Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Tryphon (attributed): On the Modifications of Words

Library › Greek: Grammar & Reference › On the Modifications of Words

On the Modifications of Words is a short grammatical treatise transmitted under the heading 'according to Tryphon the grammarian', and generally regarded as a later epitome or reworking of the teaching of Tryphon, the Alexandrian grammarian of the Augustan age. It classifies the ways a word can be altered, by quantity and by quality, such as the addition, loss, lengthening or transposition of letters and syllables.

The theory of the 'passions' of words was central to ancient etymology and to the explanation of poetic and dialect forms, especially in Homer. This treatise gives a compact view of that system and of the technical vocabulary grammarians used for it, much of which later passed into Byzantine and Western grammar.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). The treatise is headed 'κατὰ Τρύφωνα' and survives as a later epitome or reworking of Tryphon's doctrine rather than his own text.

Ancient Greek · Grammar & Reference
On the Modifications of Words
Tryphon (attributed) · Book 1 · every word parsed
t
Περὶ παθῶν τῆς λέξεως κατὰ Τρύφωνα τὸν γραμματικόν. Τὰ τῆς λέξεως πάθη εἰς δύο γενικώτατα διαιροῦνται, ποσόν τε καὶ ποιόν.
1
εἴδη τοῦ μὲν ποσοῦ ἔνδεια καὶ πλεονασμός, τοῦ δὲ ποιοῦ μετάθεσις καὶ μετάληψις. ἀμφοτέρων δὲ συνελθόντων ὁμοῦ τμῆσις γίνεται. ἔστι δέ, ὡς ἐν κεφαλαίῳ, πάθη πέντε· αʹ πλεονασμός, βʹ ἔνδεια, γʹ μετάθεσις, δʹ μετάληψις, εʹ τμῆσις. Πλεονασμὸς μὲν οὖν ἐστι περισσότης χρόνων ἢ χρόνου, στοιχείων ἢ στοιχείου. [5]
Ἔνδεια δὲ τοὐναντίον χρόνου ἢ χρόνων, στοιχείου ἢ στοιχείων ἐλάττωσις. Μετάθεσις δὲ στοιχείου ἐστὶ μετακίνησις ἐκ τῆς ἰδίας τάξεως ἐφʼ ἑτέραν τάξιν, οἷον ὡς ὅταν τὰ δαρτά δρατά λέγωμεν καὶ τὸν προθμόν πορθμόν, ὁμοίως καὶ τὴν καρδίαν κραδίαν καὶ τὸ κράτος κάρτος.
καλεῖται δὲ καὶ ἐναλλαγὴ καὶ ὑπέρθεσις. Μετάληψις δέ ἐστι στοιχείων μετακίνησις ἐπʼ ἀντίστοιχον ἄλλο, οἷον ἀπεδανός ἠπεδανός, αἱμοπόται αἱμηπόται, * μέλαξ μάλαξ καὶ τὰ ὅμοια. [5]
Τμῆσις δέ ἐστι συνθέτου λέξεως διάλυσις εἰς δύο λέξεις, οἷον ἀκρόπολις πόλις ἄκρα, αἴγαγρον ἄγριον αἶγα. Τούτων δὲ τῶν πέντε παθῶν τὰ μὲν εἰς εἴδη τέμνεται, ὅ τε πλεονασμὸς καὶ ἡ ἔνδεια, τὰ δὲ λοιπά εἰσιν ἄτμητα.
Τοῦ μὲν πλεονασμοῦ εἴδη εἰσὶν ἐννέα· πρόσθεσις, ἀναδίπλωσις, ἔκτασις, ἐπέκτασις, διαίρεσις, παρένθεσις, διπλασιασμός, παρέμπτωσις, προσχηματισμός. Τῆς δὲ ἐνδείας εἴδη ἐννέα· ἀφαίρεσις, ἄρσις, συστολή, συγκοπή, συναλοιφή, ἔλλειψις, παρέλλειψις, ἔκθλιψις, ἀποκοπή.
10
Ἀντίκειται δὲ πρόσθεσις μὲν ἀφαιρέσει, ἀναδίπλωσις δὲ ἄρσει, ἔκτασις συστολῇ, ἐπέκτασις συγκοπῇ, διαίρεσις συναλοιφῇ, παρένθεσις ἐλλείψει, διπλασιασμὸς παρελλείψει, παρέμπτωσις ἐκθλίψει, προσχηματισμὸς ἀποκοπῇ. Πρόσθεσις μὲν οὖν ἐστι προσθήκη στοιχείου κατʼ ἀρχὴν ἢ συλλαβῆς, οἷον σταφίς ἀσταφίς καὶ ὀσταφίς, Σπληδών Ἀσπληδών, στάχυς ἄσταχυς, ὥρα ἑώρα, ἅμα θαμά, οὖρος θοῦρος, εἱλόπεδον θειλόπεδον [ὄρος θόρος], κιδνάς σκιδνάς, αἵμων δαίμων. [5]
Προστίθεται δὲ τὸ δίγαμμα παρά τε Ἴωσι καὶ Αἰολεῦσι καὶ Δωριεῦσι καὶ Λάκωσι καὶ Βοιωτοῖς· οἷον ἄναξ ϝάναξ, Ἑλένα ϝελένα. προστιθέασι δὲ τοῖς ἀπὸ φωνηέντων ἀρχομένοις· ἅπαξ δὲ παρʼ Ἀλκαίῳ τὸ ῥῆξις ϝρῆξις εἴρηται. Ἀναδίπλωσίς ἐστι πρώτης καὶ δευτέρας συλλαβῆς διὰ τῶν αὐτῶν συμφώνον ἢ ἀντιστοίχων ἐπάλληλος ἐκφορά. [10]
γίνεται δὲ ἐπί τε ῥημάτων καὶ μετοχῶν καὶ ὀνομάτων. πλεονάζει δὲ παρά τε Ἴωσι καὶ Αἰολεῦσιν· οἷον κάμωσι κεκάμωσι, λάχωσι λελάχωσι, τύχωσι τετύχωσι· καὶ ἐπὶ ὀνομάτων δέ, οἷον ἀτηρός ἀταρτηρός, ἐδή ἐδωδή, ἔτυμον ἐτήτυμον. Ἔκτασις δέ ἐστιν, ὅταν τὰ συστελλόμενα δίχρονα ἐκταθῇ ἢ τὰ βραχέα εἰς τὰ μακρὰ ἀντίστοιχα αὐτῶν μετασταθῇ, οἷον κᾰλός κᾱλός, Ἀ̆πόλλων Ἀ̄πόλλων, τιθέμενος τιθήμενος, δότης δώτης, Κόρα Κώρα (Theocr. [5]
6, 36), Τυνδάρεος Τυνδάρεως, μήστορα μήστωρα, Διόνυσος Διώνυσος. Ἐπέκτασις δέ ἐστι πλεονασμὸς συλλαβῆς κατὰ τὸ μέσον ὁμότονος, ὅταν μὴ γενικὸν παρατήρημα κωλύῃ, οἷον εὔτειχον εὐτείχεον, Τρωσί Τρώε〈σ〉σι, μουσῶν μουσάων, γενή γενεή, ἀδελφός ἀδελφεός, σωρός σωρεός, [αἰχμή αἰχμέη, δορή δορέη] ξείνια ξεινήια, πολέμια πολεμήια, ἀλγεινοί ἀλεγεινοί. [5]
15
Διαίρεσις δέ ἐστι συλλαβῆς μακρᾶς ἀνάλυσις ἢ διάστασις εἰς δύο συλλαβάς. τὸ δὲ πάθος Ἰωνικόν ἐστι καὶ Θετταλικόν, τὸ δὲ πλέον Ἰωνικόν ἐστιν, οἷον κοῖλον κόϊλον, οἰωνῶν ὀϊωνῶν, παῖς πάϊς, Διομήδους Διομήδεος, βέλους βέλεος, (εἰ μὴ ἀνάπαλιν τὸ μὲν Διομήδους καὶ βέλους συνῄρηται, τὸ δὲ Διομήδεος καὶ βέλεος ὁλοκληρότατά εἰσιν, ἐπεὶ αἱ εἰς οῡς λήγουσαι γενικαὶ ἀπὸ περιττοσυλλάβων συναιροῦνται)· καὶ πάλιν πυλῶν πυλέων. Παρένθεσις δέ ἐστι προσθήκη φωνήεντος κατὰ τὸ μέσον οὐ ποιοῦντος συλλαβήν, οἷον πνέοντος πνείοντος, πλέοντος πλείοντος, ἕο εἷο, ἐμέο ἐμεῖο, σέο σεῖο, ἕαται εἵαται, κενός κεινός, ξένος ξεῖνος, ἔνατος εἴνατος, ἐνάλιος εἰνάλιος, ἐληλυθώς εἰληλ〈ο〉υθώς. [5]
Τὸ δὲ πάθος Ἰώνων. Διπλασιασμὸς δέ ἐστι τοῦ αὐτοῦ συμφώνου προσθήκη κατὰ τὸ μέσον οὐκ ἀποτελοῦντος συλλαβήν, οἷον ὅτι ὅττι, ὅπως ὅππως, ὁπότε ὁππότε, ἐρύσασθαι ἐρύσσασθαι, ἄδην ἄδδην, μέσον μέσσον, ἔδεισεν ἔδδεισεν, ἔνεπε ἔννεπε, τόσον τόσσον. [5]
Τὸ δὲ πάθος Ἰώνων καὶ Αἰολέων. Παρέμπτωσις δέ ἐστι προσθήκη συμφώνου κατὰ τὸ μέσον οὐκ ἀποτελοῦντος συλλαβήν, οἷον ἁλκυών ἁλκυδών, λεγόμεθα λεγόμεσθα, φερέβιος φερέσβιος, πόλις πτόλις, Πολεμαῖος Πτολεμαῖος.
Προσχηματισμὸς δέ ἐστι προσθήκη συλλαβῆς κατὰ τὸ τέλος· ἔστι δὲ τῶν τεσσάρων διαλέκτων ἴδιος, οἷον πολέμοις πολέμοισι, τοῖς τοῖσι, φίλοις φίλοισι, ὄνεια ὀνείατα, πρόσωπα προσώπατα, ἐγώ ἐγώνη, τύ τύνη, ἦς ἦσθα. Ἀφαίρεσίς ἐστι κατʼ ἀρχὴν ἀποβολὴ στοιχείου ἢ συλλαβῆς (τὸ δὲ πάθος τῶν Ἰώνων), οἷον ἑορτή ὁρτή, ἔτυπτον τύπτον, γαῖα αἶα, πτισάνη * τισάνη, τελέως λέως, τέως ἕως, ἐκεῖνος κεῖνος, ἐχθές χθές, καὶ τὰ ὅμοια. [5]
Ἄρσις δέ ἐστιν ἀποβολὴ κατʼ ἀρχὴν τῆς ἀναδεδιπλωμένης συλλαβῆς, οἷον βεβλῆσθαι βλῆσθαι, δεδέχθαι δέχθαι, βεβλημένος βλήμενος, δεδεγμένος δέγμενος· εἰ μὴ ἀνάπαλιν τὸ βλήμενος καὶ δέγμενός εἰσιν Αἰολικὰ συγκοπέντα κατὰ τὸ μέσον. Συστολὴ δέ ἐστιν ὅταν τὰ ἐκτεινόμενα δίχρονα συστέλληται ἢ τὰ μακρὰ εἰς τὰ βραχέα ἀντίστοιχα αὐτῶν μετασταθῇ, οἷον ἡμῖν ἁμίν, ὑμῖν ὑμίν, ἀργῆτα ἀργέτα, ξηρόν ξερόν, καὶ ἕτερα ὅμοια· φυσίζωος φυσίζοος. [5]
Συγκοπὴ δέ ἐστιν ἀποβολὴ συλλαβῆς κατὰ τὸ μέσον· ἀνατρέχει δὲ ὁ ὀξὺς τόνος, οἷον ἁλλόμενος ἄλμενος, καὶ αὐτός ἐστιν ὁ συγκοπτόμενος· μὴ συγκοπτόμενος δὲ ἀνατρέχει καὶ ἐφʼ ἕτερον λόγον. Αἰολέων δὲ τὸ πάθος, οἷον κακόμορος κάμμορος, δασύσκιος δάσκιος, κακοδαιμονέστερος καδδαιμονέστερος, ὡς παρʼ Ἐπιχάρμῳ (ed. Lorenz p. 238), καταβαλών καββαλών. τὸ δὲ κάτθανεν ἀπὸ τοῦ κατέθανεν (διὰ τὸ κακόφωνον δὲ οὐκ ἤλλακται τὸ τ̄), καὶ τὸ κὰπ φάλαρα (Π 106) ἀντὶ τοῦ κατὰ φάλαρα. δυνάμει γὰρ ταῦτα ἤλλακται· εἰς γὰρ τὰ ἀντίστοιχα αὐτῶν ψιλὰ ἤλλακται. Συναλοιφὴ δέ ἐστι δυοῖν συλλαβῶν κατὰ φωνήεντα ἕνωσις κατὰ μεταβολὰς τόνων. [10]
γίνεται δὲ κατὰ τρόπους ἑπτά· ἁπλοῦς μὲν τρεῖς, κατʼ ἔκθλιψιν, κρᾶσιν καὶ συναίρεσιν. κατʼ ἔκθλιψιν, οἷον ἐπὶ ἐμέ ἐπʼ ἐμέ, οὐχὶ οὕτως οὐχ οὕτως. κατὰ κρᾶσιν δέ, ὡς τἀμά ἀντὶ τοῦ τὰ ἐμά. κατὰ συναίρεσιν δέ, πάϊς παῖς, Νηρῇδες ἀντὶ τοῦ Νηρηΐδες. Συνθέτους δὲ ἐκ τούτων τέσσαρας· κατʼ ἔκθλιψιν καὶ συναίρεσιν, οἷον ἐγᾦμαι ἀντὶ τοῦ ἐγὼ οἶμαι, ἐγᾦδα ἀντὶ τοῦ ἐγὼ οἶδα. κατὰ κρᾶσιν καὶ συναίρεσιν, οἷον ᾡπόλος ἀντὶ τοῦ ὁ αἰπόλος. κατʼ ἔκθλιψιν καὶ κρᾶσιν, οἷον κἀγώ ἀντὶ τοῦ καὶ ἐγώ. κατʼ ἔκθλιψιν, κρᾶσιν καὶ συναίρεσιν, οἷον καὶ εἶτα κᾷτα, οἱ αἰπόλοι ᾡπόλοι. Ἔλλειψις δέ ἐστιν ἀποβολὴ φωνήεντος κατὰ τὸ μέσον οὐ ποιοῦντος συλλαβήν, οἷον ἀμνίον ἀντὶ τοῦ αἱμνίον (σημαίνει δὲ τὸ αἷμα δεχόμενον ἀγγεῖον), ἑταῖρος ἕταρος, ἀμύξαι ἀντὶ τοῦ αἱμύξαι, γεραόν ἀντὶ τοῦ γεραιόν. [5]
Παρέλλειψις δέ ἐστιν, ὅταν ἕν τι τῶν διπλασιαζομένων συμφώνων παραλείπηται, ὡς παρʼ Ἀλκαίῳ τὸ κάλιον ἀντὶ τοῦ κάλλιον (cf. p. 20, 23, An. Par. III 278, 9, Bergk poet. lyr. III 3 p. 961, 134 ). Ἔκθλιψις δέ ἐστιν ἀποβολὴ συμφώνου κατὰ τὸ μέσον, ὡς τὸ σκῆπτρον σκῆπτον παρʼ Αἰολεῦσιν.
Ἀποκοπὴ δέ ἐστι μιᾶς συλλαβῆς ἔνδεια κατὰ τὸ τέλος, (Δωριέων δὲ τὸ πάθος,) οἷον δῶμα δῶ, κρίμνον κρῖ, κυκεῶνα κυκεῶ, κίνδυνος κίνδυν. τὸ δὲ παρʼ Ἡσιόδῳ (Theog. 933) Ναίει χρύσεα δῶ ἀντὶ τοῦ δώματα οὐ δύο συλλαβῶν ἐστιν ἔνδεια, ἀλλὰ μιᾶς· φθάσαν γὰρ ἀπὸ τοῦ ἑνικοῦ ἀποκοπῆναι οὐκέτι ἐκλίθη. Ἕτερα πάθη λέξεων. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top