8 446
οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὰ γεννητικὰ μόρια τὰς ἐνεργείας ὧν χάριν ὑπὸ τῆς φύσεως ἐγίγνετο γιγνώσκειν εὐθέως ἐξ ἀρχῆς, ἐπεὶ κατὰ τί συλλαβοῦσα μὲν ἡ μήτρα τὸ σπέρμα μέμυκεν ἀκριβῶς ἄχρι τοῦ τελειωθῆναι τὸ ἔμβρυον, ἀνοίγνυσι δὲ ἐπὶ πλεῖστον, αὐτοῦ τελειωθέντος, ἀνοίξασά τε διʼ αὐτὸ τοῦτο τὸ ἔμβρυον ἐκκρίνει; καταφρονεῖται δὲ καὶ ταῦτα τῷ συνεχεῖ τῆς θέας, καὶ παρορᾶται τοῖς πολλοῖς, ὡς τὸ μηδὲν εἰθικόσι θαυμάζειν, οὐ τὰ θαυμαστὰ κατʼ ἀλήθειαν, ἀλλὰ τὰ σπανίως αὐτοῖς ὁρώμενα. τί γὰρ ἂν εἴη τῇ φύσει θαυμασιώτερον τοῦ μησὶν μὲν ὅλοις ἐννέα μεμυκέναι τὸ τῆς μήτρας στόμιον οὕτως ἀκριβῶς, ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειωθέντος δὲ τοῦ κυϊσκομένου διάστασιν ἴσχειν τηλικαύτην, ὡς ὅλον τὸ ζῶον ἐξέρχεσθαι διʼ αὐτοῦ; οὔκουν ἀπιστεῖ τις αὐτοδίδακτον εἶναι καὶ τὴν τῶν αἰδοίων δύναμιν, ὥστε τὸ συριγγῶδες ἐκεῖνο σῶμα, τὸ νευρῶδες τὴν ἰδέαν, ὅτʼ ἂν ἐπὶ συνουσίαν ὁρμήσῃ τὸ ζῶον, εὐθέως διΐστασθαι, φυσικὴν ἔχον τὴν διαστέλλουσαν αὐτὸ δύναμιν, ὥσπερ ἡ καρδία τε καὶ ἀρτηρία, πλὴν ὅτι διὰ παντὸς ἐκεῖνα μὲν κινεῖται, διότι καὶ τῆς ἐνεργείας αὐτῶν ἀεὶ χρῄζομεν, οὐ διὰ παντὸς δὲ τὸ συριγγῶδες νεῦρον κινεῖται, ἀλλʼ ὅταν ἡ χρεία καλῇ· διαστελλομένου δὲ αὐτοῦ, τὸ ἐκ τῶν ἀρτηριῶν ἕπεται πνεῦμα, καθάπερ ὁ πνεύμων τῷ θώρακι, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ. [5]
8 447
δύναιτο δʼ ἄν τις ἴσως καὶ ταῖς ἀρτηρίαις ἀνατιθέναι τὴν δύναμιν τοῦ πληροῦντος πνεύματος τὸ συριγγῶδες νεῦρον, ὅτʼ ἂν ὁρμήσῃ τὸ ζῶον ἐπὶ συνουσίαν· ἄμεινον δὲ πολὺ τοῦ νεύρου φάναι τὴν ἐνέργειαν εἶναι ταύτην, οὐ τῶν ἀρτηριῶν, εἴ γε τὰς ἐνεργείας ἐκ τῆς τῶν μορίων οἰκείας οὐσίας, οὐκ ἐκ τῆς θέσεως εὔλογόν ἐστι γίγνεσθαι, καὶ τήν τε καρδίαν, εἰ καὶ κατʼ ἄλλο τι μέρος ἔκειτο, τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ἧπάρ τε καὶ σπλῆνα, καὶ τὰ ἄλλα πάντα. καὶ τὰς ἀρτηρίας οὖν ἐν ἅπαντι μορίῳ τοῦ σώματος εὔλογόν ἐστι τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ὥσπερ καὶ φαίνονται· καθʼ ἕνα γέ τοι καιρὸν αἱ καθʼ ὅλον τὸ ζῶον ἀρτηρίαι διαστέλλονται παραπλησίως ἀλλήλαις· ὥστʼ οὐκ εἰκός ἐστι, τὰς εἰς τὸ αἰδοῖον ἐμφυομένας ἀρτηρίας ἄλλην τινὰ δύναμιν ἐπικτᾶσθαι παρὰ τὴν ἐν ὅλῳ τῷ σώματι προϋπάρχουσαν αὐταῖς, ἀλλʼ εὐρύτερα ἔχειν τὰ στόματα τῶν ἄλλων ἀρτηριῶν εὔλογον, εἰς τάχος τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας παρεσκευασμένας, ἀεὶ γὰρ ἡ φύσις φαίνεται τὸ χρήσιμον ἑκάστῃ τῶν ἐνεργειῶν πανταχόθεν ἐκπληροῦσα, δύναμιν δὲ ἐνεργείας ἐξαίρετον οὐδεμίαν ἴσχειν ἑτέραν, ὅταν εἰς τὸ αἰδοῖον ἀφίκωνται· θερμανθείσης μέντοι τῆς ὀσφύος, εὔλογόν ἐστι θερμοτέρας τε γίγνεσθαι τὰς ἀρτηρίας ἀναστομοῦσθαί τε μᾶλλον, ὥστε καὶ κατὰ τοῦτο προχεῖν πνεύματος οὐκ ὀλίγην οὐσίαν εἰς τὸ συριγγῶδες νεῦρον, ὑφʼ οὗ κατʼ ὀλίγον πληρούμενον ἐντείνεται τὸ αἰδοῖον, ὡς ἂν ὅλης τῆς οὐσίας αὐτοῦ κατὰ τὸ συριγγῶδες ὑπαρχούσης νεῦρον. [10]
8 448
τούτων ἡμῖν ἐγνωσμένων, ἐπὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν ἔλθωμεν. ὅτι μὲν γὰρ ἤτοι κατὰ τὰ στόματα τῶν ἀρτηριῶν εὐρυνόμενα γίγνεται τὸ πάθος, ἢ κατὰ τὸ συριγγῶδες νεῦρον ἀτμῶδες πνεῦμα γεννῆσαν, ἐκ τῶν προεγνωσμένων φαίνεται· πότερον δʼ αὐτῶν μᾶλλον ἄν τις αἰτιάσαιτο, ζητητέον. ἐμοὶ δὴ δοκεῖ κατʼ ἀμφότερα μὲν γίγνεσθαι, πλεονάκις δὲ τοῖς τῶν ἀρτηριῶν στόμασιν εὐρυνομένοις ἕπεσθαι· ῥᾷον γὰρ εὐρυνθῆναι ταῦτα τοῦ πνεῦμα φυσῶδες ἐν τῷ συριγγώδει νεύρῳ γεννηθῆναι· καί μοι δοκῶ τὴν μὲν κατὰ τὸ νεῦρον διάθεσιν ἅπαξ ἑωρακέναι, τὴν δὲ τῶν ἀρτηριῶν πολλάκις· ἐτεκμηράμην δὲ τοῦτο τοῖς τε προηγησαμένοις συμπτώμασι καὶ τῷ τρόπῳ τῆς θεραπείας. [5]
8 449
ᾧ μὲν γὰρ οἱ παλμοὶ τοῦ αἰδοίου συνεχεῖς προηγοῦντο, πνεῦμα φυσῶδες ἦν αἴτιον, καὶ πρὸς τοῦτο τὴν θεραπείαν ἅπασαν ἁρμοσάμενος ἰασάμην τὸν ἄνθρωπον· οἷς δὲ τὰ στόματα τῶν ἀρτηριῶν ηὐρύνθη, τοιοῦτον μὲν οὐδὲν προηγεῖτο σύμπτωμα, συμβεβήκει δὲ τῷ μέν τινι πολλῷ χρόνῳ παρὰ τὸ ἔθος ἀφροδισίων ἀπέχεσθαι, τῷ δὲ κακοχύμων ἐδεσμάτων καὶ δριμέων ἐδωδῇ κεχρῆσθαι, τῷ δέ τινι ζώνῃ καθʼ ὁδοιπορίαν δυοῖν μηνῶν, ἀήθει ζώνης ὄντι. τὴν οὖν ἀναστόμωσιν τῶν ἀρτηριῶν ἐτεκμηράμεθα τοῖς μὲν διὰ τὴν ἐκ τῆς κακοχυμίας δριμύτητα γεγονέναι, τοῖς δὲ διὰ πνεύματος φυσώδους γένεσιν ἀτάκτως τε καὶ βιαίως κινουμένου. καὶ γάρ τοι καὶ τὰ φάρμακα τὰ τῶν αἰδοίων ἐντατικὰ, τά τε πινόμενα καὶ τὰ κατὰ τοῦ περιναίου καὶ τῆς ὀσφύος ἐπιβαλλόμενα θερμὰ καὶ πνευματώδη πάντʼ ἐστί· ὥσπερ αὖ τὰ ἐναντία πάντα ἄφυσα καὶ ψύχοντα μᾶλλον ἢ θερμαίνοντα. [15]
8 450
προσέχειν δὲ χρὴ τῷ λόγῳ μὴ παρατρέχοντα· φάρμακα γὰρ εἶπον, οὐκ ἐδέσματα, διότι τῶν ἐδεσμάτων ἔνια μὲν γεννητικὰ πολλοῦ σπέρματος ὄντα, κατὰ τοῦτο καὶ τὰς εἰς τὴν λαγνείαν ὁρμὰς παροξύνει. ταῦτα μὲν οὖν μαρτυρεῖ τῷ λόγῳ, καθʼ ὃν ἀρτίως ἐλέγετο καὶ τοὺς τῶν ἀφροδισίων ἀποσχομένους ἐνίοτε τοῖς πριαπισμοῖς ἁλίσκεσθαι· συμβαίνει γὰρ τοῦτο τοῖς πολυσπέρμοις τε ἅμα καὶ παρὰ τὸ ἔθος ἀποσχομένοις, ὅτʼ ἂν μὴ διαπονῶσι πλήθει γυμνασίων τὴν περιουσίαν τοῦ αἵματος, καὶ μάλιστα ἐξ αὐτῶν ὅσοι τῆς μὲν τῶν ἀφροδισίων ἐννοίας οὐκ ἀπηλλάγησαν, ὥσπερ οἱ σωφρονικοί τε φύσει καὶ χρόνῳ πλέονι τὴν τοιαύτην ἐγκράτειαν ἀσκήσαντες, εἰς φαντασίαν δʼ αὐτῶν ἀφικνούμενοι, διά τε θεαμάτων ἐξορμᾷν αὐτοὺς δυναμένων καὶ διʼ ἀναμνήσεως αὐτῶν· ἐναντιωτάτη γὰρ ἡ τούτων τῶν ἀνθρώπων διάθεσις ἐν τοῖς αἰδοίοις γίγνεται τῇ τῶν οὐδʼ ὅλως εἰς ἔννοιαν ἀφροδισίων ἐρχομένων. καί τινι φίλῳ προελομένῳ παρὰ τὸ πρόσθεν ἔθος ἀποσχέσθαι τελέως ἀφροδισίων εἰς ὄγκον ἐπεδίδω τὸ αἰδοῖον ἐμφυσώμενον, ὡς ἀναγκασθῆναι ἀνακοινώσασθαί μοι περὶ τοῦ συμπτώματος. [15]
8 451
ἔφη γὰρ θαυμάζειν, ὅπως τῶδε μὲν τῷ ἀθλητῇ ῥυσσὸν καὶ προσεσταλμένον ἐστὶ τὸ αἰδοῖον ἐκ τῆς εὐταξίας, ἑαυτῷ δʼ ἀφʼ οὗ τοῦτʼ ἐνεστήσατο, τοὐναντίον συμβαίνει. τότε μὲν οὖν αὐτῷ συνεβούλευσα τὸ ἠθροισμένον ἐκκρῖναι σπέρμα, τοῦ λοιποῦ δὲ καὶ θεαμάτων καὶ διηγήσεως καὶ μνήμης ἐπεγείρειν δυναμένης εἰς ἀφροδίσια παντάπασιν εἴργειν ἑαυτόν. ὅσοι δʼ εὐθὺς ἐξ ἀρχῆς ἢ ἀθλοῦντες ἢ φωνασκοῦντες ἄπειροι τῶν ἀφροδισίων διετέλεσαν, εἴρξαντες παντάπασιν ἑαυτοὺς ἁπάσης ἐννοίας τε καὶ φαντασίας τοιαύτης, ἰσχνὰ καὶ ῥυσσὰ τοῖς τῶν γερόντων ὁμοίως αὐτοῖς γίνεται τὰ αἰδοῖα. πρὸς γὰρ τοῖς ἄλλοις κᾀκεῖνο συμβαίνει τοῖς ἐν νεότητι κατὰ τὸν πρῶτον χρόνον ἀφροδισίοις πολλοῖς χρησαμένοις, εὐρυνομένων τῶν ἐν τούτοις τοῖς τόποις ἀγγείων, εὔρουν τε γίγνεσθαι πρὸς αὐτὸ τὸ αἷμα καὶ τὴν ὀρεκτικὴν δύναμιν τῶν ἀφροδισίων αὐξάνεσθαι, κατὰ τὸν κοινὸν λόγον ἁπασῶν τῶν δυνάμεων, ὃν καὶ Πλάτων ἔγραψε, τὴν μὲν ἡσυχίαν ἐκλύειν λέγων, τὴν δʼ ἐν τοῖς οἰκείοις ἔργοις διατριβὴν αὐξάνειν τὴν ῥώμην. [15]
8 452
οὕτως μὲν οὖν καὶ οἱ τιτθοὶ ταῖς μὲν μηδέποτε κυησάσαις προσεσταλμένοι διαμένουσι, ταῖς δὲ μετὰ τὸ κυῆσαι θηλαζούσαις παιδία μέγιστοι γίγνονται, καὶ διαμένουσί γε γάλα παρέχοντες, ἄχρις ἂν θηλάζωσιν, παυομέναις δὲ τοῦ θηλάζειν τὰ παιδία καὶ ἡ τοῦ γάλακτος ἐν τοῖς τιτθοῖς γένεσις οὐ μετὰ πολὺ παύεται. ταῦτʼ οὖν ἡμῖν ἅπαντα προδιεσκεμμένοις καὶ πρὸς τὴν θεραπείαν ἀφορμὰς παρέξει, διοριζομένοις τὰς αἰτίας, ὑφʼ ὧν ἑκάστῳ τῶν πασχόντων τὸ πάθος ἐγένετο· νῦν δʼ οὔπω καιρὸς αὐτῶν, ἀλλʼ ἤδη τέλος ἐχούσης τῆς προκειμένης πραγματείας, καταπαύσω τὸν λόγον ἐνταῦθα. [10]