Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Tryphon (attributed): On the Modifications of Words

Library › Greek: Grammar & Reference › On the Modifications of Words

On the Modifications of Words is a short grammatical treatise transmitted under the heading 'according to Tryphon the grammarian', and generally regarded as a later epitome or reworking of the teaching of Tryphon, the Alexandrian grammarian of the Augustan age. It classifies the ways a word can be altered, by quantity and by quality, such as the addition, loss, lengthening or transposition of letters and syllables.

The theory of the 'passions' of words was central to ancient etymology and to the explanation of poetic and dialect forms, especially in Homer. This treatise gives a compact view of that system and of the technical vocabulary grammarians used for it, much of which later passed into Byzantine and Western grammar.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). The treatise is headed 'κατὰ Τρύφωνα' and survives as a later epitome or reworking of Tryphon's doctrine rather than his own text.

Ancient Greek · Grammar & Reference
On the Modifications of Words
Tryphon (attributed) · Book 3 · every word parsed
t
Τρύφωνος περὶ τῶν ἐν λέξει παθῶν. Τὰ τῆς λέξεως πάθη ἢ ἀπὸ πλεονασμοῦ γίνονται ἢ ἀπὸ ἐνδείας.
1
ἀπὸ πλεονασμοῦ μέν εἰσιν εἴδη ἐννέα· πρόσθεσις, ἀναδίπλωσις, ἔκτασις, ἐπέκτασις, διαίρεσις, παρένθεσις, διπλασιασμός, παρέμπτωσις καὶ 〈προ〉σχηματισμός. Τῆς ἐνδείας δὲ πάλιν ἐννέα ἀντικείμενα τοῖς ἤδη ῥηθεῖσιν· ἀφαίρεσις, ἄρσις, συστολή, συγκοπή, συναλοιφή, ἔλλειψις, 〈παρέλλειψισ〉, ἔκθλιψις καὶ ἀποκοπή· ὥσ〈τε〉 γίνεσθαι ἔκ τε τοῦ πλεονασμοῦ καὶ τῆς ἐνδείας συζυγίας ἐννέα ἀντικειμένας, αἳ καὶ ῥηθήσονται, πλὴν ἐφʼ ἑκάστης προτερεύσει μὲν τὰ πλεονασμοῦ, δευτερεύσει δὲ τὰ τῆς ἐνδείας. Πρόσθεσίς ἐστι προσθήκη κατʼ ἀρχὴν συλλαβῆς ἢ στοιχείου· συλλαβῆς μέν, οἷον σταφίς ἀσταφίς, στάχυς ἄσταχυς. [10]
στοιχείου δέ, οἷον εἱλόπεδον θειλόπεδον, οὖρος θοῦρος, κιδνάς σκιδνάς, ἅμα, θαμά, [ὅρος θόρος], καὶ τὰ τοιαῦτα. Ἀφαίρεσις δὲ ἀποβολὴ κατʼ ἀρχὴν συλλαβῆς ἢ στοιχείου· συλλαβῆς μέν, οἷον ἑορτή ὁρτή, ἐκεῖνος κεῖνος· στοιχείου δέ, οἷον πτισάνη * τισάνη, γαῖα αἶα, λείβω εἴβω. [5]
Ἀναδίπλωσίς ἐστι πρώτης συλλαβῆς διὰ τῶν αὐτῶν συμφώνων συλλαβὴν ποιούντων ἐπάλληλος ἐκφορά, οἷον κλῦθι κέκλυθι, κάμωσι κεκάμωσι, δάπτουσι δαρδάπτουσι, δέρκετο δεδέρκετο. Ταῦτα δὲ καὶ χάριν ἐμφάσεως ἔχουσι τὸ ρ̄. δῆλον γὰρ τὸ σφοδρὸν τῆς βρώσεως καὶ τὸ ἐπίμονον τῆς ὁράσεως. τὸ μέντοι δεδέρκετο καὶ κατὰ μετάθεσιν τοῦ ρ̄ γέγονεν. Ἄρσις ἐστὶν ἀποβολὴ κατʼ ἀρχὴν τῆς ἀναδιπλουμένης συλλαβῆς, οἷον βεβλῆσθαι βλῆσθαι, βεβλημένος βλήμενος, δεδεγμένος δέγμενος. [5]
Ἔκτασίς ἐστιν ὅταν ἢ τὰ συστελλόμενα δίχρονα ἐκταθῇ, ὡς τὸ Ἄρες Ἆρες, (τὸ γὰρ πρῶτον ᾱ μακρὸν γέγονεν,) ἢ τὰ φύσει βραχέα εἰς φύσει μακρὰ ἀντίστοιχα μεταστῇ, οἷον φυσίζοος φυσίζωος, λαοσσόος * λαοσσῶος, τιθέμενος τιθήμενος, Διόνυσος Διώνυσος. Συστολή ἐστιν ὅταν ἐκτεινόμενα δίχρονα συσταλῇ, οἷον ὑμῖν ὑμίν, ἢ τὰ φύσει μακρὰ εἰς φύσει βραχέα ἀντίστοιχα μεταστῇ [φυσίζωος φυσίζος (sic) λαοσῶος λαοσόος]· ἀργῆτα ἀργέτα, ξηρόν ξερόν· τὸ δὲ πόληος καὶ βασιλῆος καὶ τὰ τοιαῦτα κατὰ μὲν τὸ η̄ ἔκτασίς ἐστι, κατὰ δὲ τὸ ο̄ συστολή. [5]
Ἐπέκτασίς ἐστι πλεονασμὸς συλλαβῆς ἐντὸς τῆς πρώτης καὶ τελευταίας συλλαβῆς ἢ φωνήεντος ποιοῦντος συλλαβήν. καὶ συλλαβῆς μέν, οἷον ἔτυμον ἐτήτυμον, ἐδή ἐδωδή, ἀτηρός ἀταρτηρός. φωνήεντος δέ, οἷον γενή γενεή, ἀδελφός, ἀδελφεός, πυλῶν πυλέων, Εὔτυχον Εὐτύχιον, πολέμια πολεμήϊα, ἀλγεινοί ἀλεγεινοί, Ἡρακλεία Ἡρακληεία δύναμις. Συγκοπή ἐστιν ἀποκοπὴ συλλαβῆς ἐντὸς τῆς πρώτης καὶ τελευταίας συλλαβῆς ἢ φωνήεντος ποιοῦντος συλλαβήν· συλλαβῆς μέν, οἷον ὁμόπατρος ὄπατρος, ὁμότριχας ὄτριχας, ὁμοέτεας οἰέτεας. [5]
φωνήεντος δέ, οἷον φέρετε φέρτε, τίποτε τίπτε, πατέρος πατρός, καὶ τὰ τοιαῦτα. Διαίρεσίς ἐστι συλλαβῆς δίφθογγον ἐχούσης ἀνάλυσις ἢ διάστασις εἰς δύο συλλαβάς, οἷον κοῖλος κόϊλος, οἰωνός ὀϊωνός, παῖς πάϊς. [5]
10
τινὲς δὲ καὶ τὸ βέλεος καὶ Διομήδεος διαίρεσιν λέγουσιν. Συναλοιφή ἐστι δύο συλλαβῶν κατὰ τὰ φωνήεντα ἕνωσις.
γίνεται δὲ κατὰ τρόπους ἑπτά. ἁπλοῦς μὲν τρεῖς· κατὰ ἔκθλιψιν, κατὰ κρᾶσιν, κατὰ συναίρεσιν. συνθέτους δὲ τέσσαρας· κατὰ ἔκθλιψιν καὶ κρᾶσιν, κατὰ ἔκθλιψιν καὶ συναίρεσιν, κατὰ κρᾶσιν καὶ συναίρεσιν, καὶ κατὰ ἔκθλιψιν καὶ κρᾶσιν καὶ συναίρεσιν. Κριτέον δὲ πρῶτον τοὺς ἁπλοῦς· κατὰ ἔκθλιψιν μέν, οἷον ἐπὶ ἐμέ ἐπʼ ἐμέ· ὅταν ἐκθλιβομένου φωνήεντος οἱο〈υ〉δηποτοῦν βραχέος συνεκθλιβῇ καὶ ὁ χρόνος αὐτοῦ. κατὰ κρᾶσιν δέ, οἷον τὰ ἐμά τἀμά· καὶ ὅταν φωνήεντος βραχέος φθειρομένου ὁ χρόνος αὐτοῦ τῷ γειτονοῦντι βραχεῖ φωνήεντι προσελθὼν ἐκτείνῃ αὐτό. κατὰ συναίρεσιν δέ, οἷον Νηρηΐδα Νηρῇδα· καὶ ὅταν τὸ μὲν πλῆρες τῆς γραφῆς φυλάττηται καὶ ἡ δύναμις, ἐνδεῖ δὲ μόνον ἡ τῶν συλλαβῶν ποσότης. τοῦτο δὲ γίνεται ἐπὶ τῆς ῑ μόνου, ἣ καὶ προσγράφεται μὴ ἐκφωνουμένη. Κριτέον δὲ καὶ περὶ τῶν συνθέτων. κατὰ ἔκθλιψιν καὶ κρᾶσιν, οἷον καὶ ἐγώ κἀγώ· τέθλιπται γὰρ τὸ ῑ, κέκραται δὲ τὸ ᾱ καὶ ὁ τοῦ ε̄ χρόνος εἰς ᾱ μακρόν. κατὰ ἔκθλιψιν δὲ καὶ συναίρεσιν, οἷον ἐγὼ οἶδα, ἐγῷδα· τέθλιπται γὰρ τὸ ο̄, συνῄρηται δὲ τὸ ω̄, προσγραφέντος καὶ τοῦ ῑ. κατὰ κρᾶσιν καὶ συναίρεσιν, οἷον ὁ αἰπόλος ᾡπόλος· κέκραται γὰρ τὸ ο̄ καὶ ᾱ εἰς ω̄ μέγα, συνῄρηται δὲ τὸ ω̄ καὶ τὸ ῑ. κατὰ ἔκθλιψιν δὲ καὶ κρᾶσιν καὶ συναίρεσιν, οἷον οἱ αἰπόλοι ᾡπόλοι· τέθλιπται γὰρ τὸ ῑ τῆς οῑ διφθόγγου, κέκραται δὲ τὸ ο̄ καὶ ᾱ εἰς ω̄ μέγα, συνῄρηται δὲ τὸ ω̄ καὶ τὸ ῑ. ἔστι δὲ παρὰ ταῦτα καὶ ἕτερον εἶδος, ὅπερ ἰδιαζόντως συναλοιφὴ ὀνομάζεται. γίνεται δὲ ὅταν ἑνουμένων δύο λέξεων κατὰ φωνήεντα τὸ τῆς δευτέρας λέξεως φωνῆεν ε̄ τυγχάνον 〈ὂν〉 εἰς ῡ μεταβληθῇ, οἷον τὸ ἔλαιον τοὔλαιον, τὸ ἔργον τοὖργον, τὸ ἐναντίον τοὐναντίον, καὶ τὰ τοιαῦτα. Παρένθεσίς ἐστι προσθήκη φωνήεντος ἤτοι τοῦ ῑ ἐντὸς τῆς πρώτης καὶ τελευταίας συλλαβῆς, οἷον πλέοντες πλείοντες, ἕως εἵως, ἐμέο ἐμεῖο, ἕαται εἵαται, κενή κεινή, ἔνατος εἴνατος, ἐληλυθώς εἰληλ〈ο〉υθώς. [30]
Ἔλλειψίς ἐστιν ἀποβολὴ τοῦ αὐτοῦ φωνήεντος ἐντὸς τῆς πρώτης καὶ τελευταίας συλλαβῆς οὐ ποιοῦντος συλλαβήν, οἷον γηραιός γηραός, ἑταῖρος ἕταρος, Ἀλκαῖος Ἄλκαος, αἱμύξαι ἀμύξαι ἀντὶ τοῦ ξέσαι, εἰς Χύσην ἐς Χρύσην, καὶ τὰ ὅμοια. Διπλασιασμός ἐστι τοῦ αὐτοῦ συμφώνου προσθήκη ἐντὸς τῆς πρώτης καὶ τελευταίας συλλαβῆς οὐ ποιοῦντος συλλαβήν, οἷον μέσος μέσσος, ἔδεισεν ἔδδεισεν, τόσος τόσσος, ὅτι ὅττι, νήεσι νήεσσι, ἔνεπεν ἔννεπεν, ὁπότερος ὁππότερος. [5]
15
Παρέλλειψίς ἐστιν ἐντὸς τῶν αὐτῶν συμφώνων ἐκβολή· ἐντὸς τῆς πρώτης καὶ τελευταίας συλλαβῆς, οἷον κάλλιον κάλιον, ὤφελλες ὤφελες [θᾶττον θᾶτον]. Παρέμπτωσίς ἐστι προσθήκη ἑνὸς συμφώνου ἐντὸς τῆς πρώτης καὶ τελευταίας συλλαβῆς οὐ ποιοῦντος συλλαβήν, οἷον σκῆπτον σκῆπτρον.
[Omissa est ἔκθλιψις]. Προσχηματισμός ἐστι προσθήκη μιᾶς συλλαβῆς κατὰ τὸ τέλος, οἷον (spatium 4—6 litterarum vacuum).
Ἀποκοπή ἐστι μιᾶς συλλαβῆς κατὰ τὸ τέλος 〈ἀφαίρεσισ〉, οἷον δῶμα δῶ, κυκεῶνα κυκεῶ, Ἀπόλλωνα Ἀπόλλω, δάκρυον δάκρυ, ὅτι ὅ, ὡς τὸ ὅ μοι αἰετὸς ἔκτανε χῆνας (τ 543). τὸ δὲ χρύσεα δῶ (Hes. Theog. 933) οὐ δύο συλλαβῶν ἀποκοπὴν πέπονθεν, ἀλλὰ μιᾶς. φθάσαν γὰρ ἐπὶ τῆς εὐθείας ἀποκοπῆναι ἄκλιτον ἔμεινεν. Καὶ αὗται μὲν αἱ ἐννέα συζυγίαι τοῦ τε πλεονασμοῦ καὶ τῆς ἐνδείας εἰσίν, ἅπερ ὑπὸ ποσὰ ἀνάγονται. Ῥητέον δὲ καὶ περὶ τῆς μεταθέσεως καὶ μεταλήψεως, αἵπερ εἰσὶ τοῦ ποιητοῦ. Μετάθεσις τοίνυν ἐστὶ στοιχείου μετακίνησις ἀπὸ τῆς ἰδίας τάξεως ἐφʼ ἑτέραν τάξιν, ὡς ὅταν τὰ δαρτὰ δρατὰ λέγωμεν, καὶ τὸν πρόθ[υ]μον πόρθ[υ]μον, καὶ τὴν καρδίαν κραδίαν καὶ τὸ κράτος κάρτος, καὶ παρὰ Καλλιμάχῳ (Cer. [5]
86) ἀμιθρῆσαι ἀντὶ τοῦ ἀριθμῆσαι. καλεῖται δὲ καὶ ἐναλλαγὴ καὶ ὑπέρθεσις. Τὸ δὲ πάθος Ἰώνων. Μετάληψίς ἐστι στοιχείου μετακίνησις ἐφʼ ἕτερον στοιχεῖον, οἷον ἀπεδανός ἠπεδανός, * μέλαξ μάλαξ, αἱμοπόται, αἱμηπόται, καὶ τὰ ὅμοια.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top