8 179
καὶ διὰ τοῦτο τοῖς κατὰ τὴν κεφαλὴν κατάγμασιν, ὅσα πρὸς τὰς μήνιγγας ἐξικνεῖται, χολεμεσίαι παρακολουθοῦσι· καὶ τοῖς ὁπωσοῦν γενομένοις ἀλγήμασι τῆς κεφαλῆς ἀνατροπή τε τοῦ στομάχου καὶ δῆξις ἐνίοτε· τοῖς δὲ ὑποχονδριακοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις πάθεσιν δυσθυμίαι μελαγχολικαὶ, καὶ γὰρ καὶ τοῦτο τοιοῦτόν ἐστιν, ὁποῖον ἡ τοῖς ὀξέσι πυρετοῖς ἐπιγινομένη παραφροσύνη, καί τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας ἡ τῶν τοῖς ὑποχεομένοις ὁμοίων συμπτωμάτων. οὕτω δὲ καὶ τοῖς νευρώδεσι μορίοις φλεγμήνασιν ἑτοιμότερον ἢ τοῖς ἄλλοις ἐπιγίγνονται παραφροσύναι, ποτὲ μὲν αὐτῆς μόνης τῆς θερμασίας κατὰ τὸ συνεχὲς ἐπὶ τὴν κεφαλὴν ἀνερχομένης, ποτὲ δὲ πνεύματος ἀτμώδους, ἢ καπνώδους, ἢ αἰθαλώδους. Ὥσπερ δʼ ἐν τοῖς κατὰ συμπάθειαν οὐ σμικρὰ διαφορὰ γίνεται τοῖς πάθεσι τῆς κεφαλῆς, οὕτω καὶ ἐν αὐτοῖς τοῖς κατὰ πρωτοπάθειαν. [15]
8 180
οἱ γοῦν κατʼ αὐτὴν τὴν οὐσίαν τοῦ ἐγκεφάλου πλεονάσαντες παχεῖς χυμοὶ ποτὲ μὲν ὡς ὀργανικῷ μορίῳ λυμαίνονται, ποτὲ δὲ ὡς ὁμοιομερεῖ· κατὰ μὲν τὰς ἐμφράξεις τῶν πόρων ὡς ὀργανικῷ μορίῳ, κατὰ δὲ τὰς ἀλλοιώσεις τῆς κράσεως ὡς ὁμοιομερεῖ. καὶ διὰ τοῦτο καὶ ἥδε ἡ λέξις ἐπὶ τῇ τελευτῇ γέγραπται τοῦ ἕκτου τῶν ἐπιδημιῶν· οἱ μελαγχολικοὶ καὶ ἐπιληπτικοὶ εἰώθασι γίγνεσθαι ὡς ἐπὶ πολὺ καὶ οἱ ἐπιληπτικοὶ μελαγχολικοί· τούτων δʼ ἑκάτερον μᾶλλον γίνεται, ἐφʼ ὁπότερον ἂν ῥέψῃ τὸ ἀῤῥώστημα· ἢν μὲν εἰς τὸ σῶμα, ἐπίληπτοι· ἢν δὲ εἰς τὴν διάνοιαν, μελαγχολικοί. κατὰ ταύτην τὴν ῥῆσιν πρῶτον μὲν ὅτι μὴ διὰ παντὸς, ἀλλʼ ὡς τὸ πολὺ μετάπτωσις εἰς ἄλληλα γίνεται τοῖς πάθεσιν ἐδήλωσεν· οὐ γὰρ ὑπὸ μελαγχολικοῦ χυμοῦ μόνον, ἀλλὰ καὶ φλεγματικοῦ τῆς ἐπιληψίας ἀποτελουμένης, ἡ μὲν ὑπὸ τοῦ μελαγχολικοῦ χυμοῦ γινομένη μεταπίπτει ποτὲ εἰς μελαγχολίαν, ἡ δʼ ὑπὸ τοῦ φλεγματικοῦ πρὸς ἄλλο μέν τι μεθίσταται πάθος, ὑπὲρ οὗ μικρὸν ὕστερον ἐρῶ, μελαγχολίαν δὲ οὐκ ἐργάζεται. δεύτερον δʼ ἐπὶ τῷδε θεώρημά τι περιέχεται κατὰ τὸν εἰρημένον ὑφʼ Ἱπποκράτους λόγον οὐ σμικρόν. [15]
8 181
ἐπεὶ γὰρ ἤτοι κρᾶσίς ἐστιν ἡ ψυχὴ τῶν δραστικῶν ποιοτήτων, ἢ ὑπὸ τῆς κράσεως αὐτῶν ἀλλοιοῦται, τὴν μὲν ὡς ὀργανικῷ μορίῳ τῷ ἐγκεφάλῳ λυμαινομένην χολὴν ἐπὶ τὸ σῶμα τετράφθαι φησὶ τοῦ ἐγκεφάλου, γίγνεται δὲ τοῦτο κατὰ τὰς ἐμφράξεις· τὴν δʼ ὡς ὁμοιομερεῖ τὴν κρᾶσιν ἀδικοῦσαν ἐπὶ τὴν διάνοιαν. ἀλλʼ ἐκεῖνό γε διορίσασθαι πρότερον ἀναγκαῖον εἶναί μοι δοκεῖ τὸ παραλελειμμένον τοῖς ἰατροῖς· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις μέρεσι τοῦ σώματος ἐνίοτε μὲν ἅπασιν ἡ αὐτὴ φαίνεται κρᾶσις, ὡς ἐν ἰκτέροις τε καὶ κατὰ τὸν καλούμενον ἐλέφαντα καὶ τοὺς ὑδέρους, ἔτι τε καχεξίας, καὶ πρὸς ταύταις ἐν ἡπατικαῖς τε καὶ σπληνικαῖς ἀχροίαις, ἐνίοτε δʼ ἕν τι μόριον ἤτοι πικρόχολον ἢ φλεγματικὸν ἢ μελαγχολικὸν ὑποδεξάμενον χυμὸν αὐτὸ μόνον ἐξαλλάττεται τὴν κρᾶσιν, οὕτως ἐγχωρεῖ καὶ τὸν ἐγκέφαλον ἐνίοτε μὲν, ἅπαντος τοῦ κατὰ τὰς φλέβας αἵματος μελαγχολικοῦ γενομένου, τῷ κοινῷ λόγῳ τῆς βλάβης καὶ αὐτὸν βλαβῆναι· καθʼ ἕτερον δὲ τρόπον ἀπαθοῦς διαμένοντος τοῦ καθʼ ὅλον τὸν ἄνθρωπον αἵματος, ἀλλοιωθῆναι τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, καὶ συμβῆναι τοῦτο διττῶς, ἢ ῥυέντος εἰς αὐτὸν ἑτέρωθεν, ἢ γεννηθέντος ἐν τῷ τόπῳ τοῦ μελαγχολικοῦ χυμοῦ· γεννᾶται δʼ ὑπὸ θερμασίας πολλῆς ἐγχωρίου, κατοπτώσης ἤτοι τὴν ξανθὴν χολὴν, ἢ τὸ παχύτερόν τε καὶ μελάντερον αἷμα. [5]
8 182
διαφέρει δʼ εἰς τὴν θεραπείαν οὐ σμικρὸν ὁ διορισμὸς οὗτος· ὅτʼ ἂν μὲν γὰρ ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχῃ τὸ αἷμα, τὴν ἀρχὴν τῆς θεραπείας ἀπὸ φλεβοτομίας προσῆκεν ποιεῖσθαι· ὅτʼ ἂν δὲ τὸ κατὰ μόνον τὸν ἐγκέφαλον, οὐ χρῄζει φλεβοτομίας ὁ κάμνων, ὅσον γε ἐπὶ τῇ διαθέσει ταύτῃ, κατʼ ἄλλο γάρ τι δυνατόν ἐστι χρῄζειν αὐτόν. ἡ δʼ οὖν διάγνωσις ἀπὸ τῶνδέ σοι γιγνέσθω, πότερον ὅλον τὸ σῶμα μελαγχολικὸν ἔχει χυμὸν, ἢ κατὰ μόνον τὸν ἐγκέφαλον ἤθροισταί τις τοιοῦτος, καὶ ἀξιῶ σε πρῶτον μὲν ἐπισκέψασθαι τὴν τοῦ σώματος ἕξιν ὁποία τίς ἐστιν, μεμνημένον, ὡς οἱ μὲν ἁπαλοὶ καὶ λευκοὶ καὶ πίονες ἥκιστα μελαγχολικὸν ἴσχουσι χυμὸν, οἱ δʼ ἰσχνοὶ καὶ μελάντεροι καὶ δασεῖς καὶ φλέβας εὐρείας ἔχοντες, ἐπιτηδειότατοι πρὸς ταὐτοῦ τοιούτου χυμοῦ γένεσιν ὑπάρχουσιν, ἔσθʼ ὅτε δὲ καὶ οἱ ἐξέρυθροι τὴν χρόαν ἄνθρωποι μεταπίπτουσιν ἀθρόως ἐπὶ τὴν μελαγχολικὴν κρᾶσιν· ἐφεξῆς δʼ αὐτῶν οἱ ξανθοὶ, καὶ μάλισθʼ ὅταν ἐν ἀγρυπνίαις καὶ πόνοις πλείοσι καὶ φροντίσι καὶ λεπτῇ διαίτῃ προδεδιῃτημένοι τύχωσιν. [5]
8 183
ὁμογενῆ δὲ τούτοις ἐστὶ καὶ τὰ τοιαῦτα γνωρίσματα· πότερον ἐπέσχηταί τις αἱμοῤῥοῒς, ἢ καί τις ἄλλη συνήθης αἵματος κένωσις, ἢ καταμήνια ταῖς γυναιξί· καὶ τούτων ἐφεξῆς ὁποίαις ἐχρήσατο τροφαῖς, ἆρά γε ταῖς μελαγχολικὸν αἷμα γεννώσαις, ἢ ταῖς ἐναντίαις· λέγω δὲ μελαγχολικὸν μὲν αἷμα γεννᾷν αἰγείων καὶ βοείων ἐδωδὴν κρεῶν, καὶ μᾶλλον ἔτι τῶν τραγείων τε καὶ ταυρείων, ἔτι δὲ μᾶλλον ὀνείων τε καὶ καμηλείων, ἐσθίουσι γὰρ ἔνιοι καὶ τούτων, ὥσπέρ γε καὶ ἀλωπέκων τε καὶ κυνῶν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν λαγωῶν ἐδωδὴ τοιοῦτον αἷμα γεννᾷ, καὶ πολὺ μᾶλλον ἡ τῶν ἀγρίων συῶν· καὶ οἱ κοχλίαι δὲ μελαγχολικὸν αἷμα γεννῶσιν, εἴτις ἐν αὐτοῖς πλεονάσειεν, καὶ πάντα τὰ ταριχευθέντα κρέα τῶν ἐπιγείων ζώων· ἐνύδρων δὲ τά τε τῶν θύννων καὶ φαλαίνης καὶ φώκης καὶ δελφῖνος καὶ κυνὸς καὶ τῶν κητωδῶν ἁπάντων· τῶν δὲ λαχάνων σχεδὸν ἡ κράμβη μόνη τοιοῦτον αἷμα γεννᾷν πέφυκεν, ὥσπέρ γε καὶ τῶν δένδρων οἱ βλαστοὶ διʼ ἅλμης καὶ ὀξάλμης συντιθέμενοι, σχίνου λέγω καὶ τερμίνθου καὶ βάτου καὶ κυνοσβάτου· καὶ μέν τοι καὶ τῶν ὀσπρίων ἥ τε φακὴ μελαγχολικώτατόν ἐστιν ἔδεσμα καὶ μετὰ ταύτην οἱ πιτυρῖται καλούμενοι τῶν ἄρτων, οἵ τε ἐκ τῆς τίφης καὶ τῶν μοχθηρῶν σπερμάτων, οἷς ἀντὶ πυρῶν ἔνια τῶν ἐθνῶν χρῆται, διώρισται δὲ περὶ αὐτῶν ἐν τῷ πρώτῳ τῶν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. [5]
8 184
ἀλλὰ καὶ τῶν οἴνων οἵ τε παχεῖς καὶ μέλανες ἐπιτηδειότατοι γεννῆσαι τὸν μελαγχολικὸν χυμὸν, ἄν τις ἐν αὐτοῖς πλεονάζων ὑπὸ περιστάσεώς τινος ἐν θερμασίᾳ πλείονι τὸ σῶμα σχῇ· καὶ οἱ παλαιοὶ δὲ τυροὶ ῥᾷστοι γεννῆσαι τὸν τοιοῦτον χυμὸν, ὅτʼ ἂν ἐν τῷ σώματι τύχωσιν ὑπερθερμανθέντες. εἰ μὲν οὖν ἐν τοιαύτῃ διαίτῃ πρὸ τοῦ νοσεῖν ὁ ἄνθρωπος εἴη γεγενημένος, ἔξεστι κἀκ ταύτης στοχάσασθαί τι πλέον· εἰ δʼ ἐν εὐχύμοις ἐδέσμασιν, ἐπισκέπτεσθαι περί τε τῶν γυμνασίων αὐτοῦ καὶ λύπης καὶ ἀγρυπνίας καὶ φροντίδος· ἔνιοι δὲ καὶ κατʼ αὐτὰ τὰ πυρετώδη νοσήματα, καθότι προείρηται, τὸν μελαγχολικὸν ἴσχουσι γενόμενον χυμόν. [15]
8 185
εἰς δὲ τὴν βεβαιοτέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ γεγενημένη τε καὶ οὖσα κατάστασις, ἔτι τε τὸ χωρίον, ἥ τε τοῦ κάμνοντος ἡλικία. ταῦτα πάντα προδιασκεψάμενος, ὅτʼ ἂν ἐλπίσῃς ἐν ταῖς καθʼ ὅλον τὸ σῶμα φλεψὶ μελαγχολικὸν αἷμα περιέχεσθαι, τὴν βεβαιοτάτην ἐπάγαγε διάγνωσιν ἐκ τοῦ τέμνειν τὴν κατʼ ἀγκῶνα φλέβα· βέλτιον δὲ τὴν μέσην τέμνειν, ἐπειδὴ κοινὴ πρὸς ἀμφοτέρας ἐστὶ, τήν τε ὠμιαίαν ὀνομαζομένην καὶ τὴν διὰ τῆς μασχάλης ἐπὶ τὴν χεῖρα φερομένην· εἶτα εἰ μὲν μὴ φαίνοιτο μελαγχολικὸν εἶναι τὸ ῥέον, ἐπίσχες εὐθέως· εἰ δὲ τοιοῦτον φαίνεται, κένωσον ὅσον ἂν ὑπολάβῃς αὔταρκες ἔσεσθαι τῇ τοῦ πάσχοντος ἕξει σώματος. ἔστι δὲ καὶ τρίτη τις διαφορὰ μελαγχολίας, ὥσπερ ὅτʼ ἂν ἐπιληψία τὴν ἀρχὴν ἀπὸ τῆς κοιλίας ἴσχει· καλοῦσι δὲ ἔνιοι τῶν ἰατρῶν ὑποχονδριακόν τε καὶ φυσῶδες νόσημα τὴν αὐτὴν διάθεσιν. ἀρκέσει δέ μοι παραθέσθαι τὰ ὑπὸ Διοκλέους γεγραμμένα συνεδρεύειν αὐτῷ συμπτώματα, κατὰ τὸ βιβλίον ὃ ἐπιγράφεται, πάθος, αἰτία, θεραπεία· κατὰ τοῦτο γὰρ ὁ Διοκλῆς ἔγραψεν αὐτοῖς ὀνόμασιν οὕτως· ἄλλο δὲ γίγνεται μὲν περὶ τὴν κοιλίαν, ἀνόμοιον δʼ ἐστὶ τοῖς προειρημένοις, καλοῦσι δʼ αὐτὸ οἱ μὲν μελαγχολικὸν, οἱ δὲ φυσῶδες. [15]
8 186
ἕπονται δὲ τούτῳ μετὰ τὰς ἐδωδὰς, καὶ μάλιστα τῶν δυσπέπτων τε καὶ καυστικῶν, πτύσεις ὑγραὶ καὶ πολλαὶ, ὀξυρεγμίαι, πνεύματα, καῦμα πρὸς ὑποχονδρίοις, ἐγκλύδαξις οὐκ εὐθὺς, ἀλλʼ ἐπισχοῦσιν· ἐνίοτε δὲ καὶ πόνοι κοιλίας ἰσχυροὶ, διήκοντες ἐνίοις εἰς τὸ μετάφρενον· πραΰνονται δὲ πεφθέντων τῶν σιτίων, πάλιν τε μετὰ τὸ φαγεῖν τὰ αὐτὰ συμβαίνει, πολλάκις δὲ καὶ νήστεσιν καὶ μετὰ τὸ δεῖπνον ἐνοχλεῖ, καὶ ἐμοῦντες ὠμὰ τὰ σιτία ἐμοῦσι, καὶ φλέγματα ὑπόπικρα καὶ θερμὰ καὶ ὀξέα, ὥστε καὶ τοὺς ὀδόντας αἱμωδιᾷν. καὶ τὰ πολλὰ γίνεται τούτων εὐθὺς ἐκ νέων, μηκύνει δὲ ὅπως ἂν γένηται πᾶσι. ταῦτα προειπὼν ὁ Διοκλῆς ἐφεξῆς αὐτοῖς προσέθηκε τὴν αἰτίαν ὧδέ πως γράψας· τοὺς δὲ φυσώδεας καλουμένους ὑπολαμβάνειν δεῖ πλεῖον ἔχειν τὸ θερμὸν τοῦ προσήκοντος ἐν ταῖς φλεψὶ ταῖς ἐκ τῆς γαστρὸς τὴν τροφὴν δεχομέναις, καὶ τὸ αἷμα πεπαχύνθαι τούτων. [15]
8 187
δηλοῖ γὰρ ὅτι μέν ἐστιν ἔμφραξις περὶ ταύτας τὰς φλέβας, τὸ μὴ καταδέχεσθαι τὸ σῶμα τὴν τροφὴν, ἀλλʼ ἐν τῇ γαστρὶ διαμένειν ἀκατέργαστον, πρότερον τῶν πόρων τούτων ἀναλαμβανόντων, τὰ δὲ πολλὰ ἀποκρινάντων εἰς τὴν κάτω κοιλίαν· καὶ τὸ τῇ δευτεραίᾳ ἐμεῖν αὐτοὺς, οὐχ ὑπαγόντων εἰς τὸ σῶμα τῶν σιτίων. ὅτι δὲ τὸ θερμὸν πλεῖόν ἐστι τοῦ κατὰ φύσιν, μάλιστʼ ἄν τις κατανοήσειεν ἔκ τε τῶν καυμάτων τῶν γινομένων αὐτοῖς καὶ τῆς προσφορᾶς· φαίνονται γὰρ ὑπὸ τῶν ψυχρῶν ὠφελούμενοι σιτίων, τὰ δὲ τοιαῦτα τὸ θερμὸν καταψύχειν καὶ μαραίνειν εἴωθεν. ἐφεξῆς δὲ τούτων καὶ τἄλλα προσέγραψεν ὁ Διοκλῆς ἐν τῇδε τῇ λέξει· λέγουσι δέ τινες ἐπὶ τῶν τοιούτων παθῶν τὸ στόμα τῆς γαστρὸς τὸ συνεχὲς τῷ ἐντέρῳ φλεγμαίνειν, διὰ δὲ τὴν φλεγμονὴν ἐμπεφράχθαι καὶ κωλύειν καταβαίνειν τὰ σιτία εἰς τὸ ἔντερον τοῖς τεταγμένοις χρόνοις· τούτου δὲ γινομένου, πλείονι χρόνῳ τοῦ δέοντος ἐν τῇ γαστρὶ μένοντα, τούς τε ὄγκους παρασκευάζει καὶ τὰ καύματα καὶ τἄλλα τὰ προειρημένα. ταῦτα μὲν οὖν ὁ Διοκλῆς ἔγραψε, παραλιπὼν ἐν τῷ καταλόγῳ τῶν συμπτωμάτων τὰ κυριώτατα τῆς ὅλης συνδρομῆς, ὅσα τήν τε μελαγχολίαν χαρακτηρίζει καὶ τὸ φυσῶδες καὶ ὑποχονδριακὸν πάθος· καί μοι δοκεῖ, διότι ταῦτα ἐκ τῆς προσηγορίας τοῦ νοσήματος ἐνδεικτικῶς ἐδηλοῦτο, παραλελοιπέναι, μεμαθηκότων γʼ ἡμῶν ὑφʼ Ἱπποκράτους, ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχοντα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτο. [5]
8 188
διὰ τί δὲ ἐν τῇ τῆς αἰτίας ἀποδόσει τῶν μὲν ἄλλων συμπτωμάτων ἔγραψε τὰς αἰτίας, αὐτοῦ δὲ τοῦ βλάπτεσθαι τὴν διάνοιαν οὐκ ἔγραψεν, ζητῆσαι ἄξιον. εἴτε γὰρ τὸ θερμὸν ἐν ταῖς κατὰ τὴν γαστέρα φλεψὶ πλέον ἐπʼ αὐτῶν ἐστιν, εἴτε φλεγμονὴ τῶν κατὰ πυλωρὸν μερῶν, διὰ τί τούτοις ἀκολουθεῖ τὰ μελαγχολικὰ συμπτώματα, παραλέλειπται, τὸ μὲν γὰρ ἐμπιπλᾶσθαι τὴν γαστέρα φυσώδους πνεύματος, εἶτα ταῖς ἐρυγαῖς αὐτοῦ κουφίζεσθαι, καὶ προσέτι τοῖς εἰρημένοις ὑπὸ τοῦ Διοκλέους ἐμέτοις, εὔδηλόν ἐστι, κᾂν ἐκεῖνος μὴ λέγῃ· τὰ δὲ τῆς μελαγχολίας ἴδια, χαλεπὸν ἦν αὐτῷ συγγράψαι τῇ κατὰ τὴν γαστέρα λελεγμένῃ διαθέσει. προσθῶμεν οὖν ἡμεῖς τοῦτο, τὴν διάθεσιν τῆς γαστρὸς ὁποία τις ἐν τοῖς τοιούτοις γίνεται πάθεσιν ἑρμηνεύσαντες σαφῶς. [15]
8 189
ἔοικε μὲν γὰρ εἶναί τις ἐν αὐτῇ φλεγμονὴ, τὸ δʼ ἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον αἷμα παχύτερόν τε καὶ μελαγχολικώτερον ὑπάρχειν. ὥσπερ οὖν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀναφερομένης ἐκ τῆς γαστρὸς αἰθαλώδους τινὸς ἢ καπνώδους ἀναθυμιάσεως, ἢ ὅλως ἀτμῶν τινων παχέων, ὅμοια τοῖς ὑποχεομένων γίγνεται συμπτώματα, κατὰ τὸν αὐτὸν λόγον καὶ νῦν ἐπὶ τὸν ἐγκέφαλον ἀναφερομένης τῆς μελαγχολικῆς ἀναθυμιάσεως, οἷον αἰθαλώδους τινὸς, ἢ καπνώδους ἀναθυμιάσεως, τὰ μελαγχολικὰ γενήσεται περὶ τὴν διάνοιαν συμπτώματα. καὶ μὴν καὶ συνεχέστατα θεώμεθα τὴν κεφαλὴν ὀδυνωμένην ἐπὶ τῇ ξανθῇ χολῇ κατὰ τὴν γαστέρα περιεχομένῃ, καθάπερ γε καὶ παραχρῆμα γινομένην ἀνώδυνον, ἐμεθείσης τῆς χολῆς· καὶ τά γε τοιαῦτα τῶν ἀλγημάτων δακνώδη τέ ἐστιν καὶ διαβρωτικὰ, καθάπερ ἄλλα μέν τινα μετὰ βάρους, ἄλλα δὲ μετὰ τάσεως ἢ καταφορᾶς ὁρᾶται γινόμενα. συμπεφώνηται δὲ τοῖς ἀρίστοις ἰατροῖς, οὐ ταῦτα μόνον ἀπὸ τῆς γαστρὸς τῇ κεφαλῇ συμπίπτειν, ἀλλὰ καὶ τὴν ἐπιληψίαν. ἀεὶ μὲν οὖν οἱ φόβοι συνεδρεύουσι τοῖς μελαγχολικοῖς, οὐκ ἀεὶ δὲ ταὐτὸν εἶδος τῶν παρὰ φύσιν αὐτοῖς γίγνεται φαντασιῶν, εἴγε ὁ μέν τις ὀστρακοῦς ᾤετο γεγονέναι, καὶ διὰ τοῦτʼ ἐξίστατο τοῖς ἀπαντῶσιν, ὅπως μὴ συντριβείη· θεώμενος δέ τις ἄλλος ἀλεκτρυόνας ᾄδοντας, ὥσπερ ἐκεῖνοι τὰς πτέρυγας προσέκρουον πρὸ ᾠδῆς, οὕτω καὶ αὐτὸς τοὺς βραχίονας προσκρούων ταῖς πλευραῖς ἐμιμεῖτο τὴν φωνὴν τῶν ζώων. [5]
8 190
φόβος δʼ ἦν ἄλλῳ, μή πως ὁ βαστάζων τὸν κόσμον Ἄτλας ἀποσείσηται κεκμηκὼς αὐτὸν, οὕτως τε καὶ αὐτὸς συντριβείη καὶ ἡμᾶς αὐτῷ συναπολέσειεν· ἄλλα τε μυρία τοιαῦτα φαντασιοῦνται. διαφέρονται δὲ ἀλλήλων οἱ μελαγχολικοὶ, τὸ μὲν φοβεῖσθαι καὶ δυσθυμεῖν καὶ μέμφεσθαι τῇ ζωῇ καὶ μισεῖν τοὺς ἀνθρώπους ἅπαντες ἔχοντες, ἀποθανεῖν δʼ ἐπιθυμοῦντες οὐ πάντες, ἀλλʼ ἔστιν ἐνίοις αὐτῶν αὐτὸ δὴ τοῦτο κεφάλαιον τῆς μελαγχολίας, τὸ περὶ τοῦ θανάτου δέος· ἔνιοι δὲ ἀλλόκοτοί σοι δόξουσιν, ἅμα τε καὶ δεδιέναι τὸν θάνατον καὶ θανατᾷν. ὥστε ὀρθῶς ἔοικεν ὁ Ἱπποκράτης εἰς δύο ταῦτα ἀναγαγεῖν τὰ συμπτώματα αὐτῶν πάντα, φόβον καὶ δυσθυμίαν· ἐπί γέ τοι τῇ τοιαύτῃ δυσθυμίᾳ μισοῦσιν πάντας, οὓς ἂν βλέπωσιν, καὶ σκυθρωποὶ διὰ παντός εἰσι, δειμαίνοντες, ὥσπερ ἐν σκότῳ βαθεῖ τά τε παιδία φοβεῖται καὶ τῶν τελείων οἱ ἀπαίδευτοι. [15]
8 191
καθάπερ γὰρ καὶ τὸ ἔξωθεν σκότος εἰς φόβον ἄγει σχεδὸν ἅπαντας ἀνθρώπους, πλὴν τῶν ἤτοι πάνυ φύσει τολμηρῶν, ἢ πεπαιδευμένων, οὕτως καὶ τῆς μελαίνης χολῆς τὸ χρῶμα παραπλησίως σκότῳ τὸν φρονοῦντα τόπον ἐπισκιάζον ἐργάζεται τοὺς φόβους. ὅτι γὰρ οἵ τε χυμοὶ καὶ ὅλως ἡ τοῦ σώματος κρᾶσις ἀλλοιοῖ τὰς ἐνεργείας τῆς ψυχῆς, ὡμολόγηται τοῖς ἀρίστοις ἰατροῖς τε καὶ φιλοσόφοις, ἐμοί τε διʼ ἑνὸς ὑπομνήματος ἀποδέδεικται, καθʼ ὃ ταῖς τοῦ σώματος κράσεσιν ἀκολουθούσας ἀπέδειξα τὰς τῆς ψυχῆς δυνάμεις· ὅθεν οὐδὲ γράψαι τι περὶ μελαγχολίας ἐτόλμησαν οἱ τὴν τῶν χυμῶν δύναμιν ἀγνοήσαντες, ἐξ ὧν εἰσι καὶ οἱ περὶ τὸν Ἐρασίστρατον. ἄξιον δέ ἐστι κᾀν τούτῳ θαυμάσαι τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων, ὥσπερ καὶ τἄλλα πολλὰ δόγματα, περὶ ὧν ἠγνόησαν οὐκ ὀλίγοι φιλοσόφων τε καὶ ἰατρῶν· ἅπαντες γοῦν ὀνομάζουσιν τὸ πάθος τοῦτο μελαγχολίαν, ἐνδεικνύμενοι διὰ τῆς προσηγορίας τὸν αἴτιον αὐτοῦ χυμόν. [15]
8 192
ἐὰν μὲν οὖν ἄρξηταί γε πρῶτα τὰ κατὰ τὴν γαστέρα συμπτώματα, καὶ μείζοσιν αὐτοῖς γινομένοις ἀκολουθήσῃ τὰ μελαγχολικὰ πάθη, κουφίζηταί τε ταῖς διαχωρήσεσιν καὶ τοῖς ἐμέτοις καὶ ταῖς κάτω φύσαις καὶ ταῖς ἐρυγαῖς ὁ ἄνθρωπος, ὑποχονδριακὸν μὲν ὀνομάσομεν οὕτως γε καὶ φυσῶδες τὸ νόσημα, συμπτώματα δὲ εἶναι φήσομεν αὐτοῦ, τήν τε δυσθυμίαν καὶ τὸν φόβον· ὅταν δὲ τὰ μὲν τῆς μελαγχολίας ἴδια συμπτώματα φαίνηται μεγάλα, κατὰ δὲ τὴν κοιλίαν ἤτοι μηδὲν, ἢ σμικρὰ, τὸν ἐγκέφαλον ἡγητέον ἐπὶ τούτων πρωτοπαθεῖν, ἠθροισμένης ἐν αὐτῷ μελαίνης χολῆς. ἐξ ὧν δὲ χρὴ διορίζεσθαι, πότερον ἐν αὐτῷ μόνῳ τῷ ἐγκεφάλῳ περιέχεται τοιοῦτός τις χυμὸς, ἢ καθʼ ὅλον ἐστὶ τὸ σῶμα, λέλεκται μικρὸν ἔμπροσθεν· ἀναμιμνήσκω δὲ τοὺς ἰδόντας ἑταίρους διά τε λουτρῶν πολλῶν καὶ διαίτης εὐχύμου τε καὶ ὑγρᾶς τὴν τοιαύτην μελαγχολίαν ἐκθεραπεύοντά με χωρὶς ἑτέρου βοηθήματος, ὅταν γε μήπω διά τε χρόνου μῆκος δυσεκκένωτος ᾖ ὁ λυπῶν χυμός· ὡς ὅταν γε ἤδη κεχρονικὸς ὑπάρχῃ τὸ νόσημα, μειζόνων ἑτέρων ἐπὶ τοῖς εἰρημένοις δεῖται βοηθημάτων. [15]
8 193
ἐπιγίνεται δὲ ἡ τοιαύτη μελαγχολία προηγησαμέναις θερμαῖς διαθέσεσι τῆς κεφαλῆς, ἤτοι γε ἐξ ἐγκαύσεως, ἢ φλεγμονώδους ἐν αὐτῇ γενομένου πάθους, ἢ καὶ φρενίτιδος· ἐπιγίγνεται δὲ καὶ φροντίσι καὶ λύπαις μετʼ ἀγρυπνιῶν. περὶ μὲν οὖν μελαγχολίας ἱκανὰ καὶ ταῦτα. Περὶ δὲ τῶν ἐπιληπτικῶν παθῶν, ἐπειδὴ καὶ ταῦτα γίνεται ποτὲ μὲν αὐτῆς τῆς κεφαλῆς πασχούσης, ποτὲ δὲ ἄλλοις συμπασχούσης, διοριστέον ἐπιμελῶς· ἠμέληται γὰρ ἅπασι σχεδὸν τοῖς ἰατροῖς, ὥσπερ ὁ τῶν τριῶν μελαγχολιῶν διορισμὸς, οὕτως καὶ ὁ τῶν ἐπιληψιῶν, τρεῖς ἐχουσῶν διαφοράς. ἁπασῶν μὲν οὖν αὐτῶν κοινόν ἐστι παθεῖν τὸν ἐγκέφαλον, ἤτοι ἐν αὐτῷ τοῦ πάθους συστάντος, ὡς τοῖς πλείστοις γίγνεται τῶν ἐπιλήπτων, ἢ ἀπὸ τοῦ τῆς γαστρὸς στόματος, ὃ δὴ καὶ στόμαχον εἰώθασι καλεῖν οἱ ἰατροὶ, κατὰ συμπάθειαν ἀνιόντος ἐπὶ τὸν ἐγκέφαλον, ἀνάλογον τοῖς γινομένοις συμπτώμασιν περὶ τοὺς ὀφθαλμοὺς ἀπὸ τοῦ στομάχου παραπλησίως τοῖς ὑποχεομένοις· ἐν δὲ τῷ σπανίῳ γίγνεταί τι καὶ ἕτερον ἐπιληψίας εἴτε εἶδος, εἴτε γένος, εἴτε διαφορὰν ἐθέλεις ὀνομάζειν, ἀπὸ μορίου τινὸς οὗ ἔτυχεν ἀρχομένου τοῦ πάθους, εἶτʼ αἰσθητῶς αὐτῷ τῷ κάμνοντι τὴν ἄνοδον ἐπὶ τὴν κεφαλὴν ποιουμένου. [15]
8 194
καὶ τοῦτʼ ἐθεασάμην ἐπὶ πρώτου μὲν παιδὸς ὡς ἐτῶν τρισκαίδεκα, μειράκιον ὢν αὐτὸς, ἅμα τοῖς ἀρίστοις ἰατροῖς τοῖς παρʼ ἡμῖν συνελθοῦσιν ἐπὶ τὴν τῆς θεραπείας αὐτοῦ σκέψιν. ἤκουον οὖν τοῦ παιδὸς διηγουμένου τὴν ἀρχὴν τῆς διαθέσεως αὑτῷ κατὰ τὴν κνήμην γίνεσθαι, κᾄπειτʼ ἐντεῦθεν ἀνιέναι κατʼ εὐθὺ διά τε τοῦ μηροῦ καὶ τῆς ὑπερκειμένης λαγόνος τε καὶ πλευρᾶς, ἐπὶ τὸν τράχηλον ἄχρι τῆς κεφαλῆς, ἐπειδὰν δὲ πρῶτον ἐκείνης ψαύσῃ, μηκέτι παρακολουθεῖν ἑαυτῷ. τὴν μέντοι ποιότητα τοῦ φερομένου πρὸς τὴν κεφαλὴν ἐρωτώμενος ὑπὸ τῶν ἰατρῶν ὁποία τις εἴη, λέγειν οὐκ εἶχεν ὁ παῖς· ἀλλʼ ἕτερός γέ τις ἐκείνου νεανίσκος, οὐκ ἄφρων, ἀλλʼ ἱκανῶς αἰσθάνεσθαι τοῦ γιγνομένου δυνάμενος, ἑρμηνεῦσαί θʼ ἑτέρου δυνατώτερος, οἷον αὔραν τινὰ ψυχρὰν ἔφασκεν εἶναι τὴν ἀνερχομένην. ἐδόκει δὴ τῷ διδασκάλῳ Πέλοπι δυοῖν θάτερον, ἤτοι ποιότης ἀναδίδοσθαι ἀλλοιουμένων τῶν μορίων κατὰ τὸ συνεχὲς, ἢ πνευματική τις οὐσία. [15]
8 195
θαυμαστὸν δὲ οὐδὲν ἔφασκεν, δύναμιν ἰσχυρὰν ἴσχειν τὸν ἐν τῷ πάσχοντι μορίῳ γεννηθέντα παρὰ φύσιν χυμὸν, ὁποῖοι τοῖς πονηροῖς θηρίοις εἰσὶν οἱ ἰοί. τίς γὰρ οὐκ ἂν ἠπίστησεν, εἰ μὴ πολλάκις ἑωρῶμεν αὐτὸ γιγνόμενον, ἐπί τε τῶν σκορπίων ἐγχριμψάντων τῷ κέντρῳ, καὶ φαλαγγίων μικροτάτων δακνόντων, μεγάλην καὶ ἐξαίσιόν τινα μεταβολὴν ἴσχειν ὅλον τὸ σῶμα, καίτοι βραχυτάτης οὐσίας εἰς αὐτὸ καταβαλλομένης ὑπὸ τῶν θηρίων; ἐπὶ μὲν οὖν τοῦ δάκνοντος φαλαγγίου, κᾂν εἰ μικρὸν εἴη τὸ ζῶον, ὅμως δʼ οὖν ἐπινοεῖν ἡμᾶς ἰόν τινα διὰ τοῦ στόματος αὐτοῦ καθιέναι τῷ δηχθέντι σώματι. τὸ δὲ τῆς θαλαττίας τρυγόνος κέντρον, ὥσπερ καὶ τὸ τοῦ χερσαίου σκορπίου, φαίνεται σαφῶς εἰς ὀξύτατον πέρας τελευτῶν, ὃ μηδὲν ἔχει κατὰ τὸ πέρας τρῆμα, διʼ οὗ προΐησι τὸν ἰόν· ἀλλʼ ὅμως ἀναγκαῖον ἐννοεῖν ἡμᾶς εἶναί τινα οὐσίαν ἤτοι πνευματικὴν, ἢ ὑγρὰν, ἥ τις ὄγκῳ μέν ἐστιν ἐλαχίστη, μεγίστη δὲ τῇ δυνάμει. πεπληγὼς γοῦν τις ἔναγχος ὑπὸ σκορπίου χαλάζαις ἔφη δοκεῖν βάλλεσθαι, καὶ ἦν ὅλος ψυχρὸς, ἵδρου τε ψυχρὸν, ἐσώθη τε μόγις βοηθούμενος. [15]
8 196
οὔκουν ἀδύνατον ἔφασκεν ὁ Πέλοψ εἶναι καὶ κατὰ τὸ σῶμα τοιαύτην τινὰ οὐσίαν γεννηθῆναι χωρὶς τῆς ἔξωθεν αἰτίας, καὶ ταύτην ὅταν ἐν νευρώδει μορίῳ τὴν σύστασιν σχῇ, κατὰ τὸ συνεχὲς εἰς τὴν ἀρχὴν τῶν νεύρων ἀναπέμπειν τὴν δύναμιν, ἤτοι κατʼ ἀλλοίωσιν, ὡς ἔφην, ἢ καί τινος οὐσίας πνευματικῆς ἀναφερομένης. ὥσπερ αὔρας. καὶ γάρ τοι καὶ φαίνονται πολλάκις ἐναργῶς, ὅταν ὁ σκορπίος ἐναπερείσηται τὸ κέντρον εἰς νεῦρον, ἢ ἀρτηρίαν, ἢ φλέβα, σφοδροτάτοις συμπτώμασιν οἱ πληγέντες οὕτως ἁλισκόμενοι. τὸ μὲν οὖν τοῦ σκορπίου κέντρον ἐγχωρεῖ καὶ μέχρι βάθους τοῦ σώματος ἐξικνεῖσθαι, διεξελθὸν ὅλον τὸ δέρμα, τὸ δὲ τῶν μικρῶν φαλαγγίων δῆγμα περὶ τὴν ἐπιφάνειαν μόνην γίνεται τοῦ δέρματος· ὥστε δῆλον ἐκ τοῦδε, καὶ διὰ τοῦ δέρματος ἐνίοτε μόνου τὴν δύναμιν τοῦ ἰοῦ φέρεσθαι πρὸς ὅλον τὸ σῶμα. συνεχές τε γὰρ αὐτῷ τὸ δέρμα πᾶν ὑπάρχει καὶ νευρῶδες· οὔκουν οὐδαμῶς ἀδύνατον εἰς ὅλον αὐτὸ διαδιδομένην ἐν τάχει τὴν ἐκ τοῦ καταβληθέντος ἰοῦ δύναμιν, ἐξ αὐτοῦ πάλιν τοῦδε κατὰ τὴν αὐτοῦ ψαῦσιν, εἰς ἕκαστον τῶν ὑποκειμένων αὐτῷ μεταλαμβάνεσθαι, πάλιν τε ἐξ ἐκείνων εἰς ἄλλα κατὰ συνέχειαν, εἶτʼ αὖθις ἐκ τῶν παθόντων εἰς ἄλλα, κᾀπειδὰν ἐπί τι τῶν κυρίων μορίων ἀφίκηται, κινδυνεύειν ἀπολέσθαι τὸν ἄνθρωπον. [15]
8 197
ἐνάγουσι δʼ εἰς τοῦτο μάλιστα μὲν καὶ οἱ τοῖς ὑπερκειμένοις μέρεσι δεσμοὶ προσφερόμενοι, φανερωτάτην ὠφέλειαν ἐνδεικνύμενοι. καὶ γὰρ ἐπὶ τῶν ἐχιδνῶν ἐπειράθημεν τούτου καὶ τῶν σκορπίων, ἤδη δὲ καὶ ἀσπίδων, ᾧ καὶ μάλιστα ἄν τις ἠπίστησεν διὰ τὸν ἐπικείμενον αὐτίκα θάνατον. ἀλλʼ ὅμως ἐπὶ τῆς Ἀλεξανδρείας ὄντος μου, δηχθείς τις ἄγροικος οὐ πόῤῥω τῆς πόλεως ἕνα τῶν κατὰ τὴν χεῖρα δακτύλων, ἔδησέ τε δεσμῷ σφοδροτάτῳ τὴν πρὸς τῷ μετακαρπίῳ ῥῖζαν αὐτοῦ, καὶ δραμὼν ἐπὶ τὴν πόλιν πρὸς ἰατρὸν συνήθη, παρέσχεν ἀποτεμεῖν ὅλον τὸν δάκτυλον ἀπὸ τῆς εἰς τὸ μετακάρπιον διαρθρώσεως, ἐλπίζων ἐκ τούτου μηδὲν πείσεσθαι· καὶ μέντοι γε καὶ προὐχώρησεν αὐτῷ κατὰ τὴν ἐλπίδα, διεσώθη γὰρ οὐδὲν ἄλλο πραγματευόμενος ἔτι. καθάπερ ἕτερον οἶδα πιόντα τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου, μετὰ τοῦ τὸν δάκτυλον ἀποτεμεῖν, ὑγιασθέντα· καὶ μέντοι γε καὶ ἄλλον ἐθεασάμην ἄγροικον, ὅλον τὸν δάκτυλον ὑπὸ ἐχίδνης δηχθέντα, δρεπάνῳ μὲν, ὃ τότʼ εἶχεν, ἦν γὰρ ἀμπελουργὸς, ἀπὸ τῆς ὑστάτης διαρθρώσεως ἀποτεμόντα τὸ δεδηγμένον μέρος, ἄνευ δὲ πόσεως φαρμάκου διασωθέντα, τοῦ δακτύλου κατουλωθέντος ὑπὸ τῶν συνηθῶν φαρμάκων. [5]
8 198
ἀλλὰ καὶ τὸν ἀπὸ τῆς κνήμης ἐπίληπτον παῖδα θεραπεύειν ἐπιχειρήσαντες οἱ τότε συναθροισθέντες εἰς τὴν σκέψιν ἰατροὶ, δόξαν αὐτοῖς προκαθήραντας ὅλον τὸ σῶμα προσενεγκεῖν τῷ μέρει τὸ διὰ τῆς θαψίας ἢ νάπυος φάρμακον, ἐν τῷ μεταξὺ δήσαντες τὸ κῶλον ἀνωτέρω τοῦ πρωτοπαθοῦντος μορίου, διεκώλυσαν γενέσθαι τὸν παροξυσμὸν, καίτοι καὶ καθʼ ἑκάστην ἡμέραν γινόμενον. ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας εἰρήσθω μοι τοῦ μὴ θαυμάζειν ἕνεκα, ὅπως ἀπὸ μορίου τινὸς ἀκύρου γένεσιν ἴσχει τηλικοῦτον πάθος· ὑπολείπεται δʼ ἔτι ζητῆσαι τὴν αἰτίαν τῶν ἐπὶ ταῖς τοιαύταις συμπαθείαις γιγνομένων ἐπιληπτικῶν σπασμῶν· οὐδὲ γὰρ ὁ Πέλοψ εἰς τοῦτο πιθανὸν οὐδὲν εἶπεν, ὥσπερ οὐδʼ ἄλλος οὐδεὶς ὧν ἐκοινωνήσαμεν. ἐμοὶ γοῦν θεασαμένῳ ποτὲ τὴν ἐπὶ τῇ τοιαύτῃ συμπαθείᾳ κατάπτωσιν τοῦ κάμνοντος ἀνθρώπου χωρὶς σπασμῶν σφοδρῶν γιγνομένην, ἐν βραχείαις κατὰ διαλείμματα παλμώδεσι κινήσεσι, πιθανὸν ἐφαίνετο γίγνεσθαί τι τοιοῦτον, οἷον ὁρᾶται συνεχέστατα καὶ ἐπὶ τοῦ στομάχου συμβαῖνον ἐν τοῖς λυγμοῖς. [15]
8 199
ἐγὼ γοῦν αὐτὸς, ὅταν ποτὲ πεπέρεως προσενέγκωμαι πλέον, εὐθέως λύζω, καὶ ἄλλοις δέ τισιν οὐκ ὀλίγοις εἶδον τοῦτο συμβαῖνον, οἷς αἰσθητικὸν ἱκανῶς ἦν τὸ τῆς γαστρὸς στόμα· προείρηται δʼ ὅτι καὶ τοῦτο συνήθως ὀνομάζουσιν οὐχ οἱ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι στόμαχον· εἶδον γοῦν ἐν τῇ καταπτώσει τῶν κατὰ συμπάθειαν, οὐκ ἰδιοπάθειαν ἐγκεφάλου πασχόντων ἐπιλήπτων οἷον παλμώδη τινὰ κλόνον ἐκ διαστημάτων γιγνόμενον, οὐ συνεχῆ σπασμὸν, ὥστέ με τεκμαίρεσθαι παραπλησίαν τινὰ κίνησιν γίγνεσθαι κατὰ τὸν ἐγκέφαλον τῇ κατὰ τὸν στόμαχον ἐπὶ τοῖς ἀνιῶσιν αὐτὸν ἐνίοτε συμπιπτούσῃ. καὶ γὰρ ἐπὶ τροφῆς πλήθει βαρυνόμενος, ὥσπερ οὖν καὶ δακνόμενος ἐπὶ ταῖς διαφθοραῖς αὐτῆς, φαίνεται λύζων· καὶ διὰ δριμύν τε χυμὸν, οὐ μόνον λυγμὸν, ἀλλὰ καὶ σπασμὸν εἶδον οὐκ ὀλιγάκις ὅλῳ τῷ σώματι γιγνόμενον· ἐμεθέντος δὲ τοῦ δάκνοντος, εὐθέως ἐπαύσατο. [15]
8 200
θαυμαστὸν οὖν οὐδέν ἐστιν, καὶ τὴν ἀρχὴν τῶν νεύρων εἰς τοιαύτην κίνησιν ἀχθῆναι, διώσασθαι σπεύδουσαν ὅ τι περ ἂν ᾖ τὸ ἐπʼ αὐτὴν ἀπὸ τοῦ πρωτοπαθοῦντος μέρους ἀναφερόμενον· οὕτω δέ μοι δοκεῖ καὶ τἄλλα πάντα τὰ κλονοῦντα τὸ νευρῶδες γένος ἐπιγίνεσθαι συμπτώματα, τὰ δὲ εἰς κατάπτωσιν ἀναίσθητον ἄγοντα χωρὶς κινήσεως σπασμώδους, ἢ παλμώδους, ἐπὶ καταψύξει γίγνεσθαι σφοδρᾷ· τούτου δὲ γένους ἐστὶ καὶ ὁ λήθαργος. ἡ δὲ ἀποπληξία διὰ τὴν ἐξαίφνης γένεσιν ἐνδείκνυται ψυχρὸν χυμὸν, ἢ παχὺν, ἢ γλίσχρον ἀθρόως πληροῦντα τὰς κυριωτέρας τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, οὐ κατὰ δυσκρασίαν ὅλης τῆς οὐσίας αὐτοῦ γίνεσθαι, καθάπερ ὅ τε λήθαργος καὶ ἡ φρενῖτις, αἵ τε μανίαι καὶ αἱ μελαγχολίαι καὶ αἱ μωρώσεις, ἀπώλειαί τε τῆς μνήμης, ἀμυδρότης τε τῶν αἰσθήσεων, καὶ τῶν κινήσεων ἐκλύσεις. ἐπὶ δʼ οὖν ἁπάντων τῶν τοιούτων παθῶν, ὁποῖόν ἐστι καὶ τὸ τῆς ἀποπληξίας, τὸ μέγεθος τοῦ κινδύνου τεκμαίρου τῷ μεγέθει τῆς κατὰ τὴν ἀναπνοὴν βλάβης. ὥσπερ γὰρ ἐπὶ τῶν κοιμωμένων ἡ ἀναπνοὴ γίνεται, καίτοι μηδεμίαν ἄλλην ἐνέργειαν ἐνεργούντων τῶν προαιρετικῶν, ἀλλʼ ὑπτίων ἐπὶ τῆς κλίνης ἀκινήτων ἀνακειμένων, οὕτως κᾀν τοῖς καρώδεσι πάθεσιν ἅπασι μήτʼ αἰσθανομένου μήτε κινουμένου τοῦ σώματος, ὅμως ἡ ἀναπνοὴ μόνη διασώζεται, τῶν κινούντων τὸν θώρακα μυῶν ἔργον οὖσα· τούτου γὰρ ἐπιστήμην ἔχομεν βεβαίαν ἀποδεικτικῷ νόμῳ γεγονυῖαν, ὥσπέρ γε καὶ ὅτι τοῖς μυσὶν ἅπασιν ἡ ἀρχὴ τῆς κινήσεως ἀπὸ τῶν ἐμφυομένων αὐτοῖς γίνεται νεύρων· ἡ δὲ ἀνατομὴ σαφῶς ἡμᾶς ἐδίδαξεν, ἁπάντων τῶν νεύρων εἶναι τὴν πρώτην ἀρχὴν τὸν ἐγκέφαλον. [5]
8 201
οὐχ ἁπλῶς δʼ εἶπον ἀρχὴν, ἀλλὰ πρώτην τῷ λόγῳ προσέθηκα, διὰ τὸν νωτιαῖον· ὁρᾶται μὲν γὰρ ἐκφυόμενα τούτου νεῦρα πάμπολλα, τὴν χορηγίαν δʼ ὧν ἔχει δυνάμεων, αὐτὸς ὁ ἐγκέφαλος ἐπιπέμπει καὶ τῷ νωτιαίῳ. τὴν τοίνυν ἀναπνοὴν ὅταν ἱκανῶς ἐμποδιζομένην ἴδῃς καὶ μόγις γινομένην, οὐ μικρὰν τεκμαίρου τὴν νοσώδη διάθεσιν ἐν ἐγκεφάλῳ γεγονέναι, κατὰ πάσας τὰς καρώδεις νόσους. Ταῦτά τε οὖν ἅπαντα σαφῶς τὰ πάθη περὶ τὴν κεφαλὴν γίνεται, καὶ προσέτι τὸ καλούμενον σκοτωματικὸν, εὔδηλον ὂν κᾀξ αὐτῆς τῆς προσηγορίας, ὁποῖόν ἐστι. [15]
8 202
σκοτοῦνται γὰρ ἐπὶ σμικραῖς προφάσεσιν οἱ πάσχοντες, ὡς καὶ καταπίπτειν ἐνίοτε, μάλιστα μὲν ὅταν αὐτοί ποτε ἐν κύκλῳ περιστραφῶσιν· ὅπερ γὰρ τοῖς ἄλλοις ἐπὶ πολλαῖς περιστροφαῖς συμβαίνει, τοῦτο ἐκείνοις ἐπὶ μιᾶς. κᾂν ἕτερον δέ τινα περιστρεφόμενον ἴδωσι, σκοτοῦνται, κᾂν τροχὸν, ἤ τι τοιοῦτον περιδινούμενον, αὐτάς τε τὰς καλουμένας δίνας ἐν τοῖς ποταμοῖς. συμβαίνει δʼ αὐτοῖς ταῦτα μᾶλλον, ὅταν ἡλιωθῶσιν, ἤ πως ἄλλως θερμανθῶσι τὴν κεφαλήν. ἔοικεν οὖν ὅπερ ἐν τοῖς ἄλλοις ἐκ τοῦ περιστραφῆναι πολλάκις ἐν κύκλῳ συμβαίνει, τοῦτο ἐκείνοις ἄνευ τοῦ περιστραφῆναι γίγνεσθαι· τοῖς δὲ περιστρεφομένοις πολλάκις ἐν κύκλῳ ἀνώμαλός τε καὶ ταραχώδης καὶ ἄτακτος κίνησις τῶν τε χυμῶν καὶ τοῦ πνεύματος ὡμολόγηται γίγνεσθαι· εὔλογον οὖν τοῖς ἐν τῷ σκοτωματικῷ πάθει καθεστῶσι τοιοῦτόν τι συμβαίνειν. διὸ καί τινες αὐτῶν ἀρτηριοτμηθέντες ὤνηντο, διαιρουμένων δηλονότι τῶν ὀπίσω τῶν ὤτων ἀρτηριῶν ὅλων ἄχρι βάθους, ὡς οὐλὴν μεταξὺ γενέσθαι τῶν δύο μερῶν. ὅτι δὲ οὐ πάντες ὑπὸ τοῦ βοηθημάτος τοῦδε θεραπεύονται, δῆλόν ἐστιν· ἕτεραι γὰρ ἀρτηρίαι τούτων πολὺ μείζους ἐπὶ τὸν ἐγκέφαλον ἀνέρχονται κατὰ τὴν βάσιν αὐτοῦ διὰ τοῦ καλουμένου δικτυοειδοῦς πλέγματος, ὑφʼ ὧν γίνεσθαι τὸ πάθος εὔλογόν ἐστιν, ἀτμώδους καὶ θερμοῦ πνεύματος διʼ αὐτῶν ἀναφερομένου καὶ πληροῦντος τὸν ἐγκέφαλον· ἐγχωρεῖ δὲ καὶ κατʼ αὐτὸν τὸν ἐγκέφαλον ἀνώμαλόν τινα δυσκρασίαν γενέσθαι τοιούτου πνεύματος γεννητικήν. [5]
8 203
ἀλλʼ ὅτι γε καὶ τοῦτο τῆς κεφαλῆς ἐστιν τὸ πάθος, ἐξ αὐτῆς τῶν ἐσκοτωμένων τῆς αἰσθήσεώς ἐστι δῆλον· γίγνεται δὲ καὶ αὐτὸ, ποτὲ μὲν πρωτοπαθούσης τῆς κεφαλῆς, ποτὲ δὲ συμπαθούσης κατὰ τὸ στόμα τῆς κοιλίας. ὡμολόγει δὲ τοῦτο καὶ ὁ Ἀρχιγένης ἐν τῷ πρώτῳ τῶν χρονίων παθογνωμονικῶν γράψας ὡδὶ περὶ τοῦ σκοτωματικοῦ τούτου πάθους. λαμβάνει δὲ τὴν κατασκευὴν διχόθεν καὶ αὐτὸ, ἤτοι ἀπὸ κεφαλῆς ἢ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια χωρίων. καὶ μέντοι καὶ διορίζειν αὐτὰ πειρᾶται, τοῖς μὲν ἀπὸ τῆς κεφαλῆς πρωτοπαθούσης σκοτωματικοῖς ὤτων ἤχους καὶ κεφαλῆς ὀδύνας καὶ βάρη προηγεῖσθαι λέγων, ἢ καὶ τῆς ὀσφρήσεως, ἤ τινος ἄλλης βλάβην αἰσθήσεως τῶν ἐντεῦθεν· αὐτὸς γὰρ προσέθηκεν τούτῳ τῷ λόγῳ, τῶν ἐντεῦθεν, τὰς ἀπὸ τῆς κεφαλῆς ὁρμωμένας ἐμοὶ δοκεῖν ἐνδείξασθαι βουλόμενος· τοῖς δὲ ἀπὸ τοῦ στόματος τῆς κοιλίας σκοτωματικοῖς καρδιωγμοὺς καὶ ναυτίας προηγεῖσθαί φησιν. [5]
8 204
ἀλλʼ ὡς εἴρηταί μοι καὶ πρόσθεν ἤδη πολλάκις, εἰ καὶ κατὰ συμπάθειαν ἑτέρου μορίου πάσχοι ποθʼ ἡ κεφαλὴ, τὰ γινόμενα γοῦν πάθη ταύτης εἶναι νομιστέον ἐστίν. Οὐ μὴν οὐδὲ περὶ τῆς ὀνομαζομένης ὑπὸ τῶν ἰατρῶν κεφαλαίας ἀμφισβητήσειεν ἄν τις, ὡς οὐκ ἂν εἴη τῆς κεφαλῆς τὸ νόσημα. ἔστι γὰρ, ὡς ἄν τις συλλαβὼν λόγῳ βραχεῖ εἴποι, τὸ πάθος τοῦτο κεφαλαλγία χρόνιός τε καὶ δύσλυτος, ἐπὶ μικραῖς προφάσεσιν μεγάλους ἴσχουσα παροξυσμοὺς, ὡς μήτε ψόφων ἀνέχεσθαι, μήτε φωνῆς σφοδροτέρας, μήτε λαμπροῦ φωτὸς, μήτε κινήσεως, ἀλλʼ ἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βούλεσθαι διὰ τὸ μέγεθος τῶν ἀλγημάτων. ἔνιοι μὲν γὰρ αὐτῶν ὡς ὑπὸ σφυρᾶς πλήττεσθαι δοκοῦσιν, ἔνιοι δὲ ὡς θλωμένων ἢ διατεινομένων αἰσθάνονται τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δʼ εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. [15]
8 205
καὶ μέντοι καὶ διαλείπουσιν οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ καὶ τοῖς ἐπιλήπτοις, καί τις χρόνος γίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον οὖν ὅτι τὸ νόσημα τοῦτο τὴν μὲν εὐπάθειαν ἔχει τῆς κεφαλῆς ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ μᾶλλον δʼ ἐκείνων ἀσθενείας ἥκει τὰ κατὰ τὴν κεφαλαίαν πάσχοντα μόρια. διαφορὰ δέ τίς ἐστιν καὶ αὐτῶν τῶν κεφαλαλγικῶν, ἐνίων μὲν τὴν κεφαλὴν εὐπλήρωτον ἐχόντων, ἐπιτήδειον δὲ τὴν ὅλην τοῦ σώματος ἕξιν εἰς τὸ πληροῦν αὐτὴν, ἐνίων δὲ καὶ αὐτὰ τὰ πεφυκότα πάσχειν ἐπιτήδεια· καὶ συμβαίνει γε ταῖς τοιαύταις φύσεσιν κακῶς διαιτωμέναις εἰς τὸ τῆς κεφαλαίας ἐμπίπτειν πάθος. οὐκ ἀπεικὸς δὲ, τοῖς μέν τισιν αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνᾶσθαι μήνιγγας, ἐνίοις δὲ τὸ περικράνιον· ἡ διάκρισις δὲ αὐτῶν ἐν τῷ διήκειν, ἢ μὴ διήκειν τὰς ὀδύνας εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν. εὔλογον γὰρ οἷς ἡ διάθεσίς ἐστιν ἔνδον τοῦ κρανίου, τούτοις εἰς τὰς τῶν ὀφθαλμῶν βάσεις ἀφικνεῖσθαι τὸν πόνον, ἐπειδὴ καθήκουσιν εἰς αὐτὰς ἀποφύσεις ἐξ ἐγκεφάλου τε καὶ ἀμφοτέρων τῶν μηνίγγων, ἔτι τε καὶ τῶν ἐν αὐταῖς ἀγγείων. [15]
8 206
ἀλλὰ καὶ τῶν ὀδυνωμένων τὸ τῆς κεφαλῆς ἥμισυ μέρος, καλουμένων δὲ συνήθως ἡμικρανικῶν, ἐνίοις μὲν ἔξωθεν τοῦ κρανίου τὴν αἴσθησιν τῆς ὀδύνης γίνεσθαι συμβαίνει, τισὶ δὲ εἰς τὸ βάθος τῆς κεφαλῆς διήκουσαν· διορίζει δʼ ἑκάτερον μέρος τῆς κεφαλῆς, ἀριστερόν τε καὶ δεξιὸν, ἡ κατὰ τὸ μῆκος ἐκτεταμένη ῥαφὴ, καθʼ ἣν ἔνδον τῶν ὀστῶν τῆς κεφαλῆς ἡ μέσον τὸν ἐγκέφαλον διαιροῦσα γραμμὴ τέτακται, πρὸς ἣν ἀνήκει τὸ διάφραγμα τῶν ἐμπροσθίων δυοῖν κοιλιῶν. ἐπιτήδειοι δὲ φύσεις σωμάτων εἰσὶν πληροῦν τὴν κεφαλὴν, ἐν αἷς ἀτμῶδες πνεῦμα γεννᾶται θερμὸν, ἢ χολώδη περιττώματα κατὰ τὸ στόμα τῆς κοιλίας ἀθροίζεται· γίγνεται δὲ τὰ μὲν ἀπὸ τῶν πνευμάτων ἀλγήματα τονώδη, καλεῖται δὲ οὕτως οἷς αἴσθησις συνέζευκται τάσεως· τὰ δʼ ἀπὸ τῶν χολωδῶν περιττωμάτων δακνώδη· τὰ δʼ ὑπὸ πλήθους γινόμενα βάρους αἴσθησιν ἔχει, μετὰ μὲν ἐρεύθους καὶ θερμασίας συμβάντα θερμῶν χυμῶν, ἄνευ δὲ τούτων οὐ θερμῶν. ἐνίοις δὲ συμβαίνει συνεχῶς ἀλγεῖν τὴν κεφαλὴν ἔκ τε πόσεως οἴνου βραχεῖ πλείονος, ἢ ἀκρατεστέρου ποθέντος, ἔτι τε μᾶλλον, εἰ θερμὸς εἴη φύσει· πασῶν τε τῶν θερμῶν ὀσμῶν, ὅσοι στύρακος, ἢ κύφεως, ἢ ὅλως ἀρωμάτων θερμῶν θυμιωμένων γίγνονται· τινὲς δὲ οὐδὲ τὴν ἀπὸ τοῦ λιβανωτοῦ φέρουσιν ὀσμήν. [5]
8 207
εὔλογον δὲ καὶ διὰ περιττὴν αἴσθησιν ἐνίοις γίγνεσθαι τὰς ὀδύνας, ὥσπερ ἐπὶ τοῦ στόματος τῆς κοιλίας οὐκ ὀλίγοις· τισὶ μὲν γὰρ οὕτως ἐστὶν αἰσθητικὸν, ὡς μήτʼ ὄξος φέρειν δριμὺ, μήτε νᾶπυ, μήτʼ ἄλλο τι τοιοῦτον· ἐνίοις δʼ ἐγγὺς ἀναισθησίας ἥκει, φαίνονται γοῦν ἐρυγγάνοντες, ἐμοῦντες, ἔνιοι μὲν δεινῶς ἄτοπα ταῖς ποιότησιν, ὡς ἡμῶν τῶν ὀσμωμένων αὐτὰ μηδένα δύνασθαι φέρειν, αὐτοὶ δὲ μηδεμίας ἀξιολόγου δήξεως αἰσθανόμενοι. δυνατὸν οὖν ἐστι καὶ κατὰ τὸν ἐγκέφαλον εἶναι τοιαύτας διαφορὰς τοῖς ἀνθρώποις, ὡς τῶν αὐτῶν ὀσμῶν ἐνίους μὲν ἀλύπως ἀνέχεσθαι, καθάπερ εἰ καὶ μηδʼ ὅλως αὐτοῖς ἐπλησίασαν, ἐνίους δὲ ἀνιαρῶς. ἀλλʼ ὅτι γε τὰ τοιαῦτα πάθη πάντα τῆς κεφαλῆς ἐστιν, ἐναργῶς φαίνεται. Τό γε μὴν τῆς παραλύσεως νόσημα καὶ τὸ τῶν διʼ ὅλου τοῦ σώματος σπασμῶν, ἐξ οὗ γένους ἐστὶν καὶ ὁ τέτανος, οὐκ ἔθʼ ὁμοίως τοῖσδε διʼ αἰσθήσεως γνωστὸν, ἀλλὰ λόγου δεῖται τοῦ διδάξοντος. [15]
8 208
ὅταν οὖν ὅλον τὸ σῶμα βλάπτηταί ποτʼ εἰς τὰ τῶν νεύρων ἔργα, τὴν αὐτῶν ἀρχὴν πεπονθέναι δηλοῖ· ταύτην δʼ ἐξ ἀνατομῆς μόνης ἔνεστι γνῶναι. πάντων μὲν οὖν ἅμα τῶν νεύρων ἀπολεσάντων αἴσθησίν τε καὶ κίνησιν, ἀποπληξία τὸ πάθος ὀνομάζεται· κατὰ θάτερον δὲ μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, εἰ συμβαίνει τοῦτο, παράλυσις καλεῖται, τοῦ μέρους ἐκείνου δηλονότι καθʼ ὃ συνέστη, ποτὲ μὲν τοῦ δεξιοῦ, ποτὲ δὲ θατέρου· καθάπερ εἰ καὶ κατά τι τῶν κώλων γένοιτο, τοῦ μέρους ἐκείνου παράλυσίς ἐστι· καὶ γὰρ καὶ χεὶρ ὅλη, καὶ σκέλος ὅλον παραλύεταί ποτε, καὶ ποὺς μόνος ἐν σκέλει, καὶ τὰ μετὰ τὸ γόνυ, καὶ κατὰ τὸ τῆς ὅλης χειρὸς κῶλον, ἀνάλογον. ἐμάθομεν δὲ ἐν ταῖς ἀνατομαῖς, ἁπάντων τῶν καθʼ ὁρμὴν τοῦ ζώου κινουμένων μορίων ὅσα κάτω τοῦ τραχήλου, τούτων τὰ κινητικὰ νεῦρα τὴν ἔκφυσιν ἔχειν ἐκ τοῦ καλουμένου νωτιαίου μυελοῦ· καὶ μέντοι καὶ ὅτι ποτὲ μὲν ἅμα τῇ τοῦ μυελοῦ προσηγορίᾳ καλοῦσι τὸ μόριον ἐκεῖνο, νωτιαῖον μυελὸν ὀνομάζοντες, ἔστι δʼ ὅτε χωρὶς προσθήκης ἁπλῶς νωτιαῖον, ἀκηκόατε πολλάκις. [15]
8 209
ἐθεάσασθε δὲ κᾀν ταῖς ἀνατομαῖς τὰ τὸν θώρακα κινοῦντα νεῦρα ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐκφυόμενα νωτιαίου, καὶ πρὸς τοῦτο τὰς ἐγκαρσίας τομὰς αὐτοῦ, καθʼ ἃς ὅλως διακόπτεται, τὰ κατωτέρω μέρη πάντα τοῦ σώματος ἀναίσθητά τε καὶ ἀκίνητα ποιούσας, ὡς ἂν καὶ αὐτοῦ τοῦ νωτιαίου τήν τε τῆς αἰσθήσεως καὶ τὴν τῆς καθʼ ὁρμὴν κινήσεως δύναμιν ἐξ ἐγκεφάλου λαμβάνοντος. ἀλλὰ καὶ τοῦτο ἔτι κατὰ τὰς ἀνατομὰς ἐθεάσασθε, τὰς ἐγκαρσίας τομὰς τοῦ νωτιαίου, μέχρι τῆς μέσης ἐν αὐτῷ κατὰ τὸ μῆκος χώρας, οὐ πάντα τὰ κάτω παραλυούσας, ἀλλὰ μόνα τὰ κατʼ εὐθὺ τῆς τομῆς, δεξιὰ μὲν ἐπὶ τῷ δεξιῷ μέρει τοῦ νωτιαίου τμηθέντος, θάτερα δὲ ἐπὶ τῷ λοιπῷ. εὔδηλον οὖν ὅτι κατὰ τὴν πρώτην ἔκφυσιν τοῦ νωτιαίου γενομένης τινὸς διαθέσεως, ὑφʼ ἧς εἰς αὐτὸν αἱ παρʼ ἐγκεφάλου δυνάμεις ἀφικνεῖσθαι κωλυθήσονται, πάντα τὰ κάτω κῶλα, πλὴν τῶν κατὰ τὸ πρόσωπον, ἀκίνητα ἔσται καὶ ἀναίσθητα· καθάπερ εἰ καὶ τὸ ἥμισυ μέρος πάθοι τῆς ἐκφύσεως, οὐ πάντων ἔσται τῶν κάτω παράλυσις, ἀλλʼ ἤτοι τῶν ἀριστερῶν μόνων, ἢ τῶν δεξιῶν. [15]
8 210
ὁρῶνται δὲ τῶν τοιούτων παραλύσεων ἔνιαι καὶ τὰ κατὰ τὸ πρόσωπον βλάπτουσαι, καὶ παρασπᾶταί γε τὸ παραλυθὲν ἐπὶ θάτερον μέρος τοῦ προσώπου. μεμαθηκότες οὖν ἐν ταῖς ἀνατομαῖς, ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ νεῦρα τοῖς κατὰ τὸ πρόσωπον ἐπιπέμπεσθαι μορίοις, ἔνθα μὲν καὶ τούτων τι συμπαρελύθη τῷ παντὶ σώματι, κατὰ τὸν ἐγκέφαλον αὐτὸν εἴσεσθε τὴν διάθεσιν εἶναι τῆς παραλύσεως· ἡνίκα δʼ ἀπαθῆ διαφυλάττεται ταῦτα, κατὰ τὴν ἀρχὴν τοῦ νωτιαίου. συμβαίνει δʼ ἐνίοις μόνα τὰ κατὰ τὸ πρόσωπον πάσχειν, ὥσπέρ γε καὶ μόριον ἕν τι, γλῶτταν, ἢ ὀφθαλμὸν, ἢ γένυν, ἢ χεῖλος, ὡς ἂν οὐκ ἐχόντων αὐτῶν ἁπάντων ἕνα τόπον ἀρχὴν, ἀλλʼ ἐκ διαφερόντων μορίων ἐγκεφάλου λαμβανόντων τὰ νεῦρα, φαίνεται γὰρ τοῦτο σαφῶς ἐν ταῖς ἀνατομαῖς. ἡ τοίνυν ἀποπληξία πάσας ὁμοῦ τὰς ψυχικὰς ἐνεργείας βλάπτουσα, σαφῶς ἡμῖν ἐνδείκνυται τὸν ἐγκέφαλον αὐτὸν πάσχειν· ἡ διάγνωσις δὲ τοῦ κατὰ τὸ μέγεθος πάθους ἐκ τοῦ ποσοῦ τῆς κατὰ τὴν ἀναπνοὴν γίγνεται βλάβης· ἐφʼ ὧν μὲν γὰρ ἐπὶ πλεῖστον ἐκβέβηκε τοῦ κατὰ φύσιν ῥυθμοῦ, μεγάλην ἡγητέον εἶναι τὴν κατὰ τὸν ἐγκέφαλον βλάβην· ἐφʼ ὧν δὲ ὀλίγον ἐμποδίζεται, βραχεῖαν. [5]
8 211
ἁπασῶν δὲ χειρίστην ἀναπνοὴν ἡγητέον εἶναι τὴν διαλείπουσάν τε καὶ μετὰ βίας μεγάλης γινομένην. καὶ τό γʼ ἀποθνήσκειν τοὺς ἀποπλήκτους συμβαίνει διὰ τὴν ἀπώλειαν τῆς ἀναπνοῆς, ὡς τό γε μὴ κινεῖν τὰ μόρια τοῦ σώματος εἰς μὲν τὰς κατὰ τὸν βίον πράξεις ἄχρηστον ἀποδείκνυσιν τὸν ἄνθρωπον, οὐ μὴν ὀξὺν ἐπιφέρει τὸν θάνατον. ἴδομεν γοῦν ἤδη τινὰ τὰ μὲν ἄλλα πάντα παραλελυμένον, ἐνεργοῦντα δὲ κατὰ φύσιν ἅπασιν τοῖς κατὰ τὸ πρόσωπον μέρεσιν· ἐσώζετο δὲ αὐτῷ δηλονότι καὶ ἡ ἀναπνοή· πῶς γὰρ ἂν ἠδύνατο ζῇν ἐπὶ πλεῖστον, ἀπολωλυίας αὐτῆς; τούτῳ πρωτοπαθεῖν ἐλογιζόμεθα τοῦ νωτιαίου τὸ κατωτέρω βραχεῖ τῆς ἐπὶ τὸ διάφραγμα τῶν νεύρων ἐκφύσεως· εὔδηλον δὲ ὅτι καὶ οὖρα καὶ διαχωρήματα χωρὶς προαιρέσεως ἀπεκρίνετο. καὶ μέντοι καὶ ἄλλον ἐκ καταπτώσεως ἐθεασάμεθα, πλὴν τῶν χειρῶν, τὰ κάτω πάντα παραλυθέντα. [15]
8 212
καθάπερ δὲ παράλυσις ὅταν ἐν ὅλῳ γένηται τῷ σώματι, τῶν κατὰ τὸ πρόσωπον ἀβλαβῶν διαμενόντων, ἐν ἀρχῇ τοῦ νωτιαίου τὸ πάθος εἶναι δηλοῖ, κατὰ τὸν αὐτὸν λόγον, εἰ καὶ σπασμὸς ἐν ὅλῳ τῷ σώματι γένοιτο, τὸν αὐτὸν τόπον τοῦ νωτιαίου πεπονθέναι δηλώσει, τῶν γε κατὰ τὸ πρόσωπον ἀπαθῶν διαμενόντων· εἰ δὲ καὶ ταῦτα πάσχει, κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ πάθος ἐνδείξεται· μορίου δέ τινος σπωμένου, τὸ κινητικὸν ἐκείνου νεῦρον, ἢ τοὺς μῦς, ἀναγκαῖόν ἐστι πάσχειν. ἐπιστάμενος οὖν τις ἐξ ἀνατομῆς ἀρχὰς τῶν εἰς ἕκαστον μόριον ἀφικνουμένων νεύρων, ἄμεινον ἰάσεται τὰς ἀναισθησίας καὶ ἀκινησίας ἑκάστου μέρους. ἀδιόριστον δὲ τοῦτο καταλειφθὲν ὑφʼ Ἡροφίλου τε καὶ Εὐδήμου, τῶν πρώτων μεθʼ Ἱπποκράτην νεύρων ἀνατομὴν ἐπιμελῶς γραψάντων, οὐ σμικρὰν ζήτησιν παρέσχε τοῖς ἰατροῖς, ὅπως ἔνιαι μὲν τῶν παραλύσεων αἴσθησιν μόνην, ἔνιαι δὲ τὴν προαιρετικὴν κίνησιν, ἔνιαι δὲ ἀμφοτέρας διαφθείρουσι. μάλιστα μὲν οὖν ἡ παράλυσις ἐπὶ ἐπὶ τῇ τῆς κινήσεως ἀπωλείᾳ λέγεται, τῶν τὴν αἴσθησιν ἀπολωλεκότων μορίων ἀναισθήτων μὲν εἶναι, παραλελύσθαι δʼ οὐ πάνυ τι συνήθως λεγομένων· ἤδη μέντοι τινὲς καὶ τοῦτο τὸ πάθημα παράλυσιν αἰσθήσεως ὀνομάζουσιν· ὑμεῖς δὲ, ὡς ἀεὶ παρακελευόμεθα, συγχωρεῖτε μὲν ὀνομάζειν ἑκάστοις ὡς ἂν ἐθέλωσιν, σκοπὸς δʼ ὑμῖν ἔστω, τὸν πεπονθότα τόπον εὑρεῖν, ἅμα δηλονότι τῇ κατʼ αὐτὸν διαθέσει· χωρὶς γὰρ τοῦ ταῦτα γνῶναι βεβαίως ἀδύνατον ἔσται θεραπεύειν ὀρθῶς τὰ βεβλαμμένα κίνησιν ἢ αἴσθησιν μόρια. [5]
8 213
Παυσανίας οὖν ἀπὸ τῆς Συρίας σοφιστὴς εἰς Ῥώμην ἀφικόμενός ποτε, τοὺς μικροὺς δύο δακτύλους τῆς ἀριστερᾶς χειρὸς καὶ τοῦ μέσου τὸ ἥμισυ δυσαισθήτους μὲν ἔσχεν τὸ πρότερον, ὕστερον δὲ καὶ ἀναισθήτους, κακῶς θεραπευσάμενος ὑπὸ τῶν ἰατρῶν. ἐπεὶ δὲ ἐγὼ θεασάμενος αὐτὸν ἠρώτων τε τὰ προγεγονότα πάντα, σὺν αὐτοῖς τε ἤκουσα κατὰ τὴν ὁδὸν τοῦ ὀχήματος ἐκπεσόντα τὸν ἄνδρα πληγῆναι τὴν ἀρχὴν τοῦ μεταφρένου, καὶ τὸ μὲν πληγὲν μέρος ἐν τάχει θεραπευθῆναι, κατὰ βραχὺ δὲ αὐξηθῆναι τὴν τῶν δακτύλων βλάβην τῆς αἰσθήσεως· ἃ τοῖς δακτύλοις ἐκεῖνοι προσέφερον φάρμακα, ταῦτʼ ἐκέλευσα κατὰ τοῦ πληγέντος τίθεσθαι μορίου, καὶ οὕτως ὁ ἀνὴρ διὰ ταχέων ὑγιάσθη. [15]
8 214
τὴν ἀρχὴν δὲ οὐδʼ ὅτι τῶν μὲν εἰς τὸ δέρμα τῆς ὅλης χειρὸς διασπειρομένων νεύρων, ἐξ ὧν ἔχει τὴν αἴσθησιν, ἴδιαί τινές εἰσιν αἱ ῥῖζαι· τῶν δὲ τοὺς μῦς κινούντων ἕτεραι γιγνώσκονται τοῖς ἰατροῖς. ἴσως δʼ ἐπὶ πλέον ἢ προὔκειτο τὸν λόγον ἰόντα καταπαύειν ἤδη προσήκει. προὔκειτο μὲν γὰρ ἐν τῷδε τῷ γράμματι τὰ κατὰ τὴν κεφαλὴν, καὶ μάλιστα τὸν ἐγκέφαλον, εὑρεῖν πάθη πάντα· διότι δʼ ἐστὶν οὗτος ἀρχὴ νεύρων, ἐξ ἀκολουθίας ὁ λόγος ἧκεν ἐπὶ τὰ πάθη τῶν νεύρων· ὥστε ἤδη περιγράψαντες καὶ τοῦτον τὸν λόγον ἐνταῦθα περὶ τῶν ἐν τοῖς κατὰ τὴν κεφαλὴν μορίοις γιγνομένων παθῶν ἐφεξῆς σκεψώμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς καὶ τῆς ὀσφρήσεως ἡ βλάβη πάθος ἐστὶν οὐ τῶν κατὰ τὴν ῥῖνα πόρων, ἀλλʼ ἤτοι τῶν ἐμπροσθίων τοῦ ἐγκεφάλου κοιλιῶν εἰς δυσκρασίαν ἀγομένων, ἢ τῶν ἐν τοῖς ἠθμοειδέσιν ὀστοῖς πόρων ἐμφραττομένων· εἴπέρ γε καὶ ἡ τῶν ὀσφρητῶν αἴσθησις ἐν ταῖς ἐμπροσθίαις τοῦ ἐγκεφάλου κοιλίαις γίγνεται, τῶν ἀτμῶν εἰς αὐτὰς ἀναφερομένων διὰ τῶν ἐν τοῖς ἠθμοειδέσιν τρημάτων, ὡς ἐν τῷ περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου δέδεικται γράμματι. [15]
8 216 (t1)
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Δ. Ἐν μὲν τοῖς πρώτοις ὑπομνήμασι δύο τὴν καθόλου μέθοδον, ᾗ χρώμεθα πρὸς τὰς τῶν πεπονθότων τόπων διαγνώσεις, αὐτάρκως ἐπεσκεψάμεθα σὺν πολλοῖς παραδείγμασιν ὡρισμένων μορίων. ἐπεὶ δὲ, ὡς εἴρηταί μοι καὶ δέδεικται πολλάκις ἤδη διʼ ἄλλων ὑπομνημάτων, ἀσκεῖσθαι χρὴ γυμναζόμενον ἐν τοῖς κατὰ μέρος, εἰ μέλλοι τις ἀσφαλῶς τε ἅμα καὶ ταχέως ἐπὶ τῶν ἔργων τῆς τέχνης ἕκαστα πράττειν, ἃ διὰ τῶν καθόλου μεθόδων ἐμάθετο, διὰ τοῦτο καὶ νῦν ἔδοξεν ἄμεινον εἶναι πάντων τῶν ἐν τῷ σώματι μορίων, ὅσα μὴ φαίνεται ταῖς αἰσθήσεσιν, λογικὰς διαγνώσεις εἰπεῖν, ὅτʼ ἂν ὁπωσοῦν πάσχωσιν, τὴν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς ποιησαμένους. [5]
8 217
περὶ μὲν οὖν τῆς γενομένης βλάβης τῇ τε μνήμῃ καὶ τῇ νοήσει καὶ ταῖς ἄλλαις ἐνεργείαις, ἃς ἡγεμονικὰς εἰώθαμεν ὀνομάζειν, ἐν τῷ τρίτῳ τῶνδε τῶν ὑπομνημάτων διῆλθον, ἅμα τῷ γεγυμνάσθαι κατὰ τὴν μέθοδον ἐν εἴδεσι παθῶν οὐκ ὀλίγοις. εἴρηται γὰρ ἐν αὐτῷ καὶ περὶ παραφροσύνης, τῆς τε ἐν τοῖς φρενιτικοῖς πάθεσιν καὶ τῆς ἄνευ πυρετῶν, ἣν μανίαν ὀνομάζουσιν· ὡσαύτως δὲ καὶ περὶ ληθάργου καὶ κάρου καὶ τῶν ἐπιληπτικῶν καὶ μελαγχολικῶν καὶ σκοτωματικῶν παθῶν, ὥσπέρ γε καὶ περὶ κεφαλαίας καὶ ἡμικρανίας, ἀποπληξίας τε καὶ τῶν ὁμοίων αὐτοῖς. Ἐν δὲ τῷ νῦν ἐνεστῶτι τετάρτῳ τῆς ὅλης ὄντι πραγματείας ὁ λόγος ἔστω μοι περὶ τῶν κατὰ τὸ πρόσωπον μορίων τῶν ἐν βάθει πεπονθότων, τὴν ἀρχὴν ἀπὸ τῶν ὀφθαλμῶν ποιησαμένῳ. τούτων γὰρ ἐνίοτε μὲν ὁ ἕτερος, ἐνίοτε δὲ ἀμφότεροι παραλύονται τῆς κινήσεως, ἢ αἰσθήσεως, ἢ ἀμφοτέρων· ἐνίοτε δὲ καὶ κατʼ αὐτὸν τὸν ἕνα ποτὲ μὲν τὸ βλέφαρον ἔπαθε μόνον, ἔστι δʼ ὅτε καὶ κατʼ αὐτὸν τὸν κυρίως ὀνομαζόμενον ὀφθαλμὸν γέγονεν ἢ εἰς αἴσθησιν, ἢ εἰς κίνησιν ἡ βλάβη. [15]
8 218
ὅτʼ ἂν μὲν οὖν μηδενὸς φαινομένου κακοῦ περὶ τὸν ὀφθαλμὸν ἀπολέσθαι τὴν ὀπτικὴν αἴσθησιν συμβῇ, τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον εἰς αὐτὸν ἔχει τὴν αἰτίαν, ἤτοι φλεγμαῖνον, ἢ σκιῤῥούμενον, ἢ ὁπωσοῦν ἄλλως ἐξ ἐπιῤῥοῆς ὑγρῶν βλαπτόμενον, ἢ ὁπωσοῦν ἄλλως ἐμφραττομένου πόρου τοῦ κατʼ αὐτόν. καὶ ταῦτα μὲν ὡς ὀργανικῷ μορίῳ συμβαίνειν ἀναγκαῖον αὐτῷ, τὰ δʼ ὡς ὁμοιομερεῖ κατὰ τὰς ὀκτὼ δυσκρασίας· ἔξωθεν δὲ τούτων, ὅταν ἤτοι μηδʼ ὅλως ἢ παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς. τῆς κινήσεως δὲ ἀπολωλυίας μόνης ὁποτέρου τῶν ὀφθαλμῶν, τὸ κατὰ τὴν δευτέραν συζυγίαν νεῦρον ἀποφυόμενον τοῦ ἐγκεφάλου πεπονθέναι τι πάθος ἀναγκαῖόν ἐστιν ὧν διῆλθον ἀρτίως ἐπὶ θατέρου νεύρου τοῦ κατὰ τὴν πρώτην συζυγίαν ἐκφυομένου. ἐπεὶ δὲ, ὡς ἐμάθομεν ἐν ταῖς ἀνατομαῖς, ἓξ μέν εἰσιν οἱ τὸν ὀφθαλμὸν αὐτὸν κινοῦντες μύες, ἄλλοι δὲ περιλαμβάνουσι τὴν ῥῖζαν τοῦ καθήκοντος εἰς αὐτὸν πόρου, καλοῦσι γὰρ οὕτως οἱ ἀνατομικοὶ τὸ κατὰ τὴν πρώτην συζυγίαν νεῦρον, ὅτι μόνῳ σαφές ἐστιν ἐν αὐτῷ τὸ τρῆμα, συμβαίνει δὲ πολλάκις αὐτὸ μὲν τοῦτο μηδὲν πεπονθέναι, τῶν δὲ μυῶν τινα πάσχειν ἤτοι κατὰ τὴν οἰκείαν οὐσίαν ὁτιοῦν πάθος ὧν ἀρτίως εἶπον, ἢ τοῦ νεύρου τοῦ καθήκοντος εἰς αὐτὸν βλαβέντος. [5]
8 219
εἰς ἕκαστον γάρτοι τῶν μυῶν τούτων ἀφικνεῖταί τις μοῖρα τοῦ κατὰ τὴν δευτέραν συζυγίαν ἀποφυομένου νεύρου, καθάπερ γε καὶ εἰς τοὺς περιλαμβάνοντας τὸν πόρον μύας, εἴτε δύο χρὴ τούτους, εἴτε τρεῖς, εἴθʼ ἕνα λέγειν, οὐδὲν γὰρ διαφέρει πρός γε τὰ παρόντα, γιγνωσκόντων ἡμῶν ὅτι τοῖς μυσὶ τούτοις ἔργον ἐστὶν ἀνασπᾷν τε ἅμα καὶ στηρίζειν τὸν ὀφθαλμὸν, ὡς ἂν μὴ περιτρέποιτο κατὰ μηδένα τρόπον τῆς ὁδοιπορίας τὸ μαλακὸν νεῦρον, ὃ δὴ καὶ ὀπτικὸν ὀνομάζεται καὶ πόρος. ἓξ οὖν ὄντων τῶν κινούντων τὸν ὀφθαλμὸν μυῶν, εἰ μὲν ὁ ἀνασπῶν αὐτὸν πάθοι, κατεσπασμένος φαίνεται τηνικαῦτα σύμπας ὁ ὀφθαλμός· εἰ δὲ ὁ κατασπῶν, ἀνεσπασμένος· εἰ δὲ ὁ πρὸς τὸν μικρὸν κανθὸν ἀπάγων, ὡς πρὸς τὸν μείζονα παρεσπασμένος· εἰ δʼ ὁ πρὸς τοῦτον, ὡς τὸν ἕτερον· εἰ δὲ τῶν περιστρεφόντων μυῶν ὁποτεροσοῦν παραλυθείη, λοξὴν ἕξει τὴν διαστροφὴν ὁ σύμπας ὀφθαλμός. [15]
8 220
ὄντων δὲ, ὡς ἔφην, καὶ ἄλλων μυῶν, τῶν περιεχόντων τὸ μαλακὸν νεῦρον, εἰδέναι χρὴ τὴν παράλυσιν αὐτῶν, ὅλον τὸν ὀφθαλμὸν ἐργαζομένην προπετῆ· καὶ βλέπουσί γε τούτων οἱ πλείους ἀβλαβῶς, ἐπεκτεινομένου μὲν ἠρέμα τοῦ νεύρου τοῦ μαλακοῦ, πάσχοντος δὲ οὐδὲν, ὡς ἄν γε πάθῃ τι, χεῖρον ὁρῶσιν οἱ οὕτως παθόντες· εἰ δὲ καὶ μεῖζον αὐτῷ συμβαίη τὸ πάθημα, πρόδηλον ὡς οὐδʼ ὅλως ὄψονται. καὶ κατὰ διαστροφὰς δὲ τῶν ὀφθαλμῶν ἡ μὲν ἐφʼ ὁποτερονοῦν κανθὸν ἐκτροπὴ φυλάττει τὴν κατὰ φύσιν ἐνέργειαν τὴν ὀπτικήν· ἡ δʼ ἄνω καὶ κάτω, καθάπέρ γε καὶ αἱ λοξαὶ, διπλᾶ φαίνεσθαι ποιοῦσιν πάντα τὰ ὁρώμενα. τῶν δὲ τὸ ἄνω βλέφαρον κινούντων μυῶν, ἀκίνητον γάρ ἐστιν τὸ κάτω, σμικροτάτων ὄντων, ὡς μόγις ἐπὶ μεγάλων ζώων φαίνεσθαι σαφῶς, εἰκότως ἡ τῶν νεύρων ἔμφυσις εἰς αὐτούς ἐστι δυσθεώρητος· ἀλλὰ κᾀνταῦθα καθάπερ ἐπὶ τῶν προειρημένων μυῶν, οὕτως κᾀπὶ τούτων ἀναγκαῖόν ἐστι, πολλάκις μὲν αὐτοὺς τοὺς μῦς ἴδιόν τι πάθημα πάσχειν, ὁπόσα τὰ τῶν μυῶν ἴσμεν, ἐνίοτε δὲ τῶν ἐμφυομένων εἰς αὐτοὺς νεύρων τι πεπονθέναι. [15]
8 221
ὁ μὲν οὖν ἀνατείνων αὐτὸν παραλυθεὶς χαλαρὸν ἀποδείξει τὸ βλέφαρον, ὡς μὴ δύνασθαι διανοίγειν τὸν ὀφθαλμόν· οἱ κατασπῶντες δὲ, δύο γάρ εἰσιν αὐτοὶ, κλείειν ἀδυνατήσουσιν· εἰ δʼ ὁ ἕτερος αὐτῶν πάθοι μόνος, ἐπὶ τὸν ἀντικείμενον αὐτῶν μῦν παρασπασθήσεται τὸ βλέφαρον, ὡς δοκεῖν κεκλάσθαι κατὰ μέσην τὴν ἐπὶ τῷ πέρατι περιγραφὴν αὐτῶν, καὶ τὸ μὲν ἕτερον μέρος, ὃ κατὰ τὸν πεπονθόνα μῦν ἐστι, ἀνεσπάσθαι, τὸ δʼ ἕτερον, ὃ κατὰ τὸν ἀπαθῆ, κατεσπάσθαι. ταῦτα μὲν οὖν ἴδια πάθη τῶν κατὰ τὸν ὀφθαλμόν ἐστι μορίων, ἀφανεῖς ἔχοντα τοὺς πάσχοντας τόπους, ἕτερα δʼ ἐξ ἄλλων ἐπʼ αὐτὸν ὁρμᾶται κατὰ συμπάθειαν. τοῖς γοῦν τῶν ὑποχεομένων φαντάσμασιν ὅμοια φαίνεται, μηδεμιᾶς οὔσης ἰδιοπαθείας κατὰ τὸν ὀφθαλμὸν, ἀλλʼ ἐπὶ συμπαθείᾳ τῇ κατὰ τὸ στόμα τῆς κοιλίας, ἢ κατὰ τὸν ἐγκέφαλον. ἀλλὰ καὶ ταῦτα διορίζεσθαι χρὴ τῶν ἀπὸ τῆς γαστρὸς ἀρχομένων, πρῶτον μὲν τῷ τὸν ἕτερον ὀφθαλμὸν μόνον ἢ ἀμφοτέρους ὁμοίως φαντάζεσθαι· τοὐπίπαν γὰρ αἱ μὲν ἐπὶ τῇ κατὰ τὴν γαστέρα κακοχυμίᾳ γινόμεναι φαντασίαι τοῖς ὀφθαλμοῖς ἀμφοτέροις ὡσαύτως συμβαίνουσιν, αἱ δʼ ἐπὶ ταῖς ὑποχύσεσιν οὔτʼ ἄρχονται κατʼ ἀμφοτέρους, οὔθʼ ὁμοίως φαίνονται· δευτέρῳ δʼ ἐφεξῆς τῷ κατὰ τὸν χρόνον· εἰ γὰρ ἤτοι τριῶν ἢ τεττάρων μηνῶν ἢ καὶ πλειόνων ἤδη φαίνοιτο τὰ τῶν ὑποχεομένων συμπτώματα, σοὶ δὲ κατασκεψαμένῳ τὰς κόρας μηδὲν ἀχλυῶδες ἐμφαινόμενον εὑρίσκοιτο, διὰ τὸ στόμα τῆς κοιλίας αὐτοὺς πάσχοντας εὑρήσεις· οὔπω δʼ ὄντος ἀξιολόγου τοῦ χρόνου, πρῶτον μὲν ἐρωτήσεις εἰ διηνεκῶς ἐν ἁπάσαις ταῖς ἡμέραις ἀφʼ ἧς ἤρξατο πάσχειν οὕτω διατελεῖ φαινόμενα, μηδεμιᾶς ἡμέρας ἐν τῷ μεταξὺ γενομένης ἀμέμπτου τελέως, ἢ παρενέπεσόν τινες ἀμέμπτως ὑγιεῖς, ὡς δοκεῖν ἀκριβῶς ὑγιεῖς εἶναι· τὸ μὲν γὰρ διηνεκὲς ὡς ἔνδειξιν ὑποχύσεως ἔχει, τὸ δὲ διαλεῖπον ὑποψίαν τῶν κατὰ τὴν γαστέρα, καὶ μᾶλλον ὅτʼ ἂν ἐπὶ ταῖς ἀκριβέσιν εὐπεψίαις μηδὲν ἑαυτῷ λέγῃ φαίνεσθαι φάντασμα, πολὺ δὲ μᾶλλον ὅταν ἅμα τῇ γενέσει τῶν φαντασμάτων αἰσθάνηταί τινος ἐν τῷ στόματι τῆς κοιλίας δήξεως, ἔτι δὲ μᾶλλον ὅταν ἐπὶ τοῖσδε, τῶν δακνόντων ἐμεθέντων, παύηται τὰ συμπτώματα. [15]
8 223
ταῦτα μὲν οὖν εὐθέως κατὰ τὴν πρώτην ἡμέραν, ἐν ᾗπερ ἂν ἴδῃς τὸν ἄνθρωπον, ἐξ ἀνακρίσεως ὑπάρξει σοι μαθεῖν, ὅτʼ ἂν, ὡς ἔφην, ἀκριβῶς κατὰ φύσιν ἔχωσιν οἱ ὀφθαλμοί· τῆς δὲ θατέρου κόρης ἀχλυωδεστέρας, ἢ θολωδεστέρας, ἢ συνελόντι φάναι, μὴ καθαρᾶς ἀκριβῶς φαινομένης, ὑποχύσεώς ἐστιν ἀρχή· ἐὰν δʼ ἔνιοι φύσει τὰς κόρας μὴ πάνυ τι καθαρὰς ἔχωσιν, ἐπισκεπτέον ἐστὶν, εἰ ἀμφότεραι παραπλησίως φαίνονται διακείμεναι, καὶ εἰ πρὸς τούτῳ μηδέπω χρόνος ἱκανὸς ἐπὶ τοῖς τῆς ὑποχύσεως συμπτώμασιν προγεγονὼς ὑπάρχει· κᾂν ταῦθʼ οὕτως ἔχῃ, κέλευσον ἀρκεσθῆναι τροφῇ τῆς συνήθους ἐλάττονι, μηδὲν ἐχούσῃ κακόχυμον. εἶτα κατὰ τὴν ὑστεραίαν εὐπεπτηκότος ἀκριβῶς αὐτοῦ, πυθοῦ περὶ τῶν κατὰ τὴν ὄψιν φαντασμάτων· εἰ μὲν γὰρ ἤτοι μηδʼ ὅλως ἢ ἀμυδρῶς φαίνοιτο, στομαχικὸν ἦν τὸ σύμπτωμα· μενόντων δʼ ὁμοίων αὐτῶν, οὐ κατὰ συμπάθειαν, ἀλλὰ κατὰ διάθεσιν οἰκείαν εἰδέναι χρὴ ταῦτα συμπίπτοντα τοῖς ὀφθαλμοῖς, ἔτι δὲ μᾶλλον, ἐὰν τοῦ διʼ ἀλόης φαρμάκου λαβὼν, ὁμοίως ἔχῃ· λέγω δὲ διὰ τῆς ἀλόης, ὃ προσαγορεύουσιν ἔνιοι μὲν ἱερὰν πικρὰν, ἔνιοι δὲ ἁπλῶς πικράν. [15]
8 224
εἰ γὰρ στομαχικὸν εἴη τὸ σύμπτωμα, θεραπευθήσεται ῥᾷστα διὰ τῆς τοῦ φαρμάκου τούτου πόσεως, ἅμα ταῖς εὐπεψίαις, ὡς συνελθεῖν εἰς ταὐτὸν ἀμφότερα, τήν τε διάγνωσιν τοῦ πεπονθότος τόπου καὶ τὴν θεραπείαν αὐτοῦ. ἐγὼ δὲ, ὡς ἴστε, καὶ χωρὶς τοῦ θεάσασθαι τοὺς οὕτω πάσχοντας ἐθεράπευσα διὰ γραμμάτων ἐνίους ἐν ἄλλοις ὄντας ἔθνεσιν· καὶ γὰρ ἐκ τῆς Ἰβηρίας καὶ τῆς Κελτικῆς καὶ Ἀσίας καὶ Θρᾴκης καὶ ἄλλων χωρίων ἐπιστειλάντων μοί τινων, εἴ τι πρὸς ἀρχὰς ὑποχύσεως, μήπω μηδεμιᾶς ἐναργῶς φαινομένης βλάβης ἐν τῇ κόρῃ, φάρμακον ἔχοιμι δόκιμον, ἀποστέλλειν αὐτοῖς, ἠξίωσα δηλωθῆναί μοι πρότερον, εἰ ἐκ τοῦ πολλοῦ χρόνου πάσχουσι, καὶ τἄλλα περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον· εἶτα τοῖς ἐπιστείλασιν, ἓξ μῆνας ἢ ἐνιαυτὸν ἀπὸ τῆς ἀρχῆς γεγονέναι φασκόντων, ἀμφοτέρων ὁμοίως τῶν ὀφθαλμῶν ἐπὶ μὲν ταῖς εὐπεψίαις ἄμεινον ἐχόντων, παροξυνομένων δὲ ἐπὶ ταῖς ἀπεψίαις καὶ ταῖς τοῦ στομάχου δήξεσιν, ἐμεσάντων τε χολῆς καὶ καθισταμένων, οὐδὲν ἔτι περὶ τῆς κόρης ἀξιώσας πυθέσθαι, βεβαίως ἔγνων ὡς οὐκ ἰδιοπάθειαν ἀλλὰ συμπάθειαν εἶναι τῶν ὀφθαλμῶν ἐπὶ τῇ γαστρί· καὶ πέμψας αὐτοῖς τὴν πικρὰν, ἐκείνους μὲν πρῶτον καὶ μάλιστα, διὰ ἐκείνων δὲ καὶ ἄλλους πολλοὺς τῶν ὁμοεθνῶν αὐτοῖς ἰασάμην· ὄντες γὰρ αὐτοὶ πάντες οἷς ἔπεμψα πεπαιδευμένοι, μαθόντες δʼ ἐξ ὧν αὐτοῖς ἐπέστειλα τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, αὐτοί τε τοῦ λοιποῦ ῥᾳδίως ἐγνώριζον αὐτοὺς, ἐθεράπευόν τε τῷ πικρῷ φαρμάκῳ. [10]
8 225
παραπλήσια δὲ τοῖς τῶν ὑποχεομένων συμπτώματα γίνεται πολλάκις ἐγκεφάλου πάσχοντος ἔν τισι φρενιτίδων εἴτε εἴδεσιν εἴτε διαφοραῖς ἐθέλοις ὀνομάζειν. εἰσὶν μὲν γὰρ αὐτῆς ἁπλαῖ μὲν δύο, σύνθετος δὲ ἐξ ἀμφοῖν ἡ τρίτη. τινὲς μὲν γὰρ τῶν φρενιτικῶν, οὐδὲν ὅλως σφαλλόμενοι περὶ τὰς αἰσθητικὰς διαγνώσεις τῶν ὁρατῶν, οὐ κατὰ φύσιν ἔχουσι ταῖς διανοητικαῖς κρίσεσιν· ἔνιοι δʼ ἔμπαλιν ἐν μὲν ταῖς διανοήσεσιν οὐδὲν σφάλλονται, παρατυπωτικῶς δὲ κινοῦνται κατὰ τὰς αἰσθήσεις, ἄλλοις δέ τισιν κατʼ ἄμφω βεβλάφθαι συμβέβηκεν. [15]
8 226
ὁ δὲ τρόπος ἑκατέρας τῆς βλάβης τοιόσδʼ ἐστίν. καταλειφθείς τις ἐπὶ τῆς οἰκίας ἐν Ῥώμῃ μεθʼ ἑνὸς ἐριουργοῦ παιδὸς, ἀναστὰς ἀπὸ τῆς κλίνης ἧκεν ἐπὶ τῆς θυρίδος, διʼ ἧς οἷόν τʼ ἦν ὁρᾶσθαί τε αὐτὸν καὶ ὁρᾷν τοὺς παριόντας. εἶτα τῶν ὑαλίνων σκευῶν ἕκαστον ἐπιδεικνὺς αὐτοῖς, εἰ κελεύοιεν αὐτὸ βάλλειν, ἐπυνθάνετο. τῶν δὲ μετὰ γέλωτος ἀξιούντων τε βαλεῖν καὶ κροτούντων ταῖς χερσὶν, ὁ μὲν ἔβαλεν ἐφεξῆς ἅπαντα προχειριζόμενος, οἱ δὲ γελῶντες ἐκεκράγεισαν. ὕστερον δέ ποτε πυθόμενος αὐτῶν, εἰ καὶ τὸν ἐριουργὸν κελεύοιεν βληθῆναι, κελευσάντων αὐτῶν, ὁ μὲν ἔβαλεν, οἱ δὲ ἐπεὶ καταφερόμενον ἐξ ὕψους ἐθεάσαντο, γελῶντες μὲν ἐπαύσαντο, πεσόντα δὲ προσδραμόντες ἀνείλοντο συντριβέντα. τὸ δʼ ἐναντίον οὐ μόνον ἐπʼ ἄλλων, ἀλλὰ καὶ ἐμαυτῷ συμβὰν οἶδα μειρακίῳ τὴν ἡλικίαν ὄντι. πυρέττων γὰρ ἐν θέρει πυρετῷ διακαεῖ, τῆς τε κλίνης ἐξέχειν τινα κάρφη, κατὰ τὴν χρόαν ὀρφνώδη, καὶ τῶν ἱματίων ὁμοίας κροκύδας ἐνόμιζον· εἶτʼ ἀφαιρεῖν μὲν αὐτὰς ἐπεχείρουν, οὐδενὸς δὲ ὑπὸ τῶν δακτύλων ἀναφερομένου, συνεχέστερόν τε καὶ σφοδρότερον ἐπεχείρουν οὕτω πράττων. [15]
8 227
ἑταίρων δὲ δυοῖν παρόντων ἀκούσας ἀλλήλοιν λεγόντων, ὡς οὗτος ἤδη κροκυδίζει τε καὶ καρφολογεῖ, συνῆκα μὲν ὡς αὐτὸ τοῦτο πεπόνθοιμι τὸ λεγόμενον ὑπʼ αὐτῶν, ἀκριβῶς δὲ παρακολουθῶν ἐμαυτῷ μὴ παραπαίοντι κατὰ τὴν λογιστικὴν δύναμιν, ὀρθῶς, ἔφην, λέγετε, καὶ βοηθεῖτέ μοι, μὴ φρενιτίσω. τραπομένων δʼ αὐτῶν ἐπὶ τὰς προσηκούσας ἐπιβροχὰς τῆς κεφαλῆς, διʼ ὅλης τῆς ἡμέρας καὶ νυκτὸς ἐνύπνια μέν μοι ταραχώδη τινὰ συνέπεσεν ἄχρι τοῦ βοῆσαί τε καὶ ἀναπηδῆσαι πρὸς ταῦτα, κατέστη δὲ τὰ συμπτώματα πάντα κατὰ τὴν ἑξῆς ἡμέραν. εὔδηλον οὖν ὅτι τῶν συμπτωμάτων ἡ γένεσις ἐπὶ μὲν αἰτίᾳ μιᾷ καὶ τῇ αὐτῇ κατʼ εἶδος, οὐκ ἐκ τοῦ αὐτοῦ δὲ πρωτοπαθοῦντος ὁρμᾶται τόπου, τοῖς ἐπʼ ἐγκεφάλῳ τε καὶ γαστρὶ κατὰ συμπάθειαν, ὡς εἴρηται, πάσχουσιν· ὅτʼ ἂν γὰρ ἀθροισθῇ τις ἐν ἐγκεφάλῳ χολώδης χυμὸς ἅμα πυρετῷ διακαεῖ, παραπλήσιόν τι πάσχει τοῖς ὑπὸ πυρὸς ὀπτωμένοις, καὶ κατὰ τοῦτο λιγνύν τινα γεννᾷν πέφυκεν, ὥσπερ κᾀν τοῖς λύχνοις τοὔλαιον· ἥτις λιγνὺς συνδιεκπίπτουσα τοῖς ἐπὶ τὸν ὀφθαλμὸν ἀφικνουμένοις ἀγγείοις, αἰτία γίνεται τῶν φαντασμάτων αὐτοῖς· ἐθεάσασθε γὰρ ἐν ταῖς ἀνατομαῖς ἅμα τοῖς νεύροις ἐπὶ τὸν ὀφθαλμὸν ἀρτηρίας τε καὶ φλέβας συνδιεκπιπτούσας ἀπὸ τῶν τὴν χοροειδῆ μήνιγγα διαπλεκουσῶν. [15]
8 228
ἀλλὰ καὶ οὗτος ὁ λόγος ἐνταυθοῖ τελευτάτω, διωρισμένος ἱκανῶς· ἐφεξῆς δὲ περὶ τῶν ἄλλων ἐν ὀφθαλμοῖς μερῶν εἴπωμεν, ἕνα μὲν κοινὸν λόγον, ὡς τὰ φαινόμενα σαφῶς ἡμῖν μόρια μὴ φυλάττοντα τὴν φυσικὴν κατάστασιν, οὐ πρόκειται νῦν διαγιγνώσκειν, ἀλλʼ ἐφʼ ὧν ἀφανὲς αἰσθήσει τὸ πεπονθός ἐστιν μόριον· ὡς ἐφʼ ὧν γε φαίνεται σαφῶς ἤτοι διεῤῥωγός τι τῆς κόρης, ἢ παρεσπασμένον, ἢ παρὰ φύσιν ηὐξημένον ἢ μεμειωμένον, αὐτὸ μὲν τὸ πεπονθὸς οὐδεμιᾶς δεῖται σοφίας εἰς διάγνωσιν, ἥτις δέ ἐστιν ἡ ποιοῦσα διάθεσις αὐτὸ, τῆς ἰατρικῆς τέχνης ἔργον ἐπίστασθαι, καὶ γέγραπται περὶ αὐτῶν ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις· ὥστʼ οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε περὶ τῶν ἐν ὀφθαλμοῖς πεπονθότων μορίων τῶν αἰσθητῶν, ὥσπερ οὐδὲ περὶ τῶν ἐν αὐτοῖς παθῶν. τὰ μὲν γὰρ ὀνόματα τῶν παθῶν ἐν ἑνὶ μικρῷ βιβλίῳ γέγραπται, τὴν ἐπιγραφὴν ἔχοντι, τῶν ἐν ὀφθαλμοῖς παθῶν διάγνωσις· αἱ δʼ αἰτίαι, καθάπερ ἔφην, ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴρηνται. [15]
8 229
Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὴν γλῶτταν. ἑώραται δʼ ἡμῖν ἐπʼ αὐτῆς ἐνίοτε μὲν ἡ κίνησις, ἐνίοτε δὲ ἡ τῆς γεύσεως αἴσθησις βεβλαμμένη, καί ποτε μὲν σὺν αὐτῇ καὶ ἡ τῆς ἁφῆς. οὐκ ἔστι δʼ ἄλλα μὲν ἁφῆς, ἄλλα δὲ γεύσεως νεῦρα, καθάπερ τὰ τῆς κινήσεως· τὰ γὰρ ἀπὸ τῆς τρίτης συζυγίας οὐ μόνον τῶν ἁπτῶν, ἀλλὰ καὶ τῶν γευστῶν ἐστι διαγνωσικά. πλεονάκις δὲ βλάπτεται τῶν γευστῶν ἡ αἴσθησις ἤπερ ἡ τῶν ἁπτῶν, καίτοι τῶν αὐτῶν οὖσα νεύρων, ὡς ἂν ἀκριβεστέρας δεομένη διαγνώσεως. παχυμερέστατον μὲν γὰρ τὸ τῆς ἁφῆς αἰσθητήριον, ὥσπερ τὸ τῆς ὄψεως λεπτομερέστατον· δεύτερον δὲ μετὰ τὴν ὄψιν ἐν λεπτομερείᾳ μὲν τὸ τῆς ἀκοῆς, ἐν παχυμερείᾳ δὲ μετὰ τὴν ἁφὴν τὸ τῆς γεύσεως, ὥσπερ ἐν μέσῳ τῶν τεττάρων τὸ τῆς ὀσφρήσεως. ἡ δὲ κίνησις τῆς γλώττης παρὰ τῆς ἑβδόμης ἐστὶ συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ἐγγὺς τῆς κατὰ τὸν νωτιαῖον ἀρχῆς οὖσα. [15]
8 230
ὅταν μὲν οὖν ἀμφότερα τὰ μέρη τοῦ ἐγκεφάλου, τό τε δεξιὸν καὶ τὸ ἀριστερὸν, κατὰ τοῦτο τὸ χωρίον ᾖ πεπονθότα, τοὺς ἀποπληκτικοὺς ἐπιφέρει κινδύνους· ὅτʼ ἂν δὲ θάτερον μόνον, εἰς παραπληγίαν τελευτᾷ, ποτὲ μὲν τῇ τῆς γλώττης κινήσει μόνῃ λυμαινομένην κατὰ τὸ ἥμισυ μέρος, ἔστι δʼ ὅτε καὶ τοῖς κάτω τῆς κεφαλῆς μορίοις ἄλλοτʼ ἄλλοις ἐγκατασκήπτουσαν, ποτὲ δὲ καὶ παντὶ θατέρῳ μέρει τοῦ σώματος ἄχρι ποδῶν ἄκρων. ἡ δʼ οὖν γλῶττα πολλάκις ἑώραται βλαπτομένη τὴν εἰρημένην βλάβην μόνη τῶν κατὰ τὸ πρόσωπον μερῶν, μήτε τῆς ἁπτικῆς αἰσθήσεως ἐν αὐτῇ μήτε τῆς γευστικῆς βεβλαμμένων. καὶ ἡ αἰτία πρόδηλος ὑμῖν ἐστιν ἑωρακόσιν τὰς ἐξ ἐγκεφάλου τῶν νεύρων ἀποφύσεις εἰς μὲν τὸ πρόσωπον ἀπὸ τοῦ προσθίου μέρους αὐτοῦ γινομένας, εἰς δὲ τὰ κάτω μέρη τοῦ προσώπου πάντα τὰ καθʼ ὅλον τὸ ζῶον ἀπὸ θατέρου μέρους τοῦ ὄπισθεν, ἐξ οὗ μέρους ἐστὶ καὶ ἡ συζυγία τῶν ἐπὶ τοὺς τῆς γλώττης μῦς ἀφικνουμένων νεύρων, ὑφʼ ὧν αἱ κατὰ προαίρεσιν αὐτῆς γίνονται κινήσεις. ὥστε πάλιν εἰκότως, ὅτʼ ἂν τὸ πρόσθιον ἐγκεφάλου πάθῃ μέρος μόνον, ἡ μὲν τῆς γλώττης κίνησις ἀβλαβὴς διασώζεται μόνη, τὰ δʼ ἄλλα πάντα τὰ κατὰ τὸ πρόσωπον μόρια τὰς αἰσθητικὰς καὶ προαιρετικὰς κινήσεις ἀπόλλυσι, κατὰ θάτερον δηλονότι μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερόν. [15]
8 231
ἐὰν γὰρ ὅλον ποτὲ πάθῃ τὸ πρόσθιον ἐγκεφάλου, συμπάσχειν μὲν ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὴν ὑψηλοτάτην αὐτοῦ κοιλίαν, βλάπτεσθαι δὲ καὶ τὰς διανοητικὰς αὐτῶν ἐνεργείας. καὶ κεῖται ἀναίσθητος μὲν καὶ ἀκίνητος ὁ οὕτως παθὼν, οὐδὲν δʼ εἰς τὴν ἀναπνοὴν βλάπτεται, καὶ καλεῖται τὸ πάθος τοῦτο κάρος, ὡς τό γε καὶ τὴν ἀναπνοὴν βλάπτον οὕτως ἰσχυρῶς, ὡς μετὰ πολλῆς βίας ἀναπνεῖν μόγις ὁμοίως τοῖς ῥέγχουσιν ἐν ὕπνοις βαθέσιν ἀποπληξία προσαγορεύεται. καὶ τοίνυν καὶ διαδέχεται τὴν μὲν τῆς ἀποπληξίας λύσιν ἡ καλουμένη παραπληγία πάνυ πολλάκις, ἐπὶ δὲ τοῖς κάροις παυομένοις ὑγεία τοὐπίπαν πολλάκις ἀκολουθεῖν εἴωθεν. γίνεται δὲ κάρος ἐπί τε τοῖς τῶν κροταφιτῶν μυῶν πάθεσιν, ὡς Ἱπποκράτης ἐδήλωσεν, κᾀν τοῖς ὀξέσι νοσήμασιν, ὡς καὶ τοῦτʼ ἔγραψεν ὁ αὐτὸς Ἱπποκράτης· ἐν τῷ μέσῳ δέ πως ἀμφοῖν ἐστι, τοῦ τε κάρου καὶ τῆς ἀποπληξίας, ἡ ἐπιληψία, σπασμοὺς μὲν ἐπιφέρουσα παντὸς τοῦ σώματος, οὐ μὴν εἰς παραπληγίαν τελευτῶσα. [15]
8 232
ψυχρὸς μὲν οὖν καὶ παχὺς ἢ πάντως γε γλίσχρος χυμός ἐστιν αἴτιος τῶν τριῶν τούτων νοσημάτων. ἀλλʼ ἐν μὲν τοῖς κάροις τε καὶ ταῖς ἐπιληψίαις αἱ κοιλίαι μὲν μᾶλλον, ἧττον δὲ αὐτὸ τὸ σῶμα τοῦ ἐγκεφάλου πάσχειν εἴωθεν, ἐν δὲ ταῖς ἀποπληξίαις μᾶλλον τὸ σῶμα· καὶ κατὰ μὲν τοὺς κάρους τὰ πρόσω μᾶλλον, ἐν δὲ ταῖς ἀποπληξίαις τε καὶ ἐπιληψίαις ἀμφότερα· κατὰ δὲ τὰς καταλήψεις τε καὶ κατοχὰς ὀνομαζομένας τὰ ὀπίσω πάσχει μᾶλλον. ὅτʼ ἂν δὲ ἀνατιτραμένου τινὸς ὀστοῦ ἡ μέση κοιλία θλιφθῇ, κάρος καταλαμβάνει τὸν ἄνθρωπον ἄνευ τοῦ σπᾶσθαί τε καὶ δυσχερῶς ἀναπνεῖν, ὧν τὸ μὲν ἐπιληψίας, τὸ δὲ τῆς ἀποπληξίας ἐστὶν ἴδιον, ὥσπέρ γε καὶ κάρου καὶ καταλήψεως ἡ κατὰ φύσιν ἀναπνοὴ σωζομένη. ἀλλʼ ὁ μὲν κάρος κεκλεισμένων γίγνεται τῶν βλεφάρων, ἡ κατάληψις δὲ ἀνεῳγότων. ὥσπερ δὲ ἐν ταῖς ἀνατρήσεσιν, ὅτʼ ἂν ἀμελῶς τις πιέζων τῷ μηνιγγοφύλακι τὴν μήνιγγα θλίψῃ περαιτέρω τοῦ προσήκοντος, ὁ κάρος γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον, ὅτʼ ἂν ὀστοῦν συντριβὲν σφοδρῶς τοῦ κρανίου θλίβῃ τὰς κοιλίας αὐτοῦ, καὶ μάλιστα τὴν μέσην, ὁ κάρος συμπίπτει· ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου· καλῶ δὲ οὕτως, ὡς ἴστε, τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πρῶτον ὄργανον ὑπάρχον τῇ ψυχῇ πρὸς τὸ διαπέμπειν εἰς ἅπαντα τὰ μέρη τοῦ σώματος αἴσθησίν τε καὶ κίνησιν. [5]
8 233
τὰ μὲν οὖν κατὰ τὸν ἐγκέφαλον, οἰκειότητί τε τοῦ προκειμένου λόγου καὶ διότι κατὰ τὸν ἔμπροσθεν λόγον ἀδιοριστότερον εἴρηται, διορίσασθαί μοι νῦν ἄμεινον ἔδοξεν· αὖθις δʼ ἐπὶ τὰ τῆς γλώττης ἐπάνειμι πάθη, τὰ μὲν κοινὰ διὰ τὴν πρὸς τὸν ἐγκέφαλον καὶ τὰ νεῦρα κοινωνίαν, τὰ δὲ ἴδια μόνης αὐτῆς. τῇ μὲν οὖν πρὸς τὸν ἐγκέφαλον αὐτῆς κοινωνίᾳ καθάπερ εἰς τὴν κίνησιν ἐβλάπτετο διὰ τὴν ἑβδόμην συζυγίαν, οὕτως εἰς τὴν αἴσθησιν ἐμποδίζεται διὰ τὴν τρίτην, ἣν ὀνομάζουσι μαλακὸν νεῦρον οἱ ἀνατομικοὶ, καταφυομένην, ὡς ἴστε, καὶ κατασχιζομένην εἰς τὸν περιλαμβάνοντα τὴν γλῶτταν χιτῶνα, καθάπέρ τι τῶν ἀπὸ τῆς ζʹ συζυγίας εἰς τοὺς κινοῦντας αὐτὴν μύας. τὰ δʼ ἴδια μόνης τῆς γλώττης πάθη τοῖς μεμνημένοις ὅσα περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς ἰδίων ἀρτίως εἶπον, οὐ χαλεπῶς εὑρεθήσεται. [15]
8 234
καὶ γὰρ ταύτης αἱ μὲν δυσκρασίαι τῶν μυῶν, ὡς ὁμοιομερῶν, ἐμποδίζουσι ταῖς κινήσεσιν, ὥσπέρ γε καὶ τοῦ περιέχοντος ἔξωθεν αὐτὴν ὑμένος, ἀμφοτέραις ταῖς αἰσθήσεσιν, ἁπτικῇ τε καὶ γευστικῇ· αἵ θʼ ὡς ὀργανικῶν παθῶν φλεγμοναὶ καὶ σκίῤῥοι καὶ οἰδήματα καὶ ἐρυσιπέλατα καὶ διαπυήσεις, ἅπερ ἅπαντα τῆς ἐνεστώσης ἀφώρισται πραγματείας, ὁρῶσίν τε ἡμῖν καὶ ἁπτομένοις διαγιγνωσκόμενα· πρόκειται γὰρ, ὅσα μήτʼ ὄψει μήθʼ ἁφῇ διαγνῶναι δυνάμεθα πάσχοντα μόρια, ταῦτʼ ἐπισκέψασθαι, διὰ τίνων σημείων ἐνδεικτικῶς τε καὶ τὸ σύμπαν φάναι λογικῶς νῦν εὑρεθησόμενα. Κατὰ τὸν αὐτὸν οὖν λόγον ἐπὶ τῆς ἀκουστικῆς αἰσθήσεως, ὅσα μὲν ἐν αὐταῖς ταῖς ὁρωμέναις κοιλότησι τῶν ὤτων γίνεται παθήματα, λογικῆς οὐ δεῖται γνώσεως· ὅσα δὲ ἀπαθοῦς φαινομένου τοῦ κατὰ τὰ ὦτα πόρου, βλαπτομένου δὲ κατὰ τὴν ἀκουστικὴν ἐνέργειαν, ὁμοίᾳ μεθόδῳ γνωριοῦμεν· εἰ μὲν μόνη πάσχει, τὸ ἴδιον νεῦρον πεπονθέναι λογιζόμεθα· σὺν δὲ τοῖς ἄλλοις τοῦ προσώπου μορίοις ἐν ἐγκεφάλῳ τὴν παρὰ φύσιν εἶναι διάθεσιν, ἢ ὡς ὁμοιομεροῦς, ἢ ὡς ὀργανικοῦ μορίου πεπονθότος αὐτοῦ. [15]
8 235
Καὶ τῶν ἄλλων δὲ τόπων ἁπάντων τῶν κατὰ τὸ πρόσωπον οὐ μόνον ἡ κίνησις, ἀλλὰ καὶ ἡ αἴσθησις ἤτοι γε ἀπόλλυται παντάπασιν ἢ βλάπτεται, ποτὲ μὲν αὐτῶν ἰδιοπαθούντων τῶν βεβλαμμένων τὰς ἐνεργείας μορίων, ποτὲ δὲ τῶν ἐξ ἐγκεφάλου φερομένων ἐπʼ αὐτὰ νεύρων, ἢ καὶ διʼ αὐτὸν τὸν ἐγκέφαλον πάσχοντα· διορισθήσεται δʼ ἀλλήλων ἅπαντα διὰ τῶν ἐζευγμένων αὐτοῖς συμπτωμάτων. ὅτʼ ἂν μὲν γὰρ ἕν τι μόριον ἤτοι γε εἰς αἴσθησιν ἢ εἰς κίνησιν ἢ εἰς ἄμφω τύχῃ βλαβὲν, αὐτὸ μόνον ἐκεῖνο τὴν αἰτίαν ἔχει τῆς διαθέσεως, ἤτοι γε ἐν τοῖς ἰδίοις μορίοις ὀργανικῶς ἢ κατὰ δυσκρασίαν πάσχουσιν, ἢ ἐν τοῖς εἰς αὐτὰ φερομένοις νεύροις ἀπὸ τῆς τρίτης συζυγίας· ὅταν δὲ ἅμα πλείω πεπόνθῃ μόρια, σκεπτέον, εἴτε ἐκ μιᾶς ἀρχῆς νεύρων, εἴτε ἐκ πλειόνων ἔχει τὴν αἴσθησιν ἢ τὴν κίνησιν ἐν τῷ κατὰ φύσιν διακεῖσθαι. [15]
8 236
τεθεάμεθα γὰρ ταῦτα διὰ τῶν ἀνατομῶν, τῆς μὲν τρίτης συζυγίας τοῖς γε κροταφίταις μυσὶν καὶ τοῖς μασσητῆρσιν καὶ τοῖς χείλεσι καὶ τοῖς τῆς ῥινὸς πτερυγίοις αἴσθησίν τε καὶ κίνησιν παρεχούσης, τῇ δὲ γλώττῃ τὴν αἴσθησιν μόνην, ὥσπέρ γε καὶ τοῖς ἐν τῷ στόματι πᾶσιν· τῆς δὲ δευτέρας τοὺς μῦς τῶν ὀφθαλμῶν μόνους κινούσης, ὥσπέρ γε καὶ τῆς πρώτης τὴν ὀπτικὴν αἴσθησιν αὐτοῖς παρεχούσης. ἐὰν οὖν ποτε τὰ παρὰ τῆς τρίτης συζυγίας νευρούμενα μόρια πάντα φαίνηται βεβλαμμένα κατὰ θάτερον δηλονότι μέρος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι, κᾂν μὴ ῥηθῇ πόθʼ ὑπʼ ἐμοῦ, τὴν πρωτοπάθειαν ἡγεῖσθαι χρὴ τοῦ νεύρου γεγονέναι· κατʼ ἄμφω δὲ τὰ μέρη τῆς βλάβης συμβάσης, οὐ τοῦ νεύρου τὸ πάθος ἴδιον, ἀλλὰ τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου πρώτως ἐστὶν, ὅθεν ἐκφύεται τὰ νεῦρα. πάσχοντι δʼ ἐγκεφάλῳ κατʼ ἄμφω τὰ μέρη, τό τʼ ἀριστερὸν καὶ τὸ δεξιὸν, ἐν τῷ κατὰ τρίτην συζυγίαν χωρίῳ συμπάσχει καὶ τὰ πλησιάζοντα, καὶ διὰ τοῦτο τά τε κατὰ τὴν δευτέραν καὶ τὴν πρώτην συζυγίαν βλάπτεται νεῦρα, καὶ τῇ τούτων ἀκολουθεῖ βλάβῃ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς μόρια βλάπτεσθαι πάντα· μόνου δʼ ἑνὸς μυὸς ἢ νεύρου παθόντος ὁπωσοῦν, εἴτε κατʼ ἰδιοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἐπὶ τὸν ἀντικείμενον μῦν ἐπισπᾶται τὸ μόριον, ἐὰν μὲν ὁ τὸ δεξιὸν χεῖλος κινῶν μῦς παραλυθῇ, πρὸς τὴν ἀριστερὰν χώραν ἀπαγομένου τοῦ κατὰ τοῦτο τὸ μέρος χείλους, ὅτʼ ἂν δὲ ὁ τὸ ἀριστερὸν, ἐπὶ τὴν δεξιάν. [5]
8 237
ὡσαύτως δὲ κᾀπὶ τῆς γένυος ὅλης, καὶ τῶν τῆς ῥινὸς πτερυγίων, καὶ τῶν γνάθων ἑκατέρας, ἃς ἐμάθετε κινουμένας ὑπὸ τοῦ μυώδους πλατύσματος, ἐπὶ τὰ ἐναντία τῷ παραλελυμένῳ συμβαίνει παρασπᾶσθαι τὸ μέρος, οὐκ ἔτʼ ἐπὶ τούτου παρὰ τῆς τρίτης συζυγίας τῶν νεύρων ἡκόντων, ἀλλʼ ἐκ τῶν κατὰ τὸν τράχηλον σπονδύλων εἰς ἅπαν ὀλίγου δεῖν, ὅτι μὴ κατὰ μέρος τι μικρὸν αὐτοῦ τῶν παρὰ τῆς πέμπτης συζυγίας ἐμφυομένων νεύρων, ἔνθα τὸ πλάτυσμα τὴν ὑψηλοτάτην ἔχει χώραν. Μετιέναι δʼ ἤδη καιρὸς ἐπὶ τὰ τοῦ νωτιαίου πάθη. τὰ τοῦ νωτιαίου μυελοῦ πάθη σύντομον μὲν ἔχει τὴν ἐν τῷ παρόντι διδασκαλίαν, οὐ σύντομον δὲ τὴν ἐπὶ τῶν ἔργων γνῶσιν αὐτῶν· εἰ μὴ γὰρ μνημονεύοι τις ἑκάστην συζυγίαν τῶν ἀπʼ αὐτοῦ πεφυκότων νεύρων, ἐς ὅτι παραγίνεται μέρος τοῦ σώματος, ἀδύνατον αὐτῷ γνῶναι κατὰ πόστον ἔπαθεν σπόνδυλον ὁ νωτιαῖος, ὡς τῷ γε μεμνημένῳ ῥᾴστη ἡ τοῦ πεπονθότος τόπου γνῶσις. [15]
8 238
ἀλλὰ καὶ κατὰ τὴν τῶν ἄλλων ἁπάντων μορίων διάγνωσιν ἀνάμνησις ἔσται τῶν ἀπὸ τοῦ νωτιαίου μυελοῦ πεφυκότων νεύρων. οἷον εὐθέως ἀπὸ τῶν πρώτων σπονδύλων πασχόντων σπανίως μὲν, ἀλλὰ γίνεται συνάγχη ποτὲ, παιδίοις μᾶλλον ἢ τελείοις, ὑπὲρ ἧς Ἱπποκράτης οὕτως συνέγραψεν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν· ἐπὶ δὲ τῶν κυναγχικῶν παθήματα τοιάδε. τοῦ τραχήλου οἱ σπόνδυλοι εἴσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δὲ ἐπʼ ἔλαττον, καὶ ἔξωθεν ἔκδηλος ἦν κοῖλον ἔχων ὁ τράχηλος, καὶ ἤλγει ἐν ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου ὀστοῦ, ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν, ἔστι δὲ οἷσι καὶ πάνυ περιφανὴς, μείζονι περιφερείῃ. ἢν μὴ σὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, ἐγκειμένη δέ. τὰ ὑπὸ γνάθων, ὀγκηρὰ, οὐ φλεγμαίνουσιν εἴκελα, οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ γλῶτταν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μείζων τε αὐτέοις ἐδόκεεν εἶναι καὶ προπετεστέρη. [15]
8 239
καὶ αἱ ὑπὸ τῆς γλώττης φλέβες ἐκφανέες, καταπίνειν δʼ οὐκ ἠδύναντο, ἢ πάνυ χαλεπῶς, ἀλλʼ ἐς τὰς ῥῖνα, ἐξέφυγεν εἰ πάνυ ἐβιῶντο, καὶ διὰ τῶν ῥινῶν διελέγοντο. πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον. ἔστι δὲ οἷσιν καὶ φλέβες αἱ ἐν κροτάφοισιν καὶ ἐν κεφαλῇσι καὶ αὐχένι, ἐπῃρμέναι· βραχὺ δέ τι τουτέων τοῖσι παλιγκοτωτάτοισι, κρόταφοι θερμοὶ, εἰ καὶ τὰ ἄλλα μὴ πυρεταίνοιεν. οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο, ἢ τὸ πτύελον, ἢ ἄλλό τι. οὐδὲ οἱ ὀφθαλμοὶ ἐγκαθήμενοι. οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα μὴ ἑτερόῤῥοπον, οἱ τοιοῦτοι παραπληκτικοὶ οὐκ ἐγίνοντο. ἀπολόμενον δὲ εἴ τινα εἶδον, ἀναμνήσομαι· οὓς δὲ νῦν οἶδα, περιεγένοντο. ἦν δὲ τὰ μὲν τάχιστα ῥηΐζοντα, τὰ δὲ πλεῖστα καὶ ἐς τεσσαράκοντα ἡμέρας περιῄει, τούτων δʼ οἱ πλεῖστοι καὶ ἀπύρετοι. πολλοὶ δὲ καὶ πάνυ ἐπὶ πολὺν χρόνον εἶχόν τι μέρος τοῦ ἐξογκώματος, καὶ κατάποσις καὶ φωνὴ ἐνσημαίνουσα· κίονές τε τηκόμενοι μινύθησίν τινα παρεῖχον πονηρὴν, οὐδὲν δοκέοντες κακὸν ἔχειν. [15]
8 240
οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, οὗτοι ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο, τάδʼ ἐπὶ θάτερα ἥλκετο. ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα μάλιστα καὶ τῷ στόματι καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι· ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσσοντο κατὰ λόγον. αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώματος ἐγίνοντο, οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ἀπὸ τοῦ κυναγχικοῦ. οὗτοι καὶ πέπονα ἀναπτύοντες βραχὺ μόγις ἦσαν· οἷσι δὲ ἐς ὀρθὸν, ἀπεπτύοντο· οἷσι δὲ καὶ σὺν πυρετῷ, οὗτοι πολὺ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι, καὶ φλέβες τούτοισι μᾶλλον ἐπῃρμέναι, καὶ πόδες πάντων μὲν ψυχρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι, καὶ εἴ τινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα, πάντες ἔθνησκον. ταύτην ὅλην τὴν ῥῆσιν ἐξηγησάμην καθʼ ἑκάστην ἤδη λέξιν ἐν τῷ δευτέρῳ τῶν εἰς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνημάτων· διὰ τοῦτο δὲ νῦν ὅλην αὐτὴν ἔγραψα, διότι πολλοῖς ὁ Ἱπποκράτης ἐμφαίνει γεγονέναι τὴν σπανίως ἡμῖν ἑωραμένην κυνάγχην, ἄνευ τοῦ πάθος ἴδιον ἔχειν τὸν λάρυγγα· καὶ μέντοι καὶ ὅτι κατὰ τοὺς πρώτους γίνεται σπονδύλους, ὧν ὁ δεύτερος ἔχει τὴν ὀδοντοειδῆ καλουμένην ἀπόφυσιν, ἀφʼ ἧς ὅλος ὑπό τινων ὀδοὺς προσηγορεύθη. [5]
8 241
ἀλλὰ νῦν γε κατωτέρω φησὶν τούτου τοῦ σπονδύλου γεγονέναι τὴν κυνάγχην, οὐχ ὁμοίως ὀξεῖαν οὖσαν τῇ κατὰ τὸν δεύτερον γινομένῃ· πρόδηλον γὰρ ὅτι τὰ ὑψηλότερα τοῦ νωτιαίου μέρη κυριώτερα τῶν ταπεινοτέρων ἐστί· ἐὰν μὲν οὖν πολὺ κατωτέρω γένηται τῶν πρώτων δύο σπονδύλων ἡ αὐτὴ διάθεσις, ἔτι καὶ μᾶλλον ἥττων ἀκολουθήσει ἡ βλάβη. μεμαθήκαμεν γὰρ ἡμεῖς ἐκ τῆς ἀνατομῆς, τὰ τοῦ διαφράγματος νεῦρα μετὰ τὸν τέταρτον καὶ πέμπτον σπόνδυλον ἐκφύεσθαι· ἐμάθομεν δὲ κᾀν τῇ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων πραγματείᾳ, τὴν ἀβίαστον ἀναπνοὴν ὑπὸ τοῦ διαφράγματος μόνον γίνεσθαι, προσέρχεσθαι δὲ αὐτῇ τὴν τῶν μεσοπλευρίων μυῶν ἐνέργειαν, ὅταν μείζονος εἰσπνοῆς δεηθῶμεν, ὥσπέρ γε καὶ τὴν τῶν ὑψηλῶν, ὅταν μεγίστης· οὐ μὴν διὰ μεγάλην ἢ μεγίστην ἀναπνοὴν μόνον ἐνεργεῖν ἡμᾶς τούτοις τοῖς μυσὶν, ἀλλὰ καὶ διʼ ἄλλας αἰτίας, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς περὶ δυσπνοίας εἴρηται. [15]
8 242
νυνὶ δʼ ὅσον εἰς τὴν τῶν πεπονθότων τόπων γνῶσιν ἀναγκαῖον ἐπίστασθαι, παρὰ τῆς προγεγραμμένης ῥήσεως ἀρκέσει λαβεῖν, ἐκείνου πρότερον ἀναμνησθέντας, ὃ διήλθομεν ἐν τῷ περὶ ἄρθρων, ἐξηγούμενοι τὴν λέξιν, ἔνθα φησίν· σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ὁκόσοι μὲν ὑπὸ νοσημάτων ἐς τὸ κυφὸν ἕλκονται. βούλεται δὲ οὐ μόνον τὴν ἔσω μετάστασιν τῶν σπονδύλων, ἥ τις ὀνομάζεται λόρδωσις, ἀλλὰ καὶ τὴν εἰς τοὐπίσω ταῖς εἰς τὴν ἔξω χώραν τάσεσιν ἕπεσθαι, ἑλκομένων τῶν νευρωδῶν σωμάτων ὑπὸ τῶν ἐνταῦθα συνισταμένων παρὰ φύσιν ὄγκων. ὅτʼ ἂν μὲν οὖν καθʼ ἕνα μόνον σπόνδυλον ἡ ὁλκὴ γένηται, λορδοῦσθαι συμβαίνει κατʼ ἐκεῖνο τὸ μέρος τὴν ῥάχιν, ὡσαύτως δὲ κᾂν ἐφεξῆς ἀλλήλων ἐπὶ δυοῖν ἢ τριῶν σπονδύλων· ὅτʼ ἂν οὖν μεταξὺ τῶν ἑλκομένων σπονδύλων εἷς ἢ καὶ πλείους ἀπαθεῖς διαμένωσι, κυρτοῦσθαι συμβαίνει τούτους. ἐπειδὰν μέντοι κατὰ θάτερον μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ἡ ὁλκὴ γένηται, πρὸς ἐκεῖνον συμβαίνει σκολιοῦσθαι τὴν ῥάχιν. ἀμφοτέρων οὖν ἐμνημόνευσε κατὰ τὴν προγεγραμμένην ῥῆσιν ὁ Ἱπποκράτης, ἐν μὲν τῷ φάναι, οἷς μὲν οὖν ἦν ὀρθὸν ἐξόγκωμα, τῆς λορδώσεως· ἐν δὲ τῷ, οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, τῆς σκολιώσεως. [15]
8 243
ἀκριβῶς δὲ πάνυ καὶ ὠφελίμως ἡμῖν τοῖς ἀναγνωσομένοις αὐτὰ προσέγραψεν, ἐπὶ μὲν τῆς λορδώσεως οὐδένα γενέσθαι παραπληκτικὸν, ὅπέρ ἐστι, μορίῳ τινὶ παρετόν· ἐπὶ δὲ τῆς σκολιώσεως γενέσθαι φάσκων ἄχρι χειρὸς, ὅπέρ ἐστιν οὐ κατωτέρω κατὰ τὰς πλευρὰς ἢ ὀσφῦν ἢ τὰ σκέλη. πρῶτον οὖν ἡμᾶς χρὴ τοῦτο γινώσκειν, ὡς ἕτερα μὲν συμπτώματα ἕπεται τοῦ νωτιαίου μυελοῦ παθόντος ἴδιόν τι πάθος, ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ μετὰ χυμοῦ τινος ἐπιῤῥυέντος, ὡς ἐν ἐρυσιπέλασι καὶ φλεγμοναῖς καὶ σηπεδόσι· ἕτερα δὲ θλιβέντος, ἀπὸ μεταστάσεως ἑνὸς ἢ πλειόνων σπονδύλων. ἔνθα μὲν γὰρ αὐτὸς ὁ νωτιαῖος ἔπαθεν ἴδιόν τι πάθος, ἤτοι κατὰ τὸ ἀριστερὸν ἢ δεξιὸν μέρος, ἄνευ μεταστάσεως σπονδύλων, κατὰ μὲν τὸ ἕτερον αὐτοῦ μέρος μόνον γενομένου τοῦ πάθους, ἅπαντα τὰ κάτω μέρη τοῦ σώματος, ὅσα κατʼ εὐθὺ τῆς βλάβης, εἰς αἴσθησίν τε καὶ κίνησιν βλάπτεται· ἔνθα δʼ ὅλος ἔπαθεν, ἅπανθʼ ὁμοίως, τά τε δεξιὰ καὶ τὰ ἀριστερὰ, τὰ κάτω τοῦ βλαβέντος μέρους παραλύεται. [15]
8 244
κινηθέντος δὲ σπονδύλου πρὸς μὲν τὸ κυφὸν ἢ λορδὸν, ἐγχωρεῖ μὲν καὶ μηδʼ ὅλως βλαβῆναι τῶν ὑποκάτω μερῶν μηδὲν εἰς αἴσθησιν ἢ κίνησιν, ἐγχωρεῖ δὲ καὶ βλαβῆναι κατὰ τὸν ἐν τῷ περὶ ἄρθρων εἰρημένον ὑπʼ αὐτοῦ διορισμόν. ὅταν μὲν γὰρ, ὡς αὐτὸς ὠνόμασεν, γωνιώδης ἡ διαστροφὴ γένηται τοῦ νωτιαίου, τουτέστιν μὴ κατὰ βραχὺ καμφθέντος, ἀλλʼ ἀθρόως καθʼ ἓν μόριον, οἷον κλάσιν τινὰ λαβόντος, ἀνάγκη βλαβῆναι τὰ κάτω μόρια πάντα· κατὰ βραχὺ δὲ τῆς διαστροφῆς γεγενημένης κυκλοτερῶς, οὐδὲν ἀξιόλογον πάσχει τὰ κάτω τοῦ κινηθέντος σπονδύλου. ἡ δʼ εἰς τὸ πλάγιον ἐκτροπὴ βλάπτει πάντως ἐκεῖνα τῶν μορίων, εἰς ἃ παραγίνεται τὰ διὰ τῶν μεταστάντων σπονδύλων ἐκφυόμενα νεῦρα· καὶ μᾶλλον μὲν γίνεται τοῦτο κατὰ τὸν τράχηλον, ἧττον δὲ κατὰ τὸν θώρακα, πολὺ δʼ ἧττον ἔτι κατὰ τὴν ὀσφῦν. ἐπὶ μὲν γὰρ τοῦ τραχήλου τῶν συνταττομένων ἀλλήλοις σπονδύλων ἑκάτερος ἶσον συντελεῖ τῷ πόρῳ, διʼ οὗ τὸ νεῦρον ἐκφύεται· κατὰ δὲ τοὺς τοῦ θώρακος πλέον μὲν ὁ ὑψηλότερος, ἧττον δὲ ὁ ταπεινότερος· ἐπὶ δὲ τῆς ὀσφύος ὅλον τὸ νεῦρον ἐκπίπτει κατὰ τὸν ὑψηλότερον σπόνδυλον. [15]
8 245
ὥστε ἐνταῦθα μὲν ἡ εἰς τὰ πλάγια ῥοπὴ τῶν σπονδύλων, ἑαυτῇ συναπάγουσα τόν τε νωτιαῖον αὐτὸν καὶ τὸ νεῦρον, ἄθλιπτον ἐργάζεται τὴν κατὰ φύσιν ἔκπτωσιν αὐτοῦ· κατὰ δὲ τὸν τράχηλον ἐκ τῆς μεταξὺ χώρας τῶν δύο σπονδύλων ἐκφυόμενα τὰ νεῦρα, κατὰ τὰς σκολιώσεις θλίβεται μὲν ἐν ἐκείνοις τοῖς μέρεσι τῆς ἐκφύσεως, εἰς ἃ τὴν διαστροφὴν ἔσχεν ἡ ῥάχις, τείνεται δὲ κατὰ θάτερα. ταῖς μὲν οὖν τάσεσιν, ὅταν ἐπιγένηται φλεγμονὴ μεγάλη, σπασμὸς ἐπακολουθεῖ· ταῖς δὲ θλίψεσι παράλυσις τῶν μορίων, εἰς ἃ τὸ θλιβόμενον ἀφικνεῖται νεῦρον. εἰκότως οὖν ἐπὶ ταῖς ἱστορηθείσαις κατὰ τὴν προγεγραμμένην ῥῆσιν κυνάγχαις ἄχρι χειρῶν αἱ παραπληγίαι συνέπεσον, ὡς ἂν ἐκ τοῦ πέρατος τοῦ τραχήλου λαμβανουσῶν τὰ νεῦρα τῶν χειρῶν, μετὰ γὰρ τὸν τράχηλον ὁ θώραξ ἐστὶν, οὐκ εἰς τὰς χεῖρας, ἀλλὰ τὰ μεσοπλεύρια τῶν κατʼ αὐτὸν σπονδύλων ἀποφυομένων νεύρων, πλὴν βραχέων τινῶν ἐκ τῶν πρώτων. τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὸ πρόσωπον μόρια παντάπασιν ἀβλαβῆ διαμένει, μήτʼ εἰς αἴσθησιν ἐμποδιζόμενα μήτε εἰς κινήσιν, ἐπὶ ταῖς εἰρημέναις ἀρτίως τῶν σπονδύλων μεταστάσεσιν· αἱ γνάθοι δὲ μόναι, χωρὶς τῆς γένυος, ὡς ἂν ὑπὸ τοῦ μυώδους πλατύσματος κινούμεναι, βλάπτονται. [15]
8 246
δῆλον οὖν ὅτι καὶ τῶν μυῶν ὅσοι τὴν ἀρχὴν τῶν εἰς αὐτοὺς διανεμομένων νεύρων ἔχουσιν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, βλάπτονται καὶ αὐτοὶ κατά τε τὰ τοῦ νωτιαίου πάθη καὶ τῶν ἀπʼ αὐτοῦ πεφυκότων νεύρων. ὁπόσοι δʼ εἰσὶ καὶ τίνες οἱ μύες οὗτοι, μεμαθήκατε κατὰ τὴν τῶν ἀπὸ νωτιαίου νεύρων ἀνατομὴν, ὥσπέρ γε καὶ τἄλλα ὅσα χρὴ γιγνώσκειν ἡμᾶς ἑπόμενα συμπτώματα ταῖς τῶν κατὰ ῥάχιν σπονδύλων ἐγκυφώσεσίν τε καὶ λορδώσεσιν καὶ σκολιώσεσιν, ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ ἄρθρων ὑπομνήματι γεγραμμένα πάντʼ ἀκριβῶς ἔχετε σὺν ταῖς οἰκείαις ἀποδείξεσιν, ὧν ἐγὼ τὰ κεφάλαια νῦν ὑμᾶς ὑπομιμνήσκω, ὧν ἔνια μὲν ἤδη διῆλθον, ὅσα δʼ οὔπω λέλεκται, νῦν ἐρῶ, πρὸς τὸ μηδʼ ἐνταῦθά τι λείπειν τῷ λόγῳ. χρὴ γὰρ ὑμᾶς ἐπίστασθαι τοὺς σπονδύλους ἐξίστασθαί ποτε τῆς οἰκείας θέσεως, ἤτοι γʼ ἐκ πτώσεως, ἢ πληγῆς, ἤ τινος ὄγκου παρὰ φύσιν, ἐπισπωμένου τὰ συμφυῆ τοῖς σπονδύλοις αὐτοῖς καὶ τῷ νωτιαίῳ νευρώδη σώματα. [15]
8 247
διττὰ δέ ἐστιν τῷ γένει ταῦτα, τὰ μὲν ἕτερα τῶν κατὰ φύσιν μορίων, τὰ δὲ ἕτερα τῶν παρὰ φύσιν ὄγκοι τινὲς, οὓς Ἱπποκράτης ἑνὶ περιλαβὼν ὀνόματι κέκληκεν ἄπεπτα φύματα. δῆλον οὖν ὅτι ἐπὶ τῆς προγεγραμμένης καταστάσεως, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἔγραψεν, οἵ τε ἐπικείμενοι τοῖς τοῦ τραχήλου σπονδύλοις ἔπαθον μύες, ἴσως δὲ καὶ φυματώδης τις ὄγκος ἐγένετό που, διʼ ὃν καὶ πτύσαι φησὶν αὐτοὺς πέπονα, πεφθέντων δηλονότι τῶν φυμάτων. διὰ τί τοίνυν αὐτοὺς ὠνόμασεν καὶ κυναγχικούς; ἢ ὅτι δύσπνοιά τις αὐτοῖς ἦν, ἄνευ τοῦ πεπονθέναι τι τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα· ταύτῃ γὰρ διήνεγκεν ἡ κυναγχικὴ συνδρομὴ τῆς περιπνευμονικῆς καὶ πλευριτικῆς, καὶ πρὸς τούτῳ γʼ ἔτι τῷ τῆς στενοχωρίας αἰσθάνεσθαι κατὰ τὸν λάρυγγα. φαίνεται γοῦν κᾀν τῷ προγνωστικῷ καὶ κυνάγχας ὀνομάζων ἅπαντα τὰ κατὰ τοῦτο τὸ χωρίον γιγνόμενα πάθη δυσκολίαν τῆς ἀναπνοῆς ἐργαζόμενα· φησὶν γὰρ οὕτως· αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσιν, ὅσαι μήτʼ ἐν τῇ φάρυγγι ἔκδηλόν τι ποιέουσι μήτʼ ἐν τῷ αὐχένι, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθοπνοίην· αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσιν καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι. [15]
8 248
ὁκόσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, αὗται ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ ὀλίγον τῶν πρόσθεν. οἷσι δὲ συνεξερευθείη ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων περιγίνονται, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρυθήματα ἔχῃ καὶ μὴ παλινδρομήσῃ τὸ ἐρυσίπελας ἔσω. ἐκ τούτων μὲν ἄν τις ἐτεκμήρατο μιᾷ προσηγορίᾳ πάντα κατὰ τοῦτο τὸ χωρίον πάθη τὴν ἀναπνοὴν ὁπωσοῦν βλάπτοντα κυνάγχας ὀνομάζειν αὐτὸν, οὔπω τῶν ἰατρῶν εἰθισμένων τὸ μέν τι κυνάγχην ὀνομάζειν διὰ τοῦ κ, τὸ δὲ συνάγχην διὰ τοῦ ς, πολὺ δὴ μᾶλλον οὐδὲ παρασυνάγχην τι καλούντων, οὐδὲ παρακυνάγχην· ἡ γὰρ τῶν ὀνομάτων περιεργία μετὰ τῆς τῶν πραγμάτων ἀμελείας ἤρξατο, καὶ διὰ τοῦτο τέτταρα μὲν ὀνόματα πεποιήκασι, δηλοῦσθαι δʼ ὑπʼ αὐτῶν εἰπόντες πάθη τέτταρα καὶ γράψαντες, αὐτῶν τὰ γνωρίσματα παραλελοίπασιν. [15]
8 249
τοῦτο τοίνυν ἐμοὶ προχειρισθὲν ἅμα τῇ κατὰ τὸ δεύτερον ἐπιδημιῶν ῥήσει, τίνα οὖν ἐστι τὰ τέτταρα πάθη· τὸ μὲν ἓν καὶ πρῶτον αὐτῶν, ὅτʼ ἂν ἡ φάρυγξ φλεγμαίνῃ, φάρυγγα δʼ ὀνομάζω τὴν ἔνδον τοῦ στόματος χώραν, εἰς ἣν ἀνήκει τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος πέρας· ἕτερον δὲ δεύτερον, ὅτʼ ἂν μήτʼ ἄλλό τι τῶν κατὰ στόμα μήθʼ ἡ φάρυγξ, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι φαίνηται φλεγμαῖνον, αἴσθησις δὲ πνίξεως εἴη τῷ κάμνοντι κατὰ τὸν λάρυγγα· τρίτον δʼ ἐπὶ τούτοις, ὅτʼ ἂν ἡ ἐκτὸς χώρα τῆς φάρυγγος φλεγμαίνῃ· καὶ τέταρτον, ὅτʼ ἂν ἡ τοῦ λάρυγγος ἐκτὸς ὁμοίως διατεθῇ τῇ ἐντός. ἀλλʼ ἐπὶ τούτοις γε κατὰ τὸν αὐχένα γίνεταί τι πάθος, ὃ παραλελοίπασιν, εἰς τὴν πρόσω χώραν μεθισταμένων τῶν σπονδύλων, ποτὲ μὲν αὐτῶν μόνων τῶν κοινωνούντων αὐτοῖς μυῶν εἰς ὄγκον τινὰ παρὰ φύσιν ἀρθέντων, ἤ τινος φύματος συστάντος· ἐνίοτε δὲ καὶ τοῦ στομάχου συγκακωθέντος αὐτοῖς· ἔστι δʼ ὅτε καὶ τῶν συναπτόντων αὐτὸν μυῶν τῷ λάρυγγι, καὶ πρὸς τούτοις γʼ ἔτι τῶν ἰδίων αὐτοῦ τοῦ λάρυγγος μυῶν, ὑφʼ ὧν ἀνοίγνυται. [15]
8 250
ταῦτʼ οὖν ἅπαντα τὰ πάθη δυσχέρειαν μέν τινα ἐργάζεται κατὰ τὴν ἀναπνοὴν, οὐ μὴν τὸν τοῦ πνιγῆναι κίνδυνον ἐπιφέρει· δυσκόλως δὲ καταπίνουσι, καὶ μέντοι καὶ ἀλγοῦσιν, ὁπότε μᾶλλον ἀνακόπτεται τὸ ποτὸν αὐτοῖς εἰς τὰς ῥῖνας. ἐνίοτε δὲ τῆς φλεγμονῆς αὐτῆς ἐπιβαινούσης, καὶ τὰ περὶ φάρυγγά τε καὶ γλῶτταν αὐτοῖς συνεξαίρεται, καθάπερ αὐτὸς ἔγραψεν· ἀλλʼ οὐ δεῖται νῦν ὁ προκείμενος λόγος τῶν τοιούτων συμπαθειῶν τῆς διηγήσεως, ἑτέρων γὰρ ἐνεργειῶν ἀπώλεια γίνεται, τῆς γλώττης παθούσης. Ἔνθα δʼ ἡ βλάβη μιᾶς ἐνεργείας ἐστὶν, οἱ πεπονθότες δὲ τόποι πλείους, τῇ ποικιλίᾳ τῶν ἄλλων συμπτωμάτων διοριζομένοις τούτους ἡμῖν εὑρίσκειν πρόκειται νῦν. ἄνευ μὲν γὰρ τοῦ παθεῖν τι τῶν ἀναπνευστικῶν ὀργάνων ὁτιοῦν, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἀδύνατόν ἐστι βλαβῆναι τὴν ἀναπνοήν· ἐπεὶ δʼ αὐτά τε τὰ ἀναπνευστικὰ πλείω τετύχηκεν ὄντα, πρὸς δʼ αὐτοῖς ἕτερος ἀριθμὸς οὐκ ὀλίγος ἐστὶ μορίων, οἷς συμπάσχειν πέφυκεν, εἰκότως οἱ διορισμοὶ πολλοὶ γεγόνασιν, οἷς χρώμενος ἄν τις εὑρίσκοι τούς τʼ ἰδιοπαθοῦντας ἑκάστοτε καὶ τοὺς συμπάσχοντας αὐτοῖς τόπους. [15]
8 251
εὐθὺς οὖν ἐξ αὐτοῦ μόνου τοῦ τῆς ἀναπνοῆς εἴδους ἔνεστι τεκμήρασθαί τι περί τε τοῦ πάσχοντος τόπου καὶ τῆς διαθέσεως αὐτοῦ. φαινέσθω γὰρ ὁ κάμνων ὅλον τὸν θώρακα κινῶν κατὰ τὴν ἀναπνοὴν, ὡς ἔμπροσθεν μὲν ἄχρι τῶν κλειδῶν ἀνήκειν αὐτοῦ τὴν κίνησιν, ἑκατέρωθεν δὲ ἄχρι τῶν ἐπωμίδων, ὀπίσω δὲ ἄχρι τῶν ὠμοπλατῶν· ἐκ ταύτης τῆς ἀναπνοῆς ἔνδειξις γίνεται τριῶν διαθέσεων· μιᾶς μὲν, θερμασίας φλογώδους κατά τε τὸν πνεύμονα καὶ τὴν καρδίαν· ἑτέρας δὲ, στενοχωρίας κατά τι τῶν ἀναπνευστικῶν ὀργάνων· ἐφʼ αἷς τρίτης, ἀῤῥωστίας τῆς κινούσης δυνάμεως τοὺς μῦς τοῦ θώρακος. ἐπισκέψασθαι τοιγαροῦν χρὴ τοιαύτην ἀναπνοὴν θεασάμενόν τινα πρῶτον μὲν τοὺς σφυγμούς· ἐνδείξονται γὰρ οὗτοι τὸ πλῆθος τῆς θερμασίας, ὡς ἐν τῇ διʼ αὐτῶν προγνώσει γέγραπται· δεύτερον δὲ τὴν ἐκπνοὴν, εἰ πολλὴ καὶ ἀθρόα καὶ μετὰ ἐκφυσήσεως γίγνεται· καὶ τρίτον ἐπὶ τούτοις ἅψασθαι τοῦ θώρακος κατὰ τὸ στέρνον· διακαιόμενον γὰρ εὑρών τις αὐτὸ, οὕτως ἂν ἔχοι πάντα τὰ γνωρίσματα τοῦ πλήθους τῆς θερμασίας, ἐξ ἐπιμέτρου προσερχομένων αὐτοῖς ἐρεύθους προσώπου τε καὶ ὀφθαλμῶν, καὶ κεφαλῆς διακαοῦς, καὶ δίψους ἰσχυροῦ, καὶ γλώσσης ξηρᾶς τε καὶ τραχείας, αὐτοῦ τε τοῦ κάμνοντος καίεσθαι λέγοντος. [5]
8 252
εἰ δὲ τῶν τῆς φλογώσεως σημείων μετρίων ὑπαρχόντων, ὁ θώραξ ἐπὶ πλέον διαστέλλοιτο, στενοχωρία τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ὥστε ἤτοι τῶν περὶ τὸν λάρυγγά τι πέπονθεν, ἢ πλήθους ὑγρῶν ὁ πνεύμων ἢ ὁ θώραξ ἐμπέπλησται, ἢ φῦμά τι φύεται κατʼ αὐτοὺς, ἐξ οὗ γένους ἐστὶ τὸ καλούμενον ἀπόστημα. τὰ μὲν οὖν κατὰ τὸν λάρυγγα διήλθομεν, ὅσα κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν πάσχει· τὰ δὲ κατὰ πνεύμονα καὶ θώρακα μικρὸν ὕστερον ἀκριβέστερον διορισθήσεται, πρόκειται γὰρ ἐν τῷ παρόντι τὰ τοῦ νωτιαίου διελθεῖν πάθη, τά τʼ ἄλλα καὶ ὅσα κατὰ τὴν καλουμένην ἀτονίαν πάσχει. γίνεται δὲ ἀτονία ποτὲ μὲν διὰ τὸν ἐγκέφαλον, ὡς ἂν παρʼ ἐκείνου τὰς δυνάμεις ἀμφοτέρας ἔχοντος αὐτοῦ, τήν τε αἰσθητικὴν καὶ τὴν κινητικήν· ἐνίοτε καὶ κατʼ αὐτὸν μόνον τὸν νωτιαῖον πρωτοπαθοῦντα διά τινα δυσκρασίαν οἰκείαν, ἤτοι καθʼ ὅλον αὐτὸν, ἢ κατὰ διαφέροντα μόρια γεγονυῖαν, ἧς οὐδʼ εἰς ἔννοιαν οἱ πολλοὶ τῶν ἰατρῶν ἀφικνοῦνται, καίτοι θεώμενοι πολλάκις ἐν νόσοις ἐκλύτους τινὰς αὐτῶν οὕτως ὄντας, ὡς μόγις κινεῖν τοὺς τῆς χειρὸς δακτύλους, ὅμως δʼ ἀναπνέοντας ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν, μηδʼ οὖν μηδὲ διακαοῦς θερμασίας ἀναγκαζούσης αὐτοὺς ἐπὶ μεγάλην ἀναπνοὴν ἀφικνεῖσθαι. [5]
8 253
συμβαίνει δὲ αὐτοῖς τοῦτο διὰ τοιαύτην αἰτίαν. τὴν ἀβίαστον ἐκπνοὴν αἱ φρένες ἐργάζονται μόναι κατʼ ἐκείνους τοὺς καιροὺς, ἐν οἷς ἡσυχάζει τὸ ζῶον, ἐῤῥωμέναι· ὁπότʼ ἂν δʼ ἀῤῥωστῶσιν αὗται, μόναι μὲν πληροῦν τὴν χρείαν τῆς ἀναπνοῆς οὐ δύνανται, βοηθοῦσι δʼ οἱ μεσοπλεύριοι μύες αὐταῖς τηνικαῦτα, κᾀπειδὰν ἔτι πλέονος εἰσπνοῆς δέηται τὸ ζῶον, οὕτως ἤδη καὶ οἱ ὑψηλοὶ πάντες, ὧν οἱ μέγιστοι τὰς ὠμοπλάτας ἑαυτοῖς συγκινοῦσιν ἐναργῶς. ὅτʼ ἂν οὖν ἴδῃς ἄνθρωπον ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν ἐνεργοῦντα, μὴ μέντοι πυκνὸν εἰσπνέοντα, προσεπισκέψαι τηνικαῦτα τήν τε πηλικότητα τῆς διαστολῆς τοῦ θώρακος, καὶ τὰ τῆς ῥινὸς πτερύγια· ταῦτά τε γὰρ αὐτὸν εὑρήσεις προστέλλοντα, καὶ μικρὰν τὴν διαστολὴν τοῦ θώρακος ἐργαζόμενον, οὐχ ὥσπερ οἱ διὰ πλῆθος θερμασίας ἐν πυρετοῖς καυσώδεσιν ἐῤῥωμένοι τὴν δύναμιν, ἐπὶ πλεῖστον γὰρ αὐτοὶ τὸν θώρακα διαστέλλουσιν ὅλον· ἀλλʼ οὐδʼ ὡς οἱ διὰ στενοχωρίαν τινὰ τῶν ἀναπνευστικῶν ὀργάνων, ὡς ἐν κυνάγχαις τε καὶ ταῖς ἐκ πολλοῦ καὶ ἀθρόου κατάῤῥου δυσπνοίαις· ἢ καὶ διʼ ἀμφότερα, καθάπερ ἐν περιπνευμονίαις, οὗτοι γάρ εἰσιν οἱ μέγιστόν τε καὶ πυκνότατον ἀναπνέοντες. [5]
8 254
ὥσπερ δὲ διʼ ἀῤῥωστίαν δυνάμεως ἅπαντα τὰ μέρη τοῦ θώρακος ἀναγκάζονται διαστέλλειν, οὕτω καὶ διὰ μερικὴν ἀτονίαν ἑνὸς ἐξ αὐτῶν μέρους. ὁ γοῦν γυμναστὴς Σεκοῦνδος, ὡς ἂν οἷς ἔπασχεν παρακολουθεῖν δυνάμενος, αἰσθάνεσθαι σαφῶς ἔφη τῆς κατὰ τὰς φρένας ἀτονίας, διʼ ἣν ἠναγκάζετο καὶ τοὺς μεσοπλευρίους μῦς ἀεὶ κινεῖν, καί ποτε καὶ τοὺς ὑψηλούς· καί ποτε καὶ περιβαλὼν ζώνην τοῖς κατʼ ὑποχόνδρια χωρίοις, ἠρκεῖτο μόνῃ τῇ διὰ τῶν φρενῶν ἀναπνοῇ, καθʼ ὃν ἡσύχαζε δηλονότι χρόνον. εἴτε δὲ αὐτοῦ τοῦ κατὰ τὸ διάφραγμα μυὸς, εἴτε τῶν ἡκόντων εἰς αὐτὸ νεύρων, εἴτʼ ἀμφοτέρων ἦν ἀτονία, δύσκολον ἐφαίνετό μοι διορισθῆναι· τὴν δʼ αὐτὴν ἀναπνοὴν ἐθεασάμην τινὰ καὶ ἄλλον ἔχοντα, λακτισθέντα μὲν ὑφʼ ἵππου ποτὲ κατὰ τῶν ὑποχονδρίων ἰσχυρῶς, ὡς ἀποθανεῖν κινδυνεῦσαι, φλεγμήναντος αὐτῷ τοῦ διαφράγματος· ὡς δʼ ἐκ τοῦ κινδύνου τούτου διεσώθη, παραμεινάσης ἀεὶ τῆς ἀτονίας αὐτῷ. [5]
8 255
ἑτέρῳ δὲ ἐκ περιπνευμονίας ἰσχυρᾶς ἀνακομιζομένῳ δυσαίσθητος ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν ὁ βραχίων ἐγένετο, καὶ τοῦ πήχεως ὁμοίως τὰ πλεῖστα μέχρι δακτύλων ἄκρων, ὀλίγον δέ τι καὶ πρὸς τὴν κίνησιν ἐβλάβησαν ἔνιοι. τούτῳ τὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον μεσοπλεύριον νεῦρα βλαβῆναι συνέβη· φέρεται δʼ αὐτῶν τὸ μὲν πρῶτον ἀξιόλογον ὑπάρχον τῷ μεγέθει, διὰ βάθους, ἀναμιγνύμενον τῷ μὲν πρὸ αὐτοῦ, κατασχιζόμενον δὲ εἰς μοίρας πολλὰς, ἃς ἐν ταῖς ἀνατομαῖς ἐθεασάμεθα, καί τινας αὐτῶν ἄχρι δακτύλων ἄκρων διὰ τῆς ἔνδον χώρας τοῦ πήχεως ἀφικνουμένας· τὸ δὲ δεύτερον νεῦρον λεπτὸν ὂν, οὐδενὶ μιγνύμενον ἑτέρῳ, διὰ τῆς μασχάλης ὑπὸ τῷ δέρματι πρὸς τὸν βραχίονα φέρεται, κατασχιζόμενον εἰς τὸ δέρμα τῆς ἔνδον τε καὶ ὀπίσω χώρας αὐτοῦ. [15]
8 256
ταχέως ὁ ἄνθρωπος οὗτος ἐθεραπεύθη, φαρμάκου τεθέντος ἐπὶ τῆς ἐκφύσεως τῶν νεύρων κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον· ὥσπερ ἄλλοι τινὲς ἅμα ἄμφω τὰ σκέλη κατὰ βραχὺ παραλυόμενοι, διὰ τῶν κατʼ ὀσφῦν ἐπιτεθέντων φαρμάκων ἐκείνῳ τῷ χωρίῳ, καθʼ ὃ τὰ τῶν σκελῶν ἀποφύεται νεῦρα τοῦ νωτιαίου μυελοῦ, μηδὲν ἡμῶν ἐπιτεθέντων αὐτοῖς τοῖς παραλελυμένοις σκέλεσι φάρμακον· οὐδὲ γὰρ αὐτῶν ἴδιον ἦν τὸ πάθος, ἀλλὰ τοῦ μυελοῦ. ἑτέρῳ δὲ μεγάλης ἐκπυήσεως γενομένης ἔν τε τῷ κατὰ τὴν ἑτέραν τῶν πυγῶν χωρίῳ καὶ τοῖς πρώτοις μέρεσι τοῦ κατʼ αὐτὸν σκέλους ἐγυμνώθη μὲν ἐν τῇ χειρουργίᾳ τὰ τοῦ σκέλους ἐκείνου νεῦρα, θεραπευθέντος δὲ τοῦ χωρίου, δυσκίνητον ἦν ὅλον τὸ κῶλον· ἐφʼ οὗ στοχασάμενος τῆς γενομένης φλεγμονῆς ὑπολελεῖφθαί τι σκιῤῥῶδες ἔν τινι τῶν νεύρων, ὡς πρὸς τοιαύτην διάθεσιν ἁρμοσάμενος, ἐπὶ τοῦ πεπονθότος μόνου χωρίου ἐπιτιθεὶς ἐπιτήδεια φάρμακα τελέως τὸν ἄνθρωπον ἐξιασάμην. ὥσπερ δὲ ἐπὶ τῶν κατὰ τὸ πρόσωπον εἴρηται μερῶν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων, ὅτʼ ἂν ἀπόλλυται μία τις ἐνέργεια, τὸν ποιητικὸν αὐτῆς μῦν μόνον, ἢ τὸ νεῦρον αὐτοῦ πεπονθέναι νομιστέον· εἰ δὲ πλείους ἐνέργειαι βλαβεῖεν, εἰ μὲν καθʼ ἓν χωρίον, ἐγχωρεῖ καὶ τοὺς μῦς αὐτοὺς πάντας ἔκ τινος αἰτίας βεβλάφθαι κοινῆς, ἐνδέχεται δὲ καὶ κοινόν τι τῶν μυῶν ἐκείνων νεῦρον εἶναι τὸ πεπονθός. [5]
8 257
ἰχθῦς γοῦν τις ἐν ποταμῷ θηρεύων, καὶ καταψυχθεὶς τὰ περὶ τὴν ἕδραν τε καὶ κύστιν, ὡς χωρὶς προαιρέσεως ἐκρεῖν αὐτοῦ τό τʼ ἀποπάτημα καὶ τὸ οὖρον, ἐθεραπεύθη ταχέως ὑπὸ τῶν θερμαινόντων φαρμάκων ἐπιτεθέντων τοῖς πεπονθόσι μυσίν· ἕτερος δὲ ἄνευ φανερᾶς αἰτίας τοῖς αὐτοῖς περιπεσὼν συμπτώμασιν ἐν πολλῷ χρόνῳ διὰ πολλῶν βοηθημάτων μόγις ὑγιάσθη, τῶν καθʼ ἱερὸν ὀστοῦν αὐτῷ παθόντων νεύρων. ὅπερ οὖν ἔφην εὐθέως ἐν ἀρχῇ, τοῦτο καὶ νῦν εἰπὼν ἐφʼ ἕτερόν τι μεταβήσομαι· γινώσκων τις ἐξ ἀνατομῆς ἕκαστον τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, εἰς ὅ τι παραγίνεται μόριον, ἀκριβῶς διαγνώσεται τοὺς πεπονθότας τόπους. ἔργῳ δʼ ὑμεῖς τὴν βάσανον τούτων ἐπὶ τῶν ἔργων τῆς τέχνης εἰλήφατε, πολλάκις ἑωρακότες ὠφέλειαν ἐναργῆ γιγνομένην τοῖς κάμνουσιν ἐκ τῆς τοιαύτης διαγνώσεως. οὐ μόνον γὰρ σκέλη καὶ χεῖρας εἰκῆ καὶ μάτην οἱ πολλοὶ τῶν ἰατρῶν ἀνατρίβουσι φαρμάκοις θερμαίνουσι διʼ ὅλης ἡμέρας τε καὶ νυκτὸς, ἀμελήσαντες τοῦ τόπου, καθʼ ὃν ὁ νωτιαῖος ἤ τι τῶν ἀπʼ αὐτοῦ βλάπτεται νεύρων, ἀλλὰ καὶ τὴν κεφαλὴν οὐ πρὸ πολλοῦ τινος ἥλκωσαν, ἐπιτιθέντες φάρμακα τῶν πάνυ θερμαινόντων, ἡγούμενοι διʼ αὐτῶν ἀνακαλέσασθαι τὴν αἴσθησιν αὐτῆς ἰσχυρῶς βεβλαμμένην· ὅν τινα καὶ αὐτὸν ἡμεῖς ἰασάμεθα, τὸν πεπονθότα τόπον εὑρόντες ἔκ τε τῶν ἄλλων συμπτωμάτων καὶ τῶν προκαταρκτικῶν αἰτίων, ἕκαστον ἀνερωτήσαντες, ὧν ἓν ἦν καὶ τόδε· πάμπολυν ὑετὸν ἔφη σὺν ἀνέμῳ σφοδροτάτῳ γενόμενον, ὁδοιποροῦντος πότʼ αὐτοῦ, διαβρέξαι τὴν ἐφεστρίδα κατὰ τὸν τράχηλον, ὡς αἰσθέσθαι σαφῶς ψύξεως ἐν αὐτῷ γενομένης ἰσχυρᾶς. [10]
8 258
ἐπιστάμενος οὖν τις ἐκ τῶν πρώτων τοῦ νωτιαίου σπονδύλων ἐπὶ τὴν κεφαλὴν ἀναφερόμενα νεῦρα τέτταρα, διʼ ὧν τὴν αἴσθησιν ἔχει τὸ περὶ αὐτὴν δέρμα, ῥᾳδίως ἂν ἔγνω τὸν πεπονθότα τόπον, οὗ θεραπευθέντος τὸ τῆς κεφαλῆς συνεθεραπεύθη δέρμα, μηδὲν αὐτὸ κατὰ πρωτοπάθειαν πεπονθός. ἀλλʼ οὔτε ταῦτα τὰ νεῦρα γιγνώσκοντες οὔτε τὰ καθʼ ἕκαστον μέρος ὅλου τοῦ δέρματος οἱ ἰατροὶ, παρὸν αὐτοῖς ἐλαχίστῳ μορίῳ τῷ κατὰ τὴν ἀρχὴν τοῦ νεύρου προσφέρειν τὰ βοηθήματα, τοῖς οὐδὲν πεπονθόσιν ἐνοχλοῦσιν. [15]
8 259
ἐγὼ δὲ ὑμῖν ἔδειξα πολλάκις ἔνια μὲν ἐν αὐτῷ τῷ νωτιαίῳ τὴν οἷον ῥῖζαν ἔχοντα, τινὰ δʼ οἷον ἐκ κλάδων μεγάλων ἀποσχιζόμενα, πεφυκότων ἐκ τοῦ νωτιαίου, καὶ πάλιν αὐτὰ ταῦτα, σχιζόμενά τε καὶ διανεμόμενα, τὰ μὲν εἰς πολὺ πάνυ μέρος τοῦ δέρματος, ἔνια δὲ εἰς ἔλαττον· ὥστέ με θαυμάσαι τῶν ἀνατομικῶν ἀνδρῶν ἀγνοησάντων αὐτὰ καὶ ζητούντων ἐν ταῖς παραλύσεσι τὴν αἰτίαν, διʼ ἣν οὐκ ἀεὶ κίνησίς τε καὶ αἴσθησις ἀπόλλυται τῶν παραλελυμένων μορίων, ἀλλʼ ἐνίοτε μὲν ἡ κίνησις, ἐνίοτε δὲ ἡ αἴσθησις, ἐνίοτε δὲ ἥ τε κίνησις καὶ ἡ αἴσθησις. οἴονται γὰρ τῶν εἰς τοὺς μῦς διανεμομένων νεύρων τὰ λείψανα διεκπίπτειν ἐπὶ τὸ δέρμα, καὶ διὰ τοῦτο ἐπειδὰν πάθῃ τὸ κατασχιζόμενον εἰς τὸν μῦν νεῦρον, ἐπὶ μὲν ταῖς μεγάλαις αὐτοῦ διαθέσεσιν ἀμφότερα βλάπτεσθαι, τήν τε αἴσθησιν ἅμα καὶ τὴν κίνησιν· ἐπὶ δὲ ταῖς ἐλάττοσιν διασώζεσθαι μὲν ἔτι τὴν αἴσθησιν, ὡς ἂν οὐκ ἰσχυρᾶς δεομένην δυνάμεως, ἀπόλλυσθαι δὲ τὴν κίνησιν, οὐ δυναμένην γίνεσθαι χωρὶς ῥώμης δυνάμεως. [15]
8 260
εἷς γάρ τις μῦς ἐνίοτε κινῶν ὅλον τὸ σκέλος, ἢ καὶ τὴν χεῖρα, καὶ διὰ τοῦτο ῥώμης δεόμενος, ἐπειδὰν πάθῃ μηκέτʼ ἐνεργεῖν δυνάμενος, ἀκίνητον μὲν ἐργάζεται τὸ κῶλον, ἡ δὲ αἰσθητικὴ δύναμις, διαγνωστικὴ τῶν κατὰ τὸ μόριον οὖσα παθῶν, ἀβλαβὴς αὐτῷ διαμένει, μὴ δεομένη μεγάλης ἰσχύος· τό τε γὰρ πάσχειν οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον ὑπάρχει τοῖς ἀσθενέσιν, ἥ τε διάγνωσις τοῦ πάθους αὐτάρκως γίνεται καὶ διʼ ἀῤῥώστου δυνάμεως. ἐπὶ μὲν οὖν τῆς τοιαύτης παραλύσεως ὁ λόγος αὐτῶν πιθανός ἐστιν· ἐφʼ ἧς δʼ ἡ μὲν αἴσθησις ἀπόλωλεν, ἡ δὲ κίνησις σώζεται, τινὲς μὲν οὕτω ματαίους εἰρήκασι λόγους, ὡς ἄμεινον εἶναι σιωπᾷν αὐτούς· ἔνιοι δʼ αἰσθανόμενοι τῆς τοῦ ζητήματος ἀπορίας, οὐκ ὤκνησαν εἰπεῖν οὐδέποτʼ ὦφθαι τοιοῦτο παραλύσεως εἶδος, ἐν ᾧ τῆς αἰσθήσεως ἀπολωλυίας ἡ κίνησις σώζεται. τοῖς γὰρ ἀποστᾶσι μὲν τῶν ἔργων τῆς τέχνης, ἀναγορεύσασι δὲ ἑαυτοὺς προστάτας αἱρέσεως, οὐδὲν ἀτόλμητόν ἐστιν, ἀλλʼ ἅπαν ἑτοίμως ψεύδονται, καὶ γράφουσιν ἔνια μὲν ὡς πολλάκις ἑωρακότες, ὧν οὐδʼ ὄναρ οὐδὲν εἶδόν ποτε, πολλὰ δʼ οὐδεπώποτʼ ὦφθαί φασι τῶν συνεχῶς αὐτοῖς ὁρωμένων. [15]
8 261
Ἤδη μέν πως ὡμολόγηται τοῖς ἰατροῖς, ἐκ μὲν τοῦ στομάχου καὶ τῆς γαστρὸς ἐμεῖσθαι τὸ αἷμα, μετὰ δὲ βηχὸς ἐκ τῶν ἀναπνευστικῶν ἀνάγεσθαι μορίων· ἐκ δὲ τῶν κατὰ φάρυγγα καὶ γαργαρεῶνα χρεμπτομένοις, ὥσπερ ἐκ τοῦ στόματος, ἁπλῶς ἀποπτύεσθαι· τεθεάμεθα δὲ πολλάκις, ὅτʼ ἂν ἀθροώτερον ἐκ τῆς κεφαλῆς καταφέρηται, καὶ μάλιστα τοῦ γαργαρεῶνος ἔνδον ὡς πρὸς τὴν φάρυγγα, μετὰ βηχὸς αὐτὸ ἀναπτυόμενον· ἐμπῖπτον γὰρ αὐτίκα τῷ λάρυγγι βῆχα κινεῖ. προσέχειν οὖν δεῖ τούτῳ μάλιστα, μήποτε δόξωμεν ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναφέρεσθαι τὸ αἷμα, καθάπερ ἤδη τινὰς ἔγνων ἰατροὺς ὑπολαβόντας ψευδῶς, ἐξ ὧν ἐσφάλησαν αὐτοὶ νομίσαντες οὐκ ὀρθῶς ἀποφήνασθαι πολλοὺς τῶν ἀρίστων ἰατρῶν, χαλεπωτάτην εἶναι τὴν τοιαύτην αἱμοῤῥαγίαν, ὡς ἂν τοῦ πνεύμονος ἰσχυρῶς πεπονθότος· οὐδὲ γὰρ μικροῦ τινος ἀγγείου ῥῆξιν εἰκὸς γίνεσθαι κατʼ αὐτόν. ἐγχωρεῖ δὲ καὶ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεσθαι πολλάκις αἵματος ἀναφορὰς ἀθρόας μετὰ βηχός. [15]
8 262
ὅτʼ ἂν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐκ διαλειμμάτων ὀλίγον ἑκάστοτε μετὰ βηχὸς ἀνεπτυκώς τις αἷμα φαίνηται, μετὰ ταῦτα δὲ ὕστερον αὐτῷ μήτε καταπτώσεως ἐξ ὑψηλοῦ συμπεσούσης μήτʼ ἐν ἀγῶσιν ἢ παλαίστραις σφοδρᾶς πτώσεως, ἀλλὰ μηδʼ ἐπιπεσόντος τινὸς τῷ θώρακι βάρους, ἅμα βηχὶ πολλὴν αἱμοῤῥαγίαν γενέσθαι συμβῇ, κατάλοιπον ἂν εἴη διὰ τὴν ἀνάβρωσιν ἀξιόλογον γενομένην ἀναβηχθῆναι πλεῖον αἷμα. πολλοὶ δὲ τῶν οὕτως παθόντων μόρια ἄττα τοῦ πνεύμονος ἅμα τῷ αἵματι συνανήνεγκαν· καὶ διὰ τοῦτο προσήκει παρακολουθεῖν ἐπιμελῶς, εἰ ἀφρῶδές τι συνανεπτύσθη· καὶ γὰρ καὶ τοῦτο βεβαιότατόν ἐστι γνώρισμα τῆς ἐκ τοῦ πνεύμονος ἀναγωγῆς, ὥσπερ ὅταν ἤτοι βρογχίου τι μέρος, ἢ ἀρτηρίας χιτῶνος, ἢ φλεβὸς, ἢ καὶ τῆς σαρκὸς αὐτῆς τοῦ πνεύμονος ἀναφέρηται. τούτων δʼ οὐδὲν ἐπιφαίνεται τοῖς ἐκ τοῦ θώρακος ἀναβήττουσιν αἷμα, καθάπερ οὐδὲ ὀδύνη τις τοῖς ἐκ τοῦ πνεύμονος, ὡς ἂν ἐλάχιστα δύο νεῦρα παρὰ τῆς ἕκτης συζυγίας τῶν ἀπʼ ἐγκεφάλου λαμβάνοντος, τῷ μὲν ἔξωθεν αὐτὸν ὑμένι περιέχοντι διανεμόμενα, τῷ βάθει δὲ οὐκ ἐπεκτεινόμενα τοῦ σπλάγχνου· τῷ θώρακι δʼ, ὡς ἴστε, πολλὰ μὲν ἐκ τῶν ἔνδον μερῶν ἐστι νεῦρα, πολλὰ δὲ ἔξωθεν, ἐξ ὧν αἰσθάνεται τάχιστα τῶν ὀδυνηρῶν διαθέσεων. [5]
8 263
ἀλλὰ καὶ διότι μυώδης μὲν ὁ θώραξ ἐστὶ καὶ ὀστώδης, ὁ πνεύμων δʼ ἄθλιπτός τε καὶ χαῦνος, ἐπιτείνεται μὲν ἡ τοῦ θώρακος, ἀνίεται δʼ ἡ τοῦ πνεύμονος ὀδύνη. ὅτʼ ἂν οὖν ἀλγήσειέ τις ἓν ὁτιοῦν μέρος ἐκ τοῦ θώρακος, ἀναβήττῃ τε μὴ πολὺ, μηδʼ ἐρυθρὸν, ἀλλʼ ἤδη μελαινόμενόν τε καὶ θρομβούμενον αἷμα, τούτῳ πρωτοπαθεῖ μὲν ὁ θώραξ, ἀνάγεται δὲ διὰ τοῦ πνεύμονος οὕτως τὸ αἷμα, καθάπερ καὶ τὸ πῦον ἐν τοῖς ἐμπυϊκοῖς πάθεσιν, ἐφʼ ὧν μεταξὺ θώρακός τε καὶ πνεύμονος αἰσθητῶς περιέχεται. οὕτως δὲ καὶ τὸ κεχρωσμένον ὁπωσοῦν πτύελον ἐν πλευρίτισιν ἐπιφαίνεται, καὶ κατὰ τὸ μετὰ τοῦτο ὑπόμνημα τὸ πέμπτον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν ἐπιγιγνομένων ἑλκώσεων ταῖς τοῦ αἵματος ἀναφοραῖς ἀκόλουθον εἰπεῖν. ἐν μὲν γὰρ τῷ πνεύμονι καὶ μᾶλλον γίγνεται, καὶ τισὶ μὲν ἀθεράπευτα παντάπασιν ἔδοξεν, ἐνίοις δὲ δυσθεράπευτα· κατὰ δὲ τὸν θώρακα καὶ κολλᾶται τὰ πλεῖστα τῶν ῥαγέντων ἀγγείων, ἐφʼ οἷς ἔπτυσεν αἷμα, καὶ εἰ παραμείνειεν μέχρι πλείονος ἡ ἕλκωσις, ἀλλʼ οὔτι γε τελέως ἀνίατος γίνεται· τὰ δὲ ἐν τῷ πνεύμονι χρονίσαντα, κᾂν θεραπευθῇ ποτε, καταλείπει τι λείψανον ἐν αὐτῷ τυλῶδές τε καὶ συριγγῶδες, ὃ τοῦ χρόνου προϊόντος ἀναδέρεται ῥᾳδίως ἐπὶ βραχείαις προφάσεσιν, συναναφέρεται δὲ τοῖς πτυομένοις ἐντεῦθεν ἐνίοτε καὶ ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἐφελκὶς, καί τις αἵματος βραχὺς σταλαγμός. [5]
8 264
ἔστι δὲ ταῦτα κοινὰ καὶ τῶν ἐν ἑτέρῳ τόπῳ γενομένων ἑλκῶν, ἀλλὰ τὰ μὲν ἐκ στομάχου καὶ γαστρὸς ἐμεῖται, τὰ δʼ ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται, τὰ δʼ ἐκ τῶν ἐντέρων διαχωρεῖται, τοῖς δʼ ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀδύνατόν ἐστι χωρὶς βηχὸς ἀναπτυσθῆναι. ἐὰν δέ τις ἀναχρέμπτηταί τε καὶ ἀπομύττηταί ποθʼ αἷμα πλέοσιν ἐφεξῆς ἡμέραις, μήτε κεφαλῆς ὀδύνης ἢ βάρους, ἤτοι συμπαρόντος, ἢ προηγησαμένου, μήτε πληγῆς αὐτόθι γεγενημένης, ἐπισκέψασθαι χρὴ τούτου τόν τε τῆς ῥινὸς πόρον ἀκριβῶς ὅλον, ἐκεῖνόν τε τοῦ στόματος τὸν τόπον, ἔνθα συντέτρηται πρὸς τὴν ῥῖνα· γίνεται γάρ ποτε τοιοῦτο σύμπτωμα, βδέλλης ἐν τῷ χωρίῳ τούτῳ προσπεφυκυίας, ἥτις αὐξάνεται καὶ καθʼ ἑκάστην ἡμέραν, ὥστʼ εἰ καὶ ταῖς πρώταις ἡμέραις ἐλάνθανε διὰ σμικρότητα, μετὰ τρεῖς γε ἢ τέτταρας ἑτοίμως ὁρᾶσθαι· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῆς γαστρὸς ἐμεῖταί ποθʼ αἷμα, βδέλλης καταποθείσης. [5]
8 265
ἔστι γε μὴν τὸ τοιοῦτον αἷμα λεπτὸν καὶ ἰχωρῶδες, ἐάν τʼ ἐκ γαστρὸς, ἐάν τʼ ἐκ ῥινὸς, ἐάν τʼ ἐκ τοῦ στόματος φαίνηται φερόμενον, ὥστέ τινα θεασάμενον αὐτὸ, καὶ προσέτι τὴν ἕξιν τοῦ ἀνθρώπου κατασκεψάμενον, ἐρωτήσαντά τε περὶ τῶν προηγησαμένων, ἐξ ἁπάντων αὐτῶν στοχάσασθαι τῆς τοῦ πράγματος ἀληθείας. ὑγιαίνοντος γοῦν ποτε ἀμέμπτως ἀνθρώπου, τοιοῦτον αἷμα θεασάμενος ἐμούμενον, ἠξίωσα διηγήσασθαί μοι τὴν δίαιταν ἣν διῄτητο ταῖς ἔμπροσθεν ἡμέραις. σὺν τοῖς ἄλλοις οὖν οἷς διηγεῖτο, καὶ τοῦτο κατέλεξεν, ὡς ἔκ τινος κρήνης οὐ πάνυ τι καθαρὸν ὕδωρ ἐχούσης ἔπιεν ὕδωρ διψήσας νύκτωρ, οἰκέτου τινὸς αὐτῷ κομίσαντος. ὡς δʼ ἤκουσα τοῦτο, προσανηρόμην αὐτὸν, εἰ καὶ βδέλλαι ποτʼ ὤφθησαν ἐν τῷ κατὰ τὴν κρήνην ὕδατι· καὶ φάντος ἑωρακέναι, δοὺς ἐπιτήδειον φάρμακον, ἐμεθῆναι τὴν βδέλλαν ἐποίησα. [15]
8 266
ἑτέρου δʼ ἀπομυττομένου καὶ πτύοντος αἷμα τοιοῦτο, πυθόμενος ἐν τῇ διηγήσει διατρῖψαι τὸν ἄνθρωπον ἐν λίμνῃ τινὶ κατʼ ἀγρὸν ὥρᾳ θέρους, μετά τινων ἑτέρων παίζοντα γυμναστικὰς παιδιὰς, ὁποίας εἰώθασιν οἱ νέοι παίζειν ἐν ὕδατι, καὶ γινώσκων ἐν ἐκείνῳ τῷ ὕδατι βδέλλας γενομένας, ἐξαγαγὼν εἰς αὐγὴν τὸν πάσχοντα, καὶ στρέψας τὸν πόρον τῆς ῥινὸς εὐθὺ τῶν ἡλιακῶν ἀκτίνων, ἐθεασάμην κατʼ ἐκεῖνον τὸν τόπον, ἐν ᾧ συντέτρηται πρὸς τὴν ἐν τῷ στόματι χώραν ἡ ῥὶς, οὖσαν βδέλλης οὐρὰν, ἐγκατακεκρυμμένην τῷ πόρῳ. βέλτιον οὖν ἔδοξέ μοι καὶ ταῦθʼ ὑμῖν ἱστορῆσαι. Ὅτι μὲν γὰρ ἐν τοῖς τοιούτοις λόγοις ἀκουστέον ἐστὶ τὴν βλάβην, εἰ καὶ μὴ παντελῶς ἀπολωλὸς εἴη τὸ κατὰ φύσιν ἔργον ἅπαν τοῦ μορίου, πολλάκις εἴρηταί μοι, χεῖρον δʼ οὐδὲν ἀναμνησθῆναι καὶ νῦν. ὅτι δʼ οὐ ταὐτόν ἐστι φωνὴ καὶ διάλεκτος, ἀλλʼ ἡ μὲν φωνὴ τῶν φωνητικῶν ὀργάνων ἔργον, ἡ διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν κυριώτατόν ἐστιν ἡ γλῶττα, συντελεῖ δʼ οὐ σμικρὸν ἥ τε ῥὶς καὶ τὰ χείλη καὶ οἱ ὀδόντες, ἐπισταμένους ὑμᾶς ἀναμιμνήσκω· καθάπέρ γε καὶ περὶ τῶν φωνητικῶν ὀργάνων, ὅτι λάρυγξ ἐστὶ καὶ οἱ κινοῦντες αὐτὸν μύες, ὅσα τε τούτοις νεῦρα τὴν ἐξ ἐγκεφάλου παρακομίζει δύναμιν. [5]