Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Galen: On the Affected Parts

Library › Greek: Science & Medicine › On the Affected Parts

On the Affected Parts is a treatise in six books by Galen of Pergamon, the second-century physician. It concerns the diagnosis of internal diseases: how the physician can identify which part of the body is affected when it cannot be seen, by reasoning from symptoms and from knowledge of anatomy and function. After general principles, Galen works through the body from the brain and nerves downward, illustrating his method with many cases from his own practice.

This is one of Galen's most important clinical works and was widely studied in later medicine. It shows how he joined anatomy and physiology to bedside observation, especially in tracing disorders of sensation and movement to their source in the nervous system, and its case histories offer a vivid picture of medical practice in the Roman Empire.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Kühn VIII 1–452). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Science & Medicine
On the Affected Parts
Galen · Part 4 · every word parsed
8 267
ἐὰν μὲν οὖν οἱ κλείοντες ἢ οἱ ἀνοίγοντες τὸν λάρυγγα μύες ἀκίνητοι γενηθῶσιν, ἀφωνία παντελὴς καταλήψεται τὸν οὕτω παθόντα· καθάπέρ γε κᾂν δυσκίνητοί πως, ἤ τινα παλμώδη κίνησιν ἢ τρομώδη λάβωσι, κατὰ τὸ τοῦ πάθους εἶδος ἡ φωνὴ βλαβήσεται· παραπλησίως δὲ κᾂν σπασμωδῶς ἢ κλονωδῶς κινῶνται· καὶ μέντοι κᾂν ἀῤῥωστήσῃ ποθʼ ἡ δύναμις αὐτῶν, ἤτοι διʼ οἰκεῖόν τι πάθος, ἢ διά τι τῶν κινούντων αὐτοὺς νεύρων, ἀμυδρὰν καὶ μικρὰν ἐργάσεται τὴν φωνήν. ἐὰν δʼ ἄλλός τις τῶν κινούντων τὸν λάρυγγα μυῶν ὁτιοῦν πάθῃ, βλαβήσεται μέν πως ἡ φωνὴ βλάβην μικρὰν, οὔτε δὲ ἄφωνος ὁ οὕτως παθὼν ἔσται παντάπασιν, οὔτε σμικρόφωνος ἱκανῶς. ὥσπερ δʼ οἱ κυριώτατοι μύες τῶν τὸν λάρυγγα κινούντων εἰσὶν οἵ τʼ ἀνοιγνύντες αὐτὸν καὶ οἱ κλείοντες, οὕτω καὶ τῶν φωνητικῶν νεύρων τὰ παλινδρομοῦντα, μορία μὲν ὄντα καὶ αὐτὰ τῆς ἕκτης συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ὥσπερ καὶ τἄλλα τὰ εἰς αὐτὸν ἐμφυόμενα, διαφέροντα δʼ αὐτῶν τοσοῦτον, ὡς μὴ κατὰ τὸν τράχηλον ἀποσχίζεσθαι τῶν ἐκ τῆς ἕκτης συζυγίας, ἀλλʼ ὅταν εἰς τὴν τοῦ θώρακος ἀφικνῆται χώραν. [5]
8 268
αὐτὴν μὲν οὖν τὴν ἕκτην συζυγίαν ὅλην οὐδεὶς οὕτως ἀφυής ἐστι χειρουργὸς ὡς ἄκων τέμνειν, τὰ παλινδρομοῦντα δʼ ἐνίοτε διασπῶσιν ὑπʼ ἀγνοίας· ἔστι δʼ ὅτε καὶ τέμνεται μετὰ τῆς τραχείας ἀρτηρίας ἢ τὸ ἕτερον αὐτῶν, ἢ ἀμφότερον, κατὰ τὰς μεγάλας τρώσεις αὐτῆς· καὶ ψυχθέντα δʼ ἐν χειρουργίαις ἐμποδίζει τῷ φωνήματι, μέχρις ἂν ἐκθερμανθέντα τὴν φυσικὴν εὐκρασίαν ἀνακτήσηται. βλάπτεσθαι δʼ ἔτι συμβαίνει τὴν φωνὴν εἰς ὀξύτητά τε καὶ μέγεθος οὐκ ἀφανῶς, κᾀπειδὰν οἱ τῆς φάρυγγος μύες ἀδυνατῶσι συντείνειν αὐτήν· καὶ μέντοι καὶ διάβροχος ὑγρότητι πολλῇ γενόμενος ὁ κοινὸς χιτὼν τῆς φάρυγγος καὶ τοῦ λάρυγγος, ἰσχυρῶς βλάπτει τὴν φωνήν. ὅτι δὲ καὶ οἱ κατάῤῥοι κατὰ τὸν αὐτὸν λόγον βραγχώδη τὴν φωνὴν ἐργάζονται, τῶν πᾶσι γινωσκομένων ἐστί· καθάπέρ γε καὶ τὸ πολλὰ βοῆσαι, καὶ γὰρ καὶ τοῦτο φλεγμονῇ τι παραπλήσιον ἐργάζεται πάθημα κατά τε τὸν εἰρημένον χιτῶνα καὶ τοὺς μῦς τοῦ λάρυγγος, (εὔδηλον δʼ ὅτι καὶ τῶν ἔνδον τοῦ λάρυγγος μυῶν φλεγμαινόντων, ἡ κυνάγχη τὸ πάθημα γίνεται, τήν τε φωνὴν ἅμα καὶ τὴν ἀναπνοὴν βλάπτουσα) καὶ ὅλως ἅπαντες οἱ παρὰ φύσιν ὄγκοι κατά τε τὰς ὁδοὺς τοῦ πνεύματος γενόμενοι καὶ θλίβοντες ἔξωθεν αὐτάς. [5]
8 269
οὕτω γοῦν καὶ ὁ στόμαχος φλεγμήνας, εἶτα θλίβων τὸν χιτῶνα τῆς τραχείας ἀρτηρίας, ᾧ συνάπτεται τὰ σιγμοειδῆ πέρατα τῶν κατʼ αὐτὴν χόνδρων, εἰς ἀναπνοήν τε καὶ φωνὴν βλάπτει· καὶ ἡ τῶν κατʼ αὐχένα σπονδύλων εἰς τὸ πρόσω μετακίνησις, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται. ταῦτα μὲν ἅπαντα τὰ πάθη γίνεται τῇ φωνῇ, τῶν ἰδίων αὐτῆς ὀργάνων οἰκείαν τινὰ βλάβην ἐχόντων, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν, οὐδὲν γὰρ διαφέρει πρὸς τὸν ἐνεστῶτα λόγον· ἕτερα δὲ πάσχει, τῷ τῆς οἰκείας ὕλης στερίσκεσθαι· δέδεικται δʼ ἐν τοῖς περὶ φωνῆς οἰκεία τῆς ἐνεργείας ταύτης ὕλη γενικῶς μὲν εἰπεῖν ἡ ἐκπνοὴ, κατʼ εἶδος δὲ καὶ τὴν οἰκείαν διαφορὰν ἡ ἐκφύσησις, ἥτίς ἐστιν ἀθρόα τοῦ πνεύματος ἔξω φορὰ κατὰ τὴν μεσοπλευρίων μυῶν ἐνέργειαν γιγνομένη. [15]
8 270
οὕτω δὲ καὶ αἱ μεγάλαι τοῦ θώρακος τρώσεις, ἢ ὅλως αἱ παραλύσεις θατέρου μέρους αὐτοῦ, πρώτως μὲν ἡμίπνουν, κατὰ συμβεβηκὸς δὲ καὶ ἡμίφωνον ἐργάζεται τὸ ζῶον. ὅσα δʼ ἐν ἀποπληξίαις καὶ κάροις ἐπιληψίαις τε καὶ κατοχαῖς ἡ φωνὴ βλάπτεται, ταῦτα τῷ κοινῷ λόγῳ γίνεται τῶν καθʼ ὁρμὴν ἐνεργειῶν, ἤτοι τῶν πρώτων μερῶν τοῦ νωτιαίου παθόντων, ἢ καὶ σὺν αὐτοῖς τοῦ ἐγκεφάλου. συνημμένων δʼ ἀλλήλαις τῶν πέντε τούτων ἐνεργειῶν, ἐκπνοῆς, ἐκφυσήσεως ἀψόφου, ψοφώδους ἐκφυσήσεως, φωνῆς, διαλέκτου, τῇ πρώτῃ μὲν εἰρημένῃ συμβλάπτονται πᾶσαι, τῇ δʼ ὑστάτῃ τῶν ἄλλων οὐδεμία· τῇ δευτέρᾳ δὲ αἱ μετʼ αὐτὴν τρεῖς, τῇ τρίτῃ δʼ ἔσχατα δύο, τῇ τετάρτῃ δὲ ἡ τελευταία μία μόνη. εἰ μὲν γὰρ οὐδʼ ὅλως ἐκπνεῖ τὸ ζῶον, ἤτοι κατʼ ἄμφω τὰ μέρη τοῦ θώρακος, ἢ κατὰ θάτερον μόνον· εἰ μὲν κατʼ ἄμφω, πνιγήσεται διὰ ταχέων· εἰ δὲ κατὰ θάτερον, ἡμίπνουν καὶ ἡμίφωνον ἔσται μετὰ τοῦ καὶ τῶν ἐφεξῆς ἐνεργειῶν αὐτῆς δυοῖν ἀπολωλέναι τὸ ἥμισυ μέρος, ὧν τὴν μὲν ἑτέραν ἄψοφον ἐκφύσησιν ὀνομάζειν εἴωθα, τὴν δὲ ἑτέραν ψοφώδη. [15]
8 271
εἰ δʼ ἡ μὲν ἐκπνοὴ σώζοιτο, διαφθαρείη δὲ ἡ ἐκφύσησις, αἱ λοιπαὶ τρεῖς ἐνέργειαι διαφθείρονται, ψοφώδης ἐκφύσησις καὶ φωνὴ καὶ διάλεκτος· ἀπολομένης δὲ τῆς ψοφώδους ἐκφυσήσεως, καὶ φωνὴ καὶ διάλεκτος συναπόλλυται· καθάπέρ γε καὶ φωνῆς ἀπολομένης ἡ διάλεκτος. ἐπισταμένοις οὖν ἡμῖν τοὺς τῶν εἰρημένων ἐνεργειῶν δημιουργοὺς μῦς ὑπάρξει συλλογίζεσθαι, τίνες μὲν ἔπαθον ἐξ αὐτῶν ἴδιόν τι πάθημα, τίνων δὲ τοὔργον ἐβλάβη κατὰ συμβεβηκός. εἰ δέ τι τῶν ἐν ταῖς ἀνατομαῖς ὀφθέντων ἐπελάθεσθε, τά τε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ὑπομνήματα καὶ τὰ περὶ φωνῆς ὑμᾶς ἀναμνήσει· λέλεκται δὲ περὶ αὐτῶν κᾀν τῷ δευτέρῳ περὶ τῆς ἐπὶ τῶν ζώντων ἀνατομῆς. ἐκπνοὴν μὲν γὰρ ἅπαντες οἱ συστέλλοντες τὸν θώρακα μύες· ἐκφύσησιν δὲ, οὖσαν ἐκπνοὴν σφοδρὰν, οἱ μεσοπλεύριοι μάλιστα· τὴν ψοφώδη δὲ οἱ τῆς φάρυγγος· αὐτὴν δὲ τὴν φωνὴν οἱ τοῦ λάρυγγος ἐργάζονται μύες· ἡ δὲ γλῶττα, διαρθροῦσα τὴν φωνὴν, εἰς τὸ διαλέγεσθαι χρήσιμος ὑπάρχει, συντελούντων δʼ εἰς τοῦτο καὶ τῶν ὀδόντων καὶ τῶν χειλῶν, ἔτι τε τῶν κατὰ τὴν ῥῖνα συντρήσεων, οὐρανίσκου τε καὶ γαργαρεῶνος, ἐπὶ τούτοις τε τοῦ συμμέτρου δεσμοῦ τῆς γλώττης αὐτῆς. [5]
8 272
οἱ μὲν οὖν τραυλοὶ, καὶ ψελλοὶ, καί τι τοιοῦτον κατὰ τὸ διαλέγεσθαι σφαλλόμενοι, τῶν διαλεκτικῶν ὀργάνων ἔχουσί τι βεβλαμμένον, ἢ κατὰ τὴν φυσικὴν διάπλασιν, ἢ μετὰ ταῦθʼ ὕστερον· ὥσπερ οἱ τὸν τῆς ῥινὸς πόρον ὑπὸ πολύποδος, ἢ καὶ ἄλλως φραχθέντες, ἤ τινα τῶν προσθίων ὀδόντων ἀπολέσαντες, ἢ χεῖλος κολοβωθέντες· οἱ δʼ ἰσχνόφωνοι καλούμενοι ὅπως γίνονται, καὶ τἄλλα ὅσα φωνῆς ἐστι εἴδη τε καὶ πάθη, βραγχώδους τε καὶ κλαγγώδους, καὶ λεπτῆς, καὶ τραχείας, καὶ μελαίνης, ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασιν αὐτάρκως εἴρηται. Εἴρηται μὲν ἤδη καὶ πρόσθεν ἱκανῶς περὶ δυσπνοίας, ἡνίκα τὰ τοῦ νωτιαίου πάθη διηρχόμην· ἀναμνήσας δὲ καὶ νῦν αὐτῶν, ὅσον ὑπόλοιπον ἔτι τῆς θεωρίας ταύτης ἐστὶ, προσθήσω. καθόλου μὲν οὖν ὑμᾶς ἀξιῶ πάντων ὧν ἐθεάσασθε κατὰ τὰς ἀνατομὰς μυῶν τῶν κινούντων τὸν θώρακα πρόχειρον ἔχειν τὴν μνήμην, ἅμα τοῖς εἰς αὐτοὺς ἀφικνουμένοις νεύροις· εἰσελθόντας δὲ πρὸς τὸν δυσπνοοῦντα, πρῶτον μὲν θεάσασθαι πότερον ἅπαντας κινεῖ τοὺς τοῦ θώρακος μῦς, ἢ τοὺς κατὰ τὰ μεσοπλεύρια μόνους χωρὶς τῶν ὑψηλῶν, ἢ καὶ τὰς φρένας ἅμα τοῖς μεσοπλευρίοις. [5]
8 273
ἐὰν γὰρ εἰδῆτε πάντας κινουμένους, ἕν τι τῶν τριῶν ἐννοήσαντες ὧν ἐρῶ τῆς τοιαύτης κινήσεως αἰτίων, ἐφεξῆς διορίζεσθαι πειρᾶσθε, τί ποτʼ αὐτῶν ἐστι τὸ νῦν ὑπάρχον αἴτιον· ἐὰν δὲ μὴ πάντας, ἐφʼ ἕτερον ἀφικνεῖσθε διορισμόν. ὑποκείσθω δή τις ἅπαντας κινῶν τοὺς μῦς, ὡς καὶ τὸ στέρνον ἐξαίρεσθαι σαφῶς ἅμα ταῖς ὠμοπλάταις· ἐπὶ τούτου τῶν τριῶν τούτων ἀναγκαῖον ἕν γέ τι πάντως ὑπάρχειν, ἤτοι τὴν δύναμιν ἄῤῥωστον, ἢ στενοχωρίαν τῶν τοῦ πνεύματος ὁδῶν, ἢ θερμασίαν παμπόλλην ἐν καρδίᾳ καὶ πνεύμονι, δυναμένου δηλονότι καὶ δύο αἰτίας ἐξ αὐτῶν ἅμα γενέσθαι, καὶ τάχα ποτὲ σπανίως καὶ τὰς τρεῖς. ἀλλὰ τῶν μὲν τριῶν ἅμα γινομένων, ὁ κάμνων αὐτίκα τεθνήξεται· τῶν δὲ δύο, δυσκόλως σωθήσεται· μιᾶς δὲ, μετὰ τῶν οἰκείων διορισμῶν εἰς ὄλεθρον ἢ σωτηρίαν τελευτήσει τὸ πάθος. [15]
8 274
ἡ τοίνυν τῆς δυνάμεως ἀῤῥωστία μόνη γενομένη, διὰ τοῦτʼ ἐπὶ τὰ τρία γένη τῶν κινούντων μυῶν ἔρχεται, καὶ πάντας αὐτοὺς ἐπεγείρει πρὸς τὴν κίνησιν, ὅτι σφοδρῶς κινεῖν ἓν ἐξ αὐτῶν γένος ἀδυνατεῖ· ὡς εἴγε τὸ διάφραγμα μόνον ἱκανῶς ἐκίνει, καθάπερ ὅτʼ εἶχε κατὰ φύσιν, οὐκ ἂν οὔτε τῶν μεσοπλευρίων οὔτε τῶν ὑψηλῶν ἐδεήθη μυῶν· ἐπεὶ δʼ ἄῤῥωστός ἐστιν, ἅπαντάς τε βραδέως κινεῖ, καὶ πυκνὴν οὐκ ἐργάζεται τὴν ἐνέργειαν αὐτῶν, ὥσπερ οὐδʼ ἀραιὰν πάνυ. καὶ τούτοις μάλιστα προσέχετε τὸν νοῦν τοῖς γνωρίσμασι, διορίζεται γὰρ ὑπʼ αὐτῶν ῥᾳδίως τἄλλα. θερμασίας γοῦν πολλῆς ἠθροισμένης ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ἅπασι μὲν ἐνεργεῖ τοῖς μυσὶ τοῦ θώρακος τὸ ζῶον, ἀλλὰ καὶ ταχεῖαν αὐτῶν ποιεῖται καὶ πυκνὴν τὴν ἐνέργειαν καὶ σφοδρὰν, ὅτʼ ἂν ἄνευ δυνάμεως ἀῤῥωστίας συμπέσῃ τὰ τῆς θερμασίας· ἡ δʼ ἄῤῥωστος δύναμις οὔτε ταχεῖαν οὔτε πάνυ πυκνὴν ἔχει τὴν κίνησιν, ὅτʼ ἂν ἄνευ θερμασίας ᾖ φλογώδους, ὅθεν οὐδʼ ἐπὶ πλεῖστον ἅπαντα διαστέλλει τὰ μέρη τοῦ θώρακος· ὥστε κοινὸν ἓν ἔχει μόνον τῇ κατὰ φλόγωσιν πολλὴν γινομένῃ δυσπνοίᾳ, τὸ τοὺς μῦς ἅπαντας τοῦ θώρακος ἐνεργεῖν. [15]
8 275
ἔτι δὲ καὶ τοῦτο πρόσεστι τῇ διὰ θερμασίαν πολλὴν δυσπνοίᾳ κατὰ μέγεθος καὶ πυκνότητα καὶ τάχος γινομένῃ, τὸ μετʼ ἐκφυσήσεως γίνεσθαι τὴν ἐκπνοὴν θερμοῦ καὶ ζέοντος πνεύματος· ἐπὶ δὲ τῇ τῆς δυνάμεως ἀῤῥωστίᾳ, χωρὶς ἐκφυσήσεως τῆς διὰ στόματος, ἡ διὰ τῆς ῥινὸς μόνης ἔξοδος γίνεται τοῦ πνεύματος, ἥτις ῥὶς καὶ κατὰ τὰς εἰσπνοὰς ἐναργῶς ἔχει προστελλόμενα τὰ πτερύγια, σημεῖον καὶ τοῦτο μέγα δυνάμεως ἀῤῥωστούσης. ἐπὶ δὲ ταῖς στενοχωρίαις τῶν ἀναπνευστικῶν ὀργάνων ὅλος μὲν ὁ θώραξ ἐπὶ πλεῖστον διαστέλλεται ταχέως καὶ πυκνῶς, τὴν δὲ ἐκπνοὴν χωρὶς ἐκφυσήσεως οἱ κάμνοντες οὕτως ἴσχουσιν. ὅταν δʼ ἐς ταὐτὸν ἀφίκηται θερμασία τε καὶ στενοχωρία τῶν ἀναπνευστικῶν ὀργάνων, ὥσπερ ἐν περιπνευμονίαις, οὐδʼ ἡ μεγίστη καὶ πυκνοτάτη καὶ ταχίστη τούτοις αὐτάρκης ἀναπνοὴ, καὶ διὰ τοῦτο καὶ ἀνακαθίζουσιν, αἰσθανόμενοι τοῦ θώρακος ὅλου διϊσταμένου ῥᾷον οὕτως· κατακειμένων μὲν γὰρ αὐτῶν, εἰς ἑαυτὸν συμπίπτει, καταφερομένων τῶν κατὰ τὰ στήθη μερῶν ἐπὶ τὴν ῥάχιν, ἀναταθείσης δὲ ταύτης ὀρθῆς, συναναφέρεται καὶ ὁ θώραξ ταύτῃ, μηκέτι βαρύνων ἑαυτόν. [15]
8 276
ὁμοίως τούτοις ἀναπνέουσι καὶ οἱ τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος ὑπὸ πολλοῦ κατάῤῥου πληρωθέντες, ἤ τινος ἐκ τῶν πλησίων χωρίων εἰς αὐτὰς γενομένου ῥεύματος, ἑνὶ μόνῳ διαλλάττοντες, τῷ μήτʼ ἐκφυσᾷν μήτʼ ἐκπνεῖν θερμόν. ὡσαύτως δὲ καὶ ὅσοις ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος ἤθροισται πῦον δαψιλὲς, οὓς ὀνομάζουσιν ἐμπύους, ὅλον ἐξαίρουσι τὸν θώρακα, θερμὸν δʼ οὐκ ἐκπνέουσιν οὐδʼ ἐκφυσῶσι, πλὴν εἰ μὴ πυρετὸς αὐτοῖς προσέλθῃ διακαής· ἀλλʼ οὗτοί γε τάχιστα πνίγονται, διά τε τὸ πάθος αὐτὸ καὶ ὅτι προκέκμηκεν ἡ δύναμις ἐξ ἀνάγκης ἅπασι τοῖς ἐμπύοις, οὐκ ἐξ ἀνάγκης προκεκμηκυῖα τοῖς τὸν πνεύμονα ῥεύμασι, ἢ περιπευμονίαις, ἢ ἄσθμασιν, ἀλλὰ τοὐναντίον ἰσχυρὰ καὶ ἀκμαία καθεστηκυῖα κᾀν τοῖς ἀσθματικοῖς παθήμασι, γλίσχρων καὶ παχέων ὑγρῶν ἐμπεπλασμένων τῷ πνεύμονι. κᾂν εἰ φῦμα δύσπεπτον ἐν αὐτῷ συσταίη ποτὲ, συμβαίνει μεγίστην μὲν ἴσχειν διαστολὴν τὸν θώρακα, οὐ πολὺν δὲ εἰσπνεῖσθαι τὸν ἀέρα, καὶ διὰ τοῦτο συνεχῶς ἀναπνεῖν ἀναγκάζεσθαι χωρὶς ἐκφυσήσεως· ἴδιον γὰρ τοῦτο θερμασίας πολλῆς. [15]
8 277
καθʼ ἕτερον δὲ τρόπον ἐς ταὐτὸν εἶδος ἀφικνοῦνται δυσπνοίας οἱ κυναγχικοὶ, στενοχωρίας οὔσης οὐκ ἐν ταῖς ὑποδεχομέναις κοιλότησι τὴν εἰσπνοὴν, ἀλλʼ ἐν ταῖς παραπεμπούσαις. ἐφʼ ὧν δʼ ἀπόστημα καὶ φλεγμονὴ καὶ πλῆθος ὑγρῶν ἐστιν ἢ ἐν τοῖς κενοῖς τοῦ θώρακος, ἢ κατὰ τὸν πνεύμονα, μενόντων ἀφράκτων τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας, ἐν ταῖς ὑποδεχομέναις δηλονότι κοιλότησι τὸν εἰσπνεόμενον ἀέρα στενοχωρίας γενομένης, ἐξ ἀνάγκης ἀκολουθεῖ μεγάλην μὲν διαστολὴν γίνεσθαι τοῦ θώρακος, ὀλίγον δʼ ἕλκεσθαι τὸ πνεῦμα, καὶ διὰ τοῦτʼ ἀναγκάζεσθαι τὸν κάμνοντα ταχέως τε καὶ πυκνῶς ἀναπνεῖν. πρὸ πάντων γὰρ ὑμᾶς μεμνῆσθαι βούλομαι τῆς κατὰ τὴν μεγάλην ἀναπνοὴν διαφορᾶς διττῶς γινομένης, ποτὲ μὲν τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος, ποτὲ δὲ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος. ἰστέον δʼ ὅτι τῶν τοιούτων ὑμᾶς ἀναμιμνήσκω πολλάκις, ὅσα παραλέλειπται τοῖς πρὸ ἐμοῦ· τὰ γὰρ ὑπὸ τῶν ἔμπροσθεν εἰρημένα, διὰ τὸ πολλοὺς εἶναι τοὺς εἰπόντας αὐτὰ, πρόχειρον ἔχει τὴν μνήμην· ὅσα δὲ μήθʼ ὑφʼ Ἱπποκράτους διωρίσθη τοῦ κάλλιστα περὶ δυσπνοίας γράψαντος, ἄλλός τʼ οὐδεὶς τῶν μετʼ αὐτὸν ἐξειργάσατο καὶ διωρίσατο τὰ λείποντα, διὰ τοῦτʼ ἀναγκαῖόν μοι γίνεται πολλάκις ἀναμιμνήσκειν αὐτῶν. [5]
8 278
ὅσοι μὲν οὖν ἄνευ φλεγμονῆς, ἤ τινος ὅλως ὄγκου παρὰ φύσιν, ἢ στενοχωρίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, δυσπνοοῦσιν ἐν πυρετοῖς καυσώδεσι, τούτοις ἀνάλογον τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος αὐξάνεται τὸ πλῆθος τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος· ἐφʼ ὧν δʼ ὄγκος ἢ στενοχωρία τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ἄνευ θερμασίας φλογώδους, ἡ μὲν διαστολὴ τοῦ θώρακος μεγίστη γίνεται, τὸ δʼ εἰσπνεόμενον οὐ μόνον ἀπολείπεται τῆς κατὰ τὴν διαστολὴν ἀναλογίας, ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἔλαττον εἰσπνεῖται. χωρὶς δὲ διορισμοῦ μίαν ἐνδείκνυται διάθεσιν ἡ μεγάλη διαστολὴ τοῦ θώρακος ἀραιότητα προσλαβοῦσα. προσέχειν δʼ ὑμᾶς χρὴ κᾀνταῦθα, μή ποτʼ ἐξαπατηθῆτε, τὴν ἁπάντων τῶν μυῶν ἐνεργούντων γινομένην ἀναπνοὴν, ὅτʼ ἂν ἐπʼ ἀῤῥωστίᾳ δυνάμεως γίνηται, τὴν αὐτὴν ἡγεῖσθαι τῇ μεγάλῃ· βουληθεὶς γὰρ αὐτὴν ἐγὼ σαφῶς ἑρμηνεῦσαί ποτε, μετέωρον ἐκάλεσα· παρέστη δέ μοι τηνικαῦτα ἐννοῆσαι τὸν Ἱπποκράτην μετέωρον ὀνομάζειν πνεῦμα τὸ τοῖς μετεώροις μέρεσι τοῦ θώρακος εἰσπνεόμενον, ὥσπερ ὅτʼ ἂν εἴπῃ, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· εὔδηλός ἐστι μέγα λέγων τὸ πολὺ, διττῶς γίνεσθαι δυνάμενον, ἄνευ τε τῆς τῶν μετεώρων μυῶν ἐνεργείας καὶ σὺν αὐτῇ· πολλάκις γὰρ ἥ τε τῶν μεσοπλευρίων μυῶν ἐνέργεια καὶ ἡ τῶν φρενῶν, ἐπιπλεῖστον διαστέλλουσαι τὸν θώρακα, τῶν ὑψηλῶν μυῶν οὐ χρῄζουσιν εἰς τὴν τοῦ πολλοῦ πνεύματος εἰσπνοήν. [10]
8 279
ὅτι δὲ τὸ τοιοῦτον εἶδος τῆς διαστολῆς ἐνδείκνυται παραφροσύνην, ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασι δέδεικται, καθʼ ἃ καὶ τῶν ἄλλων ἁπασῶν δυσπνοιῶν αἱ διαθέσεις ἐῤῥέθησαν. ἀλλὰ νῦν γε καθάπερ τῶν ἄλλων παθῶν, ὅσα προείρηται διʼ ἑτέρων πραγματειῶν, οἷον ἐπιτομή τις ἐνταυθοῖ λέγεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ περὶ τῆς ἐν ταῖς δυσπνοίαις διαφορᾶς τὰ μὲν εἴρηται μέχρι δεῦρο, τὰ δʼ εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον· ὡς γὰρ ἐπὶ τῆς μεγάλης ἀναπνοῆς ἡ μέν τίς ἐστι πυκνὴ, διαφορὰς ἔχουσα πλείους, ἄλλην ἄλλης διαθέσεως ἐνδεικτικὴν, ἡ δέ τις ἀραιὰ, μίαν ἐνδεικνυμένη διάθεσιν, οὕτως ἐπὶ τῆς μικρᾶς ἡ μὲν ἀραιὰ ψύξιν ἐνδείκνυται τῶν ἀναπνευστικῶν ὀργάνων, ἡ πυκνὴ δὲ πόνον οὐ μόνον τῶν ἀναπνευστικῶν, ἀλλὰ καὶ τῶν συγκινουμένων αὐτοῖς, ἥπατος δηλονότι, καὶ γαστρὸς, καὶ σπληνὸς, καὶ στομάχου. [5]
8 280
πλεόνων δʼ οὐσῶν διαθέσεων, αἷς ἕπεται πόνος ἐν τῷ κινεῖσθαι σφοδρότερον, ἐπισκεπτέον τε καὶ διοριστέον ἐκ τῶν ἄλλων σημείων, εἴτε φλεγμονή τίς ἐστιν, εἴτʼ ἐρυσίπελας, εἴθʼ ἕλκος, εἴτʼ ἀπόστημα, τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἐμάθετε δʼ ὅτι καὶ δυσκρασίαις ἀνωμάλοις ἀλγήματα πολλάκις ἐπιγίγνεται, καὶ πνεύματος ἀπέπτου τε καὶ φυσώδους πλήθει, ποτὲ μὲν αὐτῷ τῷ στέγεσθαι κατά τι διατείνοντος τὰ περιέχοντα, ποτὲ δὲ βιαίως διεξιόντος. ὁμοίως δὲ καὶ χυμοῦ πλήθει θερμοῦ καὶ δριμέος, ἢ ψυχροῦ καὶ γλίσχρου, στεγομένου τε κατά τι καὶ μὴ διεξιόντος, ὀδύναι γίνονται· μειζόνως μὲν πεπονθότων τῶν ὀργάνων, ἐν οἷς περιέχεται ταῦτα, κᾂν μὴ κινῆται· βραχέως δʼ, ὅταν κινῆται. [15]
8 281
εἴρηται δʼ ἐν τοῖς περὶ δυσπνοίας ἡ αἰτία, διʼ ἣν τοῦ μικροῦ πνεύματος τὸ μὲν πυκνὸν πνεῦμα πόνον σημαίνει τῶν κινουμένων ὀργάνων ἐν ταῖς ἀναπνοαῖς, τὸ δʼ ἀραιὸν ἰσχυρὰν ψύξιν αὐτῶν μόνον τῶν ἀναπνευστικῶν, καὶ τούτων μάλιστα πνεύμονος καὶ καρδίας. ἔστι δὲ καὶ ἄλλό τι δυσπνοίας εἶδος, οἷον ἐγκοπτομένης τῆς ἐνεργείας τοῦ θώρακος ἡσυχίᾳ βραχείᾳ, ποτὲ μὲν ἐν ταῖς εἰσπνοαῖς, ποτὲ δὲ ἐν ταῖς ἐκπνοαῖς, ἤτοι γʼ ἐν σπασμώδει διαθέσει τῶν τοῦ θώρακος μυῶν γινομένου τοῦ τοιούτου συμπτώματος, ἢ διὰ πλῆθος θερμασίας, εἰσπνεῖν, ἢ ἐκπνεῖν ἀναγκαζομένου συνεχέστερον τοῦ κάμνοντος. καὶ μέντοι καὶ ἄλλό τι πάθος ἀναπνοῆς ἔστι, ἣν ἄπνοιαν ὀνομάζουσιν, ὡς μὲν πρὸς τὴν ὄψιν μηδʼ ὅλως γιγνομένης, ὡς δὲ πρὸς τὴν φύσιν ἀπιστουμένης μὴ γίνεσθαι· δοκεῖ γὰρ ἀδύνατον μὲν εἶναι, στερηθὲν ἀκριβῶς ὅλης τῆς ἀναπνοῆς τὸ ζῶον ἔτι διασώζεσθαι, φαίνεται δὲ καὶ τὰ φωλεύοντα μηδʼ ὅλως κινοῦντα τὸν θώρακα. [15]
8 282
δυοῖν οὖν θάτερον, ἢ βραχεῖαν οὕτω γίνεσθαι τὴν ἀναπνοὴν ὑποληπτέον, ὡς λανθάνειν τὴν αἴσθησιν, ἢ μηδʼ ὅλως δεῖσθαι τηνικαῦτα τὸ ζῶον ἀναπνοῆς, ἀλλʼ ἀρκεῖσθαι τῇ καθʼ ὅλον τὸ σῶμα διαπνοῇ· γίνεται γὰρ αὕτη μὲν ὑπὸ τῆς καρδίας διὰ τῶν ἀρτηριῶν, ἡ δʼ ἀναπνοὴ διὰ τοῦ θώρακος ὑπὸ τοῦ ἐγκεφάλου. ἥτις δʼ ἂν ἡ διάθεσις εἴη ἡ τὴν ἄπνοιαν ἐργαζομένη, κοινὴ φαίνεται εἶναι πάντων τῶν τοῦ ζώου μορίων, ὡς ἐν ἀποπληξίαις καὶ κάροις, ἐπιληψίαις τε καὶ καταλήψεσιν· ἐν τούτοις γὰρ ἅπασιν οὐδὲν ἴδιον ἐξαίρετον πάθημά ἐστι τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ μᾶλλον ἢ τῶν φωνητικῶν, ἢ διαλεκτικῶν, ἢ βαδιστικῶν· ἀλλὰ τῆς ἀρχῆς πασχούσης, ἅπαντα συμπάσχειν ἀναγκαῖον, ὅσοις παρʼ ἐκείνης ἐχορηγεῖτο τὰ τῶν διοικουσῶν αὐτὰ δυνάμεων. εἴρηται δὲ ἡμῖν ἰδίᾳ περὶ ἀπνοίας καθʼ αὑτὴν, ὥστε νῦν ἤδη μεταβαίνειν ἐφʼ ἕτερόν τι καιρός. Διττῆς δὲ οὔσης ὁδοῦ τοῖς γυμναζομένοις περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, ἑτέρας μὲν ἀπὸ τῶν φαινομένων συμπτωμάτων, ἑτέρας δʼ ἀπὸ τῶν τοῦ σώματος μορίων, ἐὰν κατʼ ἀμφοτέρας τις γυμνάζηται, δὶς μὲν ἐρεῖ τὰ αὐτὰ, καθʼ ἕτερον δὲ καὶ ἕτερον τρόπον. [15]
8 283
οἷον εὐθέως ἐπὶ τῶν τοῦ πνεύμονος παθῶν εἴρηται μέν τι κᾀν τῷ περὶ τῶν ἀλγημάτων λόγῳ, λέλεκται δὲ κᾀν τῷ περὶ αἵματος ἀναγωγῆς, ὥσπερ κᾀν τῷ περὶ δυσπνοίας, εἰρήσεται δὲ καὶ νῦν. ἄλγημα μὲν γὰρ αὐτῷ βίαιον οὐδέποτε συμπίπτει, βάρους δʼ αἴσθησις γίνεται, καί τινος ἐνίοτε τάσεως εἰς τὸ στέρνον ἢ τὴν ῥάχιν διηκούσης· ἐνταῦθα γὰρ οἱ περιέχοντες αὐτὸν ὑμένες ἀνήρτηνται. καὶ μέν γε καὶ στενοχωρίας αἰσθάνονται πολλάκις οἱ κάμνοντες, καὶ διὰ τοῦτʼ ἀναπνέουσι πυκνὸν καὶ ταχὺ, διαστέλλοντες μὲν ἐπὶ πολὺ τὸν θώρακα, πολὺν δʼ οὐκ εἰσπνέοντες ἀέρα. χωρὶς μὲν οὖν πυρετοῦ ταῦτα γινόμενα, φύματα, ἢ γλίσχρων, ἢ παχέων χυμῶν, ἤ τινων ἄλλων πολλῶν ἐν αὐτῷ πλῆθος ὑπάρχειν, ἢ περικεχύσθαι τι πῦον, ἤ τινα χυμὸν ἄλλον ἢ γλίσχρον, ἢ παχὺν, ἢ πολὺν, ἐνδείκνυται· διορισθήσεται δʼ ἀλλήλων ταῦτα τοῖς προηγησαμένοις συμπτώμασιν. ἐὰν μὲν γὰρ ὑγιαίνων τε καὶ τὰ συνήθη πράττων, οὕτως ἄρξηται δυσπνοεῖν, αὐξάνηταί τε τὸ σύμπτωμα αὐτῷ χωρὶς τοῦ κερχνῶδές τι κατὰ τὴν ἀναπνοὴν ἐμφαίνεσθαι, φύματος ἀπέπτου γένεσιν ἐπισκοπεῖσθαι χρή· κερχνῶδες δέ τι τῆς ἀναπνοῆς ψοφούσης, ὑγρῶν γλίσχρων ἢ παχέων πλῆθος ἐμπεπλασμένων δυσαπολύτως τοῖς βρογχίοις τοῦ πνεύμονος ἐνοχλεῖν δηλοῦται· ἐὰν δὲ ἐξαίφνης ἐπὶ στενοχωρίας αἰσθήσει δυσπνοῶσι, ῥεύματος εἰς τὸν πνεύμονα κατασκήψαντος, ἤτοι γʼ ἐκ κεφαλῆς, ἢ ἐκ τῶν γειτνιώντων χωρίων, ἔνδειξίς σοι γινέσθω. [5]
8 284
ὅταν δʼ ἤτοι γλίσχρων ὑγρῶν ἢ παχέων ἢ πολλῶν ἐπιῤῥυέντων τῷ πνεύμονι, δυσπνοεῖν εἴπω τὸν ἄνθρωπον, ἐν τοῖς βρογχίοις τὰ τοιαῦτα περιέχεσθαι νόει· κατασχιζομένης γὰρ εἰς ὅλον τὸ σπλάγχνον, ὥσπερ τῆς λείας ἀρτηρίας, οὕτω καὶ τῆς τραχείας, ἡ τῶν βρογχίων οὐσία καθʼ ὅλον ἐστὶ τὸν πνεύμονα· βρογχία δὲ καλοῦσιν οἱ ἀνατομικοὶ τοὺς χόνδρους τῆς τραχείας ἀρτηρίας, σιγμοειδεῖς ὑπάρχοντας τῷ σχήματι. προηγησαμένης δὲ πλευρίτιδος, εἶτα τοῦ μὲν σφοδροῦ τῶν πυρετῶν παυσαμένου, βάρους δʼ αἰσθήσεως ὑπολειπομένης ἔνδον τῶν πλευρῶν ἐν τῷ βάθει τοῦ θώρακος, ἅμα τῷ καὶ μεταῤῥεῖν τι φαίνεσθαι κατὰ τὰς ἀθρόας μεταλλαγὰς τῆς κατακλίσεως, καὶ μάλισθʼ ὅταν ἀπὸ τῆς ἑτέρας πλευρᾶς ἐπὶ τὴν ἑτέραν μετασχηματίζωνται, πύου τηνικαῦτα πλῆθος ἐμφαίνεται, καὶ κλύδωνός γε πολλάκις αἰσθητῶς ἀκούειν ἐστὶν ἐπʼ αὐτῶν. [5]
8 285
ἐνδείκνυται δὲ τοῦτο σὺν τοῖς εἰρημένοις καὶ τὸ μηδὲν ἀξιόλογον ἀναπτύεσθαι, σφοδρᾶς προηγησαμένης πλευρίτιδος. ἐὰν δὲ ἄλλός τις χυμὸς ὀῤῥώδης ἢ φλεγματώδης ἐξαίφνης ἄνευ πυρετοῦ ῥυεὶς εἰς τὰ κενὰ τοῦ θώρακος ἐργάζηται τὴν δύσπνοιαν, ἀναπτύουσιν οὐ παχέα, κατʼ ἀρχὰς μὲν ὀλίγα σὺν πολλῇ βηχὶ, πεττομένων δὲ αὐτῶν, πλείω καὶ παχύτερα σὺν ἐλάττονι. κατὰ διττὸν γάρ τοι τρόπον ἐπὶ πολλῇ βηχὶ πτύουσιν ὀλίγα, διὰ πάχος μὲν ἢ γλισχρότητα χυμῶν ἕτεροι, διὰ λεπτότητα δʼ ἄλλοι· τὸ μὲν γὰρ λεπτὸν ἀναφερόμενον ὑπὸ τοῦ κατὰ τὴν βῆχα πνεύματος, ἀντικαταῤῥεῖ περισχιζόμενον αὐτῷ· τὸ δὲ γλίσχρον ἢ πάνυ παχὺ δυσχερῶς ἀναφέρεται, μήτʼ ἀποῤῥυπτόμενον ἑτοίμως τῶν σωμάτων οἷς ἐμπέπλασται μήθʼ ὑπὸ τῆς τυχούσης βίας τοῦ πνεύματος ὠθεῖσθαι δυνάμενον· εἰ μὴ γὰρ πολύ τε καὶ σφοδρὸν ἀναβηττόμενον εἴη τὸ πνεῦμα, συναναφέρειν οὐδὲν ἑαυτῷ δύναται. [15]
8 286
ὅσον οὖν δὴ μήθʼ ὑγρὸν ἄγαν ἐστὶ καὶ ὑδατῶδες, ἀλλὰ μηδὲ παχὺ λίαν ἢ γλίσχρον, εὐπετῶς ἀναφέρεται, καὶ μάλισθʼ ὅταν ἡ δύναμις ἐῤῥωμένη τυγχάνῃ· χωρὶς γὰρ τοῦ σφοδρὰν γενέσθαι συστολὴν τοῦ θώρακος, οὐχ οἷόν τε βῆξαι σφοδρῶς· ἄνευ δʼ ἰσχυρᾶς βηχὸς ἀδύνατόν ἐστιν ἀνενεχθῆναι τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς. ὅτʼ ἂν δὲ τῇ μετὰ στενοχωρίας τε καὶ βάρους δυσπνοίᾳ πυρετὸς ὀξὺς συνεισβάλλῃ, φλεγμονὴ τὸ πάθημά ἐστι τοῦ πνεύμονος· εἰ δʼ ἀφόρητος μὲν ἡ φλόγωσις εἴη, τοῦ βάρους δὲ καὶ τῆς στενοχωρίας ἐλάττων αἴσθησις, ἐρυσιπέλατι κάμνει τὸ σπλάγχνον· ἀφωρισμένων δὲ τῶν ἄκρων, οὐδὲν ἔτι χαλεπὸν, ἤτοιγʼ ἐρυσίπελας φλεγμονῶδες ἢ φλεγμονὴν ἐρυσιπελατώδη διαγνῶναι. γίνεται δὲ καὶ ἄλλα πάθη τῷ πνεύμονι χωρὶς ἐπιῤῥοῆς χυμῶν, κατὰ δυσκρασίαν ἤτοι γʼ ἀνώμαλον ἢ ὁμαλήν. ἡ μὲν οὖν ἀνώμαλος βῆχα ἐργάζεται· ἡ δʼ ὁμαλὴ μετρία μὲν οὖσα τὸν ῥυθμὸν τῆς ἀναπνοῆς ὑπαλλάττει, γενομένη δʼ ἰσχυρὰ, θερμότητος μὲν ἐπικρατούσης, ἐπιθυμίαν ἀέρος καὶ πόματος ἐργάζεται ψυχροῦ, τῷ χρόνῳ δʼ εἰς πυρετὸν τελευτᾷ· τῇ ψυχρᾷ δὲ δυσκρασίᾳ τἀναντία συμβαίνει, θερμοῦ μὲν ἀέρος, θερμοῦ δὲ πόματος ἐπιθυμία, μέχρις ἂν εἴη μετρία, μείζονος δὲ γινομένης, ῥευμάτων ἐμπίπλαται τὸ σπλάγχνον. [15]
8 287
περὶ δὲ τῆς κατὰ ῥῆξιν, ἢ διάβρωσιν, ἢ ἀναστόμωσιν, ἐξ αὐτοῦ γενομένης αἵματος ἀναβήξεως εἴρηται μέν τι καὶ πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ αἵματος πτύσεως λόγῳ, λεχθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. αἱ μὲν ῥήξεις αἱ κατʼ αὐτὸν ἔκ τε τοῦ πολὺ φέρεσθαι τὸ αἷμα γνωρίζονται κᾀκ τοῦ μέγα προηγούμενον αἴτιον αἰσθητὸν εὐθέως ἐπιγενέσθαι· λέγω δʼ αἴτια προηγησάμενα τὴν ἐξ ὑψηλοῦ πτῶσιν ἢ κατὰ παλαίστραν, ἢ ἐν ἄθλοις, ἢ ἑτέρου τινὸς ἐμπεσόντος ἑτέρῳ, καθάπέρ γε ἂν ἐπιπέσῃ τῷ θώρακι βαρὺ σῶμα τῶν ἀψύχων ὁτιοῦν, οἷον ἤτοι λίθος ἢ ξύλον· ἐνίοις δὲ ὀξυθυμία μετὰ κραυγῆς προηγήσατο, καί τισιν ἑτέροις ἀγωνιζομένοις κιθαρῳδίαν, ἢ τραγῳδίαν, ἡ ὀξεῖα καὶ μεγάλη φωνὴ διέῤῥηξεν ἀγγεῖα, καὶ μάλισθʼ ὅτʼ ἂν ἄνευ τοῦ προμαλάξαι ταῖς ἀναφωνήσεσι τὰ κατὰ τὸν πνεύμονα βιαίως κραυγάσωσιν. ὡς γὰρ καὶ τοῖς παλαίουσιν, ὅταν ἄνευ τοῦ προθερμανθῆναι καὶ ὁμαλυνθῆναι τρίψεσί τε καὶ μετρίαις κινήσεσιν τοὺς μῦς ἐπʼ ἐνεργείας ἀφικνῶνται σφοδρὰς, ῥήγματά τε καὶ σπάσματα γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ πνεύμονος εἴωθε συμπίπτειν, ὃν διὰ τρίψεων μὲν οὐχ οἷόν τε παρασκευάσαι πρὸς τὰς σφοδρὰς κινήσεις, ἀνάλογον δέ τι ταῖς τρίψεσιν αἱ ἀναφωνήσεις ἐργάζονται. [5]
8 288
ἄνευ δὲ φανερᾶς ἔξωθεν αἰτίας πλῆθος αἵματος ἀναῤῥήγνυσιν ἀγγεῖον ἐν πνεύμονι, καθάπερ καὶ κατʼ ἄλλό τι μόριον τοῦ σώματος, ὅτʼ ἂν δυσεπέκτατον τύχῃ διὰ ψύξιν ὑπόγυον ἢ δυσκρασίαν σύμφυτον. οὕτως καὶ Ἱπποκράτης τὸ ψυχρὸν εἴρηκε φλεβῶν ῥηκτικὸν, οὐκ αὐτὸ δήπου καθʼ αὑτὸ τὰς ῥήξεις ἐργαζόμενον, ἀλλʼ ὅτι τῇ ψύξει σκληροὺς καὶ δυσεπεκτάτους τοὺς χιτῶνας τῶν ἀγγείων ἐργαζόμενον ἐπιτήδεια πρὸς ῥῆξιν αὐτὰ παρασκευάζει· τῆς ῥήξεως δʼ αὐτῆς τὸ αἴτιον ἥ τε σφοδρὰ κίνησίς ἐστι καὶ τὸ πλῆθος τῶν χυμῶν αὐτῶν τε καθʼ ἑαυτοὺς καὶ σὺν ἀπέπτῳ καὶ ψυχρῷ καὶ φυσώδει πνεύματι συνδιατείνοντι τοῖς χυμοῖς τὰς φλέβας. ἀλλὰ καὶ τῆς ἐπὶ τούτων ῥήξεως οὐ σμικρὸν γνώρισμά ἐστι κένωσις αἵματος ἐξαίφνης ἀθρόου, τῆς δʼ ἀναστομώσεως, ἔμπαλιν τῶν ψυχρῶν, αἱ θερμαὶ διαθέσεις προηγοῦνται, λουτροῖς τε θερμοῖς πολλοῖς κεχρημένου τἀνθρώπου, καὶ κατὰ χώραν ὄντος θερμὴν, ὥραν τε τοῦ ἔτους ὁμοίαν, ἐδέσμασί τε καὶ πόμασι θερμοῖς χρωμένου. [5]
8 289
αἱ δʼ ἐξ ἀναβρώσεως ἀθρόαι κενώσεις αἵματος ἐπί τε προηγουμέναις γίνονται βραχείαις πτύσεσι καὶ τοῖς εἰς τὸν πνεύμονα δριμέσι ῥεύμασιν ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥέουσιν· ἐνίοτε δὲ καὶ συναναφέρεταί τι μόριον τοῦ πνεύμονος, ἢ ἐφελκὶς, ὥστε λαθεῖν ἀδύνατον εἶναι τὸ τοιοῦτον πάθημα τοῦ σπλάγχνου. κατὰ δὲ τὴν τραχεῖαν ἀρτηρίαν ἕλκους γενομένου, πρὸς τοῖς ἀναβηττομένοις πυώδεσιν οὖσιν, ἔτι καὶ τοῦ πεπονθότος μέρους ἀλγοῦντος αἴσθησις γίνεται τῷ κάμνοντι· καὶ ἡ βραχύτης δὲ τοῦ κενουμένου διορίζει τὴν τοιαύτην ἕλκωσιν τῆς ἐν τῷ πνεύμονι, πλεῖον γὰρ ἐπὶ τοῖς ἐν πνεύμονι γεγενημένοις ἕλκεσιν ἀναπτύεται τὸ πῦον. ὥσπερ δὲ τοῦ πνεύμονός τι μόριον συνανενεχθὲν ἐνδείκνυται τὸ σπλάγχνον ἡλκῶσθαι, κατὰ τὸν αὐτὸν τρόπον ἐκ τοῦ λάρυγγος εἴδομεν ἐνίοτε τὸ κατὰ τὴν ἐπιγλωττίδα σῶμα διʼ ἕλκωσιν ἀναπτυσθὲν, οἷς οὐ μόνον τοῦτο σημεῖον ὑπῆρξε τοῦ τόπου τοῦ πεπονθότος, ἀλλὰ καὶ ἡ κατὰ τὸ χωρίον αἴσθησις τὸ ἡλκωμένον, ὡς κᾀπὶ τῆς τραχείας ἀρτηρίας ἐῤῥέθη· τὰ μὲν γὰρ ἐν τῷ πνεύμονι χωρὶς ὀδύνης συνίσταται, τὰ δʼ ἐν τούτοις τοῖς χωρίοις ὀδύνην μέν τινα φέρει, βραχεῖαν δὲ ταύτην, ὡς τοῖς φύσει δυσαισθήτοις μηδὲ σαφῶς αἰσθητὴν γίνεσθαι. [5]
8 290
ταῦτα μὲν οὖν ἅπαντα τὰ μέχρι δεῦρο λεγόμενα πάθη κατά τε τὸν πνεύμονα καὶ τὰ κενὰ τοῦ θώρακος, ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα, καὶ γὰρ καὶ τούτων ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου προαχθεὶς ἐπʼ αὐτὰ, πολλάκις ἑώραταί μοι· ταυτὶ δὲ τὰ νῦν εἰρησόμενα σπανίως. ἐξαίφνης τις ἀνέβηξε χυμὸν ὁμοιότατον ὑγρᾷ χολῇ, τῇ μὲν χρόᾳ μεταξὺ ξανθῆς τε καὶ ὠχρᾶς, δριμύτητα δʼ οὐδεμίαν ἔχοντα· κᾀκ τούτου καθʼ ἑκάστην ἡμέραν ἀνέπτυεν ἀεὶ πλεῖον· ὕστερον δὲ καὶ πυρετῶν ἐπιγενομένων αὐτῷ λεπτῶν, ἔφθινεν, ὡς καὶ πυῶδες ἀναβήττειν. καὶ μετὰ χρόνον ὡς τεττάρων μηνῶν αἷμα συνανήνεγκεν ὀλίγον σὺν τῷ πύῳ, μετὰ τοῦ συντήκεσθαί γε καὶ πυρέττειν μᾶλλον· εἶτα πλέον αὖθις ἔπτυσεν, εἶθʼ ἱκανῶς δαψιλές· ἐφʼ ᾧ τῶν τε πυρετῶν αὐξηθέντων καὶ τῆς δυνάμεως ἐκλυθείσης, ἀπέθανεν ὡσαύτως τοῖς φθόην νοσήσασι. [15]
8 291
μετὰ τοῦτον ἄλλον ἐθεασάμην ὁμοίῳ τρόπῳ νοσηλευθέντα μησὶν ἓξ, εἶτʼ ἄλλον πλείοσιν. ὁ μὲν οὖν πρῶτος ἡμῖν ὀφθεὶς οὐδὲν ἔχειν ἐδόκει τό γε κατʼ ἀρχὰς κακὸν, ὕστερον δὲ δηλονότι μοχθηρῶς ἐφαίνετο διακεῖσθαι· τοῦ δευτέρου δʼ ὀφθέντος εὐθὺς ἐξ ἀρχῆς ἔγνωμεν ἐπιμελῶς προνοήσασθαι, καὶ μετʼ αὐτὸν ἔτι καὶ μᾶλλον τοῦ τρίτου. ἀλλʼ ὅμως, οὐκ ὀλίγα πραγματευσαμένων ἀμφʼ αὐτοὺς ἡμῶν, οὔτε τούτων τις οὔτʼ ἄλλος ἐσώθη μετʼ αὐτούς. ἀνέπτυσαν δὲ πάντες οὗτοι τελευτῶντες αὐτοῦ τοῦ πνεύμονος μέρη σεσηπότα, διʼ ἃ καὶ σαφῶς ἔγνων ὅμοιόν τι πάθος συμβαίνειν αὐτοῖς τῷ κᾀπὶ τῶν ἐκτὸς ὁρωμένων μορίων, ὑγρότητι σηπεδονώδει διαβρόχων γινομένων· ἀλλὰ ταῦτα μὲν ἐκκόπτειν ἐγχωρεῖ καὶ πρός γε τούτῳ καὶ καίειν, πνεύμονι δʼ οὐδὲν τοιούτων ποιεῖν οἷόν τε, διὸ καὶ πάντες ἀπόλλυνται. τοῦ τελευταίου δʼ αὐτῶν ὀφθέντος μοι κηδόμενος, ἐπὶ τὸ ξηραίνειν ἰσχυρῶς τὸ σπλάγχνον ἐτραπόμην ὀσμαῖς τε καὶ πόμασιν ἐπιτηδείοις εἰς τοῦτο· τὸ μὲν γὰρ καλούμενον ἡδύχρουν ὀσμᾶσθαι διʼ ὅλης ἡμέρας ἐκέλευον αὐτῷ, προσφέρεσθαί τε τῇ ῥινὶ συνεχῶς· εἰς ὕπνον δʼ ἰόντι καὶ τῶν ἐν Ῥώμῃ σκευαζομένων μύρων πολυτελῶν, ἃ δὴ καλοῦσι φουλίατά τε καὶ σπικάτα, ὑπαλείφειν τινὶ τοὺς κατὰ τὰς ῥῖνας πόρους· ἐδίδουν δὲ καὶ πίνειν αὐτῷ φάρμακα, τήν τε μιθριδάτειον ὀνομαζομένην ἀντίδοτον, ἀμβροσίαν τε καὶ ἀθανασίαν καὶ θηριακήν· ἀλλὰ καὶ οὗτος ἐνιαυτῷ ταῦτα πίνων, ὁμοίως τοῖς φθισικοῖς ὕστερον ἀπέθανεν, ἴσως εἰς χρόνον πλείονα παραταθεὶς διὰ τὴν εἰρημένην ἀγωγήν. [5]
8 292
ἕτερον δὲ πάθος εἶδον ἐν πνεύμονι τοιόνδε. βήττων τις ἐκ χρόνου πολλοῦ, καὶ πτύων ὀλίγα καὶ γλίσχρα, χαλαζίῳ μικρῷ παραπλήσιον ἀνέβηξέ τι, καί μοι κομίσας ἔδειξεν αὐτὸ, καὶ πάλιν ἕτερον ὅμοιον οὐ μετὰ πολλὰς ἡμέρας. ἐδόκει δή μοι ξηραινόμενος ὁ γλίσχρος ἐκεῖνος χυμὸς, ὃν ἀνέπτυσεν ἔμπροσθεν, εἰς τοιαύτην σύστασιν ἔρχεσθαι· καὶ διὰ τοῦτʼ αὐτῷ φάρμακα ἐδίδουν πίνειν, ὁποῖα καὶ τοῖς ἀσθματικοῖς ἁρμόζει· καὶ πίνων γε αὐτὰ, ἐλάττονα μὲν ἔπτυεν τὰ χαλάζια, καὶ διὰ πλειόνων ἡμερῶν ἢ πρόσθεν, οὐ μὴν ἐπαύσατό γε πολλοῖς ἔτεσι πάσχων οὕτως, ἄχρι τῆς τελευτῆς. [15]
8 293
μεγέθει δʼ ἦν τὰ χαλάζια τοῖς καλουμένοις ὀρόβοις ἶσα κατὰ τὸ πλεῖστον, ἔστι δʼ ὅτε καὶ μείζω τούτων, ὥσπέρ γε καὶ μικρότερα. καὶ ἄλλους δέ τινας ὁμοίως ἐκείνῳ πτύοντας ἐθεασάμην ἔτη συχνὰ ζήσαντας, ἐνίους μὲν ἄλλως ἀποθανόντας, ἐνίους δʼ ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων παθόντων· οὐ μὴν αἷμα γέ τις ἐκ τούτων ἔπτυσεν. τὸ δʼ Ἀντιπάτρῳ τῷ ἰατρῷ συμβὰν ἅπαντες ἔγνωσαν, ὡς οὐκ ἀφανῶς ἰατρεύοντι κατὰ τὴν Ῥωμαίων πόλιν. ἦν μὲν ὁ ἀνὴρ οὗτος ἡλικίαν ἄγων ἐτῶν ἐλαττόνων μὲν ἢ ἑξήκοντα, πλεόνων δὲ ἢ πεντήκοντα, συνέβη δʼ αὐτῷ ποτε πυρέξαντι τῶν ἐφημέρων τινὰ πυρετῶν ἐκ φανερᾶς προφάσεως, ἅψασθαι τῶν ἑαυτοῦ σφυγμῶν ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ, χάριν τοῦ γνῶναι τί ποιητέον ἐστὶν αὐτῷ. πᾶσαν δʼ εὑρὼν ἀνωμαλίαν ἐν τῇ τῶν ἀρτηριῶν κινήσει κατεπλάγη μὲν τὸ πρῶτον, ὡς δὲ σαφῶς ὕστερον ᾐσθάνετο μηκέτι πυρέττειν ἑαυτὸν, ἐλούσατο μὲν εὐθέως· ἐπὶ κόποις τε γὰρ αὐτῷ καὶ ἀγρυπνίαις ἐκεκμήκει τὸ σῶμα διῃτήθη δὲ πάνυ λεπτῶς ἄχρι τοῦ τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν διελθεῖν· ἐν ᾗ μηδενὸς ἔτι γενομένου πυρετοῦ, προῄει μὲν ἑκάστης ἡμέρας, ὥσπερ καὶ πρόσθεν, ἁπτόμενος δὲ ἑαυτοῦ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐθαύμασε διαμενούσης ἐν τοῖς σφυγμοῖς τῆς ἀνωμαλίας. [5]
8 294
ἀπαντήσας οὖν μοί ποτε, προὔτεινε τὴν χεῖρα γελῶν, ἐκέλευσέ τε τῶν σφυγμῶν ἅψασθαι. κᾀγὼ μειδιάσας, τί τὸ αἴνιγμά ἐστιν, ὃ κελεύεις; ἠρόμην· ὁ δʼ αὖθις ὁμοίως γελῶν ἐδεῖτο πάντως ἅψασθαι. καὶ τοίνυν εὗρον ἁψάμενος ἀνωμαλίαν κατὰ τὸν σφυγμὸν ἅπασαν, οὐ μόνον ἐν ἀθροίσματι γινομένην, ἣν συστηματικὴν ὀνομάζουσιν, ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας. ἐθαύμαζον οὖν, ὅπως ἔτι ζῇ τοιοῦτον ἔχων σφυγμὸν, ἐπυνθανόμην τε μή τις αὐτῷ δυσχέρεια κατὰ τὴν ἀναπνοὴν γίνεται· τοῦ δὲ οὐδεμίαν αἰσθητὴν ὁμολογοῦντος, ἐπετήρουν μὲν εἴ τινα μεταβολὴν ἕξοι ποτὲ, συνεχῶς ἁπτόμενος τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας ἓξ μηνῶν που χρόνῳ. πυνθανομένου δʼ οὖν αὐτοῦ κατʼ ἀρχὰς, ἥ τις εἶναί μοι δοκεῖ διάθεσις ἐν τῷ σώματι, καὶ κατὰ τίνα τρόπον αὐτοῦ τοιοῦτον ἐργάζεσθαι δυναμένη τὸν σφυγμὸν ἄνευ πυρετοῦ, πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ δεδηλῶσθαί μοι περὶ τῆς τοιαύτης ἀνωμαλίας· ἡγοῦμαι γὰρ αὐτὴν ἐπὶ στενοχωρίᾳ τῶν ἐν τῷ πνεύμονι μεγάλων ἀρτηριῶν γίγνεσθαι· τὴν στενοχωρίαν δʼ ἔφην, ἐπὶ μὲν φλεγμονῇ τοῦ σπλάγχνου, τό γε ἐπί σοι νῦν, ἀδύνατον ὑπάρχειν· ἐπύρεττες γὰρ ἄν· ἀπολείπεται δʼ ἤτοι διʼ ἔμφραξιν ὑγρῶν καὶ γλίσχρων καὶ παχέων χυμῶν, ἢ διὰ φύματος ἀπέπτου γένεσιν, εἰς τὴν τοιαύτην ἀφῖχθαί σε διάθεσιν. [5]
8 295
ὁ δʼ ὑπολαβὼν, ἐχρῆν οὖν, ἔφη, ἀσθματικὴν ὀρθόπνοιαν εἶναί μοι. κᾀγὼ πιθανῶς μὲν εἶπον λέγειν αὐτὸν, οὐ μὴν ἀληθῶς· γίγνεσθαι μὲν γὰρ καὶ τὴν τοιαύτην ὀρθόπνοιαν διὰ τοιαύτην αἰτίαν, οὐ μὴν ἐν ταῖς λείαις ἀρτηρίαις, ἀλλʼ ἐν ταῖς τραχείαις ἀθροιζομένου τοῦ γλίσχρου καὶ παχέος χυμοῦ. καὶ τοίνυν ἔδοξεν ἡμῖν, τήν τε δίαιταν αὐτῷ πᾶσαν ὁμοίαν ποιεῖσθαι τοῖς τῶν ἀσθματικῶν, τά τε φάρμακα προσφέρεσθαι τὴν αὐτὴν ἐκείνοις ἔχοντα δύναμιν. ἓξ δὲ ἐν τῷ μεταξὺ γενομένων, ὡς ἔφην, μηνῶν, ᾔσθετό τινος οὐ μεγάλης δυσπνοίας ἅμα παλμῷ βραχεῖ τῆς καρδίας, τὸ μὲν πρῶτον ἅπαξ, εἶτα δίς που καὶ τρὶς, εἶτα καὶ τετράκις τε καὶ πλεονάκις γινομένου, μετὰ τοῦ συναυξάνεσθαι τὴν δύσπνοιαν, ἐφʼ ἡμέρας ὡς πέντε καὶ δέκα· μεθʼ ἃς ἐξαίφνης δυσπνοήσας σφοδρῶς, εἶτʼ ἐκλυθεὶς, εὐθέως ἀπέθανεν, ὥσπερ ἄλλοι τινὲς ἐπὶ πάθεσι καρδίας, ὑπὲρ ὧν εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον. [5]
8 297 (t1)
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Ε. Ἐν τῷ πρὸ τούτου γράμματι περὶ τῶν κατὰ τὸν πνεύμονα παθῶν διεξερχόμενος, ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου καὶ θώρακος καὶ καρδίας ἐπʼ ὀλίγον, ἀναβαλλόμενος εἰς τουτὶ τὸ πέμπτον ὑπόμνημα τελέως ἀποδώσειν ἅπαντα τὸν περὶ αὐτῶν λόγον. ἐπεὶ τοίνυν ἐτελεύτησεν ἡ κατὰ τὸ τέταρτον ὑπόμνημα διδασκαλία εἰς τὰ συμβάντα τῷ Ἀντιπάτρῳ τῷ ἰατρῷ, τὴν μὲν διάθεσιν αὐτοῦ ἐν αὐτῷ τῷ πνεύμονι ἴσχοντος τὴν πρώτην, ἐπιδιαβάντος δὲ τοῦ πάθους ἄχρι τῆς καρδίας, ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων αὐτῆς τῶν παθῶν διελθεῖν. [5]
8 298
— — — Ὥσπερ οὖν περὶ τῶν ἄλλων τοῦ ζώου μορίων, οὕτως καὶ ἐπὶ τῆς καρδίας διορίσασθαι χρὴ, τίνα μὲν ἰδιοπαθούσης, ἢ πρωτοπαθούσης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεται συμπτώματα, τίνα δʼ ἑτέροις μέρεσι συμπασχούσης. ἔστι δʼ ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις ἐν ἑτέραις πραγματείαις, ἐν αἷς ἐδείχθη, τῆς μὲν ἐμφύτου θερμασίας οἷον πηγή τις ὑπάρχειν ἡ καρδία, καὶ πάντως χρῆναι παθεῖν αὐτὴν, εἰ μέλλοι τεθνήξεσθαι τὸ ζῶον. ἀρχῶν οὖν οὐσῶν τριῶν, αἷς διοικεῖται τὸ ζῶον (πρὸς γὰρ τῇ τῆς καρδίας ἀρχῇ ὁ μὲν ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως ἐδείχθη χορηγὸς εἶναι πᾶσι τοῖς τοῦ ζώου μέρεσι, τὸ δʼ ἧπαρ ἀρχὴ τῆς θρεπτικῆς εἶναι δυνάμεως), ὁ μὲν θάνατος ἀεὶ ταῖς ἀμέτροις τῆς καρδίας ἕπεται δυσκρασίαις, ἅπαντα γὰρ αὐτῇ συγκακοῦται τὰ μόρια· δεδειγμένου δʼ ἡμῖν, ἐνεργεῖν αὐτὰ διὰ τὴν οἰκείαν καρδίας εὐκρασίαν, ἀναγκαῖόν ἐστιν ἀπολομένης ταύτης συναπόλλυσθαι τὰς ἐνεργείας αὐτῶν, καὶ κατὰ τοῦτο καὶ τὰς ἐγκεφάλου τε καὶ ἥπατος, οὐ μὴν ταῖς ἐκείνων γε τὴν τῆς καρδίας. [15]
8 299
εἰ γὰρ μήτε τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας ἔτι διασώζοι τὸ ζῶον, ἀλλὰ μηδὲ τρέφοιτο, καθάπερ οὐδὲ τὰ φωλεύοντα, δυνατὸν ἄν τις εἶναι νομίσειεν ζῇν αὐτὸ, μέχρι περ ἂν ἡ καρδία μηδὲν ᾖ πεπονθυῖα· καὶ μέντοι καὶ φαίνεται πολλάκις ἡμερῶν ἐφεξῆς πολλῶν οὔτε φρονῶν τις οὔτʼ αἰσθανόμενος οὔτε κινούμενος, ὅμως ἔτι ζῶν, ὥσπέρ γε καὶ διʼ ἀῤῥωστίαν τῆς ἐν ἥπατι δυνάμεως ἀτροφῶν ἐξαρκεῖν εἰς μακρόν· εἰ δὲ τῆς ἀναπνοῆς στερήσειέ τις τὴν καρδίαν, αὐτίκα διαφθείρεται. ὅσοις οὖν ὁ θώραξ οὐδὲν ὅλως ἐδόκει συντελεῖν εἰς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν, ἀποροῦσι τὴν αἰτίαν εὑρεῖν, διʼ ἣν ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις ἀποθνήσκουσιν εὐθέως οἱ κάμνοντες, ἐπὶ μόνῃ τῇ βλάβῃ τῆς ἄνωθεν ἀρχῆς· ὑμεῖς δʼ οὐκ ἀπορήσετε, πεπεισμένοι βεβαίως, ὑπὸ μυῶν διαστέλλεσθαι τὸν θώρακα, τὴν ἀρχὴν τῆς κινήσεως ἐχόντων ἐκ τῶν εἰς αὐτοὺς φερομένων νεύρων ἀπὸ τοῦ κατὰ τὸν αὐχένα νωτιαίου, στερουμένων τηνικαῦτα τῆς ἐπιῤῥεούσης ἐξ ἐγκεφάλου δυνάμεως αὐτοῖς κινητικῆς τῶν μυῶν· ὡς εἴγε μὴ συνήπτοντο διὰ τῆς ἀναπνοῆς αἱ δύο ἀρχαὶ, δυνατὸν ἂν ἦν ἐστερημένους ἡμᾶς ἐνίοτε τῆς ἄνωθεν ἀρχῆς ἔτι ζῇν. [5]
8 300
ἴσως οὖν τις ἐξ ὧν ἡμεῖς εὐπορήκαμεν αἰτίαν, διʼ ἣν ἡ καρδία βλάπτεται παθόντος τοῦ ἐγκεφάλου κατὰ τὰς μεγάλας ἀποπληξίας, ἐκ τούτων αὐτῶν εὐπορήσει καθʼ ἕτερον τρόπον εὑρεῖν τὴν αἰτίαν, διʼ ἣν ἐν ταῖς μικροτέραις ἀποπληξίαις, καταλήψεσί τε καὶ κάροις, ἐπιληψίαις τε καὶ ληθάργοις, οὐκ ἀπόλλυται τὸ πάσχον οὕτως ζῶον· εὑρήσει δὲ καὶ τοῦτο θεασάμενος, ὅπως ἀναπνέουσιν ἐν τοῖς εἰρημένοις πάθεσιν οἱ πάσχοντες· ὄψεται γὰρ ὅτι βιαίως τε καὶ μόγις, ὡς ὑπὸ δεσμοῦ τινος εἰργομένου διαστέλλεσθαι τοῦ θώρακος. λέλεκται δʼ ἱκανῶς περὶ τούτου κατὰ τὰ περὶ μυῶν κινήσεως ὑπομνήματα· κοινὸν γάρ ἐστι τὸ ζήτημα τῷ γιγνομένῳ κατὰ τοὺς ὕπνους, ἐν οἷς ἁπασῶν τῶν κατὰ τοὺς μῦς ἐνεργειῶν ἐκλελυμένων, ἡ τῶν τὸν θώρακα κινούντων μόνη σώζεται· νυνὶ δʼ ἀρκεῖ μέχρι τοσούτου προῆχθαι τὸν λόγον, ὅσον αὐτοῦ χρήσιμον ἦν εἰς τὰ παρόντα. [15]
8 301
ᾧ γὰρ λόγῳ κατὰ τοὺς ὕπνους ἀναπνέουσιν οἱ ἄνθρωποι, καίτοι τῶν ἄλλων ἁπάντων μυῶν ἡσυχαζόντων, τούτῳ καὶ κατὰ τὰς ἀποπληξίας, ὅσαι μὴ μέγισται, καὶ κατʼ ἄλλα πάθη τὰ ταύτῃ παρακείμενα· μεγάλης δʼ οὕτως γεγενημένης τῆς ἀποπληξίας, ἢ καί τινος ἑτέρου πάθους, ὡς τελέως ἀπολέσθαι τὴν ἐνέργειαν τῶν κατὰ τὸν θώρακα μυῶν, ἀναγκαῖόν ἐστι συνδιαφθαρῆναι τὴν ἀναπνοὴν, ἐφʼ ᾗ καὶ τὴν τῆς καρδίας εὐκρασίαν, ᾗ καὶ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ ζῶον ὅλον ἀπόλλυσθαι. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἐν ταῖς τῆς ἄνωθεν ἀρχῆς βλάβαις μεγάλαις ἀπόλλυται τὸ ζῶον· καθʼ ἕτερον δὲ τρόπον ἐφʼ ἥπατι πάσχοντι, διὰ γὰρ ἀτροφίαν νεκροῦται τηνικαῦτα, διὸ καὶ χρόνῳ πλείονι διαρκεῖ τὰ ζῶα κατὰ τὰ τοιαῦτα παθήματα. καὶ μὴν καὶ καθʼ ἕτερόν τινα τρόπον, ἐπί τε στομαχικαῖς συγκοπαῖς, ἀλγήμασίν τε σφοδροῖς, καὶ φόβοις ἰσχυροῖς, ἡδοναῖς τε μεγίσταις, ἀποθνήσκουσί τινες· ὅσοις γὰρ ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος, ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς οὐσία· τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν εὐθέως ὥσπερ ἐν τοῖς προειρημένοις· ἀνὴρ δʼ οὐδεὶς μεγαλόψυχος οὔτʼ ἐπὶ λύπαις οὔτʼ ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης ἰσχυρότερα θανάτῳ περιέπεσον· ὅ τε γὰρ τόνος τῆς ψυχῆς αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά. [5]
8 302
Ἴδιον δὲ πάθος ἐν καρδίᾳ γίνεται κατὰ μὲν ἁπλῆν δυσκρασίαν πολλάκις, εἴτʼ ἀνώμαλος εἴθʼ ὁμαλὴς εἴη, κατά τε φλεγμονὴν ἢ ἐρυσίπελας ἀρχόμενον γίγνεσθαι· διαφθείρεται γὰρ παραυτίκα πρὶν αὐξηθῆναι τὰ πάθη τάδε τὸ ζῶον. ἕπονται δὲ πάλιν ταῖς τοιαύταις διαθέσεσιν αἱ καρδιακαὶ συγκοπαὶ, καθάπερ αἱ στομαχικαὶ ταῖς κατὰ τὸ τῆς κοιλίας στόμα, καλοῦσι δʼ ἔνιοι καὶ τοῦτο στόμαχον· ἀλλὰ καὶ αὗται γίγνονται δηλονότι συμπασχούσης τῆς καρδίας. αἱ διαθέσεις δʼ ἀμφοτέρων τῶν μορίων, τοῦ τε στόματος τῆς κοιλίας καὶ τῆς καρδίας, ἤτοι διὰ δυσκρασίαν μόνην ἰσχυρὰν, ἢ διʼ ὑγρότητα φαρμακώδη, καί ποτε καὶ διʼ ἐρυσίπελας εἰώθασι γίγνεσθαι, καὶ διὰ φλεγμονὴν, ἤ τινα παρὰ φύσιν ὄγκον ἕτερον τοιοῦτον. αἱ μὲν οὖν μικραὶ τῆς καρδίας δυσκρασίαι τοὺς σφυγμοὺς ἀλλοιοῦσιν κατὰ τὴν αὐτῶν ἑκάστη φύσιν· εἴρηνται δʼ αὐτῶν αἱ διαγνώσεις ἐν τῇ περὶ σφυγμῶν πραγματείᾳ· ταῖς μεγάλαις δὲ, κατὰ μὲν τὰς ἰδίας τῶν ὁμοιομερῶν δυσκρασίας οὐκ ὀξὺς ὁ θάνατος ἕπεται, κατὰ δὲ τὰς ὀργανικὰς ἐξαιφνίδιος, ἀλλʼ ἐπὶ προηγουμένοις σημείοις, ὧν ἓν μέν ἐστι καὶ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, οἷον οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσεως, ἐξαπίνης τελευτῶσιν· ἕτερον δὲ παλμὸς τῆς καρδίας, ἤτοι μόνος γιγνόμενος, ἢ μετά τινος ἐμφάσεως ἐν ὑγρῷ κινουμένης αὐτῆς· καὶ θαυμαστὸν οὐδὲν ἀθροίζεσθαί ποτε πλῆθος ὑγροῦ τοσοῦτον ἐν τῷ περιέχοντι χιτῶνι τὴν καρδίαν, ὡς ἐμποδίζειν αὐτῇ διαστελλομένῃ· καὶ γὰρ ἐπὶ τῶν ἀνατεμνομένων ζώων ἐθεασάμεθα πολλάκις ὑγρὸν οὔρῳ παραπλήσιον ἐν τῷ περικαρδίῳ δαψιλές. [10]
8 303
εἷς δέ ποτέ τις πίθηκος ἰσχνότερος ἑαυτοῦ γιγνόμενος οὐκ ἔφθασεν ἀνατμηθῆναι διʼ ἀσχολίας ἡμῶν ἀναγκαίας· ἀποθανόντος δʼ αὐτοῦ τὰ μὲν ἄλλα πάντα μόρια τοῦ σώματος ἦν ἀπαθῆ, ἐπέκειτο δὲ τῷ περικαρδίῳ χιτῶνι παρὰ φύσιν ὄγκος, ὑγρὸν ἐν ἑαυτῷ περιέχων ὅμοιον τῷ κατὰ τὰς ὑδατίδας· ἐπʼ ἀλεκτρυόνος δέ ποτε χωρὶς ὑγροῦ τοιοῦτος σκιῤῥώδης ὄγκος ἐπέκειτο τῷ περικαρδίῳ, παραπλήσιος ὑμέσι παχέσι πολλοῖς κατʼ ἀλλήλων ἐπιβεβλημένοις. [15]
8 304
εἰκὸς οὖν ἐστι καὶ τοῖς ἀνθρώποις γίγνεσθαί τινα τοιαῦτα. φλεγμηνάσης δὲ φανερῶς καρδίας ἐπὶ μονομάχων, ἐθεασάμεθα θάνατον ὁμοιότατον ἀκολουθήσαντα τοῖς συγκοπτομένοις καρδιακῶς. ἐὰν μὲν οὖν ἄχρι κοιλίας τινὸς τῶν ἐν αὐτῇ τὸ τρῶσαν ἀφίκηται, παραχρῆμα τελευτῶσιν αἱμοῤῥαγικῶς, καὶ μᾶλλον, ὅταν ἡ ἀριστερὰ κοιλία τύχῃ τρωθεῖσα· μὴ διασχόντος δὲ τοῦ τρώσαντος εἰς κοιλίαν, ἀλλʼ ἐν τῷ σώματι τῆς καρδίας στηριχθέντος, οὐ μόνον αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τρωθέντες ἔτυχον, ἔνιοι διέζησαν, ἀλλὰ καὶ τὴν ἐπιοῦσαν νύκτα, φλεγμονῆς δηλονότι λόγῳ τοῦ θανάτου γενομένου· φρονοῦσί γε μὴν ἅπαντες οὗτοι, μέχρι περ ἂν ζῶσιν, μαρτυροῦντος καὶ τούτου τοῦ φαινομένου τῷ παλαιῷ δόγματι περὶ τοῦ τὸ λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν. ὁ δὲ παλμὸς τοῦ σπλάγχνου τούτου πολλοῖς ὑγιαίνουσιν ἀμέμπτως νεανίσκοις τε καὶ παρακμάζουσιν ὤφθη γενόμενος ἐξαίφνης, ἄνευ φανεροῦ συμπτώματος ἑτέρου, καὶ πάντες οὗτοι φλεβοτομηθέντες ὤνηντο, καὶ τελέως αὐτῶν ἔνιοι τοῦ συμπτώματος ἀπηλλάγησαν, ἐπὶ τῇ φλεβοτομίᾳ λεπτυνούσῃ διαίτῃ μετὰ φαρμάκων ὁμοίων θεραπευθέντες ἔνιοι δὲ αὐτῶν αὖθίς ποτε τοῦ συμπτώματος ἐπιφανέντος ὁμοίως ἐθεραπεύθησαν. [5]
8 305
οἶδα δέ τινα καὶ κατʼ ἐνιαυτὸν ἦρος ὥρᾳ πάσχοντα τὸ τοῦ παλμοῦ σύμπτωμα· καὶ ἐπειδὴ τρισὶν ἔτεσιν ἐπειράθη τῆς φλεβοτομίας ὠφελούσης, ἔφθασεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθεὶς ἁλῶναι τῷ συμπτώματι, καὶ οὕτως ἔπραττε κατὰ τὸ ἑξῆς ἐτῶν πλειόνων, μετὰ τοῦ καὶ τἄλλα ποιεῖν ἐπὶ τῇ φλεβοτομίᾳ προσηκόντως· ἀλλʼ ὅμως καὶ οὗτος ἀπέθανε πρὶν γηρᾶσαι, καθάπερ καὶ οἱ ἄλλοι πάντες, ἔνιοι μὲν ἐν πυρετοῖς ὀξέσιν ἀθρόως συγκοπέντες, ἔνιοι δὲ καὶ κατὰ τὸν τῆς ὑγείας χρόνον, εἷς δέ πού τις ἢ δύο καθʼ ἕτερον τρόπον ἀπέθανον χωρὶς συγκοπῆς. οἱ πλείους δὲ τῶν οὕτω παθόντων ἡλικίαν εἶχον ἐτῶν ἐλαττόνων μὲν ἢ πεντήκοντα, πλεόνων δὲ ἢ τεσσαράκοντα. [15]
8 306
τὸ μέντοι περικάρδιον σκέπασμα τῶν ἀκύρων ἐστὶ μορίων, ὅπως ἂν πάθῃ, πλὴν εἰ φλεγμήναντος αὐτοῦ διαδοθείη κατὰ συμπάθειαν ἡ διάθεσις ἐπὶ τὴν καρδίαν· ἀλλʼ ὅταν γε πάσχῃ μόνον, ὁμοίως τοῖς ἄλλοις ἅπασι μορίοις, ὅσα φρουρᾶς ἕνεκα καὶ σκέπης ἑτέρων κυριωτέρων ἐγένετο, κίνδυνον οὐδένα φέρει. δύσπνοιαν δʼ οὐδεμίαν ἐργάζετʼ ἄλλην καρδία παρὰ τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου γράμματι κατὰ τὸν περὶ τῆς δυσπνοίας λόγον· ἐπὶ μὲν τὸ μέγα καὶ πυκνὸν ὑπερθερμανθεῖσα, μετὰ τοῦ καὶ θᾶττον γίνεσθαι τὴν ἀναπνοὴν ἐκφυσᾶσθαί τε θερμὸν πνεῦμα· τὴν δὲ ἐναντίαν αὐτῇ διὰ ψύξιν, ἐφʼ ᾗ μικρὸν καὶ ἀραιὸν γίνεται τὸ πνεῦμα. Καὶ κατὰ τοῦτο τὸ μόριον, ὥσπερ καὶ κατὰ τἄλλα πάντα, τινὰ μὲν ἰδιοπαθοῦντος αὐτοῦ γίνεται, τινὰ δὲ ἑτέροις συμπάσχοντος· ἅπαντα γοῦν ἐξ ἀνάγκης εἰς τὴν τῆς ἀναπνοῆς βλάβην τελευτᾷ, τοῦτο γὰρ ἴδιον ὄργανον ἐδείχθη τῆς ἀναπνοῆς. ὅσα μὲν οὖν ἐν αὐτῷ γίνεται πάθη τῶν ὀδυνηρῶν, μικρὰν καὶ πυκνὴν ἐργάζεται τὴν ἀναπνοὴν, ὡς ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασιν ἐδείχθη, καθάπερ γε καὶ τῶν γειτνιώντων τε καὶ συγκινουμένων. [15]
8 307
λέλεκται δʼ ἔμπροσθεν ἐν τοῖς τοῦ νωτιαίου πάθεσιν, ὅπως ἀναπνοὴ βλάπτεται, μηδὲν αὐτοῦ πεπονθότος ἴδιον πάθημα τοῦ θώρακος, ἀλλʼ ἤτοί τινος τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, ἢ αὐτοῦ τοῦ νωτιαίου. τῶν δʼ ἰδίων τοῦ θώρακος παθῶν ἔνια μὲν ἐν τοῖς μυσὶν αὐτοῦ, τινὰ δὲ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα συνίσταται· περὶ δὲ τῶν κατὰ τὸ δέρμα καὶ τὰ τῶν πλευρῶν ὀστᾶ νῦν οὐ πρόκειται λέγειν, αἰσθητὸν ἐχόντων τὸν πεπονθότα τόπον. διττῶν οὖν ὄντων τῶν κατʼ αὐτὸν μυῶν, τῶν μὲν ἀναπληρούντων τὰ μεσοπλεύρια καλούμενα, τῶν δʼ ἔξωθεν αὐτοῖς ἐπιβεβλημένων, αἱ μὲν τῶν ἔξωθεν ὀδυνηραὶ διαθέσεις, ἑλκωθέντων, ἢ θλασθέντων, ἢ ἀπόστημα σχόντων, ἢ ἐρυσίπελας, ἢ φλεγμονὴν, οὐκ ἀσαφῶς διαγιγνώσκονται τοῖς ἰατροῖς ἐπιβάλλουσι τὰς χεῖρας· αἱ δὲ τῶν μεσοπλευρίων μυῶν φλεγμοναὶ, καὶ μάλιστα τῶν ἐν βάθει, διφυεῖς γάρ εἰσιν, ὡς ἴστε, τὴν μὲν ἁφὴν ἡμῶν λανθάνουσιν, ὀδυνῶσι δὲ τῶν ἐπιπολῆς μειζόνως, καί τι καὶ τοῦ τὴν φλεγμονὴν ἐργασαμένου ῥεύματος εἴσω διαπέμπουσιν διὰ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐξ ἀνάγκης αὐτοῖς συμφλεγμαίνει, καθάπερ ἐκείνῳ πάλιν, ὅταν αὐτὸς πρωτοπαθῇ κατά τινα καιρὸν ἕτερον, ἡ ἐντὸς μοῖρα τῶν μεσοπλευρίων συμπάσχει. [5]
8 308
ἀλλʼ ἥ γʼ ἀκριβὴς πλευρῖτις ἐν τῇ πρωτοπαθείᾳ τοῦ ὑπεζωκότος γίνεται, διὸ καὶ μέχρι κλειδὸς ἢ ὑποχονδρίων ὁ πόνος ἐξικνεῖται· τῶν μὲν ἄνω μερῶν αὐτοῦ πασχόντων, εἰς κλεῖν· τῶν κάτω δὲ, εἰς τὰ ὑποχόνδρια. πυρετὸς δὲ πάντως ἕπεται ταῖς τοιαύταις φλεγμοναῖς σφοδρὸς, ὡς ἂν ἐγγὺς τῇ καρδίᾳ κειμένου πάσχοντος τόπου, καὶ συμφυοῦς ὑπάρχοντος αὐτῆς τῷ χιτῶνι, καθάπέρ γε καὶ ταῖς φρεσίν. ὁ σφυγμὸς δέ σοι μάλιστα ἐνδείξεται, πότερον ὁ ὑπεζωκὼς ὑμὴν μᾶλλον ἢ οἱ ψαύοντες αὐτοῦ πεπόνθασι μύες· ἧττον μὲν γὰρ οἱ μύες, ὁ δʼ ὑπεζωκὼς μᾶλλον ἐντείνει τε καὶ σκληρὰν ἀποφαίνει τὴν ἀρτηρίαν, ὡς ἐπί γε τῶν περὶ πνεύμονα παθῶν οὐδʼ ὅλως ἡ τοιαύτη φαίνεται σκληρότης. ὁ δʼ ἀποχεόμενος εἰς τὰ κενὰ τοῦ θώρακος ἰχὼρ, μεταλαμβανόμενος εἰς τὰς τραχείας τοῦ πνεύμονος ἀρτηρίας, ἀναπτύεται μετὰ βηχὸς, ἐνδεικνύμενος ὁποῖός τίς ἐστιν ὁ τὴν φλεγμονὴν ἐργαζόμενος χυμὸς, ἆρά γε πικρόχολος ἢ μελαγχολικὸς ἢ φλεγματικὸς ἢ αἱματικός. [15]
8 309
ὠχρὰ μὲν γὰρ καὶ ξανθὰ πτύουσιν ἐπὶ τῷ πικροχόλῳ, μέλανα δὲ ἐπὶ τῷ μελαγχολικῷ, τὰ δʼ ἀφρωδέστερα καὶ λευκανθοῦντα πτύσματα τοῦ φλεγματικοῦ πλεονεκτοῦντος γίγνεται χυμοῦ, καθάπέρ γε καὶ τὰ ἐρυθρὰ τοῦ αἱματώδους. ὅτι μὲν οὖν ἐκ τῶν κενῶν τοῦ θώρακος ἀναπτύεταί τι μετὰ βηχὸς, ἐναργῶς ἔστι γνῶναι κατὰ τὰς διαθέσεις, ἐν αἷς ἔξωθεν ἔσω τὸ ἕλκος διήκει, ἤτοι συντρήσεως μὴ κολληθείσης, ἢ κατὰ ἀπόστημα μέγα κατʼ ἄμφω τὰ μέρη ῥαγὲν, ἢ τμηθὲν μὲν ὡς ἔξω μόνον ἀνίσχον, εὑρεθέντος δʼ ἐπὶ τῇ τομῇ διαβεβρωμένου τοῦ ὑπεζωκότος, ἢ καὶ διὰ σφάκελον ἐκκοπείσης πλευρᾶς, ἤτοι μὴ δυνηθέντων ἀπαθῆ φυλάξαι τὸν ὑπεζωκότα τῶν ἰατρῶν, ἢ διαβεβρωμένον ἢ διασεσηπότα πως εὑρόντων· ἐν ἀπάσαις γὰρ ταῖς τοιαύταις διαθέσεσιν, ὅταν ἐγχέωμεν εἰς τὰ κενὰ τοῦ θώρακος μελίκρατον, εὐθέως ἀναπτύεται μετὰ βηχὸς, αὐτῷ τῷ κάμνοντι διὰ διὰ τῆς γεύσεως, ὅτι μελίκρατόν ἐστι, γνωριζόμενον. [15]
8 310
ὅπως δὲ γίγνεται τοῦτο, καὶ διʼ ὧντινων ὁδῶν εἰς τὴν τραχεῖαν ἀρτηρίαν ἀφικνεῖται, πάρεστι σκοπεῖσθαι τῷ βουληθέντι, φυλαττομένῳ παθεῖν ὅπερ ἔπαθον ἔνιοι τῶν ἀπορηθέντων ἐν τῇ τῆς αἰτίας εὑρέσει, τάχα μὲν ἑαυτοὺς πείσαντες ἀδύνατον εἶναι τὴν ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν πνεύμονα μετάληψιν, ἴσως δὲ καὶ προσποιησάμενοι διὰ τὸ μὴ βούλεσθαι δοκεῖν ἀπορεῖσθαι. χρὴ δʼ ὅτι μὲν ἡ μετάληψις γίνεται, πεπεῖσθαι· φαίνεται γὰρ ἐναργῶς ἐπὶ τῶν συντρήσεων· ὅπως δὲ γίνεται, ζητεῖν, ἀγαπῶντας μὲν εἰ εὕροιμεν, ἄχρι δʼ ἂν οὐδέπω πεπεικότες ἑαυτοὺς ὦμεν εὑρηκέναι, τὴν ἄγνοιαν ὁμολογοῦντας μᾶλλον ἢ καταψευδομένους τοῦ γιγνομένου. φαίνεται δὲ κᾀπὶ τῶν ἐναίμως κολλωμένων συντρήσεων ἀναπτυόμενά τινα γνωρίσματα τοῦ ῥυέντος αἵματος ἐν ταῖς τρώσεσιν εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν· ἐναργὴς δʼ ἐστὶ κᾀπὶ τῶν ἐμπύων ἥ τʼ ἐν τῇ χώρᾳ ταύτῃ τοῦ πύου σύστασις ἥ τʼ ἐξ αὐτοῦ πτύσις ἅμα βηχί. [15]
8 311
κατὰ δὲ τὸν αὐτὸν τρόπον εὔλογον γίγνεσθαι καὶ τὰς ἐκ τοῦ θώρακος αἵματός τε καὶ πύου πτύσεις, ἐφʼ ὧν Ἐρασίστρατος ζητῶν τὰς ὁδοὺς, ἀπίθανα γράφει κατὰ τὸ περὶ τῆς ἀναγωγῆς τοῦ αἵματος βιβλίον ἐν τῇδε τῇ ῥήσει· ἡ δὲ ὁδὸς ἐπὶ τὴν ἀναγωγὴν τοῖς ἀπὸ τούτων τῶν τόπων ἀναφερομένοις τοιαύτη τις γίνεται. ἀπὸ τῆς παρὰ τὴν ῥάχιν κειμένης ἀρτηρίας ἀποφύσεις εἰσὶν ἀγγείων παρʼ ἑκάστην πλευρὰν, ὁμοίως ἔκ τε τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν· αὗται δʼ εἰς τοὺς πλησίον τόπους ἐπὶ πλεῖον σχιζόμεναι εἰς ἄδηλα τῇ αἰσθήσει ἀποτελευτῶσιν. ὅταν οὖν γίγνηταί τις εἰς ταύτας τὰς ἀρτηρίας παρέμπτωσις αἵματος, κατὰ τὴν κοίλην ἀρτηρίαν ἐνίοτε λαμβάνει τὴν ἀναφορὰν ἐπὶ τοὺς περὶ τὸν πνεύμονα τόπους, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τις καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ἐκ δὲ τοῦ πνεύμονος, ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Ἐρασίστρατος ἐδήλωσεν, τὰς ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποπεφυκυίας εἰς ἕκαστον τῶν τοῦ θώρακος μεσοπλευρίων, ὑποδεξαμένας αἷμα διὰ τῶν καθηκόντων στομάτων εἰς τὸ φλεγμαῖνον μέρος, ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἀναφέρειν αὐτὸ, τὴν ἀπὸ καρδίας μὲν ἐκπεφυκυῖαν, ἐπιτεταμένην δὲ τῇ ῥάχει· πάλιν δʼ ἀπʼ αὐτῆς εἰς τοὺς περὶ τὸν πνεύμονα τόπους φησὶ γίγνεσθαι τὴν ἀναφορὰν, οὐκέτι προσθεὶς ὅπως γίγνεται καὶ διὰ τίνων ὁδῶν, ἀλλʼ ἐφεξῆς γράψας, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκεν τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν· γίγνεται γάρ τίς, φησι, καὶ ταύτῃ τῶν παρεμπεπτωκότων ἐπάνοδος εἰς τὸν πνεύμονα· ὅπως δὲ γίγνεται καὶ κατὰ τίνας συμφύσεις, οὐκέτι οὐδʼ ἐνταῦθα προσέθηκεν. [10]
8 312
μένει τοίνυν ἔτι τὸ ζητούμενον, οὐδὲν εἰπόντος εἰς αὐτὸ σαφὲς τοῦ Ἐρασιστράτου, καίτοι σαφῶς ἑρμηνεύειν προῃρημένου κατά τε τἄλλα πάντα συγγράμματα καὶ κατὰ τοῦτʼ αὐτὸ, τὸ περὶ τῆς τοῦ αἵματος ἀναγωγῆς. διὸ καὶ μᾶλλον ἄν τις ἡγήσαιτο, μοχθηρὸν εἶναι τὸν λόγον, ὑποπτευθέντα καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ τοιοῦτον ὑπάρχειν· ἑκών γʼ οὖν φαίνεται λέξεσιν ἀσαφέσιν κεχρῆσθαι, χάριν τοῦ δόξαι τι λέγειν, καίτοι λέγων μηδέν· ἐν αὐτῷ γὰρ τῷ τόπῳ τῷ ζητουμένῳ κατέλιπε τὴν διήγησιν, ὅπως μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν ἐκ τῶν πλευρῶν ἀφικνεῖται τὸ αἷμα, σαφῶς εἰπὼν, ὅπως δὲ πάλιν ἀπὸ ταύτης εἰς τοὺς περὶ τὸν πνεύμονα τόπους, ὡς αὐτὸς εἶπεν, οὐκέτι προσθείς. [5]
8 313
ἀλλὰ καὶ κατʼ αὐτὸ τοῦτο τὸ φάναι, τοὺς περὶ τὸν πνεύμονα τόπους, ἐνὸν εἰπεῖν τὸν πνεύμονα, δῆλός ἐστιν ἑκὼν ἐπιταράττων τὸν λόγον. καὶ τοῦτο μὲν ἐφεξῆς ἐδήλωσεν εἰπών· ἐκ δὲ τοῦ πνεύμονος ὅπως εἰς τὴν ἀναγωγὴν ἐπανέρχεται, πρότερον εἴρηται· ὡς γὰρ εἰς τὸν πνεύμονα φερομένου παρὰ τῆς μεγάλης ἀρτηρίας αἵματος, οὕτω φαίνεται περὶ τῆς ἐντεῦθεν ἀναγωγῆς ἀναμιμνήσκων ἡμᾶς ὅπως γίνεται. ὅτι μὲν οὖν πρότερον εἴρηται περὶ τῆς ἐκ τοῦ πνεύμονος ἀναπτύσεως, ἐπιστάμεθα, καὶ μέντοι καὶ ὅτι σαφῶς εἴρηται, μαρτυροῦμεν· εὐξαίμεθα δʼ ἂν ὁμοίως εἰρῆσθαι καὶ περὶ τῆς εἰς τὸν πνεύμονα μεταλήψεως ἐκ τῆς μεγάλης ἀρτηρίας· ὥσπερ κᾀπειδὰν εἴπῃ, καὶ κατὰ τὰς προσφύσεις, αἷς ὁ πνεύμων προσπέφυκε τῇ ἀρτηρίᾳ κατὰ τὴν ῥάχιν, γίνεσθαι τὴν ἐπὶ τὸν πνεύμονα φορὰν τοῦ αἵματος. οὐδὲ γὰρ ἐνταῦθα τίνας λέγει προσφύσεις ἐδήλωσεν. [15]
8 314
καὶ γὰρ ἐὰν διʼ ὑμένων ἤ τινων ἰνωδῶν σωμάτων γίγνονται, πλέον οὐδὲν ὡς πρὸς τὴν τοῦ περιεχομένου κατὰ τὴν μεγάλην ἀρτηρίαν αἵματος εἰς τὸν πνεύμονα φοράν· ἐκφύεσθαι γάρ τινα δεῖ τῆς ἀρτηρίας ἀγγεῖα, διʼ ὧν εἰς τὸν πνεύμονα παραγενήσεται τὸ αἷμα, καθάπερ οἱ Ἐρασιστράτειοι λέγουσι διὰ τῆς ἀρτηρίας γίγνεσθαι τοῦτο τῆς ὑποβεβλημένης τῷ πνεύμονι· φαίνεται γὰρ αὐτῆς ἀμυδρὰ πέρατα πρὸς τὴν τραχεῖαν ἀρτηρίαν περαίνοντα, τὴν δʼ ἔκφυσιν ἀπὸ τῆς μεγάλης ἀρτηρίας αὐτὴ λαμβάνει πρὶν ἐπιβῆναι τῇ ῥάχει. καί τινα λόγον διττὸν ἀπʼ αὐτῆς τῆς ἀρτηρίας οἱ Ἐρασιστράτειοι πορίζονται, βοηθοῦντες αὐτῷ, νῦν μὲν εἰς τὴν ἀπὸ τοῦ θώρακος ἀναγωγὴν τοῦ αἵματος, ἑτέρωθι δʼ εἰς γένεσιν φλεγμονῆς ἐν τῷ πνεύμονι· καὶ γὰρ καὶ περὶ ταύτης αὐτοῖς οἱ ἑτερόδοξοι προὔβαλον, ὡς ἀδυνάτου γίγνεσθαι κατὰ τὰς Ἐρασιστράτου ὑποθέσεις. αὐτὸς γὰρ ἐν τῷ διδάσκειν ὅπως γίνεται φλεγμονὴ, τὸ παρεμπῖπτον εἰς τὰς ἀρτηρίας αἷμα βούλεται τῷ παρὰ τῆς καρδίας φερομένῳ πνεύματι συντυγχάνον ἀναστέλλεσθαί τε καὶ συνελαύνεσθαι πρὸς τὰ πέρατα τῶν ἀρτηριῶν, πλὴν εἴποτέ τινες ἀρτηρίαι τρωθεῖσαι, κενωθέντος ἐξ αὐτῶν κατὰ τὸ τραῦμα τοῦ πνεύματος, ἐκ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας διαδέξονται τὸ αἷμα. [15]
8 315
κατὰ τοῦτον οὖν τὸν λόγον οὐκ ἂν γενέσθαι φασὶ φλεγμονὴν ἐν ταῖς τοῦ πνεύμονος ἀρτηρίαις· εἰ γὰρ καὶ παρεμπέσοι ποτʼ αὐταῖς αἷμα, μηδεμίαν ἀπάντησιν αὐτῷ πρὸς τὸ πνεῦμα γίγνεσθαι. κατὰ γάρτοι μόνας τὰς τοῦ πνεύμονος ἀρτηρίας οὐ βούλεται παρὰ τῆς καρδίας φέρεσθαι τὸ πνεῦμα, καθάπερ εἰς τὰς ἄλλας ἁπάσας, ἀλλʼ ἔμπαλιν αὐτὰς χορηγεῖν τῇ καρδίᾳ τοῦ πνεύματος, ὃ διὰ τῆς εἰσπνοῆς τῶν τραχειῶν ἀρτηριῶν αἱ λεῖαι μεταλαμβάνουσιν. τὴν οὖν ἀρτηρίαν ταύτην τὴν ἀπὸ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας μεγάλης εἰς τὸν πνεύμονα φερομένην φασὶ τήν τε φλεγμονὴν ὑπομένειν κατὰ τὰ πέρατα καὶ τὴν ἐκ τοῦ θώρακος ἀναγωγὴν ἐργάζεσθαι τοῦ αἵματος. ἀλλὰ τὸν μὲν περὶ τῆς φλεγμονῆς λόγον οὐ νῦν πρόκειται σκοπεῖν· ἡ δὲ μετάληψις τοῦ αἵματος, ἣν ἐκ τῆς μεγάλης ἀρτηρίας εἰς τὸν πνεύμονα γίγνεσθαί φασιν, οὐκ ὀρθῶς φαίνεται λεγομένη. πρῶτον μὲν γὰρ εἰς μεγάλην ἀρτηρίαν ἐκ τῶν μεσοπλευρίων ἀδύνατον ἐνεχθῆναι τὸ αἷμα, παλινδρομήσει γὰρ αὐτίκα συνελαυνόμενον ὑπὸ τοῦ πνεύματος, ὃ παρὰ τῆς καρδίας διὰ τῆς μεγάλης ἀρτηρίας εἰς ταύτας ἐπιπέμπεται· ἔπειτα δʼ εἰ καὶ συγχωρηθείη τοῦτο γίγνεσθαι, καὶ θείημεν εἰς τὴν μεγάλην ἀρτηρίαν αὐτὸ φέρεσθαι, μείζονος ἀτόπου καταλαμβάνοντος τὸν λόγον, ἐξ αὐτῶν τῶν Ἐρασιστρατείων ὑποθέσεων. [5]
8 316
βούλεται γὰρ εἰς τὴν ἀρτηρίαν ταύτην ἐνθλιβόμενον ὑπὸ τῆς καρδίας τὸ πνεῦμα, διασῶζον τῆς βολῆς τὴν ῥύμην, εἰς ὅλον φέρεσθαι τὸ σῶμα διὰ τῶν ἀπʼ ἐκείνης πεφυκυιῶν ἀρτηριῶν· ὡς κατὰ μίαν ἔνθλιψιν τῆς ἀρτηρίας ἐξικνεῖσθαι μέχρι τῶν κατὰ τοὺς πόδας ἄκρων τὴν φορὰν τοῦ πνεύματος, ὑπὲρ τοὺς σφοδροτάτους ἀνέμους τὸ τῆς φορᾶς τάχος εἶναι βουλόμενος. οὔκουν ἐγχωρεῖ τὴν τοσαύτην σφοδρότητα μὴ οὐκ εὐθέως ὠθεῖν τὸ κατὰ τὴν μεγάλην ἀρτηρίαν αἷμα πανταχόσε τοῦ σώματος· οἱ δʼ εἰς μίαν ἀρτηρίαν αὐτὸ συνελαύνουσι τῷ λόγῳ, τὴν εἰς τὸν πνεύμονα φερομένην, ὥσπερ νοῦν ἔχον ἐπιστάμενόν τε, διʼ ἧς ὁδοῦ κενωθήσεται ῥᾷστα. μάχεται δʼ αὖ πάλιν αὐτὸ τοῦτο τῷ νῦν ἐνεστῶτι λόγῳ, κενοῦσθαι τάχιστα συγχωροῦντι τὸ αἷμα διὰ τῆς τραχείας ἀρτηρίας. εἰ γὰρ οὕτως ἐστὶν εὐρέα τὰ πέρατα τῶν ἀρτηριῶν τούτων, ὡς τὸ παρεμπεσὸν εἰς αὐτὰ αἷμα ταχίστην ἴσχειν τὴν κένωσιν, οὐκ ἐνδέχεται σφηνωθὲν αὐτὸ φλεγμονὴν ἐργάσασθαι· τὸ γὰρ σφηνοῦσθαι τῷ διεκπίπτειν ἐναντίον ἐστί. [15]
8 317
θαυμάσαι δὲ ἔστιν ἔτι μᾶλλον, ὅπως ἐφεξῆς γράφων αὐτὸς Ἐρασίστρατος ἐπιμελέστατα περὶ τῆς τοῦ πύου κενώσεως, ἥν τʼ ἐν τοῖς πλευριτικοῖς πάθεσιν, ἥν τʼ ἐν τοῖς ἐμπυήμασιν ἴσχει, τὴν μάχην οὐ σύνοιδεν, ἣν ἡμῖν καὶ ἅπασι τοῖς ἄλλοις ἀνθρώποις οἱ δύο λόγοι πρὸς ἀλλήλους ἔχειν φαίνονται. γνωσθήσονται δʼ ἐναργῶς, παραγραφείσης αὐτοῦ τῆς ῥήσεως, ἐχούσης κατὰ λέξιν οὕτως· ἐν δὲ τοῖς αὐτοῖς τούτοις πάθεσι πύου ἀνακάθαρσις ἐνίοτε πολλοῦ γίνεται· ἡ δʼ αἰτία τούτου παρὰ τὴν φύσιν τῶν ἀγγείων γίνεται· ἐπιλογισμὸς δʼ αὐτῶν ὅδε. ἐκ τῆς καρδίας ἀπόφυσις φλεβὸς εὐμεγέθης κεῖται παρὰ τὴν ῥάχιν, ἀποτελευτῶσα καθʼ ὃν τόπον αἱ φρένες ἐκ τῶν σπονδύλων ἐκπεφύκασιν· ἀπὸ δὲ ταύτης αἱ παρὰ τὰς πλευρὰς τείνουσαι καὶ ταῖς ἀρτηρίαις παρακείμεναι φλέβες τὴν ἀπόφυσιν ἔχουσιν. ὅταν οὖν ἕλκωσις ἐν τοῖς τόποις τούτοις ἢ ἀπόστημα γένηται, πλείονος πύου συναγωγὴν ποιούμενον, εἰς μὲν τὸ μεταξὺ τοῦ πνεύμονος καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως τὴν ἔκχυσιν λαμβάνει, διὰ τὸ τὸν ὑμένα ὑπεζωκότα τὰς πλευρὰς νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι· συῤῥήγνυται δʼ εἰς τὰ ἐντὸς ἀγγεῖα τοῦ ὑμένος κείμενα. [5]
8 318
λεπτοτέρας δὲ καὶ ἀσθενεστέρας οὔσης τῆς φλεβὸς ἢ τῆς ἀρτηρίας, πρότερα ταῦτα τὰ ἀγγεῖα τῶν περὶ τὰς ἀρτηρίας διαιρεῖται· κατὰ δὲ τὰς διαιρέσεις ἡ ἀνάχυσις τοῦ πύου εἰς τὰς φλέβας γίνεται. ἐπὶ μὲν οὖν τοὺς κάτω τόπους οὐ γίνεται τοῦ πύου διέξοδος, διὰ τὸ μὴ διϊκνεῖσθαι τὴν φύσιν τῶν φλεβῶν, ἀλλὰ τὴν ἀποτελεύτησιν ἔχειν, καθάπερ εἴρηται, κατὰ τὴν ἔκφυσιν τοῦ διαφράγματος· πληρουμένων δὲ ἀεὶ τῶν συνεχῶν τόπων, τὴν ἐπάνοδον λαμβάνειν ἀναγκαῖον εἰς τοὺς ἐπάνω τόπους. ἐπινοεῖν οὖν δεῖ τὴν γινομένην κατὰ τὴν ἀναπνοὴν τοῦ πνεύμονος ἐνέργειαν, καὶ τὴν ὁλκήν τε καὶ δίωσιν τοῦ πνεύματός τε καὶ τῶν ὑγρῶν, καὶ ὅτι κατὰ τοῦτον τὸν τρόπον ἡ τοῦ πύου ἐπάνοδος ἀπὸ τῶν πλευρῶν εἰς τὸν πνεύμονα γίνεται· ἡ δʼ ἐκ τοῦ πνεύμονος ἀναγωγὴ ὃν τρόπον γίνεται, πρότερον εἴρηται. ἐν ταύτῃ τῇ ῥήσει τὸ μὲν μὴ δύνασθαι κατωτέρω τοῦ διαφράγματος ἀφικέσθαι τὸ μεταληφθὲν εἰς τὰς φλέβας πῦον, ἀληθῶς εἴρηται τῷ Ἐρασιστράτῳ, τῆς γε τὰς κάτω τοῦ θώρακος ὀκτὼ πλευρὰς, οὐ γὰρ δὴ πάσας γε, τρεφούσης φλεβὸς, ἄχρι τοῦ διαφράγματος ἐρχομένης· οὐ γὰρ χρὴ μικρολογεῖσθαι νῦν, εἰ διεκπίπτει τι μέρος αὐτῆς μικρόν· ὅπως δὲ ἀναπτύεται τὸ πῦον τοῦτο, τὴν ἀρχὴν οὐδʼ ἐπεχείρησεν εἰπεῖν, ὥσπερ οὐδὲ τῶν ἀπʼ αὐτοῦ τις. [5]
8 319
οὐ γὰρ δὴ ὥσπερ ἀρτηρίαν τινά φασιν ἀπὸ τῆς μεγάλης ἀποσχιζομένην ἐπὶ τὸν πνεύμονα φέρεσθαι, κατὰ τὸν αὐτὸν ἔχουσι λόγον ἀποφαίνεσθαί τι περὶ τῆς φλεβός· ἡ μὲν γὰρ ἀρτηρία φαίνεται, κᾂν εἰ μὴ κατασχιζομένη σαφῶς εἰς τὸ σπλάγχνον, ἀλλʼ ὑποβεβλημένη γʼ αὐτῷ, καὶ μέχρι τῆς τραχείας ἀρτηρίας ἀποφύσεις πέμπουσα· φλέβα δʼ οὐδεμίαν οὔθʼ ἡμεῖς εἴδομεν οὔτʼ ἄλλός τις τῶν ἀνατομικῶν ἔγραψεν οὔτʼ αὐτὸς ὁ Ἐρασίστρατος ἐτόλμησεν εἰπεῖν, ἐπὶ τὸν πνεύμονα φέρεσθαι ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης φλεβός· ὡμολόγηται γὰρ ὑπὸ πάντων ἐκ τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ὁ πνεύμων αἷμα λαμβάνειν διʼ ἑνὸς ἀγγείου μόνου. δεήσει τοίνυν γε τὸ παραγιγνόμενον ἐκ τῶν πλευρῶν πῦον εἰς τὴν κατὰ ῥάχιν φλέβα πρότερον μὲν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, δεύτερον δὲ εἰς τὴν φλέβα τὴν ἀπʼ αὐτῆς εἰς τὸν πνεύμονα φερομένην, εἶτα τὸ τρίτον ἐκ ταύτης εἰς τὰς ἐν ἐκείνῳ τραχείας ἀρτηρίας μεταληφθῆναι, καὶ μετὰ ταῦτα βηχὸς δεηθῆναι δηλονότι τῆς εἰς τὸ στόμα δυνησομένης ἀνάξειν αὐτό. [5]
8 320
κατὰ τίνα μὲν τρόπον ἡ τοῦ μιχθέντος πύου τῷ αἵματι διάκρισις ἀπʼ αὐτοῦ γίνεται, παρέλιπεν εἰπεῖν, ὥσπέρ τι μικρὸν ὂν τοῦτο καὶ τὸ τυχὸν ὑπερβὰς, ἀλλʼ οὐκ αὐτὸ μάλιστα τὸ συνέχον ὅλον αὐτοῦ τὸν λόγον. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς τὸ περιεχόμενον αἷμα κατὰ τὴν ἐν τῇ ῥάχει φλέβα πρὸς τὴν καρδίαν ἀναφέρεσθαι πέφυκεν· αὐτὸ γάρ τοι τοὐναντίον ἐστὶν εἰπεῖν, τὸ ἀπὸ τοῦ κατὰ τὴν καρδίαν ὠτὸς τοῦ δεξιοῦ τὴν φλέβα ταύτην ἀρχομένην ἅμα ἑαυτῆς κομίζειν αἷμα, τὰ κατὰ τὰς ὀκτὼ πλευρὰς μόρια πάντα τοῦ θώρακος θρέψον· οὐ γὰρ δὴ τά γε κατὰ τὰς ὑψηλὰς αὐτοῦ τέτταρας, αἱ γὰρ ἐκεῖνα τρέφουσαι φλέβες ἀπὸ τῆς εἰς τὰς σφαγὰς ἀναφερομένης πεφύκασιν ἐν τῷ μεταξὺ τόπῳ καρδίας τε καὶ κλειδῶν· ὥστε καὶ τοῦτʼ ἄτοπον ἱκανῶς ἕπεται τοῖς Ἐρασιστράτου λόγοις· τὸ γὰρ ἀπὸ τῶν ὑψηλῶν τοῦ θώρακος τεττάρων πλευρῶν πῦον ἀναφερόμενον εἰς τὴν κοίλην φλέβα μάλιστα μὲν ἐπὶ τὰς κατὰ τὸν τράχηλον ὠμοπλάτας τε καὶ κεφαλὴν καὶ χεῖρας ἀφικνουμένας φλέβας, ἤδη δὲ καὶ τὰς καθʼ ὅλον τὸ ζῶον, ἐνεχθήσεται. [5]
8 321
ταῦτά τε οὖν ἄτοπα τοῖς ὑπʼ Ἐρασιστράτου γεγραμμένοις ἕπεται καὶ πρὸς τούτοις ἔτι τὸ παραλελειμμένον ὑπʼ αὐτοῦ κατὰ τὸν λογισμὸν τῆς αἰτίας· εἰπὼν γὰρ, εἰς τὸ μεταξὺ πνεύμονός τε καὶ τῶν πλευρῶν οὐ ῥᾳδίως ἔκχυσιν λαμβάνειν τὸ πῦον, διὰ τὸ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα νευρώδη τε καὶ ἰσχυρὸν καὶ δυσδιαίρετον εἶναι, τὸ μὲν ἐκχεῖσθαί ποτε πῦον εἰς τὴν χώραν ταύτην οὐκ ἠρνήσατο, προσέθηκε δὲ τῷ λόγῳ τὸ μὴ ῥᾳδίως. ἐχρῆν οὖν καὶ τούτου τοῦ μὴ ῥᾳδίως μὲν, ὅμως δʼ οὖν γινομένου ποτὲ, τὸν λογισμὸν ἀποδοῦναι, διδάξαντα τὰς ὁδοὺς αἷς χρώμενον τὸ πῦον ἐπὶ τῶν ἐμπυϊκῶν ἀναπτύεται. καθάπερ γὰρ ἀπολλυμένους εἴδομεν οὐκ ὀλίγους τῶν οὕτως ἐχόντων, οὕτω καὶ σωθέντας ἑτέρους πολλοὺς, ἐφʼ ὧν εἴ τις ἤθροιζε τὸ καθʼ ἑκάστην ἡμέραν ἀναβηττόμενον πῦον, ἐνίοτε μὲν ἓξ ἢ ὀκτὼ κοτυλῶν, ἐνίοτε δὲ καὶ δέκα, ἐνίοτε δὲ καὶ πλειόνων ἂν εὑρέθη τὸ σύμπαν κεφάλαιον. [15]
8 322
ἀλλʼ ὅπερ ἀεὶ λέγειν εἴωθα, καὶ νῦν ἐρῶ· πολλοὶ τῶν ἰατρῶν ἐναργῶς ὁρωμένων πραγμάτων ἀδυνατοῦντες εἰπεῖν τὰς αἰτίας, οὐδʼ εἶναί φασιν αὐτὰ, καίτοι, ὡς ἔφην, ἁπάντων τῶν συντετρημένων τὸν θώρακα τὸ διὰ τοῦ τραύματος ἐνιέμενον μελίκρατον εὐθέως ἀναβηττόντων· ἀλλὰ καὶ διὰ τῆς ἐναίμου τε καὶ κολλητικῆς ὀνομαζομένης ἀγωγῆς, οὐκ ὀλίγων συντρήσεων θεραπευομένων, ἀναπτύουσιν ἔνιοι πυῶδες ἐν ταῖς πρώταις ἡμέραις, ὅτʼ ἂν μὴ καλῶς μηδʼ ἀκριβῶς ἅπαν ἐκχυθῇ τὸ αἷμα διὰ τοῦ τραύματος, ἐν τῷ κατασείεσθαι τὸν οὕτω τετρωμένον ἄνθρωπον. ἀλλʼ ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑμὴν ἰσχυρὸς καὶ νευρώδης ἐστὶν καὶ δυσδιαίρετος· εἰ βούλει δὲ, πρόσθες τῷ λόγῳ καὶ τὸν ἀμφιεννύντα τὸν πνεύμονα, τὴν αὐτὴν ἔχοντα φύσιν αὐτῷ· καὶ διὰ τοῦτο τὴν εἰς τὰ κενὰ τοῦ θώρακος ἔκχυσιν τῶν ὑγρῶν ὁ μὲν οὐ μεθίησιν, ὁ δʼ οὐ μεταλαμβάνει. λέγε τοίνυν καὶ τὸ δέρμα πολὺ τῶν ὑμένων τούτων ἰσχυρότερόν τε καὶ παχύτερον ὑπάρχον, ἐν ταῖς τῶν καταγμάτων πωρώσεσι μή ποτʼ ἐπιτρέπειν ἔξω φέρεσθαι διʼ ἑαυτοῦ τὸν αἱματώδη χυμὸν, ὃν ὁρῶμεν οὕτω πολὺν ἐπί τινων ἐκχεόμενον, ὡς διαβρέχειν ὅλους τοὺς ἐπιδέσμους· εἰ δὲ τοῦτο φαίνεται γιγνόμενον, οὐδὲν ἔτι θαυμαστὸν οὐδὲ διὰ λεπτῶν ὑμένων γίνεσθαι ταὐτὸν τοῦτο. [15]
8 323
κάλλιον δʼ ἦν οὐ τοῦτʼ ἠπορηκέναι τὸν Ἐρασίστρατον, ἀλλʼ ἐκείνου μᾶλλον ηὐπορηκέναι τοῦ μεταλαμβάνεσθαι τὸ μεταξὺ θώρακός τε καὶ πνεύμονος ὑγρὸν εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, οὔτε δʼ εἰς τὰς λείας οὔτʼ εἰς τὰς φλέβας ἀφικνεῖσθαι· κατὰ γὰρ αὐτὸν τὸν Ἐρασίστρατον ἀλλήλοις συμπαρεκτείνεται ταῦτα τὰ τρία, καὶ συγκατασχιζόμενα ἀποτελευτᾷ τοῖς ἐσχάτοις ἑαυτῶν στόμασιν εἰς τὸν περικείμενον ὑμένα τῷ πνεύμονι. τί δή ποτʼ οὖν ἀλλήλοις παρακειμένων τῶν τριῶν στομάτων, εἰς ἓν αὐτῶν μόνον ἡ μετάληψις γίνεται, τοῦτʼ ἐχρῆν ἐζητηκέναι τὸν Ἐρασίστρατον· ἄμεινον γάρ ἐστιν, ὅπως γίγνεται τὰ γινόμενα ζητεῖν, ἢ κατασκευάζειν ὅτι μὴ γίγνεται. καίτοι οὐκ ἄπορος οὐδʼ ἀνεύρετος ἐμοὶ φαίνεται τῶν ἐκ τοῦ θώρακος ἡ μετάληψις εἰς τὸν πνεύμονα, δυναμένη γε κατὰ τὰ τῆς τραχείας ἀρτηρίας πέρατα γίγνεσθαι· ταῦτα γὰρ οὐ τὴν αὐτὴν ἔχει στενότητα τοῖς τῶν λείων τε καὶ φλεβῶν, ὅτι τε τὸ πλεῖστον τῆς οὐσίας τῶν τραχειῶν ἀρτηριῶν χόνδρος ἐστὶν, οὐ δυνάμενος εἰς ἐσχάτην ἀφικνεῖσθαι σύμπτωσιν, ὅτι τε πολὺ μεῖζόν ἐστι τῶν ἑτέρων δυοῖν ἀγγείων τὸ τῆς τραχείας ἀρτηρίας. [15]
8 324
σχιζομένων οὖν αὐτῶν κατὰ τὸν πνεύμονα σχίσεις ἰσαρίθμους, εὔλογόν ἐστιν ἀνάλογον ἀεὶ τοὺς οἷον κλάδους τῆς τραχείας ἀρτηρίας ὑπερέχειν τῶν κατὰ τὰ λοιπὰ δύο γένη μορίων· ἀλλὰ καὶ φαίνεται σαφῶς τοῦτο, καὶ κατὰ τὴν ἀνατομὴν τοῦ σπλάγχνου τὴν αὐτὴν ἀναλογίαν τῆς κατὰ τὸ μέγεθος ὑπεροχῆς φυλαττόντων ἀεὶ τῶν παρακειμένων ἀλλήλοις ἀγγείων, ἣν ἐξ ἀρχῆς εἶχε τὰ μέγιστα. ταῦτʼ ἐχρῆν εἰπόντα τὸν Ἐρασίστρατον ἐφεξῆς προσθεῖναι τὸν καιρὸν ἐν ᾧ μεταλαμβάνεται τὸ πῦον ἐκ τῶν κενῶν τοῦ θώρακος εἰς τὸν πνεύμονα, πότερον ὁ τῆς εἰσπνοῆς, ἢ ὁ τῆς ἐκπνοῆς, ἢ ὁ τῆς ἡσυχίας ἐστί· εἶτα διδάξαντα μήτε τὸν τῆς εἰσπνοῆς ὄντα μήτε τὸν τῆς ἡσυχίας, ἑξῆς εἰπεῖν ὅτι κατὰ τὴν ἐκπνοὴν ἡ μετάληψις γίνεται. ῥᾷστον γὰρ ἦν καὶ τοῦτο δεῖξαι, προαποδεδειγμένην ἔχοντα τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ὑπὸ τοῦ θώρακος γιγνομένην, οὐδεμίαν ἔχοντος ἰδίαν κίνησιν τοῦ πνεύμονος, ἀλλʼ ὁπότε μὲν ὁ θώραξ διαστέλλοιτο, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συνδιαστελλομένου, κατὰ δὲ τὰς συστολὰς αὐτοῦ συνιζάνοντος εἰς αὐτὸν ὁμοίως τοῖς σπόγγοις οὓς ταῖς χερσὶν περιλαμβάνοντες θλίβομεν. [5]
8 325
οὕτως γοῦν φαίνεται προσπίπτων λοβὸς αὐτοῦ διὰ τοῦ τραύματος ἐν ταῖς μεγάλαις συντρήσεσιν. ἀλλὰ πρό γε τοῦ τρωθῆναι συστελλόμενος ὁ θώραξ σφοδρῶς ἐνθλίβει τὸ μεταξὺ περιεχόμενον αὐτοῦ τε καὶ τοῦ πνεύμονος ὑγρὸν εἰς τὰς τραχείας ἀρτηρίας αὐτοῦ. μὴ παρέργως δʼ ἀκούσῃς τοῦ, σφοδρῶς, προσκειμένου κατὰ τὸν λόγον· ἐὰν γὰρ μὴ πάνυ σφοδρῶς θλίψῃ τὸν πνεύμονα πανταχόθεν ὁ θώραξ, οὐ μεταληφθήσεται τὸ ὑγρὸν εἰς τὰ τῶν τραχειῶν ἀρτηριῶν στόματα, καὶ τούτου χάριν ὑπὸ τῆς φύσεως ἐδόθη τοῖς ζώοις εἰς τὴν τῆς θλίψεως ῥώμην ἡ καλουμένη βὴξ, σύμπτωμα φυσικὸν ὅμοιον πταρμῷ καὶ λυγγὶ καὶ ναυτίᾳ, περὶ ὧν αὐτάρκως ἐν τοῖς περὶ τῶν συμπτωμάτων αἰτίας εἴρηται· πρὸς δὲ τὴν γένεσιν τοῦ φυσικοῦ τούτου συμπτώματος ἰσχύος χρῄζοντες οἱ κάμνοντες ἀποθνήσκουσιν εἰκότως οὐκ ὀλιγάκις ἐν τοῖς ἐμπυϊκοῖς πάθεσιν, ὡς ἂν προκεκμηκυίας αὐτῶν τῆς δυνάμεως· ἡ γὰρ εὐτονωτάτη τε καὶ ταχίστη συστολὴ τοῦ θώρακος ἐργάζεται βῆχα· οὐ δύναται δʼ εὐτόνως οὔτε ταχέως ἐνεργεῖν ἡ ἀσθενὴς δύναμις. [15]
8 326
περὶ μὲν οὖν τῆς ἐκ τῶν κενῶν τοῦ θώρακος ἀναπτύσεως ἀρκεῖ καὶ ταῦτα· πάλιν δʼ ἐπὶ τὸν ἐξ ἀρχῆς προκείμενον λόγον ἐπανέλθωμεν. αἱ κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα καὶ τοὺς τούτῳ συνεχεῖς μῦς φλεγμοναὶ νόσον ἐργάζονται τὴν καλουμένην πλευρῖτιν, ἥ τις ἀχώριστα μὲν ἔχει συμπτώματα, πυρετὸν ὀξὺν, ὀδύνην ὡς διατεινομένων τῶν τόπων ἢ νυττομένων, πνεῦμα πυκνὸν καὶ μικρὸν, σφυγμὸν μικρὸν σκληρὰν τὴν ἀρτηρίαν ἐμφαίνοντα σύν τινι τάσει, βῆχα κατὰ τὸ πλεῖστον μὲν ἅμα τοῖς κεχρωσμένοις πτύσμασιν, ὀλιγάκις δὲ καὶ χωρὶς τούτων, ἃς ἀπτύστους καὶ ἀπέπτους ὀνομάζουσι πλευρίτιδας, ἤτοι διὰ ταχέων ἀναιρούσας, ἢ χρόνῳ πλείονι λυομένας· ἀλλὰ καὶ τὴν ὀδύνην ὡς τὸ πολὺ μέχρι κλειδὸς ἢ ὑποχονδρίου διήκουσαν ἔχουσιν. ἕτεραι δʼ εἰσὶν ὀδύναι πλευρῶν ἅμα πυρετοῖς, ἐφʼ ὧν ἐξ ἀνάγκης μὲν γίνεται πυκνὸν καὶ μικρὸν τὸ πνεῦμα, πτύεται δʼ οὐδὲν, ὡς ἐοικέναι κατὰ τοῦτο ταῖς ἀπτύστοις πλευρίτισιν· ἀλλὰ καὶ διορίζονται ῥᾳδίως αὐτῶν τῷ τε μηδʼ ὅλως βήττειν, ὡς ἐπὶ τῶν ἀπτύστων ξηρᾶς τῆς βηχὸς γινομένης, καὶ τῷ μήτε τάσιν ἴσχειν τὸν σφυγμὸν μήθʼ ὅλως σκληρότητα, καὶ πρὸς τούτοις ἔτι τὸν πυρετὸν οὐχ ὁμοίως ὀξὺν εἶναι· καὶ ἡ δύσπνοια δʼ αὐτοῖς ἧττον ἐνοχλεῖ, τινὲς δὲ καὶ θλιβόντων ἡμῶν τὸν φλεγμαίνοντα τόπον ἔξωθεν ἀλγοῦσι. [5]
8 327
ἐπὶ τούτων ἡ μὲν ἀνακάθαρσις οὐ γίνεται διὰ τῶν πτυσμάτων, ὅτι μηδὲ τὴν ἀρχὴν εἰς τὰ κενὰ τοῦ θώρακος ἀφικνεῖταί τι τοῦ τὴν φλεγμονὴν ἐργασαμένου· πεπτομένης δʼ αὐτῆς, ἐὰν μὴ φθάσῃ διαφορηθῆναι τὸ γενόμενον πῦον, ἀποκορυφοῦται πρὸς τὸ δέρμα καὶ τέμνεται. Τὸν δὲ κάτω τοῦ θώρακος ὅρον οἱ μὲν παλαιοὶ πάντες ὠνόμαζον φρένας, εἴθʼ ἁπλῶς ἐπελθὸν αὐτοῖς, εἴθʼ, ὥς τινες οἴονται, διότι φλεγμαίνοντος αὐτοῦ βλάπτονται τὴν φρόνησιν οἱ κάμνοντες· ἀπὸ Πλάτωνος δʼ ἤρξατο καλεῖσθαι διάφραγμα, προσαγορεύσαντος μὲν αὐτοῦ φρένας ὁμοίως τοῖς ἄλλοις παλαιοῖς, ἡγουμένου δὲ τὴν τοῦ διαφράγματος ἐν τοῖς ζώοις χρείαν ἔχειν, ἐπειδὴ τὸ θυμοειδὲς τῆς ψυχῆς ἐν καρδίᾳ περιεχόμενον ἀπὸ τοῦ καθʼ ἧπαρ ἐπιθυμητικοῦ διαφράττοι. [15]
8 328
τοὐντεῦθεν δὲ ἔθος ἔσχον οἱ ἰατροὶ προσαγορεύειν αὐτὸ διάφραγμα, τῆς ἀρχαίας ἀμελήσαντες προσηγορίας, ὅπερ ἐποίησαν ἀμέλει κᾀπὶ τοῦ νωτιαίου· καὶ γὰρ καὶ τούτῳ τῆς οἰκείας οὐσίας ὄνομα μυελός ἐστιν, ὥσπερ τοῦ νῦν προκειμένου κατὰ τὸν λόγον ὀργάνου φρένες· ἐκείνῳ τε οὖν προσετέθη διορισμοῦ χάριν ὁ νωτιαῖος, ὥσπερ καὶ διαυχένιος, καὶ ῥαχίτης, καὶ ψωΐτης, εἶτα μετὰ ταῦτα σχεδὸν ἅπαντες εἴθισαν ὀνομάζειν ἁπλῶς νωτιαῖον· ἐνταῦθά τε πάλιν ἐάσαντες τὸ τῶν φρενῶν ὄνομα, διάφραγμα καλοῦσιν. Ἀριστοτέλης δὲ ὠνόμαζεν ὑπόζωμα τὸ μόριον τοῦτο τοῦ ζώου, μὴ γινώσκων μηδʼ αὐτὸς ἐνέργειαν εἶναι μεγάλην αὐτοῦ, χρησιμωτάτην τοῖς ζώοις· ἔστι γὰρ ἀναπνοῆς ὄργανον· εἰκότως οὖν ἐμποδίζει ταύτην παθὸν, ὡς κᾀν τῷ περὶ δυσπνοίας λόγῳ πρόσθεν εἴρηται, τοῖς κατὰ συμπάθειαν ἐπὶ τῷ νωτιαίῳ καὶ τοῖς ἀπʼ αὐτοῦ νεύροις γινομένοις ἐν αὐτῷ παθήμασι συναποδοθέντων καὶ τῶν ἰδίων αὐτοῦ. νυνὶ δὲ καὶ τῶν ἄλλων αὐτοῦ παθημάτων, ὅσα κατὰ συμπάθειαν τῆς ἄνωθεν ἀρχῆς ἐπιφέρει, μνημονεύσωμεν. [15]
8 329
πρὶν μὲν οὖν παραφρονεῖν, πυκνὸν καὶ μικρὸν ἐργάζεται τὸ πνεῦμα· παραφρονούντων δʼ ἤδη, ποικίλως ἀνώμαλον, ὡς ἐν τοῖς περὶ δυσπνοίας ἐδείχθη. παραφροσύναι μὲν οὖν γίγνονται κᾀπὶ τῷ τῆς γαστρὸς στόματι κακοπραγοῦντι καὶ διακαέσι πυρετοῖς καὶ πλευρίτισιν καὶ περιπνευμονίαις· ἀλλʼ αἱ διὰ τὰς φρένας ἐγγὺς τῶν φρενιτικῶν εἰσιν· ἐπὶ μὲν γὰρ τοῖς ἄλλοις μορίοις πάσχουσι καὶ τοῖς διακαέσι πυρετοῖς ἐν ταῖς παρακμαῖς αὐτῶν ἡ παραφροσύνη καθίσταται· ταῖς φρενίτισι δʼ ἴδιον ἐξαίρετον ὑπάρχει τὸ μηδʼ ἐν ταῖς παρακμαῖς τῶν πυρετῶν παύεσθαι τὴν παραφροσύνην· οὐ γὰρ ἐπὶ συμπαθείᾳ κατʼ ἐκείνην τὴν νόσον ὁ ἐγκέφαλος πάσχει, ἀλλὰ κατʼ ἰδιοπάθειάν τε καὶ πρωτοπάθειαν κάμνει, καὶ διὰ τοῦτο κατὰ βραχύ τε συνίσταται τοῦτο τὸ πάθος καὶ οὐκ ἐξαίφνης παρακόπτουσιν ἢ ἀθρόως, ὡς ἐπὶ τοῖς ἄλλοις μορίοις, ὅσα προεῖπον ἀρτίως· οὐκ ὀλίγα τε συμπτώματα προηγεῖται τῆς κατασκευῆς αὐτοῦ, καὶ καλεῖταί γε πάντα ταῦτα φρενιτικὰ σημεῖα, καὶ γεγράφασιν αὐτὰ πάντες οἱ πρὸ ἐμοῦ. τοῦτο μὲν γὰρ ἀγρυπνίας ἢ καί τινας ὕπνους θορυβώδεις ἐπὶ φαντάσμασιν ἐναργέσιν, ὡς καὶ κράξαι ποτὲ καὶ ἀναπηδῆσαι, προηγουμένους ἔστιν ἰδεῖν, τοῦτο δʼ ἀλόγους ἐπιλησμοσύνας, ὡς αἰτήσαντας ἀμίδα τοὺς κάμνοντας οὐκέτʼ οὐρεῖν, ἢ οὐρήσαντας ἐπιλαθέσθαι προδοῦναι τὸ σκεῦος, ἢ θορυβωδέστερον ἢ ὅλως θρασύτερον ἀποκρίνασθαι, καὶ μάλισθʼ ὅταν ἔμπροσθεν ᾖ κόσμιος. [5]
8 330
ἀλλὰ καὶ βραχυπόται πάντες εἰσὶν οὗτοι, καὶ μέγα καὶ ἀραιὸν ἀναπνέουσι, καὶ τοὺς σφυγμοὺς μικροτέρους τε καὶ νευρωδεστέρους ἔχουσι, καί ποτε καὶ τὰ κατʼ ἰνίον ὀδυνῶνται. πλησίον δὲ ἤδη τοῦ φρενιτίζειν ὄντες αὐχμηροὺς ἱκανῶς ἴσχουσι τοὺς ὀφθαλμοὺς, ἤ τι κατὰ τὸν ἕτερον αὐτῶν δάκρυον ἐκχεόμενον δριμὺ, καὶ μετὰ ταῦτα καὶ λήμας καὶ φλέβας τὰς ἐν αὐτοῖς μεστὰς αἵματος, ἐκ ῥινῶν τε στάξεις αἵματος, ἡνίκʼ ἤδη μηδὲ τὰς ἀποκρίσεις ἔμφρονας ἀκριβῶς ποιοῦνται, κροκυδίζουσί τε καὶ καρφολογοῦσι, καὶ πυρετὸν ἴσχουσιν αὐχμωδέστερον οὐ μεγάλας ἐφʼ ἑκάτερα μεταβολὰς ποιούμενον, ὥσπερ ἄλλοι τινὲς, ἀκμὰς μὲν σφοδροτάτας ἴσχοντες, ἐπιεικεῖς δὲ τὰς παρακμάς. [15]
8 331
τί δεῖ λέγειν περὶ γλώττης ἱκανῶς τραχείας, ἢ τοῦ παρακούειν ἐνίοτε, καί ποτε καὶ κατακεῖσθαι σκυθρωποὺς ἀποκρινομένους μόγις, ἢ μέρους τινὸς ὀδυνηρὰν ἔχοντος διάθεσιν οὐδʼ ὅλως αἰσθάνεσθαι, κᾂν σφοδρότερόν τις αὐτοῦ θίγῃ; κατὰ βραχὺ γὰρ οὕτως ἐπʼ ἐγκεφάλῳ πάσχοντι φρενιτίζουσιν, ἐπʼ ἄλλῳ δʼ οὐδενὶ μορίῳ τὸ διηνεκές ἐστι τῆς παραφροσύνης, ὅτι μὴ διαφράγματι μόνῳ· πλησίον γάρ πως ἥκει τοῦ διηνεκοῦς, ὡς διʼ αὐτὸ τοῦτο δοξασθῆναι τοῖς παλαιοῖς, ἐπὶ τῷ μορίῳ τούτῳ φλεγμαίνοντι γίγνεσθαι φρενιτικοὺς, ὀνομάσαι τε φρένας αὐτὸ διὰ τὴν αὐτὴν ὑπόνοιαν, ὡς καὶ τῷ φρονοῦντι μορίῳ συμβαλλόμενόν τι. διορίζεται δʼ ἡ ἀπὸ τούτου παραφροσύνη τῆς φρενιτικῆς τοῖς τε κατὰ τοὺς ὀφθαλμοὺς συμπτώμασι καὶ ταῖς ἐκ τῶν ῥινῶν αἵματος στάξεσιν, καὶ τῷ τῆς ἀναπνοῆς εἴδει· μέγα μὲν γὰρ καὶ διὰ πολλοῦ χρόνου τὸ πνεῦμα τοῖς ἐπʼ ἐγκεφάλῳ φρενιτικοῖς ἐφεξῆς ἐστιν ἀεί· τοῖς δʼ ἐπὶ ταῖς φρεσὶν ἀνώμαλον, ὡς καὶ μικρόν ποτε γενέσθαι, καὶ πυκνὸν, αὖθίς τέ ποτε μέγα καὶ στεναγματῶδες. ἀρχομένης μέντοι τῆς κατὰ τὸ διάφραγμα φλεγμονῆς, πρὶν παραφρονῆσαι, μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν, ἔμπαλιν τοῖς ἐπʼ ἐγκεφάλῳ, προηγεῖται γὰρ ἐκείνοις μέγα καὶ ἀραιὸν πνεῦμα· καὶ συνελόντι φάναι, τῶν εἰρημένων ἀρτίως προηγεῖσθαι φρενίτιδος ἤτοι γʼ οὐδὲν ἢ μικρὰ συμβαίνει τοῖς ἀρχομένοις φλεγμαίνειν τὸ διάφραγμα· καθάπερ γε πάλιν ἀνασπᾶσθαι μὲν ὑποχόνδριον ἴδιον αὐτῶν τῶν φρενῶν πασχουσῶν εὐθὺς ἐξ ἀρχῆς, ἐπʼ ἐγκεφάλου δὲ ἕν τι τῶν ὕστερον ἐπιγενομένων, ἤδη κατασκευαζομένου τοῦ πάθους καὶ οὐκ ἀρχομένου· καὶ ἡ θερμασία δὲ πλείων ἐστὶ κατά τε τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐπὶ τῶν ἐν αὐτῇ τῇ κεφαλῇ τὴν κατασκευὴν ἐχόντων τῆς παραφροσύνης. [10]
8 332
τὰ δʼ ἄλλα τοῦ διαφράγματος πάθη, τά τε κατὰ πρωτοπάθειαν αὐτοῦ γιγνόμενα καὶ τὰ κατὰ συμπάθειαν, τὰ μὲν οὐκ ἔστι τῆς προκειμένης πραγματείας, ὅσα προδήλως πάσχει κατά τε τἄλλα συμπτώματα καὶ τὰς ἐν αὐτῷ γιγνομένας ἀποστάσεις, τὰ δὲ ἐν τῷ πρόσθεν εἴρηται λόγῳ. Τὸ μεταξὺ τῆς τε φάρυγγος καὶ τοῦ στόματος τῆς κοιλίας, ὅπερ οἰσοφάγον ὠνόμαζον οἱ παλαιοὶ, στόμαχον εἰώθασιν οἱ μετʼ Ἀριστοτέλη προσαγορεύειν, αὐτοῦ τοῦ Ἀριστοτέλους οὐκ ἀεὶ τῷ παλαιῷ καλοῦντος ὀνόματι τὸ μόριον τοῦτο τοῦ ζώου. [15]
8 333
χρεία δʼ αὐτοῦ διττή· μία μὲν ὡς ὁδοῦ τῶν καταπινομένων καὶ τῶν ἐμουμένων, ἑτέρα δὲ, καθʼ ἣν ἐνεργεῖ τι πρὸς ἀμφοτέρας τὰς ὁδοὺς, τῶν τʼ ἐκ τοῦ στόματος εἰς τὴν γαστέρα καταφερομένων καὶ τῶν ἐξ ἐκείνης ἀναφερομένων εἰς τὸ στόμα· δύο γὰρ ἔχων ἑαυτοῦ μόρια, τοὺς ὀνομαζομένους ὑπὸ τῶν ἀνατομικῶν χιτῶνας, ἕλκει μὲν θατέρῳ τά τε ποτὰ καὶ τὴν τροφὴν εἰς τὴν κοιλίαν, ἐκπέμπει δὲ θατέρῳ κατὰ τοὺς ἐμέτους. εἰκότως οὖν ἐστι δύο γένη τῶν παθῶν αὐτοῦ, τὸ μὲν ἕτερον ὡς ὁδοῦ τῶν καταπινομένων, τὸ δʼ ἕτερον ὡς ὀργάνου τῶν ἐμουμένων τε καὶ καταπινομένων. ὅτι δʼ αὐτῶν τούτων τῶν δύο χρειῶν ἡ ἑτέρα μὲν ἀναγκαία διαπαντός ἐστιν, ἡ δὲ ἑτέρα κατά τινας καιροὺς, εὔδηλον παντί. τὸ μὲν οὖν ὡς ὁδοῦ σιτίων γένος ἐν αὐτῷ τῶν συμπτωμάτων ἐστὶ, ὅταν ὑπό τινος τῶν παρὰ φύσιν ὄγκων στενοχωρία τοῦ κατʼ αὐτὸν γένηται πόρου· τὸ δʼ ἕτερον, ὅτʼ ἂν αὐτὸς ἀδυνατῇ τὰς ἰδίας ἐνεργείας ἐπιτελεῖν. εἴρηται μὲν οὖν καὶ πρόσθεν, ἡνίκα περὶ κυνάγχης ὁ λόγος ἐγένετο τῆς ἑπομένης τῇ μεταστάσει τῶν ἐν τῷ τραχήλῳ σπονδύλων, ὡς ἐπίκτητος αὐτῷ στενοχωρία συμπίπτει ὑπʼ αὐτῶν θλιβομένῳ· καὶ νῦν δʼ ἀναμνησθῶμεν καὶ αὐτὸ τοῦτο, συναναμεμνήσθωσαν δὲ καὶ οἱ τῶν ὑποβεβλημένων αὐτῷ μυῶν ὄγκοι, καθʼ ὁντιναοῦν τρόπον γιγνόμενοι, δεδήλωνται γὰρ ἅπαντες ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. [5]
8 334
ἐφʼ ἁπάντων δὲ τούτων κοινὸν ἡ ἐν τῷ καταπίνειν στενοχωρία, τοσαύτη γιγνομένη πολλάκις, ὡς ἀναπέμπεσθαι τὸ ποτὸν εἰς τὰς ῥῖνας. ὅταν μέντοι φλεγμήνας αὐτὸς οἴκοθεν σχῇ τὴν στενοχωρίαν, οὐκ ἐκ τῶν γειτνιώντων ἐπίκτητον, ὀδύνη σφοδρὰ γίγνεται καταπινόντων, ἅμα τῇ δυσχερείᾳ τῆς διεξόδου, καὶ μάλιστα ὅταν ὁ κάμνων ὕπτιος κατακείμενος ἐπιχειρῇ καταπίνειν· διὸ καὶ μετασχηματίζεσθαι προθυμοῦνται καὶ ἀνακαθίζειν, αὐτῷ τῷ συμβαίνοντι διδασκόμενοι, ῥᾷον ἐν τούτῳ τῷ σχήματι καταπίνοντες, ὡς ἂν οὐ μικρὰ συντελούσης τῆς εἰς τὸ κάταντες φορᾶς τῶν σιτίων, καὶ δυναμένης γε πολλάκις καὶ μόνης γίγνεσθαι, μετὰ τὴν ἐκ τοῦ στόματος ἔκθλιψιν εἰς τὴν ἀρχὴν τοῦ στομάχου· κατὰ δὲ τὴν ὑπτίαν κατάκλισιν οὐδεμία βοήθεια πρὸς τῆς κατάντους γίνεται φορᾶς, ἀλλʼ ὑπὸ μόνης τῆς κατὰ τὸν στόμαχον ἐνεργείας ἐπιτελεῖται τὸ τῆς καταπόσεως ἔργον· ἅπαντα δʼ ἴστε τὰ φλεγμαίνοντα μόρια κατὰ μὲν τὰς ἐνεργείας ὀδυνώμενα, παρηγορούμενα δʼ ἐν ταῖς ἡσυχίαις. [5]
8 335
αἰσθητικοῦ δʼ ὄντος τοῦ στομάχου, συγχρῆσθαι πάρεστι καὶ τούτῳ τῷ πλεονεκτήματι τοῦ μορίου πρὸς τὴν διάγνωσιν τῶν ἐν αὐτῷ παθῶν, ἐκ τῆς τοῦ κάμνοντος ἀνακρίσεως, ὅτάν γε μὴ παντάπασιν ἠλίθιος ὑπάρχων ἀδυνατῇ σαφῶς ἑρμηνεύειν ἃ πάσχει· ὡς ἐάν γε δυνατὸς ἑρμηνεύειν ᾖ, μέγιστον πλεονέκτημα πρὸς τὴν διάγνωσιν αὐτοῦ τῶν παθῶν ἐστιν ἡ γιγνομένη κατὰ τὸν στόμαχον αἴσθησις. ἐνίοτε μὲν γὰρ ἀτονίας αἰσθάνεσθαί φασιν, ἐν πολλῷ χρόνῳ μόγις διεξερχομένων τοῦ στομάχου τῶν διʼ αὐτοῦ φερομένων· ἐνίοτε δὲ κατὰ μὲν τὴν πρώτην ὁρμὴν ἑτοίμως κατιόντων, ἰσχομένων δʼ αὖθις, ὡς ἐσφηνῶσθαι δοκεῖν, εἶτα τὸ ὑπόλοιπον τῆς φορᾶς ἀλύπως τε καὶ ῥᾷστα διεξερχομένων. ὁ μὲν οὖν πρότερος τρόπος ἀτονίαν ἐνδείκνυται τῆς ἐνεργείας, ὁ δὲ δεύτερος στενοχωρίαν καθʼ ἕν τι μόριον· ἑκατέρου δʼ αὐτῶν τὰς διαφορὰς ἐκ τῶν ἄλλων συμπτωμάτων ἔνεστι γνωρίζειν. [15]
8 336
ἐπὶ μὲν γὰρ τῆς ἀτονίας, ὅταν κατὰ δυσκρασίαν μόνην γίγνηται χωρὶς ὄγκου παρὰ φύσιν, ἡ κατὰ τὴν διέξοδον ὧν καταπίνουσι βραδύτης ὁμαλὴ καὶ χωρὶς ὀδύνης, ἐπιτεινομένη μὲν ἐν ταῖς ὑπτίαις κατακλίσεσιν, πραϋνομένη δʼ ἐν τοῖς ὀρθίοις τοῦ τραχήλου σχήμασιν, ἄνευ τῆς κατὰ τὴν στενοχωρίαν αἰσθήσεως, εἴωθε συμβαίνειν· ἡ δὲ σὺν ὄγκῳ τινὶ στενοχωρίαν τε φέρει καθʼ ἕν τι μόριον ὑπὲρ τἄλλα, καθʼ ὃ καὶ χρόνιος ἡ διέξοδος γίνεται· κᾀπειδὰν ἤτοι φλεγμονώδης, ἢ ἐρυσιπελατώδης ὄγκος ᾗ, καὶ σὺν ὀδύνῃ καὶ δίψει καὶ θερμασίας πολλῆς αἰσθήσει, μετὰ πυρετῶν οὐ πάνυ τι θερμῶν οὐδὲ κατὰ τὴν ἀναλογίαν τοῦ δίψους· ἐὰν δέ τις τῶν μὴ πάνυ θερμῶν ὄγκων ᾖ, χωρίς γε πυρετοῦ καὶ θερμασίας καὶ δίψης, τὸ τῆς καταπόσεως ἀνώμαλον γίνεται, καθʼ ἕν τι μέρος ἰσχομένων τῶν σιτίων, καὶ μᾶλλον ὅταν ἁδρομερέστερά τε καὶ σκληρότερα καταπίνηται, καὶ σὺν ὀδύνῃ τινὶ βραχείᾳ. τοιούτων συμπτωμάτων ἐν χρόνῳ πολλῷ γιγνομένων, καί ποτε καὶ πυρετῶν ἐφημέρων συμπιπτόντων, καὶ φρίκης ἔστιν ὅτε, στοχαζομένοις ἡμῖν ἀπόστημα δύσπεπτον ἐν τῷ στομάχῳ γίγνεσθαι, συνέβη τοῦ χρόνου προϊόντος αἴσθησιν αὐτῷ τῷ κάμνοντι γενέσθαι ῥήξεως, ἐφʼ ᾗ πῦον ἤμεσεν ἔν τε τῷ παραχρῆμα καὶ κατὰ τὴν ὑστεραίαν καὶ τρίτην ἡμέραν, εἶτʼ ἠκολούθησεν αὐτῷ τἄλλα πάντα ἐφεξῆς ἡλκωμένου στομάχου σημεῖα. [5]
8 337
καὶ γὰρ ἐπὶ τοῖς δριμέσι καὶ ὀξέσι καὶ ἁλυκοῖς καὶ στρυφνοῖς καταπινομένοις ᾐσθάνετο δήξεως ἢ στύψεως, ἤλγει τε κατʼ ἐκεῖνο τὸ μέρος, εἰ καὶ μηδὲν κατέπινεν, ἀλλὰ μετρίως· ἰσχυροτέραν γὰρ τὰ δάκνοντα καὶ στύφοντα τὴν τῆς ὀδύνης αἴσθησιν εἰργάζετο. οὗτος μὲν οὖν ἐν πολλῷ χρόνῳ μόγις ἐσώθη, συμβαλλούσης αὐτῷ καὶ τῆς ἡλικίας· ὅσοι δὲ πρεσβύτεροι αὐτοῦ, διεφθάρησαν. ἥ γε μὴν ὀδύνη πᾶσι τοῖς ἐν στομάχῳ τι πάθος ἀλγεινὸν ἔχουσι κατὰ τὸ μετάφρενον διασημαίνει· καὶ ἡ αἰτία πρόδηλος ἑωρακόσιν ὑμῖν ἐπιτεταμένον τῇ ῥάχει τὸν στόμαχον. ὅτι δὲ κατὰ τοὺς αὐτοὺς τρόπους κᾀκ τῶν κατὰ τὸν στόμαχον ἀγγείων ἐμοῦσιν αἷμα, καθʼ ὃν κᾀκ τῶν ἄλλων ἁπάντων, εὔδηλόν ἐστιν. ἀλλʼ αἱ μὲν κατὰ ῥῆξιν αἵματος ἀναφοραὶ σὺν ἀλγήμασι γίγνονται διασημαίνουσαι τὸν τόπον ἐν ᾧ γέγονεν ἡ ῥῆξις· ὁμοίως δʼ αὐταῖς καὶ αἱ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ· αἱ δὲ κατʼ ἀναστόμωσιν ἀνώδυνοι τελέως εἰσὶν, αὐτῷ τε οὖν τούτῳ διορίζονται τῶν ἑτέρων καὶ τῷ μήτʼ ἐπὶ πληγῇ σφοδρᾷ μήτʼ ἐπὶ καταπτώσεσι γεγονέναι, καθάπερ αἱ ῥήξεις εἰώθασι γίγνεσθαι. [5]
8 338
συμβαίνουσι δὲ καὶ χωρὶς προφάσεως τῆς ἔξωθεν ἐνίοτε ῥήξεις ἀγγείων ὑπὸ πλήθους αἵματος· αἱ δὲ κατὰ διάβρωσιν ἑλκώσεως προηγησαμένης γίγνονται· τὴν δʼ ἕλκωσιν αἵ τε ῥήξεις τῶν ἀγγείων ποιοῦσιν καὶ αἱ τῶν κακοηθῶν χυμῶν ἐπιῤῥοαί· καθάπερ ὁρῶνται κᾀπὶ τοῦ δέρματος συμβαίνουσαι πολλάκις. Τὸ στόμα τῆς κοιλίας οἱ παλαιοὶ καρδίαν ὠνόμαζον, ἀφʼ ὧν ἐπιφέρει συμπτωμάτων, ὥς φασιν, οὕτω προσαγορεύσαντες· οὐ γὰρ μόνον ὡς καρδιακαῖς συγκοπαῖς, οὕτω καὶ στομαχικαῖς ἁλίσκονταί τινες, ἀλλὰ καὶ σπασμοῖς καὶ κάροις ἐπιληψίαις τε καὶ μελαγχολίαις, ἤδη δὲ καὶ τοῖς τῶν ὑποχεομένων συμπτώμασιν, ὡς ἐν τῷ περὶ τῶν ὀφθαλμῶν λόγῳ πρόσθεν εἴρηται. [15]
8 339
καὶ ταῦτα πάντα συμπασχόντων αὐτῷ γίγνεται μορίων ἑτέρων· ἐπεί τοι κατὰ τὸν ἴδιον λόγον ἀνορεξίας τε καὶ διαφθορὰς τῶν ἐπιπολαζόντων ἐργάζεται σιτίων, ὡς τά γʼ ἐν τῷ πυθμένι τῆς κοιλίας στηρίζεσθαι πεφυκότα, καὶ μάλιστα ὅτʼ ἂν ᾖ δυσδιάφθαρτα, τοιούτων οὐδὲν πάσχει. προσέχειν οὖν ἀκριβῶς χρὴ τοῖς κατὰ συμπάθειαν ἐπʼ αὐτῷ γινομένοις παθήμασι, καὶ χωρίζειν αὐτὰ τῶν κατὰ πρωτοπάθειαν ἐκείνοις τοῖς μορίοις γιγνομένων, ὧν ταῖς ἐνεργείαις λυμαίνεται τὸ τῆς γαστρὸς στόμα πάσχον, ὅπερ ὡς οἱ παλαιοὶ πάντες ὠνόμαζον καρδίαν, οὕτως οἱ νῦν ὀνομάζουσι στόμαχον. ὁ διορισμὸς δὲ ἐκ τῶν προηγησαμένων μάλιστα γίγνεται κατάδηλος ἀνδρὶ τετριμμένῳ περὶ τὰς διαγνώσεις. ἰδιότητες γάρ τινες ἄῤῥητοι προσέρχονται τοῖς ῥητοῖς συμπτώμασιν, αἱ βεβαιοῦσαι τὰς διαγνώσεις τῶν πεπονθότων μορίων· ἐκείνας μὲν οὖν ἕκαστος ἑαυτῷ προσεξευρήσει, τὰ δʼ οἷον θεμέλια τῆς ὅλης διαγνώσεως, ἐξ ὧν οἱ φιλόπονοι καὶ τὰς ἀδυνάτους ῥηθῆναι τῶν συμπτωμάτων ἰδιότητας αὑτοὺς διδάξουσιν, ἐγὼ διηγήσομαι. [15]
8 340
νεανίσκος τις ἡλίσκετο τῷ τῆς ἐπιληψίας πάθει γραμματικὸς, ἡνίκα μάλιστα σφοδρότερον ἐδίδασκεν, ἢ ἐφρόντισεν, ἢ ἐπιπλέον ἠσίτησεν, ἢ ἐθυμώθη. τούτῳ τὸ στόμα τῆς κοιλίας ὑπενόησα πάσχειν, εὐαίσθητον ὑπάρχον, ἐφʼ ᾧ κατὰ συμπάθειαν τὸν ἐγκέφαλον ὅλον τὸ σῶμα κραδαίνειν σπασμωδῶς. ἐκέλευσα τοιγαροῦν εὐπεψίας μόνης αὐτὸν ἀκριβοῦς προνοεῖσθαι, τρίτης δʼ ὥρας ἢ τετάρτης ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι, μόνον μὲν, εἰ ἄδιψος εἴη, δίψης δʼ αἰσθανόμενον, ἐξ οἴνου κεκραμένου τῶν ἠρέμα στυφόντων καὶ λευκῶν· οὗτοι γὰρ καὶ τονοῦσι τὴν γαστέρα καὶ τὴν κεφαλὴν οὐ πλήττουσιν, ὥσπερ οἱ σφοδροί. ὡς δὲ τοῦτʼ αὐτῷ πράττοντι συνέβαινε μηδὲν πάσχειν, ἀκριβῆ τε γνῶσιν εἶχον ὧν ἐστοχαζόμην ἔμπροσθεν, ἐδίδουν τʼ αὐτῷ τοῦ διὰ τῆς ἀλόης πικροῦ φαρμάκου δίς που καὶ τρὶς ἑκάστου ἔτους, ἐπειδὴ καθαίρει τε τῶν περιττωμάτων ὅλην τὴν γαστέρα καὶ ῥώννυσι πρὸς τὰς οἰκείας ἐνεργείας, ἔτεσιν οὗτος ὁ ἀνὴρ οἷς ἐπεβίω πλέοσι τῶν εἴκοσι, ὑγιαίνων ἀμέμπτως διετέλεσεν· εἰ δέ που σπανίως ὑπὸ περιστάσεως πραγμάτων ἄσιτος ἠναγκάσθη διατεθῆναι, συνέβαινεν ἁλίσκεσθαι βραχυτάτοις αὐτὸν σπασμοῖς. [15]
8 341
ἐθεασάμην δὲ καὶ ἄλλους ἀπὸ τοῦ στόματος κοιλίας ἐπιληπτικῶς σπωμένους, ὁπότε σφοδρῶς ἠπέπτησαν, ἢ οἴνου πλέονος ἀκρατεστέρου πίνοιεν, ἢ ἀφροδισίοις ἀκαιρότερον χρήσοιντο· τινὰς δʼ ἐν πυρετοῖς ἐθεασάμην σπασθέντας ἐξαίφνης οὐδενὶ προηγησαμένῳ σημείῳ τῶν προδηλούντων σπασμὸν, οἷς ἐπιγενομένου χολώδους ἐμέτου παραχρῆμα συνέβη πάντων ἀπαλλαγῆναι τῶν ὀχληρῶν. ἔνιοι δὲ τῶν οὕτω παθόντων ἤμεσαν φαιὰ, καί τινες ὅμοια πράσου χυλῷ, τινὲς δʼ ὑπὸ πλήθους ἐδεσμάτων μοχθηρῶν βαρυνόμενοι καρώδεις ἐγίνοντο, μέχρι τοῦ τὰ θλίβοντα τὸ στόμα τῆς κοιλίας ἐξεμέσαι πάντα. τούτων οὐδὲν ἤλπισεν ἄν τις ἐπὶ στόματι κοιλίας γενέσθαι, καθάπερ οὐδὲ τὰς συγκοπὰς, εἰ μὴ πολλάκις ἑωρᾶτο γιγνόμενα· νεύρων γὰρ ἔχει πλῆθος ἐξ ἐγκεφάλου καθηκόντων, οὐ μὴν ὥστε προσδοκῆσαι διʼ αὐτῶν εἰς τοσοῦτον συμπαθείας ἀφικέσθαι τὴν ἀρχὴν, ὡς σπασμοὺς ἐπιφέρειν· ἔτι δὲ μᾶλλον οὐδὲ τὴν καρδίαν εἰς τηλικαύτην ἔρχεσθαι συμπάθειαν πάσχοντι τῷ στόματι τῆς κοιλίας, ὡς ὀξεῖαν ἀκολουθῆσαι συγκοπήν. [15]
8 342
ἐγένοντο δὲ πολλοῖς οὐ μόνως ὀνείρατα καὶ ὕπνοι θορυβώδεις, ἀλλὰ καὶ παράνοιαι, διὰ χυμὸν μοχθηρὸν ἐν τῷ στόματι τῆς κοιλίας ἀθροισθέντα. περὶ δὲ τοῦ φυσώδους τε καὶ ὑποχονδριακοῦ καλουμένου νοσήματος οὐδείς ἐστιν ὃς οὐκ εἴρηκεν, ὅπως δυσθύμους καὶ δυσέλπιδας καὶ σκυθρωποὺς ἀπεργάζεται, καὶ τὸ σύμπαν φάναι μηδὲν ἀπολειπομένους τῶν μελαγχολικῶν. φαίνονται δὲ καὶ οὗτοι μετὰ τὰς ἀπεψίας σφοδρότερον ἁλισκόμενοι τοῖς εἰρημένοις συμπτώμασιν· οἱ πλείους δʼ αὐτῶν καὶ σπληνώδεις εἰσὶν, ὡς λογίσασθαί τινα, κᾀκ τούτου τοῦ σπλάγχνου συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηρὸν ἰχῶρα. ὅσα μὲν οὖν κατὰ τὸν ἐγκέφαλον ἢ τοὺς ὀφθαλμοὺς γίγνεται συμπτώματα, μοχθηρῶν ἀναθυμιάσεσιν ἕπεται χυμῶν· αἱ στομαχικαὶ δὲ συγκοπαὶ διὰ τὴν ἰδιότητα τῶν κατʼ αὐτὸν ἀλγημάτων ἔκλυσιν ἐπιφέρουσιν, ἴσως δὲ καὶ τῆς δυσκρασίας αὐτοῦ διϊκνουμένης εἰς τὴν καρδίαν, ὡς κᾀκείνης ἐν δυσκρασίᾳ μεγάλῃ γινομένης ἀθρόαν κατάπτωσιν ἀκολουθῆσαι τῆς δυνάμεως. [15]
8 343
εὔδηλον δʼ ὅτι καὶ ταῖς γυναιξὶν αἱ καλούμεναι κίτται γίγνονται τοῦ μορίου τούτου πάσχοντος· ὅσα γὰρ ὀρεγομέναις κυνωδῶς ἢ μηδʼ ὅλως ὀρεγομέναις ἢ μοχθηρῶν ἐδεσμάτων ὀρεγομέναις γίγνεται, ταῦτα πάντα τοῦ τῆς ὀρέξεως ὀργάνου παθήματά ἐστι, ὃ ἐδείχθη τὸ στόμα τῆς γαστρός. ὡσαύτως δὲ καὶ αἱ καλούμεναι ναυτίαι τούτου τοῦ μέρους εἰσὶ παθήματα, καθάπέρ γε καὶ καρδιαλγίαι καὶ λύγγες. τὰς δʼ αἰτίας ἁπάντων τῶν τοιούτων παθημάτων ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴπομεν, ὥστʼ οὐδὲν ἔτι δεῖ διατρίβειν ἐν τῷδε. καὶ γὰρ ὅσαι κατὰ δυσκρασίαν αὐτῷ γίγνονται διαφοραὶ νοσημάτων, ὡς ὁμοιομερεῖ σώματι συμβαίνουσαι, διήλθομεν ἐν ἐκείνοις· ὅσα δʼ αὐτῷ συμπίπτειν εἴωθεν ὀργανικὰ νοσήματα, σαφῆ τὴν διάγνωσιν ἔχει, καὶ λαθεῖν ὑμᾶς οὐκ ἂν οὐδὲν αὐτῶν δύναται μεμνημένους τῶν κοινῶν ἐπʼ αὐτοῖς σημείων, ἔμπροσθέν τε λελεγμένων ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἐν ἑτέροις τέ τισιν εἰρησομένων. οὔτε γὰρ ἀποστήματα γιγνόμενα κατὰ τὸν τόπον τοῦτον οὔτε φλεγμονώδεις ἢ ἐρυσιπελατώδεις ὄγκοι λάθοιεν ἂν ἡμᾶς, ὥστʼ οὐδʼ ἕλκη· διάγνωσις μὲν γὰρ αὐτῶν κοινὴ τοῖς ἐπὶ τοῦ στομάχου προειρημένοις, ἐναργεστέρα δὲ τοσοῦτον, ὅσον αἰσθητηκώτερόν ἐστι τὸ μόριον τοῦτο καὶ πρόχειρον καὶ σαφῆ τὴν διάγνωσιν ἔχον. [15]
8 344
ὡσαύτως δὲ καὶ περὶ τῆς τοῦ αἵματος ἐξ αὐτοῦ πτύσεως ἡ μὲν τῶν σημείων ἰδέα κοινὴ τοῖς ἐπὶ στομάχου προειρημένοις, ἡ διάγνωσις δʼ ἐναργεστέρα. εἰκὸς μὲν δήπου καὶ τὸ κύτος ὅλον τῆς κοιλίας ἐν ὁμοίᾳ διαθέσει ταῖς ἐπὶ τοῦ στόματος αὐτῆς εἰρημέναις γίγνεσθαι, καὶ τὰ συμπτώματα φέρειν ὅμοια, τῷ δʼ εἶναι πολὺ βιαιότερα τὰ κατὰ στόμα, παρορᾶσθαί τε καὶ καταφρονεῖσθαι πρὸς τῶν ἰατρῶν, ὡς οὐδʼ ὅλως γιγνόμενα, τὰ κατὰ τὸ κάτω μέρος τῆς γαστρός. ἀλλὰ τό γε τῆς πέψεως ἔργον ἐν τοῖς μετὰ τὸ στόμα μέρεσι γίγνεσθαι πάντες ὡμολογήκασιν, ὥστε καὶ τῶν ἀπεψιῶν αἴτιον γίγνεται τοῦτο μὴ καλῶς διακείμενον, ὅτʼ ἂν δηλονότι μὴ διὰ τῶν ἐδεσμάτων ἀταξίαν ἢ τὸ πλῆθος ἢ τὴν ποιότητα συμβῇ τὸν ἄνθρωπον ἀπεπτῆσαι. ὅσα δʼ ἄλλα νοσήματα κοινὰ πάντων ἐστὶ τῶν μορίων, ὀργανικά τε καὶ κατὰ μόνην δυσκρασίαν, εὔδηλον ἔχοντα τὸν πεπονθότα τόπον, οὐκ ἔστιν ἴδια τῆς ἐνεστώσης πραγματείας· ἐν αὐτῇ γὰρ ὅσα διαφεύγει μόρια τὴν αἰσθητικὴν γνῶσιν, ὑπέκειτο σκοπεῖσθαι. [15]
8 345
περὶ δὲ τῶν ἐμούντων ἐξ αὐτῆς αἷμα διαπεφώνηταί πως, οἰομένων τινῶν ἀδύνατον εἶναι διʼ αὐτῆς γενέσθαι κένωσιν αἵματος ἐξ ἥπατος ἢ σπληνὸς ὁρμηθέντος, ὥσπερ οὐδὲ πύου συῤῥαγέντος ἐξ αὐτῶν· ἐμοὶ δʼ ἐπὶ τῶν ἔργων ἐξετάσαντι τὴν ἑκατέρων δόξαν ἐφαίνετο γίγνεσθαί ποτε διʼ αὐτῆς κένωσις ἐκ τῶν εἰρημένων σπλάγχνων· ἀλλʼ εἰς τὸν περὶ ἐκείνων λόγον ἡ τῶν τοιούτων ἀναβεβλήσθω διδασκαλία, καὶ γὰρ ἐφεξῆς τοῖς εἰρημένοις ἔγνωκα περὶ τῶν καθʼ ἧπάρ τε καὶ σπλῆνα διελθεῖν παθῶν. Καὶ κατὰ τοῦτο τὸ μόριον ὥσπερ καὶ κατὰ τἄλλα πάντα διττὸν γένος τῶν νοσημάτων ἐστὶ, τὸ μὲν ἕτερον ἐπὶ δυσκρασίᾳ μόνῃ καὶ χωρὶς ὄγκου παρὰ φύσιν, ἅμα δὲ τοῖς ὄγκοις ἐρυσιπέλατά τε καὶ φλεγμοναὶ καὶ σκίῤῥοι καὶ πνευματικαὶ διατάσεις, καὶ χυμῶν παχέων ἢ γλίσχρων ἐμφράξεις ἐν τοῖς πέρασι τῶν ἀγγείων γιγνόμεναι, ὅσα τῆς ἐπὶ ταῖς πύλαις αὐτοῦ φλεβὸς ἀφώρμηνται. ταύταις μὲν οὖν ἕπεται βάρους αἴσθησις, ἐγκειμένου κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ὅταν δὲ καὶ πνεύματος ἀμμώδους ἀθροισθῇ πλῆθος οὐκ ἔχοντος διέξοδον, οὐ βάρους μόνον, ἀλλὰ καὶ τάσεως αἴσθησις γίγνεται. [15]
8 346
καὶ τὰς φλεγμονὰς δὲ, ὅσαι χωρὶς ἀτονίας τοῦ σπλάγχνου γίγνονται, τὰς μὲν ἐν τοῖς κυρτοῖς αὐτοῦ μέρεσι γινομένας, καὶ μάλισθʼ ὅταν ὦσιν μεγάλαι, ῥᾷστον ἂν ἡμῖν γνωρίζειν ἐστὶ καὶ διὰ μόνης τῆς ἁφῆς· τὰς δʼ ἐν τοῖς σιμοῖς διὰ τῶν ἑπομένων συμπτωμάτων μᾶλλον ἢ διὰ τῆς ἁφῆς. ἄρξομαι δʼ ἀπὸ τῶν κατὰ τὰ κυρτὰ γιγνομένων, ἀναμνήσας ὑμᾶς πρότερον ὧν ἐν ταῖς ἀνατομαῖς ἐθεάσασθε τῶν μετὰ τὸ δέρμα τεταγμένων μυῶν, ὀκτὼ τὸν ἀριθμὸν ὄντων ἐν συζυγίαις τέτταρσιν. ἔστι γὰρ αὐτῶν ἡ μέν τις ὀρθίων μυῶν ὅλων σαρκωδῶν, ἀπὸ τῶν κατὰ τὰ στέρνα τόπων ἐπὶ τὰ καλούμενα πρὸς τῶν ἀνατομικῶν ἥβης ὀστᾶ καθηκόντων· ἑτέρων δὲ τριῶν ἄχρι τοῦ ψαῦσαι τῶν ὀρθίων, τὸ σαρκῶδες αὐτῶν μέρος ἐχόντων, ὅταν δʼ ἅψωνται πρῶτον αὐτῶν, εἰς ἀπονεύρωσιν ὑμενώδη τελευτώντων. ἡ μὲν οὖν μία συζυγία τῶν μυῶν τούτων, ἥπερ καὶ πάντων ἔξωθέν ἐστιν, ἀπὸ τοῦ θώρακος καταφέρεται λοξὴ πρόσω τε καὶ κάτω φερομένη· δευτέρα δʼ ἑτέρα κατὰ τοὐναντίον τῇδε, κάτωθεν ἐρχομένη, πρόσω τε καὶ ἄνω φέρεται λοξή· ταύτῃ δʼ ὑποβέβληται τρίτη συζυγία μυῶν ἐγκάρσιον ἐχόντων θέσιν, ἐπιβεβλημένων τῷ περιτοναίῳ. [5]
8 347
τῶν μὲν οὖν ὀρθίων μυῶν οἱ παρὰ φύσιν ὄγκοι προμήκεις τέ εἰσι καὶ κατὰ τὸ μέσον ὅλης τῆς γαστρὸς ἐκτείνονται, περιλαμβάνοντες τὸν ὀμφαλὸν, ὥσπερ αὐτὸ τὸ ζεῦγος τῶν μυῶν· ὥστʼ εἰκότως εὔδηλον ἔχει τοῦτο τὴν διάγνωσιν, ἐλεγχομένην ἔκ τε τῆς θέσεως καὶ τοῦ σχήματος, καὶ προσέτι τοῦ μηδένα μῦν ἔξωθεν αὐτῶν προκεῖσθαι. κοινὰ δὲ ταῦτʼ ἐστὶν καὶ τοῖς ἐκ τοῦ θώρακος καταφερομένοις λοξοῖς. οἱ δʼ ὑποβεβλημένοι τούτοις χαλεπωτέραν ἔχουσι τὴν διάγνωσιν, ἁπάντων τε δυσκολωτάτην οἱ ἐγκάρσιοι. τὸ δʼ ἧπαρ εὔδηλον ὅτι καὶ τούτων ἔνδον ἐστὶν ὑπὸ τῷ περιτοναίῳ. τριῶν οὖν ἐπιβεβλημένων αὐτῷ μυῶν, ἡ διὰ τῆς ἁφῆς γνῶσις ἀδύνατός ἐστιν, ἄνευ τοῦ μεγάλην αὐτοῦ γενέσθαι τὴν φλεγμονὴν, ἢ λεπτυνθῆναι τοὺς ἐπικειμένους μῦς. [15]
8 348
ἀλλὰ τό γε κατὰ τὸ δεξιὸν ὑποχόνδριον βάρος, ἥ τʼ ἀνασπῶσα ἐξεπίτηδες ὅλον τὸ ὑποχόνδριον ὀδύνη, τό τʼ εἰς τὴν κλεῖν ἄλγημα διατεῖνον, καὶ γὰρ καὶ τοῦτό ποτε γίγνεται, βηχία τε σμικρὰ, καὶ τὸ τῆς γλώττης χρῶμα κατʼ ἀρχὰς μὲν ἐρυθρότερον γιγνόμενον, ὕστερον δὲ καὶ μελαινόμενον, ἀνορεξία σφοδρά τε καὶ δίψος ἄπαυστον, καί τινες ἔμετοι χολῆς ἀκράτου τε καὶ λεκιθώδους, ὕστερον δέ ποτε καὶ ἰώδους, ἐνδείκνυται πεπονθέναι τὸ ἧπαρ· ἐπίσχεται δʼ αὐτοῖς καὶ ἡ γαστὴρ, ἐάν γε μὴ σὺν ἀτονίᾳ τοῦ σπλάγχνου συμβῇ γίγνεσθαι τὴν φλεγμονήν. ὅμοια δὲ τούτοις ἐστὶ καὶ τὰ τοῦ ἐρυσιπέλατος συμπτώματα, καὶ πυρετὸς ἅμα δίψει σφοδροτάτῳ γίγνεται τούτοις· τοὺς γὰρ ὑπὸ τῶν παλαιῶν ὀνομαζομένους καύσους ὡς τὸ πολὺ γιγνομένους ὁρῶμεν ἐπὶ ταῖς τοῦ ἥπατος ἢ κοιλίας φλογώδεσι διαθέσεσι· γίγνονται μὲν γὰρ καυσώδεις πυρετοὶ καὶ διʼ ἐρυσιπελατώδη φλεγμονὴν πνεύμονος, ὥσπέρ γε καὶ καθʼ ὅλον τὸ σῶμα διὰ σηπεδόνα χυμῶν χολωδῶν εἰς ἄμετρον ζέσιν ἀφικομένων, ἀλλʼ οἱ σφοδρότατοι διὰ γαστέρα καὶ ἧπαρ εἰώθασι γίγνεσθαι, ἐφʼ οἷς μορίοις τοὐπίπαν ἡ μετάπτωσις ἐκ τῶν τοιούτων πυρετῶν εἰς μαρασμὸν τελευτᾷ. [15]
8 349
περὶ μὲν οὖν μαρασμοῦ γέγραπται κατὰ μόνας· αἱ δὲ κατὰ τὰ σιμὰ μέρη τοῦ ἥπατος γιγνόμεναι φλεγμοναὶ πλεονεκτοῦσι τῶν ἐν τοῖς κυρτοῖς, ἀνορεξίαις τε καὶ ναυτίαις, ἐμέτοις τε χολώδεσι καὶ δίψει σφοδρῷ, καθάπερ αἱ ἐν τοῖς κυρτοῖς τῶν ἐν τοῖς σιμοῖς, τῷ μᾶλλον ὀδυνᾶσθαι κατὰ τὰς εἰρημένας ἀρτίως ἀναπνοὰς, καὶ τῷ βηχία κινεῖν, ἀνατείνεσθαί τε μέχρι τῆς δεξιᾶς κλειδὸς τὴν ὀδύνην, ὡς κατασπᾶσθαι δοκεῖν αὐτήν. αἱ νόθαι δὲ πλευραὶ συναλγοῦσι ἀμφοτέροις ἐνίοτε, καὶ τοῦτʼ αὐτοῖς κοινὸν εἰκότως ἐστὶ, συμβαῖνον οὐ πᾶσι, ὅτι μὴ συνῆπται πᾶσι διʼ ὑμένων τὸ ἧπαρ ταῖς πλευραῖς, ὡς ἔστιν οὐ μόνον ἐπὶ πιθήκων, ἀλλὰ καὶ τῶν ἄλλων ζώων θεάσασθαι· τοῖς μὲν γὰρ φαίνεται συνημμένον, τοῖς δʼ οὔ. γίγνεται μὲν οὖν ποτε καὶ τῶν κυρτῶν τοῦ σπλάγχνου μόνον φλεγμονὴ, καθάπερ γε καὶ τῶν σιμῶν· οὐ μὴν συστῆναί γε δύναται κατὰ θάτερον τῶν μερῶν, ἀκριβῶς περιορισθεῖσα, συνεχὴς γάρ ἐστιν ἡ σὰρξ τοῦ σπλάγχνου κατὰ πάντα αὐτοῦ τὰ μόρια. [15]
8 350
τοῖς μὲν τῇ φύσει λεπτὸν ἔχουσι τὸ ἐπιγάστριον, ὅταν καὶ διὰ τὸ νόσημα γένηται λεπτότερον, ὑποπίπτουσι σαφέστερον αἱ μεγάλαι φλεγμοναὶ τοῦ ἥπατος, ἴδιον ἔχουσαι παρὰ τοὺς ἐπικειμένους μῦς τὸ κατὰ περιγραφὴν ἀθρόαν παύεσθαι τὸν ὑποπίπτοντα ταῖς χερσὶν ὄγκον· ἕκαστος γὰρ τῶν μυῶν, ἅτε συνεχὴς ὅλως ὑπάρχων ἑαυτῷ, κατὰ βραχὺ μειούμενον ἔχει τὸν ὄγκον τῆς φλεγμονῆς, τῷ δʼ ἥπατι μόνῳ συμβέβηκεν ἀθρόως περιγραφόμενον ἴσχειν αὐτόν. εὔδηλον δʼ ὅτι σκιῤῥούμενον ἐναργεστέραν ἔχει τὴν διάγνωσιν, αὐτοῦ τε τοῦ κατὰ τὸν σκίῤῥον ὄγκου σκληροτέρου τῶν φλεγμονῶν ὑπάρχοντος καὶ λεπτυνομένων τῶν ἐπικειμένων σωμάτων ἐν ταῖς τοιαύταις διαθέσεσι. προϊόντος δὲ τοῦ χρόνου, καίτοι μείζονος γιγνομένου τοῦ κατὰ τὸν σκίῤῥον ὄγκου, συμβαίνει τὴν διάγνωσιν αὐτοῦ πρός τε τὴν ἁφὴν δυσκολωτέραν γίγνεσθαι, τῷ φθάνειν ἤδη παρέγχυσιν ὑδερικὴν ἕπεσθαι· χωρὶς μὲν γὰρ τοῦ παθεῖν τὸ ἧπαρ οὐκ ἂν γένοιτο τοιοῦτον πάθος, οὐκ ἀεὶ δὲ κατὰ πρωτοπάθειαν αὐτοῦ συνίσταται, κᾂν ὅτι μάλιστα διὰ τοῦτο γίγνηται. διότι μὲν γὰρ αὐτὸ τῆς αἱματώσεώς ἐστιν ὄργανον, ἀκόλουθόν ἐστιν ἀποτυγχάνεσθαι τὴν ἐνέργειαν ἐπὶ τῇ τοῦδε τοῦ σπλάγχνου κακώσει· συμβαίνει δʼ, ὡς ἔφην, ἄλλοτʼ ἄλλου μέρους ἐν δυσκρασίᾳ πάνυ ψυχρᾷ γιγνομένου διαδίδοσθαι τὴν ψύξιν εἰς ἧπαρ. [15]
8 351
ἐπὶ μὲν οὖν σπληνὶ καὶ κοιλίᾳ καὶ πᾶσι τοῖς ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ τὴν νῆστιν, αἱ κατὰ τὸ μεσεντέριον ἅπασαι φλέβες ἑκτικὴν δυσκρασίαν παθοῦσαι, συγκαταψύχουσιν ἑαυταῖς ῥᾳδίως τὰς ἐν τοῖς σιμοῖς μέρεσιν τοῦ ἥπατος ἁπάσας φλέβας, ἐξ ὧν καὶ εἰς αὐτὸ τὸ σῶμα τοῦ ἥπατος ὅλον ἡ διάδοσις γίγνεται τῆς δυσκρασίας· ἐπὶ δὲ πνεύμονι καὶ διαφράγματι καὶ νεφροῖς αἱ κατὰ τὰ κυρτὰ τοῦ σπλάγχνου φλέβες εἰς συμπάθειαν ἔρχονται πρότεραι, συνδιατίθεται δὲ τῷ χρόνῳ δηλονότι καὶ ταύταις ὅλον τὸ σπλάγχνον. ταῦτα μὲν οὕτως ἔχειν ὡς εἴρηται νῦν, οὐδεὶς ἂν ἀμφισβητήσειεν, πλὴν εἴ τις ἐριστικὸς, ἢ παντάπασιν ἀμαθὴς εἴη· περὶ δὲ τῶν ἐμφράξεων οὐχ ὁμοίως εὔδηλον. ὅτι μὲν γὰρ αἱ κατὰ τὰ σιμὰ τοῦ σπλάγχνου φλέβες, ἀπὸ τῆς ἐπὶ πύλας πεφυκυῖαι τελευτῶσιν εἰς λεπτότατα πέρατα, σαφῶς φαίνεται, καθάπερ γε καὶ ὅτι πρὸς τὸν αὐτὸν ἀφικνεῖται τόπον ἕτερα πέρατα τῶν ἀπὸ τῆς κοίλης εἰς τὰ κυρτὰ τοῦ σπλάγχνου κατασχιζομένων· οὐ μὴν αἵ γε συναναστομώσεις αὐτῶν ὁρῶνται, οὐ μὴν οὐδʼ ἠμφισβήτησέν τις, ἀλλὰ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεφήναντο, τὴν ἀναδιδομένην τροφὴν εἰς ὅλον τὸ σῶμα, διεξελθοῦσαν πάσας τὰς κατὰ τὰ σιμὰ φλέβας, εἰς τὰς κατὰ τὰ κυρτὰ μεταλαμβάνεσθαι διὰ τῶν εἰρημένων περάτων. [5]
8 352
ὁμολογουμένου δὴ τούτου, καὶ τοῦ τῶν φλεβῶν φλεγμαινουσῶν τε καὶ σκιῤῥουμένων ὄγκου στενοῦντος τὴν διέξοδον τοῦ αἵματος, εὔλογον εἶναι φαίνεται, καθάπερ ἔδοξέ τισιν, ὅσον λεπτόν ἐστι καὶ ὑδατῶδες ἐν αἵματι, μεταληφθήσεσθαι, καὶ πάντῃ τοῦ σώματος ἐνεχθήσεσθαι, τὸ δʼ ἀκριβὲς αἷμα τὸ διὰ πάχος αὐτοῦ κατὰ τὰ σιμὰ τοῦ σπλάγχνου μένον αἴτιον αὐτῷ γενήσεσθαι πληθωρικῶν νοσημάτων. ἀνασκεπτομένοις ἡμῖν τὴν δόξαν τήνδε τὸ μέν τι τοῖς εἰρημένοις ὁμολογεῖν ἐδόκει, τὸ δέ τι καὶ διαφέρεσθαι τοῖς φαινομένοις. τὸ μὲν γὰρ ὑδατῶδες ἐν αἵματι, μεταληφθὲν εἰς τὴν κοίλην φλέβα, πανταχόσε τοῦ σώματος ἀναδίδοσθαι τοῖς προομολογουμένοις ἀκόλουθον φαίνεται· καθάπερ γε καὶ τὸ παχύτερον αἷμα, στεγόμενον ἐν ταῖς κατὰ τὸ σπλάγχνον φλεψὶν, εἴς τε τὴν νῆστιν καὶ τὸ λεπτὸν ἔντερον καὶ τὸ κῶλον καὶ τὸ τυφλὸν καὶ τὸ ἀπευθυσμένον ἀντικαταφέρεσθαι, τάχα δʼ ἄν τινα φάναι, καὶ εἰς αὐτὴν τὴν γαστέρα. [5]
8 353
οὐ μὴν φαίνεται τοῦτο γιγνόμενον οὔτʼ ἐπὶ τοῖς παρὰ φύσιν ὄγκοις τοῦ ἥπατος οὔτʼ ἐπὶ ταῖς ἐμφράξεσιν, ἀλλὰ τὸ μὲν ὅλον ἄνω καὶ κάτω σῶμα φλεγματικὸν αἷμα περιέχειν φαίνεται, κατά τε τοὺς ἀνὰ σάρκα τε καὶ λευκοφλεγματίας καὶ ὑδέρους ὀνομαζομένους. διὰ δὲ τῆς γαστρὸς οὐδὲν αἱματῶδες οὔτʼ ἐν τούτοις οὔτʼ ἐν τοῖς ἀσκίταις τε καὶ τυμπανίαις ἐκκρίνεται, τῆς δʼ ὑδατώδους ὑγρότητος ἐμπίπλαται τὸ μεταξὺ τοῦ περιτοναίου καὶ τῶν ὑποκειμένων αὐτῷ σωμάτων. εὐλογώτερον οὖν ἐστιν ἐπὶ τῇ ψύξει τοῦ σπλάγχνου μὴ μεταβάλλειν εἰς αἷμα τὴν ἀναδιδομένην τροφὴν, ἀλλὰ καὶ συγκαταψύχεσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, καὶ μάλισθʼ ὅτι πολλάκις ὄγκος μὲν οὐδεὶς ἐν ἥπατι φαίνεται, παρεγχύσεσι δʼ ὑδρωπικαῖς ἁλίσκονται, σπληνὸς κακοπραγοῦντος, ἢ τῶν κατὰ τὴν νῆστίν τε καὶ τὸ λεπτὸν ἔντερον καὶ μεσάραιον, ἢ πνεύμονα καὶ νεφροὺς, ἢ καὶ διʼ ἄμετρον αἱμοῤῥοΐδος κένωσιν, ἢ ῥοῦν γυναικεῖον, ἢ καταμηνίων ἐπίσχεσιν, ἤ τινα ἄλλην ἐν ὑστέρᾳ μεγάλην διάθεσιν· ὁρᾶται γὰρ ἐν ἅπασι τοῖς τοιούτοις, οὐδένα παρὰ φύσιν ὄγκον ἔχοντος τοῦ σπλάγχνου, τοῖς ὑδερικοῖς ἁλίσκεσθαι νοσήμασι τὸ σῶμα. [5]
8 354
μάλιστα δʼ ἐναργῶς ἔστιν ἰδεῖν τοῦτο τοῖς ἱστορήσασιν ἐπʼ ἀκαίρῳ πόσει ψυχροῦ καταψυχθὲν ἀθρόως τὸ ἧπαρ, ὡς εὐθέως ἐργάσασθαι παρέγχυσιν ὑδερικὴν, πρὶν εἰς ὄγκον ἀρθῆναι σκιῤῥώδη. τοῖς δʼ οὕτως παθοῦσιν ὄρεξις σιτίων ἰσχυρὰ γίγνεται· καὶ οὐδὲν θαυμαστὸν, ἐμάθομεν γὰρ ἐπὶ τῷ τῆς γαστρὸς στόματι ψυχομένῳ τὰς τοιαύτας ὀρέξεις συμβαινούσας. ἀλλὰ περὶ μὲν ὑδέρων ἢ ὑδρώπων ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, πρός γε τὴν ἐνεστῶσαν ὑπόθεσιν ἀρκεῖ καὶ ταῦτα. Πότερον δὲ διαπαντὸς ἐν τοῖς ἰκτέροις ὁ πεπονθὼς τόπος ἧπάρ ἐστιν, ἢ καί τις ἄλλη διάθεσις ἐργάζεται τὸ πάθος τοῦτο, μεταβάντες ἤδη σκοπῶμεν. ὁρᾶται γάρ ποτε, μηδὲν ὅλως πεπονθότος τοῦ σπλάγχνου τούτου, χολῆς ὠχρᾶς ἀνάχυσις εἰς τὸ δέρμα γιγνομένη κριτικῶς, ὥσπερ ἄλλα τινὰ τῶν ἀποσκημμάτων· ὁρᾶται δὲ καὶ χωρὶς κρίσεως ἐκχολούμενον ἐνίοτε τὸ αἷμα κατά τινα διαφθορὰν ἀλλόκοτον, ὁποία καὶ θηρίων δακνόντων γίγνεται. [5]
8 355
δηχθεὶς γοῦν τις τῶν αὐτοκρατορικῶν οἰκετῶν, οἷς ἔργον ἐστὶν ἐχίδνας θηρεύειν, ἄχρι μέν τινος χρόνου τῶν συνηθῶν ἑαυτῷ φαρμάκων ἔπινέν τι, μεταβαλλούσης δʼ αὐτῷ τῆς χροιᾶς ὅλης, ὡς γενέσθαι πρασοειδῆ, προσελθὼν ἡμῖν ἕκαστά τε διηγήσατο, καὶ πίνων τῆς θηριακῆς ἀντιδότου τάχιστα τὴν κατὰ φύσιν ἀνεκτήσατο χροιάν. ἐζητημένου δὲ τοῖς ἰατροῖς, εἰ φαρμακείας ἐστὶν ἴδια σημεῖα, διὰ τὸ πολλάκις ἑωρᾶσθαι χωρὶς τῶν θανασίμων φαρμάκων εἰς διαφθορὰν χυμῶν ἀφικνούμενον τὸ σῶμα παραπλησίαν τῇ διὰ τῶν φαρμάκων γιγνομένῃ, θαυμαστὸν οὐδέν ἐστι καὶ τοιαύτην ποτὲ συμβῆναι τροπὴν τῶν χυμῶν, ὡς ἰκτεριωθῆναι τὸ πᾶν σῶμα. δυνατὸν δὲ καὶ διὰ τὴν αὐτοῦ τοῦ ἥπατος ἀλλοίωσιν τῆς κατὰ φύσιν κράσεως, ἡ τοιαύτη γενέσθαι κακοχυμία, χωρὶς ἐμφράξεως ἢ φλεγμονῆς ἢ σκίῤῥου· καὶ γὰρ οὖν καὶ φαίνεταί γε σαφῶς, ἐνίοτε μὲν ὅμοιον ὠχρολεύκοις πόαις ὅλον τὸ σῶμα γιγνόμενον, ἐνίοτε δὲ μολίβδῳ παραπλήσιον ἔχον τὴν χρόαν, ἢ καὶ φαιοτέραν τῆσδε, καί τινας ἄλλας ἀῤῥήτους ἰδιότητας χρωμάτων, ἐπὶ κακοπραγίαις ἥπατος, ἄνευ τῶν παρὰ φύσιν ὄγκων· ὥσπέρ γε καὶ διὰ σπλῆνα τοιαῦται γίγνονται, πολλῷ μελάντεραι τῶν ἐφʼ ἥπατι, χαλεπαὶ μὲν ἑρμηνευθῆναι, γνωρισθῆναι δὲ ῥᾷσται τοῖς πολλάκις ἑωρακόσιν. [5]
8 356
Στησιανὸν γοῦν, ὁπότʼ ἐπὶ τῶν διαγνώσεων ἦν, οὐκ οἶδʼ ὅπως ἐδόκουν οἱ πλείους τῶν ἐπισκεπτομένων ἰατρῶν ἀπόστασιν ἔχειν ἐν ἥπατι· κᾀπειδὴ πλείονι χρόνῳ μηδὲν ἐπεδίδου πρὸς τὸ βέλτιον, ἐκάλεσεν κᾀμέ. θεασάμενος οὖν αὐτὸν ἅμα τῷ πρῶτον εἰσελθεῖν εἰς τὸν οἶκον, ἔνθα κατέκειτο, τοῦτο μὲν, ἔφην, ἤδη γίνωσκε, μηδὲν ἐν τῷ σπλάγχνῳ σοι κακὸν εἶναι, τὰ δʼ ἄλλα γυμνώσας τὸ ὑποχόνδριον εἴσομαι. καὶ ἦν τούτῳ τῶν ἐν τῷ βάθει μυῶν ἀπόστημα, καὶ συνείλεκτο πῦον ἤδη μεταξὺ τῶν τʼ ἐγκαρσίων καὶ τῶν κάτωθεν ἄνω φερομένων λοξῶν, οὓς μέσους ἴστε κειμένους τῶν τε τοῦ περιτοναίου ψαυόντων ἐγκαρσίων καὶ τῶν ἐπιπολῆς ἐπὶ τῷ δέρματι λοξῶν ἄνωθεν κάτω φερομένων. [15]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top