Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Heliodorus of Prusa: Paraphrase of Aristotle’s Nicomachean Ethics

Library › Greek: Philosophy › Paraphrase of Aristotle's Nicomachean Ethics

This is a Greek paraphrase of Aristotle's Nicomachean Ethics, transmitted under the name of Heliodorus of Prusa, an ascription now regarded as false. The work is by an unknown Byzantine author, and its date is uncertain. Following Aristotle book by book, it restates his discussion of happiness, virtue, the voluntary, justice, the intellectual virtues, self-control, friendship and pleasure in plainer and fuller language.

Paraphrases of this kind were aids to reading Aristotle, and this one shows how the Ethics was studied and explained in the Byzantine world. It can also help modern readers follow the compressed argument of the original, set out in clearer Greek.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAG XIX.2 (Heylbut 1889)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). This Byzantine paraphrase was formerly ascribed to 'Heliodorus of Prusa', an ascription now regarded as false.

Ancient Greek · Philosophy
Paraphrase of Aristotle's Nicomachean Ethics
Pseudo-Heliodorus of Prusa · Part 1 · every word parsed
1 (1t)
ΗΛΙΟΔΩΡΟΥ ΠΡΟΥΣΑΕΩΣ ΠΑΡΑΦΡΑΣΙΣ ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ ΤΟ Α Ὅτι ἔστι τι ἔσχατον τέλο ς , πρὸς ὃ πᾶσαι τάττονται αἱ ἀνθρώπιναι πράξει ς . κε φ . α ʹ. Ἐν πάσῃ τέχνῃ καὶ μεθόδῳ ἀγαθόν τι ζητοῦμεν· καὶ προαιρούμεθα δὲ καὶ πράττομεν ἐκεῖνα, ὅθεν ἀγαθόν τι προσδοκῶμεν λαβεῖν. διὰ τοῦτο καλῶς ἀπεφήναντο ἐκεῖνο εἶναι τὸ ἀγαθόν, οὗ πάντα ἐφίεται. καὶ γὰρ οὐ μόνον τὰ λογισμῷ κινούμενα ἕνεκά τινος ἀγαθοῦ κινεῖται, ἀλλὰ καὶ τὰ φύσει κινούμενα πρός τι φέρεται τέλος ἀγαθὸν ἀλόγως, καθάπερ τὸ βέλος εἰς τὸν σκοπόν. ἔστι μὲν οὖν πάσης πράξεως καὶ κινήσεως τέλος. διαφορὰ δέ τις φαίνεται τῶν τελῶ ν. ἔστι γὰρ πράξεως τέλος ἔργον, ὥσπερ τῆς ναυπηγικῆς τὸ πλοῖον· ἔστι δὲ πάλιν πράξεως τέλος ἄλλη πρᾶξις, ὥσπερ τῆς ἱππικῆς τὸ ἱππεύειν. ἐφʼ ὧν δὲ οὐχ ἡ πρᾶξις τέλος ἀλλὰ ἔργον, ἐπʼ ἐκείνων βέλτιον τὸ ἔργον τῆς πράξεως. πολλῶν δὲ πράξεων οὐσῶν πολλὰ γίνεται καὶ τὰ τέλ η. ἰατρικῆς μὲν γὰρ τέλος ὑγίεια, ναυπηγικῆς δὲ πλοῖο ν , στρατηγικῆς δὲ νίκ η , οἰκονομικῆς δὲ πλοῦτο ς. συμβαίνει δὲ πολλὰς πράξεις καὶ τέχνας ὑπὸ μίαν δύναμιν εἶναι καὶ τέχνην πολλάκις, ἡνίκα διὰ τὸ τέλος ἐκείνης τῆς τέχνης ἐκεῖναι ζητοῦνται, οἷον ἡ χαλινοποιητικὴ καὶ ἡ ἱππικὴ καὶ πᾶσα πολεμικὴ πρᾶξις τὸ τέλος ζητοῦσι τῆς στρατηγικῆς· πᾶσαι γὰρ ἕνεκα τῆς νίκης ἐπιτηδεύονται. καὶ διὰ τοῦτο αἱ μὲν ὑπὸ τὴν στρατηγικὴν λέγονται εἶναι, ἡ δὲ στρατηγικὴ ἀρχιτεκτονικὴ πρὸς αὐτὰς καλεῖται· δύναται γὰρ ὅπερ ὁ ἀρχιτέκτων ἐν τοῖς τέκτοσι. καθάπερ γὰρ ἐκεῖνος ἀποβλέπων εἰς τὸ εἶδος τῆς οἰκίας ἐκεῖνα κελεύει ποιεῖν τοὺς τέκτονας, ἃ πρὸς ἐκεῖνο φέρει τὸ εἶδος, οὕτω καὶ ἡ στρατηγικὴ καὶ εἴ τις ἄλλη τοιαύτη ἀπὸ τοῦ ἰδίου τέλους ταῖς ἄλλαις δίδωσι τοὺς κανόνας. καὶ γὰρ καὶ τὸν χαλινὸν ὁ χαλινοποιὸς πρὸς τὴν νίκην ὥσπερ εἰς κανόνα ἀποβλέπων, τοιοῦτον ἐποίησεν, ὥστε ἁρμόττειν καὶ ἐπιτήδειον εἶναι τῷ ἐπειγομένῳ νικᾶν, καὶ τὴν ἐφεστρίδα ἕτερος, καὶ ἄλλοι ὅσοι τεχνῖται τῶν ἱππικῶν ὀργάνων εἰσί· καὶ ὁ ἱππικὸς οὕτω διέθηκεν ἑαυτόν.
ὥστε δυνηθῆναι νικᾶν καὶ ὁ στρατιώτης καὶ ὅλως πάσας τὰς ὑπὸ τὴν στρατηγικὴν τὸ τέλος αὐτῆς διατίθησιν. ἔστι μὲν οὖν ἑκάστῃ τῶν ὑπὸ τὴν ἀρχιτεκτονικὴν τέλος, καθάπερ χαλινοποιητικῇ χαλινὸς καὶ ἱππικῇ τὸ ἱππεύειν καὶ ταῖς ἄλλαις ἄλλο τι. ἔστι δὲ καὶ τῇ ἀρχιτεκτονικῇ τέλος, καθάπερ τῇ στρατηγικῇ ἡ νίκη· ἀλλὰ τὸ τέλος τῆς ἀρχιτεκτονικῆς βέλτιον καὶ προτιμότερον τῶν ἄλλων τελῶν. διότι καὶ τὰ τῶν ἄλλων τέλη τῶν ὑπʼ αὐτὴν διὰ τὸ ταύτης τέλος ζητεῖται, καθάπερ εἴρηται. εἰ δὲ καὶ μὴ πράξεις εἶεν τὰ τέλη τῶν πράξεων ἀλλὰ ἔργα, οὐδὲν κωλύει βέλτιον εἶναι καὶ αἱρετώτερον καὶ αὐτῶν τῶν ἔργων τὸ τῆς ἀρχιτεκτονικῆς τέλος, καὶ πρᾶξις ὄν. ὥσπερ χαλινοποιητικῆς μὲν τέλος ἔργον· χαλινὸς γάρ· στρατηγικῆς δὲ τέλος πρᾶξις· νίκη γάρ. καὶ οὐδὲν κωλύει τὴν νίκην βελτίω εἶναι καὶ αἱρετωτέραν τοῦ χαλινοῦ· τὸ γὰρ ἔργον βέλτιον τῆς πράξεως, οὐ πάσης, ἀλλὰ μόνης ἐκείνης, ἧς ἀποτέλεσμά ἐστι, διότι τέλος ἐκείνης ἐστί· τὸ δὲ τέλος ἀεὶ τιμιώτερον τοῦ πρὸς αὐτὸ τεταγμένου. ἔστι δὲ πολλαῖς ἓν τέλος, τὸ τῶν ἀρχιτεκτονικῶν· ἔστι δὲ καὶ πάσαις ὁμοῦ τέλος ἓν ἔσχατον, διʼ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦνται, καὶ οὐκέτι ἐκεῖνο διʼ ἄλλο, ἀλλὰ αὐτὸ διʼ ἑαυτό. καὶ γὰρ εἰ μὴ ἕν τι εἴη ἔσχατον τέλος, ἀλλὰ ἀεί τι διʼ ἕτερον αἱρούμεθα καὶ ἐκεῖνο διʼ ἄλλο καὶ ἀεὶ ἐν τῷ παρόντι ἄλλο ζητήσομεν, οὐδέποτε ἐπιτευξόμεθα, οὗ ἐφιέμεθα· καὶ οὕτω συμβαίνει ματαίαν καὶ κενὴν τὴν ὄρεξιν εἶναι, οὐκ ὄντος ἐφʼ οὗ στήσεται φερομένη. τοῦτο δὲ ἄτοπον· οὐδεμία γὰρ φυσικὴ ἔφεσις μάτην. ἀνάγκη τοίνυν ἕν τι ἔσχατον εἶναι τέλος· τοῦτο δʼ ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστο ν. ὥστε καὶ ἡ γνῶσις αὐτοῦ μεγάλη ἡμῖν πρὸς τὸν βίον ἔσται βοήθεια· συμβήσεται γὰρ τοῦ δέοντος μᾶλλον ἐπιτυγχάνειν, καθάπερ τοξόταις εἰς τὸν σκοπὸν βλέπουσιν. Ὅτι τῆς πολιτικῆς ἐστι τέλος τὸ ἔσχατον τέλο ς . κε φ . β ʹ. Εἰ δὲ τοῦτο οὕτως ἔχει, πειρατέον ὁρίσασθαι ὡς ἐν τύπῳ, τί ποτέ ἐστι τοῦτο τὸ ἔσχατον τέλος καὶ τίνος ἐστὶ προσεχῶς τῶν ἐπιστημῶν καὶ τῶν πράξεων. ἔστι μὲν γὰρ ἁπάσης τέχνης καὶ δυνάμεως κοινὸν τέλος, ἔστι δὲ καὶ προσεχῶς μιᾶς τινος δυνάμεως· καθάπερ τὸ τέλος τῆς ἀρχιτεκτονικῆς ἐστι μὲν καὶ πασῶν τῶν ὑπὸ τὴν ἀρχιτεκτονικήν, ἔστι δὲ καὶ προσεχῶς αὐτῆς τῆς ἀρχιτεκτονικῆς. δοκεῖ τοίνυν εἶναι τέλος τῆς κυριωτάτης τῶν τεχνῶν καὶ μάλιστα ἀρχιτεκτονικῆς. τοιαύτη δὲ ἡ πολιτικ ή· ταῖς γὰρ ἄλλαις τέχναις τὴν τάξιν καὶ τὸν καιρὸν αὐτὴ δίδωσι. τίνας γὰρ ἐπιστήμας ἐν ταῖς πόλεσιν εἶναι προσήκει, καὶ τίνας ἀνθρώπους ποίας ἐπιστήμας δέον μανθάνειν καὶ μέχρι τίνος, μόνης τῆς πολιτικῆς ἐστι σκοπεῖν· μόνη γὰρ ἡ πολιτικὴ τὰς μὲν πονηρὰς τῶν τεχνῶν τῆς πόλεως ἀπελαύνει, τὰς δὲ λυσιτελούσας οὐ συγχωρεῖ πάντας μανθάνειν ἢ μαθόντας ἀεὶ μεταχειρίζεσθαι.
οὐ γὰρ εἴ τις δυνάμενος στρατηγεῖν καὶ σῴζειν τὴν πόλιν, τοῦτον ἐᾷ σκυτοτομεῖν, οὐδὲ στρατιώτην εἶναι δίκαιον ἔτι ὄντα στρατηγὸν ἐποίησε· τῷ δὲ προσήκοντι τῇ τέχνῃ τοὺς καιροὺς ἀποδίδωσιν, ὥστε μὴ στρατηγεῖν, ὅτε ἡσυχίαν ἄγειν προσῆκεν. ὁ γὰρ πολιτικὸς πέμπει μὲν τὸν στρατηγὸν ὁπόταν δέῃ, κελεύει δὲ ἡσυχίαν ἄγειν ὅτε τούτου καιρός. εἰ γὰρ καὶ ὁ στρατηγὸς πολλάκις ἑαυτῷ δίδωσι τὸν καιρόν, ἀλλʼ οὐ τῇ στρατηγικῇ τέχνῃ. πάντες γὰρ οἱ τῆς τέχνης κανόνες τὸ τέλος τῆς τέχνης ἐκείνης μόνον σκοποῦσιν· ὃς δὲ πρὸς τοὐναντίον ἢ πρὸς ἄλλο φέρεται, οὐκ ἔστι τῆς τέχνης ἐκείνης κανών. ὥστε ὁ στρατηγὸς σκοπῶν, ὁπότε δεῖ πολεμεῖν καὶ διὰ τοῦτο ἡσυχάζων πολλάκις καὶ περὶ εἰρήνης διαπρεσβευόμενος δῆλός ἐστιν οὐ τῷ κανόνι τῆς στρατηγικῆς κεχρημένος, ἀλλʼ ἑτέρας τινὸς τέχνης μείζονος καὶ κυριωτέρας, ἥτις ἐστὶν ἡ πολιτική. ἐπεὶ τοίνυν καὶ τὰς τιμιωτάτας τῶν τεχνῶν ὑφʼ ἑαυτὴν ἡ πολιτικὴ ποιεῖται, λέγω δὴ στρατηγικὴν οἰκονομικὴν καὶ ῥητορικήν, καὶ ταῖς λοιπαῖς τῶν πρακτικῶν χρῆται πρὸς τὸ οἰκεῖον δηλαδὴ τέλος (πάσας γὰρ τάττει πρὸς τὸ κοινὸν τῆς πόλεως ἀγαθὸν καὶ διὰ τοῦτο νομοθετεῖ, τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθα ι) , τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλω ν. ἐπεὶ δὲ πάντα τὰ τῶν ἄλλων τέλη ζητεῖται διὰ τὸ εὖ εἶναι τὸν ἄνθρωπον, τὸ δὲ τέλος ἐστὶ τῆς πολιτικῆς, διʼ ὃ τὰ τῶν ἄλλων τέλη ζητοῦνται, φανερὸν ὅτι τοῦτο ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθό ν. καὶ δῆλον μέν, ὅτι τὸ αὐτὸ ἀγαθὸν ζητεῖται καὶ παρὰ ἑνὸς ἀνθρώπου καὶ παρὰ πόλεως, ἀλλʼ ὅμως μεῖζον καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται ἀγαθὸν καὶ λαβεῖν καὶ λαβόντα διασῶσαι. ἔστι μὲν γὰρ καὶ τὸ ἐν ἑνὶ ἀνθρώπῳ τὸ ἀγαθὸν διασῶσαι ἀγαπητόν, ἄν τε ἐν ἑτέρῳ τις ἄν τε ἐν ἑαυτῷ δυνηθῇ φυλάξαι· κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν, ὅσον ἡ τῶν πολλῶν εὐδαιμονία τῆς ἑνὸς ἀμείνων ἐστίν. ὥστε δικαιότερον ἂν εἴη τὸ τῆς πολιτικῆς τέλος ἔσχατον εἶναι τέλος καὶ ἔσχατον ἀγαθόν, ἥτις οὐχ ἓν μόνον τέλος ἀλλὰ τῶν ἄλλων πασῶν σκοπεῖ ὡς οἰκεῖα, κοινή τις οὖσα τέχνη καὶ πολιτική. Ὅτι οὐ δεῖ ἀκριβεστάτην ἀπόδειξιν ἐν τοῖς περὶ τῆς πολιτικῆς λόγοις ζητεῖ ν , ὅτι οὐ δίδωσιν ἡ κα τ ’ αὐτὴν ὕλ η . κε φ . γ ʹ . Λέγειν δὲ περὶ τούτου τοῦ τέλους προθυμουμένοις ἱκανὸς ἂν γένοιτο περὶ αὐτοῦ λόγος ὁ τῇ ὑποκειμένῃ ὕλῃ προσήκων· οὐ γὰρ ὁμοίως ἐν πᾶσι λόγοις τὸ ἀκριβὲς ζητήσομεν. οὐ γὰρ δυνατὸν ἐπὶ πάσης ὕλης ὁμοίως τὴν ἀκριβεστάτην ἀλήθειαν εὑρεῖν. ἀλλʼ ἐν μὲν τοῖς μαθηματικοῖς ἅτε ἀναγκαίαν ἔχουσιν ὕλην καὶ ἀεὶ ὡσαύτως ἔχουσαν, ἀμιγὴς ἡ ἀλήθεια καὶ οὐδὲν, ἡ ὕλη κωλύει τὸ ἀκριβές, ἐν δὲ τοῖς ἄλλοις, ἐν οἷς τὰ ὑποκείμενα οὐκ ἀναγκαῖα οὐδὲ ἀεὶ ὁμοίως ἔχει, ἀρκετός ἐστι λόγος ὁ ἀπὸ τῶν ὡς ἐπὶ τὸ πλεῖστον συνάγων.
οὕτω δὲ καὶ ἐπὶ τῶν δημιουργικῶν τεχνῶν ἔχει· τὸ γὰρ τεχνητὸν εἶδος οὐχ ὁμοίως ἐφαρμόζει ταῖς ὕλαις, ἀλλʼ ἐν μὲν ταῖς ἐπιτηδειοτέραις ἀκριβέστερον, ἐν δὲ ταῖς ἑτέρως ἐχούσαις οὐχ ὁμοίως· 〈τὸ γὰρ ἀνθρώπινον εἶδος οὐχ ὁμοίως ἐφαρμόσει〉 ταῖς ὕλαις ὅ τε πλάστης καὶ ὁ ζωγράφος· ὁ μὲν γὰρ ζωγράφος καὶ τὸ χρῶμα παρίστησι καὶ ὄγκον τινὰ δοκεῖ μιμεῖσθαι καὶ διάστασιν (ἡ γὰρ ὕλη συγχωρεῖ), ὁ δὲ πλάστης τὸν μὲν ὄγκον ἐφαρμόζει τῇ ὕλῃ, τὸ χρῶμα δὲ ἀπὸ τῆς ὕλης οὐκ ἔχει δεῖξαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. διὰ τοῦτο οὐ τὴν αὐτὴν ἀκρίβειαν παρὰ πάσης τέχνης ἀπαιτεῖν δεῖ, ἀλλʼ ὅσην ἡ ὕλη δίδωσι· τοιαύτη δέ ἐστι καὶ ἡ τῆς πολιτικῆς ὕλη πρὸς τὴν ἀλήθειαν. τὰ γὰρ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖ καὶ ἅπερ ὕλην ποιεῖται, τοσαύτην ἔχει διαφορὰν καὶ πλάνην, ὥστε καὶ δοκεῖ μὴ τὸ καλὸν φύσει καλὸν εἶναι μηδὲ τὸ δίκαιον φύσει δίκαιον, ἀλλὰ θέσει τινὶ καὶ νόμῳ· καὶ διὰ τοῦτο τὸ κατὰ ἀλήθειαν καλὸν καὶ δίκαιον δυσχερές ἐστι τοῦ δοκοῦντος διελεῖν. οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ τὰ ἀγαθά, ἐξ ὧν δοκεῖ συνίστασθαι ἡ εὐδαιμονία, ἀνδρείαν λέγω ἢ πλοῦτον ἢ τοιοῦτόν τι, καὶ αὐτὰ πλάνην ἔχει πολλὴν διὰ τὸ πολλοῖς συμβαίνειν βλάβας ἀ π ’ αὐτῶ ν . ἤδη γάρ τινες ἀπώλοντο διὰ πλοῦτο ν , ἕτεροι δὲ δ ι ’ ἀνδρεία ν. ἀγαπητὸν οὖν περὶ τοιούτων λέγοντας καὶ τοῦ ἐκ τούτων τέλους παχυλῶς καὶ ὡς ἐν τύπῳ τὴν ἀλήθειαν ἐνδείξασθαι· καὶ καθόλου περὶ τῶν ἐνδεχομένων ὡς ἐπὶ τὸ πολὺ λέγοντα καὶ τοῦ ἐκ τούτων τέλους ἱκανὸν ἂν εἴη τοιαῦτα καὶ συμπεραίνεσθαι. ὥσπερ δὲ ὁ περὶ τῆς πολιτικῆς λέγων οὐ δύναται ἀκριβεστέραν ἀλήθειαν εὑρεῖν ἢ ὅσην ἡ ὕλη δίδωσιν, οὕτω καὶ ὁ κρίνων τοὺς τοιούτους λόγους καλῶς ἂν κρίνοι, εἰ κατὰ τὸν ἴσον τρόπον μὴ ἀκριβεστέραν ἀλήθειαν ἀπαιτεῖ ἢ ὅσην ἡ ὕλη δίδωσιν, ἀλλὰ τὴν ἐνδεχομένην ἀποδέχεται· πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τὸ ἀκριβὲς ἐπιζητεῖν κα θ ’ ἕκαστον γένος μεθόδου, ἐ φ ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχετα ι. ἐν μὲν γὰρ τῷ τῶν μαθηματικῶν γένει, καθὼς εἴρηται, οὐδὲν ἐνδεχόμενον συγχωρήσει, ἐν δὲ τοῖς λογικοῖς ἢ τοῖς φυσικοῖς ἢ τοῖς ἄλλως ἔχουσιν οὐχ ὡσαύτως. παραπλήσιον γάρ ἐστι μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖ ν. Ὅτι τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων ἔμπειρον εἶναι δεῖ τῶν κατὰ τὸν βίον πράξεω ν . κε φ . δ ʹ . Ἡ μὲν οὖν προσήκουσα κρίσις τῶν λόγων τοιαύτη. κρινεῖ δὲ ἐκεῖνα καλῶς ἕκαστος ἃ καλῶς γινώσκει καὶ τούτων ἐστὶν ἀγαθὸς κριτή ς. ὥστε καὶ ἐπὶ τῆς πολιτικῆς ἐκεῖνος κρινεῖ καλῶς, ὃς πεπαιδευμένος ἐστὶ τὰ πολιτικὰ καὶ ἀπὸ τοῦ χρόνου πεῖραν ἔλαβεν αὐτῶν· καὶ ὁ μὲν ἔν τισι μερικοῖς πεπαιδευμένος ἐκεῖνα κρινεῖ καλῶς, ὁ δὲ περὶ πᾶν πεπαιδευμένος ἀξιόχρεως ἔσται περὶ πάντων κριτής.
5
διὰ τοῦτο τῶν περὶ τῆς πολιτικῆς λόγων οὐκ ἔστιν ὁ νέος οἰκεῖος ἀκροατής· ἄπειρος γὰρ τῶν κατὰ τὸν βίον πράξεω ν. οἱ δὲ τῆς πολιτικῆς λόγοι, οἱ μὲν περὶ τούτων διαλαμβάνουσιν, οἱ δὲ ἐκ τούτων συμπεραίνονται. ἔτι δὲ οὔπω κατὰ λόγον ζῶν ἀλλʼ ἔτι πάθεσι καὶ ἀνέσει καὶ συνηθείᾳ ἀκολουθῶν ματαίως ἀκούσεται καὶ ἀνωφελῶ ς· οὐ γὰρ πρὸς τὸ τέλος ἀφικέσθαι δυνήσεται τῶν λόγων καὶ τὸ ἦθος ἀμεῖψαι καὶ κατὰ λόγον ζῆν, ὑπὸ τῆς συνηθείας ἔτι κρατούμενος. τὸ γὰρ τέλος τῶν τοιούτων λόγων οὐ γνῶσις ἀλλὰ πρᾶξις. οὐ μόνον δὲ ὁ νέος ἀλλὰ καὶ ὁ νεαρὸς τὸ ἦθος, εἰ καὶ τὴν ἡλικίαν ὑπερέβη τῶν νέων, ὁμοίως ἀνωφελῶς ἀκούσεται τῶν περὶ τῆς πολιτικῆς λόγων, ζῶν ἔτι τὴν προσήκουσαν τοῖς νέοις ζωήν. καὶ γὰρ καὶ τῷ νέῳ τὴν ἡλικίαν οὐ παρὰ τὸν χρόνον ἡ ἔλλειψις ἀλλὰ διὰ τὸ μὴ λογισμῷ διοικεῖσθαι ἀλλὰ κατὰ πάθος ἔτι ζῆν καὶ κατὰ πάθος πάντα ζητεῖν. τοῖς γὰρ τοιούτοις ἡ γνῶσις τῶν λόγων τούτων ἀνωφελής, καθάπερ τοῖς πάντῃ ἀκολάστοις καὶ περὶ τὰς ἡδονὰς ἀκρατέσι. τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις καὶ πράττουσι πολλὴν ὠφέλειαν φέρει τὸ περὶ τῶν τοιούτων λόγων εἰδέναι. ἐν ἐκείνοις γὰρ ὁ λογισμός, ἃ νοήσει δέοντα παρὰ τούτων τῶν λόγων καὶ δυνήσεται ποιεῖν τῆς τῶν παθῶν δουλείας ἀπηλλαγμένος καὶ δυνάμενος ἤδη τῇ ἰδίᾳ χρῆσθαι δυνάμει. Ὅτι τῆς πολιτικῆς τέλος ἐστὶν ἡ εὐδαιμονία καὶ ὅτι ἐπιγνωσόμεθα αὐτὴν τίς ἐστιν ἀπὸ τῶν πράξεων τῆς πολιτικῆ ς . κε φ . ε ʹ. Ὁποῖον μὲν οὖν εἶναι δεῖ τὸν ἀκροατὴν τῶν περὶ τῆς πολιτικῆς λόγων καὶ πῶς κρίνειν δεῖ καὶ ἀποδέχεσθαι τοὺς λόγους καὶ τί τὸ προκείμενον ἡμῖν ἐν τῷ παρόντι, ἱκανῶς ἐπροοιμιασάμεθα. ἀναλαβόντες δὲ τὸν λόγον λέγωμεν ἤδη· ἐπειδὴ πᾶσα γνῶσις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται, τί ἐστιν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθα ι; καὶ πασῶν πράξεων ἐπί τι ἀγαθὸν φερομένων, καθὼς εἴρηται, πρὸς τί αὕτη φέρεται; καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτικῶν 〈ἀγαθῶν〉, ὃ τέλος ἐστὶ τῆς πολιτικῆς; τὸ μὲν οὖν ὄνομα αὐτοῦ ἓν παρὰ τῶν πλείστων καὶ τὸ αὐτὸ λέγεται καὶ ἐν τούτῳ καὶ οἱ πολλοὶ καὶ οἱ βέλτιστοι τῶν ἀνθρώπων συμφωνοῦσιν. εὐδαιμονίαν γὰρ αὐτὸ ὀνομάζουσι πάντες. τὸ δὲ εὖ ζῆν καὶ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖ ν. περὶ δὲ τοῦ τί ἐστιν ἡ εὐδαιμονία ἀμφισβητοῦσι καὶ οὐχ ὁμοίως τοῖς πολλοῖς οἱ σοφοὶ λέγουσι περὶ αὐτῆς. οἱ πολλοὶ γὰρ ἕν τι τῶν ἐναργῶν καὶ δοκούντων ἀγαθῶν τὴν εὐδαιμονίαν φασίν, οἷον ἡδονὴν ἢ πλοῦτον ἢ τιμή ν· ἄλλοι δὲ ἄλλο τοιοῦτον. καὶ πολλάκις δὲ ὁ αὐτὸς οὐκ ἀεὶ τὸ αὐτὸ εὐδαιμονίαν ὀνομάζει, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο· νοσήσας μὲν γὰρ τὴν ὑγίειαν, πενόμενος δὲ πλοῦτον, καὶ ὅλως ἀεὶ οὗ νῦν ἐπιθυμεῖ τις, εὐδαιμονίαν ὀνομάζει.
οἱ δὲ σοφίας ἐρῶντες, ὧν ἑαυτοῖς συνίσασιν ἀγνοοῦσιν, ἐφίενται μανθάνειν καὶ τοὺς μέγα τι καὶ ὑπὲρ αὐτοὺς λέγοντας θαυμάζουσι ν. ἔνιοι δὲ ἐνόμισαν παρὰ τὰ πολλὰ ταῦτα ἀγαθὰ ἄλλο τι ἀγαθὸν εἶναι τὴν εὐδαιμονίαν, καθʼ ἑαυτὸ ὑφεστός, ὃ καὶ τοῖς ἄλλοις αἴτιον εἶναι τῆς ἀγαθότητος. ἁπάσας μὲν οὖν ἐξετάζειν τὰς περὶ τῆς εὐδαιμονίας δόξας μάταιον ἴσως ἐστίν· ἱκανὸν δέ ἐστιν εἰ ἐξετάσομεν τὰς ἐπὶ τὸ πολὺ καὶ ὑπὸ πλειόνων νομιζομένας ἢ δοκούσας ἔχειν τινὰ λόγο ν. ἐπεὶ δὲ περὶ ἀρχῆς ὁ λόγος (ἀρχὴ γὰρ καὶ αἰτία ἐστὶ τὸ τέλος τῶν πράξεων· διʼ ἐκεῖνο γάρ τι πράττομεν), ζητητέον, πῶς δεῖ ποιήσασθαι τὸν περὶ αὐτῆς λόγον· ἔχει γὰρ διαφοράν. καὶ πρῶτον περὶ τῶν αἰτίων μικρὸν διαληψόμεθα. τῶν γὰρ αἰτίων τὸ μὲν τελικόν ἐστι, τὸ δὲ εἰδικόν, τὸ δὲ ὑλικόν, τὸ δὲ ποιητικόν. καὶ ποιητικὸν μὲν ἡ ἐνέργεια τοῦ τεχνίτου, ὑλικὸν δὲ τὰ ξύλα καὶ οἱ λίθοι ἐξ ὧν ἡ οἰκία, εἰδικὸν δὲ τὸ εἶδος τῆς οἰκίας, τελικὸν δέ, διʼ ὃ ἡ οἰκία γέγονεν. ἐπεὶ δὲ ταῦτα αἴτιά εἰσι τοῖς πράγμασι τοῦ εἶναι, αἴτιά εἰσι καὶ τῆς γνώσεως αὐτῶν καὶ διʼ αὐτῶν δύνανται ἐκεῖνα γινώσκεσθαι. ἐὰν γάρ τις εἰδῇ τὴν τέχνην τοῦ τεχνίτου, καθʼ ἣν τὴν οἰκίαν ἐδημιούργησεν, εἴσεται τὴν οἰκίαν ἢ ἀγαθὴν ἢ φαύλην, ὅσον τῇ τέχνῃ προσῆκε· καὶ ὁ τὴν ὕλην εἰδὼς καὶ ὁ τὸ εἶδος, ὁμοίως. πάλιν δὲ γινώσκοντες τί τὸ τέλος αὐτῆς, εἰσόμεθα ἢ ἀγαθὴν ἢ φαύλην. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν, ἀπὸ τοῦ εἰδέναι τὸ ἀποτέλεσμα τὰς αἰτίας γινώσκειν· ὁ γὰρ εἰδὼς τὴν οἰκίαν τὴν τέχνην εἴσεται τοῦ τεχνίτου, καὶ τὰ ἄλλα ὁμοίως. ὥστε τοὺς λόγους διχῶς ἀνάγκη γίνεσθαι· ἢ ἀπὸ τῶν ἀποτελεσμάτων τὰς ἀρχὰς ἀποδεικνύναι, ἢ ἀπὸ τῶν ἀρχῶν τὰ ἀποτελέσματα. χρησόμεθα δὲ ἑκατέρᾳ τῶν μεθόδων κατὰ καιρόν. καὶ ἀπὸ μὲν τῶν ἀρχῶν ἀποδείξομεν, ὅταν αὐταὶ δῆλαι ὦσιν· τὸ δὲ ἀνάπαλιν, ὅταν τὰ ἀποτελέσματα φανερώτερα ᾖ. διὰ τοῦτο καὶ Πλάτων καλῶς ἐζήτει τοῦτο καὶ ἠπόρει, ὡς οὐκ ἀδιάφορον ὂν ἐπὶ παντός, πότερον ἀπὸ τῶν ἀρχῶν ἡ προσήκουσα τῆς ἀποδείξεως ὁδὸς ἢ ἐπὶ τὰς ἀρχάς, ὥσπερ ἐν σταδίῳ ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας ἢ τὸ ἀνάπαλιν. διττῆς οὖν οὔσης τῆς ὁδοῦ, πόθεν ἡμῖν ἀρκτέον; ἢ δῆλον ὅτι ἀπὸ τῶν ἀποτελεσμάτων, δηλονότι τῶν πολιτικῶν πράξεων, ὧν ἀρχὴ καὶ αἴτιον τὸ πολιτικὸν τέλος ἐστί. δεῖ γὰρ ἀπὸ τῶν γνωρίμων ἄρξασθαι οὐ τῇ φύσει ἀλλʼ ἡμῖν. φύσει μὲν γὰρ γνώριμα λέγονται αἱ ἀρχαὶ καὶ τὰ αἴτια· ἐκεῖνα γὰρ ἡ φύσις πρότερα παρίστησι καὶ πρὸς ἐκεῖνα πρώτως ὁρᾷ. ἡμῖν δὲ τὰ ἀποτελέσματα γνώριμα, ὅθεν ἀρκτέον· οὕτω γὰρ σαφὴς ἔσται ὁ λόγος ἀπὸ τῶν ἡμῖν γνωρίμων γινόμενος. Ὅτι τὸν ἀκουσόμενον τῶν περὶ τῆς πολιτικῆς λόγων ἐν ἔθει δεῖ εἶναι τῶν ἀγαθῶν πράξεω ν . κε φ . ϛ ʹ. Διὰ τοῦτο τὸν ἀκουσόμενον τῶν τοιούτων λόγων, εἰ μέλλει καλῶς αὐτοὺς γινώσκειν καὶ κρίνειν ὀρθῶς καὶ ἐκ τούτων ὠφελεῖσθαι, προσήκει ἐν ἔθει εἶναι τῶν καλῶν καὶ δικαίων πράξεων.
εἰ μὲν γὰρ ἀπὸ τῶν ἀρχῶν ἀπεδείκνυμεν τὰς πολιτικὰς πράξεις ἀγαθὰς εἶναι, καὶ τὸν μὴ πεπαιδευμένον ἐν ταῖς τοιαύταις πράξεσιν ἐπείθομεν ἄν, λόγων ἀνάγκῃ δήσαντες· ἐπεὶ δὲ ἀπὸ τῶν ὑστέρων τὴν ἀρχὴν βουλόμεθα ἀποδεικνύναι, τῶν πολιτικῶν πράξεων δηλονότι, καὶ δεῖ ὑποκεῖσθαι περὶ αὐτῶν καθάπερ ἀρχὴν ἀποδείξεως ὅτι ἀγαθαί, φανερὸν ὅτι οὐ δύνανται πεισθῆναι, εἰ μὴ ὁ πείρᾳ καλὰς καὶ δικαίας τὰς τοιαύτας πράξεις εἰδώς. εἰ γὰρ τὸ ὅτι ἀγαθαὶ αἱ πράξεις ἀρκούντως δέξαιτό τις, οὐδὲν δεησόμεθα τοῦ διότι· τὴν δὲ αἰτίαν, τὸ τέλος δηλονότι, ἢ γινώσκει ἤδη ἢ ἀκούσας ῥᾳδίως γνώσεται· ὃς δὲ οὐδέτερον ἔχει τούτων, καὶ μήτε αὐτὸς γινώσκει, μήτε παρʼ ἑτέρου δύναται μανθάνειν, ἀκουσάτω τῶν Ἡσιόδο υ· οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ, ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὅδʼ αὖτʼ ἀχρήϊος ἀνήρ. Ὅτι τρεῖς εἰσι βίοι · ὁ κα θ ’ ἡδονή ν , ὁ τὴν τιμὴν ζητῶ ν , ἐν οἷς καὶ ὁ χρηματιστικὸς θεωρεῖτα ι , καὶ τρίτος ὁ θεωρητικός · καὶ ὅτι οὔτε ὁ τὴν ἡδονὴν οὔτε ὁ τὴν τιμὴν οὔτε ὁ τὰ χρήματα ζητῶν τὴν εὐδαιμονίαν ζητε ῖ . 〈κε φ . ζ ʹ .〉 Ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξέβημε ν. ἦν δὲ ἡμῖν ὁ λόγος περὶ τοῦ ὅτι διαφόρους οἱ ἄνθρωποι περὶ τῆς εὐδαιμονίας ἔχουσι δόξας. ἕκαστος τοίνυν ἀκολούθως τῷ οἰκείῳ βίῳ τὴν εὐδαιμονίαν ὁρίζεται· ὥστε καὶ ὁ πολλοὶ καὶ ἀκόλαστοι τὴν ἡδονήν φασι τὴν εὐδαιμονίαν εἶναι· διὰ τοῦτο καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικό ν. οἱ γὰρ καθολικοὶ βίοι μάλιστα τρεῖς εἰσιν· ὅ τε καθʼ ἡδονὴν καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός. ὁ μὲν οὖν πρῶτος βίος οὐδὲν ἱερόν· ἀνδραποδώδεις γὰρ ἐπιεικῶς οἱ τοῦτον διώκοντες καὶ βοσκημάτων βιοῦσι βίον. λόγου δέ τινος ἄξιος φαίνεται διὰ τὸ πολλοὺς τῶν ἐν ἐξουσίαις τοῦτον αἱρουμένους τὸν βίον ὁμοιοπαθεῖν Σαρδαναπάλῳ. τὸν δὲ δεύτερον οἱ βελτίους τῶν ἀνθρώπων αἱροῦνται καὶ οἱ τὰς ἀγαθὰς διώκοντες πράξεις ἡγοῦνται τὴν τιμήν· σχεδὸν γὰρ καὶ πολιτικοῦ βίου τὸ τέλος (οὐ τὸ ὂν λέγω ἀλλὰ τὸ παρὰ πάντων ζητούμενον) ἡ τιμή ἐστι. φαίνεται δέ, ὅτι οὐ τοῦτό ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ τῶν δοκούντων καὶ αὐτό ἐστι καὶ φαινομένων ἀγαθῶν. τὸ γὰρ ἀληθῶς ἀγαθόν, διʼ οὗ τις εὐδαιμονεῖ, ἐν αὐτῷ δεῖ εἶναι· ἡ δὲ τιμὴ οὐκ ἔστιν ἐν τῷ τιμωμένῳ ἀλλὰ μᾶλλον ἐν τῷ τιμῶντι· οὐκ ἄρα ἐν τῇ τιμῇ ἡ εὐδαιμονία.
δεῖ γὰρ τῷ εὐδαίμονι οἰκεῖον εἶναι τὸ ἀγαθὸν καὶ δυσαφαίρετον. ἔτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα πιστεύσῃ περὶ ἑαυτοῦ ὅτι ἀγαθός ἐστι· καὶ διὰ τοῦτο ζητεῖ ὑπὸ τῶν φρονίμων τιμᾶσθαι καὶ παρʼ οἷς γινώσκεται, καὶ ἐπʼ ἀρετῇ. φαίνεται τοίνυν, ὅτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα ἀγαθὸς δοκῇ καὶ σπουδαῖος διὰ τὴν ἀρετήν· ὥστε δῆλον, ὅτι οὐ διʼ ἑαυτὴν ἡ τιμὴ διώκεται ἀλλὰ διὰ τὴν ἀρετήν. καὶ διὰ τοῦτο αὐτὴ μὲν οὐκ ἂν εἴη ἔσχατον τέλος ἀλλὰ μᾶλλον ἡ ἀρετή. ἔστι δὲ καὶ αὐτὴ ἀτελής, καὶ οὐκ ἂν εἴη ἐν αὐτῇ τὸ τέλειον ἀγαθὸν ἡ εὐδαιμονία· ὅτι δὲ ἀτελής ἐστι, δῆλον· δυνατὸν γάρ τινα ἕξιν ἀρετῆς ἔχειν καὶ μὴ ἐνεργεῖν κατʼ αὐτήν, ἢ καθεύδοντα ἢ ἄλλον τρόπον ἀπρακτοῦντα διὰ βίου ἢ κακοπαθοῦντα καὶ δυστυχοῦντα καὶ ἀτυχοῦντα τὰ μέγιστα, καὶ οὕτως ἀτελῆ τὴν ἀρετὴν ἔχειν. τὸν δὲ οὕτω βιοῦντα οὐδεὶς ἂν εὐδαιμονίσειεν, εἰ μή που αὐτὸ ὑπόθοιτο καὶ ὀνομάζοι εὐδαιμονίαν τὴν ἕξιν τῆς ἀρετῆς. καὶ περὶ μὲν τοῦ καθʼ ἡδονὴν βίου καὶ τοῦ πολιτικοῦ εἴρηται. ἱκανῶς γὰρ ἐν τοῖς ἐγκυκλίοις περὶ αὐτῶν εἴπομεν· περὶ δὲ τοῦ βίου τοῦ θεωρητικοῦ μετὰ ταῦτα ἐπισκεπτέον· νῦν γὰρ τὸ προκείμενον ἄλλο. ἔστι δὲ καὶ ἄλλος βίος ἐν αὐτοῖς θεωρούμενος τοῖς εἰρημένοις, ὁ τοῦ χρηματιστοῦ· καὶ γὰρ καὶ ὁ τὴν ἡδονὴν καὶ ὁ τὴν τιμὴν διώκων χρήματα ἐθέλει συλλέγειν. καὶ διὰ τοῦτο τρεῖς ἔφαμεν τοὺς μάλιστα προέχοντας βίους. οὗτος γὰρ ἐν αὐτοῖς θεωρεῖται καὶ ἔστι βίαιος. οὔτε γὰρ τὸ ἀγαθὸν διώκει, ὃ τέλειόν ἐστιν, οὔτε πάνυ δοκεῖ διώκειν. ὅθεν οὐ πολλοῖς ἐστιν ἐραστός· ὀλίγοι γὰρ εἵλοντο πάσης τῆς ἐν βίῳ σπουδῆς τέλος τὰ χρήματα ἔχειν. ὅτι δὲ οὐδʼ αὐτὸς τὸ ἔσχατον ἀγαθὸν ζητεῖ, πρόδηλον· ὁ γὰρ πλοῦτος διὰ τὴν χρῆσίν ἐστιν ἀγαθὸς καὶ ἄλλου χάριν ζητεῖται, τιμῆς ἕνεκα ἢ ἡδονῆς· τὸ δὲ ἔσχατον ἀγαθὸν διʼ ἑαυτὸ δεῖ ἀγαθὸν εἶναι. διὸ μᾶλλον τὰ πρότερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι, ἡδονὴν λέγω καὶ τὴν τιμήν· δ ι ’ αὑτὰ γὰρ ἀγαπᾶτα ι . φαίνεται δὲ οὐ δ ’ ἐκεῖνα τὰ τέλεια ἀγαθά· καίτοι πολλοὶ λόγοι περὶ αὐτῶν ἐγένοντο πολλοῖς τῶν παλαιῶν, τῶν μὲν τὴν ἡδονὴν τῶν δὲ τὴν τιμὴν λεγόντων ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὖν ἀφείσθ ω. Ὅτι οὐκ ἔστι μία ἰδέα τοῦ ἀγαθοῦ. κεφ. ηʹ. Ἐπεὶ δὲ περὶ τοῦ ἐσχάτου τέλους ὁ λόγος ἡμῖν, ὃ δοκεῖ καθόλου τι ἀγαθὸν εἶναι, σκεπτέον περὶ τοῦ καθόλου πῶς λέγεται καὶ εἰ ἔστι τις ἰδέα τοῦ ἀγαθοῦ. καίτοι προσάντης ὁ λόγος οὗτος ἡμῖν διὰ τὸ φίλους εἶναι τοὺς εἰσενεγκόντας τὸν περὶ τῶν ἰδεῶν λόγον. ὁ δὲ λόγος, εἶναί τινα ἰδέαν ἑκάστου τῶν ὄντων, καθʼ ἑαυτὴν ὑφεστηκυῖαν. δόξειε δ ’ ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἐπὶ τῷ σῶσαι τὴν ἀλήθειαν, ἄλλως τε καὶ φιλοσόφους ὄντα ς.
ἀμφοῖν γὰρ ὄντων φίλων, τῆς τε ἀληθείας καὶ τοῦ περὶ τῶν ἰδεῶν εἰπόντος, ὅσιον προτιμᾶν τὴν ἀλήθεια ν. οἱ δὲ ταύτην εἰσαγαγόντες τὴν δόξαν οὐκ ἔλεγον ἐκείνων τῶν ὄντων μίαν ἰδέαν εἶναι, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἦν. καὶ διὰ τοῦτο οὐδὲ τοῦ ἀριθμοῦ μίαν ἐποίουν ἰδέαν, ὅτι τὸ πρῶτον καὶ δεύτερον ἔχει. ἐπεὶ δὲ ἐν τῷ ἀγαθῷ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι, φανερὸν ὅτι οὐκ ἂν εἴη μία αὐτοῦ ἰδέα. ὅτι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν ἰδεῖν ἐν τῷ ἀγαθῷ, δῆλον. ἔστι γὰρ τὸ ἀγαθὸν καὶ ἐν τῇ οὐσίᾳ, οἷον νοῦς ἢ θεός, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν τῷ ποσῷ τὸ σύμμετρον, καὶ ἐν τῷ ποῦ δίαιτα (ἡ γὰρ δίαιτα τόπος ἐστίν, ἐν ᾧ εὖ διάγομεν), καὶ ἐν τῷ πότε καιρός (ἔστι γὰρ ὁ καιρὸς ὁ ἐπιτήδειος ἑκάστῳ χρόνος), καὶ ἐν τοῖς ἄλλοις ὁμοίως. ἐν τούτοις δὲ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστιν· ἡ γὰρ οὐσία προτέρα ἐστὶ τοῦ πρός τι, καὶ ὅτι ἡ μὲν καθʼ αὑτό ἐστι, τὸ δὲ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι, καὶ ὅτι ἡ μὲν ἄσχετος, τὸ δὲ ἐν σχέσει ἐστί· παραφυάδι γὰρ ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντο ς . ἔτι ἐπεὶ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντ ι, πολλαχῶς δὲ λέγεται τὸ ὄν, πολλαχῶς ἂν λέγοιτο καὶ τὸ ἀγαθόν, καὶ οὐκ ἂν εἴη κοινόν τι καὶ καθόλου καὶ ἕν · οὐ γὰρ ἂν ἐν πάσαις ταῖς κατηγορίαις ἐλέγετο, καθὼς εἴρηται, ἀλ λ ’ ἐν μιᾷ μόν ῃ. ἔτι ἐπεὶ μιᾶς ἰδέας μία ἐστὶν ἐπιστήμη, ἦν ἂν καὶ μία ἐπιστήμη τοῦ ἀγαθοῦ, εἴ γε ἦν μία ἰδέα. ἀλλὰ τοῦτο οὐκ ἔστιν· οὐκ ἄρα μία ἐστὶν ἰδέα τοῦ ἀγαθοῦ. ὅτι δὲ πολλαὶ ἐπιστῆμαι τοῦ ἀγαθοῦ, φανερόν. οὐ μόνον γὰρ τῶν ἐν διαφόροις ὄντων κατηγορίαις οὐκ ἔστι μία ἐπιστήμη ἀλλὰ καὶ τῶν ὑπὸ μίαν, οἷον ἐν τῷ πότε τὸ ἀγαθὸν ὁ καιρός ἐστιν. οὗτος δὴ ὁ καιρὸς καὶ ἐν πολέμῳ ἐστὶ καὶ ἐν νόσῳ, οὐ τῆς αὐτῆς δὲ ἐπιστήμης· ἀλλʼ ὁ μὲν ἰατρικὸς τὸν ἐν τῇ νόσῳ καιρόν, ὁ δὲ στρατηγικὸς τὸν ἐν τῷ πολέμῳ γινώσκει. καὶ τὸ σύμμετρον, ὅ ἐστι τοῦ ποσοῦ, καὶ ἐν τροφῇ καὶ ἐν πόνοις· καὶ τὸ μὲν γυμναστικῆς, τὸ δὲ ἰατρικῆς εἰδέναι. ἔτι ἐπεὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ αὐτοανθρώπῳ εἷς καὶ ὁ αὐτὸς ὁρισμός ἐστι, καὶ ἐν τῷ ἵππῳ καὶ ἐν τῷ αὐτοΐππῳ, τῇ ἰδέᾳ δηλονότι (εἰ γὰρ διάφορος, πῶς ἂν εἴη αὐτοῦ ἰδέα;), φανερὸν ὅτι οὐδὲν διαφέρει ὁ ἄνθρωπος ᾗ ἄνθρωπος τοῦ αὐτοανθρώπου· καὶ ἐπὶ πάντων ὁμοίως· ὥστε καὶ τὸ ἀγαθὸν ᾗ ἀγαθὸν οὐδὲν διαφέρει τοῦ αὐτοαγάθου. φανερὸν γάρ, ὅτι οὐ διοίσουσιν ὡς ἀγαθά, ὅτι τὸ μὲν αὐτοάγαθον ἀΐδιον, τὸ δὲ οὔ, ὥσπερ οὐδὲ τὸ πολυχρόνιον λευκὸν τοῦ ἐφημέρου λευκότερον. οὐκ ἄρα οὔτε ἄλλου τινὸς τῶν ὄντων ἰδέα ἐστὶν ὑπὲρ αὐτὸ οὔτε τοῦ ἀγαθοῦ. οἱ δὲ Πυθαγόρειοι πιθανώτερον ἐοίκασι λέγειν περὶ τοῦ ἀγαθοῦ· οὐ γὰρ ἓν ἔλεγον τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀνάπαλιν τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν ἔταξαν συστοιχίᾳ, οἷς δὴ καὶ Σπεύσιππος ἀκολουθῆσαι δοκεῖ. ἡ δὲ συστοιχία τῶν ἀγαθῶν, ἣν ἔλεγον, αὕτη· τὸ πέρας τὸ περισσὸν τὸ ἓν τὸ δεξιὸν τὸ ἄρρεν τὸ εὐθὺ τὸ φῶς τὸ τετράγωνον τὸ ἠρεμοῦν τὸ ἀγαθόν· ᾗ τινι ἑτέραν ἐποίουν ἀντικειμένην τὸ ἄπειρον τὸ ἄρτιον τὸ πλῆθος τὸ ἀριστερὸν τὸ θῆλυ τὸ καμπύλον τὸ σκότος τὸ ἑτερόμηκες τὸ κινούμενον τὸ κακόν.
10
Ὅτι οὐκ ἔστιν ἰδέα μία τῶν κα θ ’ ἑαυτὰ ἀγαθῶ ν . κε φ . θ ʹ . Ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔσται λόγο ς· ἐροῦμεν δὲ ἔτι περὶ τοῦ ἀγαθοῦ ἀκριβέστερον. τὰ γὰρ εἰρημένα δεῖταί τινος ἐξετάσεως καὶ ἀκριβείας διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ κατὰ μέρος εἰρῆσθαι τοὺς λόγους. νῦν δὲ διελόντες ἀκριβέστερον ποιήσομεν τὸν λόγον. διπλῶς τοίνυν λέγεται τὸ ἀγαθόν· τὰ μὲν γὰρ διʼ ἑαυτά εἰσιν ἀγαθὰ καὶ διʼ ἑαυτὰ ζητοῦνται καὶ ἀγαθὰ λέγονται καὶ ἀγαπῶνται, τὰ δὲ οὐ διʼ ἑαυτὰ ἀλλὰ διʼ ἐκεῖνα· διώκονται γάρ, ὅτι φυλακτικά εἰσι τῶν διʼ ἑαυτὰ ἀγαθῶν ἢ ποιητικὰ ἢ τῶν ἐναντίων κωλυτικ ά. καὶ καθʼ ἑαυτὰ μὲν ἀγαθὰ ὑγίεια καὶ ἀρετὴ τὸ φρονεῖν τὸ ὁρᾶν, οὐ διʼ ἑαυτὰ δὲ ἀσκήσεις, ἃ πρὸς ἀρετὴν φέρει, γυμνάσια φαρμακεῖαι, ἃ τῆς ὑγιείας ἕνεκα ζητοῦνται. ταῦτα δὲ καὶ ὠφέλιμα καλοῦνται. διελόντες οὖν ἀπὸ τῶν ὠφελίμων τὰ ἀγαθά, ἃ καθʼ ἑαυτά εἰσι, σκεψώμεθα εἰ μία ἰδέα τούτων ἐστί· φαίνεται τοίνυν μάταιον εἶναι, ἰδέαν λέγειν τῶν καθʼ ἑαυτὰ ἀγαθῶν. τί γὰρ ἂν τούτων καὶ διαφέροι, εἴπερ καὶ ταῦτα καθʼ ἑαυτά εἰσιν ἀγαθὰ καθάπερ ἐκείνη; τὸ γὰρ φρονεῖν καὶ ὁρᾶν καὶ ἡδοναί τινες, αἱ σώφρονες, καὶ τιμαί, εἰ καὶ διʼ ἄλλα ζητοῦνται, ἀλλʼ ὅμως καὶ χωρὶς τῆς ἐκείνων προσθήκης αὐτὰ διʼ ἑαυτὰ καὶ αἱρετά εἰσι καὶ διωκτά· ὥστε κατὰ τοῦτο καθʼ ἑαυτὰ ἀγαθά εἰσι, καὶ οὐ μόνῃ τῇ ἰδέᾳ τοῦτο δώσομεν. ἔτι εἰ ἔστιν ἰδέα μία τῶν καθʼ ἑαυτὰ ἀγαθῶν, αὐτὸς ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ 〈ἐφαρμόσει πᾶσι· καθάπερ ὁ αὐτὸσ〉 ἐφαρμόζει λόγος ὁ τῆς λευκότητος ἔν τε χιόνι καὶ ψιμμυθίῳ· ἀλλʼ οὐκ ἔστι. φρονήσεως γὰρ καὶ ἡδονῆς, καθʼ ὃ ἀγαθά, διάφοροι οἱ ὁρισμοί· ἄλλο γὰρ τὸ τῆς ἡδονῆς ἀγαθὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως. Ὅτι τὰ ἀγαθὰ κα τ ’ ἀναλογίαν ἑνὶ ὀνόματι λέγονται · καὶ ὅτι οὐδεμία βοήθεια τῷ ἠθικῷ ἀπὸ τοῦ τὴν ἰδέαν αὐτὸν εἰδένα ι . κε φ . ι ʹ. Ἐπεὶ δὲ τὰ ἀγαθά, καθὼς εἴρηται, οὐ συνωνύμως λέγονται (οὐ γὰρ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν), ζητητέον πῶς λέγονται. ἢ γὰρ ὁμωνύμως ἢ ὡς τὰ ἀφʼ ἑνὸς ἢ πρὸς ἓν συντελοῦντα ἢ κατὰ ἀναλογίαν· ὥσπερ λέγεται ὁ νοῦς ὀφθαλμός, ὅτι τὸν αὐτὸν λόγον ἔχει πρὸς τὴν ψυχήν, ὃν ὁ ὀφθαλμὸς πρὸς τὸ σῶμα. δοκεῖ δὲ τὰ ἀγαθὰ κατὰ ἀναλογίαν ἑνὶ ὀνόματι λέγεσθαι. καθάπερ γὰρ ψυχὴν ἀγαθὴν λέγομεν, οὕτω καὶ χρόνον καὶ τόπον· ἔχει γὰρ ἀνάλογον· καὶ ὅπερ ἐν ψυχῇ ἀρετή, τοῦτο ἐν χρόνῳ καιρὸς καὶ ἐν τόπῳ δίαιτα καὶ ἐν ποσῷ συμμετρία.
ἀλλὰ ταῦτα μὲν ἀφετέον νῦν· ἐξακριβοῦν γὰρ ὑπὲρ αὐτῶν ἄλλῃ ἂν εἴη φιλοσοφίᾳ οἰκειότερον· οὐ γὰρ τῇ ἠθικῇ ταῦτα προσήκει. ὁμοίως δὲ καὶ τὸ περὶ τῆς ἰδέας λέγειν καθόλου· θεολογικοῦ γάρ τινος καὶ τοῦτο καὶ οὐδὲν συντελεῖ τῷ ζητοῦντι τὸ πολιτικὸν ἀγαθόν. ἡ γὰρ ἰδέα τοῦ ἀγαθοῦ εἰ καὶ ἔστιν, ἥτις κοινῇ τῶν ἄλλων καὶ καθόλου κατηγορεῖται καὶ χωριστὸν τῶν ἄλλων καὶ καθʼ ἑαυτὸ ὑφεστός, δῆλον ὡς οὐκ ἂν εἴη δυνατὸν ἀνθρώπῳ πρᾶξαι τοῦτο ἢ κτήσασθαι· ἡμῖν δὲ περὶ τοιούτου ἀγαθοῦ ὁ λόγος. ἐν αὐτῷ γὰρ καὶ τὴν εὐδαιμονίαν συστῆναι δυνατόν· εὐδαιμονεῖ γάρ τις ἐν ᾧ ἔπραξεν ἢ ἐν ᾧ ἐκτήσατο. ὥστε οὐκ ἂν εἴη προσῆκον ἡμῖν περὶ τοῦ μὴ τοιούτου λέγειν· τάχα δέ τῳ δόξειεν ἂν τοὐναντίον, βέλτιον εἶναι μᾶλλον καὶ συμφορώτερον εἰς τὸ πρᾶξαι καὶ κτήσασθαι τὰ κτητὰ καὶ πρακτὰ ἀγαθά, τὸ εἰδέναι αὐτὴν τὴν ἰδέαν τοῦ ἀγαθοῦ· καθάπερ γὰρ παραδείγματι χρώμενοι ταύτῃ γνωσόμεθα, ποῖα τῶν πρακτῶν καὶ κτητῶν εἰσιν ἡμῖν ἀγαθά· κἂν εἰδῶμε ν , ἐπιτευξόμεθα αὐτῶ ν. πιθανότητα μὲν οὖν ἔχει τινὰ οὗτος ὁ λόγος· ἔοικε δὲ ταῖς ἐπιστήμαις διαφωνεῖ ν· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι ἀγαθοῦ τινος ἐφίενται καὶ τὸ ἐνδεὲς ἀναπληρῶσαι ἐπιζητοῦσιν, ὥσπερ ἰατρικὴ μὲν τὸ ἐλλεῖπον τῆς ὑγιείας, γυμναστικὴ δὲ τῆς ἰσχύος καὶ τῆς ἀνδρίας. οὕτω δὲ ἔχουσαι πρὸς τὴν ζήτησιν τοῦ ἀγαθοῦ, τοῦ καθόλου τούτου ἀγαθοῦ τὴν γνῶσιν παραλιμπάνουσιν· οὐκ ἂν δὲ παρελίμπανον, εἰ βοήθειά τις ἦν αὐταῖς ἀπʼ αὐτοῦ. βοήθημα γὰρ τηλικοῦτον ἅπαντας ἀγνοεῖν τοὺς τεχνίτας καὶ μὴ ἐπιζητεῖν, οὐκ εὔλογον. ὥστε καὶ διὰ τοῦτο ματαίαν τινὰ τὴν ἰδέαν εἶναι. ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης ἢ τέκτων πρὸς τὴν αὑτοῦ τέχνην, εἰ γινώσκει αὐτὸ τὸ ἀγαθὸν τὸ καθόλου, ἢ ἰατρὸς πῶς ἰατρικώτερος ἔσται ἢ στρατηγὸς πῶς ἂν γένοιτο στρατηγικώτερος, ὁ τὴν ἰδέαν αὐτὴν τοῦ ἀγαθοῦ τεθεαμένος· οὐ γὰρ τὸ καθόλου ὁ τεχνίτης σκοπεῖ, ὥσπερ ὁ ἰατρὸς οὐ τὴν καθόλου ὑγίειαν σκοπεῖ ἀλλὰ τὴν τοῦ ἀνθρώπου, μᾶλλον δὲ οὐδὲ τοῦ καθόλου ἀνθρώπου ἀλλὰ τὴν τοῦ ἀτόμου· κα θ ’ ἕκαστον γὰρ ἰατρεύε ι. Ὅτι τέλειόν ἐστιν ἀγαθὸν τὸ ζητούμενον τῇ πολιτικῇ τέλος καὶ αὔταρκε ς . κε φ . ια ʹ. Καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω. πάλιν δὲ ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον, καὶ σκοπῶμεν τί πο τ ’ ἂν εἴ η· λέγω δὴ τὸ ζητούμενον τῇ πολιτικῇ τέλος. ἔστι μὲν γὰρ ἄλλο ἐν ἄλλῃ τέχνῃ ἀγαθόν· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ ἄλλο ἐν στρατηγικῇ καὶ ταῖς λοιπαῖς ὁμοίως· ἑκάστῃ δὲ ἀγαθὸν τὸ τέλος ἐστίν, οὗ ἕνεκα τὰ ἄλλα ποιεῖ. ὥσπερ ἐν ἰατρικῇ μὲν ὑγίεια τὸ ἀγαθὸν καὶ ἐν στρατηγικῇ νίκη καὶ ἐν οἰκοδομικῇ οἰκία.
ἐπεὶ τοίνυν ἐν πάσῃ πράξει καὶ τέχνῃ ἐκεῖνό ἐστι τὸ ἀγαθόν, οὗ ἕνεκα τὰ ἄλλα γίνεται, τὸ τέλος δηλονότι, καὶ καθόλου εἰ εὑρήσομεν τὸ τέλος πασῶν τῶν πράξεων, οὗ ἕνεκα πάσας ποιοῦμεν, τοῦτο ἂν εἴη τὸ ἐν πάσαις ταῖς πράξεσιν ἀγαθόν· καὶ καθάπερ ἰατρικὸν ἀγαθὸν τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς καὶ στρατηγικὸν τὸ τέλος τῆς στρατηγικῆς, οὕτω καὶ πρακτικόν τι ἔσται ἀγαθὸν τὸ τέλος πασῶν τῶν πράξεων. εἰ δὲ καὶ μὴ ἓν ἀλλὰ πλείω εἴη, ταῦτα ἂν εἴη τὰ πρακτὰ ἀγαθά. τοῦτο δὲ τί ἐστι, πειρατέον ἔτι διασαφῆσαι· οὔπω γάρ τι περὶ αὐτοῦ σαφὲς εἴπομεν ἀλλʼ ἔτι ζητοῦμεν τί ἐστι· μεταβαίνων γὰρ ὁ λόγος οὐδὲν ἤνυσε πλέον ἀλλʼ εἰς τὸ αὐτὸ ἀφίκετο, ὃ καὶ ἐν τοῖς προοιμίοις ἐλέγομεν, ὅτι τὸ πάσης πράξεως τέλος τοῦτο ἂν εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. ἐπεὶ τοίνυν πολλὰ φαίνεται τῶν πράξεων τὰ τέλη, τούτων δέ τινα οὐ διʼ ἑαυτὰ αἱρούμεθα, ἀλλὰ διʼ ἕτερα τέλη ἄλλων ἐπιστημῶν τῶν ἀρχιτεκτονικῶν, καθὼς εἴρηται, καί εἰσι χρήσιμα πρὸς ἐκεῖνα, ὥσπερ ὁ πλοῦτος, ὃ τοῦ χρηματιστοῦ ἐστι τέλος, χρησιμεύει τῷ πολιτικῷ εἰς τὸ ἴδιον τέλος, καὶ ὁ αὐλὸς τέλος μὲν τοῦ αὐλοποιοῦ, χρήσιμον δὲ τῷ αὐλητῇ διὰ τὸ αὐλεῖν, ὁμοίως δὲ καὶ πάντα τὰ ὄργανα. ἐπεὶ τοίνυν εἰσί τινα τῶν τελῶν μὴ διʼ ἑαυτὰ ἀγαθά, οὐκ ἂν εἴη πάντα τὰ τέλη τέλεια. τὸ δὲ ἀγαθόν, οὗ ἕνεκα πάντα πράττομεν, τέλειον δεῖ εἶναι· ὥστε οὐκ ἂν εἴη ἓν τῶν τοιούτων τελῶν, ἅπερ ἀτελῆ εἰσιν. ἀλλʼ εἰ μὲν πολλά εἰσι τὰ τέλεια, τὸ τελειότατον τούτων· εἰ δὲ ἕν, ἐκεῖνό ἐστι τὸ ζητούμενον ἐν πάσαις ταῖς ἀνθρωπίναις πράξεσιν ἀγαθόν. καὶ τὸ μὲν διʼ ἑαυτὸ ζητούμενον τοῦ διʼ ἄλλο ζητουμένου τελειότερον λέγομεν· πάλιν δὲ ἐπεί τινα τῶν ἀγαθῶν καὶ διʼ ἑαυτὰ καὶ διʼ ἄλλα ζητοῦνται, ὥσπερ τὸ ὑγιαίνειν καὶ τὸ φρονεῖν, τελειότερον τούτων ἐστίν, ὅπερ διʼ ἑαυτὸ μόνον ζητεῖται, οὐδέποτε δὲ διʼ ἄλλο· καὶ οὐ μόνον κατὰ σύγκρισιν τελειότερον ἄλλου ἀλλὰ καὶ ἁπλῶς τέλειον ἀγαθὸν τοῦτό ἐστι. τοιοῦτον δὲ ἡ εὐδαιμονία μάλιστα εἶναι δοκεῖ · ταύτην γὰρ αἱρούμεθα ἀεὶ δ ι ’ ἑαυτή ν· τιμὴν δὲ καὶ ἡδονὴν καὶ φρόνησιν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα μὲν διʼ ἑαυτά ( μηδενὸς γὰρ ἀποβαίνοντος ἄλλου ἀπὸ τῆς κτήσεως αὐτῶν ἑλοίμεθα ἂν ἕκαστον αὐτῶ ν) , αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάρι ν , διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσει ν . τὴν δὲ εὐδαιμονίαν οὐδεὶς αἱρεῖται διὰ ταῦτα ἢ ὅλως διʼ ἄλλο, ἀλλὰ μόνον διʼ ἑαυτήν· ὥστε ἡ εὐδαιμονία ἂν εἴη τὸ ζητούμενον παρὰ τῶν ἀνθρωπίνων πράξεων ἀγαθόν. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον· καὶ γὰρ τὸ τέλειον ἀγαθόν, ὃ ζητεῖται, αὔταρκες εἶναι δοκεῖ· αὔταρκες δέ, ὃ ἀρκεῖ οὐ μόνον ἑνί τινι ζῶντι βίον μονώτην ἀλλὰ καὶ γονεῦσι καὶ τέκνοις καὶ γυναικὶ καὶ ὅλως τοῖς φίλοις καὶ πολίται ς. ἐπεὶ καὶ τοῦ ἐν τούτοις ἀγαθοῦ ὁ ἄνθρωπος χρῄζει, φύσει πολιτικὸς ὢν καὶ κοινωνικός. καὶ ὅλως αὔταρκές ἐστιν, ὃ μονούμενον ἄρκιον καὶ αἱρετὸν ποιεῖ τὸν βίον καὶ μηδενὸς ἐνδεᾶ · τοιοῦτον δὲ τὴν εὐδαιμονίαν οἰόμεθα εἶνα ι. φαίνεται ἄρα τὸ ζητούμενον ἀγαθὸν τὴν εὐδαιμονίαν εἶναι. ἔτι τὴν εὐδαιμονίαν οὐ λέγομεν συναριθμεῖσθαι τοῖς ἄλλοις ἀγαθοῖς· τῶν γὰρ αἱρετῶν ἡγούμεθα εἶναι τὸ ἄκρον· καὶ εἰ σύστοιχον αὐτὴν τοῖς ἄλλοις ποιήσομεν ἀγαθοῖς, φανερὸν ὅτι, εἰ προσθήσομέν τι τῶν ἄλλων αὐτῇ, αἱρετωτέραν ποιήσομεν, καὶ οὕτως οὐκ ἂν εἴη αὐτὴ τὸ ἄκρον τῶν αἱρετῶν· τὸ γὰρ προστιθέμενον τῶν ἀγαθῶν μετὰ τῆς εὐδαιμονίας ἀγαθόν τι ἀποτελέσει τῆς εὐδαιμονίας αἱρετώτερον· τοιοῦτον δὲ καὶ τὸ ζητούμενον ἀγαθόν ἐστιν, οὐ συναριθμούμενον τοῖς ἄλλοις ἀλλὰ τῶν αἱρετῶν ἄκρον ὑπάρχον· τέλειον γάρ ἐστι· τὸ δὲ τέλειον αἱρετώτατον· ἀεὶ γὰρ τὸ τελειότερον ἀγαθὸν μᾶλλον αἱρούμεθα· ἡ ἄρα εὐδαιμονία ἐστὶ τὸ ζητούμενον τέλος.
ἔχει δέ τινα ἀπορίαν ὁ περὶ τοῦ αὐτάρκους λόγος. εἰ γὰρ τότε τὸ ἀγαθὸν αὔταρκές τινι, ὅταν αὐτῷ καὶ πᾶσι τοῖς οἰκείοις ἀρκέσῃ καὶ τοῖς πολίταις καὶ τοῖς φίλοις καὶ ἔτι τοῖς οἰκείοις καὶ συγγενέσιν ἐκείνων, ἐπεὶ τοῦτο εἰς ἄπειρον πρόεισιν, οὐκ ἂν συσταίη τὸ αὔταρκες ἀγαθόν. ὥστε ἀνάγκη λαβεῖν τινα ὅρον τῶν οἰκείων, ἐφʼ οὓς δεῖ προϊέναι τὸ ἀγαθόν. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἐπισκεπτέον· λέγωμεν δὲ περὶ τοῦ προκειμένου. Ὅτι ἐν τῇ κατὰ λόγον τοῦ ἀνθρώπου ζωῇ ἡ εὐδαιμονία συνίσταται καὶ ἔστι ψυχῆς ἐνέργεια κα τ ’ ἀρετὴν ἐν βίῳ τελεί ῳ . κε φ . ιβ ʹ. Τὸ μὲν οὖν λέγειν τὴν εὐδαιμονίαν αὐτὸ εἶναι τὸ ζητούμενον τῇ πολιτικῇ ἀγαθὸν τὸ ἄριστον, ὁμολογούμενόν τι φαίνεται. ποθεῖται δὲ λεχθῆναι περὶ αὐτῆς ἐναργέστερον, τί ἐστι. τοῦτο δὲ γένοιτʼ ἄν, εἰ τὸ ἔργον εὑρήσομεν τοῦ ἀνθρώπου, καθʼ ὅ ἐστιν ἄνθρωπος. ὥσπερ γὰρ παντὸς τεχνίτου ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστι, καὶ αὐλητοῦ μὲν ἐν τῷ αὐλεῖν, ἀγαλματοποιοῦ δὲ ἐν τῷ ἀγάλματι, καὶ ὅλως ἐπὶ παντὸς ἔργου καὶ πράξεως οὕτως ἔχει, οὕτω καὶ τὸ ἀνθρώπινον ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστιν, εἴπερ τι ἔργον ἐστὶ τοῦ ἀνθρώπου, καθʼ ὅ ἐστιν ἄνθρωπος. πότερον οὖν τέκτονος μὲν καὶ σκυτέως ἐστὶν ἔργα τινὰ καὶ πράξει ς , ἀνθρώπου δὲ οὐδέν ἐστι ν , ἀλ λ ’ ἀργὸν πέφυκε ν ; ἢ καθάπερ ὀφθαλμοῦ καὶ χειρὸς καὶ ποδὸς καὶ ὅλως ἑκάστου τῶν μορίων φαίνεταί τι ἔργο ν , οὕτω καὶ ἀνθρώπου παρὰ πάντα ταῦτα θείη τις 〈ἂν〉 ἔργον τ ι. τί οὖν ἐστι τὸ τοῦ ἀνθρώπου ἔργον; τὸ μὲν οὖν ζῆν κοινόν ἐστι καὶ τοῖς φυτοῖς, ἡμεῖς δὲ τὸ ἴδιον τοῦ ἀνθρώπου ζητοῦμεν, ὥστε ἐατέον τὸν περὶ τούτου λόγον. ἐπεὶ δὲ μετὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν ζωήν, τὴν φυτικὴν δηλονότι, ἑπομένη ἐστὶν ἡ αἰσθητική, ἔγγιον γὰρ τῆς λογικῆς, σκεπτέον καὶ περὶ αὐτῆς. ἀλλὰ καὶ αὕτη κοινὴ καὶ ἵππῳ καὶ βοῒ καὶ παντὶ ζώ ῳ. ὥστε οὐδὲ αὐτή ἐστι τὸ ζητούμενον ἔργον τοῦ ἀνθρώπου. λείπεται δὴ ἡ ἐν λόγῳ πρακτικὴ ζωή. καὶ αὕτη δὲ διπλῆ τις φαίνεται. τὸ μὲν γὰρ αὐτῆς ἄλογον μέν, ἐπιπειθὲς δὲ καὶ ὑπεῖκον τῷ λόγῳ· τὸ δὲ λόγον ἔχον καὶ διανοούμενον.
καὶ τὸ μὲν λόγον ἔχον καὶ διανοούμενον τάττει καὶ ῥυθμίζει, τὸ δὲ ἄλογον τάττεται καὶ ῥυθμίζεται. ὥστε τὸ λογικὸν κυριώτερον ἀνθρωπίνη ἐνέργειά ἐστιν, ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνέργεια· θάτερον γὰρ παθητικὸν λέγεται. ἔστι τοίνυν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον, ὅταν διανοῆται, ἢ οὐκ ἄνευ λόγου, ὅταν κατὰ τὸ παθητικὸν μέρος κινῆται μετὰ λόγου. ἐπεὶ τοίνυν ἐνέργειά ἐστιν ἀνθρωπίνη ἡ κατὰ λόγον, εἰ καὶ εὖ καὶ καλῶς γίνοιτο, οὐδὲν κωλύει ἀνθρωπίνην ἐνέργειαν πάλιν εἶναι· οὐ γὰρ ἑτερογενῆ τὸ τοῦ κιθαριστοῦ ἔργον καὶ τὸ τοῦ σπουδαίου κιθαριστοῦ· κιθαριστοῦ μὲν 〈γὰρ〉 τὸ κιθαρίζει ν , σπουδαίου δὲ τὸ εὖ κιθαρίζει ν· καὶ οὐκ εἰσὶν ἑτερογενῆ, ὥσπερ οὐδὲ ὁ ἵππος τοῦ ἀγαθοῦ ἵππου ἕτερος τῷ γένει. εἰ δʼ οὕτω ταῦτα, ἀνθρώπου δὲ τίθεμεν ἔργον ζωήν τιν α , ταύτην δὲ ψυχῆς ἐνέργειαν καὶ πράξεις μετὰ λόγο υ, σπουδαίου ἀνθρώπου ἂν εἴη ἔργον τὸ εὖ καὶ καλῶς κατὰ λόγον ἐνεργεῖν. εὖ δέ τι καὶ καλῶς γίνεται ἕκαστον κατὰ τὸ προσῆκον αὐτῷ ἀγαθόν, καὶ ἡ ἀνθρωπίνη ἄρα ἐνέργεια εὖ καὶ καλῶς ἔσται κατὰ τὸ προσῆκον αὐτῷ ἀγαθόν. τὸ δὲ προσῆκον αὐτῷ ἀγαθὸν ἡ ἀρετή ἐστιν, ὥστε τὸ ἀνθρώπινον ἀγαθὸν ἐκεῖνο ἂν εἴη, ψυχῆς ἐνέργεια κατʼ ἀρετήν· εἰ δὲ πολλαὶ αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην αὐτῶν καὶ τελειοτάτην. εὕρηται ἄρα τὸ ἀνθρώπινον ἀγαθόν. τὸ δὲ ἐν ἑκάστῳ ἀγαθὸν τὸ τέλος ἐστίν, ὥσπερ εἴρηται. εὕρηται ἄρα τὸ τέλος τῶν ἀνθρωπίνων πράξεων. τὸ δὲ τέλος τῶν ἀνθρωπίνων πράξεων ἐδείχθη ταὐτὸν τῇ εὐδαιμονίᾳ· ἡ εὐδαιμονία ἄρα εὕρηται, ὅπερ ἔδει ποιῆσαι. ἔτι δὲ προσήκει τὸ ἀνθρώπινον ἔργον, εἰ μέλλοι πάντῃ τέλειον εἶναι, ἐν βίῳ εἶναι τελείῳ· μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ οὐδὲ μία ἡμέρα · οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα οὐδὲ ὀλίγος χρόνο ς. ὡρίσθω μὲν οὖν τὸ ἀγαθὸν τὸ ἀνθρώπινον ἡ εὐδαιμονία τοῦτον τὸν τρόπον, ψυχῆς ἐνέργεια κατʼ ἀρετὴν ἐν βίῳ τελείῳ. δεῖ γὰρ ἴσως ὑποτυπῶσαι πρῶτον, εἶτα τελείως γράψαι καθάπερ εἰκόνα τὸν περὶ τοῦ ἀγαθοῦ λόγον. τὸ δὲ τὰ καλῶς τυπωθέντα προαγαγεῖν εἰς τὸ βέλτιον καὶ διαρθρῶσαι δόξειεν ἂν εὔκολον εἶναι καὶ τοῦ βουλομένου παντός· συντελεῖ γὰρ καὶ ὁ χρόνος, εὑρετὴς ὢν καὶ συνεργὸς ἀγαθὸς τῶν τοιούτων. ἀπὸ τούτου γὰρ καὶ αἱ τῶν τεχνῶν ἐπιδόσεις γεγόνασι· παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπο ν. Ὅτι 〈δεῖ〉 κατὰ τὸ προσῆκον τῇ ὕλῃ τοὺς περὶ αὐτῆς λόγους ἀπαιτεῖ ν . καὶ ὅτι οὐκ ἐν ταῖς ἀρχαῖς τὸ διότι ζητήσομε ν . κε φ . ιγ ʹ . Χρὴ δὲ καὶ τῶν προειρημένων λόγων μεμνῆσθαι καὶ τὴν ἀκρίβειαν μὴ ὁμοίως ἐν ἅπασιν ἀπαιτεῖν, ἀλ λ ’ ἐν ἑκάστοις κατὰ τὴν ὑποκειμένην ὕλην καὶ ἐπὶ τοσοῦτο ν , ἐ φ ’ ὅσον οἰκεῖον τῇ μεθόδ ῳ.
15
καὶ τέκτων καὶ γεωμέτρης οὐχ ὁμοίως ἐπιζητοῦσι τὴν ὀρθήν· ἕκαστος γὰρ ἐφʼ ὅσον οἰκεῖον τῇ προκειμένῃ μεθόδῳ· ὁ μὲν γὰρ τέκτων τοσοῦτον ἐπιζητεῖ, ὅσον χρησιμεῦσαι αὐτῷ πρὸς τὸ ἔργον, ὁ δὲ γεωμέτρης αὐτὴν τὴν ὀρθὴν ζητεῖ, τί ἐστι καὶ ποῖόν τι· οὐ γὰρ ἔργον τι κατασκευάσαι βούλεται διʼ αὐτῆς ἀλλὰ τὸν ἀληθῆ ζητεῖ περὶ αὐτῆς λόγον. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν τοῖς ἄλλοις ποιητέο ν , ὅπως μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίνητα ι. εἰ γὰρ τὸν τέκτονα ἀπαιτήσομεν τὸν περὶ τῆς ὀρθῆς λόγον, ὅπερ πάρεργόν ἐστιν αὐτῷ πρὸς τὸ ἔργον, πλείονος ζητήσεως αὐτῷ δεήσει ἢ τὰ πρὸς τὰ τέχνης ἔργα. οὐκ ἀπαιτητέον δὲ οὐδὲ τὴν αἰτίαν ὁμοίως ἐν ἅπασιν. ἱκανὸν γὰρ ἔν τισιν, εἰ δειχθεῖεν καλῶς ὅτι εἰσὶ καὶ εἰ μὴ προσθήσομεν τὸ διότι. τοῦτο δὲ συμβαίνει καὶ περὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν· ἐν αὐταῖς γὰρ οὐ τὸ διότι ζητήσομεν ἀλλὰ τὸ ὅτι μόνον. καὶ τοῦτο ἐν πάσαις ταῖς ἐπιστήμαις ἀρχή ἐστιν· εἰ γὰρ ζητήσομεν τῶν ἀρχῶν αἰτίαν, οὐδέποτε ἀρξόμεθα ἀλλʼ ἐπʼ ἄπειρον βαδιούμεθα. φανερὸν δὲ γίνεται ἐν ταῖς ἀρχαῖς τὸ ὅτι ἢ ἐπαγωγῇ ἢ αἰσθήσει ἢ ἐθισμῷ· ἐπαγωγῇ μέν, ὥσπερ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· δείξομεν γὰρ ἀριθμούς τινας καὶ μεγέθη εἰσαγαγόντες· ἐπαγωγὴ γάρ ἐστιν ἡ ἀπὸ τῶν μερικῶν δεῖξις· αἰσθήσει δέ, ὅταν δεικνύῃ ὁ φυσικὸς τὸ πῦρ θερμὸν καὶ τὸ ὕδωρ ψυχρόν, ἅτινα ἀρχαί εἰσι τῆς ἐπιστήμης. ἐθισμῷ δὲ αἱ ἀρχαὶ τοῦ ἠθικοῦ γινώσκονται. καὶ γὰρ ἀδύνατον εἰς γνῶσιν ἐλθεῖν τῶν περὶ ἀρετῆς λόγων μὴ ἐν ἔθει γενόμενον τῶν σπουδαίων πράξεων, ὡς ἐν τῷ ϛ εἴρηται κεφαλαίῳ. πειρατέον δὲ μετέρχεσθαι ἑκάστην τῶν ἀρχῶν καθὼς πέφυκε δείκνυσθαι, καὶ σπουδαστέον, ὅπως διʼ ὁρισμοῦ φανῶσι καλῶς. μεγάλην γὰρ παρέχουσι βοήθειαν ταῖς ἀποδείξεσι ταῖς ἑπομέναις αὐταῖς. καὶ διὰ τοῦτο φαίνεται πλέον ἢ τὸ ἥμισυ τῆς ἀποδείξεως δύνασθαι τὴν ἀρχήν, καὶ πολλὰ τῶν ζητουμένων ἐμφανῆ γίνεσθαι διʼ αὐτῆς· ἐν γὰρ τῇ μείζονι προτάσει ἀεὶ ἡ ἀρχὴ παραλαμβάνεται· ἡ δὲ μείζων πρότασις τὸ πᾶν δύναται τῆς ἀποδείξεως σχεδόν. καὶ ἴσως εἰ καὶ διʼ ἄλλην αἰτίαν, ἀλλὰ καὶ διὰ τοῦτο μείζων καλεῖται. Ὅτι οὐ πάντῃ ἀπᾴδουσιν οἱ λεγόμενοι περὶ τῆς εὐδαιμονίας παρὰ τῶν παλαιῶν λόγοι τῷ λεχθέντι αὐτῆς ὁρισμ ῷ . κε φ . ιδ ʹ. Ταῦτα μὲν οὖν καθόλου περὶ τῶν ἀρχῶν εἴρηται. περὶ δὲ τῆς προκειμένης ἡμῖν ἀρχῆς, τῆς εὐδαιμονίας δηλονότι, σκεπτέον ἔτι, οὐ μόνον τὸν ὁρισμὸν αὐτῆς ἐξετάσαντες καὶ τοὺς λόγους τοὺς συμπεράναντας αὐτόν, ἀλλὰ καὶ τοὺς λεγομένους περὶ αὐτῆς παρὰ τῶν παλαιῶν ἀληθεῖς λόγους, εἰ συνᾴδουσι τῷ ὁρισμῷ. τῷ μὲν γὰρ ἀληθεῖ ὁρισμῷ καὶ πάντα συνᾴδει τὰ προσόντα τῷ ὁριστῷ καὶ διὰ τοῦτο καὶ τἄλλα τὰ λεγόμενα περὶ αὐτοῦ, τῷ δὲ ψευδεῖ ταχὺ διαφωνεῖ τὸ ἀληθέ ς.
τῶν ἀγαθῶν τοίνυν εἰς τρία διαιρουμένων καὶ τῶν μὲν λεγομένων ἐκτός, τῶν δὲ περὶ ψυχήν, τῶν δὲ περὶ σῶμα, τὰ περὶ ψυχὴν ἀγαθὰ κυριώτατα καὶ μάλιστα ἀγαθὰ κοινῇ πάντες λέγομεν. περὶ ψυχὴν δὲ λέγομεν ἀγαθὰ τὰς πράξεις καὶ τὰς ἐνεργείας τὰς ψυχικάς. οὐκοῦν αἱ ψυχικαὶ πράξεις καὶ ἐνέργειαι αἱ ἀγαθαὶ κυριώτατα καὶ μάλιστά εἰσιν ἀγαθά. ἐν τῇ κατὰ ψυχὴν ἄρα ἀγαθῇ ἐνεργείᾳ τὸ κυριώτατον καὶ μάλιστα ἀγαθὸν συνίσταται. τοῦτο δέ ἐστιν ἡ εὐδαιμονία. ἔστιν ἄρα ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατʼ ἀρετὴν καὶ κατὰ ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ τῶν φιλοσοφούντω ν. ὀρθῶς δὲ πράξεις τινὲς λέγονται καὶ ἐνέργειαι ἡ εὐδαιμονία· οὕτω γὰρ ἂν εἴη τῶν περὶ ψυχὴν ἀγαθῶν καὶ οὐ τῶν ἐκτό ς. διὰ τοῦτο καὶ ὁ εὐδαίμων εὖ πράττειν λέγεται καὶ εὖ ζῆν, ἃ ἐνέργειαν καὶ πρᾶξιν δηλοῦσι. φαίνεται δὲ ὅτι καὶ τὰ ζητούμενα παρὰ τῶν ἀνθρώπων εἰς τὴν εὐδαιμονίαν ἐνυπάρχουσι τῷ λεχθέντι. τὰ ἐπιζητούμενα δὲ τοῖς μὲν ἀρετή, τοῖς δὲ φρόνησι ς , ἄλλοις δὲ σοφία τι ς· τοῖς δὲ καὶ πάντα ταῦτα εὐδαιμονία εἶναι δοκεῖ, τοῖς δὲ τούτων τι μεθʼ ἡδονῆς, ἀλλὰ τῆς ἀπʼ αὐτῶν τούτων τικτομένης· ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν συμπαραλαμβάνουσ ι . τούτων δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσ ι , τὰ δὲ ὀλίγοι καὶ ἔνδοξοι ἄνδρε ς· ὧν οὐδετέρους εὔλογον τῆς ἀληθείας ἐν πᾶσι διαμαρτάνειν, ἀλλὰ καθʼ ἕν τι μόνον ἴσως, ἐν τοῖς πλείστοις δὲ ἀληθεύειν. τοῖς μὲν οὖν λέγουσι πᾶσαν ἀρετὴν τὴν εὐδαιμονίαν εἶναι ἢ τῶν ἀρετῶν τὴν ἀρίστην, συνῳδὸς ὁ ἡμέτερος περὶ αὐτῆς λόγος. κατὰ γὰρ τὴν τῆς ἀρετῆς ἐνέργειαν ἡ εὐδαιμονία ἐστί. διαφέρει δέ, ὅτι οἱ μὲν ἐν τῇ ἕξει καὶ κτήσει τῆς ἀρετῆς τὴν εὐδαιμονίαν εἶναί φασιν, ἡμεῖς δὲ ἐν τῇ χρήσει καὶ τῇ ἐνεργείᾳ. διαφορὰ δέ ἐστιν οὐκ ὀλίγη τοῦ ἐν κτήσει ἢ χρήσει τὸ ἄριστον ὑπολαμβάνειν καὶ ἐν ἕξει ἢ ἐνεργεί ᾳ . τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται ὑπάρχουσαν μηδὲν ἀποτελεῖν, οἷον τῷ καθεύδοντι ἢ ἄλλως πως ἐξηργηκότι · τὴν δ ’ ἐνέργειαν οὐχ οἷόν τ ε . πράξει γὰρ ἐξ ἀνάγκης ὁ τὴν ἐνέργειαν ἔχων· καὶ εἰ τὴν ἀγαθὴν ἐνεργείαν ἔχει, εὖ πράξει. τοῦτο δέ ἐστι τὸ εὐδαιμονεῖν. ὥσπερ γὰρ Ὀλυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται ἀλ λ ’ οἱ ἀγωνιζόμενοι ( τούτων γάρ τινες καὶ νικῶσι ν), οὕτω καὶ τῶν ἐν τῷ βίῳ καλῶν καὶ ἀγαθῶν οὐχ οἱ δυνάμενοι πράττειν ὀρθῶς, ἀλλʼ οἱ πράττοντες ὀρθῶς ἐπήβολοι γίνοντα ι . Ὅτι ἥδιστος δ ι ’ ἑαυτόν ἐστιν ὁ κα τ ’ ἀρετὴν βίος καὶ μάλιστα ἀγαθὸς καὶ καλό ς . κε φ . ιε ʹ . Ἔστι δὲ καὶ ὁ βίος αὐτῶν κα θ ’ ἑαυτὸν ἡδύ ς, οὐκ ἔξωθεν ἔχων τὴν ἡδονήν. ἐπεὶ γὰρ τὸ ἥδεσθαι τῆς ψυχῆς ἐστιν, οὐδὲν κωλύει τὴν τῆς ψυχῆς κατʼ ἀρετὴν ἐνέργειαν μεθʼ ἡδονῆς εἶναι.
ὅτι δὲ καὶ ἔστι, δῆλον. ἐπεὶ γὰρ ἑκάστῳ ἐκεῖνό ἐστιν ἡδύ, πρὸς ὃ λέγεται φιλοτοιοῦτος, οἷον ὁ ἵππος ἡδὺ τῷ φιλίππῳ καὶ θέαμα τῷ φιλοθεώρῳ, καὶ τῷ φιλαρέτῳ ἄρα ἡδεῖα ἡ ἀρετὴ καὶ αἱ κατʼ αὐτὴν πράξεις. τὰ μὲν οὖν δοκοῦντα τοῖς πολλοῖς ἡδέα μάχεται· ἄλλος γὰρ ἄλλο νομίζει ἡδὺ καὶ τὸ ἄλλο ἀηδές. αἴτιον δέ, ὅτι οὐκ ἔστι φύσει ἡδέα. τοῖς δὲ φιλοκάλοις ἡδέα δοκεῖ τὰ καὶ φύσει ἡδέα· ἀρίστοις γὰρ οὖσι τὰ ἀληθῶς ἡδέα διώκειν ἀκόλουθον· διώκουσι δὲ τὰς κατʼ ἀρετὴν πράξεις. ὥστε δῆλον, ὅτι αἱ κατʼ ἀρετὴν πράξεις ἡδεῖαί εἰσι τοῖς φιλαρέτοις καὶ διʼ ἑαυτάς· τὸ γὰρ φύσει ἡδὺ οὐκ ἔστι διʼ ἕτερον ἡδύ. διὰ τοῦτο οὐ προσδεῖται ὁ βίος αὐτῶν ἄλλης ἔξωθεν ἡδονῆς καθάπερ τινὸς περιάπτου, ἀλ λ ’ ἔχει τὴν ἡδονὴν ἐν ἑαυτ ῷ. εἰ δέ τις εἴποι μὴ πάντας τοὺς σπουδαίους ἥδεσθαι τῇ ἀρετῇ (εἰσὶ γὰρ οἳ οὐ μεθʼ ἡδονῆς ταύτην πράττουσιν), ἐροῦμεν, ὅτι οὐκ ἔστιν ἀγαθὸς οὐδὲ σπουδαῖος ὁ μὴ χαίρων ταῖς καλαῖς πράξεσι ν . οὔτε γὰρ δίκαιον οὐδεὶς ἂν εἴποι τὸν μὴ χαίροντα τῷ δικαιοπραγεῖν οὔτε ἐλευθέριον τὸν μὴ χαίροντα ταῖς ἐλευθερίοις πράξεσιν · ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλω ν . εἰ δ ’ οὕτ ω, διʼ ἑαυτὰς ἂν εἶεν αἱ κα τ ’ ἀρετὴν πράξεις ἡδεῖαι · ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλα ί , καὶ μάλιστα τούτων ἕκαστο ν , εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖο ς· μὴ καλῶς γὰρ κρίνειν οὐκ εὔλογον· κρίνει δὲ ἀγαθὰς εἶναι καὶ καλάς. ἄριστον ἄρα καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονί α· καὶ οὐκ ἄλλο μὲν κάλλιστον, ἄλλο δὲ ἄριστον, ἄλλο δὲ ἥδιστον κατὰ τὸ Δηλιακὸν ἐπίγραμμα κάλλιστον τὸ δικαιότατον, λῷστον δʼ ὑγιαίνειν, ἥδιστον δὲ πέφυχʼ οὗ τις ἔραται τυχεῖν. ἅπαντα γὰρ ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις ὑπάρχει. ταύτας δέ φαμεν εἶναι τὴν εὐδαιμονίαν ἢ μίαν τούτων τὴν πασῶν ἀρίστην. Ὅτι δεῖται καὶ τῶν ἔξωθεν ὁ μέλλων εὐδαιμονεῖ ν , εἰ καὶ μὴ ἐν τοῖς ἔξωθεν ἡ εὐδαιμονία συνίσταται · καὶ ὅτι οὐκ ἔστιν ἀπὸ τύχης ἡ ἀνθρωπίνη εὐδαιμονί α . κε φ . ιϛ ʹ . Ἔστι μὲν οὖν τὸ εἶναι τῆς εὐδαιμονίας ἐν ταῖς ἀγαθαῖς πράξεσι· φαίνεται δ ’ ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομέν η , καθάπερ εἴπομε ν . ἀδύνατον γὰρ ἢ οὐ ῥᾴδιον τὰ καλὰ πράττειν μὴ βοηθούμενον τοῖς ἔξωθεν. πολλὰ γὰρ τῶν ἀρίστων πράττεται διὰ τῶν ἔξωθεν, καθάπερ δ ι ’ ὀργάνων ἢ διὰ φίλων ἢ διὰ πλούτου ἢ διὰ τῆς ἐν τῇ πόλει τιμῆς καὶ ἀρχῆς καὶ δυνάμεως. ὥσπερ καὶ οἵ τινων τούτων στερισκόμενοι ἀκαλλῆ τινα τὴν εὐδαιμονίαν ποιοῦσιν, οἷον εἴ τις στέροιτο εὐγενείας ἢ εὐτεκνίας ἢ κάλλους. οὐ πάνυ γὰρ εὐδαιμονικὸς ὁ τὴν θέαν πάναισχρος ἢ δυσγενὴς ἢ μονώτης καὶ ἄτεκνος ἢ κακοὺς παῖδας ἔχων ἢ ἀγαθοὺς ἀποβαλών· διὰ τοῦτό φαμεν, τὴν εὐδαιμονίαν προσδεῖσθαι καὶ τῆς τοιαύτης εὐημερίας.
καὶ τούτου χάριν τινὲς τὴν διὰ τῶν ἔξωθεν εὐτυχίαν ταὐτὸν εἶναι ἐνόμισαν τῇ ζητουμένῃ εὐδαιμονίᾳ· ἔνιοι δέ φασιν εἶναι τὴν ἀρετήν, ὅτι καὶ ἀμφοτέρων χρεία τῷ κυρίως εὐδαίμονι. καὶ διὰ τοῦτο ἀπορεῖται, πότερον μαθητόν ἐστι καὶ διὰ μεθόδου τινὸς παραγίνεται ἢ ἐκ τοῦ ἐθίζεσθαι ταῖς κατʼ ἀρετὴν πράξεσιν ἢ διʼ ἄλλης τινὸς ἀσκήσεως ἢ θεόθεν δίδοται τοῖς ἀνθρώποις ἢ ἀπὸ τύχης τινός. δοκεῖ δέ, ὅτι εἰ καὶ ἄλλο τι δώρημά ἐστι παρὰ θεοῦ τοῖς ἀνθρώποις, καὶ τοῦτο ἂν εἴη δικαίως· καὶ μάλιστα δὲ τῶν ἄλλων εἴη ἂν ἡ εὐδαιμονία θεόσδοτος, ὅσῳ καὶ βέλτιστον τῶν ἀνθρωπίνων ἁπάντων. ἀλλὰ τὸ μὲν περὶ τούτων λέγειν τῶν περὶ προνοίας ἂν εἴη λόγων καὶ ἄλλης πραγματείας, ἡμῖν δὲ κατὰ τὸ προσῆκον τῇ προκειμένῃ μεθόδῳ σκεπτέον. φαίνεται τοίνυν, εἰ καὶ μὴ θεόσδοτός ἐστιν ἡ εὐδαιμονία, ἀλλὰ διʼ ἀρετὴν ἢ ἄλλην τινὰ ἄσκησιν παραγίνεται, ὅμως τῶν θειοτάτων εἶναι. τὸ γὰρ τῆς ἀρετῆς ἆθλον καὶ τέλος, ὅπερ ἐστὶν αὐτὴ ἡ εὐδαιμονία, ἄριστον εἶναι φαίνεται καὶ θεῖόν τι καὶ μακάριο ν· γένοιτο δʼ ἂν καὶ πᾶσι κοινόν. δυνατὸν γὰρ πᾶσι τοῖς μὴ τὴν διάνοιαν βεβλαμμένοις καὶ πάντῃ ἀκινήτοις πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς διά τινος μαθήσεως καὶ ἐπιμελείας ὑπάρξαι τὴν εὐδαιμονίαν. εὔλογον δὲ ἀπὸ ἀσκήσεως μείζονα καὶ τελειοτέραν ὑπάρξαι τὴν εὐδαιμονίαν ἢ ἀπὸ τύχης· ὁμοίως δὲ καὶ τὰ 〈ἀπὸ〉 πάσης ἄλλης αἰτίας γινόμενα ἢ τεχνικῆς ἢ φυσικῆς βελτίω τῶν ἀπὸ τύχης γινομένων· καὶ μάλιστα τὰ ἀπὸ τῆς ἀρίστης αἰτίας γινόμενα, ἥτις ἐστὶν ἡ ἀρετή. ἄλλως τε τὸ μέγιστον ἀγαθὸν καὶ κάλλιστον τὴν εὐδαιμονίαν ἐπιτρέψαι τῇ τύχῃ λίαν πλημμελὲς ἂν εἴ η. τοῦτο δὲ φανερόν ἐστι καὶ ἐκ τοῦ εἰρημένου τῆς εὐδαιμονίας ὁρισμοῦ· εἴρηται γὰρ ψυχῆς ἐνέργεια κα τ ’ ἀρετὴν ἐν βίῳ τελείῳ. τὰ δὲ λοιπὰ ἀγαθά, τά τε σωματικὰ αὐτοῦ τοῦ σώματος καὶ τὰ περὶ τὸ σῶμα, τὰ μὲν ἀναγκαῖα πρὸς τὴν εὐδαιμονίαν, τὰ δὲ καθάπερ ὄργανά εἰσι πρὸς αὐτήν· ἀναγκαῖα μέν, οἷον ὑγίεια σώματος καὶ ζωῆς ἐπίτασις καὶ τἄλλα. ὧν χωρὶς οὐκ ἔνι τελειωθῆναι τὴν εὐδαιμονίαν· ὄργανα δέ, ὥσπερ πλοῦτος καὶ φίλοι. εἰ τοίνυν οὗτός ἐστιν ὁ ὁρισμὸς τῆς εὐδαιμονίας, πῶς ἂν αἰτίαν ἔχοι τὴν τύχην; ἡ γὰρ ψυχικὴ ἐνέργεια οὐκ ἀπὸ τύχης. τούτῳ δὴ τῷ ὁρισμῷ καὶ τὰ εἰρημένα περὶ τοῦ τέλους τῆς πολιτικῆς ἀκόλουθα. τὸ γὰρ τῆς πολιτικῆς τέλος τὸ ἄριστον ἐλέγομεν εἶναι καὶ διὰ τοῦτο ἐν αὐτῇ εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν. εἰκότως οὖν οὔτε ἵππον οὔτε βοῦν οὔτε ἄλλο τι τῶν ζῴων εὔδαιμον λέγομεν · οὐδὲν γὰρ αὐτῶν οἷόν τε κοινωνῆσαι τοιαύτης ἐνεργεία ς . διὰ ταύτην δὲ τὴν αἰτίαν οὐδὲ παῖς εὐδαίμων ἐστίν · οὔπω γὰρ πρακτικὸς τῶν τοιούτων διὰ τὴν ἡλικία ν . οἱ δὲ λεγόμενοι εὐδαίμονες παῖδες διὰ τὴν ἐλπίδα μακαρίζοντα ι . δεῖ γά ρ , ὡς εἴπομεν, καὶ ἀρετῆς καὶ βίου τελείου.
πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι τύχαι κατὰ τὸν βίον καὶ ἐνδέχεται τὸν μάλιστα εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρω ς , καθάπερ ἐν τοῖς ἡρωϊκοῖς περὶ Πριάμου μυθεύεται · τὸν δὲ τοιαύταις χρησάμενον τύχαις καὶ τελευτήσαντα ἀθλίως οὐδεὶς εὐδαιμονίζε ι . Εἰ δεῖ ζῶντας μακαρίζει ν . κε φ . ιζ ʹ . Πότερον οὖν οὐ δ ’ ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονίζειν ἄξιον ἕως ἂν ζ ῇ, ἀλλὰ χρεὼν τὸ τέλος ὁρᾶν, καθά φησι Σόλων; καὶ εἰ τοῦτο θήσομεν, ἔσται ἄρα τις εὐδαίμων τότε ἐπειδὰν ἀποθάν ῃ ; ἢ τοῦτό γε παντελῶς ἄτοπον ἐν τῷ τεθνάναι τὴν εὐδαιμονίαν λαβεῖν, ἄλλως τε καὶ ὅτι ἡ εὐδαιμονία ἔν τινι ἐνεργείᾳ ἐστίν. ἐκ τούτου δὲ φαίνεται μᾶλλον ἐν ἀργίᾳ παντελεῖ εἶναι. λέγομεν δέ, ὅτι οὔτε ἡμεῖς οὔτε ὁ Σόλων τὸν τεθνεῶτα μακαρίζει διὰ τὸ τεθνάναι, ἀλλʼ ὅτι μέχρι παντὸς ὁ βίος αὐτῷ μακάριος ἦν, καὶ ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπο ν , ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ δυστυχημάτω ν. πάλιν δὲ οὐκ ἀρκοῦσα ἡ λύσις δοκεῖ. ἀπορία γάρ ἐστιν ἔτι, εἰ λέγομεν εἶναί τι τῷ τεθνεῶτι καὶ κακὸν [τι] καὶ ἀγαθόν, μὴ αἰσθανομένῳ δ έ, ὥσπερ καὶ τῷ ζῶντι. μακαρίζεται γὰρ καὶ ταλανίζεται καὶ ἀτιμάζεται καὶ τιμᾶται· καὶ τέκνων δὲ καὶ ἀπογόνων εὐπραξίαι εἰς τὴν εὐδαιμονίαν αὐτοῖς λογίζονται· εὐδαίμονες γὰρ καὶ μακάριοι διὰ τὴν τῶν ἀπογόνων εὐδαιμονίαν, καθάπερ δυστυχεῖς διὰ τὴν αὐτῶν δυστυχίαν· ἀπορίαν γὰρ καὶ τοῦτο παρέχε ι . τῷ γὰρ μακαρίως βεβιωκότι καὶ τελευτήσαντι κατὰ λόγον ἐνδέχεται πολλὰς μεταβολὰς ἐκβαίνειν περὶ τοὺς ἐκγόνου ς , καὶ τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι καὶ τυχεῖν βίου τοῦ κα τ ’ ἀξία ν , τοὺς δὲ ἐξ ἐναντία ς . ἄτοπον δὲ γένοιτʼ ἄν, εἰ συμμεταβάλλοι καὶ ὁ τεθνεὼς καὶ γίνοιτο ποτὲ μὲν εὐδαίμω ν , πάλιν δὲ ἄθλιο ς. ἄτοπον δὲ πάλιν κἀκεῖνο δοκεῖ, τὸ μὴ κοινωνεῖν τοὺς ζῶντας τοῖς ἀπελθοῦσι τῆς τύχης διὰ τὴν ἐκ τοῦ γένους οἰκειότητα. ἀλ λ ’ ἐπανιτέον ἐπὶ τὴν προτέραν ἀπορίαν καὶ ζητῶμεν, εἰ οὐ δεῖ ζῶντας ἀλλὰ μετὰ τελευτὴν μακαρίζειν· τάχα γὰρ ἂν ἐξ ἐκείνης θεωρηθείη καὶ τὸ νῦν ἐπιζητούμενο ν . εἰ δὴ τὸ τέλος ὁρᾶν δεῖ καὶ τότε μακαρίζειν ἕκαστο ν , οὐχ ὡς ὄντα διὰ τὸ τεθνάναι μακάριον ἀλλʼ ὅτι πρότερον μακάριος ἦν, πῶς οὐκ ἄτοπο ν , εἰ ὅτε ἐστὶν εὐδαίμω ν , μὴ ἀληθεύσεται κα τ ’ αὐτοῦ τὸ ὑπάρχον αὐτῷ, μηδὲ ἐροῦμεν αὐτὸν ἀληθῶς εὐδαίμονα, διὰ τὸ μὴ τοὺς ζῶντας ἐθέλειν εὐδαιμονίζειν, σκοποῦντας τὰς τοῦ βίου μεταβολὰς τῷ μόνιμόν τι τὴν εὐδαιμονίαν ὑπολαμβάνειν καὶ μηδαμῶς εὐμετάβολον, τὴν δὲ τύχην πᾶν τοὐναντίον; δῆλον γά ρ , ὡ ς , εἰ συνακολουθοίημεν ταῖς τύχαι ς , τὸν αὐτὸν εὐδαίμονα καὶ πάλιν ἄθλιον ἐροῦμεν πολλάκι ς , χαμαιλέοντά τινα τὸν εὐδαίμονα ἀποφαίνοντες καὶ σαθρῶς ἱδρυμένο ν.
20
λέγομεν τοίνυν πρὸς τὴν ἀπορίαν, ὅτι τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν οὐδαμῶς ὀρθόν · οὐ γὰρ ἐν ταύταις ἡ εὐδαιμονία συνίσταται ἢ τοὐναντίον, ἀλλὰ προσδεῖται μὲν τούτων πρὸς τὴν εὐδαιμονίαν ὁ ἀνθρώπινος βίο ς , καθάπερ εἴπομε ν· ἡ δὲ οὐσία τῆς εὐδαιμονίας οὐκ ἐν αὐταῖς ἀλλʼ ἐν τῇ κατʼ ἀρετὴν ἐνεργείᾳ συνίσταται, καθὼς εἴρηται. μόνιμον γὰρ δεῖ εἶναι τὴν εὐδαιμονίαν· καὶ διὰ τοῦτο οὐ δυνατὸν αὐτὴν ἐν τοῖς ἀπὸ τύχης συνίστασθαι. καὶ τούτῳ μαρτυρεῖ ἡ προκειμένη ζήτησις· ἀπὸ τούτου γὰρ ἔλαβε τὴν ἀρχὴν τοῦ ὑποκεῖσθαι τὴν εὐδαιμονίαν μόνιμον εἶναι. περὶ οὐδὲν γὰρ τῶν ἀνθρωπίνων ἔργων τοσαύτη βεβαιότης ὑπάρχει, ὡς ταῖς κατʼ ἀρετὴν ἐνεργείαις, ἐν αἷς ἡ εὐδαιμονία· μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὗται τυγχάνουσι. τούτων δὲ πάλιν τῶν ἀρετῶν αἱ τιμιώτεραι μονιμώτεραι διὰ τὸ ζῆν ἐν αὐταῖς τοὺς μακαρίους μάλιστα καὶ συνεχέστατα, μὴ διακοπτομένης ποτὲ οὐδʼ ἐν ἐλαχίστῳ χρόνῳ τῆς περὶ τὰς πράξεις τῆς ἀρετῆς αὐτῶν ἐργασίας διὰ τὸ ἡδεῖαν αὐτοῖς τὴν τοιαύτην εἶναι ζωήν, καθὼς εἴρηται. καὶ διὰ τοῦτο οὐδὲ λήθην αὐτῶν λαμβάνουσιν. ἐπεὶ τοίνυν οὐκ ἐν τῇ τύχῃ ἡ εὐδαιμονία συνίσταται ἀλλʼ ἐν ταῖς κατʼ ἀρετὴν πράξεσιν, ὑπάρξει τὸ ζητούμενον τῷ εὐδαίμονι, τὸ μόνιμον δηλονότι αὐτῷ εἶναι τὸ ἀγαθόν, καὶ ἔσται διὰ βίου εὐδαίμων · ἀεὶ γὰρ ἢ μάλιστα πάντων πράξει καὶ θεωρήσει τὰς κατʼ ἀρετὴν πράξεις καὶ θεωρίας· καὶ πρὸς τὰς τύχας στήσεται καὶ ὑπὸ τῶν ἐναντίων οὐδεμίαν πείσεται μεταβολήν, ἀλλʼ οἴσει τὰ ἐπιόντα κάλλιστα καὶ ἐμμελέστατα ὅ γε ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγο υ. πολλῶν δὲ ὄντων τῶν ἐπερχομένων ἀπὸ τῆς τύχης καὶ τῶν μὲν μεγάλων ὄντων, τῶν δὲ μικρῶν, τὰ μὲν μικρὰ τῶν ἀτυχημάτων, ὁμοίως δὲ καὶ τῶν εὐτυχημάτων οὐ παρέξει πράγματα τῷ σπουδαίῳ οὐδὲ ἐπάξει τῷ βίῳ μεταβολήν. τὰ δὲ μεγάλα καὶ πολλ ά, εὐτυχήματα μὲν ὄντα, μακαριώτερον τὸν βίον ποιήσει (καὶ γὰρ αὐτὰ συνεπικοσμεῖ τὴν εὐδαιμονίαν· χρῆται γὰρ αὐτοῖς ὁ σπουδαῖος ἐπὶ τὰ κάλλιστα), ἀτυχήματα δὲ ὄντα θλίβει μὲν καὶ λυμαίνεται τὸ μακάριον καὶ ἐμποδίζει πολλαῖς ἐνεργείαι ς , ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει τὸ καλό ν , ἐπειδὰν φέρῃ τις εὐκόλως πολλὰς καὶ μεγάλας ἀτυχία ς , οὐ δ ι ’ ἀναλγησίαν καὶ ἀναισθησίαν, ἀλλὰ γεννάδας ὢν καὶ μεγαλόψυχο ς. εἰ γὰρ ἐν ταῖς κατʼ ἀρετὴν ἐνεργείαις ἡ μακαριότης ἔχει τὸ εἶναι καὶ αὗται κύριαί εἰσι τῆς τοῦ εὐδαίμονος ζωῆς, οὐδεὶς ἂν γένοιτο τῶν μακαρίων ἄθλιος · οὐδέποτε γὰρ πράξει τὰ μισητὰ καὶ φαῦλ α . τὸν γὰρ ὡς ἀληθῶς καὶ ἔμφρονα καὶ ἀγαθὸν πάσας οἰόμεθα τὰς τύχας εὐσχημόνως φέρει ν· καὶ καθάπερ ὁ ἄριστος τεχνίτης ἀπὸ τῆς τυχούσης ὕλης τὴν ἰδίαν ἐπιδείκνυται τέχνην καὶ στρατηγὸς μὲν τῷ παρόντι στρατοπέδῳ, καὶ εἰ μὴ ἀξιόλογον εἴη, χρῆται πολεμικώτατα, καὶ ὁ σκυτοτόμος ὁ ἄριστος ἐκ τῶν δοθέντων σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖ, τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ ἄλλοι τεχνῖται ἅπαντες· οὕτω καὶ ὁ μακάριος οὐκ εὔροιαν ἀεὶ ζητήσει, ἀλλʼ ἐκ τῆς παρούσης τύχης ἀεὶ τὰ κάλλιστα πράξει.
καὶ διὰ τοῦτο ἄθλιος μὲν οὐδέποτε γένοι τ ’ ἂν, ἀλλὰ μόνον οὐ μακάριος τῆς γε τύχης ἕνεκα, ἐὰν Πριαμικαῖς περιπέσῃ τύχαις. οὐδὲ δὴ ποικίλος γε καὶ εὐμετάβολος ἔσται · οὔτε γὰρ ἀπὸ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳδίως οὔτε ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ἀλ λ ’ ὑπὸ μεγάλων ἴσως καὶ πολλῶ ν· καὶ οὐδὲ ὑπὸ τούτων ῥᾳδίως. ἐπεὶ καὶ ἀπαλλαγεὶς τῶν δυστυχημάτων οὐκ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ τέλειον ἀγαθὸν μεταπεσεῖται, οὗ μικρὸν παρέκλινε, διὰ τὸ μὴ εὐκίνητος εἶναι· ἀλλʼ ἐν πολλῷ χρόνῳ ἔσται τοιοῦτος, μεγάλων καὶ καλῶν ἐν τούτῳ γενόμενος ἐπιτυχής. τί οὖν κωλύει τὸν τοιοῦτον ἄνθρωπον εὐδαίμονα λέγειν, ὃς κατʼ ἀρετὴν μὲν τελείαν ἐνεργεῖ, δυστυχήσας δὲ τοῖς ἔξωθεν πάλιν εἰς τὴν εὐτυχίαν ἐπανελεύσεται καὶ ἱκανῶς ὑπὸ τῶν ἐκτὸς χορηγηθήσεται ἀγαθῶν οὐ τὸν τυχόντα χρόνον ἀλλὰ τὸν μέχρι τελευτῆς, καὶ βιωσάμενος οὕτω καὶ τελευτήσας κατὰ λόγον. προστίθημι δὲ καὶ τὰ ἔξωθεν ἀγαθὰ διὰ τὸ τὴν εὐδαιμονίαν τέλος εἶναι τῶν ἀνθρωπίνων πράξεων καὶ διὰ τοῦτο προσήκειν τέλειον ἀγαθὸν εἶναι καὶ μηδενὸς ἐλλείπειν. εἰ δὲ τοῦτο οὕτως, οὐ μετὰ τὴν τελευτὴν μακαρίσομεν τοὺς εὐδαίμονας ἀλλὰ ζῶντας ἔτι, οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντ α· μακαρίους δέ, ὡς ἀνθρώπους τὴν ἀνθρωπίνην μακαριότητα, ἥτις οὐ πάντῃ τέλειον ἔχει τὸ ἀγαθόν. καὶ τὸ μὲν ὅτι δεῖ ζῶντας τοὺς εὐδαίμονας μακαρίζειν, ἐπὶ τοσοῦτον εἰρήσθω. Εἰ κοινωνοῦσι τῆς τύχης τῶν ἀπογόνων οἱ μακάριοι μετὰ τελευτή ν . κε φ . ιη ʹ. Ῥητέον δὲ πρὸς τὴν ἄλλην ἀπορίαν, εἰ ἐκ τῶν ἀπογόνων δυστυχούντων ἢ τῶν φίλων χείρονα δόξει τοῖς μακαρίοις τὰ πράγματα. τὸ μὲν οὖν μηδʼ ὁτιοῦν ἐκ τῶν ἀπογόνων ἢ ἄλλως οἰκείων εἰς τοὺς εὐδαίμονας ἔρχεσθαι ἢ εὐτυχίας ἢ δυστυχίας ἀκοινώνητόν ἐστι καὶ ἀλλότριον τῶν ἀνθρωπίνων· κοινωνικὸν γὰρ ὁ ἄνθρωπος· καὶ πρός γε ἔτι καὶ ταῖς κοιναῖς δόξαις ἐναντίον· κοινὰ γὰρ τὰ τῶν φίλων εἶναι πᾶσι δοκεῖ. πολλῶν δὲ ὄντων τῶν συμβαινόντων τοῖς οἰκείοις τῶν μακαρίων καὶ παντοίας ἐχόντων διαφοράς, καὶ τῶν μὲν μᾶλλον συντελούντων εἰς τὴν εὐδαιμονίαν ἢ δυστυχίαν, τῶν δὲ ἧττον, τὸ μὲν κατὰ μέρος διαιρεῖν αὐτὰ μακρὸν καὶ ἄπειρον φαίνεται· εἰ δὲ ὁλοσχερῶς καὶ ὡς ἐν τύπῳ εἴποιμεν περὶ αὐτῶν, ἱκανὸν ἂν εἴη. διαιρήσομεν τοίνυν καὶ ταῦτα, καθάπερ τὰ συμβαίνοντα δυστυχήματα τοῖς μακαρίοις, ὅτι τὰ μὲν μεγάλα καὶ ἀξιόλογα καὶ βάρος ἔχει πρὸς τὸν βίον, τὰ δὲ μικρὰ καὶ ἐλαφρότερα.
ἔχει δὲ διαφορὰν ὅσα ζώντων ἔτι τῶν μακαρίων τοῖς οἰκείοις συμβαίνει τῶν συμβαινόντων μετὰ τὴν αὐτῶν τελευτήν, ὅσην ἔχει τὰ ἐν ταῖς τραγῳδίαις πλαττόμενα κακὰ τῶν προϋπαρξάντων πραγμάτων, ὧν ταῦτα σκιαί. σκεπτέον οὖν περὶ τῆς διαφορᾶς. βέλτιον δέ ἐστι σκέψασθαι, εἰ κοινωνοῦσιν οἱ μακάριοι τοῖς οἰκείοις μετὰ τελευτὴν τῆς τύχης. φαίνεται τοίνυν, ὅτι εἰ καὶ ἔρχεταί τι πρὸς αὐτοὺς ἀπὸ τούτων, εἴτε ἀγαθὸν εἴτε φαῦλον, ἀσθενὲς μέντοι καὶ μικρόν, ἢ διότι καὶ τῇ ἑαυτοῦ φύσει μικρόν ἐστιν ἢ ἐκείνοις μικρόν, κἂν μέγα ὑπάρχῃ, διὰ τὸ μὴ ζῆν τὴν ἐνταῦθα ζωήν· εἰ δʼ ἔχει τινὰ δύναμιν, ἀλλʼ οὐ τοσαύτην γε καὶ τοιαύτην, ὥστε ποιεῖν εὐδαίμονας τοὺς μὴ τοιούτους ἢ τοὺς ὄντας ἀφαιρεῖσθαι τὴν μακαριότητα. ὥστε ἔρχεται μέν τι ἀπὸ τῶν ζώντων τοῖς τεθνεῶσι· τοιαῦτα δὲ καὶ τοσαῦτα ὡς μηδεμίαν ἐπάγειν μεταβολήν. Ὅτι τῶν τιμίων ἡ εὐδαιμονί α . κε φ . ιθ ʹ . Διωρισμένων δὲ τούτων, σκεψώμεθα περὶ τῆς εὐδαιμονίας, πότερον τῶν δυνάμεών ἐστιν ἢ τῶν ἐπαινετῶν ἢ τῶν τιμίων ἡ εὐδαιμονία. καὶ δυνάμεις μέν εἰσιν αἱ ἕξεις τῶν τεχνῶν, οἷον κυβερνητικῆς ἢ ἰατρικῆς δηλονότι τὸ δύνασθαι ἰατρεύειν ἢ κυβερνᾶν, ἐπαινετὰ δὲ τὰ ἤδη κατορθωθέντα καὶ εἰς ἐνέργειαν ἐλθόντα ἀγαθά, τίμια δὲ τὰ θεῖα καὶ ὑπὲρ ταῦτα. τούτων οὕτως ἐχόντων, ζητητέον τί τούτων ἐστὶν ἡ εὐδαιμονία. δύναμις μὲν οὖν οὐκ ἔστιν· ἔστι γὰρ τέλειον ἀγαθόν· ἡ δὲ δύναμις ἀτελές. ἄλλως τε ἡ μὲν εὐδαιμονία οὐ συναριθμεῖται πολλοῖς, ἡ δὲ δύναμις τοιαύτη· πολλαὶ γὰρ δυνάμεις· ἡ εὐδαιμονία ἄρα οὐκ ἔστι δύναμις. καὶ μὴν οὐδὲ τῶν ἐπαινετῶν ἐστιν· ἐπαινεῖται γὰρ ἃ μετέχει τινὸς ἀγαθοῦ. τὸν γὰρ δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν ἀγαθὸν καὶ τὴν ἀρετὴν ἐπαινοῦμεν διὰ τὸ ποιότητός τινος ἀγαθοῦ μετέχειν καὶ σχέσιν ἔχειν πρὸς ἀγαθόν τι καὶ σπουδαῖο ν. διὰ τοῦτο καὶ οἱ τοὺς θεοὺς ἐπαινοῦντες γελοῖοί εἰσιν, ἡμῖν αὐτοὺς ἐξισοῦντες. τοῦτο δὲ συμβαίνει διὰ τὸ γίνεσθαι τοὺς ἐπαίνους ἕνεκα τῆς πρὸς τὸ ἀγαθὸν ἀναφορᾶς καὶ σχέσεως. τὰ μὲν οὖν ἐπαινετὰ τοιαῦτα· ἡ εὐδαιμονία δὲ οὐ τοιοῦτον· ἔστι γὰρ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. τοῦ δὲ ἀγαθοῦ καὶ τοῦ ἀρίστου οὐκ ἔστιν ἔπαινος· οὐ γὰρ πρός τι ἀναφέρεται ἀγαθόν. διὰ τοῦτο οὐδὲ τοὺς θεοὺς ἐπαινοῦμεν ἀλλὰ μακαρίζομεν καὶ εὐδαιμονίζομεν· ὁμοίως δὲ καὶ τῶν ἀνδρῶν τοὺς θειοτάτους καὶ τὰ ἀγαθά, ὅσα διʼ ἑαυτά εἰσιν ἀγαθά, οἵα ἐστὶν ἡ εὐδαιμονία. οὐδεὶς γὰρ τὴν εὐδαιμονίαν ἐπαινεῖ καθάπερ τὸ δίκαιο ν , ἀλ λ ’ ὡς θειότερόν τι καὶ βέλτιον μακαρίζε ι. ἐπεὶ τοίνυν τὰ μὲν ἐπαινετὰ διά τι τέλος ἀγαθὸν ἐπαινοῦνται, ἡ δὲ εὐδαιμονία εἰς οὐδὲν ἀναφέρεται τέλος (ἔστι γὰρ αὐτὴ τὸ ἔσχατον τέλος), οὐκ ἂν εἴη τῶν ἐπαινετῶν· λείπεται δὴ τῶν τιμίων εἶναι. τούτῳ δὲ τῷ λόγῳ καὶ ὁ Εὔδοξος μαρτυρεῖ· τὴν γὰρ ἡδονὴν βουλόμενος δεῖξαι ἄριστον εἶναι καὶ τέλειον ἀγαθόν, ἀπὸ τούτου ἔλεγε δείκνυσθαι, ὅτι οὐκ ἔστι τῶν ἐπαινετῶν ἀλλὰ βέλτιον τούτων, ἀπὸ τοῦ μὴ ἐπαινεῖσθαι ἀγαθὸν οὖσαν· τοιοῦτον δὲ ἔλεγεν εἶναι τὸν θεὸν καὶ τὸ ἀγαθό ν .
πρὸς ταῦτα γὰρ καὶ τἄλλα ἀναφερόμενα ἀγαθὰ λέγεσθαι καὶ ἐπαινετὰ εἶναι. ἐπαινεῖται μὲν γὰρ ἡ ἀρετή, ὅτι πρακτικοὶ γίνονται οἱ ἄνθρωποι τῶν καλῶν ἀπὸ ταύτης· ἐγκωμιάζονται δὲ τὰ ἔργα ὁμοίως τὰ ἀγαθά, τά τε σωματικὰ καὶ τὰ ψυχικά, ὅτι πρός τι τέλος φέρουσιν ἀγαθόν· αὐτὴ δὲ ἡ εὐδαιμονία οὐκ ἂν ἐπαινεθείη· οὐ γὰρ πρός τι τέλος ἀγαθὸν φέρει· αὐτὴ γάρ ἐστι τὸ ἔσχατον τέλος, καθὼς εἴρηται. ἀλλὰ τὸ μὲν περὶ ἐπαίνων καὶ ἐγκωμίων λέγειν τίσιν ἁρμόττει, οὐκ ἔστιν ἡμῖν προκείμενον· οἰκειότερον γὰρ ἄλλοις· ἡμῖν δὲ περὶ τοῦ προκειμένου ῥητέον. φαίνεται μὲν οὖν ἀπὸ τῶν εἰρημένων, ὅτι ἐστὶ τῶν τιμίων καὶ τελείω ν· φαίνεται δὲ καὶ ἀρχὴ καὶ αἰτία τῶν ἄλλων ἀγαθῶν· ταύτης γὰρ χάριν τὰ ἄλλα πράττομεν· τὴν δὲ ἀρχὴν καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμε ν . Περὶ ἀρετῆ ς , ἐν ᾧ περὶ τῶν δυνάμεων τῆς ψυχῆ ς . κε φ . κ ʹ . Ἐπεὶ δέ ἐστιν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κα τ ’ ἀρετὴν τελείαν, σκεψώμεθα περὶ τῆς ἀρετῆς· ἡ γὰρ περὶ αὐτῆς σκέψις σαφέστερον ποιήσει τὸν περὶ τῆς εὐδαιμονίας λόγον. φαίνεται δέ, ὅτι καὶ ὁ κατὰ ἀλήθειαν πολιτικὸς περὶ αὐτῆς σκέπτεται· βούλεται γὰρ ἀγαθοὺς ποιεῖν τοὺς πολίτας καὶ τῶν νόμων ὑπηκόους, καθάπερ οἱ Κρητῶν καὶ Λακεδαιμονίων νομοθέται, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγένηντα ι· ὥστε δῆλον ὅτι ἡ ζήτησις αὕτη ἀκόλουθος ἂν εἴη τῷ ἐξ ἀρχῆς τοῦ λόγου σκοπῷ. ἦν γὰρ ἐκεῖνος περὶ τοῦ τέλους τῆς πολιτικῆς. περὶ ἀρετῆς τοίνυν ἐπισκεπτέο ν , ἀνθρωπίνης δηλονότι, ἐπεὶ καὶ ἐξ ἀρχῆς τὸ ἀνθρώπινον ἀγαθὸν ἐζητοῦμεν. ἐπεὶ τοίνυν ἡ ἀνθρωπίνη ἀρετὴ οὐ τοῦ σώματός ἐστιν ἀλλὰ τῆς ψυχῆς ( καὶ τὴν εὐδαιμονίαν γὰρ ψυχῆς ἐνέργειαν λέγομε ν), ὁ πολιτικὸς δὲ σκέπτεται περὶ τῆς ἀνθρωπίνης ἀρετῆς, δῆλον ὅτι δεῖ τὸν πολιτικὸν εἰδέναι πῶς ἔχει τὰ περὶ ψυχήν, ὥσπερ καὶ τὸν μέλλοντα ὀφθαλμὸν θεραπεύσειν τοῦ σώματος παντὸς τὴν γνῶσιν ἔχειν ἀνάγκη· καὶ τοσούτῳ πλέον ὁ πολιτικὸς δικαίως εἴσεται τὰ περὶ ψυχὴν ἢ ὁ ἰατρὸς τὸ σῶμα, ὅσῳ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς καὶ τιμιωτέρα· καὶ οἱ βέλτιστοι δὲ τῶν ἰατρῶν πολλὰ πραγματεύονται περὶ τὴν τοῦ σώματος γνῶσιν, ὥστε εἰκὸς ἂν εἴη τὸν πολιτικὸν περὶ τῆς ψυχῆς εἰδέναι. θεωρητέον δὲ περὶ ψυχῆς τοσαῦτα, ὅσα ἀρκέσει ἡμῖν πρὸς τὸν προκείμενον περὶ ἀρετῆς λόγον· τὸ γὰρ ἐπὶ πλεῖον ἐξακριβῶσαι περὶ ψυχῆς καὶ τὸν καθόλου περὶ αὐτῆς ἐκθέσθαι λόγον μεῖζον ἔργον ἐστὶ τῶν προκειμένων. περὶ ψυχῆς τοίνυν οὐ μόνον ἐν συγγράμμασιν ἀλλὰ καὶ ἀπὸ στόματος πρὸς τοὺς ἐντυγχάνοντας ἀρκούντως εἴπομεν ἔνια· καὶ χρηστέον αὐτοῖ ς.
λέγομεν τοίνυν, ὅτι τῆς ψυχῆς τὸ μὲν λογικόν ἐστι, τὸ δὲ ἄλογον. ταῦτα δὲ πότερον κεχωρισμένα εἰσὶν ἀλλήλων, καθάπερ τὰ τοῦ σώματος μέρη καὶ τὰ ἄλλα τὰ μεριστά, ἢ πράγματι μὲν ἕν εἰσι, λόγῳ δὲ δύο, καθάπερ ἐν τῇ περιφερείᾳ τὸ κυρτὸν καὶ τὸ κοῖλον (ἓν μὲν γάρ εἰσι πρᾶγμα καὶ ἀχώριστα πέφυκε, τῷ ὁρισμῷ δὲ διαφέρουσιν· ἄλλος γὰρ ὁρισμὸς τῆς περιφερείας καθὸ κοίλης καὶ ἄλλος καθὸ κυρτῆς), τοῦτο μὲν οὖν ζητεῖν οὐδὲν συντείνει πρὸς τὴν προκειμένην μέθοδον. ἐροῦμεν δὲ περὶ τοῦ ἀλόγου. ἔστι τοίνυν τοῦ ἀλόγου τῆς ψυχῆς τὸ μὲν φυτικόν, λέγω δὲ τὸ θρεπτικὸν καὶ αὐξητικόν, ὅπερ κοινόν ἐστι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζῴοις πᾶσιν· αὕτη γὰρ ἡ δύναμις ἐν ἅπασι τοῖς τρεφομένοις ἐστὶ καὶ ἐν τοῖς ἐμβρύοις· ἡ αὐτὴ δὲ καὶ ἐν τοῖς τελείοις τῶν ἀνθρώπων ἐστίν· οὐ γὰρ ἄλλην εὔλογον λέγειν. ἐν ταύτῃ μὲν οὖν τῇ δυνάμει οὐκ ἔστιν εὑρεῖν ἰδίως ἀρετὴν ἀνθρωπίνην ἀλλὰ κοινὴν ἅπασιν. ἡ γὰρ τοιαύτη ἀρετὴ τὸ τρέφεσθαι καὶ αὐξάνεσθαι καὶ ὑπνώττουσιν ἐνεργεῖται καὶ μάλιστα τότε, ἡ δὲ ἀνθρωπίνη ἀρετὴ οὐδαμῶς· ὁ γὰρ ἀγαθὸς καὶ κακὸς ἥκιστα διάδηλος ὑπνώττων. καὶ διὰ τοῦτό φασι μηδὲν διαφέρειν τὸ ἥμισυ τοῦ βίο υ, τὸν τοῦ ὕπνου καιρὸν δηλονότι, τοὺς εὐδαίμονας τῶν ἀθλίω ν· καὶ εἰκότως· ἀργία γάρ ἐστιν ὁ ὕπνος καὶ τῇ σπουδαίᾳ καὶ τῇ φαύλῃ ψυχῇ. πλὴν εἰ μή τις ἐκεῖνο εἴποι, ὅτι καὶ οἱ ὕπνοι τῶν σπουδαίων βελτίους, τῶν μεθημερινῶν κινήσεων τρόπον τινὰ καὶ ἐπὶ τοὺς ὕπνους διερχομένων καὶ διὰ τοῦτο τῶν καθʼ ὕπνους φαντασμάτων ἀμεινόνων τοῖς σπουδαίοις γινομένων ἢ τοῖς τυχοῦσιν· ἀλλὰ περὶ τούτων ἅλι ς. τὸ γὰρ θρεπτικὸν ἄμοιρον τῆς ἀνθρωπίνης ἀρετῆς, περὶ ἧς ἡμῖν ὁ λόγος. ἔστι δὲ καὶ ἄλλη τις φύσις τῆς ψυχῆς οὐ πάντῃ ἄλογος κατὰ τὴν εἰρημένην, ἀλλά πῃ μετέχουσα λόγου καὶ μαχομένη πρὸς τὸν λόγον. διὸ καὶ τὸν τοῦ ἐγκρατοῦς λόγον καὶ τὸν τοῦ ἀκρατοῦς δὲ ἐνίοτε ἐπαινοῦμεν, ὅτι ἀντέχουσι πρὸς τὸ ἀντιτεῖνον· ὁ μὲν μέχρις οὗ δεῖ, ὁ δὲ ἐνίοτε καὶ μέχρι τινός. καὶ διὰ τοῦτο φαίνεται ἄλλο τι ὂν ἐν αὐτοῖς παρὰ τὸν λόγον, ὃ μάχεται καὶ ἀντιτείνει τῷ λόγ ῳ . ἀτεχνῶς γά ρ , καθάπερ τὰ παραλελυμένα τοῦ σώματος μόρια εἰς τὰ δεξιὰ προαιρουμένων κινῆσα ι , τοὐναντίον καὶ εἰς τὰ ἀριστερὰ παραφέρετα ι· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς. ἐπὶ τἀναντία γὰρ αἱ ὁρμαὶ τῶν ἀκρατῶν φέρονται τῆς τοῦ λόγου κινήσεως. ἀλ λ ’ ἐν τοῖς σώμασι μὲν ὁρῶμεν τὸ παραφερόμενο ν , ἐπὶ δὲ τῆς ψυχῆς οὐχ ὁρῶμε ν. εἰ δὲ καὶ μὴ ὁρᾶται, ὅμως ἐστὶ καὶ νομιστέον εἶναί τι παρὰ τὸν λόγον ἐναντιούμενον τούτῳ καὶ ἀντιβαῖνο ν· πῶς δέ, πρὸς τὸ προκείμενον λέγειν οὐδὲν συντελεῖ. φαίνεται δὲ καὶ τοῦτο λόγου μετέχον, ὥσπερ εἴπομεν, καθόσον τῷ λόγῳ πειθαρχεῖ. καὶ γὰρ τῷ τοῦ ἐγκρατοῦς λόγῳ τοῦτο τὸ ἄλογον, τὸ θυμικὸν λέγω καὶ τὸ ἐπιθυμητικόν, ἄγεται καὶ πείθεται. ἔτι δὲ μᾶλλον πείθεται καὶ εὐηκοώτερόν ἐστι τῷ λόγῳ τοῦ σώφρονος καὶ ἀνδρείου· ἐν αὐτῷ γὰρ πάντα τῷ λόγῳ συμφωνεῖ.
25
ὥστε φαίνεται τὸ ἄλογον τῆς ψυχῆς διττὸν εἶναι, τὸ μὲν πάντῃ ἄλογον τὸ φυτικόν, τὸ αὐξητικὸν δηλονότι καὶ θρεπτικόν, τὸ δέ πῃ λόγου μετέχον, τὸ θυμικὸν καὶ ἐπιθυμητικόν· τοῦτο γὰρ κοινωνεῖ λόγου καθʼ ὅσον κατήκοόν ἐστιν αὐτοῦ καὶ πειθαρχικό ν. ὅτι δὲ πείθεταί πως ὑπὸ λόγου τὸ ἄλογον, φανερὸν ἀπὸ τῶν νουθεσιῶν καὶ τῶν παρακλήσεων καὶ ἐπιτιμήσεων· ἀπὸ τούτων γὰρ πολλαὶ τῶν ἀλόγων κινήσεων ῥυθμίζονται. διττῶς δὲ λέγεται τὸ λόγου μετέχειν καθάπερ καὶ τὸ λόγον ἔχειν. λέγομεν γὰρ τοῦ πατρὸς καὶ τῶν φίλων λόγον ἔχειν τὸ ἐπιστρέφεσθαι πρὸς αὐτοὺς καὶ οἷς κελεύουσιν ἐξακολουθεῖν, λέγομεν δὲ καὶ τῶν μαθηματικῶν λόγον ἔχειν τὸ εἰδέναι αὐτὰ καὶ γνῶσίν τινα καὶ ἐπιστήμην αὐτῶν ἔχειν. κατὰ τοῦτον τὸν τρόπον διπλῶς λέγεται καὶ τὸ λόγου μετέχειν· τὸ μὲν κυρίως καὶ 〈ἐν〉 ἑαυτῷ, ὥσπερ αὐτὸ τὸ λογικόν, τὸ δὲ διὰ τὸ ἐκείνῳ πειθαρχεῖν λόγου μετέχειν λέγεται, ὥσπερ τις τῷ πατρὶ πείθεται. διαιρεῖται δὲ καὶ ἡ ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην · λέγομεν γὰρ αὐτὰς τὰς μὲν διανοητικάς, αἳ τοῦ λογικοῦ εἰσι, τὰς δὲ ἠθικάς, αἳ τοῦ θυμικοῦ καὶ ἐπιθυμητικοῦ εἰσι. καὶ διανοητικαὶ μέν εἰσι σοφία σύνεσις καὶ φρόνησις, ἠθικαὶ δὲ ἐλευθεριότης καὶ σωφροσύνη. ὅταν γὰρ περὶ τοῦ ἤθους λέγωμεν, οὐ λέγομεν τὸν ἄνθρωπον σοφὸν ἢ συνετὸν ἀλλὰ πρᾷον καὶ σώφρονα. ἐπαινοῦμεν δὲ καὶ τὸν σοφὸν διὰ τὴν ἀγαθὴν ἕξιν, ἥτις ἐστὶν ἀρετή· τὰς γὰρ ἐπαινετὰς ἕξεις ἀρετὰς λέγομεν. ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Β Ὅτι οὔτε φύσει οὔτε παρὰ φύσιν ἐν ἡμῖν γίνονται αἱ ἀρετα ί , ἀλλὰ ἀπὸ τοῦ ἔθου ς .
26 (1t)
κε φ . α ʹ . Ἐπεὶ δὲ ἡ ἀρετὴ τῆς ψυχῆς ἐστι τελειότης, τῆς ψυχῆς δὲ τὸ μέν ἐστι λογικόν, τὸ δὲ ὀρεκτικόν, διττὴν ἀνάγκη καὶ τὴν ἀρετὴν εἶναι, καὶ τὴν μὲν τοῦ διανοητικοῦ, ἥτις ἐστὶν ἡ σοφία καὶ ἡ φρόνησις, τὴν δὲ τοῦ ὀρεκτικοῦ, ἥτις ἠθικὴ καλεῖται. καὶ ἡ μὲν διανοητικὴ ἔχει μὲν καὶ ἀπὸ τῆς φύσεως τὴν ἀρχήν (δεκτικὸν γὰρ ὁ ἄνθρωπος ἐπιστήμης) καὶ ἀπὸ ἤθους αὔξησιν λαμβάνει τινά, τὸ δὲ πλέον ἀπὸ τῆς διδασκαλίας καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν ἔχει, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνο υ , ἡ δὲ ἠθικὴ ἐξ ἔθους περιγίνετα ι. ἡ μὲν γὰρ φύσις ἐκεῖνο δίδωσι μόνον, τὸ δύνασθαι σπουδαίους γενέσθαι, ἡ δὲ διδασκαλία γινώσκειν ὅτι δέον γενέσθαι, τὸ δὲ καὶ ἐνεργείᾳ ἤδη γενέσθαι σπουδαίους μόνον τὸ ἔθος παρέχεται. ἀπὸ τούτου δὲ καὶ τὸ ὄνομα ἔλαβεν· ἠθικὴ γὰρ καλεῖται, μικρὸν παρεγκλῖνον ἀπὸ τοῦ ἔθου ς. ὥστε δῆλον, ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν περιγίνεται. εἰ γὰρ φύσει σπουδαῖοι ὑπήρχομεν, οὐκ ἂν ἐκινούμεθα πρὸς τοὐναντίον ἀπὸ τοῦ ἔθους, νυνὶ δὲ κινούμεθα. οὐδεμία ἄρα τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν περιγίνεται· οὐδὲν γὰρ τῶν φύσει κινουμένων ὑπὸ τοῦ ἔθους ἐπὶ τὴν ἐναντίαν μεταβάλλει ῥοπήν. οὔτε γὰρ τὸν λίθον ἐθίσει τις ἄνω φέρεσθαι, κἂν μυριάκις ἄνω ῥίπτῃ, οὔτε τὸ πῦρ κάτω, οὐδὲ ἄλλο τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθεί η . οὔ τ ’ ἄρα φύσει οὔτε παρὰ φύσιν ἡμῖν ἐγγίνονται αἱ ἀρετα ί, ἀλλὰ τὸ δύνασθαι μὲν ἀπὸ φύσεως ἔχομεν καὶ πεφύκαμεν δέχεσθαι τὰς ἀρετάς, δεχόμεθα δὲ καὶ τελειούμεθα διὰ τοῦ ἔθους. ἔτι τῶν φυσικῶν τὰς δυνάμεις πρῶτον τελείας ἔχοντες, εἶτα χρώμεθα· τὴν γὰρ ὀπτικὴν ἢ ἀκουστικὴν δύναμιν τελείαν ἔχοντες ἐχρησάμεθα· οὐ γὰρ ἀπὸ τοῦ πολλάκις ἰδεῖν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλὰ τὸ ἀνάπαλιν ἔχοντες ἐχρησάμεθα · τὰς δὲ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερο ν , ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει τεχνῶν · ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ἀπὸ τοῦ ποιεῖν μανθάνομεν, οἷον οἰκοδομοῦντες μὲν οἰκοδόμοι γινόμεθα, κιθαρίζοντες δὲ κιθαρισταί.
οὕτω δὴ καὶ τὰ δίκαια πράττοντες δίκαιοι γινόμεθα καὶ τὰ σώφρονα σώφρονες καὶ τὰ ἀνδρεῖα ἀνδρεῖοι. μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσι ν· οἱ γὰρ νομοθέται τῷ ἔθει ἀγαθοὺς τοὺς πολίτας ποιοῦσι. συνελαύνουσι γὰρ ἀμοιβαῖς ἀγαθῶν καὶ τιμωρίαις ἐπὶ τὰς ἀγαθὰς πράξεις καὶ οὕτω σπουδαίους ἀποτελοῦσιν. εἰ δὲ καὶ μὴ πάντες τοῦτο ποιοῦσιν, ἁμαρτάνουσιν· ἡ γὰρ ἐπαγγελία καὶ τὸ βούλημα παντὸς νομοθέτου τοῦτό ἐστι, τὸ τοὺς πολίτας ἐπὶ τὰς ἀγαθὰς πράξεις ἐθίζειν. οὐκ ἄρα ἀπὸ φύσεως ἀλλὰ ἀπὸ τοῦ ἔθους αἱ ἀρεταί. ἔτι ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν ἐθῶν καὶ ἔργων καὶ γίνεται πᾶσα ἀρετὴ καὶ φθείρετα ι· γίνεται μὲν ἀγαθῶν ὄντων τῶν ἐθῶν, φθείρεται δὲ ἀπὸ τῶν ἐναντίων. ὁμοίως δὲ καὶ τέχνη · ἐκ γὰρ τοῦ κιθαρίζειν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποτελοῦνται κιθαριστα ί· ἐκ μὲν τοῦ καλῶς οἱ ἀγαθοί, ἐκ δὲ τοῦ κακῶς κιθαρίζειν κακοί· ὁμοίως δὲ καὶ οἱ οἰκοδόμοι καὶ πάντες ἄλλοι τεχνῖται ἀπὸ τῆς κατὰ τέχνην ἐνεργείας ἢ ἀγαθοὶ ἢ κακοὶ γίνονται· ἐκ μὲν γὰρ τοῦ εὖ οἰκοδομεῖν ἀγαθοὶ γίνονται οἰκοδόμο ι , ἐκ δὲ τοῦ κακῶς κακο ί. εἰ γὰρ μὴ ἀπὸ τῶν τοιῶνδε ἦν ἐνεργειῶν ἡ τοιάδε τέχνη, ἀλλὰ φύσις ἦν ἡ τὸν τεχνίτην ποιοῦσα, οὐκ ἂν ἐδέησεν οὐδενὶ διδασκάλου πρὸς 〈τὴν〉 τέχνην, ἀλλὰ πάντες ἂν εὐθὺς ἐγίνοντο ἢ ἀγαθοὶ ἢ τοὐναντίον. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχε ι. πράττοντες γὰρ τὰ συναλλάγματα τὰ πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἱ μὲν δίκαιο ι , οἱ δὲ ἄδικοι, τὸ μὲν ἀπὸ τοῦ πάντα δικαίως πράττειν καὶ κατὰ νόμον, τὸ δὲ ἀπὸ τῆς ἐναντίας πολιτείας. πάλιν δὲ ἐπειδὰν δεινοῖς τισι περιπέσωμεν, ἐθιζόμεθα φοβεῖσθαι ἢ θαρρεῖν καὶ οἱ μὲν ἀνδρεῖοι οἱ δὲ δειλοὶ γινόμεθα. ὁμοίως δὲ καὶ περὶ τὰς ἐπιθυμίας ἔχει καὶ τὰς ὀργάς· ἀπὸ γὰρ τῶν ἐθῶν καὶ τῆς ἐν αὐτοῖς ἀναστροφῆς οἱ μὲν σώφρονες καὶ πρᾷοι γίνοντα ι , οἱ δὲ ἀκόλαστοι καὶ ὀργίλο ι· καὶ ἑνὶ λόγῳ τὸ πᾶν συνελόντα εἰπεῖν, πᾶσα ἕξις ἀπὸ τῆς ὁμοίας ἐνεργείας τίκτεται, ἀγαθὴ μὲν ἀγαθῆς, φαύλη δὲ φαύλης. διὰ τοῦτο οὐ δεῖ τῆς ἀγαθῆς ἕξεως ἐνέργειαν ἁπλῶς αἰτίαν λέγειν ἀλλʼ ἀγαθὴν οὐδὲ τῆς κακῆς ἁπλῶς ἐνέργειαν ἀλλὰ κακήν· ὥσπερ ἐπὶ τῆς οἰκοδομικῆς· οὐ γὰρ τῆς ἀγαθῆς οἰκοδομικῆς ἕξεως τὴν οἰκοδομικὴν ἁπλῶς ἐνέργειαν αἰτίαν ἐροῦμεν ἀλλὰ τὴν ἀγαθὴν οἰκοδομικὴν ἐνέργειαν τῆς ἀγαθῆς καὶ τῆς φαύλης 〈τὴν〉 φαύλην αἰτίαν καὶ ὅλως τοιάσδε τινὰς ἀποδοτέον ἑκάστῃ τῶν ἕξεων τὰς ἐνεργείας. κατὰ γὰρ τὰς τούτων διαφορὰς ἀκολουθοῦσιν αἱ ἕξει ς. διὰ ταῦτα πολλὴ διαφορὰ πρὸς τὴν ἕξιν ἀπὸ τοῦ καλῶς ἢ κακῶς ἐκ νέων ἐθίζεσθαι· μᾶλλον δὲ πᾶσα ἡ τῶν ἕξεων διαφορὰ ἐκεῖθέν ἐστιν. Ὅτι αἱ κα τ ’ ἀρετὴν πράξεις μεσότητές εἰσι καὶ ὑπὸ ὑπερβολῆς καὶ ἐλλείψεως φθείροντα ι .
28 (1n)
κε φ . β ʹ . Ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐκ ἔστι τοῦ θεωρητικοῦ τῆς φιλοσοφίας μέρους, ὃ τὴν θεωρίαν τῆς ἀληθείας μόνον ἔχει τέλος (καταγίνεται γὰρ περὶ τὰ ὄντα, ἃ μόνον γνωστά εἰσιν, οὐ μέντοι καὶ πρακτά), ἀλλὰ τοῦ πρακτικοῦ μέρους ἐστίν, ὃ τέλος ἔχει τὸ ποιῆσαι τὸ ἀγαθόν· οὐ γὰρ ἵνα εἰδῶμεν τί ἐστιν ἀρετὴ σκεπτόμεθ α , ἀλ λ ’ ἵ ν ’ ἀγαθοὶ γενώμεθ α· ἐπεὶ εἰ οὕτως εἶχεν, οὐδὲν ἂν ἦν ὄφελος ἡμῖν τῆς σπουδῆς, μὴ πρὸς τὸ τέλος ἀφικνουμένοις. ἐπεὶ οὖν αἱ πράξεις τὸ τέλος, σκεψώμεθα τὰ περὶ τὰς πράξεις, αἳ κύριαί εἰσι, καθάπερ εἴρηται, τοῦ ἀγαθὰς ἢ πονηρὰς τὰς ἕξεις γενέσθαι, ὑπὲρ ὧν ὁ λόγος ἡμῖν. τὸ μὲν οὖν οὕτω διορίσασθαι τὰς ἀγαθὰς πράξεις τὰς κατὰ τὸν ὀρθὸν γινομένας λόγον, καὶ τὰς πονηρὰς τοὐναντίον, ἀληθὲς μέν, οὐκ ἔστι δὲ ἱκανὸν τὰς πράξεις σημᾶναι. τὸ γὰρ κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καθόλου τί ἐστι, τὸ δὲ τοιοῦτον ἀποδιδόμενον οὐχ ἱκανὸν πρᾶγμα ἀγνοούμενον ἀποδεῖξαι. τὸν γὰρ ἐρωτῶντα περὶ τοῦ ἀνθρώπου τί ἐστι, τὸ ζῷον ἀποδιδόμενον οὐκ ἀρκεῖ διδάξαι τὸν περὶ αὐτοῦ λόγον. διὰ τοῦτο τοῦτο μὲν ὑπερκείσθω, ῥηθήσεται δὲ ὕστερον περὶ αὐτο ῦ , καὶ τί ἐστιν ὀρθὸς λόγο ς , καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετά ς . ἐκεῖνο δὲ προδιομολογείσθω, ὅτι πάντα τὸν 〈περὶ τῶν πρακτῶν λόγον, δηλονότι τὸν〉 περὶ τῶν πράξεων, τίνες αὐτῶν ἀγαθαὶ καὶ τίνες αἱ φαῦλαι, οὐκ ἀκριβῶς ἀλλʼ ὡς ἐν τύπῳ γίνεσθαι δεῖ, ὥσπερ καὶ κα τ ’ ἀρχὰς εἴπομεν, ὅτι ταῖς ὕλαις ἀκολούθως τοὺς λόγους τοὺς περὶ αὐτῶν ἀπαιτεῖν προσήκει, ἐπεὶ καὶ αἱ πράξεις καὶ τὰ ἐν αὐταῖς συμφέροντα οὐ τὰ αὐτά εἰσιν ἀεί, ὥσπερ οὐδὲ τὰ [νῦν] ὑγιειν ά, ἀλλὰ νῦν μὲν τοῦτο νῦν δὲ τοὐναντίον ἅπαν (ταῖς γὰρ διαθέσεσι τῶν σωμάτων καὶ ταῖς τοῦ καιροῦ μεταβολαῖς συμμεταβάλλουσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν πράξεων ἔχει· αἱ αὐταὶ γὰρ νῦν μὲν βλαβεραί, νῦν δὲ ὠφέλειαν ἤνεγκαν, καὶ τοῖς αὐτοῖς ἀνθρώποις πολλάκις. οὕτω δὲ ἀκριβῶς διωρίσθαι μὴ δυναμένου τοῦ περὶ τῶν καθόλου λόγου, ἔτι μᾶλλον σφαλερώτερος ὁ περὶ τῶν καθʼ ἕκαστα· τὰ γὰρ καθʼ ἕκαστα τῶν καθόλου ἧττον δυνάμεθα γινώσκειν· ἡ γὰρ περὶ ταῦτα σκέψις οὔτε ὑπὸ τέχνην ἐστί τινα οὔτε μέθοδον καὶ παραγγελίαν ὡρισμένην. καὶ διὰ τοῦτο δέον ἐστὶ τοὺς πράττοντας πρὸς τὸν καιρὸν βλέπειν καὶ ἀπὸ τούτου ζητεῖν τὸν περὶ τῶν πράξεων λόγον· γνώσονται γὰρ εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ φαῦλαι τοῦτον τὸν τρόπον σκοποῦντες, ὥσπερ καὶ ἰατροὶ καὶ κυβερνῆται ποιοῦσι· τὰς γὰρ κατὰ τὴν τέχνην πράξεις ἑκάτερος ἀπὸ τοῦ καιροῦ κρίνουσιν. ἀλλὰ καίπερ ὄντος τοιούτου τοῦ παρόντος λόγο υ , πειρατέον βοηθεῖν τῇ κα τ ’ αὐτὸν ἀληθεί ᾳ.
καὶ πρῶτον τοῦτο θεωρητέον, ὅτι αἱ κατʼ ἀρετὴν πράξεις ὑπὸ ἐνδείας ἢ ὑπερβολῆς πεφύκασι φθείρεσθαι· ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας ὁρῶμεν · δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις κεχρῆσθαι. τά τε γὰρ ὑπερβάλλοντα γυμνάσια τὴν ἰσχὺν τοῦ σώματος διαφθείρει καὶ τὰ ἐλλείποντα τοῦ μετρίου· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ σιτία καὶ τὰ ποτὰ τὰ μὲν πλείω ἢ ἐλάττω τῶν δεόντων τὴν ὑγίειαν ἀπελαύνει, τὰ μέσα δὲ καὶ ποιεῖ καὶ αὔξει καὶ σῴζε ι· οὕτως οὖν καὶ ἐπὶ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας ἔχει καὶ τῶν ἄλλων ἀρετῶν. ὅ τε γὰρ πάντα φεύγων καὶ φοβούμενος καὶ μηδὲν ὑπομένων δειλὸς γίνετα ι , ὅ τε μηδὲν ὅλως φοβούμενος ἀλλὰ πρὸς πάντα βαδίζων θρασύς, ἀνδρεῖος δὲ ὁ μέσος. ὁμοίως δὲ καὶ ἡ σωφροσύνη ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐλλείψεως φθείρεται· καὶ γὰρ ὁ μὲν πάσης ἡδονῆς ἀπολαύων καὶ μηδεμιᾶς ἀπεχόμενος ἀκόλαστός ἐστιν, ὁ δὲ πάσας φεύγων ὥσπερ οἱ ἄγροικοι ἀναίσθητος, ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. ὑπὸ τῆς μεσότητος γὰρ καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία σώζεται. οὐ μόνον δὲ αἱ ἐνέργειαι, διʼ ὧν αἱ γενέσεις καὶ αἱ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραί, καταλλήλως ἔχουσι τοῖς ἀποτελουμένοις, ἀγαθαὶ μέν, εἰ γεννῶσι καὶ αὔξουσι, φαῦλαι δέ, εἰ φθείρουσιν, ἀλλὰ καὶ αἱ μετὰ τὰς ἕξεις τῶν ἀρετῶν ἐνέργειαι, ὧν αἴτιαί εἰσιν αἱ ἕξεις ὡσαύτως ἔχουσι· καὶ δῆλον ἀπὸ τῶν ὁμοίων τῶν φανερωτέρων. ἡ γὰρ ἰσχὺς γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένει ν· καὶ πάλιν ἡ ἰσχὺς αἰτία γίνεται ταύτης τῆς ἐνεργείας· ὁ γὰρ ἰσχυρὸς δύναται μάλιστα πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει· καὶ γὰρ ἐκ τοῦ ἀπέχεσθαι τῶν ἡδονῶν σώφρονες γινόμεθα καὶ σώφρονες γενόμενοι δυνάμεθα τῶν ἡδονῶν ἀπέχεσθαι μᾶλλον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀνδρείας · ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν δεινῶν καὶ ὑπομένειν αὐτὰ γινόμεθα ἀνδρεῖο ι· γενόμενοι δὲ αὐτὸ τοῦτο πάλιν πλέον δυνάμεθα τὸ ὑπομένειν τὰ φοβερά. Ὅτι περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετ ή . κε φ . γ ʹ . Ἐπεὶ δὲ καὶ πρὶν εἰς ἕξιν ἐλθεῖν ἀρετῆς καὶ μετὰ τὴν ἕξιν τὰς αὐτὰς ἐπιδεικνύμεθα ἐνεργείας, τί σημεῖον γένοιτʼ ἂν τῶν ἐχόντων τὰς ἕξεις ἢ τῶν μήπω κτησαμένων; οὐδὲν ἄλλο ἢ ἡ ἐπὶ τοῖς κατʼ ἀρετὴν ἔργοις ἡδονή τε καὶ λύπη. ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ τῷ ἀπέχεσθαι χαίρων οὗτος σώφρων ἐστίν, ὁ δὲ ἀχθόμενος ἀκόλαστος ἔτι· καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖο ς , ὁ δὲ λυπούμενος δειλὸς ἔτι. περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετ ή .
30
διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομε ν , διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθ α. διὰ τοῦτο δεῖ τῶν ἀγαθῶν ἐθῶν καὶ πράξεων εὐθὺς ἐκ παίδων πολὺν ποιήσασθαι λόγον, ὡς ὁ Πλάτων φησ ί, καὶ ἀνάγεσθαι παῖδας ὄντας τοῖς τοιούτοις ἔθεσιν, ὥστε δυνηθῆναι χαίρειν μὲν οἷς δεῖ, λυπεῖσθαι δὲ οἷς προσῆκεν λυπεῖσθαι· ἡ γὰρ ὀρθὴ καὶ κατὰ λόγον παιδεία αὕτη ἐστίν. ἔτι, ἐπεὶ αἱ ἀρεταὶ περὶ πράξεις εἰσὶν ἢ πάθη, οἷς δέ τις πράττει ἢ πάσχει ἢ χαίρει, ἐὰν βουλόμενος πράττῃ ἢ πάσχῃ, ἢ λυπεῖται, ἐὰν ἄλλου βιαζομένου, φανερὸν ὅτι πᾶσα ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστίν. ἔτι δὲ καὶ ἀπὸ τῶν ἐν ταῖς πολιτείαις κολάσεων φανερόν· τοὺς γὰρ τοῖς πονηροῖς ἡδομένους λυποῦντες οἱ νομοθέται πείθουσι τὰ μὲν φαῦλα μισεῖν, ἥδεσθαι δὲ τοῖς ἀγαθοῖς ἔργοις· καὶ οὕτως ἐντιθέασιν αὐτοῖς ἐθίζοντες τὴν ἐπʼ ἀρετῇ ἡδονήν. αἱ γὰρ τοιαῦται κολάσεις πρὸς τοὺς νοσοῦντας τὰ πολιτικὰ ἰατρειῶν ἔχουσι λόγον. καὶ καθάπερ ἐκείναις ἐναντίαι αἱ νόσοι ἃς θεραπεύουσι, καὶ ἐὰν ἴδωμεν ἰατρὸν ψυχρὰν προσάγοντα θεραπείαν, γινώσκομεν εὐθὺς τὴν νόσον ἀπὸ θέρμης συστῆναι, οὕτω καὶ ἀπὸ τῶν κολάσεων ὀδυνηρῶν οὐσῶν γινώσκομεν, ὅτι θεραπευόμεναι κακίαι ἀπὸ ἡδονῆς γίνονται. ἔτι, καθὼς εἴρηται, πᾶσα ψυχῆς ἕξις, ὑφʼ ὧν τίκτεται καὶ βελτίων ἢ χείρων γίνεται, πρὸς ταῦτα καὶ περὶ ταῦτα τὴν φύσιν ἔχει καὶ ἐν αὐτοῖς συνίσταται· ἀλλὰ ἀπὸ τῆς ἡδονῆς καὶ τῆς λύπης αἱ φαῦλαι γίνονται ἕξεις, δηλαδὴ τοῦ διώκειν τὴν ἡδονὴν ὥσπερ οὐ δεῖ, καὶ ὅτε οὐ δεῖ, καὶ πάλιν φεύγειν τὴν λύπην ὅτε οὐ δεῖ καὶ ὡς οὐ δεῖ καὶ ὅπου οὐ δεῖ· καὶ ὅσαι ἄλλαι περιστάσεις πονηρὰν ποιοῦσι τὴν ζήτησιν τῆς ἡδονῆς ἢ τὴν φυγὴν τῆς λύπης· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀρετῆς ἔχει· συνίσταται γὰρ ἀπὸ τοῦ διώκειν καὶ φεύγειν τὴν ἡδονὴν καὶ τὴν λύπην ὡς δεῖ καὶ ὅτε δεῖ. ὥστε φανερόν, ὅτι περὶ ταύτας αἱ ἕξεις τὴν φύσιν ἔχουσι καὶ ἐν αὐταῖς συνίστανται. διὰ τοῦτο καί τινες ὁρίζονται τὰς ἀρετὰς ἀπαθείας καὶ ἠρεμίας εἶναι, ἀπὸ τῆς ἡδονῆς τὸν ὁρισμὸν λαμβάνοντες· καίτοι οὐ καλῶς ὁρίζονται, ὅτι ἁπλῶς ἄνευ προσθήκης ποιοῦνται τὸν ὁρισμόν, μὴ προστιθέντες τῇ ἠρεμίᾳ καὶ ἀπαθείᾳ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ τὰς ἄλλας περιστάσεις. ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ ἕξις ἡ οὕτως ἔχουσα περὶ ἡδονὰς καὶ λύπας, καθὼς προσδιωρισάμεθα, τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον. γνοίημεν δʼ ἂν ἔτι βέλτιον περὶ τῶν εἰρημένων, καὶ ἀπὸ τούτων τῶν λόγων. τριῶν γὰρ ὄντων διʼ ἅ τις αἱρεῖταί τι καὶ τοσούτων διʼ ἅ τις φεύγει τι, καλοῦ συμφέροντος ἡδέος, αἰσχροῦ ἀσυμφόρου λυπηροῦ, ὁ μὲν ἀγαθὸς πᾶσι κατὰ τὸ εἰκὸς ἐπιβάλλει, διώκων μὲν τὰ ἄριστα, φεύγων δὲ ἃ βλάβη διώκειν, ὁ δὲ κακὸς ἁμαρτάνει περὶ κρίσιν αὐτῶν καὶ μάλιστα τὴν τοῦ ἡδέος· ἡ γὰρ ἡδονὴ οὐ μόνον κοινή ἐστι πᾶσι τοῖς ζῴοις, ἀλλὰ καὶ πᾶσιν ἕπεται τοῖς εἰρημένοις αἱρετοῖς. ἃ γὰρ αἱρούμεθα, τούτοις πᾶσιν ἡδόμεθα. καὶ ἔστι τὸ καλὸν καὶ συμφέρον ἡδὺ τῇ ἑαυτῶν φύσει· καὶ διὰ τοῦτο οἱ κακοὶ ἀπατῶνται, τὸ ἡδὺ καλὸν καὶ συμφέρον ἡγούμενοι πᾶν, διότι ἕπεται νομίζοντες καὶ ἀντιστρέφειν.
τὸ δὲ οὐχ οὕτως ἔχει· συμβαίνει γὰρ πολλὰ τῶν ἡδέων αἰσχρὰ καὶ ἀσύμφορα εἶναι· ὥστε φανερόν, ὅτι περὶ ἡδονὰς καὶ λύπας αἱ ἀνθρώπιναι καταγίνονται πράξεις. ἔτι πᾶσιν ἡμῖν ἐκ νηπίου τοῦτο τὸ πάθος σύνεστι καὶ συντρέφεται, καθάπερ ἐγκεχρωσμένον τῷ βί ῳ· καὶ τὰς ἀγαθὰς πράξεις καὶ τὰς πονηρὰς τούτῳ κρίνομεν τῷ κανόνι, τῷ τὰς μὲν λύπην φέρειν, τὰς δὲ ἡδονήν, καὶ πάντες οὕτω κανονίζομεν τὰς ἐνεργείας, εἰ καὶ μὴ ὁμοίως, ἀλλὰ μᾶλλον καὶ ἧττον· ὥστε ἀνάγκη περὶ ἡδονὰς καὶ λύπας εἶναι τὴν πᾶσαν ταυτηνὶ πραγματείαν. οὐ γὰρ μικρὸν βοηθεῖ τῷ ζητοῦντι τὰ πρακτέα τὸ εἰδέναι, τί ἐστι τὸ καλῶς χαίρειν ἢ τὸ κακῶς ἢ τὸ καλῶς λυπεῖσθαι ἢ τὸ κακῶς· ἐπεὶ μηδὲ μικρὸν μέρος τῶν πράξεων τὸ ἥδεσθαι καλῶς ἢ λυπεῖσθαι ἢ τοὐναντίον. ἀπὸ τούτων γὰρ τὰ τῶν ἀνθρώπων ἤθη γινώσκομεν εἰ φαῦλα ἢ ἀγαθά. ἔτι ὅσα τῶν πρακτέων οὐκ εἰσὶ ῥᾴδια, περὶ ταῦτα καὶ τέχνη καταγίνεται καὶ ἀρετή· πρὸς γὰρ τὰ ῥᾴδια οὐδεμία χρεία πολυχρονίου ἔθους ἢ μεθόδου τεχνικῆς· ὥστε ὅσῳ χαλεπώτερα, τοσούτῳ μείζονος δεήσονται καὶ τέχνης καὶ ἀρετῆς· ἐπεὶ καὶ βέλτιον τὸ τὰ χαλεπώτερα διαθέσθαι καλῶς τοῦ τῶν ῥᾳδίων περιγενέσθαι· ἡ ἀρετὴ ἄρα μάλιστα ἐν τοῖς χαλεπωτέροις ἐστὶ καὶ περὶ ταῦτα καταγίνεται. ἔστι δὲ χαλεπώτερον τῷ σπουδαίῳ ἡδονῇ μάχεσθαι ἢ θυμῷ, καθά φησιν Ἡράκλειτος· καὶ διὰ τοῦτο ἄρα περὶ ἡδονὰς καὶ λύπας εἶναι ἀνάγκη πᾶσαν τὴν πραγματείαν καὶ τῇ ἀρετῇ καὶ τῇ πολιτικ ῇ· ὁ μὲν γὰρ καλῶς χρώμενος ἡδονῇ καὶ λύπῃ ἀγαθός, ὁ δὲ κακῶς κακός. Ὅτι διαφέρει ὁ δίκαιος τοῦ ποιοῦντος τὰ δίκαι α , καὶ ἐπὶ τῶν ἄλλων ὁμοίω ς . κε φ . δ ʹ. Ὅτι μὲν οὖν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστί, καὶ ὅτι ἐξ ὧν γίνεται, ἀπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται, καθʼ ἕτερον τρόπον καὶ ἕτερον τῶν ἐνεργειῶν γινομένων, καὶ ὅτι ἐξ ὧν ἐγένετ ο , περὶ ταῦτα καὶ ἐνεργε ῖ, εἴρηται. ἀπορήσειε δ ’ ἄν τις πῶς λέγομεν ὅτι τὸν θέλοντα δίκαιον γενέσθαι δεῖ τὰ δίκαια ποιεῖν καὶ τὸν σώφρονα τὰ σώφρονα· οἱ γὰρ τὰ δίκαια πράττοντες δίκαιοι πάντως εἰσὶ καὶ οἱ τὰ σώφρονα σώφρονες, ὥσπερ οἱ πράττοντες τὰ μουσικὰ ἢ γραμματικὰ μουσικοί εἰσι καὶ γραμματικοί. λέγομεν δὲ πρὸς τοῦτο, ὅτι φαίνεταί τις οὖσα διαφορὰ τοῦ τὰ δίκαια ποιοῦντος καὶ τοῦ δικαίου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν. ἐνδέχεται γάρ τινα γραμματικόν τι ποιῆσαι ἢ ἀπὸ τύχης ἢ ἄλλου ὑποθεμένου καὶ μὴ γραμματικὸν εἶναι· ἔσται δὲ γραμματικός, ὅτε γραμματικόν τι ποιήσει καὶ γραμματικῶς, τουτέστιν ἀκολουθῶν τῷ κανόνι τῆς ἐν αὐτῷ γραμματικῆς. οὕτω καὶ τὰ δίκαια ἐνδέχεται ποιῆσαί τινα καὶ μὴ δίκαιον εἶναι. μᾶλλον δὲ καὶ μείζων ἐστὶν ἐν τούτοις ἡ διαφορὰ ἐπὶ τῆς ἀρετῆς ἢ ἐπὶ τῶν τεχνῶν.
τὸ μὲν γὰρ τῶν τεχνῶν ἀγαθὸν ἐν αὐταῖς ἐστι ταῖς ἐνεργείαις τῆς τέχνης, ὥστε ἐάν τις μουσικὰ ποιῇ μουσικὴν εἰδώς, οὐδὲν κωλύει μουσικὸν αὐτὸν ὀνομάζειν· ἔστι γὰρ μουσικός, καὶ ἐὰν μὴ προαιρούμενος αὐτὸς τὰ μουσικὰ ποιῇ ἀλλὰ ἑτέρου βιαζομένου· ἐπὶ δὲ τῆς ἀρετῆς οὐχ οὕτως. καὶ γὰρ ἐάν τις δίκαια ποιῇ, οὐκ ἂν εἴη δίκαιος, ἐὰν μὴ πρὸς τοῖς ἄλλοις καὶ πάνυ βουλόμενος ποιῇ καὶ ὑφʼ ἑαυτοῦ κινούμενος καὶ οὐχ ἑτέρου βιαζομένου. τότε γὰρ ἔσται δίκαιος, πρῶτον μὲν ἐὰν πράττῃ τὰ δίκαια γινώσκων ἃ πράττει, ἔπειτα ἐὰν προαιρούμενος αὐτὸς πράττῃ καὶ τρίτον εἰ βεβαίως καὶ ἀμετακινήτως ἔχει πρὸς τὴν πρᾶξιν. καὶ γὰρ οὐκ ἂν εἴη δίκαιος ὁ εἰδὼς μὲν τὰ δίκαια καὶ πράττων ἑκών, οἰόμενος δὲ μὴ πάντα χρόνον καιρὸν εἶναι δικαιοσύνης. ταῦτα δὲ πρὸς μὲν τὸ λαβεῖν τὰς ἄλλας τέχνας καὶ τεχνίτας εἶναι κατʼ αὐτὰς οὐ ζητοῦνται πλὴν τοῦ εἰδέναι· χωρὶς γὰρ τοῦ εἰδέναι πῶς ἄν τις εἴη τεχνίτης; εἰ δὲ μήτε προαιρούμενος τὴν τέχνην ποιεῖ μήτε ἀκινήτως ἔχων πρὸς τὴν μεταχείρισιν τῆς τέχνης, οὐ διὰ τοῦτο κωλύεται τεχνίτης εἶναι· πρὸς δὲ τὴν ἀρετὴν τὸ μὲν εἰδέναι περὶ αὐτῆς πάντα ἃ προσῆκεν εἰδέναι μικρὸν ἢ οὐδὲν συντελεῖ πρὸς τὸ σπουδαῖόν τινα γενέσθαι, τὰ δ ’ ἄλλα οὐ μικρὸν ἀλλὰ τὸ πᾶν δύνατα ι· καὶ γὰρ ἐνδέχεται μηδὲν ἀκριβὲς περὶ ἀρετῆς εἰπεῖν εἰδότα σπουδαῖον εἶναι. χωρὶς δὲ τοῦ προαιρεῖσθαι καὶ ἀκινήτως ἔχειν πρὸς ἀρετὴν ἀδύνατον εἶναι σπουδαῖον, ἅτινα ἐκ τοῦ πολλάκις ποιεῖν τὰς ἐνεργείας περιγίνεται, καθὼς εἴρηται. τὰ μὲν οὖν πράγματα 〈δίκαια καὶ σώφρον α , ὅταν ᾖ τοιαῦτα 〉 , οἷα ἂν ὁ δίκαιος ἢ ὁ σώφρων πράξειε · δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα πράττων πᾶς, ἀλλὰ ὁ οὕτω πράττων ὥσπερ οἱ δίκαιοι καὶ οἱ σώφρονες πράττουσι ν. ὥστε καλῶς λέγεται, ὅτι ἐκ τοῦ τὰ δίκαια ποιεῖν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρω ν· ὃς δὲ μὴ πράττει ταῦτα, οὐδέποτε γίνεται ἀγαθὸς οὐδὲ μελλήσει ποτὲ γενέσθαι. ἀλλʼ οἱ πλείους τῶν ἀνθρώπων ταῦτα μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὴν σοφίαν καταφεύγοντες καὶ τοὺς λόγους οἴονται διὰ τοῦτο φιλοσοφεῖν καὶ οἴονται σπουδαῖοι εἶναι, ὅτι μόνον περὶ τῆς ἀρετῆς ἀκριβῶς γινώσκουσιν εἰπεῖν, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσι ν , οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶ ς , ποιοῦσι δὲ οὐδὲν τῶν προσταττομένω ν. ὥσπερ τοίνυν ἐκείνοις οὐδέποτε ἕξει τὰ σώματα καλῶς οὕτω θεραπευομένοις, οὕτως οὐδὲ οὗτοι τὴν ψυχὴν καλλίω ποιήσουσιν οὕτω φιλοσοφοῦντες. Ὅτι ἕξις ἐστὶν ἡ ἀρετὴ καὶ μεσότη ς . κε φ . ε ʹ . Μετὰ δὲ ταῦτα σκεπτέον τί ἐστιν ἡ ἀρετή. τρία γάρ ἐστι τὰ ἐν τῇ ψυχῇ, πάθη δυνάμεις ἕξει ς. καὶ πάθη μέν εἰσιν ἐπιθυμία ὀργὴ φόβος θράσος φθόνος χαρὰ φιλία μῖσος πόθος ζῆλος ἔλεος, ὅλως οἷς ἕπεται ἡδονὴ ἢ λύπ η.
δυνάμεις δὲ αἱ πρὸς ταῦτα ἐπιτηδειότητες τῆς ψυχῆς, κα θ ’ ἃς παθητικοὶ τούτων λεγόμεθα, οἷον καθʼ ἅς ἐσμεν δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσα ι. ἕξεις δὲ οἱ τρόποι, καθʼ οὓς πάσχομεν τὰ πάθη, δηλονότι τὸ πάσχειν αὐτὰ καλῶς ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι εἰ μὲν σφοδρῶς καὶ ἀσχέτως ἔχομεν ἢ τοὐναντίον ἀνειμένως καὶ μαλακῶς, κακῶς ἔχομε ν , εἰ δὲ μέσως, καλῶς· ὁμοίως δὲ καὶ πρὸς τὰ ἄλλ α. τούτων δὲ τῶν τριῶν τί ἐστιν ἡ ἀρετή, πάθος ἢ δύναμις ἢ ἕξις; πάθος μὲν οὖν οὐκ ἔστιν οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. κατὰ μὲν γὰρ τὴν ἀρετὴν σπουδαῖοι λεγόμεθα καὶ κατὰ τὴν κακίαν φαῦλοι, κατὰ δὲ τὰ πάθη οὐδαμῶς· οὐδεὶς γὰρ φαῦλος ἢ σπουδαῖος διὰ μόνον τὸ ὀργίζεσθαι· ἡ ἀρετὴ ἄρα ἢ ἡ κακία οὐκ ἔστι πάθος. ἔτι, κατὰ μὲν τὰ πάθη οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, κατὰ δὲ τὰς ἀρετὰς ἢ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα. ἔτι ὀργιζόμεθα μὲν καὶ φοβούμεθα ἀπροαιρέτως καὶ τὰ ἄλλα πάσχομεν ὁμοίως, ἐπὶ δὲ τῆς ἀρετῆς καὶ τῆς κακίας οὐχ οὕτως· οὐκ ἄρα εἰσὶ πάθη. ἔτι πρὸς τὰ πάθη οὐ λεγόμεθα διακεῖσθαι ἀλλὰ μᾶλλον κατʼ αὐτὰ κινεῖσθαι, πρὸς δὲ τὴν ἀρετὴν διακεῖσθαι λεγόμεθα καὶ πρὸς τὴν κακίαν· οὐκ ἄρα εἰσὶ πάθη. διὰ τὰ αὐτὰ δὲ οὐδὲ δυνάμεις εἰσίν. οὔτε γὰρ φαῦλοι ἢ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι ὀργισθῆναι ἁπλῶς οὔτε ἐπαινούμεθα ἢ ψεγόμεθα. οὔτε τῷ προαιρεῖσθαι δυνάμεθα ὀργισθῆναι, καθάπερ ἐπὶ τῆς ἀρετῆς ἔχει, ἀλλὰ μᾶλλον τῷ πεφυκέναι· ἀγαθοὶ γὰρ ἢ κακοὶ οὐ γινόμεθα φύσει, καθὼς ἐν τοῖς προειρημένοις ἐδείχθη. εἰ οὖν μήτε πάθη αἱ ἀρεταὶ μήτε δυνάμεις, λείπεται τῶν ἕξεων αὐτὰς εἶναι. τί μὲν οὖν ἐστιν ἀρετὴ τῷ γένει, εἴρηται· ἔστι γὰρ ἕξις. δεῖ δὲ μὴ μόνον ἕξιν αὐτὴν εἶναι λέγειν, ἀλλὰ προστιθέναι τὸ τοιάδε τις, τουτέστιν ἀγαθή· ἡ γὰρ κακία ἕξις ἐστὶ πονηρά. ῥητέον οὖν περὶ τῆς ἀρετῆς ἐκεῖνο, ὅτι πᾶσα ἀρετὴ αὐτό τε κοσμεῖ τὸ ἔχον τὴν ἀρετὴν καὶ καλῶς ἔχειν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ τὸ διʼ αὐτῆς ἐνεργούμενον εὖ διατίθησιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ καὶ αὐτὸν τὸν ὀφθαλμὸν τελειοῖ καὶ ποιεῖ ἀγαθὸν καὶ τὸ ἔργον αὐτοῦ, δηλονότι τὸ ὁρᾶν· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁμοίως καὶ ἡ τοῦ ἵππου ἀρετὴ αὐτόν τε τὸν ἵππον κοσμεῖ καὶ ἀγαθὸν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· καὶ γὰρ τῇ τοιαύτῃ ἀρετῇ δύναται ἐνεγκεῖν καλῶς ἐπιβάτην καὶ δραμεῖν καὶ μεῖναι τοὺς πολεμίους. ἐπεὶ δὲ οὕτως ἐπὶ πάντων ἔχει, καὶ ἡ ἀνθρωπίνη ὁμοίως ἂν ἔχοι, καὶ εἴη ἂν ἡ ἀνθρωπίνη ἀρετὴ ἕξις ἀφʼ ἧς ὁ ἄνθρωπος ἀγαθὸς γίνεται καὶ ἀφʼ ἧς τὸ ἀνθρώπινον ἔργον εὖ καὶ καλῶς ἀποτελέσει. πῶς δὲ ἔσται ἡμῖν ἡ τοιαύτη ἕξις, εἴρηται μὲν καὶ πρὸ ὀλίγου (ἐλέγομεν γὰρ τῆς μεσότητος ἀεὶ στοχάζεσθαι τῶν ἐπὶ τὰ πάθη κινήσεων, καὶ ἑαυτὸν ἐθίζειν ἐν τοῖς τοιούτοις τὸν ἐν ἀρετῇ ζῆν προαιρούμενον), ἔτι δὲ καὶ ἀπὸ τῶν λεχθησομένων ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποία τίς ἐστιν ἡ φύσις τῆς ἀρετῆς. σκοπῶμεν δὲ οὕτως. ἐν παντὶ συνεχεῖ, οἷον γραμμῇ ἐπιφανείᾳ σώματι ἢ λόγῳ ἢ χρόνῳ καὶ ὅλως ἐν παντὶ δυναμένῳ διαιρεθῆναι λαβεῖν ἔστι τὸ μὲν πλεῖο ν , τὸ δὲ ἔλαττο ν , τὸ δὲ ἴσο ν, οἷον ἐπὶ τοῦ συνεχοῦς, εἰ τὸ μὲν δεκάπηχυ πολύ, τὸ δὲ δίπηχυ ὀλίγον, ἴσον ἔσται τὸ ἓξ ἔχον πήχεις, ὃ καὶ μέσον καλεῖται, ὅτι ᾧ ἐλλείπει τοῦ δεκαπήχεος ὑπερέχει τοῦ διπήχεος.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top