολλαπλάσιος, ἐν δὲ τῷ ποδαπός; ἡμεδαπός, ἀλλοδαπός, Ἕλλην ἢ βάρβαρος, Ἀθηναῖος ἢ Θηβαῖος ἢ Ῥωμαῖος.
Οὐκοῦν εἰ προεθέμεθα· τίς ἐστι, περὶ οὗ γίνεται ἡ ἐρώτησις, τουτέστι τὴν μὲν οὐσίαν αὐτοῦ γιγνώσκομεν, τὰ δὲ περὶ αὐτὸν συμβεβηκότα ζητοῦμεν, τοῖς προειρημένοις χρηστέον τηνικαῦτα ἐρωτήμασι· τίς ἀναγιγνώσκει ἢ πότερος τῶν δύο τῶν ἐν τῇ οἰκίᾳ καθημένων; ἀποκρινόμεθα γάρ, εἰ τύχοι, ὁ Τρύφων· ποῖος; ὅτι σοφός, πηλίκος; ὅτι μέγας, ποδαπός; ὅτι Βυζάντιος. Ὁμοίως καὶ πάσας τὰς ἀποκρίσεις ἐποίσομεν τὰς πεφυκυίας συμβεβηκέναι τῷ περὶ οὗ αἱ ἐρωτήσεις γίνονται διὰ τῶν ἐπιθέτων, ἃ πρὸς ἐκεῖνο τὸ πρόσωπον ἀναφέρονται. Ἔστι γε μὴν ὅτε καὶ τῆς οὐσίας καὶ τῆς ποιότητος πρὸ ὀφθαλμῶν κειμένης καὶ τῆς ποσότητος καὶ τῶν ἄλλων συμβεβηκότων ἐπάγεται ἐρώτησις ἀνήκουσα τῇ κυριότητι τοῦ ὀνόματος· οἷον εἰ λέγοιμι· τίς ἐστιν ἐκεῖνος ὁ Βυζάντιος, ὁ μέγας, ὁ περικαλλής; δύναμαι γὰρ βλέπειν τινὰ καὶ τὴν οὐσίαν αὐτοῦ γιγνώσκειν καὶ τὸ ἔθνος καὶ τὴν ποιότητα καὶ τὴν ποσότητα, μόνον δὲ τὸ κύριον ὄνομα ζητεῖν, ὡς ἔδειξεν Ὅμηρος ἐν τῇ μονομαχίᾳ Ἀλεξάνδρου καὶ Μενελάου. Ἐπιῤῥημάτων τοπικαὶ σχέσεις. Τά γε μὴν ἐπιῤῥήματα ἀναφέρονται πρὸς τὰς ἀγνοουμένας ἐνεργείας ἢ τὰς τούτων ποιότητας. Εἰ γὰρ ἐρωτῶμεν· πῶς ἀναγιγνώσκει; ἀποδιδόντες αὐτῷ τὸ ἐπίῤῥημα, ὅπερ ἐπιθέτου τόπον ἐπέχει ἐπὶ τῷ ῥήματι ἀποκρινόμεθα· καλῶς, ῥητορικῶς, σοφῶς· εἰ δὲ τὴν ποιότητα οὐ ζητοῦμεν, ἀλλὰ τὸν τόπον, ἐν ᾧ τι γίγνεται, τριχῶς ποιούμεθα τὴν ἐρώτησιν· ποῦ ἢ πόθι καὶ πῇ ἢ πόσε καὶ πόθεν; ὧν τὸ μὲν ποῦ ἢ πόθι μονὴν καὶ στάσιν ἐν τόπῳ δηλοῖ, οἷον· ποῦ ἐστιν ὁ δεῖνα; ἢ ποῦ κεῖται; ἢ ποῦ κάθηται; ἀποκρινόμεθα γὰρ ὁτὲ μὲν ἐπιῤῥηματικῶς οἷον ἐνταῦθα, ἐκεῖ, οἴκοι, Ἰσθμοῖ, πολλαχόθι, οὐδαμόθι, ὁτὲ δὲ κατὰ τὴν δοτικὴν μόνην, οἷον Ἀθήνῃσι, Θήβῃσι καὶ ὡς ἐπὶ τὸ πλεῖστον κατὰ τὴν δοτικὴν σὺν τῇ ἐν προθέσει, οἷον ἐν τῇ πόλει, ἐν τῷ ἀγρῷ, ἐν τῇ Ἑλλάδι· τὸ δὲ πῇ ἢ πόσε καὶ πόθεν καὶ ἀμφότερα κίνησιν σημαίνουσιν· ἀλλὰ τὸ μὲν τὴν εἰς τόπον κίνησιν σημαίνει, τὸ δὲ τὴν ἐκ τόπου· οἷον ἐρωτώμενοι πῇ ἢ πόσε βαδίζει ὁ δεῖνα; ἔστι μεν ὅτε καὶ ἐπιῤῥηματικῶς ἀποκρινόμεθα οἷον δεῦρο, ἐκεῖσε, οἴκαδε, Ἀθήναζε, Θήβαζε, πολλαχῇ πολλαχόσε, πάντῃ, πάντοσε, πανταχῆ, οὐδαμῆ, οὐδαμόσε· ἔστι δὲ ὅτε κατὰ τὴν αἰτιατικὴν σὺν τῇ εἰς προθέσει ἀποκρινόμεθα, οἷον εἰς τὴν πόλιν, εἰς τὸν ἀγρόν· εἰ δὲ ἡ κίνησις γίνεται πρὸς ἔμψυχον πρόσωπον, σὺν τῇ πρός προθέσει, οἷον πρὸς τὸν βασιλέα, πρὸς τὶν διδάσκαλον.
Ἐρωτώμενοι δέ· πόθεν ἥκει ὁ ἄνθρωπος, κἀνταῦθα ἐνίοτε μὲν δὴ διʼ ἐπιῤῥημάτων ἀποκρινόμεθα, οἷον ἐντεῦθεν, ἐνθένδε, ἐκεῖθεν, οἴκοθεν, Ἀθήνῃθεν, Ἰσθμόθεν, γῆθεν, οὐρανόθεν, πολλαχόθεν, πάντοθεν, πανταχόθεν, οὐδαμόθεν. Ἐνίοτε δὲ καὶ μετὰ γενικῆς σὺν τῇ ἀπό προθέσει, οἷον ἀπὸ Ῥώμης, ἀπὸ Βυζαντίου, ἔστι δʼ ὅτε καὶ σὺν τῇ ἐκ προθέσει, οἷον ἐκ Ῥώμης, ἐκ Βυζαντίου, ἐξ Ἀθηνῶν. Σημειωτέον δὲ ἐνταῦθα, ὅτι κατὰ τινὰ φυσικὴν ἀκολουθίαν αἱ τρεῖς αὗται ἐρωτήσεις τὸ πόθεν, τὸ ποῦ, τὸ πῇ τὰς τρεῖς πλαγίας ἐκληρώσαντο πτώσεις, τὸ μὲν πόθεν τὴν γενικήν, τὸ δὲ ποῦ τὴν δοτικήν, τὸ δὲ πῇ τὴν αἰτιατικήν· καὶ ὥσπερ ἐν ταῖς πλαγίαις πτώσεσι προηγεῖται μὲν ἡ γενική, ἕπεται δὲ ἡ δοτικὴ καὶ τρίτη τούτων ἐστὶν ἡ αἰτιατική· οὕτω κἀνταῦθα προηγεῖται μὲν τὸ πόθεν, ἕπεται δὲ τὸ ποῦ, καὶ τελευταῖόν ἐστι τὸ πῇ ἀκολούθως τοῖς τρισὶ μέρεσι τοῦ χρόνου.
Τὸ μὲν γὰρ πόθεν τοῦ παρεληλυθότος ἐστίν· ἐρωτῶντες γάρ, πόθεν ἦλθεν ὁ ἄνθρωπος, ἢ πόθεν ἔρχεται; ἢ πόθεν ἐλεύσεται; δηλοῦμεν, καταλελοιπέναι αὐτὸν τόπον, ὅθεν ἐλήλυθεν, ἢ ἔρχεται ἢ ἐλεύσεται· [ἢ πόθεν ἐλεύσεται, δηλοῦμεν ὡς κατὰ τὸ παρεληλυθὸς ἐν ἐκείνῳ τῷ τόπῳ καταλελοιπέναι αὐτῷ τόπον, ὅθεν ἦλθεν, ἢ ἔρχεται, ἢ μέλλει ἐλθεῖν.] τὸ δὲ ποῦ τοῦ ἐνεστῶτός ἐστιν· ἐρωτῶντες γάρ, ποῦ ἐστιν ὁ δεῖνα; ἢ ποῦ ἦν; ἢ ποῦ ἔσται; τὴν ὡς κατὰ τὸ ἐνεστὼς ἐν ἐκείνῳ τῷ τόπῳ μονὴν αὐτοῦ δηλοῦμεν ἐν ᾧ ἐστὶν ἢ ἦν ἢ ἔσται. Τὸ δὲ πῇ καὶ πόσε τοῦ μέλλοντός ἐστιν. Ἐρωτῶντες γάρ, πῇ βαδίσει ὁ ἄνθρωπος; ἢ ἐβάδισεν, ἢ βαδίζει; τὴν ἐν τῷ μέλλοντι χρόνῳ εἰς ἐκεῖνον τὸν τόπον ἄφιξιν τούτου σημαίνομεν· ἢ καὶ οὕτω· δεῖ γάρ τινα, ὅθεν δήποτε πρότερον ἐλθεῖν πρὸς ἡμᾶς, εἶτα μεῖναι ἐν ἡμῖν, εἶα ἀφʼ ἡμῶν ἀλλαχόσε ἀπελθεῖν, εἴπερ ἓν καὶ τὸ αὐτὸ πρόσωπον μέλλει τὰ τρία ταῦτα καθάπαξ πρὸς ἡμᾶς ἐνεργήσειν, ἄλλως δὲ οὐκ ἂν γένοιτο. Ἓξ γὰρ τούτων γινομένων, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς τινα καὶ μεῖναι καὶ ἀπελθεῖν, τοῦ ἐλθεῖν καὶ ἀπελθεῖν καὶ μεῖναι, τοῦ μεῖναι καὶ ἐλθεῖν καὶ ἀπελθεῖν, τοῦ μεῖναι καὶ ἀπελθεῖν καὶ ἐλθεῖν, τοῦ ἀπελθεῖν καὶ ἐλθεῖν καὶ μεῖναι, τοῦ ἀπελθεῖν καὶ μεῖναι καὶ ἐλθεῖν, τὸ πρῶτον μόνον κατὰ φύσιν συνέστηκεν, ὥσπερ εἴρηται, τῶν δὲ ἄλλων τὸ μὲν δεύτερον καὶ τρίτον καὶ ἕκτον ἀνάστατα, τὸ δὲ τέταρτον καὶ τὸ πέμπτον δοκεῖ μὲν συνίστασθαι, οὐ συνίστανται δὲ διὰ τὸ καὶ ἐν ἀμφοτέροις τὸ ἐλθεῖν μὴ δύνασθαι εἶναι ἐλθεῖν, ἀλλʼ ἐπανελθεῖν, Ἕτερα δὲ ἀλλήλων ταῦτα.
25
Ἰστέον δὲ καὶ τοῦτο, ὡς ἐνίοτε λέγοντες ἐν τῇ στοᾷ περιπατεῖν τὸν Σωκράτην, σολοικίζειν δοκοῦμεν, εἴγε τὸ μὲν ἐν τῇ στοᾷ στάσιν δηλοῖ, τὸ δὲ περιπατεῖν κίνησιν. Ἀλλʼ οὐκ ἔστι τοῦτο σολοικισμός, ὀρθῶς δὲ μᾶλλον λέγεται. Τὸ γὰρ περιπατεῖν ἐνταῦθα οὐ τὴν ἀπὸ τόπου εἰς τόπον δηλοῦν κίνησιν βούλεται, ἀλλὰ τὴν ἐν τῷ αὐτῷ τόπῳ ἀναστροφήν, ἥτις ταὐτόν ἐστι τῇ μονῇ καὶ στάσει. Καὶ πάλιν, ὅταν λέγωμεν· ὁ δεῖνα πόῤῥωθεν ἕστηκε, σολοίκως δοκεῖ λέγεσθαι, εἴγε τὸ μὲν πόῤῥωθεν τὴν ἀπὸ τόπου κίνησιν δηλοῖ, τὸ δὲ ἔστηκε στάσιν. Ἀλλʼ εἰ μὲν ἁπλῶς οὕτω καὶ ἀσχέτως λέγεται τοῦτο, σολοικισμὸν ὁμολογουμένως ποιεῖ· εἰ δὲ ὁ ἱστάμενος πόῤῥωθεν σχέσιν τινὰ ἔχει πρὸς τὸν τόπον ἐκεῖνον, οὗ πόῤῥωθεν ἕστηκεν, ἤγουν ἢ βάλλει τι βέλος πρὸς ἐκεῖνον ἢ βλέπει, ἅτινα ἐμφαίνουσι κίνησίν τινα, καλῶς λέγεται. Γιγνώσκομεν οὖν, ὅτι καὶ τὸ πόθεν ἔχει τὴν εἰς τόπον κίνησιν καὶ τὸ πῇ τὴν ἐκ τόπου. Πᾶσα γὰρ κίνησις ποθὲν πῇ γίνεται· ἀλλʼ ἐπείπερ τῶν ἀγνοουμένων ἀεὶ γίνεται ἡ ἐρώτησις, ὅταν μὲν τὸν τόπον εἰδῶμεν, εἰς ὃν γίνεται ἡ κίνησις, τὸ δὲ ἐκ τίνος ἀγνοῶμεν τὸ πόθεν ἐρωτῶμεν· ὅταν δὲ τοὐναντίον, ἤγουν τὸν τόπον, ἀφʼ οὗ γέγονεν ἡ κίνησις εἰδῶμεν, τὸ δὲ εἰς τίνα ἀγνοῶμεν, τὸ πῇ ἐρωτῶμεν. Καὶ ταῦτα μὲν ζητοῦμεν εἰς τόπον. Εἰ δὲ τὸν χρόνον ζητοῦμεν ἐν ᾧ γέγονέ τι, λέγομεν πότε; καὶ πρὸς τοῦτο ἀποκρινόμεθα· χθές, νεωστί, πρότριτα, πρώην, πέρυσι, τῆτες· καὶ τὰ ποιητικὰ οἷον· ἁρμοῖ, ποταινί, ἀντὶ τοῦ προσφάτως, πάλαι, ἔκπαλαι, πρόπαλαι· καὶ διʼ ὀνομάτων· πρὸ δέκα ἡμερῶν, μετὰ δύο μῆνας· εἰ δὲ τὸν ἀριθμὸν ζητοῦμεν· ὁσάκις ἡ πρᾶξις ἐγένετο, φαμὲν ποσάκις; πρὸς ἅπερ ἀποκρινόμεθα· οὐδʼ ἅπαξ, ἅπαξ, δίς, τρίς, τετράκις καὶ τὰ ἐφεξῆς.
Καὶ ἔτι τοσάκις, τοσαυτάκις, ὀλιγάκις, πολλάκις, πλεονάκις, πλειστάκις, ἀπειράκις. Εἰ δέ, εἰς πόσα μέρη ἢ εἰς πόσα εἴδη διαιρεῖται ὁτιοῦν, ἢ πόσοις ὀνόμασιν ὁτιοῦν προσαγορεύεται, ἢ πόσαις μεθόδοις ἢ τέχναις ἢ τρόποις ποιεῖ τις, λέγομεν ποσαχῶς, οἷον· ποσαχῶς διαιρεῖται τὸ θνητόν; ἢ ποσαχῶς ὀνομάζεται ὁ ἄνθρωπος; ἢ ποσαχῶς ὁ ἁλιεὺς ἀγρεύει τοὺς ἰχθύας; ἀποκρινόμεθα δὴ καὶ πρὸς τοῦτο· μοναχῶς, διχῇ, τριχῇ ἢ δίχα ἢ διχῶς ἢ τριχῶς ἢ τριχθὰ ποιητικῶς, τετραχῆ ἢ τετραχῶς ἢ τετραχθὰ ποιητικῶς καὶ πενταχῆ ἢ πενταχῶς καὶ ἐφεξῆς. Καὶ ἔτι τοσαχῶς, τοσαυταχῶς, ὀλιγαχῶς, πολλαχῶς, πλεοναχῶς, πλεισταχῶς, ἀπειραχῶς καὶ τὰ τοιαῦτα. Εἰ δὲ τὴν αἰτίαν ζητοῦμεν, λέγομεν· διατί; ἱνατί; τί δήποτε; τίποτε· καὶ ποιητικῶς τίπτε; τοῦ χάριν; ἢ ὅτου ἢ τίνος ἢ τίνος ἕνεκα καὶ τὰ τοιαῦτα· πρὸς ὅπερ ἀποκρινόμεθα· διότι, διὰ τόδε, ἢ χάριν τοῦδε, ἢ ἕνεκα τοῦδε καὶ τὰ τοιαῦτα. Δοκοῦμεν δὲ καὶ τὴν οὐσίαν αὐτὴν τῆς πράξεως ζητοῦντες μιᾶς μὲν ἐκ πολλῶν ἀρίστων οὔσης, λέγειν· τί ποιεῖ ὁ δεῖνα; πρὸς ὅπερ ἀποκρινόμεθα, ὅτι οὐδέν, ἢ τρέχει ἢ διαλέγεται· μιᾶς ἐκ δυοῖν ὡρισμένων οὔσης φαμὲν πότερον τρέχει ἢ διαλέγεται; πρὸς ὅπερ ἀποκρινόμεθα θάτερον, ἢ ὅτι τρέχει ἢ ὅτι διαλέγεται, ἤτοι τὸ πρότερον ἢ τὸ ὕστερον· ὥσπερ καὶ τὴν ποσότητα ζητοῦντες λέγομεν πόσον ἔδραμε; πρὸς ὅπερ ἀποκρινόμεθα πολὺ ἢ ὀλίγον. Τίνος μὲν ἕνεκεν οὖν τὰ προτεθέντα μέρη δηλαδὴ τὰ ἐρωτηματικὰ ἢ ὀνομαστικὰ ἢ ἐπιῤῥηματικὰ γίνεται, ἀπεδείξαμεν, ὧν περὶ τῆς συντάξεως ἐν τοῖς ἑπομένοις διασαφήσομεν. Ἐπειδὴ τοίνυν τὰ λοιπὰ μέρη τοῦ λόγου πρὸς τοῦ ὀνόματος καὶ ῥήματος ἀναφέρεται σύνταξιν, ὧν καὶ τῆς ὀνομασίας μετειλήφασι, περὶ ἑκάστων δεῖ διελθεῖν, τουτέστι καὶ περὶ τοῦ ἐν χώρᾳ λαμβανομένου ἢ προσλαμβανομένου, λαμβανομένου μὲν ὡς ὅταν ἡ ἀντωνυμία ἐν χώρᾳ ὀνόματος λαμβάνηται, οἷον· ἐγὼ τόδε τι ἐποίησα, προσλαμβανομένου δὲ ὡς ὅταν ἡ αὐτὴ τῷ ὀνόματι προσλαμβάνηται, οἷον· ὁ Ὅμηρος ἔγραψε τὴν Ἰλιάδα· ὁ αὐτὸς δὲ καὶ τὴν Ὀδύσσειαν· ἔτι καὶ περὶ μετοχῆς τῆς ἐν τῇ χώρᾳ τῶν ῥημάτων λαμβανομένης.
Διατί δεκαεπτὰ ὄντων τῶν συμφώνων μόνον τῶν ἄλλων ἐτιμήθη τὸ Ρ; ἐκ πολλῶν οὖν σημείων κρεῖττον φαίνεται εἶναι τὸ Ρ τῶν ἄλλων συμφώνων καὶ τρόπον τινὰ φωνῆέν ἐστι μᾶλλον καὶ οὐ σύμφωνον. Ἥ τε γὰρ ἀπήχησις αὐτοῦ καὶ ἐκφώνησις λαμπροτέρα τῶν ἄλλων ἐστὶ καὶ τῇ τῶν φωνηέντων ἀριθμήσει παρέοικε. Καὶ πνεῦμα ἄνω ἐπιδέχεται τὴν δασεῖαν, ὅπερ ἐπʼ ἄλλου συμφώνου οὐχ εὕρηται. Καὶ ἐν τοῖς ῥήμασι κατὰ τοὺς παρῳχημένους χρόνους αὔξησιν δέχεται, ὡς καὶ τὰ φωνήεντα. Ῥέω καὶ ὁ παρατατικὸς ἔῤῥεον διὰ τῶν δύο ΡΡ. Τί οὖν σύμφωνόν ἐστιν ἢ φωνῆεν; τινὲς μὲν λέγουσιν, ὅτι ἔστι φωνῆεν· διότι τοῖς φωνήεσι παρέπεται τὸ δασύνεσθαι καὶ τὸ ψιλοῦσθαι. Εἰ οὖν ἄρα τὸ Ρ καὶ δασύνεται καὶ ψιλοῦται· καὶ δασύνεται μὲν οἷον ῥάπτω, ψιλοῦται δὲ ὡς ἐν τῷ ῤάρος καὶ ὡς ἐν τῷ ῤάριον, ὃ δηλοῖ τὸ παιδίον, φωνῆέν ἐστι. Ἄλλως τὰ διὰ Α μακροῦ ἐκφερόμενα ῥήματα κατὰ τὸν μέλλοντα τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, ὅτι μή εἰσι δωρικά, κατὰ τὸν ἐνεστῶτα ἔχουσι πρὸ τοῦ Ω φωνῆεν· οἷον ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω. Ἐπεὶ οὖν τὸ φυράσω καὶ περάσω καὶ δράσω οὐ δωρικὰ ὄντα, ἀλλὰ κοινά, τῷ Α μακρῷ κέχρηνται, παραλήγονται δὲ τῷ Ρ· ἄρα φωνῆέν ἐστιν. Πρόσκειται ὅτι μή εἰσι δωρικὰ διὰ τὸ πεινάσω, διψάσω. Ταῦτα γὰρ μακρὸν ἔχουσι τὸ να καὶ ψα, ἀλλʼ ὅμως κατὰ τὸν ἐνεστῶτα οὐκ ἔχουσι πρὸ τοῦ Ω φωνῆεν, ἀλλὰ σύμφωνον τὸ Ψ καὶ τὸ Ν, οἷον πεινῶ καὶ διψῶ· οὐκ ἀντίκειται δὲ ἡμῖν, ἐπεὶ ἀπὸ τοῦ πεινήσω καὶ διψήσω γίνεται κατὰ τροπὴν τοῦ Η εἰς Α μακρόν.
Ἄλλως τε τὰ βραχυκατάληκτα τῶν εἰς Α ληγόντων θηλυκῶν ὀνομάτων τότε φυλάττουσι τὸ Α καὶ ἐπὶ γενικῆς, ὅτε φωνήεντι παραλήγεται· ὅτε δὲ πρὸ τοῦ Α ἄλλο σύμφωνον ἔχει πλὴν τοῦ Ρ τὸ Α τῆς εὐθείας τρέπει εἰς Η ἐπὶ γενικῆς· οἷον δίψα, δίψης· εἰ δὲ τὸ Ρ ἔχει, φυλάσσεται τὸ Α τῆς εὐθείας καὶ ἐπὶ γενικῆς· οἷον ἡμέρα ἡμέρας· ἄρα τὸ Ρ φωνῆέν ἐστι. Ἔτι καὶ τὰ ἀπὸ ἑνὸς ἁπλοῦ συμφώνου ἀρχόμενα ῥήματα ἀναδιπλασιάζονται κατὰ τὸν παρακείμενον· οἷον λέγω, λέξω, λέλεχα· τὰ δὲ ἀπὸ φωνήεντος ἀρχόμενα οὐκ ἀναδιπλασιάζονται· οἷον ὑβρίζω, ὑβρίσω, ὕβρικα· εἰ τὰ ἀπὸ τοῦ Ρ ἀρχόμενα οὐκ ἀναδιπλάζονται, οἷον ῥάπτω, ἔῤῥαφα· ἄρα φωνῆέν ἐστι τὸ Ρ. Ἔστι δὲ εἰπεῖν, ὅτι τὸ Ρ σύμφωνόν ἐστι καὶ οὐ φωνῆεν· πῶς οὖν τὸ Ρ φωνῆέν ἐστιν, ὅπου τὸ ῥήτωρ, Νέστωρ, καὶ ἄλλα ὁμοίως εἰς τὸ Ρ καταλήγουσιν· ἄλλως τε οὐδέποτε φωνῆεν προτάσσεται καὶ ὑποτάσσεται τοῦ αὐτοῦ φωνήεντος. Πῶς οὖν τὸ Η προτάσσεται τοῦ Ρ, ὡς ἐν τῷ Ἄρης καὶ ὑποτάσσεται ὡς ἐν τῷ ἀήρ. Ἔτι τὰ εἰς Ω λήγοντα ῥήματα οὐδέποτε διὰ δύο φωνηέντων ἐκφέρονται κατὰ τὴν λήγουσαν· εἰ δὲ τὸ Ρ εὑρίσκεται κατὰ τὴν τελευταίαν συλλαβὴν τοῦ φθείρω, ἄρα σύμφωνόν ἐστιν. Ἔτι τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ οὐ παραλαμβάνονται· εἰ δὲ τὸ Ρ εὑρίσκεται μετὰ δύο φωνηέντων παραλαμβανόμενον, ὡς ἐπὶ τοῦ ῥοῦς, ἄρα σύμφωνόν ἐστιν. Ἔτι τὰ φωνήεντα μὲν αὐτὰ καθʼ ἑαυτὰ φωνὴν ἀποτελοῦσι, τὰ δὲ σύμφωνα οὔ· εἰ οὖν τὸ Ρ καθʼ ἑαυτὸ φωνὴν οὐκ ἀποτελεῖ, ἄρα σύμφωνόν ἐστιν.
Ἔτι πᾶς παρακείμενος ἀπαθής—λέγω δὲ ἀπαθής διὰ τὸ ἑώρακα— πᾶς παρακείμενος ἀπαθὴς ἀρχόμενον ἀπὸ τοῦ Ε ἔχει τὸν ἐνεστῶτα πάντως ἀπὸ συμφώνου ἀρχόμενον, ὡς τὸ φθείρω ἔφθαρκα· εἰ οὖν ἐῤῥύπωκα καὶ ἔῤῥαφα ἀπὸ τοῦ Ε ἄρχονται· ἄρα τὸ ῥυπῶ καὶ τὸ ῥάπτω οἱ ἐνεστῶτες ἀπὸ συμφώνου ἄρχονται· πρόδηλον, ὅτι τὸ Ρ σύμφωνόν ἐστιν. Περὶ τόνων. Πᾶσα συναίρεσις ἐξ ὀξείας καὶ βαρείας περισπωμένην ποιεῖ. Διατί δὲ κατὰ τὸ ἀνάπαλιν οὐ γίνεται τόνος ἐκ βαρείας καὶ ὀξείας; διότι τρεῖς εἰσιν οἱ τόνοι καὶ τρεῖς οἱ τρόποι τῶν τόνων. Ἐκ τῆς ὀξείας μὲν καὶ βαρείας, τῶν δύο ἁπλῶν τόνων γέγονεν εἷς σύνθετος, ἡ περισπωμένη. Ὥσπερ δὲ τέταρτος τόπος τῶν τόνων οὐκ ἔστιν, οὕτως οὐδὲ τέταρτός ἐστι τόνος. Διατί ἀπὸ δύο πνευμάτων οὐκ ἐγένετο ἕτερον πνεῦμα; Καὶ οὖν ὥσπερ ἀπὸ δύο τόνων ἐγένετο ἕτερος τόνος, διατί καὶ ἀπὸ δύο πνευμάτων οὐκ ἐγένετο ἕτερον πνεῦμα; Ἐπειδὴ ἡ δασεῖα ἐκ τοῦ Θώρακος ἐξέρχεται, ἡ δὲ ψιλὴ ἐξ ἄκρων τῶν χειλέων, ὅθεν λέγεται καὶ τὰ ἐπιθέμενα τοῖς ἄκροις τῶν χειρῶν καὶ τῶν ποδῶν· καὶ διὰ τοῦτο οὐ δύνανται ἀλλήλοις συναφθῆναι καὶ ποιῆσαι ἕτερον πνεῦμα· θώρακος γὰρ καὶ χειλέων πολὺ τὸ μέσον. Καὶ εἰ ἀπὸ δύο τόνων ἐγένετο ἕτερος τόνος, διατί καὶ ἀπὸ δύο χρόνων οὐκ ἐγένετο ἕτερος χρόνος. Ἐπειδὴ τὰ στοιχεῖα ἢ μονόχρονά εἰσιν ἢ δίχρονα, οὐδέποτε δὲ τρίχρονα. Εἰ οὖν εἰσῆλθεν ἡ μακρὰ καὶ ἡ βραχεῖα καὶ ἀπετέλεσαν ἕτερον χρόνον, ἔμελλεν εἶναι οὗτος τρίτος χρόνος καὶ οὐκ εἶχεν ἐπί τι λυσιτελεῖν, ὡς δὴ καὶ φθάσαντες εἴπομεν. Τὰ στοιχεῖα οὐχ ὑπερβαίνουσι τοὺς δύο χρόνους. Ἡ ὀξεῖα ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶς τοῦ τέλους, ἢ πρὸ δύο.
30
Καὶ ἡ περισπωμένη ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶς τοῦ τέλους. Οὐδέποτε ἐπάνω βραχείας τίθεται ἢ ἐπάνω θέσει μακρᾶς, ἀλλʼ ἐπὶ μόνων τῶν φύσει μακρῶν. Πᾶσα λέξις ὀξυνομένη ἐν τῇ συνθέσει τρέπει τὴν ὀξεῖαν εἰς βαρεῖαν, χωρὶς τοῦ τίς καὶ χωρὶς εἰ μὴ ἐπιφέροιτο στιγμή, καὶ χωρὶς εἰ μὴ εἴη ἐγκλινομένη. Πᾶσα συναίρεσις ἐξ ὀξείας καὶ βαρείας περισπωμένην ποιεῖ, οἷον Ξενοφάων Ξενοφῶν, ἐκ δὲ βαρείας καὶ ὀξείας πάλιν ὀξεῖαν, οἷον ὁ ἐνεσταώς ὁ ἐνεστώς, χωρὶς εἰ μὴ κωλύσῃ ὁ κανὼν ὡς ἐπὶ τοῦ ἀδελφιδεός ἀδελφιδοῦς. Τοῦτο γὰρ περισπᾶται. Φησὶ γὰρ ὁ κανών· τὰ εἰς ους ἁπλᾶ περισπῶνται, χρυσοῦς, χαλκοῦς, ἀργυροῦς· τὰ δὲ σύνθετα βαρύνονται· οἷον εὔνους, εὔχρους. Διατί ἡ ῥητορικὴ εἰς εἴδη διαιρεῖται, ἡ δὲ γραμματικὴ εἰς μέρη; Ἐπειδὴ ἡ ῥητορικὴ περὶ τὰ πολιτικὰ πράγματα καταγίνεται. Ταῦτα δὲ αὐθυπόστατά εἰσι καὶ διὰ τοῦτο εἰς εἴδη διαιρεῖται, ὡς τῶν εἰδῶν ὁλόκληρόν τι ἀποτελούντων. Καὶ ὁ εἰδὼς ἕν τι τούτων τέλειός ἐστι ῥήτωρ· ἡ δὲ γραμματικὴ περὶ λέξεις καὶ περὶ τὰ μέρη τοῦ λόγου καταγίνεται. Ταῦτα δὲ συμβεβηκότα εἰσίν, ἐπικείμενα κατʼ οὐσιῶν· τὰ δὲ συμβεβηκότα οὐκ εἰσὶν αὐθυπόστατα· τούτου χάριν εἰς μέρη διαιρεῖται· τὸ γὰρ μέρος οὐχ ὁλόκληρον. Καὶ ὁ εἰδὼς ἓν τούτων ἢ δύο ἢ καὶ τρία ἢ τέσσαρα καὶ μὴ πάντα ἐν ἀκριβείᾳ, οὐκ ἔστι τέλειος γραμματικός. Τίς ἡ αἰτία, ὅτι καὶ ἐκάλεσεν ὁ διδάσκαλος τὴν γραμματικὴν ἐμπειρίαν; Τινὲς μὲν λέγουσιν, ὅτι καταχρηστικῶς ἐκάλεσεν ἐμπειρίαν ἀντὶ τοῦ γνῶσιν· ἄλλοι δέ φασιν, ὅτι, ἐπειδὴ ὁ σκοπὸς αὐτοῦ πρὸς εἰσαγομένους ἦν, δεῖ δὲ τὰς εἰσαγωγὰς ἀπέχεσθαι τῶν δυσχερῶν, εἰδὼς ὅτι καὶ ἡ ἐμπειρία πολλαχῶς λέγεται παρὰ τοῖς ἀρχαίοις, ἔστι γὰρ ἡ ἄλογος τριβή, ἔστι καὶ ἡ λογικὴ γνῶσις, ἔστι καὶ ἡ ἀκριβὴς μάθησις, ἁπλούστερον τὸν λόγον ἐποιήσατο λέγων, συμβαίνειν ἀπὸ ἐμπειρίας τὴν γνῶσιν, ὡς καὶ ἡ γραμματικὴ γνῶσίς ἐστι τινῶν, ὧν αὐτὸς παρατίθησιν.
Ἄλλοι δέ φασιν, ὅτι ἐπεὶ μικτή ἐστιν ἡ γραμματικὴ λογική τε καὶ πρακτικὴ διὰ τοῦ εἰπεῖν ἐμπειρία τὸ πρακτικὸν αὐτῆς περιέλαβε καὶ ὡρίσατο· ἀπὸ δὲ μέρους τὸ ὅλον διαλαμβάνει. Καὶ διατί οὐκ ἀπὸ κρείττονος ὡρίσατο ἤγουν ἀπὸ τοῦ λογικοῦ; διότι, εἰ ὡρίσατο ἀπὸ τοῦ κρείττονος τὴν γραμματικὴν ἐλάνθανεν ἂν τὸ χεῖρον ὡς μὴ ὄν, ἤγουν τὸ πρακτικόν· διὰ τοῦτο ἀπὸ τοῦ χείρονος ὡρίσατο, ἤγουν τοῦ πρακτικοῦ· ὥσπερ καὶ ἡμίονος ἐκ τοῦ χείρονος ὠνομάσθη, ἤγουν τοῦ ὄνου, καὶ οὐκ ἀπὸ τοῦ κρείττονος, ἤγουν τοῦ ἵππου, ἵνα μὴ λάθῃ τὸ χεῖρον ὡς μὴ ὄν. Λέγουσι δέ τινες, ὅτι ἐμπειρία ἐπὶ ἀμφοτέρων τῶν σημαινομένων λαμβάνεται καὶ ἐπὶ τοῦ λογικοῦ καὶ ἐπὶ τοῦ πρακτικοῦ· λέγουσι γάρ, ὅτι ἐμπειρία ἐστὶν ἡ ἄλογος τριβὴ καὶ ἡ λογικὴ γνῶσις, ἀγνοοῦντες, ὅτι τὸ προκατάρχον αἴτιον τῆς λέξεως τὸ πεῖρα οὐδὲν ἄλλο δηλοῖ, ἀλλʼ ἢ τὴν ἅπαξ δοκιμασίαν ἀλόγου τέχνης. Παρὰ γὰρ τὸ πεῖρα γέγονεν ἔμπειρος καὶ ἐμπειρία· ἄλλοι δὲ λέγουσιν, ὅτι ἐμπειρία εἶπεν οἱονεὶ πολυπειρία· ἡ γὰρ ἐμπειρία δηλοῖ καὶ τὴν πολυπειρίαν, ὡς παρʼ Εὐριπίδῃ· ἀλλʼ ἡ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον, ἤγουν ἡ πολυπειρία. Ἰστέον δέ, ὅτι τέσσαρά εἰσι τὰ τῆς γραμματικῆς μέρη· ἀλλὰ τμηθέντος τοῦ τρίτου μέρους εἰς τρία, ἤγουν εἰς τρίτον τέταρτον καὶ πέμπτον, γεγόνασιν ἕξ. Καλεῖ δὲ τὸ τρίτον μέρος τῆς γραμματικῆς διόρθωσιν· περιέχει γὰρ τὴν τῶν γλωσσῶν καὶ ἱστοριῶν πρόχειρον ἀπόδοσιν καὶ τὴν τῆς ἐτυμολογίας εὕρεσιν καὶ τὸν τῆς ἀναλογίας ἐκλογισμόν· ἀλλʼ ἐτμήθη εἰς τρία, ὅθεν καὶ τέσσαρα ὄντα γεγόνασιν ἕξ· ἄλλοι δὲ λέγουσιν· ἐπειδὴ πρὸς εἰσαγομένους διαλέγεται, ἠθέλησεν ἀφελέστερον χρησάμενος τῇ διδασκαλίᾳ παραδοῦναι ταῦτα αὐτοῖς μέρη, οἷστισι κέχρηνται εὐθέως οἱ ἀναγιγνώσκοντες.
Εἶτα τὰ κατὰ τῶν γλωσσῶν καὶ ἱστοριῶν σαφηνίζει, εἶτα ἐτυμολογεῖ τὰς λέξεις καὶ μετὰ ταῦτα τὸν κανόνα τῆς ἀναγνώσεως παραδίδωσιν αὐτοῖς καὶ τελευταῖον κρίνειν διδάσκει. Πάλαι δὲ πρῶτον ὁ διορθωτὴς διωρθοῦτο τὸ βιβλίον, ἵνα μὴ ἐπταισμένον ἀναγνοὺς ὁ νέος εἰς κακὴν ἕξιν ἐμπέσῃ· δεύτερον δὲ λαβὼν ὁ νέος τὸ βιβλίον ἀπῄει πρὸς τὸν ὀφείλοντα αὐτὸν διδάσκειν κατὰ τὴν διόρθωσιν τοῦ διορθωτοῦ· τρίτον δὲ ἀπῄει πρὸς τὸν κριτικόν· οὗτος δὲ τὴν τῶν ποιητῶν καλῶς ἢ φαύλως λεχθεῖσαν ἔννοιαν παρεδίδου. Τί διαφέρει κρίσις συγκρίσεως; καὶ πότερον αὐτῶν ἐπαναβέβηκε; λεκτέον δέ, ὅτι πρῶτον ἡ κρίσις. Καὶ ὁ μὲν συγκρίνων καὶ κρίνει, ὁ δὲ κρίνων οὐ πάντως καὶ συγκρίνει. Ζητητέον δέ, ὅτι τὸ μακρὸν πρὸς τί ἐστι βραχὺ καὶ τὸ βραχὺ πρὸς τί ἐστι μακρόν; Οὐδὲν γάρ ἐστιν ὅπερ καθʼ ἑαυτό ἐστι μακρὸν ἢ βραχύ, ἀλλὰ πρὸς ἕτερον. Καὶ λέγομεν ἐπειδὴ πολλάκις φαίνονται τὰ μακρὰ ἀναλυόμενα εἰς δύο βραχέα, ὡς τὸ σῶς σόος καὶ τὸ δῆλον δέελον, διὰ τοῦτο τὰ μὲν μακρὰ τὰ δὲ βραχέα οὐ τῷ τύπῳ τοῦ σχήματος, ἀλλὰ τῷ χρόνῳ τῆς φωνῆς, ὡς ἐν διπλασίονι χρόνῳ παρὰ τοῖς παλαιοῖς τῶν βραχέων ἐκφωνούμενα. Καὶ τὰ δύο μὲν ἐν ἰσότητι δοκοῦσιν· εὑρέθη δὲ μακρότερον τὸ Η· ἔχουσαι λέξεις τινὲς τὸ Ω μέγα ἐπὶ τέλους εὑρίσκονται προπαροξύτονοι· τὸ δὲ Η οὐδέποτε. Καὶ ποῖόν ἐστι βραχύτερον, τὸ Ε ἢ τὸ Ο; λέγομεν δή, ὅτι Ἀπολλώνιος καὶ ὁ τούτου υἱὸς Ἡρωδιανὸς ἐζήτησε περὶ τούτων.
Καὶ ὁ μὲν Ἀπολλώνιός φησιν, ὅτι τὸ Ο ἐστὶ βραχύτερον. Καὶ γὰρ προσθέσει τοῦ Ι ἑκατέρῳ αὐτῶν ποιήσεις δύο διφθόγγους. Καὶ ἡ μὲν τὸ Ε ἔχουσά ἐστι μείζων, ἡ δὲ τὸ Ο ἔχουσα ἐλάσσων, ὡς εἶναι αὐτὴν καὶ βραχεῖαν ἐν τέλει λέξεων, οἷον Ὅμηρον· ὁ δὲ Ἡρωδιανὸς μᾶλλον λέγει τὸ Ε βραχύτερον. Φησὶ γάρ, ὅτι οὐ δεῖ τῇ παραθέσει τοῦ Ι ἐξετάζειν τὴν δύναμιν, ἀλλὰ κατʼ ἰδίαν ἄνευ τινὸς παραθέσεως καὶ μάλιστα τῆς τοῦ Ι· τοῦτο γὰρ συγγένειαν ἔχει πρὸς τὸ Ε. Καὶ δείκνυσιν ἐκ τοῦ εἶναι τὴν ἐκφώνησιν τοῦ Ι σχεδὸν ὄνομα τοῦ Ε γράμματος· προστεθὲν οὖν τῷ συγγενεῖ μεγάλην δύναμιν αὐτοῦ ἐπετέλεσε, προστεθὲν δὲ τῷ Ο συγγένειαν οὐκ ἔχον μετὰ τοῦ Ο, τὸ Ι δηλαδὴ οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν, ὡς ἐπὶ παραδείγματος ἀνθρωπείου· εἴ τις ἀδελφὸν αὑτοῦ θεάσαιτο χρείαν ἔχοντα βοηθείας, ὅλῃ ψυχῇ ὑπερασπίζει αὐτοῦ· εἰ δὲ ξένον θεάσαιτο χρείαν ἔχοντα βοηθείας, εἰ καὶ συμμαχεῖ, ἀλλʼ οὐχ ὅλῳ τῷ λογισμῷ. Οὕτω καὶ ἐπὶ τοῦ Ι νόησον, ὅτι οὐχ ὁμοίως ἐπεδείξατο τὴν ἑαυτοῦ δύναμιν ὡς ἐπὶ τοῦ Ε συγγενοῦς. Διὰ τῶν τοιούτων λόγων ὁ Ἡρωδιανὸς ἀποστρέψας τὴν πατρὸς δόξαν, ἐπιφέρει τοιαύτην δικαιολογίαν δεικνὺς τὸ Ε βραχύτερον· λέγει δὲ τοιοῦτον κανόνα· ὅτι πᾶσα κλητικὴ τὸν ἶσον χρόνον θέλει ἔχειν τῆς ἰδίας εὐθείας ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα. Ἐπεὶ δὲ τῶν εἰς ος ληγόντων ἐν τῇ εὐθείᾳ, ὡς ὁ Νικόλαος, ὁ Γεώργιος εἰς Ε τρέπει ἐν τῇ κλητικῇ τὸ τῆς εὐθείας Ο, οἷον Νικόλαε, Γεώργιε, ἵνα ἔχῃ τὸν ἐλάττονα χρόνον ἡ κλητικὴ τῆς ἰδίας αὐτῆς εὐθείας. Καὶ γὰρ ἡ εὐθεῖα ἡνίκα οὐ μεταβάλλει τὸ φωνῆεν αὐτῆς, ἰσοχρονεῖ τῇ κλητικῇ πλὴν τοῦ Αἴας Αἶαν καὶ τῶν ὁμοίων· ἡνίκα δὲ μεταβάλλει, τὸν ἐλάττονα χρόνον ἔχει.
Ἐπεὶ οὖν εὑρίσκεται ἐπὶ τῶν εἰς ος ληγόντων ὀνομάτων τρεπόμενον τὸ τελικὸν τῆς εὐθείας Ο εἰς Ε· ἄρα βραχύτερόν ἐστι τὸ Ε τοῦ Ο. Ἀλλὰ καὶ ἡ αἰολὶς διάλεκτος διπλασιάζουσα τὰ σύμφωνα, τὰ προκείμενα φωνήεντα συστέλλει εἰς ἥσσονα, οἷον τὸ πενθήσεις πενθέσεις λέγει καὶ τοσοῦτον τοσσοῦτον, ὡς ἐκ μείζονος εἰς ἐλάσσονα τὴν συστολὴν ποιεῖται· ἀλλὰ καὶ αἱ γενικαὶ αἱ ἑνικαὶ μείζονα τέλη ἔχουσι τῶν πληθυντικῶν εὐθειῶν οἷον Ῥοδίου Ῥόδιοι, λιθίνης λίθιναι· εἴπερ οὖν ἐξελέξατο ἡ γενικὴ τὸ Ο ἡ δὲ πληθυντικὴ εὐθεῖα τὸ Ε ὡς ἐπὶ τοῦ Αἴαντος Αἴαντες· δῆλον ὡς ἔλαττον καὶ συνεσταλμένον ἐστὶ τὸ Ε τοῦ Ο. Ζητητέον δέ, ὅτι ὥσπερ ἡ συλλαβὴ ἡ ἐκ φωνηέντων δύο συνεστηκυῖα δίφθογγος καλεῖται καὶ τί μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ συλλαβὴ ἡ ἐκ φωνήεντος καὶ συμφώνου συνεστηκυῖα δίφθογγος καλεῖται. Καὶ λέγομεν, ὅτι διὰ τοῦτο οὐ καλεῖται δίφθογγος ἡ ἐκ συμφώνου καὶ φωνήεντος συνεστηκυῖα συλλαβή, ἐπειδὴ κυρίως δίφθογγοι λέγονται τὰ φωνήεντα παρὰ τὸ φθόγγον τινὰ καὶ φωνὴν ἀφιέναι. Τῶν δὲ διφθόγγων αἱ μέν εἰσι κατὰ ἐπικράτειαν, ὡς ἐπὶ τῆς ει διφθόγγου καὶ τῆς ῃ καὶ τῆς ῳ τῆς ἐχούσης τὸ Ι τὸ ἀνεκφώνητον· ἐπὶ τούτων γὰρ ὁ φθόγγος τοῦ ἑνὸς φωνήεντος μόνον ἐξακούεται. Διὸ καὶ τὸ Ε ψιλὸν παρὰ τοῖς παλαιοῖς ΕΙ κατὰ τὴν φωνὴν ἐξεφωνεῖτο καὶ τοῦτο εὑρήσεις ἐπὶ τῆς Ε Ὁμήρου ῥαψῳδίας κατὰ τὴν ἔμμετρον ἐπιγραφήν. Αἱ δέ εἰσι κατὰ κρᾶσιν ὡς ἐπὶ τῆς ΟΥ καὶ τῆς ΑΥ καὶ τῆς ΕΥ· ἐπὶ τοῦτο γὰρ συγκιρνῶσι τὰ δύο φωνήεντα καὶ ἀποτελοῦσι μίαν φωνήν, ἁρμόζουσαν τοῖς δυσὶ φωνήεσιν, οἷον οὗτος, αὐτός, εὐθυμεῖ. Αἱ δέ εἰσι κατὰ διέξοδον ὡς ἐπὶ τῆς Ε ΗΥ καὶ ΩΥ· ἐπὶ τούτων γὰρ χωρὶς ἀκούεται τοῦ ἑνὸς φωνήεντος ὁ φθόγγος καὶ χωρὶς τοῦ ἑτέρου· ἐπειδὴ δὲ ἡ ΑΙ δίφθογγος ἡ ἐκφωνοῦσα τὸ Ι καὶ ἡ ΟΙ οὔτε κατὰ ἐπικράτειάν εἰσιν οὔτε κατὰ κρᾶσιν οὔτε κατὰ διέξοδον εἰκότως, ὡς στερηθεῖσαι τοῦ ἰδιώματος τῶν διφθόγγων ἐστερήθησαν καὶ τοῦ χρόνου τοῦ παρεπομένου τοῖς διφθόγγοις· τούτου χάριν αὐταὶ μόνον ἐκ τῶν διφθόγγων τῷ τονικῷ παραγγέλματι ἀντὶ τῆς κοινῆς συλλαβῆς παραλαμβάνονται.
35
Καὶ γὰρ ἐν τέλει λέξεων εὑρισκόμεναι ἀντὶ βραχέων λογίζονται πλὴν τῶν εὐκτικῶν καὶ τῶν ἐπιῤῥημάτων καὶ τῶν ἀπὸ συναιρέσεως γινομένων καὶ τῶν μετὰ τοῦ Ν ἢ τοῦ Σ εὑρισκομένων οἷον Αἰάντων, ὁσίοιν καὶ τῶν ὁμοίων. Καὶ ἔκθλιψιν ὑπομένουσιν ὡς τὸ βραχὺ Α καὶ τὸ Ο μικρὸν καὶ τὸ βραχὺ Ι καὶ τὸ Ε ψιλόν, οἷον βούλομαι ἐγώ, βούλομʼ ἐγώ· οἱ ἅγιοι ἔλεγον· οἱ ἅγιʼ ἔλεγον. Τῶν διφθόγγων· αἱ μέν εἰσι κύριαι· οἷον αι, αυ, ει, ευ, οι, ου· αἱ δὲ καταχρηστικαί· οἷον ᾳ, ῃ, ῳ, υι, ηυ, ωυ· Καὶ πάλιν τῶν διφθόγγων αἱ μέν εἰσι κατὰ κρᾶσιν οἷον ου, αυ, ευ. αἱ δὲ κατʼ ἐπικράτειαν· οἷον ει, ῃ, ῳ, ᾳ. αἱ δὲ κατὰ διέξοδον οἷον ηυ, ωυ, υι. Σύμφωνα δέ εἰσι δεκαεπτά. Ἐκλήθησαν δὲ σύμφωνα, ὅτι αὐτὰ μὲν καθʼ αὑτὰ φωνὴν οὐκ ἔχουσι, μετὰ δὲ τῶν φωνηέντων φωνὴν ἀποτελοῦσιν· οὐ γίνεται δὲ ἐναλλαγή τις τῶν φωνηέντων τῆς φωνῆς ἐν τῷ συνεκφωνεῖσθαι αὐτὰ τοῖς συμφώνοις· ἀλλʼ οἵαν ἔχει τὴν φωνὴν τὸ Α μόνον ἐκφωνούμενον, τοιαύτην ἔχει καὶ μετὰ τοῦ Β ἢ Γ καὶ τῶν ἐφεξῆς.
Σύμφωνα δὲ εἴρηται παρὰ τὸ συμφωνεῖν· ἡ γὰρ σύν πρόθεσις τὸ ὁμοῦ σημαίνει· ἄλλο γάρ ἐστι πράττειν ἄλλο συμπράττειν. Ὁρίζεται δὲ ὁ Τεχνικὸς κεκλῆσθαι τὰ σύμφωνα οὕτως διὰ τὸ μὴ ἔχειν ἀφʼ ἑαυτῶν φωνὴν συμφωνεῖν δὲ τῇ τῶν φωνηέντων συμφωνίᾳ· ὥσπερ γὰρ λέγομεν σύνοικον τὸν σὺν ἑτέρῳ οἰκοῦντα, οὕτω λέγομεν καὶ σύμφωνον τὸ σὺν ἑτέροις φωνὴν ἀποτελοῦν. Ὁριστέον δὲ αὐτὰ οὕτως· σύμφωνά εἰσιν ἃ μετὰ φωνήεντος ἢ φωνηέντων φωνὴν ἐγγράμματον ἀποτελοῦσιν. Ἰστέον δὲ ὅτι ἔστιν ὅτε καὶ ψιλὰ ἀντὶ δασέων παραλαμβάνονται ὡς τὸ φιλῶ φεφίληκα πεφίληκα· ὅτε γὰρ γίνεται ἐπαλληλία τῶν δασέων, τότε τρέπεται τὸ ἓν δασὺ εἰς ψιλόν· τὰ δὲ δασέα ἀντὶ ψιλῶν παραλαμβάνονται ὡς τὸ κατὰ ἡμῶν καθʼ ἡμῶν. Μέσα δὲ εἴρηνται τὸ ΒΓΔ ὡς πρὸς σύγκρισιν τῶν ψιλῶν καὶ τῶν δασέων· ὡς εἴ τις σύγκρισιν ποιούμενος θερμοτάτου καὶ ψυχροτάτου μέσον τι καλέσῃ, ὡς πρὸς σύγκρισιν ἀμφοτέρων τῶν ἀκροτήτων· συγκρινομένων γὰρ πρὸς τὸ θερμὸν ψυχρὸν ἂν νομισθείη, πρὸς δὲ τὸ ψυχρὸν συγκρινόμενον θερμὸν νομισθείη ἄν· οὕτως οὖν καὶ κατὰ τὸν αὐτὸν τρόπον τὰ μέσα μὲν πρὸς τὰ δασέα ψιλά εἰσι, πρὸς δὲ τὰ ψιλὰ δασέα εἰσίν. Διατί λέγονται διπλᾶ τὸ Ζ. Ξ. Ψ. Λέγουσι δέ τινες, ὅτι οἱ παλαιοὶ οὐ καλῶς αὐτὰ ὀνομάζουσιν. Εἰ γὰρ δῶμεν ἀληθῆ εἶναι τὸν λόγον τὸν φάσκοντα πρὸ τῆς εὑρέσεως αὐτῶν διὰ δύο συμφώνων ἀποτελεῖσθαι τὰς φωνὰς τούτων, ἐξ ὧν καὶ συνεστήκασιν, ἔδει σύνθετα ὀνομάζεσθαι καὶ οὐ διπλᾶ· ὥσπερ καὶ τὰ ἐκ δύο λέξεων συγκείμενα ὀνόματα σύνθετα καλοῦμεν ὡς τὸ φιλοκτίστης καὶ ῥήματα οἷον φιλιππῶ· λέγουσι δέ τινες, ὅτι οὐ δυνατόν ἐστιν ἐκ δύο συμφώνων τὰ διπλᾶ συγκεῖσθαι, ὅτι οὐδέποτε συλλαβὴ εἰς τρία σύμφωνα λήγει· ὅπουγε καὶ σπανίως εἰς δύο.
Εἰ δῶμεν τοίνυν, φασί, τοῦτο, εὑρεθήσεται τὸ Σφίγξ εἰς τρία σύμφωνα λῆγον, ὅπερ ἀδύνατον. Καὶ ἔτι φασίν, ὅτι οὐδὲν ἄφωνον προηγεῖται τοῦ Σ κατὰ σύλληψιν, πῶς οὖν δυνήσεται τὸ Κ ἄφωνον ὄν, προηγεῖσθαι τοῦ Σ, ἵνα τὸ Ξ ἀποτελέσῃ; καὶ ἔτι λέγουσιν, ὅτι οὐκ εἰσὶν ἐκ δύο συμφώνων τὰ διπλᾶ, ἐπειδὴ ὁ Ὅμηρος τὸ Ζ οὐ κατʼ ἐπέκτασιν λαμβάνει, οἷον οἵ τε Ζάκυνθον ἔναιον καὶ ἄστυ Ζελείης. Ἄλλως τε εἰ καὶ συγχωροῦμεν αὐτὰ δύναμιν ἔχειν δύο συμφώνων· ἐπειδὴ οἱ Αἰολεῖς κατὰ τὴν προφορὰν τοῦ ζυγός σδύγος γράφουσι καὶ κατὰ τὴν προφορὰν τοῦ ξίφος κσίφος καὶ κατὰ τὴν προφορὰν τοῦ ψέλλιον πσέλλιον· ἀλλʼ ὅμως οὐ δεῖ τὰ κατὰ διάλεκτον ἰδιάζοντα εἰς κοινὸν παραλαμβάνειν. Πρῶτον οὖν καλέσωμεν αὐτὰ μακρά ὡς καὶ τὸ Η καὶ τὸ Ω μέγα· ἤγουν ὥσπερ τὸ Η καὶ τὸ Ω μέγα ἐπέχουσι δύο φωνηέντων δύναμιν καί εἰσι μακρά, οὕτω καὶ τὰ διπλᾶ ἐπέχουσι δύο συμφώνων δύναμιν, ἄρα μακρά εἰσιν. Καὶ λέγομεν ὅτι διὰ τοῦτο οὐ καλοῦνται μακρὰ τὰ διπλᾶ· ἐπειδὴ οὐ δύνανται ἐκφωνεῖσθαι καθʼ αὑτὰ ὥσπερ τὸ Η καὶ τὸ Ω μέγα· εὔλογον δέ ἐστι καλεῖν αὐτὰ σύνθετα ὁμολογουμένως δύναμιν ἔχοντα δύο συμφώνων. Ἰδοὺ γὰρ ἐν τῷ θώρακι καὶ Πέλοπι λέγομεν ὅτι αὗται αἱ δοτικαὶ τῶν ἑνικῶν προσλαμβάνουσι [ἐν ταῖς πληθυντικαῖς] πρὸ τοῦ Ι τὸ Σ. Εὔλογον δέ ἐστι λέγειν αὐτὰ καὶ διπλᾶ ἅτε ἐκ μιᾶς φύσεως τῶν συμφώνων ἔχοντα τὴν γέννησιν. Διατί δὲ τριῶν ὄντων τῶν διπλῶν τὸ μὲν Ξ καὶ τὸ Ψ ληκτικά εἰσι τῶν ὀνομάτων, τὸ δὲ Ζ οὔ; Καὶ λέγομεν, ὅτι οὐ πάντως τὰ ὁμογενῆ καὶ τὰ ὁμοειδῆ τοῖς αὐτοῖς ὑποπίπτουσι πάθεσιν.
Ἰδοὺ γὰρ τριῶν ὄντων τῶν διχρόνων τὰ μὲν φαίνονται εἶναι προτακτικὰ τὰ δὲ ὑποτακτικά. Καὶ πάλιν τεσσάρων τῶν ἀμεταβόλων τὰ μὲν αὐτῶν εἰσιν ὀνομάτων ληκτικά, ὡς τὸ Ν καὶ τὸ Ρ, τὰ δὲ οὔ. Δῆλον οὖν, ὅτι οὐκ ἀνάγκη τὰ ὁμογενῆ καὶ τὰ ὁμοειδῆ στοιχεῖα τὰ αὐτὰ ἀναδέχεσθαι πάθη· ἵνα δὲ φυσικώτερον τὸ τοιοῦτον παραστήσωμεν φαμέν, ὅτι τὸ Σ τελικόν ἐστιν ὀνομάτων· καὶ ἡ φωνὴ τοῦ Ξ καὶ τοῦ Ψ κατὰ τὴν ἐκφώνησιν ἐμφαίνει, ὅτι ληκτικόν ἐστι τὸ Σ δυνάμει καὶ τελευταῖον. Εἰ τοίνυν πέφυκεν ὑπάρχειν ληκτικὸν ὀνόματος τὸ Σ, ἐνεργείᾳ μὲν ὡς Αἴας, Χρύσης, δυνάμει δὲ ὡς κόραξ, Ἄραψ· ὅτι τὸ μὲν Ξ ἐκ τοῦ ΚΣ σύγκειται, τὸ δὲ Ψ ἐκ τοῦ ΠΣ· οὐδέν ἐστι τὸ κωλῦον ληκτικὸν εἶναι ὀνομάτων τό τε Ξ καὶ τὸ Ψ. Τὸ δὲ Ζ ἐν τῇ ἐκφωνήσει αὐτοῦ οὐ τὸ Σ ἔχει τελευταῖον ἀλλὰ τὸ Δ. Ἐπειδὴ δὲ οὐδέποτε ἑλληνικὴ λέξις εἰς ἄφωνον καταλήγει· διὰ τοῦτο ἀδύνατον ἐγένετο εὑρεθῆναι τὸ Ζ ληκτικὸν ὀνόματος. Τῶν δεκαεπτὰ συμφώνων τέσσαρα μέν εἰσιν ἀμετάβολα Λ. Μ. Ν. Ρ. ὅτι οὐ μεταβάλλονται οὔτε ἐν τοῖς μέλλουσι τῶν ῥημάτων οὔτε ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων· οἷον θεματικὸν ὂν τὸ Λ ἐπὶ τοῦ ψάλλω καὶ τὸ Μ ἐπὶ τοῦ νέμω καὶ τὸ Ν ἐπὶ τοῦ κρίνω καὶ τὸ Ρ ἐπὶ τοῦ ἀείρω, καὶ ἐπὶ τοῦ μέλλοντος αὐτὰ πάλιν φυλάσσουσιν οἷον ψαλῶ, νεμῶ, κρινῶ, ἀερῶ. Καὶ πάλιν τελικὸν ὂν τὸ Ν ἐπὶ τῆς εὐθείας τῶν ὀνομάτων ὡς ἐπὶ τοῦ Ἕλλην καὶ τὸ Ρ ὁμοίως ὡς ἐπὶ τοῦ Νέστωρ τὸ αὐτὸ φυλάττεται πάλιν καὶ ἐπὶ τῶν πλαγίων, οἷον Ἕλληνος, Νέστορος· τὰ δὲ τῶν δεκαεπτὰ συμφώνων θεματικὰ ὄντα τῶν ῥημάτων μεταβολικά εἰσιν οἷον τὸ Β.
Π. Φ. Γ. Κ. Χ. Δ. Θ. Τ. Ζ. ΣΣ. τὰ δὲ χαρακτηριστικά εἰσι τῶν μελλόντων οἷον τὸ Ξ καὶ τὸ Ψ. Καὶ εἰ ὁ ἐνεστὼς διὰ τοῦ Β ἢ Π ἢ Φ ἢ ΠΤ διὰ τοῦ Ψ ὁ μέλλων ἐστίν. Εἰ δὲ ὁ ἐνεστὼς τοῦ Ζ ἢ ΣΣ ἐστὶν διὰ τοῦ Ξ ἢ διὰ τοῦ Σ ὁ μέλλων ἐστίν. Καλοῦνται δὲ τὰ τέσσαρα ἀμετάβολα ταῦτα τὸ Λ Μ Ν Ρ καὶ ὑγρά, ὅτι καὶ τῶν χρωμάτων ὅσα μέν εἰσιν ὑγρὰ οὐκ εὐμετάπτωτα τυγχάνουσιν· ὅσα δὲ μή εἰσιν ὑγρά, εὐεξάλειπτα. Καὶ διὰ τὴν ἀφέλειαν τῆς φωνῆς οὕτω καλοῦνται· οὐ γὰρ ὃν τρόπον τὰ ἄλλα σύμφωνα ἐπάλληλα κείμενα κατὰ τὸν λόγον τῶν μέτρων τραχύνουσι τὴν ἀκοήν, δεικνύοντα τὴν αἰτίαν τῶν μέτρων. Κατὰ τοῦτον τὸν τρόπον εἰσὶ καὶ τὰ ἀμετάβολα ἀλλὰ τῇ λειότητι τῆς φωνῆς διαλανθάνουσι τὴν ἀκοήν. Περὶ συλλαβῆς. Ἐπειδὴ συλλαβὴ λέγεται σύλληψις τοὐλάχιστον δύο γραμμάτων, φωνήεντος δηλαδὴ καὶ συμφώνου, ἢ τὸ ἀνάπαλιν· ἄρα καὶ αἱ μονογράμματοι ἤγουν αἱ διʼ ἑνὸς φωνήεντος οὖσαι οὐκ εἰσὶ συλλαβαί. Καὶ λέγομεν, ὅτι οὐ δίκαιόν ἐστι τὰ φωνήεντα τὰ παρέχοντα τοῖς συμφώνοις φωνὴν ἐξῶσαι τελείως τοῦ ὅρου τῶν συλλαβῶν· ὥσπερ γὰρ ἐπὶ τῶν ἀριθμῶν οὐκ ἐκβάλλομεν τὴν μονάδα· ἀλλʼ ἔστιν ὁ ὅρος τοῦ ἀριθμοῦ σύνθεσις μοναδῶν· εἰ οὖν τὸ ἀληθὲς ἡ μονὰς τὸ ἀληθὲς οὐχ εὑρίσκεται οὖσα ἀριθμὸς ὡς ἀσύνθετος οὖσα· ἀλλʼ ὅμως ἐρεῖ πρὸς τοὺς γραμματικοὺς ἡ μονάς· ἐγὼ ἡ παρέχουσα καὶ τοῖς ἄλλοις τὸ εἶναι ἐκβληθήσομαι τοῦ καλεῖσθαι ἀριθμός; οὐ δυνατόν ἐστιν, οὐ δυνατόν. Κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰς μονογραμμάτους συλλαβὰς οὐ δίκαιόν ἐστιν ἀπωθεῖσθαι τῆς συγγενείας τῶν συλλαβῶν, εἰ καὶ μὴ ἐμπεριέχονται τῷ ὅρῳ.
40
Ἐπὶ τοῦ ὅρου τῆς μακρᾶς συλλαβῆς λέγοντος ὅτι μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον δίχρονον ἢ μίαν τῶν διφθόγγων, ἐζήτησάν τινες, ὅτι εἰ τὰ δίχρονα ἔχουσιν ἀμφίβολον τὸν χρόνον αἱ δὲ δίφθογγοι ἀναμφιβόλως μακραὶ τυγχάνουσιν, διατί μὴ ἐπροέταξε τῶν ἀμφιβόλων τὰ ἀναμφίβολα. Καὶ λέγομεν, ὅτι τὰ δίχρονα οὐκ ἐκ συνθέσεως εἶχον τὸ εἶναι μακρά, ἀλλʼ ἐκ φύσεως· αἱ δὲ δίφθογγοι ἐκ συνθέσεως ἔχουσι τὸ εἶναι μακραί· τὰ δὲ δίχρονα ἐξ ἀρχῆς μὲν εἶχον ἐκ φύσεως τὸ ποτὲ μὲν ἐκτείνεσθαι, τὸ ποτὲ δὲ συστέλλεσθαι. Καὶ οὐ θαυμαστὸν δέ, καθʼ ὅτι ὑποκείμενον τὰ ἐναντία γίγνεται. Λέγομεν γὰρ καὶ τὸν Ἀπόλλωνα αἴτιον καὶ τῆς αὐξήσεως καὶ τῆς ἀναιρέσεως· ἐπειδὴ ὁ Ἥλιος τὰ μὲν λύει τὰ δὲ ξηραίνει. Εἰ δέ τις τὸ Ω μέγα βραχύνει τῇ προφορᾷ καὶ συστέλλει τὸν χρόνον αὐτοῦ βαρβαρίζει. Τὸ γὰρ βαρβαρίζειν οὐχ ὑγιές ἐστιν οὐδὲ ἑλληνικόν· εὑρίσκονται δὲ βαρβαρισμοὶ ἐν τοῖς ποιηταῖς ἀμέτρητοι, οἵτινες γίνονται ἕνεκεν μέτρου. Καὶ φύσει μέν εἰσι μακραὶ συλλαβαὶ τρεῖς· ἡ διὰ τοῦ μακροῦ φωνήεντος, ἡ διὰ χρόνου μηκυνομένου καὶ διὰ διφθόγγου. Καὶ φύσει μὲν εἴπομεν, ὅτι οὐκ ἐπὶ τεχνήσεώς τινος γίνονται, ὡς αἱ θέσει μακραί, ἀλλʼ ἐκ τῆς αὐτῶν φύσεως. Ἰστέον δέ, ὅτι οἱ χρόνοι ὄντες κυρίως προσῳδίαι τίθενται ἐπάνω τῶν φωνηέντων καὶ ἐπάνω τοῦ Η καὶ τοῦ Ω μεγάλου· ἐπάνω δὲ τοῦ Ε καὶ τοῦ Ο μικροῦ ἡ βραχεῖα· ἐπάνω δὲ τῶν διχρόνων ποτὲ μὲν ἡ μακρὰ ποτὲ δὲ ἡ βραχεῖα κατὰ τὴν ἀναλογίαν. Ἂν δὲ τύχοι βραχὺ φωνῆεν μεθʼ ἑνὸς τῶν συμφώνων ἢ καὶ δίχρονον κατὰ συστολὴν παραλαμβανόμενον κατὰ τὴν ἀναλογίαν τῶν συμφώνων καὶ τὴν σύνθεσιν λαμβάνονται ἢ μακραὶ θέσει δηλονότι ἢ βραχεῖαι· ἡμίβραχυ γὰρ λαμβάνεται ἕκαστον τῶν συμφώνων πλὴν τῶν διπλῶν· ἤγουν τοῦ Ζ.
Ξ. Ψ. ὅθεν δίχρονον κατὰ συστολὴν παραλαμβάνομεν ἢ βραχὺ φωνῆεν πρὸ δύο συμφώνων εὑρισκόμενον μακρὸν λαμβάνεται θέσει· τὰ γὰρ ἡμιβράχεα τῶν δύο συμφώνων καὶ τοῦ ἑνὸς φωνήεντος ἡ τελεία βραχεῖα συνελθοῦσαι ἀποτελοῦσι τὴν τελείαν μακράν. Τίνος ἕνεκεν οὐδέποτε λήγει ἡ συλλαβὴ εἰς τρία σύμφωνα· ἀλλὰ πρὸ μὲν ἑνὸς ἢ δύο φωνηέντων εὑρήσεις τρία σύμφωνα ἐν μιᾷ συλλαβῇ οἷον οἰκτρός, κάτοπτρον, μετὰ τὸ φωνῆεν δὲ οὐχ εὑρίσκεται συλλαβὴ λήγουσα εἰς τρία σύμφωνα. Καὶ λέγομεν, ὅτι τὰ φωνήεντα ἐοίκασιν ἐργάταις, τὰ δὲ σύμφωνα φορτίοις· ὡς τὰ μὲν φωνήεντά εἰσιν αὐτοκίνητα ὡς ἂν εἴποι τις αὐτόφωνα, τὰ δὲ σύμφωνα ὡς ἑτεροκίνητα καὶ σὺν ἑτέροις ἐκφωνούμενα αὐτὰ καθʼ αὑτὰ τοῦ προφορικοῦ οὐ τυγχάνουσιν. Ὡς οὖν οἱ ἐργάται ἐπὶ μὲν τῶν ὤμων καὶ ἐπὶ τοῦ νώτου πλείονα φόρτον δύνανται ἐπιβαστάζειν ἢ ἔμπροσθεν ἐπὶ τῶν χειρῶν· οὕτω καὶ τὰ φωνήεντα ὄπισθεν μὲν δύνανται τρία σύμφωνα φέρειν, ἔμπροσθεν δέ, ὡς ἂν εἴποι τις τῶν χειρῶν, τριῶν συμφώνων βάρος οὐ δύνανται φέρειν· πολλὰ δὲ εἰς δύο σύμφωνα λήγουσιν, οἷον· ἅλς, μάκαρς, Τίρυνς, δάμαρς, στράγξ, σάλπιγξ, σφίγξ. Ἰστέον δέ, ὅτι ἄλλο ἐστὶ κατάληξις καὶ ἄλλο ἐπιφορά. Κατάληξις μέν ἐστιν, ὅταν ᾖ συνημμένον τὸ ἑξῆς σύμφωνον ἢ τὰ σύμφωνα τῷ προηγουμένῳ φωνήεντι, οἷον ἅλς. ἀνάγκη γάρ ἐστιν ὡς ἐν μιᾷ συλλαβῇ συνεκφωνεῖν ὁμοῦ πάντα. Ἐπιφορὰ δέ ἐστιν, ὅταν διαστήσῃς τὴν συλλαβὴν ἀπὸ τῶν ἐπαγομένων συμφώνων· οἷον ἀγρός, καπρός. Ἐν μέντοι τῷ ἄρτος μερισμὸς καλεῖται, ὅτι τὸ μὲν ἓν τῶν συμφώνων λαμβάνεται μετὰ τοῦ φωνήεντος ἤγουν τοῦ Α, οἷον ΑΡ, τὸ δὲ ἕτερον λαμβάνεται μετὰ τοῦ φωνήεντος τῆς ἐπιφερομένης συλλαβῆς· οἷον ΤΟΣ.
Διατί δὲ δύο ἄφωνα ἢ δύο ἀμετάβολα ὑγρὰ οὐ ποιοῦσι κοινὴν συλλαβήν, ἀλλὰ θέσει μακράν; φαμὲν οὖν, ὅτι πάντα τὰ ἴσα, ἐὰν ἐλάσσονα ᾖ τῶν ἀνίσων λίαν εἰσὶν ἰσχυρότερα ὡς ἐπὶ τοῦ ζεύγους ἡμιόνων καὶ ζεύγους ἡμιόνου καὶ βοός. Πῶς οὖν τὸ Μ καὶ τὸ Ν κοινὴν ἐποίησαν συλλαβήν; ὡς ἐν τῷ Πῶς μὲν ὁ μνησάρχειος ἔφυ ξένος; φαμὲν οὖν, ὅτι ἄφωνον πρὸ ἀμεταβόλου εὑρίσκομεν κατὰ σύλληψιν· οὐδέποτε δὲ ἀμετάβολον πρὸ ἀμεταβόλου εἰ μὴ μόνον τὸ Μ καὶ Ν, ὧνπερ τὸ Μ τάξιν ἀφώνου ἐπέχον ἡγεῖται, ἤγουν ἐστὶ πρὸ τοῦ Ν, καὶ ποιοῦσι κοινὴν συλλαβήν. Πῶς οὖν πάλιν τὸ ΠΤ κοινὴν συλλαβὴν ἐργάζονται ὡς ἐν τῷ Αἰγυπτίῃ τῇ πλείστῃ· φαμὲν οὖν, ὅτι ἐπειδὴ ἄμφω εἰσὶν ἄγαν ἀσθενῆ καὶ οὐ μόνον ἄφωνα τυγχάνουσιν, ἀλλὰ καὶ ψιλά, ἅπερ πάντων τῶν στοιχείων ὑπάρχουσιν ἀσθενέστερα· εὑρίσκονται γὰρ ἐν συμφώνοις, ἅπερ ἥττονά εἰσι τῶν φωνηέντων· συναριθμοῦνται καὶ ἄφωνα, ἅπερ ἀσθενέστερά εἰσι τῶν ἡμιφώνων· ὁρῶνται καὶ ψιλά, ἅπερ ἰσχυρότερά εἰσι τῶν δασέων καὶ μέσων. Πῶς οὖν πάλιν τὸ Σ καὶ Κ κοινὴν ἐργάσαντο συλλαβὴν ὡς ἐν τῷ Οὐδὲ Σκάμανδρος ἔληγε—φαμὲν οὖν, ὅτι ἀνάγκη ἦν τὰ ὀνόματα τῶν πραγμάτων καὶ τῶν τόπων καὶ τῶν ἄλλων πῶς ἐχόντων ἐντίθεσθαι τῇ ποιήσει, ἃ ἐντιθέμενα πάντως χωλὸν ποιοῦσι πολλάκις τὸν στίχον, καὶ διὰ τοῦτο ὁ ποιητὴς κατεφρόνησε τὸ χρειῶδες τοῦ μέτρου διὰ τὴν ἀνάγκην τῆς ἐννοίας. Διατί δὲ τρεῖς μόνοι τρόποι εἰσὶ τῆς κοινῆς συλλαβῆς· ὅτι πᾶσα συλλαβὴ ἢ μακρά ἐστιν ἢ βραχεῖα. Καὶ εἰ μὲν μακρά ἐστι διχῶς γίνεται, φύσει ἢ θέσει· εἰ δὲ βραχεῖα, μονότροπός ἐστιν.
Ἕκαστος οὖν τρόπος τῇ κοινῇ παρεχώρησεν· ὁ μὲν οὖν φύσει ἐν τῷ Οὔτι μοι αἰτίη ἐσσί. ὁ δὲ θέσει ἐν τῷ Πάτροκλέ μοι· ὁ δὲ βραχὺς ἐν τῷ Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχή. Διατί δὲ μάλιστα τὸ Ρ ἐκ τῶν τεσσάρων ἀμεταβόλων μηκύνει τὴν πρὸ αὐτοῦ βραχεῖαν συλλαβήν; διότι οὐ μόνον τῷ ποιητῇ ἔξεστι τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἡμῖν τοῖς μεταγενεστέροις τούτῳ μόνῳ κεχρῆσθαι ἔξεστιν, ἤγουν τῇ ἰδίᾳ τοῦ Ρ ἐπιφορᾷ καὶ μόνον μηκύνειν τὴν βραχεῖαν συλλαβήν, τῷ δὲ ποιητῇ καὶ τῇ τῶν ἄλλων ἀμεταβόλων ἐπιφορᾷ μηκύνειν τὴν βραχεῖαν συλλαβήν, τοῦ Λ μὲν ὡς ἐπὶ τοῦ Ποσσὶ δʼ ὑπὸ λιπαροῖσι, τοῦ Μ δὲ ὡς ἐπὶ τοῦ Θυμὸν ἀπὸ μελέων, τοῦ Ν δὲ ὡς ἐπὶ τοῦ Ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα. Διατί δὲ τὰ ἀμετάβολα ἐκτείνουσιν· ὅτι, φασί, τοῦ ἀμεταβόλου ἡ ὑγρότης σχεδὸν ὁμοία ἐστὶ τῇ τοῦ φωνήεντος· ἄλλοι δέ φασιν, ὅτι ἐν τοῖς τοιούτοις ἔπεσιν, ἐν οἷς ἀμετάβολον εὑρίσκεται, ἀναδιπλασιάζειν δεῖ ὡς τὸ φιλομμειδής. Διατί τὸ δίχρονον ἐπὶ τῆς εὐθείας τῶν πληθυντικῶν καὶ ἐπὶ τῆς αἰτιατικῆς αὐτῶν οὐκ ἐκτείνεται; Διότι, ἐπειδὴ ἄρθρον ἐστὶν οὐδετέρου ὀνόματος πληθυντικοῦ ἀριθμοῦ, διὰ τοῦτο συστέλλεται, ἵνα διαφορὰς ἔχῃ πρὸς τὴν εὐθεῖαν καὶ αἰτιατικὴν τῶν δυϊκῶν τοῦ θηλυκοῦ γένους. Ἔστι γάρ· ἡ καλή, τῆς καλῆς, τῇ καλῇ, τὴν καλήν, ὦ καλή. Ἡ εὐθεῖα καὶ ἡ αἰτιατικὴ τῶν δυϊκῶν τὰ καλά· μακρὸν καὶ τὸ τά καὶ τὸ λα. Ἔστι δὲ τὸ καλόν, τοῦ καλοῦ· ἡ εὐθεῖα καὶ αἰτιατικὴ τῶν πληθυντικῶν τὰ καλά· βραχὺ καὶ τὸ τά καὶ τὸ λ α . Φασί τινες, ὅτι οἱ παραπληρωματικοὶ σύνδεσμοι οὐκ ἔχουσι νοητόν. Φαμὲν δέ, ὅτι λέξεις εἰσὶ καθὸ ἐγκλίνονται καὶ ὀρθοτονοῦνται καὶ ὅτι σημασίαν ἔχουσιν, ὁ μὲν γε μείωσιν, ὡς τὸ εἰ μὲν τοῦτο οὐ δίδως, ἐκεῖνό γε χάρισαι· σημαίνει ἐναντίωσιν ὡς τὸ καλῶς γε.
Ὁ περ δὲ πάλιν σημαίνει ἐναντίωσιν ὡς τὸ μὴ δʼ οὕτως ἀγαθός περ ἐών. Ὁ ρα δὲ σημαίνει τὸ εὐκόλως, ὡς τὸ ἄλλοι μέν ῥα θεοί. Καὶ παραπληρωματικοὶ ἐκλήθησαν κυρίως, ὅτι διάφορα δηλοῦντες πληροῦσι τὴν διάνοιαν. Διατί τὰς γενικὰς τὰς ἀπὸ τῶν εἰς υς ληγουσῶν εὐθειῶν οὐ προφέρομεν διὰ τοῦ ηος, οἷον ὀξύς ὀξῆος, ἡδύς ἡδῆος ὥσπερ βασιλεύς βασιλῆος. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐδέποτε ἡ παραλήγουσα τῆς γενικῆς μείζων θέλει εἶναι τῆς ληγούσης τῆς ἐπὶ τῆς εὐθείας ἐπὶ τῶν περιττοσυλλάβως κλινομένων, ἀλλὰ ἢ τὸν ἴσον χρόνον θέλει ἔχειν ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα· ὁ Αἴας τὸ μὲν ας φύσει μακρόν, τὸ δὲ Αἴαντος τὸ αν θέσει· ὁ χαρίεις τὸ εις φύσει μακρόν, τοῦ δὲ χαρίεντος τὸ εν θέσει· ὁ Λάχης το χης φύσει μακρόν, τοῦ Λάχητος τὸ χη φύσει μακρὸν πάλιν. Ἐπειδὴ δὲ τὸ Πηλεύς καὶ τὰ ὅμοια τὴν λήγουσαν ἔχουσι τῆς ἰδίας εὐθείας μακράν, ἐποίησαν οἱ Ἴωνες τὴν γενικὴν Πηλῆος διὰ τοῦ Η ἐπὶ τῆς παραληγούσης, ἵνα ᾖ ἡ παραλήγουσα τῆς γενικῆς ἴση τῇ ληγούσῃ τῆς εὐθείας· ἐπὶ δὲ τοῦ ἡδύς οὐκ ἠδύναντο τὴν γενικὴν διὰ τοῦ Η ἐκφέρειν ἤγουν ἡδῆος· εὑρίσκοιτο γὰρ ἂν μείζων ἡ παραλήγουσα τῆς γενικῆς τῆς ληγούσης τῆς εὐθείας. Ἐπειδὴ τὰ εἰς υς λήγοντα βραχὺ τὸ Υ ἔχουσι. Κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς Σ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ Σ τὸ οὐδέτερον ποιοῦντα συνεσταλμένον ἔχουσι τὸ δίχρονον· ὁ ἡδύς, τὸ ἡδύ, ὁ μέγας, τὸ μέγα, ὁ τίς, τὸ τί. Πῶς ἀπὸ τῶν πέντε σεσημειωμένων ἀορίστων, τῶν μὴ φυλαξάντων τὸ σύμφωνον τοῦ μέλλοντος ἤγουν τοῦ εἶπα, τοῦ ἤνεγκα, τοῦ ἔδωκα, τοῦ ἔθηκα, τοῦ ἧκα, τὸ μὲν εἶπα καὶ τὸ ἤνεγκα κινοῦνται κατὰ τὰς ἄλλας ἐγκλίσεις, τὰ δὲ τρία οὐ κινοῦνται; Καὶ ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐπειδὴ τὸ εἶπα καὶ ἤνεγκα οὐκ ἔχουσι μέλλοντας ἐν χρήσει, ἀφείλοντας ἐλέγξαι τὴν παραλογίαν αὐτῶν ἐν τῷ λήγειν τὸν μὲν εἰς Π, οἷον εἶπα, τὸν δὲ εἰς Κ, οἷον ἤνεγκα, ἀορίστους ὄντας εἰκότως οὐκ ἐκωλύθησαν προβῆναι καὶ περαιτέρω.
45
Ὅτι δέ ἐστι τοῦτο δείκνυσι καὶ ἐκ τούτου, οἷον· ἐμαυτὸν ἔτυψα, σαυτὸν ἔτυψας, ἑαυτὸν ἔτυψεν· συνάπτεται τοίνυν τὸ ἑαυτόν τῷ τρίτῳ προσώπῳ καὶ ἐὰν τολμήσῃ εἰσελθεῖν εἰς τὸ δεύτερον ἢ πρῶτον πρόσωπον ἐλέγχεται ὡς παράλογον ἀπὸ τοῦ ἐμαυτόν πρώτου καὶ σαυτόν δευτέρου· ἐὰν δὲ ἔλθῃ εἰς πληθυντικὰ τὸ ἑαυτόν εἰς πρῶτον καὶ δεύτερον πρόσωπον ἀκωλύτως λέγεται καὶ οὐκ ἔχει τὸν κωλύοντα· ἐπειδὴ τὸ ἐμαυτοῦ καὶ σαυτοῦ πρῶτον καὶ δεύτερον πρόσωπον πληθυντικὰ οὐκ ἔχουσι καὶ ἔξεστι λέγειν ἑαυτοὺς ὠφελήσαμεν, ἑαυτοὺς ὠφελήσατε. Καὶ ταῦτα μὲν κατὰ τὸν Ἀπολλώνιον. Ὁ δὲ Ἡρωδιανὸς λέγει· ὅτι τὸ εἶπα διὰ τοῦ Ψ ὤφειλεν ἐκφέρεσθαι οἷον εἶψα· ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ Ψ οἷον ἔψω· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ Ξ ὤφειλεν ἐκφέρεσθαι· οἷον ἤνεγξα· ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ Ξ, οἷον ἐνέγξω· ἐπεὶ τοίνυν ἐγένετο εἶπα καὶ ἤνεγκα καὶ βλέπομεν, ὅτι ἔχει συγγένειαν τὸ Π πρὸς τὸ Ψ, ἐπειδὴ ἐκ τοῦ Π καὶ Σ σύγκειται τὸ Ψ. Καὶ πάλιν τὸ Κ ἔχει συγγένειαν πρὸς τὸ Ξ, ὅθεν λοιπὸν τὸ εἶπα καὶ ἤνεγκα ὡς φυλάξαντα μέρος τι τῆς ἀναλογίας ἐκλίθησαν καὶ περαιτέρω. Τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα ἀόριστοι διὰ τοῦ Σ ὤφειλον ἐκφέρεσθαι, ἐπειδὴ ὁ μέλλων αὐτῶν διὰ τοῦ Σ ἐκφέρεται, οἷον δώσω, θήσω, ἥσω. Ἐπεὶ τοίνυν οὐκ ἔχει συγγένειαν τὸ Κ καὶ πρὸς τὸ Σ, ἔμειναν εἰκότως ἄκλιτοι οἱ τρεῖς ἀόριστοι οὗτοι μετὰ τὰ ὁριστικά.
Εἰ μὲν πᾶν παθητικὸν ῥῆμα περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ χωρὶς τῶν εἰς μι, οἷον τύπτω, τύπτομαι, ἔτυπτον, ἐτυπτόμην· διατί ὁ παθητικὸς παρακείμενος καὶ ὁ ὑπερσυντέλικος οὐ περιττοσυλλαβεῖ τοῖς ἐνεργητικοῖς αὐτῶν, οἷον τέτυφα, τέτυμμαι, γέγραφα γέγραμμαι; Καὶ λέγομεν, ὅτι πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ Μ κλιτικὸν περιττεῦον μιᾷ συλλαβῇ τοῦ ἰδίου ἐνεργητικοῦ θέλει ἔχειν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ, ἅμα δὲ καὶ τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς τοῦ ἰδίου ἐνεργητικοῦ· οἷον τύπτομαι, τύπτομεν, τύπτοντος· ὁ οὖν παρακείμενος καὶ ὑπερσυντέλικος τῷ μὲν λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ ὤφειλε γράφεσθαι τετύφαμμαι καὶ ἐτετυφείμην. Τὸ γὰρ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεργητικοῦ παρακειμένου ποιεῖ τετύφαμεν, τῷ δὲ λόγῳ τῆς παραληγούσης τῆς γενικῆς τῆς μετοχῆς τοῦ ἰδίου ἐνεργητικοῦ ὤφειλον γράφεσθαι τετύφομμαι καὶ ἐτετυφόμμην· ἡ γὰρ παραλήγουσα τῆς γενικῆς τῆς μετοχῆς τῶν ἑνικῶν τοῦ ἰδίου ἐνεργητικοῦ ποιεῖ διὰ τοῦ Ο μικροῦ, οἷον τετυφότος· τούτων οὖν μαχομένων ἀπεκόπη ἡ ἀμφιβαλλομένη συλλαβὴ καὶ γέγονε τέτυμμαι καὶ ἐτετύμμην ὁ παρακείμενος καὶ ὑπερσυντέλικος ὁ παθητικός, ὅθεν καὶ ἐξ ἀνάγκης ἰσοσυλλαβοῦσι τοῖς ἰδίοις ἐνεργητικοῖς. Διατί καὶ ὁ μέλλων οὐκ ἐπιδέχεται αὔξησιν ὥσπερ οἱ παρῳχημένοι; Διότι ἐκεῖνοι παρεληλυθότες εἰσὶ καὶ μακρότερον τοῦ ἐνεστῶτος κείμενοι, ὁ δὲ μέλλων, ἐπεὶ οὐ γέγονεν ἔτι, ἀλλὰ μέλλει γενέσθαι, διὰ τοῦτο συνέσταλται· ἐπειδὴ ὁ προστάσσων ἐξ ἀνάγκης ἀεί ποτε περὶ μέλλοντός τινος προστάσσει· τῷ γὰρ μήπω γράψαντί φησι· γράψον· καὶ τῷ μήπω ἐλθόντι λέγει· ἐλθέ· καὶ ἁπλῶς τὸ μήπω γεγονὸς λέγει· γενέσθω.
Ἐπεὶ τοίνυν ἀεί ποτε περὶ μέλλοντός ἐστιν ἡ προσαγωγὴ καὶ ὁ προστάσσων περὶ παρελθόντος τινὸς καὶ προγενομένου γενέσθαι ἄρτι μάταιος ἂν εἴη. Πῶς δὴ ὁ Τεχνικὸς ἐνταῦθα ἐνεστῶτας καὶ παρακειμένους καὶ ὑπερσυντελίκους καὶ ἀορίστους παρέδωκε; Καὶ λέγομεν, ὅτι ἐπὶ τῶν προστακτικῶν οἱ ἐνεστῶτες καὶ οἱ παρεληλυθότες πάντες οὐ κυρίως εἰσίν, ἀλλὰ γύμνωσίς ἐστι τοῦ λόγου, ἤγουν σχηματισμός. Καὶ σχήματα μόνον ἐνεστώτων καὶ παρεληλυθότων, σημασίαν δὲ μέλλοντος εἰσάγουσιν. Αὐτίκα τὸ μὲν τύπτε ἐνεστὼς μὲν καλεῖται· ἀλλʼ οὐκ ἔστι κυρίως· οὐ γὰρ τότε τύπτει ὁ προστασσόμενος, ὅτε ὁ προστάσσων αὐτῷ λέγει τύπτε· εἰ γὰρ ἔτυπτε· περισσὸν ἦν ἄρα λέγειν αὐτῷ· τύπτε· ὅμοιον καὶ τὸ τύψον· ὥστε δῆλον, [ὅτι] καταχρηστικῶς λέγονται ἐνεστῶτες καὶ παρεληλυθότες, ὡς ἐκ τῶν ἐνεστώτων καὶ παρεληλυθότων σχηματιζόμενοι, τῇ δὲ σημασίᾳ μέλλοντές εἰσι πάντες. Ἐπειδὴ ὁ εὐχόμενος ἐξ ἀνάγκης ἀεί ποτε περὶ μέλλοντός τινος εὔχεται· ὁ γὰρ πεσὼν καὶ τὴν κεφαλὴν κατεαγώς, [εἰ] εὔχοιτο μετὰ ταῦτα μὴ πεσεῖν, μάταιος ἂν εἴη· ἐπεὶ τοίνυν περὶ μέλλοντός ἐστιν ἡ εὐχή, καὶ τὸν εὐχόμενον περὶ μελλόντων χρὴ εὔχεσθαι, ἔδει καὶ τὸν Τεχνικὸν μέλλοντας ποιῆσαι τοὺς εὐκτικοὺς χρόνους καὶ ἐνεστῶτα μὴ παραλαβεῖν ἤ τινα τῶν παρῳχημένων. Καὶ λέγομεν αὐτό, ὅπερ καὶ ἐν τοῖς προστακτικοῖς εἰρήκαμεν, ὅτι τὴν ὀνομασίαν ἔλαβον ἐκείνων τῶν χρόνων ἀφʼ ὧν ἔχουσι τὸν σχηματισμὸν καὶ ψιλῷ ὀνόματι οὕτω καλοῦνται, σημασίαν δʼ ὅμως μέλλοντος ἔχουσιν.
Διατί ἡ ἔγκλισις ἡ ὑποτακτικὴ καλεῖται ὑποτακτική; Καὶ λέγομεν, ὅτι ἐπειδὴ προτάσσονται τοῦ ῥήματος οἱ αἰτιολογικοὶ σύνδεσμοι διὰ τοῦτο λέγονται αὐτὰ ὑποτασσόμενα τοῖς συνδέσμοις ῥήματα ὑποτακτικά· ἐπὰν δʼ εὕρῃς ῥῆμα ὑποκάτω τῶν συνδέσμων κείμενον, ὑποτακτικὸν αὐτὸ ὀνόμαζε ῥῆμα, καὶ γίνωσκε ὅτι ἀεὶ αἰτίαν τινὰ σημαίνει, οἷον· ἐὰν μάθῃς καλῶς τὴν γραμματικήν, τιμηθήσῃ καὶ ὀρθογράφος γενήσῃ· ὑποτάσσει δὲ πᾶς αἰτιολογικὸς σύνδεσμος, ἐὰν ἀκριβῶς σκοπήσῃς τὴν ἔννοιαν. Εἰσὶ δὲ καὶ ἕτερα μόρια, ἅτινα ὑποτάσσουσι, τὸ μή, τὸ ἡνίκα, τὸ ἕως, τὸ ἂν καὶ ὅσα ἐξ αὐτοῦ σύγκειται, οἷον οὐκ ἄν, κἄν, ἐπάν, ἐπειδάν, ὅταν, ὁπόταν· ὅτε δὲ τὸ ὅπως λαμβάνεται ἀντὶ τοῦ πῶς καὶ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ ποῦ, ὁμοίως καὶ τὸ ἵνα, ὅτε λαμβάνεται ἀντὶ τοῦ ὅπου, οὐχ ὑποτάσσουσιν· ὑποτάσσει δὲ καὶ τὸ μή τὸ ἀπαγορευτικόν, ἤγουν τὸ κωλυτικόν, μετὰ ἀορίστου ταττόμενον, οἷον· μὴ κλέψῃς καὶ ὅτε ἔχει πρὸ αὐτοῦ τὸ οὔ, οἷον οὐ μὴ προσκόψῃ· ὑποτάσσει· δὲ καὶ τὸ ἕως, ὅτε ἔχει σὺν αὐτῷ τὸ οὗ, οἷον· ἕως οὗ ἐπιστρέψῃς τὴν κρίσιν. Διατί μὴ ἔστι τάσις πρὸ τριῶν συλλαβῶν; Καὶ λέγομεν, ὅτι ἀδύνατόν ἐστιν ἐκταθῆναι τὴν φωνὴν πέραν τοῦ τοιούτου μέτρου, ἤτοι ὀξυνθῆναι πρὸ τριῶν συλλαβῶν· ἔπειτα οὐδὲ λέξις ἑλληνικὴ θεματική, ἁπλῆ, πρωτότυπος θέλει ὑπερβαίνειν τὴν τρισυλλαβίαν. Ἑλληνική δὲ εἴπομεν διὰ τὰς μὴ οὔσας ἑλληνικάς, οἷον Ἰωάννης. Θεματική δὲ εἴπομεν διὰ τὸ ἐφίλησαν, ὅπερ οὐκ ἔστι θεματικόν. Τὸ γὰρ θεματικὸν φιλῶ ποιεῖ· ἁπλῆ εἴπομεν διὰ τὸ Γεώργιος· ἀπὸ γὰρ τοῦ γεωργῶ παράγεται· μηδέποτε δὲ τετρασυλλάβου λέξεως εὑρισκομένης, πῶς ἔμελλε γίνεσθαι τάσις πρὸ τριῶν συλλαβῶν; Διατί δὲ μακρᾶς οὔσης οὐ δύναται προπαροξυνθῆναι λέξις; Καὶ λέγομεν, ὅτι ἡ μακρὰ φορτίου τάξιν ἐπέχει καὶ βάρους· ὁ γὰρ φθόγγος τῆς μακρᾶς δυσκίνητός ἐστιν, ὁ δὲ τῆς βραχείας εὐσταλής· ὥσπερ οὖν οἱ τὰ φορτία ἐν τοῖς ποσὶ περικείμενοι οὐ δύνανται ταθῆναι τὸν δρόμον· οὕτω καὶ ἡ φωνὴ οὐ δύναται ἐπὶ πολὺ ταθῆναι τῆς μακρᾶς κειμένης ἐπὶ τέλους· εἰ δὲ ἐν ἄλλῃ συλλαβῇ κεῖται, εἴτε ἐν παραληγούσῃ εἴτε ἐν προπαραληγούσῃ, προπαροξύνεται.
Διατί μὴ καὶ τῆς περισπωμένης τρεῖς εἰσι τόποι, ὥσπερ καὶ τῆς ὀξείας; Καὶ λέγομεν, ὅτι τούτου χάριν ἡ περισπωμένη οὐ δύναται τεθῆναι πρὸ δύο συλλαβῶν, ἐπειδὴ ἀπὸ κράσεως ὀξείας καὶ βαρείας ἡ περισπωμένη γίνεται. Συνελθουσῶν γὰρ ὀξείας καὶ βαρείας ἐγένετο ἡ περισπωμένη· ἐπεὶ γοῦν οὐχ εὑρίσκεται ὀξεῖα πρὸ τριῶν συλλαβῶν κατὰ τὸν λόγον τὸν προειρημένον, ἀδύνατόν ἐστι συνελθεῖν τὴν ἐν τῇ πρὸ τριῶν συλλαβῶν ὀξεῖαν καὶ τὴν ἐν τῇ πρὸ δύο συλλαβῶν βαρεῖαν [καὶ] ἀποτελέσαι περισπωμένην ἐπὶ τῆς προπαραληγούσης. Προοίμιον τῆς γραμματικῆς τέχνης. Μέλλοντες ἐξηγεῖσθαι τὴν γραμματικὴν τέχνην, ἀναγκαίως ᾠήθημεν δεῖν πρὸ τῆς κατὰ μέρος ἐξηγήσεως δεῖξαι, τί ἐστι τέχνη καὶ τίς ἡ ἐξ αὐτῆς ὠφέλεια τῷ βίῳ, καὶ πόθεν εἴρηται τέχνη καὶ πόσαι διαφοραὶ αὐτῆς, εἶθʼ οὕτως ἐφεξῆς χρήσασθαι τῇ ἐξηγήσει. Ὅτι μὲν οὖν χρησιμωτάτη ἐστὶ τῷ βίῳ ἡ τέχνη, πολλοὶ μὲν πολλάκις ἐμαρτύρησαν· ἐξαιρέτως δὲ Ὕπαρχος ὁ κωμικὸς ποιεῖται τοῦτο δῆλον, λέγων οὑτωσί· Πολὺ γάρ ἐστι κτῆμα τιμιώτατον Ἅπασιν ἀνθρώποισιν εἰς τὸ ζῆν τέχνη.
50
Τέχνη μέν ἐστιν ἕξις ὁδοποιητικὴ τοῦ κοινοῦ συμφέροντος. Τέχνη ἐστὶ μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον. Τί ἐστι τέχνη; σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. Σύστημα γάρ ἐστι τὸ πλῆθος· πλήθους γὰρ θεωρημάτων καὶ οὐχ ἑνὸς μόνου θεωρήματος δεῖται ἡ τέχνη. ἐκ καταλήψεων· τουτέστι γνώσεων ἐγγεγυμνασμένων, ἤγουν συνεζητημένων καὶ φανερῶν· γυμνῶσαι γὰρ τὸ εἰς φῶς καὶ γνῶσιν ἐνεγκεῖν· πρός τι τέλος εὔχρηστον τῶν ὄντων ἐν τῷ βίῳ· διότι πᾶσα τέχνη ἐπινενόηται διὰ τὸ συμφέρον τῶν ὄντων ἐν τῷ βίῳ· ἂν δὲ ᾖ ἡ τέχνη ἐπὶ βλάβῃ οὐκ ἔστιν αὕτη τέχνη, ἀλλὰ κακοτεχνία, ὡς τοιχωρυχία καὶ τυμβωρυχία· δοκοῦσι γὰρ καὶ οἱ ταῦτα ἐργαζόμενοι ὅτι τέχνην ἐργάζονται καὶ ὡς ἔπος εἰπεῖν· εἴ τις τέχνη γίνεται ἀπηγορευμένη τῷ βίῳ, ἧς τὸ τέλος ἁμαρτία καὶ θάνατος, οὐκ ἔστι τέχνη, ἀλλὰ κακοτεχνία· ἡ τέχνη τοίνυν πρᾶγμά ἐστι χρειωδέστατον τῶν ἐν τῷ βίῳ ἀνθρώπων· ἀπαλλάττει γὰρ ἡμᾶς πάσης ῥαθυμίας καὶ ἀργίας καὶ λογισμῶν ἐπιβλαβῶν καὶ ἐννοιῶν ἀτόπων καὶ τὸν βίον κοσμεῖ πᾶσιν ἀγαθοῖς· διὰ γὰρ τῆς τέχνης ἐπενοήσαμεν οἴκους εἰς ἀποφυγὴν ὄμβρων· διʼ αὐτῆς ἐπενοήσαμεν κατασκευάζειν τείχη πρὸς σωμάτων φυλακὴν καὶ ἀσφάλειαν καὶ πάντα τὰ ἀγαθὰ τῷ βίῳ ἡ τέχνη κατεργάζεται. Διαφοραὶ δὲ τῆς καθόλου τέχνης εἰσὶ τέσσαρες· θεωρητική, πρακτική, ποιητικὴ καὶ μικτή.
Καὶ θεωρητικὴ μὲν λέγεται ἡ διὰ μόνου τοῦ λόγου παραδιδοῦσα τὰ πράγματα, ὥσπερ ἡ ἀστρονομία· ὁ γὰρ ἀστρονόμος διὰ λόγου μόνου παραδίδωσι τὸν ἥλιον εἶναι σήμερον, εἰ τύχοι ἐν τῷ λέοντι ἢ ἐν τῇ παρθένῳ· πρακτικὴ δὲ λέγεται ἡ διʼ ὀργάνων ἐνεργοῦσα ὡς ἡ στρατηγική. Ἐν γὰρ ταῖς παρατάξεσι δέεται ἡ στρατηγικὴ πολλῶν ὀργάνων, ἤγουν τόξων, βελῶν καὶ τῶν τούτοις ὁμοίων· πρακτικὴ δὲ καλεῖται, ἣ ἐφʼ ὅσον καιρὸν ἐνεργεῖ, ἔστιν ὡς τέχνη· ὁποία ἡ αὐλητικὴ καὶ ὀρχηστική· μετὰ δὲ τὸ παύσασθαι οὐδέν ἐστιν· ποιητικὴ δὲ λέγεται ἡ λαβοῦσα ὕλην ἀδιατύπωτον καὶ ποιοῦσά τι ὁμοίωμα ὡς ἡ τεκτονική, ἡ σκυτοτομική, ἡ ἀνδρειαντοπλαστική· μικτὴ δὲ λέγεται ἡ μετέχουσα θεωρητικοῦ καὶ πρακτικοῦ καὶ ποιητικοῦ ὡς ἡ ἰατρική· κοινωνεῖ γὰρ τῷ θεωρητικῷ, ὅταν διατάσσῃ τοῖς νοσοῦσί τινα δίαιταν, τῷ δὲ πρακτικῷ κοινωνεῖ, ὅταν λαβοῦσά τι τῶν ἰατρικῶν ἐργαλείων διορθοῖτό τι τῶν μελῶν τοῦ σώματος τῶν ἀσθενούντων· τῷ δὲ ποιητικῷ ὅταν χρησαμένη τῇ ὕλῃ τῶν βοτανῶν ἀποτελέσῃ φάρμακον. Ταύτης δὲ τῆς ἰατρικῆς ἐστιν ἀδελφὴ ἡ γραμματικὴ κατὰ τὰς διαφοράς· ἐπεὶ καὶ αὕτη ἡ γραμματικὴ τοῦ μικροῦ εἴδους ἐστίν. Ὅταν γὰρ τὰς ἱστορίας διηγῆται τοῖς μαθηταῖς κοινωνεῖ τῷ θεωρητικῷ, ὅταν δὲ κάλαμον λαβοῦσα διορθῶται τὰς μὴ εὖ ἐχούσας τῶν λέξεων κοινωνεῖ τῷ πρακτικῷ· ὅταν δὲ τὴν ὕλην λαβοῦσα καὶ τέχνῃ καὶ μέτρῳ συναρμόσῃ καὶ τέλειον στίχον ἀπεργάσηται κοινωνεῖ τῷ ποιητικῷ. Τέχνη ἐστὶ διὰ ταὐτὸ τῆς ἐργασίας ὑπὸ πλειόνων ἐξευρημένη διὰ τὴν ὁμοιότητα, ἢ μέθοδός ἐστιν ἀποτελεσματικὴ τῶν ἐπιτηδείων πρὸς τὸ εὖ ζῆν.
Εἴρηται δέ· ταὐτὸ τῆς ἐργασίας· διότι οὐκ ἔχει ἡ χαλκευτικὴ τὴν ἐργασίαν ποτὲ μὲν διὰ πυρός, ποτὲ δὲ δίχα πυρός, ἀλλʼ ἀεὶ διὰ πυρός. Εἴρηται δέ· ὑπὸ πλειόνων· ἐπειδὴ διάφοροι καὶ οὐχ εἷς ταύτην συνεστήσαντο· μόνος δὲ ὁ Παλαμήδης ἐφεῦρε τὴν κυβευτικὴν τέχνην ἐν τῇ Τροίᾳ· αἱ δὲ λοιπαὶ τῶν τεχνῶν διὰ πολλῶν εὑρέθησαν. Εἴρηται δέ· ἢ μέθοδος ἀποτελεσματική· μέθοδος τοίνυν ἐστὶν ἡ μετὰ τὴν ὅδευσιν, ἤγουν κίνησιν, τοῦ νοῦ εὑρεθεῖσα καὶ θεματισθεῖσα ἐργασία ἐπὶ ζητήσει τῆς τέχνης. Εἴρηται δέ· ἀποτελεσματικὴ τῶν ἐπιτηδείων πρὸς τὸ εὖ ζῆν· ἐπειδὴ ἡ γεωργία καὶ ἡ φρεωρυκτικὴ καὶ αἱ λοιπαὶ τῶν τεχνῶν ἀπετελέσθησαν πρὸς τὸ εὖ ζῆν ἡμᾶς. Διαιρεῖται δὲ ἡ καθόλου τέχνη εἰς λογικὴν καὶ πρακτικήν. Καὶ λογικαὶ μέν εἰσιν ὅσαι λόγῳ κατορθοῦνται, οἷον γραμματική, ῥητορική, ἀριθμητική, γεωμετρική, ἀστρονομία σὺν τῇ μητρὶ τούτων φιλοσοφίᾳ· ἔχει γὰρ ἑκάστη τούτων ἰδίους λόγους, οὓς ἑτέρα οὐκ ἔχει· ἡ μὲν γὰρ γραμματικὴ διδάσκει ἡμᾶς τὴν ἐν τριβῇ ἀνάγνωσιν κατὰ προσῳδίαν, τὴν ἐξήγησιν κατὰ τοὺς ἐνυπάρχοντας τρόπους, τὴν τῶν γλωσσῶν καὶ ἱστοριῶν πρόχειρον ἀπόδοσιν, τὴν τῆς ἐτυμολογίας εὕρεσιν, τὴν τῶν ποιημάτων κρίσιν καὶ ἄλλα πολλά. Ἡ δὲ ῥητορικὴ διδάσκει ἡμᾶς τὴν τῶν λόγων δεινότητα καὶ ἑτοιμότητα. λέγεται δὲ ῥητορική ἀπὸ τοῦ ῥεῖν τὸν λόγον ἀφθόνως. Ἡ δὲ ἀριθμητικὴ διδάσκει ἡμᾶς τὴν τῶν ἀριθμῶν μέθοδον καὶ πόσα τὰ τῶν ἀριθμῶν εἴδη καὶ ποῖα. Ἡ δὲ γεωμετρία διδάσκει ἡμᾶς τὰ τῆς γῆς σχήματα τά τε γεώλοφα καὶ ἐπίπεδα καὶ πρηνῆ καὶ τρίγωνα καὶ τὴν σύντομον εἴδησιν τῆς τούτων ἰσότητος. Ἡ δὲ ἀστρονομία διδάσκει ἡμᾶς τὴν τῶν οὐρανίων σωμάτων κίνησιν, ἐπιτολάς τε ἀστέρων καὶ δύσεις, προσεγγισμούς τε καὶ ἀποστάσεις, ἐκλείψεις ἡλίου καὶ σελήνης. Ἡ δὲ φιλοσοφία διδάσκει ἡμᾶς τὴν τῶν ὄντων γνῶσιν καὶ παρέχει ἡμῖν ὁμοιοῦσθαι τῷ Θεῷ κατὰ τὸ ἔφικτον ἀνθρώπῳ.
Πρακτικαὶ δέ εἰσιν αἱ λεγόμεναι βάναυσοι καὶ χειρονακτικαὶ ἐκτὸς λόγου. Καὶ τούτων αἱ μὲν λέγονται ἀποτελεσματικαὶ ὡς ἡ χαλκευτικὴ καὶ ναυπηγικὴ καὶ οἰκοδομική, αἱ δὲ λέγονται μονοσύστατοι, αἵτινες καὶ ἐκτὸς τῆς ὕλης ἀποτελοῦνται ὡς ………., αἱ δὲ λέγονται αὐτοσύστατοι, ὡς ἡ ὀρχηστικὴ καὶ αὐλητική. Αὗται γὰρ καθʼ ὃν χρόνον γίνονται, ἔχουσι κριτήν, μετὰ δὲ τὸ γενέσθαι οὐκ εἰσίν, αἱ δὲ λέγονται ὁμοιωματικαὶ ὡς ἡ ζωγραφικὴ καὶ ἡ ἀνδρειαντοπλαστικὴ διὰ τὸ ὁμογραφεῖν τὰς φύσεις τῶν ὄντων, αἱ δὲ λέγονται κτητικαί, ὡς ἡ ἁλιευτικὴ ἡ ἱξευτικὴ καὶ ἡ κυνηγετική, διὰ τὸ κτᾶσθαι τὸ τῆς θήρας· αἱ δὲ λέγονται μικταί, ὅσαι καὶ λόγῳ καὶ πράξει κατορθοῦνται ὡς ἡ ἰατρική· λόγῳ μὲν κατορθοῦνται, ὡς ὅταν λέγῃ τὰς αἰτίας τῶν παθῶν· ἔργῳ δὲ κατορθοῦται, ὡς ὅταν χειρουργῇ. Διὸ καὶ τὴν γραμματικὴν μικτὴν λέγομεν, λόγῳ μὲν κατορθουμένην, ὡς ὅταν διδάσκῃ τὴν δύναμιν τῶν συλλαβῶν καὶ τῶν λέξεων· πράξει δὲ κατορθουμένην, ὡς ὅταν γράφῃ τὰ τῶν συλλαβῶν καὶ τῶν λέξεων διὰ καλάμου. Εἰσὶ δὲ καὶ ἄλλα εἴδη τούτων· τὸ τεχνοειδές, τὸ ἡμιτέχνιον, ἡ μικροτεχνία, ἡ ψευδοτεχνία, ἡ κακοτεχνία, ἡ ματαιοτεχνία καὶ ἡ ἀτεχνία. Καὶ τεχνοειδὲς μέν ἐστιν ἡ διαστικὴ τῶν ἀραχνῶν καὶ ἡ κηροπλαστικὴ τῶν μελισσῶν. Ἡμιτέχνιον δέ ἐστιν ἡ κουρευτικὴ καὶ ἐξωνυχιστική. Μικροτεχνία δέ ἐστιν ἡ μυρεψική. Σκευάζει δὲ ἐμπάστρους καὶ σχηματίζεται τὴν τῶν ἰατρῶν τέχνην.