ὁμοίως δὲ καὶ ἐπὶ τοῦ διωρισμένου ποσοῦ· εἰ γὰρ τὰ εἴκοσι πολύ, τὰ δὲ δέκα ὀλίγον, ἴσον ἔσται τὰ δεκαπέντε, ὅτι ᾧ ἐλλείπει τοῦ μείζονος ὑπερέχει τοῦ ἐλάττονος· τὸ δὲ τοιοῦτον ἴσον μέσον καλεῖται καὶ ἡ τοιαύτη τάξις ἀριθμητικὴ ἀναλογία. καὶ ἐπὶ μὲν τοῦ διωρισμένου ποσοῦ οὐκ· ἀνάγκη ἐπὶ παντὸς λαβεῖν τὴν τοιαύτην ἀναλογίαν (οὐ γάρ ἐστιν ἐπʼ ἄπειρα διαιρετέον)· ἐπὶ δὲ τοῦ συνεχοῦς ἐπὶ παντὸς δυνατόν ἐστιν, ἅτε ἀπειράκις δυναμένου διαιρεθῆναι. τοῦτο δὴ τὸ μέσον οὐχ ὁμοίως ἀεὶ κρίνομεν, ἀλλὰ ποτὲ μὲν κατʼ αὐτὸ τὸ πρᾶγμα, ποτὲ δὲ πρὸς ἡμᾶς. καὶ κατʼ αὐτὸ μὲν τὸ πρᾶγμα μέσον ἐστὶ τὰ ἓξ τοῦ δέκα καὶ δύο ἴσον ὑπερέχοντα καὶ ἐλλείποντα (ἀπʼ αὐτῶν γὰρ τῶν πραγμάτων λαμβάνεται ἡ διαφορά), πρὸς ἡμᾶς δέ, ὅταν ἀφʼ ἡμῶν ἡ μεσότης καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις λαμβάνηται, οἶον εἴ τινι πολὺ τὸ δέκα μνᾶς φαγεῖν, δύο δὲ ὀλίγον, οὐκ ἀνάγκη τὰς ἓξ μνᾶς τὴν μεσότητα φυλάττειν καὶ προσηκούσας εἶναι τῷ σώματι· δυνατὸν γὰρ ἢ πλείους ἢ ἐλάττους ἀρκεῖν. πρὸς μὲν οὖν αὐτὸ τὸ πρᾶγμα αἱ ἓξ μναῖ τὸ μέσον καὶ ἴσον ἐστί, πρὸς ἡμᾶς δὲ ἑπτὰ ἴσως ἢ πέντε, ἤγουν ὅσαις τὸ σῶμα προσήκει. αἱ δὲ ἓξ Μίλωνι μὲν ἅτε ἱκανῶς γεγυμνασμένῳ ὀλίγη ἔσται τροφὴ καὶ ὁ ἀλείπτης πλείω παρέξει, τῷ δὲ ἀρχομένῳ τῶν γυμνασίων πολ ύ. ὁμοίως δὲ καὶ ἐπὶ δρόμου καὶ πάλης ἔχει· καὶ ἐπὶ τούτων γὰρ ἀπὸ τῶν γυμναζομένων τὸ ἴσον κρίνομεν. ἔτι δὲ καὶ πᾶς τῆς ἡστινοσοῦν προϊστάμενος ἐπιστήμης τὸ μέσον ἀεὶ ζητεῖ, τὴν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν φεύγων· μέσον ἐκεῖνο δηλονότι διώκων, ὃ πρὸς ἡμᾶς οὐ πρὸς τὸ πρᾶγμα μέσον ἐστί. καὶ τοῦτον τὸν τρόπον πᾶσα ἐπιστήμη τὸ ἴδιον ἔργον καλῶς ἀποτελεῖ. διὰ τοῦτο καὶ εἰώθαμεν λέγειν ἐν τοῖς εὖ ἔχουσι τῶν ἔργων, ὅτι οὔτε ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, δεικνύντες ὅτι καὶ τὴν ὑπερβολὴν ὁμοίως καὶ τὴν ἔλλειψιν φεύγει, ὡς τῶν μὲν διαφθειρουσῶν τὸ τῶν ἔργων ἀγαθόν, τῆς δὲ μεσότητος μόνης σωζούσης. ἐπεὶ δὲ ἡ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστ ί, καθάπερ καὶ ἡ φύσις, τὸ μέσον ἂν καὶ αὕτη σκοποίη. ἀρετὴν δὲ λέγω οὐ τὴν διανοητικήν (ἄλλως γὰρ τὸ κατʼ αὐτὴν ἔχει) ἀλλὰ τὴν ἠθικήν· αὕτη γάρ ἐστι περὶ πάθη καὶ πράξεις, ἃ καὶ πλείω καὶ μείζω τοῦ δέοντος καὶ ἐλάττω δυνατὸν εἶναι. καὶ διὰ τοῦτο καὶ τὸ δέον ἐστὶν ἐν αὐτοῖς, δηλονότι τὸ ἴσον. καὶ γὰρ ἔστι καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ μισῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι μᾶλλον καὶ ἧττον καὶ ἀμφότερα οὐ καλῶς. τὸ δὲ παθεῖν ταῦτα πάντα ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ἐφʼ οἷς δεῖ καὶ πρὸς οὓς δεῖ καὶ οὗ ἕνεκα δεῖ, μέσον ἐστὶ καὶ ἄριστον, ἐν ᾧ ἡ ἀρετὴ γίνεται. ὁμοίως δὲ ἔχει καὶ περὶ τὰς ἀποτελουμένας ὑπὸ τῶν παθῶν πράξεις· ἔστι γὰρ καὶ ἐν αὐταῖς ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἐπεὶ τοίνυν ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις καταγίνεται, τῶν δὲ παθῶν καὶ τῶν πράξεων τὸ μέσον ἀεὶ καὶ κατόρθωμα ὀνομάζεται καὶ ἐπαινεῖται, ἅπερ ἄμφω προσήκει τῇ ἀρετῇ, φανερὸν ὅτι οὔτε ὑπερβολὴ οὔτε ἔλλειψις ἀλλὰ μεσότης ἐστὶν ἡ ἀρετή, τὸ μέσον ἀεὶ σκοποῦσα.
35
ἔτι τὸ μὲν ἁμαρτάνειν πολυειδές ἐστιν, ὡς εἰπεῖν· πολλαχῶς γάρ τις δύναται ἁμαρτάνειν. τὸ γὰρ κακὸν ἄπειρον, ὡς οἱ Πυθαγόρειοι ἔλεγον, τὸ δὲ ἀγαθὸν ὡρισμένον τι καὶ πεπερασμένον· καὶ διὰ τοῦτο καὶ τὸ κατορθοῦν ἁπλοῦν τί ἐστι καὶ μονοειδές. ὅθεν καὶ τὸ μὲν ἁμαρτάνειν ῥᾴδιόν ἐστιν, ὥσπερ τοξόταις τὸ ἀποτυγχάνειν τοῦ σκοποῦ, τὸ δὲ κατορθοῦν χαλεπόν, ὥσπερ τὸ βάλλειν κατὰ σκοπόν. φαίνεται ἄρα καὶ διὰ τοῦτο τὴν μὲν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν τῆς κακίας εἶναι (ἀόριστα γὰρ ἑκάτερον), τὴν μεσότητα δὲ τῆς ἀρετῆς, ὡρισμένην καὶ μίαν οὖσαν· Ἐσθλοὶ μὲν γὰρ ἁπλῶ ς , παντοδαπῶς δὲ κακο ί . Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετικ ή , ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶ ς , ὡρισμένῃ λόγῳ καὶ ὡς ἂν ὁ φρόνιμος ὁρίσει ε . μεσότης δὲ δύο κακιῶ ν , τῆς μὲν κα θ ’ ὑπερβολή ν , τῆς δὲ κα τ ’ ἔλλειψι ν· τὴν μὲν γὰρ ὑπερβάλλει, τῆς δὲ ἐλλείπει διὰ τὸ τὴν μὲν τῶν κακιῶν ὑπερβάλλειν τὸ δέον, τὴν δὲ ἐλλείπειν τοῦ δέοντος, τὴν δὲ ἀρετὴν τὸ δέον μόνον ζητεῖν, δηλονότι τὸ μέσον, καὶ τοῦτο μόνον αἱρεῖσθαι. ὥστε εἰ μὲν ζητοίημεν αὐτὸ τὸ εἶναι τῆς ἀρετῆς, μεσότης ἐστίν, εἰ δὲ τὸ ἀγαθὸν αὐτῆς καὶ τὸ εὖ, ἀκρότης ἐστί. Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότη ς , καὶ κατὰ μέρος περὶ τοῦ τίς ἀρετὴ τίνων κακιῶν μέση ἐστ ί . κε φ . ϛ ʹ. Προσήκει δὲ καὶ ἐκεῖνο γινώσκειν, ὅτι οὐ πᾶσα πρᾶξις οὐδὲ πᾶν πάθος μεσότητα ἐπιδέχεται τὴν ζητουμένην, τὸ δέον δηλονότι· ἔνια γὰρ ὁμοῦ καὶ ὑπερβάλλοντα καὶ ἐλλείποντα καὶ ἐν μεσότητί τινι ὄντα ἀεὶ πονηρά εἰσιν, οἷον ἐν μὲν πάθεσιν ἀναισχυντία καὶ φθόνος, ἐν δὲ πράξεσι μοιχεία κλοπὴ ἀνδροφονί α· καὶ πάντα ταῦτα οὐ διὰ τὸ ὑπερβάλλειν τὴν ἐν αὐτοῖς μεσότητα ἢ ἐλλείπειν αὐτῆς φαῦλα λέγονται, ἀλλὰ αὐτὰ καθʼ ἑαυτὰ πονηρά εἰσιν. οὐκ ἔστιν οὖν οὐδέποτε τὸ δέον ἐν τοῖς τοιούτοις, οὐδὲ κατορθοῦν ἔστιν ἐν αὐτοῖς ἀλλὰ ἀεὶ ἁμαρτάνειν· οὐδʼ ἔστιν ἐν αὐτοῖς προσδιορίζειν, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πάθεσι, τὸ ὡς δεῖ καὶ ὅτε δεῖ· οὐ γὰρ προσδιοριστέον, τοὺς τοιχωρύχους πῶς δεῖ κλέπτειν καὶ πότε καὶ τίνα καὶ παρὰ τίνων, ἀλλὰ ἁπλῶς τό τι τούτων ποιεῖν ἁμαρτάνειν ἐστίν. οὐ τοίνυν ἐστὶν ἐν τοῖς τοιούτοις μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ὥσπερ οὐδὲ ἀδικίας ἢ δειλίας ἢ ἀκολασίας. τούτων γὰρ αἱ μὲν ὑπερβολαί εἰσιν, αἱ δὲ ἐλλείψεις ἀρετῆς· ὑπερβολῆς δὲ καὶ ἐλλείψεως ὑπερβολὴν καὶ ἔλλειψιν καὶ μεσότητα ζητεῖν, σφόδρα ἄτοπον. ἀλλʼ ὥσπερ μεσότητος οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, τῆς ἀρετῆς λέγω, ἀλλʼ ἔστι τὸ ἄκρον τῆς μεσότητος, ὡς εἰπεῖν, οὕτως οὐδὲ τῶν ὑπερβολῶν καὶ ἐλλείψεων μεσότης καὶ ὑπερβολὴ καὶ ἔλλειψις γένοιτʼ ἄν, ἀλλὰ ἀεὶ καὶ καθʼ ὃν ἂν τρόπον πράττωνται, ἁμαρτάνονται· καὶ καθόλου εἰπεῖν, οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστὶν οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψι ς.
Δεῖ δὲ μὴ μόνον καθόλου λέγειν τὴν ἀρετὴν μεσότητα, τὴν δὲ κακίαν τὰ ἄκρα, ἀλλὰ καὶ κατὰ μέρος, τίς ἀρετὴ τίνων κακιῶν μεσότης ἐστί. τῶν γὰρ περὶ τὰς πράξεις λόγων οἱ μὲν καθολικοὶ κοινότεροι καὶ πλείοσιν ἐφαρμόζουσιν, οἱ δὲ μερικοὶ ἀληθινώτεροι, ἅτε διὰ τοῦτο προσεχῶς ταῖς πράξεσιν ἐφαρμόζοντες, αἵτινες ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται· οἷς δὴ μερικοῖς οἱ ἀληθεῖς συμφωνοῦσι λόγοι· ληψόμεθα δὲ τὰ ζητούμενα ἐκ τῆς ἐκτεθείσης διαγραφῆς· ἐν ἑκάστῳ μὲν οὖν τῆς ψυχῆς πάθει πλὴν τῶν καθʼ αὑτὰ πονηρῶν, καθὼς εἴρηται, ὑπερβολῆς καὶ ἐλλείψεως μεταξύ ἐστιν ἡ ἀρετή. καὶ ἐν μὲν τῷ φόβῳ καὶ τῷ θάρρει (πάθη γὰρ ταῦτα τῆς ψυχῆς) μέση ἐστὶν ἀνδρεία, ἄκρα δὲ ἔλλειψις μὲν δειλία, ὑπερβολὴ δὲ θρασύτης. ἀπὸ γὰρ τοῦ φόβου οὐκ ἔστιν ὄνομα τῇ ὑπερβολῇ ἀλλὰ ἀπὸ τοῦ θάρρους μόνον. πολλὰ δὲ καὶ ἄλλα ἀνώνυμά ἐστιν· ἐπεὶ καὶ τῇ ἐλλείψει οὐκ ἔστιν ἀπὸ τοῦ θάρρους ὄνομα, ἀλλὰ ἀπὸ τοῦ φόβου μόνον· δειλία γάρ, ὥστε τῶν ἄκρων τὸ ἕτερον μὲν ἀπὸ τοῦ φόβου, θάτερον δὲ ἀπὸ τοῦ θάρρους ὀνομάζεσθαι. καὶ ἐν ταῖς ἡδοναῖς δὲ καὶ ταῖς λύπαις αἱ ἀκρότητες καὶ μεσότητες ὡς ἐπὶ τὸ πλεῖστον ἀνώνυμοί εἰσι, μάλιστα δὲ ἐν ταῖς λύπαις. περὶ δὲ τὰς ἐν σώματι ἡδονὰς μεσότης μὲν σωφροσύνη, ὑπερβολὴ δὲ ἀκολασία, ἔλλειψις δέ, ἐπεὶ οἱ πάντῃ τῶν ἡδονῶν ἀπεχόμενοι ὀλίγοι εἰσί, διὰ τοῦτο ἀνώνυμός ἐστι· καλείσθω δὲ ἀναισθησία. ἐν δὲ τῷ πάθει, ὃ πάσχομεν ἐν τῷ διδόναι καὶ λαμβάνειν τὰ χρήματα, μεσότης μὲν ἐλευθεριότης, ἄκρα δὲ ὑπερβολὴ μὲν ἀσωτία, ἔλλειψις δὲ ἀνελευθερία. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν τὴν μὲν ἀσωτίαν ἔλλειψιν εἶναι, τὴν δὲ ἀνελευθερίαν ὑπερβολήν· ἐν μὲν γὰρ τῷ διδόναι χρήματα ἡ μὲν ἀσωτία ὑπερβολή ἐστιν, ἔλλειψις δὲ ἡ ἀνελευθερία· ἐν δὲ τῷ λαμβάνειν ἡ μὲν ἀνελευθερία ὑπερβολή ἐστιν, ἡ δὲ ἀσωτία ἔλλειψις. νῦν μὲν οὖν κεφαλαιωδῶς περὶ αὐτῶν λέγομεν καὶ ὡς ἐν τύπῳ, ἀρκούμενοι αὐτῷ τούτῳ· μετὰ δὲ ταῦτα ἀκριβέστερον ἐροῦμεν περὶ αὐτῶν. εἰσὶ δὲ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν τῶν χρημάτων καὶ ἄλλη μεσότης καὶ ἄκρα. καὶ ἔστιν ἄλλη μεσότης μὲν μεγαλοπρέπεια (διαφέρει γὰρ τῆς ἐλευθεριότητος, ὅτι ἡ μὲν μεγάλα τινὰ προΐεται, ἡ δὲ μικρά), ὑπερβολὴ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις μικροπρέπεια· καὶ αὗται γὰρ διαφέρουσι τῶν τῆς ἐλευθεριότητος ἄκρων.
αἱ δὲ διαφοραὶ μετὰ ταῦτα ῥηθήσονται. ἐν δὲ τῷ περὶ τὴν τιμὴν καὶ ἀτιμίαν πάθει μεσότης μὲν μεγαλοψυχί α , ὑπερβολὴ δὲ χαυνότης τις λεγομέν η , ἔλλειψις δὲ μικροψυχί α. ὡς δὲ ἐλέγομεν διαφέρειν τὰς περὶ τὰ χρήματα διαθέσεις, τὴν ἐλευθεριότητα δηλαδὴ καὶ μεγαλοπρέπειαν, τῷ τὴν μὲν ἐλευθεριότητα περὶ μικρὰ εἶναι, περὶ μεγάλα δὲ τὴν μεγαλοπρέπειαν, οὕτω καὶ περὶ τὴν τιμὴν ἔστι τις διάθεσις διαφέρουσα τῆς μεγαλοψυχίας τῷ τὴν μὲν περὶ μικρὰ εἶναι, τὴν δὲ μεγαλοψυχίαν περὶ μεγάλα. ἔστι γὰρ ὀρέγεσθαι τιμῆς ὡς δεῖ καὶ ἔστιν ὀρέγεσθαι πλέον ἢ προσήκει καὶ ἧττον τοῦ δέοντος· λέγεται γὰρ ὁ μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι φιλότιμος καὶ ἡ διάθεσις φιλοτιμία, ὁ δὲ ἐλλείπων ἀφιλότιμος, ἡ δὲ διάθεσις ἀνώνυμος· ἡ δὲ μεσότης καὶ αὐτὴ ἀνώνυμος, ἥτις διαφέρει τῆς μεγαλοψυχίας τῇ εἰρημένῃ διαφορᾷ. καὶ διότι ἀνώνυμος ὁ μέσος, ἀπὸ τῶν ἄκρων ὀνομάζεται, διότι καὶ ἀμφοτέρων μετέχει, καὶ ποτὲ μὲν φιλότιμον αὐτὸν καλοῦμεν, ποτὲ δὲ ἀφιλότιμον· καὶ ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον, ποτὲ δὲ τὸν ἀφιλότιμον. τίνος δὲ χάριν τοῦτο ποιοῦμε ν , ἐν τοῖς ἑξῆς ῥηθήσεται · νῦν δὲ περὶ τῶν λοιπῶν παθῶν λέγωμεν, ζητοῦντες ἐν ἑκάστῳ τὴν μεσότητα καὶ τὰ ἄκρα. ἔστι τοίνυν ἐν τῇ ὀργῇ μεσότης μὲν πραότης (ὁ γὰρ μέσος πρᾷος λέγεται), τὰ δὲ ἄκρα ἀνώνυμα. καλείσθω δὲ ἡ μὲν ὑπερβολὴ ὀργιλότης καὶ ὀργίλος ὁ ὑπερβάλλων, ἡ δὲ ἔλλειψις ἀοργησία καὶ ὁ ἐλλείπων ἀόργητος. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, αἳ κατά τι μὲν κοινωνοῦσιν, ἔχουσι δὲ καὶ διαφοράν. τῶν γὰρ πράξεων καὶ λόγων, ἃ λέγομεν καὶ πράττομεν ἐν τῇ πρὸς τοὺς ἀνθρώπους κοινωνίᾳ, τὰ μὲν πρὸς ἀλήθειαν λέγομεν καὶ πράττομεν, τὰ δὲ πρὸς ἡδονήν· καὶ τῶν πρὸς ἡδονὴν τὰ μὲν παιδιᾶς λέγονται καὶ πράττονται χάριν, τὰ δὲ ἕνεκα τῆς λοιπῆς τῆς ἐν τῷ βίῳ ἡδονῆς· ὥστε τρεῖς εἶναι τὰς μεσότητας ἐξ ἀνάγκης. καὶ τῶν μὲν πρὸς ἀλήθειαν λεγομένων ἢ πραττομένων ἡ μεσότης καὶ ἀλήθεια ὀνομάζεται, τῶν δὲ πρὸς ἡδονὴν ἡ μὲν περὶ τὴν παιδιὰν εὐτραπελία, ἡ δὲ περὶ τὴν λοιπὴν ἡδονὴν φιλία. κοινωνοῦσι μὲν οὖν ἀλλήλαις, ὅτι πᾶσαί εἰσι περὶ λόγων καὶ πράξεων κοινωνίαν, διαφέρουσι δέ, ὅτι οὐ περὶ τὰ αὐτά, καθὼς εἴρηται. τὰ δὲ ἄκρα αὐτῶν ἀνώνυμα· ὀνοματοποιήσομεν δὲ καὶ ἐν αὐτοῖς σαφηνείας ἕνεκα καὶ τοῦ ῥᾳδίως τῷ λόγῳ παρακολουθεῖν τοὺς ἀκροωμένους. καλείσθω δὲ τὰ ἄκρα τῆς ἀληθείας ἡ μὲν ἐπὶ τὸ μεῖζον προσποίησις ἀλαζονεία καὶ ὁ ἔχων αὐτὴν ἀλαζώ ν , ἡ δὲ ἐπὶ τὸ ἔλαττον εἰρωνεία καὶ εἴρω ν· τῆς δὲ εὐτραπελίας ἡ μὲν ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ἡ δὲ ἐπὶ τὸ ἔλαττον ἀγροικία καὶ ὁ ἔχων ἄγροικος· τῆς δὲ φιλίας ὁ μὲν ὑπερβάλλων καὶ οὐδενὸς ἕνεκα ἄρεσκος καλείσθω, εἰ δὲ ἕνεκα τῆς αὑτοῦ ὠφελείας κόλαξ, ὁ δὲ ἐλλείπων καὶ ἄχαρις ἐν πᾶσι δύσερίς τις καὶ δύσκολο ς. οὐ μόνον δὲ ἐν τοῖς πάθεσιν αὐτοῖς ἀλλὰ καὶ ἐν τοῖς περὶ τὰ πάθη μεσότητές εἰσι, καθάπερ ἐπὶ τῆς αἰδοῦς φαίνεται. καὶ γὰρ ἡ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἔστι πάθους μεσότης, ἀλλὰ τῶν περὶ τὸ πάθος· τῶν ἐπαινουμένων δέ ἐστιν.
ὁ γὰρ αἰδήμων ἐπαινεῖται καὶ παρʼ ἑκάτερα καὶ ὑπερβολὴν ἔχει καὶ ἔλλειψιν· καὶ αὐτὴ μεσότης ἐστί· καὶ ὁ μὲν ὑπερβάλλων αἰδοῖ καταπλὴξ καλεῖται, ὁ δὲ ἐλλείπων ἢ ὁ μηδὲ ὅλως αἰδούμενος ἀναίσχυντος, ὁ δὲ μέσος αἰδήμων. ἔστι δὲ καὶ ἐν τῇ λύπῃ μεσότης, ὅτε λυπεῖται ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν, ἥτις νέμεσις καλεῖται. καὶ ὑπερβολὴ δέ ἐστι παρʼ ἑκάτερα καὶ ἔλλειψις· ὑπερβολὴ μέν, ὅταν τις ἐπὶ πᾶσι τοῖς εὐτυχοῦσι λυπῆται· καὶ ἡ τοιαύτη κακία φθόνος καλεῖται καὶ ὁ ἔχων φθονερός· ἔλλειψις δέ, ὅταν τις οὐ μόνον οὐ λυπῆται, ἀλλὰ καὶ χαίρῃ ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν κακῶς πράττουσι· καὶ ὁ τοιοῦτος ἐπιχαιρέκακος καλεῖται καὶ ἡ ἔλλειψις ἐπιχαιρεκακία· τῆς δὲ μεσότητος νεμέσεως καλουμένης, ὁ ἔχων νεμεσητικὸς καλεῖται. ἀλλὰ περὶ μὲν τῆς μεσότητος καὶ τῶν ἄκρων καὶ μετὰ ταῦτα ἀκριβέστερον ἐροῦμεν. καὶ περὶ τῆς δικαιοσύνης, ἐπεὶ διπλῆ τίς ἐστι, καὶ δεῖ αὐτῇ μακροτέρων λόγων, νῦν μὲν οὐκ εὔκαιρον λέγειν, ἐν δὲ τοῖς ἑξῆς διελόντες περὶ ἑκατέρας διαληψόμεθα, πῶς μεσότητές εἰσι καὶ τίνων. ὁμοίως δὲ καὶ περὶ τῶν λογικῶν ἀρετῶ ν . Περὶ τῆς ἐναντιότητος τῶν πα ρ ’ ἑκατέρων τῆς ἀρετῆς κακιῶ ν , ἥν τε πρὸς ἀλλήλας ἔχουσι καὶ πρὸς τὴν ἀρετή ν . κε φ . ζ ʹ. Νῦν δὲ ἐροῦμεν περὶ τῆς ἐναντιότητος τῶν ἄκρων πρὸς ἄλληλα καὶ πρὸς τὴν μεσότητα. τριῶν γὰρ διαθέσεων οὐσῶν, μιᾶς μὲν ἀρετῆς, ἥτις μεσότης ἐστί, δύο δὲ κακιῶν, τῆς μὲν ὑπερβαλλούσης, τῆς δὲ ἐλλειπούσης, ἐν πάσεις ἐστί τις ἀντίθεσις· καὶ αἱ μὲν ἄκραι ἐναντίως ἔχουσι πρὸς ἀλλήλας, ἡ δὲ μέση πρὸς ἑκατέραν τῶν ἄκρων. ὥσπερ γὰρ τὸ ἴσον καὶ πρὸς τὸ μεῖζον ἀντικείμενόν ἐστι καὶ πρὸς τὸ ἔλαττον (τοῦ μὲν γὰρ μείζονος ἔλαττόν ἐστι, τοῦ δὲ ἐλάττονος μεῖζον), οὕτως αἱ μέσαι ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις 〈ὑπερβολαί εἰσι, πρὸς δὲ τὰς ὑπερβολὰς ἐλλείψεισ〉. ὃ καὶ ἐν πάθεσι καὶ ἐν πράξεσιν ὁμοίως ἔχει· ἐν πάθεσι μὲν ἀνδρεία μεσότης, ἐν πράξεσι δὲ ἡ κατὰ τὴν ἀνδρείαν πρᾶξις· καὶ διὰ τοῦτο ὁ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς φαίνετα ι , πρὸς δὲ τὸν θρασὺν δειλό ς . ὁμοίως δὲ καὶ ὁ σώφρων πρὸς μὲν τὸν ἀναίσθητον ἀκόλαστο ς , πρὸς δὲ τὸν ἀκόλαστον ἀναίσθητος · ὁ δὲ ἐλευθέριος ἄσωτος μὲν πρὸς τὸν ἀνελεύθερον, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερο ς. καὶ ὅλως ἑκάτερος τῶν ἄκρων τῷ ὀνόματι θατέρου τὸν μέσον καλεῖ· καὶ ὁ μὲν θρασὺς τὸν ἀνδρεῖον δειλὸν καλεῖ, ὁ δὲ δειλὸς θρασύν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτω δὲ τῶν ἄκρων πρὸς τὸ μέσον ἀντικειμένων, πρὸς ἄλληλα μείζων ἐστὶν αὐτῶν ἡ ἐναντιότης· πορρωτέρω γὰρ ἀλλήλων ἐστὶν ἢ τοῦ μέσου, καθάπερ τὸ μέγα καὶ τὸ μικρὸν πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ τὸ μέσον, τὸ ἴσον δηλονότι.
ἔτι πρὸς μὲν τὸ μέσον ἔστι τις ὁμοιότης ἐν ἑκατέρῳ τῶν ἄκρων, ὥσπερ τῇ θρασύτητι πρὸς τὴν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς τὴν ἐλευθεριότητα, ἐν δὲ τοῖς ἄκροις οὐδεμία ἐστὶν ὁμοιότης, ἀλλὰ πλεῖστον ἀλλήλων διαφέρουσι· τὰ δὲ πλεῖστον ἀλλήλων ἀπέχοντα ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλλον ἐναντία τὰ μᾶλλον ἀλλήλων ἀπέχοντα. τὰ ἄκρα ἄρα πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον· οὐκ ἐπʼ ἴσης δὲ ἀντίκειται ἄκρων ἑκάτερον, ἀλλʼ ἐπί τινων μὲν ἡ ἔλλειψις πλέον ἀντίκειται πρὸς τὸ μέσον ἢ ἡ ὑπερβολή, ἐπί τινων δὲ ἡ ὑπερβολὴ μᾶλλον ἢ ἡ ἔλλειψις. νεύουσι γὰρ αἱ μεσότητες πρὸς τὸ ἕτερον τῶν ἄκρων πλέον ἢ πρὸς τὸ ἕτερον καὶ ὁμοιότεραί εἰσι ποτὲ μὲν ἐλλείψει ποτὲ δὲ ὑπερβολῇ, οἷον ἡ ἀνδρεία μᾶλλον ὁμοιοῦται τῇ θρασύτητι ἢ τῇ δειλίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ δειλίᾳ ἢ τῇ θρασύτητι. ἡ δὲ σωφροσύνη μᾶλλον ὁμοία ἐστὶ τῇ ἀναισθησίᾳ ἢ τῇ ἀκολασίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ ἀκολασίᾳ ἢ τῇ ἀναισθησίᾳ. ἔστι δὲ οὐ μόνον ἡ πρὸς τὸ ἕτερον τῶν ἄκρων ὁμοιότης αἰτία τῆς πρὸς τὸ ἕτερον ἐναντιότητος, ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν τὸ τοιοῦτον συμβαίνει. ἐπεὶ γὰρ ὁ πόλεμος τῷ σπουδαίῳ πρὸς τὰ ἄκρα γίνεται τὴν μεσότητα ζητοῦντι, πρὸς ὃ τῶν ἄκρων μείζων ἡ μάχη, ἐκεῖνο ἐναντιώτερον τῷ μέσῳ δοκεῖ. μείζων δὲ ἡ μάχη, πρὸς ὃ μᾶλλον πεφύκαμεν καὶ εἰς ὃ πλέον κινούμεθα, 〈ὥστε εἰς ὃ πλέον αὐτοὶ κινούμεθα,〉 ἐκεῖνο ἐναντιώτερόν ἔστι τῷ μέσῳ. καθάπερ τῶν τῆς σωφροσύνης ἄκρων πλέον εἰς ἀκολασίαν κινούμεθα ἢ εἰς ἀναισθησίαν, ὅτι πρὸς ἡδονὰς πεφύκαμεν μᾶλλον ἢ πρὸς τοὐναντίον· καὶ διὰ τοῦτο πρὸς τὴν ἀκολασίαν μείζων ὁ πόλεμος καὶ αὕτη ἐναντιωτέρα ἐστὶ τῇ σωφροσύνῃ ἢ ἡ ἀναισθησία. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει. Περὶ τοῦ πῶς ἂν γένοιτο μάλιστα τῆς μεσότητος τυγχάνει ν . κε φ . η ʹ . Ὅτι μὲν οὖν ἡ ἠθικὴ ἀρετὴ μεσότης ἐστὶ δύο κακιῶν, τῆς μὲν καθʼ ὑπερβολήν, τῆς δὲ κατʼ ἔλλειψιν, διὰ τὸ τὸ μέσον ἀεὶ ζητεῖν τῶν παθῶν καὶ τῶν πράξεων, ἱκανῶς εἴρηται. τὸ δὲ ἐπίστασθαι λαβεῖν τὸ μέσον καὶ γενέσθαι σπουδαῖον ἐργῶδές ἐστιν. ἐν παντὶ γὰρ πράγματι τὸ μέσον εὑρεῖν δύσκολόν ἐστιν, ὥσπερ τοῦ κύκλου τὸ μέσον, δηλονότι τὸ κέντρον, οὐ πᾶς εὑρεῖν δύναται, ἀλλὰ μόνος ὁ γεωμετρεῖν ἐπιστάμενος· οὕτω γὰρ καὶ ἐπὶ τῶν παθῶν καὶ τῶν πράξεων ἔχει. τὸ μὲν γὰρ ὀργισθῆναι ῥᾴδιον καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι, τὸ δὲ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ πρὸς τίνα καὶ ὅσον καὶ τίνος ἕνεκα, ὅπερ ἐστὶ τὸ μέσον, καὶ τὸ εὖ καὶ σπάνιον καὶ ἐπαινετὸν καὶ καλόν, τοῦτο δὲ οὐ ῥᾴδιον οὐδὲ τοῦ βουλομένου παντός. διὰ τοῦτο προσήκει τὸν βουλόμενον σπουδαῖον γενέσθαι καὶ ζητοῦντα τὸ μέσον πρῶτον φεύγειν πάσῃ δυνάμει τῶν ἄκρων τὸ μᾶλλον ἐναντίον τοῦ μέσου· δηλονότι, πρὸς ὃ μᾶλλον εὐκινητότερός ἐστι τῶν παρʼ ἑκάτερα τῆς μεσότητος κακῶν· καθάπερ καὶ ἡ Καλυψὼ παρῄνει τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆ α· καὶ γὰρ ἁμαρτάνομεν μέν, πρὸς ὅπερ ἂν πέσοιμεν τῶν ἄκρων· ἀλλʼ οὐχ ὁμοίως· μείζων γὰρ ἔσται ἡ ἁμαρτία ἐν τῷ ἐναντιωτέρῳ τῶν ἄκρων ἢ ἐν τῷ ἧττον ἐναντίῳ.
40
ἐπεὶ οὖν ἄκρως τοῦ μέσου τυχεῖν χαλεπόν, κατὰ τὸν δεύτερο ν , φασ ί , πλοῦν τὰ ἐλάχιστα τῶν κακῶν αἱρεῖσθαι προσήκει. τοῦτο δὲ ἔσται, εἰ διακείμεθα πρὸς τὰ ἄκρα τοῦτον τὸν τρόπον, ὃν ἔφην. δεῖ δὲ μὴ μόνον σκοπεῖν πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτὸς ἕκαστος ἡμῶν πρὸς ποῖον πέφυκε ζητητέον ( ἄλλοι γὰρ πρὸς ἄλλα πεφύκαμε ν)· γνωσόμεθα δὲ τοῦτο, ἐξετάσαντες τίσιν ἡδόμεθα καὶ τίσι λυπούμεθα. εὑρόντες δὲ πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν, ἐπὶ τὸ ἐναντίον αὐτοῦ διὰ σπουδῆς ἡμᾶς αὐτοὺς ἀφελκύσωμεν. φεύγοντες γὰρ σφόδρα τοῦτο τὸ ἄκρον εἰς τὸ μέσον ἥξομεν. ὥσπερ ποιοῦσιν οἱ τὰ διεστραμμένα τῶν ξύλων ὀρθῶσαι σπουδάζοντες· κλίνουσι γὰρ εἰς τοὐναντίον. μάλιστα δὲ τῶν ἄλλων παθῶν ἡ ἡδονὴ καὶ τὸ ἡδὺ βίαιον. καὶ διὰ τοῦτο πολλῆς χρεία τῆς ἀκριβείας καὶ τὴν ἀπάτην πάντα τρόπον φυλάττεσθαι δεῖ, ὅτε τὴν πονηρὰν τῆς ἀγαθῆς ἡδονῆς ἐθέλομεν διακρίνειν· χαλεπὸν γὰρ ἀδέκαστον εἶναι τῶν τοιούτων κριτήν· ὅπερ οὖν οἱ δημογέροντες τῶν Τρώων πρὸς τὴν Ἑλένην ἔπαθον, καλὴν μὲν εἰπόντες αὐτὴν καὶ τοῦ κάλλους θαυμάσαντες, ψηφισάμενοι δὲ καὶ οὕτως ἔχουσαν ἀποπέμψαι πρὸς τοὺς Ἕλληνας, τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονή ν. οὕτω γὰρ αὐτὴν ἀποπεμπόμενοι ἧττον ἁμαρτησόμεθα. αὕτη ἐστὶν ἡ μέθοδος ὡς ἐν κεφαλαίῳ καὶ τύπῳ, διʼ ἧς μάλιστα τυχεῖν δυνησόμεθα τῆς μεσότητος. καὶ οὕτω δὲ ὅμως χαλεπόν ἐστι, καὶ μάλιστα ἐν τοῖς μερικοῖς. οὐ γὰρ ὡρισμένη τίς ἐστιν ἡ κρίσις τούτων ἀλλὰ ἄλλοτε ἄλλη· ἐπεὶ μηδὲ αὐτὰ ὡρισμένα, οἷον τὸ ὀργισθῆναι· οὐ γὰρ ῥᾴδιον διορίσαι τίσι καὶ πῶς καὶ πότε ὀργιστέον· καὶ γὰρ ἡμεῖς ἀπὸ τοῦ καιροῦ κρίνοντες καὶ τῶν ἄλλων περιστάσεων ἄλλοτε ἄλλα ἀποφαινόμεθα· καὶ ποτὲ μὲν τοὺς ἐλλείποντας ἐπαινοῦμεν καὶ πρᾴους φαμέν, ποτὲ δὲ τοὺς ὑπερβάλλοντας ὀργῇ καὶ καλοῦμεν ἀνδρώδεις. ἀλλʼ ὁ μὲν μικρὸν τῆς μεσότητος ἐκκλίνας οὐ ψέγεται· καὶ γὰρ οὔτε ὑπερβάλλειν οὔτε ἐλλείπειν δοκεῖ· ψέγεται δὲ ὁ τοσοῦτον τῆς μεσότητος παρακλίνας, ὅσον μὴ λαθεῖν. τὸ δὲ μέχρι τίνος καὶ ἐπὶ πόσον τοῦ ὀρθοῦ παρεκβάντες ψεγόμεθα, οὐκ ἔστιν ἑνὶ καθολικῷ διορίσασθαι λόγῳ, ἐπεὶ μηδὲ ἄλλο μηδέν, ὅπερ ἐν τοῖς μερικοῖς εὑρίσκεται καὶ ἄλλοτε ἄλλως ἔχει· ἡ γὰρ τούτων κρίσις μερικῶς καὶ αἰσθήσει γίνεται. φαίνεται τοίνυν, ὅτι ἐν πᾶσιν ἡ μέση ἕξις ἐπαινετή. δεῖ δέ, καθὼς εἴρηται, ἀποκλίνειν ποτὲ μὲν ἐπὶ τὴν ὑπερβολήν, ποτὲ δὲ ἐπὶ τὴν ἔλλειψιν, δηλονότι ἐπὶ ταύτην τῶν ἀκροτήτων, ἥτις ὁμοιοτέρα ἐστὶ τῇ μεσότητι. οὕτω γὰρ ῥᾷστα τῆς μεσότητος τευξόμεθα καὶ τοῦ ἀγαθοῦ. ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Γ Περὶ ἑκουσίου καὶ ἀκουσίο υ .
41 (1t)
κε φ . α ʹ. Ἐπεὶ δὲ ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστί, καὶ ἔστιν ἀρετὴ πρᾶξις ἀγαθὴ ἑκούσιος καὶ ἡ κακία τοὐναντίον, καὶ ἐν τῷ ὁρισμῷ κακίας καὶ ἀρετῆς καὶ τὸ ἑκούσιον παραλαμβάνεται, διὰ τοῦτο τῷ λέγοντι περὶ ἀρετῆς καὶ κακίας ἀνάγκη περὶ ἑκουσίου καὶ ἀκουσίου διαλαβεῖν· τῷ γὰρ ἑκουσίῳ καὶ ἀκουσίῳ τὰς πράξεις κρίνομεν. καὶ τὰς μὲν ἐπαινετὰς λέγομεν, τὰς δὲ συγγνωστάς, τὰς δὲ ψόγου ἀξίας. καὶ τὰς μὲν ἑκουσίως γινομένας ἀγαθὰς ἐπαινοῦμεν, τὰς δὲ ἑκουσίως πονηρὰς ψέγομεν, τὰς δὲ ἀκουσίως πονηρὰς οὐ ψέγομεν ἀλλὰ συγγνώμης ἀξιοῦμεν, τὰς δὲ ἀκουσίως πονηρὰς καὶ ἐπὶ βλάβῃ τῶν ποιούντων γινομένας ἐλέου ἀξίας ἡγούμεθα. διὰ τοῦτο, ἐπεὶ περὶ τῶν ἐπαινετῶν καὶ τῶν ψόγου ἀξίων ὁ λόγος ἡμῖν, δέον εἰδέναι περὶ ἑκουσίου καὶ ἀκουσίου. ὁ δὲ περὶ τούτων λόγος καὶ τοῖς νομοθετοῦσι χρήσιμος· ἀπὸ τούτων γὰρ εἴσονται τίνας τε κολάζειν ἄξιον καὶ τίνας τιμᾶν καὶ τίνας ἀξιοῦν συγγνώμης ἢ ἐλέου· ὃ δὴ τῆς ἐν πολιτείᾳ τέχνης κεφάλαιόν ἐστι. διοριστέον δή, τί ἐστιν ἑκούσιον καὶ τί ἀκούσιον. δοκεῖ τοίνυν ἀκούσιον εἶναι τὸ βίαιον ἢ διʼ ἄγνοιαν γινόμενον, βίαιον δέ, οὗ ἡ ἀρχὴ οὐκ ἐν τῷ ποιοῦντι ἀλλὰ ἔξωθεν, ἐν ᾗ οὐδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχω ν· οἷον εἴ τινα κινήσει τὸ πνεῦμα καὶ ἀπὸ τόπου εἰς τόπον ἀγάγοι ἢ ἄνθρωποι κύριοι ὄντες καὶ δυνάμενοι κινεῖν μὴ βουλόμενον. ἑκούσιον δὲ τοὐναντίον, οὗ ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι πᾶσα. εἰσὶ δέ τινα μήτε ἀκούσια ὄντα κυρίως μήτε ἑκούσια ἀλλὰ μέσα τινά· εἰσὶ δὲ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τ ι , οἷον εἰ τύραννος προστάττει αἰσχρόν τι ποιῆσαι κύριος ὢν καὶ αὐτοῦ καὶ γονέων καὶ τέκνων καὶ δυνάμενος πράττοντα μὲν σῴζειν καὶ αὐτὸν καὶ τοὺς αὐτοῦ, μὴ πράττοντα δὲ ἀποκτεῖναι. τοῦτο γὰρ ἀμφισβήτησιν ἔχει, πότερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. τοιοῦτον δέ ἐστι καὶ τὸ γινόμενον ἐν τοῖς κλυδωνίοις ὑπὸ τῶν ἐπιβατῶν· ῥίπτουσι γὰρ τὰ ἀγώγιμα· ὅπερ οὔτε ἑκούσιον εἴποι τις ἂν τελείως οὔτε ἀκούσιον ἀλλʼ ἑκάτερον παρὰ μέρος.
τοῦ γὰρ ἔργου ἐστὶ μὲν καὶ ἀρχὴ ἔξωθεν, ὁ κλύδων δηλονότι, ἔστι δὲ καὶ ἐν τοῖς ποιοῦσι· κρίνοντες γὰρ αὐτοὶ καὶ βουλόμενοι τοῦτο ποιοῦσιν ἐπὶ σωτηρίᾳ καὶ αὐτῶν καὶ τῶν συμπλεόντων οἵ γε νοῦν ἔχοντες· ὥστε τὰς τοιαύτας πράξεις μικτὰς εἶναι καὶ ἑκουσίου καὶ ἀκουσίου μετέχειν. δοκοῦσι δὲ μᾶλλον τοῦ ἑκουσίου μετέχειν ἢ τοῦ ἑτέρου· καὶ γὰρ κατὰ τὸν καιρὸν τοῦ κλύδωνος αἱ τοιαῦται πράξεις αἱρεταί εἰσι· καὶ τὸ τέλος αὐτῶν, εἴ τις κατὰ τὸν καιρὸν ἐκεῖνον σκοπεῖ, ἀγαθόν ἐστι καὶ θελητόν. ἐπεὶ καὶ τὸ ἑκάστης πράξεως τέλος κατὰ τὸν καιρὸν αὐτῆς ἐστι καὶ ἀπὸ τοῦ καιροῦ ἢ ἀγαθὸν ἢ πονηρὸν γίνεται, ὥστε καὶ τὸ ἑκούσιον ἢ τὸ ἀκούσιον κατὰ τὸν καιρὸν ὅτε πράττεται ζητητέον· κατʼ ἐκεῖνον τοίνυν τὸν καιρὸν ἑκὼν πράττει ἃ πράττει, εἰ καὶ ἐν ἄλλῳ καιρῷ, γαλήνης οὔσης, οὐκ ἂν ποιήσειε βουλόμενος ταῦτα. καὶ γὰρ τὰ ὀργανικὰ μέρη καὶ χεῖρες καὶ πόδες οὐκ ἔξωθεν ὑπʼ ἄλλης ἀρχῆς κινοῦνται ἀλλʼ ὑπὸ τῆς ἐν αὐτῷ τῷ ποιοῦντι· ἃ δέ τις ποιεῖ ὑφʼ ἑαυτοῦ κινούμενος, κύριός ἐστι καὶ ποιεῖν καὶ μή· τὰ τοιαῦτα δὲ ἑκούσια λέγεται. ἔστι τοίνυν ἑκούσιον μὲν αὐτὴ ἡ πρᾶξις, δηλονότι μετὰ τῶν περιστατικῶν· ἁπλῶς δὲ καὶ χωρὶς προσθήκης ἀκούσιον· χωρὶς γὰρ τῆς περιστάσεως οὐδεὶς ἂν ἕλοιτο τοιαῦτα ποιεῖν. τινὲς δὲ τῶν τοιούτων πράξεων καὶ ἐπαίνων ἀξιοῦνται, ἔνιαι δὲ καὶ ψόγων· ἐπαίνων μέν, ὅταν τις αἰσχρόν τι ἢ λυπηρὸν ὑπομένῃ ἀντὶ καλῶν καὶ μεγάλων, ψόγων δέ, ὅταν φαύλων ἕνεκα. φαῦλος γὰρ ὁ τὰ αἴσχιστα ὑπομένων ἐπὶ μηδενὶ καλῷ ἢ μετρί ῳ. ἔστι δὲ ἃς οὔτε ἐπαίνων οὔτε ψόγων ἀξιοῦμεν, καθὼς εἴρηται, ἀλλὰ συγγνώμης ἢ ἐλέου, ὅτε τις τὰ μὴ δέοντα πράττει, δέει μεγάλων δεινῶν καὶ μειζόνων ἢ δύνασθαι ὑπομεῖναι φύσιν ἀνθρωπίνην. ἔνια δὲ οὕτως εἰσὶν αἰσχρά, ὥστε οὐδεμία ἐστὶ τῷ ποιοῦντι παραίτησις ἀλλὰ δεῖ φεύγειν τὴν πρᾶξιν τούτων πάσῃ δυνάμει, κἂν δέῃ ἀποθανεῖν πάντα παθόντα τὰ δεινότατα. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα γελοῖα φαίνεται τὰ ἀναγκάσαντα μητροκτονῆσα ι. ἐνίοτε δὲ χαλεπόν ἐστι διακρῖναι, τίνων δεινῶν φόβῳ τίνα τῶν αἰσχρῶν ὑπομένειν ἄξιον, καὶ τίνα ἀντὶ τίνων αἱρησόμεθα· ἔτι δὲ χαλεπώτερον τὸ εὑρόντα τὸ προσῆκον ἐμμεῖναι τοῖς δεδογμένοις. καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἃ μὲν ἀναγκαζόμεθα ποιεῖν, μᾶλλον αἰσχρὰ ἢ λυπηρά· ἃ δὲ προσδοκῶντες ποιοῦμεν, λυπηρά· διὰ τοῦτο γενναίου ἀνδρός ἐστι κατατολμῆσαι τῶν λυπηρῶν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν ὑπομεῖναι ποιῆσαι. ὅθεν ἐν ταῖς τοιαύταις πράξεσι καὶ ἐπαινοῦμέν τινας καὶ ψέγομεν ἐνίους καὶ οὐδέτερον τούτων, ἀλλὰ συγγνώμης ἀξιοῦμεν. ἔστι τοίνυν ἁπλῶς μὲν ἀκούσια, ὁπόταν ἡ αἰτία αὐτῶν ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μηδὲν συμβάλληται πρὸς τὴν πρᾶξιν, ἑκούσια δέ, ὁπόταν ἡ αἰτία τῶν πράξεων πᾶσα ᾖ ἐν τῷ ποιοῦντι. ἃ δὲ διʼ ἑαυτὰ μὲν οὐκ εἰσὶ θελητά, θέλομεν δὲ αὐτὰ κατά τινα καιρὸν καί τινων ἄλλων ἕνεκα, κα θ ’ ἑαυτὰ μὲν ἀκούσιά εἰσι, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσι α. μᾶλλον δὲ δοκεῖ ἑκούσια εἶναι ἢ ἀκούσια· αἱ γὰρ πράξεις ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται, ἐν οἷς ἀεὶ καὶ ὁ καιρὸς καὶ ὁ τόπος καὶ ἡ αἰτία· ταῦτα δὲ ἑκουσίους τὰς τοιαύτας πράξεις ποιοῦσι.
διὰ τὴν αὐτὴν δὲ αἰτίαν, δηλονότι τὸ περὶ τὰ μερικὰ εἶναι τὰς πράξεις, οὐκ ἔστιν εὐχερὲς ἀποδοῦναι, ποῖα αἰσχρὰ ποίων λυπηρῶν προκρίνειν ἄξιον· πολλαὶ γὰρ διαφοραὶ ἐν τοῖς μερικοῖς. Ἔτι περὶ ἑκουσίου καὶ ἀκουσίου καὶ τῶν μεταξὺ αὐτῶν θεωρουμένω ν . κε φ . β ʹ. Δοκεῖ δὲ καὶ τὰ καλὰ καὶ τὰ ἡδέα βίαιά τινα εἶναι, ὅτι αὐτὰ κινεῖ καὶ ἀναγκάζει ποιεῖν τοὺς ποιοῦντας τῷ κάλλει καὶ τῇ ἡδονῇ, ἔξωθεν ὄντα· οὐκ ἔστι δέ. εἰ γὰρ τοῦτο δώσομεν, πάντα ἂν εἴη βίαια· πάντα γὰρ ὅσα πράττομεν, ἕνεκα τοῦ νομίζειν, ὅτι καλὰ ἢ ἡδέα πράττομεν. καὶ τινὰ μὲν λυπούμενοι πράττομεν ὅσα ποιοῦμεν ἔξωθεν βιαζόμενοι, τινὰ δὲ μεθʼ ἡδονῆς, ὅσα ἑκόντες αὐτοὶ ποιοῦμεν τοῦ ἡδέος ἕνεκα. πάντα δὲ ἕνεκά τινος καλοῦ ἢ ἡδέος ποιοῦμεν· καὶ γὰρ καὶ ἃ λυπηρὰ ποιοῦμεν ἀναγκαζόμενοι, τῆς ἡδονῆς ἕνεκα ποιοῦμεν· ποιοῦμεν γάρ, ἵνα φύγωμεν τὰ λυπηρότερα· τοῦτο δὲ τὴν ἡδονήν ἐστι διώκειν. διὰ τοῦτο οὐ δεῖ τὰ καλὰ καὶ ἡδέα βίαια λέγειν· ἄλλως τε καὶ γελοῖόν ἐστιν, αἴτια νομίζειν τῶν πράξεων τὰ ἔξωθεν καλὰ καὶ ἡδέα καὶ μὴ ἑαυτὸν ὑπὸ τούτων ῥᾳδίως ἁλισκόμενον. ἀλλὰ τῶν μὲν καλῶν πράξεων πολλάκις τις ἑαυτὸν αἰτιᾶται, τῶν δὲ αἰσχρῶν οὐχ ἑαυτὸν ἀλλὰ τὴν ἡδονήν. οὐκ ἔστι δέ· ἀκούσιον γάρ ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν, οὐδὲν πρὸς τὴν πρᾶξιν συντελοῦντος τοῦ πράττοντος. τὰ δὲ διʼ ἄγνοιαν γινόμενα ζητητέον 〈εἰ〉 ἑκούσιά εἰσιν ἢ ἀκούσια. ἔχει δὲ οὐ πάντα ὁμοίως· ἀλλὰ τὰ μὲν ἀκούσιά εἰσι, 〈τὰ δὲ ἑκούσια,〉 τὰ δὲ οὔτε ἑκούσια οὔτε ἀκούσια, ἀλλὰ καλείσθω οὐχ ἑκούσια. καὶ ἀκούσια μὲν ὅσα ποιήσαντες λυπούμεθα, γνόντες μετὰ τὸ ποιῆσαι, καὶ μεταμελόμεθα, οὐχ ἑκούσια δέ, ὅσα ποιοῦντες οὐ λυπούμεθα, καὶ μετὰ τὴν πρᾶξιν οὐ μεταμελόμεθα· ὁ γὰρ διʼ ἄγνοιαν πράττων καὶ μετὰ τὸ γνῶναι μὴ δυσχεραίνων τῇ πράξει οὔτε ἑκὼν ἔπραξεν ὅ γε μὴ ᾔδει, οὔτε ἄκων· οὐ γὰρ γνοὺς ἑαυτῷ δυσχεραίνει· διὰ τοῦτο οὐχ ἑκούσια τὰ τοιαῦτα καλείσθω. διαφέρει δὲ τὸ διʼ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα πράττειν. καὶ διὰ τοῦτο τὸ μὲν διʼ ἄγνοιαν πράττειν ἢ ἀκούσιόν ἐστιν ἢ οὐχ ἑκούσιον, τὸ δὲ ἀγνοοῦντα πράττειν ἑκούσιόν ἐστι. καὶ γὰρ τὸ ἀγνοοῦντα πράττειν ἐστίν, ἐπάν τις ὀργίζηται ἢ μεθύῃ ἢ ἄλλην τινὰ ποιῇ πονηρίαν· οὗτος γὰρ οὐ διʼ ἄγνοιαν ἀλλὰ διὰ ἡδονὴν ἢ ἄλλο τι ποιεῖ ὃ ποιεῖ, ἀγνοῶν δέ. πᾶς οὖν μοχθηρὸς ἀγνοεῖ, τίνα δεῖ πράττειν, καὶ τίνων ἀπέχεσθαι· καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν οἱ ἄνθρωποι ἄδικοι ἢ ὅλως κακοὶ γίνονται. αἱ δὴ τοιαῦται πράξεις οὔκ εἰσιν ἀκούσιοι· ἡ γὰρ ἐν τῇ προαιρέσει ἄγνοια, ἥτις ἐστὶν αἰτία τῶν κακιῶν, οὐκ ἔστιν αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρία ς. οὐ γὰρ τὸ καθόλου περὶ τῆς μέθης ἀγνοεῖν ὅτι πονηρόν, αἴτιον γίνεται τοῦ ἀκουσίου, ἀλλὰ τὸ ἀγνοῆσαι μερικῶς τήνδε τὴν μέθην· οἷον, φέρε εἰπεῖν, οὐκ εἰδότα μέχρι πόσου πιόντας ἔνι μεθύειν.
τοῦτο γὰρ καὶ συγγνώμης ἀξιοῦται καὶ ἐλέου, ὁ γὰρ οὕτως ἀγνοήσας διʼ ἄγνοιαν ποιεῖ ὃ ποιεῖ καὶ ἀκουσίως πράττει. δεῖ δὲ διορίσαι τίνα καὶ πόσα ἐστίν, ἃ ἀγνοοῦντες ἀκουσίως πράττομεν, τὸ αὐτοῦ πρόσωπον τοῦ πρὸς ὅν τις ποιεῖ ὃ ποιεῖ, τὸ πρᾶγμα ὃ ποιεῖ, ἐνίοτε δὲ καὶ τὸ διὰ τίνος ὀργάνου ποιεῖ, καὶ τὸ οὗ ἕνεκα, οἷον σωτηρίας, καὶ πῶς, δηλαδὴ τὸν τρόπον, οἷον ἠρέμα ἢ σφόδρ α . ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν ἀγνοήσειεν, εἰ μὴ μαίνοιτο. ἐνδέχεται δέ τινα τούτων ἀγνοεῖν καὶ σωφρονοῦντα· ὥσπερ ἀγνοεῖ τις πολλάκις αὐτὸ τὸ πρᾶγμα ὃ πράττει, καθάπερ οἱ ἐξειπόντες τὰ μυστήρια. λέγοντας γὰρ περὶ ἄλλων συγχυθῆναί φασι καί τι καὶ περὶ τῶν μυστηρίων παραφθέγξασθαι, μὴ συνορῶντας ὃ λέγουσιν ἢ καὶ ἀγνοοῦντας ὅτι ἀπόρρητα ἦν. οὗτοι γὰρ αὐτὸ τὸ πρᾶγμα γινόμενον ἀγνοοῦσιν· οὐ γὰρ γινώσκουσιν, ὅτι τὰ μυστήρια ἐξάγουσι. καί τις ἀφῆκε πρός τινα καταπέλτην δεῖξαι βουλόμενος αὐτόν, καὶ τυχὼν ἀπέκτεινε. καί τις τὸν υἱὸν τὸν ἑαυτοῦ οἰηθεὶς πολέμιον εἶναι, ὥσπερ ἡ Μερόπη· ἢ λελογχωμένον τὸ δόρυ νομίσας ἄνευ λόγχης εἶναι, ἢ κίσσηριν τὸν λίθον ὑπολαβών, ἐπὶ σωτηρίᾳ πέμψας, ἀπέκτεινεν. ὁ τοίνυν τι τούτων ἀγνοῶν, ἐν οἷς ἡ πρᾶξις, ἄκων ἐποίησε· κυρίως δὲ ἄκων, ὅταν τὰ κυριώτατα ἀγνοῇ τῶν περὶ τὸ πρᾶγμα· κυριώτατα δὲ τὰ πρόσωπα καὶ τὸ ἔργον, ἐν οἷς ἡ πρᾶξις καὶ τὸ οὗ ἕνεκ α· ἅτινα εἰ ἀγνοεῖ καὶ προσέτι μεταμέλει αὐτῷ ἐφʼ οἷς ἐποίησε, κυρίως ἄκων ἐποίησε. τοιούτου δὲ ὄντος τοῦ ἀκουσίου, τὸ ἑκούσιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ κα θ ’ ἕκαστ α , ἐν οἷς ἡ πρᾶξι ς. οὐ γὰρ καλῶς λέγεται ἀκούσια εἶναι, ἃ ποιοῦμεν ὑπὸ θυμοῦ κινούμενοι ἢ ἐπιθυμίας, γινώσκοντες πάντα τὰ κατὰ μέρος, διʼ ὧν καὶ ἐν οἷς πράττομεν. εἰ γὰρ τοῦτο δοίημεν, πρῶτον μὲν οὐδὲν τῶν ἀλόγων ζῴων ἑκούσιόν τι πράττειν ἐροῦμεν (ἀεὶ γὰρ ἐπιθυμίᾳ καὶ θυμῷ πράττει), ὁμοίως δὲ καὶ τοὺς παῖδας· ἔπειτα καὶ ἐφʼ ἡμῖν ἄτοπον συμβαίνει· ἢ γὰρ οὐδὲν ἑκουσίως πράττομεν τῶν διʼ ἐπιθυμίαν ἢ θυμόν, ἢ τὰ καλὰ μὲν ἑκουσίως, τὰ δὲ φαῦλα ἀκουσίως· τῶν γὰρ ἀπὸ ἐπιθυμίας ἢ θυμοῦ τὰ μὲν ἀγαθά, τὰ δὲ φαῦλα. εἰ μὲν οὖν τὰ καλὰ μόνον ἑκουσίως πράττομεν, τὰ φαῦλα δὲ ἀκουσίως, γελοῖον εἰπεῖν· ἓν γὰρ τὸ αἴτιον, θυμὸς ἢ ἐπιθυμία. τὸ δὲ ἑκούσιον καὶ ἀκούσιον ἡ διαφορὰ τοῦ αἰτίου ποιεῖ τῷ τὸ μὲν ἔνδον εἶναι, τὸ δὲ ἔξωθεν. εἰ δὲ πάντα ἀκούσια, πῶς οὐκ ἄτοπον, ἀκουσίως ὀρέγεσθαι λέγειν, ὧν δεῖ ὀρέγεσθαι; ἔστι γὰρ εἰς δέον χρήσασθαι τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ, καὶ δεῖ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τινω ν , οἷον ὑγιείας ἢ μαθήσεως, ἅπερ ἀκούσια λέγειν οὐκ εὔλογον· τὰ γὰρ ἀκούσια λυπηρά, τὰ δὲ κα τ ’ ἐπιθυμίαν ἡδέ α. ἔτι, εἰ ἀκούσια ἦν τὰ κατὰ θυμὸν ἁμαρτηθέντα, διέφερεν ἂν τῶν ἀπὸ τοῦ λογισμοῦ ἁμαρτανομένων κατὰ τὴν ἑκουσίου καὶ ἀκουσίου διαφοράν· διαφέρει δὲ οὐδέν· καὶ γὰρ ταῦτα ὁμοίως ἐκείνοις φευκτά, ὃ τοῦ ἑκουσίου ἐστὶ καὶ ψόγων ἄξια οὐδὲν ἧττον· ὅπερ οὐκ ἂν ἦν, εἰ διέφερεν ὡς ἑκούσιον ἀκουσίου.
45
ἔτι δὲ τὰ ἄλογα πάθη καὶ ἀνθρωπικά εἰσιν, ὥσπερ ὁ λογισμός· ἀπὸ τούτων δὲ τῶν παθῶν, θυμοῦ δηλονότι καὶ ἐπιθυμίας, πᾶσαι αἱ ἀνθρώπιναι γίνονται πράξεις· ταύτας τοίνυν ἀκουσίους λέγειν ἄτοπον. Περὶ προαιρέσεω ς . κε φ . γ ʹ. Ἐπεὶ δὲ περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα, μετὰ ταῦτα ἀκόλουθον ἂν εἴη περὶ τῆς προαιρέσεως διαλαβεῖν. ἡ γὰρ προαίρεσις οἰκείως ἔχει πρὸς τὴν ἀρετὴν καὶ τῷ ταύτης κανόνι δυνησόμεθα κρίνειν τὰ ἤθη καὶ τὰς πράξεις. ἡ προαίρεσις τοίνυν ἑκούσιον μέν ἐστιν, οὐκ ἔστι δὲ αὐτὸ τὸ ἑκούσιον ἀλλά τι τῶν τοῦ ἑκουσίου· τὸ γὰρ ἑκούσιον ἐπὶ πλέον ἐστὶ τῆς προαιρέσεως. καὶ δῆλον· τὸ μὲν γὰρ ἑκούσιον καὶ ζῴοις ἀλόγοις καὶ παισὶ καὶ τελείοις τὸν νοῦν πρόσεστι (ποιοῦσι γὰρ καὶ οἱ παῖδες καὶ τἄλλα ζῷα ἑκουσίως), ἡ δὲ προαίρεσις μόνοις τοῖς κρίνειν δυναμένοις καὶ βουλεύεσθαι εἰδόσι πρόσεστιν· ἡ γὰρ μετὰ βουλῆς ὄρεξις προαίρεσις καλεῖται, ἄλλως τε καὶ τὰ ἐξαίφνης ὑφʼ ἡμῶν γινόμενα μὴ προβουλευσαμένων ἑκούσια μὲν λέγονται, προαιρετὰ δὲ οὐδαμῶς. οὐ γάρ ἐστιν ἡ προαίρεσις θυμὸς ἢ ἐπιθυμία ἢ βούλησις ἢ δόξα, καθώς τινες ὑπειλήφασιν. ὁ μὲν θυμὸς καὶ ἡ ἐπιθυμία κοινή ἐστι καὶ ἡμῖν καὶ τοῖς ἀλόγοις, προαίρεσις δὲ οὐδαμῶς. ἔτι δὲ καὶ ὁ ἀκρατὴς οὐ λέγεται προαιρούμενος πράττειν ἃ πράττει ἀλλʼ ἐπιθυμῶν· ὁ δὲ ἐγκρατὴς λέγεται πράττειν προαιρούμενος, οὐκ ἐπιθυμῶν. ἔτι προαιρέσει μὲν ἐπιθυμία ἐναντίον ἐστί· καὶ γὰρ προαιρούμεθα πολλάκις ἐναντία ὧν ἐπιθυμοῦμεν· ἐπιθυμία δὲ ἐπιθυμίας οὐκ ἔστιν ἐναντίον· ἡ ἄρα προαίρεσις οὐκ ἔστιν ἐπιθυμία. ἔτι ἡ μὲν ἐπιθυμία λυπηρά ἐστι καὶ τὸ ἡδὺ ἀεὶ ἀντικείμενον ἔχει (πρὸς αὐτὸ γὰρ ἀεὶ φέρεται), ἡ δὲ προαίρεσις οὔτε λυπηρά ἐστιν οὔτε τὸ ἡδὺ ἀντικείμενον ἔχει. ἔτι δὲ οὐδὲ ὁ θυμὸς προαίρεσίς ἐστι, καὶ πολλῷ μᾶλλον ἢ ἡ ἐπιθυμία· ἥκιστα γὰρ τὰ διὰ θυμὸν γινόμενα κατὰ προαίρεσιν εἶναι δοκε ῖ . ἀλλὰ μὴν οὐδὲ βούλησίς ἐστιν ἡ προαίρεσις· καίτοι ἔγγιστα εἶναι ταῦτα δοκεῖ. ἡ μὲν γὰρ προαίρεσις οὐκ ἔστι τῶν ἀδυνάτω ν· οὐ γὰρ προαιρούμεθα ἵπτασθαι ἢ ἀθάνατοι εἶναι ἀλλὰ βουλόμεθα (ὁ γὰρ τὰ τοιαῦτα προαιρούμενος δοκοίη ἂν ἠλίθιος εἶνα ι)· ἡ προαίρεσις ἄρα οὐκ ἔστι βούλησις. καὶ βουλόμεθα μὲν πολλάκις ἅπερ οὐχ ἡμεῖς αὐτοὶ ἀλλʼ ἕτεροι ποιοῦσιν, οἷον ὑποκριτήν τινα νικᾶν τῶν ἐν τῇ σκηνῇ ἢ ἀθλητή ν· προαιρεῖται δὲ ταῦτα οὐδεὶς ἀλ λ ’ ὅσα οἴεται γενέσθαι ἂν δ ι ’ αὑτο ῦ. ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶν ἀεί, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος φερόντων· βουλόμεθα μὲν γὰρ τὴν ὑγίειαν, προαιρούμεθα δὲ ἃ πρὸς αὐτὴν φέρει, καὶ διʼ ὧν ἔστιν ὑγιαίνειν· καὶ τὴν μὲν εὐδαιμονίαν καὶ βουλόμεθα καί φαμεν βούλεσθαι, προαιρεῖσθαι δὲ οὐ λέγομεν, ἐπεὶ μηδὲ ἁρμόζει.
καὶ ὅλως ἔοικεν ἡ προαίρεσις τῶν ἐφʼ ἡμῖν εἶναι. ἀλλὰ μὴν οὐδὲ δόξα ἐστίν. ἡ μὲν γὰρ δόξα περὶ πάντα ὁμοίως ἐστὶ καὶ τὰ ἀίδια καὶ τὰ ἐφʼ ἡμῖν καὶ τὰ ἀδύνατα, ἡ δὲ προαίρεσις τῶν ἐφʼ ἡμῖν ἐστι μόνον. ἔτι ἡ δόξα τῷ ψευδεῖ καὶ τῷ ἀληθεῖ διαιρεῖται· τὴν μὲν γὰρ τῶν δοξῶν ἀληθῆ λέγομεν, τὴν δὲ ψευδῆ· ἡ δὲ προαίρεσις τῷ ἀγαθῷ καὶ τῷ κακῷ μᾶλλον διαιρεῖται· τὴν μὲν γὰρ τοῦ ἀγαθοῦ λέγομεν, τὴν δὲ τοῦ κακοῦ. τῇ μὲν οὖν καθόλου δόξῃ ταὐτὸν εἶναι τὴν προαίρεσιν οὐδενὶ δοκεῖ· οὐ μόνον δὲ τῇ καθόλου δόξῃ οὐκ ἔστι ταὐτόν, ἀλλʼ οὐδέ τινι. ἀπὸ μὲν γὰρ τῆς προαιρέσεως ποιοί τινες γινόμεθα· τῷ γὰρ προαιρεῖσθαι τὰ κακὰ κακοὶ γινόμεθα, καὶ τῷ προαιρεῖσθαι τὰ ἀγαθὰ ἀγαθοί· ἀπὸ δὲ τῆς δόξης οὐκέτι. ἔτι προαιρούμεθα μὲν πράττειν τι ἢ μὴ πράττειν, λαβεῖν τι ἢ φυγεῖν ἤ τι τῶν τοιούτων · δοξάζομεν δὲ τί ἐστιν ὃ προαιρούμεθα ἢ ἄλλο τι, ἢ τίνι συμφέρει ἢ πῶς· λαβεῖν δὲ ἢ φυγεῖν τι ἢ ἑλέσθαι οὐκ ἔστι τῆς δόξης· ἡ ἄρα προαίρεσις οὐκ ἔστι δόξα. ἔτι ἡ μὲν προαίρεσις ἐπαινεῖται, ὅταν προαιρώμεθα ἃ δεῖ· ἡ δὲ δόξα ἐπαινεῖται, ὅταν δοξάζωμεν τὰ ἀληθῆ. ἔτι προαιρούμεθα μέν, ἃ σφόδρα γινώσκομεν ἀγαθὰ εἶναι, δοξάζομεν δὲ ἃ οὐ πάνυ γινώσκομεν ἀληθῆ εἶναι. ἔτι ὁ αὐτὸς οὐχ ὁμοίως προαιρεῖται καὶ δοξάζει· δοξάζει μὲν γὰρ πολλάκις καλῶς δοξάζων τὰ ἀληθῆ, προαιρεῖται δὲ τὰ φαῦλα· οὐκ ἄρα ταὐτὸν δόξα καὶ προαίρεσις. εἰ δὲ πολλάκις ἡ δόξα προηγεῖται τῆς προαιρέσεως ἢ παρακολουθεῖ, οὐ διὰ τοῦτο ταὐτὸν ἔσται δόξα καὶ προαίρεσις· τοῦτο γὰρ οὐδὲν κωλύει διάφορα εἶναι. Περὶ προαιρέσεως τί ἐστι καὶ περὶ τίν α , καὶ περὶ βουλεύσεω ς . κε φ . δ ʹ. Ἐπεὶ δὲ οὔτε ἐπιθυμία ἐστὶν ἡ προαίρεσις οὔτε θυμὸς οὔτε βούλησις οὔτε δόξα, ζητητέον τί ἐστιν ἢ ποῖόν τί ἐστ ι. φαίνεται μὲν οὖν, ὅτι ἑκούσιόν ἐστιν, οὐκ αὐτὸ τὸ ἑκούσιον, καθὼς εἴρηται· οὐ γὰρ πᾶν ἑκούσιον προαιρετόν, ἀλλὰ τῶν ἑκουσίων ἐκεῖνο μόνον προαιρετὸν καλεῖται, ὃ προβουλευόμενοι ποιοῦμεν· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοία ς. φαίνεται δὲ καὶ ἀπὸ τοῦ ὀνόματος· τὸ γὰρ προαιρετὸν δοκεῖ σημαίνειν τὸ πρὸ ἑτέρων αἱρετόν. τούτων δὲ ὑποκειμένων, ζητητέον πότερον περὶ πάντων δυνατὸν βουλεύσασθαι ἢ περὶ ἐνίων οὐ δυνατόν, ἵνα γνῶμεν ἐντεῦθεν, τίνων ἐστὶν ἡ προαίρεσις καὶ τίνων οὐκ ἔστι. τῶν γὰρ βουλευτῶν καὶ ἡ προαίρεσίς ἐστι. βουλευτὸν δὲ λέγω, περὶ οὗ βουλεύεται οὐκ ἠλίθιος ἢ μαινόμενος ἀλλʼ ὁ νοῦν ἔχων. ἡ τοίνυν βουλὴ οὔτε περὶ τῶν ἀιδίων ἐστίν, οἷον περὶ τοῦ κόσμου (οὐδεὶς γὰρ βουλεύεται πῶς δεῖ κινεῖσθαι τὰ οὐράνια σώματα), ἢ περὶ τῶν ἀδυνάτων ἄλλως εἶναι, οἷον περὶ τῆς πλευρᾶς τοῦ τετραγώνου καὶ τῆς διαμέτρου, ποιῆσαι λόγον τινὰ ἔχειν πρὸς ἀλλήλας, ὃν ἀριθμὸς πρὸς ἀριθμὸν οὔτε περὶ τῶν κινουμένων ἀεὶ ὡσαύτως ἢ ἀνάγκῃ ἢ φύσει ἢ διʼ ἄλλην τινὰ αἰτίαν, οἷον τροπῶν καὶ ἀνατολῶν ἀλλʼ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων βουλευσόμεθα, οἷον αὐχμῶν καὶ ὄμβρω ν .
οὐδὲ 〈περὶ〉 τῶν ἀπὸ τῆς τύχη ς , οἷον θησαυροῦ εὑρέσεω ς· ὅτι οὐδὲν τούτων ἐφʼ ἡμῖν ἔστιν οὐδὲ ἀνθρώπινον. καὶ μὴν οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντων βουλευσόμεθα ἀλλὰ μόνον περὶ τῶν ἐφʼ ἡμῖν καὶ ἅπερ ἂν αὐτοὶ πράξαιμεν ἢ διʼ ἡμῶν αὐτῶν ἢ διʼ ἑτέρων· οὐ γὰρ Λακεδαιμόνιοι περὶ τῆς τῶν Σκυθῶν πολιτείας βουλεύσονται, πῶς ἂν Σκύθαι ὀρθῶς πολιτεύοιντο. οὐδὲν γὰρ τῶν εἰρημένων διʼ ἡμῶν ἂν γένοιτο. βουλευόμεθα δὲ περὶ τῶν ἐ φ ’ ἡμῖν πρακτῶν, ἅτινα γνωσόμεθα οὕτω. τρία εἰσὶ τὰ αἴτια ἐν τοῖς οὖσι φύσις ἀνάγκη καὶ τύχη, ἔτι δὲ νοῦς καὶ πᾶν τὸ δ ι ’ ἀνθρώπου, οἷον τέχνη ἢ ἄλλη τις πρᾶξις. οἱ δὲ ἄνθρωποι βουλεύονται οὔτε περὶ ὧν αἰτία ἡ φύσις οὔτε περὶ ὧν ἡ ἀνάγκη αἰτία ἢ ὧν ἡ τύχη, ἀλλὰ περὶ μόνων ἐκείνων, ὧν αἰτία ἐστὶν ἡ ἀνθρωπίνη μέθοδος καὶ ἡ πρᾶξις. ἔτι δὲ οὐδὲ περὶ πασῶν τῶν ἀνθρωπίνων μεθόδων οἱ ἄνθρωποι βουλεύονται. περὶ γὰρ τὰς ἀκριβεῖς καὶ αὐτάρκεις τῶν ἐπιστημῶν οὐκ ἔστι βουλ ή , οἷον περὶ τῶν γραμμάτων · οὐ γὰρ διστάζομεν πῶς γραπτέον, ὅτι ἐγνωσμένον ἐστὶν ἀκριβῶς καὶ ὡρισμένα εἰσὶ τὰ σημεῖα. ἀλλʼ ὅσα γίνονται ὑφʼ ἡμῶν δυνάμενα πολλαχῶς γενέσθαι, περὶ τούτων βουλευόμεθα, οἷον περὶ τῶν κατὰ τὴν ἰατρικὴν πράξεων, αἵτινες οὐ πάνυ εἰσὶν ὡρισμέναι ἢ τὴν χρηματιστικήν (πολλαχῶς γὰρ δυνατὸν χρηματίσασθαι) ἢ τὴν κυβερνητικὴν ἢ γυμναστικήν· καὶ μᾶλλον 〈περὶ〉 τῶν κατὰ τὴν κυβερνητικὴν βουλευσόμεθα ἢ τὴν γυμναστικήν, ἐπεὶ καὶ ἔλαττόν ἐστιν ἀκριβὴς ἡ κυβερνητική· καὶ περὶ τῶν λοιπῶν ὁμοίως. πλέον δὲ περὶ τῶν κατὰ τὰς τέχνας βουλευσόμεθα ἢ τὰς ἐπιστήμας· πλέον γὰρ διστάζομεν ἐν ταῖς τέχναις, ὅτι ἔλαττόν εἰσιν ὡρισμέναι τῶν ἐπιστημῶν. τὸ δὲ βουλεύεσθαί ἐστι μὲν τῶν ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένων γίνεσθαι· ὅταν δὲ καὶ ἐπὶ τούτων ὁ τρόπος ἄδηλος ᾖ, πῶς δηλονότι γενήσεται καὶ ἐν οἷς, οὐκ ἔστι δυνατὸν τὴν βούλευσιν ὡρισμένην εἶναι. διὰ τοῦτο καὶ συμβούλους παραλαμβάνομεν, ὅταν ᾖ περὶ μεγάλων ἡ βουλή· καὶ γὰρ ἀπιστοῦμεν ἡμῖν αὐτοῖς ὡς οὐχ ἱκανοῖς περὶ τοῦ πράγματος διαγνῶνα ι . βουλευόμεθα δὲ οὐ περὶ τῶν τελῶν ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλ η. ὁ γὰρ ἰατρὸς οὐ βουλεύσεται δοῦναι τὴν ὑγίειαν τῷ κάμνοντι (οὐ γὰρ ἐνδέχεται πρὸς ἄλλο τι βλέπειν τὸν ἰατρὸν καὶ τούτου χάριν οὐ χρείαν ἕξει βουλεύσεως), ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν ὑγίειαν, περὶ τούτων βουλεύσεται, ἅτινα πολλαχῶς ἐνδέχεται γενέσθαι· ὁμοίως δὲ καὶ ὁ ῥήτωρ οὐ βουλεύσεται περὶ τῆς πειθοῦς ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν πειθώ, καὶ ὁ πολιτικὸς οὐ καθίζει τὴν βουλήν, ἵνα γνῷ περὶ τῆς εὐνομίας (εἰ δεῖν καλῶς τὰ πράγματα αὐτὸν διοικῆσαι), ἀλλὰ περὶ τῶν συνιστάντων τὴν εὐνομίαν βουλεύσεται.
καὶ ὅλως πάντες οἱ τοιοῦτοι τὸ μὲν τέλος ὑποτιθέασι, ζητοῦσι δὲ πῶς καὶ διὰ τίνων ἀφίξονται πρὸς αὐτό. καὶ πολλῶν ὄντων διʼ ὧν ἔστι τυχεῖν τοῦ σκοποῦ, ζητοῦσι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα τὸ τέλος εὑρήσουσιν. ὅταν δὲ διʼ ἑνὸς ἐνδέχηται μόνου, τότε οὐ τοῦτο ζητοῦσιν, ἀλλὰ τὸν τρόπον πῶς χρησόμεθα αὐτῷ, καὶ τίνι πράξει μεταχειρισάμενοι, διὰ τούτου τοῦ τέλους τευξόμεθα. καὶ πάλιν ἐκείνην τὴν πρᾶξιν διὰ τίνος ἐργασόμεθα κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωμεν ἐπὶ τὸ ἀμέσως γινόμενον καὶ οὐ διʼ ἄλλου, ὅ ἐστι τὸ πρῶτον αἴτιον τοῦ τέλους, ὅπερ τελευταῖον εὑρίσκεται. οὕτω γὰρ ὁ βουλευόμενος ἀπὸ τοῦ τέλους ἀρχόμενος διὰ τῶν πρὸς τὸ τέλος ὁδεύει, μέχρι τοῦ πρώτου αἰτίου τὴν πρᾶξιν πᾶσαν ἀναλύων, καθάπερ οἱ μαθηματικοὶ τὰ διαγράμματα. ἔστι τοίνυν ἡ μὲν βούλευσις ζήτησίς τις· οὐ πᾶσα δὲ ἡ ζήτησις βούλευσις. ἡ γὰρ μαθηματικὴ ζήτησις οὐκ ἔστι βούλευσις, καίτοι, καθὼς εἴρηται, τρόπον τινὰ ὁμοίως καὶ ὁ βουλευόμενος καὶ ὁ μαθηματικὸς ἀναλύει· καὶ ὃ ἔσχατον εὑρίσκεται ἀναλύοντι, τοῦτο ἔργον πρῶτον γίνεται τῷ βουλευομένῳ, καθάπερ ὁ μαθηματικὸς πρὸς ὃ ἔσχατον ἀφίξεται ἀναλύων, τοῦτο ὑποτιθεὶς καὶ ἀπὸ τούτου διὰ τῶν ἄλλων ὁδεύων ἀποδείκνυσι τὸ προκείμενον. καὶ ἄμφω δὲ εἰ ἀναλύοντες ἀδυνάτοις ἐντύχοιεν ἀφίστανται τοῦ ζητήματος, οἷον εἰ χρημάτων δεήσει πρὸς τὸ ζητούμενον τέλος, ὃ τούτων ἄνευ οὐκ ἔνι γενέσθαι, ἀδύνατον δὲ φανείη ταῦτα πορισθῆναι, περὶ τοῦ τρόπου οὐκέτι ζητοῦσιν ἀλλʼ ἀφίστανται· εἰ δὲ δυνατόν, ἐγχειροῦσι πράττει ν. ἐκεῖνα δὲ δυνατὰ καλοῦμεν, ἃ δ ι ’ ἡμῶν γένοι τ ’ ἄν · τὰ γὰρ διὰ τῶν φίλων τρόπον τινὰ διʼ ἡμῶν γίνονται· ἡ γὰρ αἰτία καὶ τούτων ἐν ἡμῖν ἐστι· βουλευόμεθα δέ, καθὼς εἴρηται, ποτὲ μὲν περὶ τῶν ὀργάνων, ποτὲ δὲ περὶ τῆς χρήσεως αὐτῶν, καὶ ἁπλῶς, ποτὲ μὲν περὶ τῶν φερόντων εἰς 〈τὸ〉 τέλος πῶς ἂν ληφθεῖεν, ποτὲ δὲ περὶ τοῦ τρόπου πῶς χρησόμεθα αὐτοῖς ἢ διὰ τίνος. φαίνεται δὴ ἀπὸ τῶν εἰρημένων, μὴ εἶναι τὸ τέλος βουλευτόν. βουλευτὰ μὲν γάρ εἰσιν, ὧν κύριος ὁ ἄνθρωπός ἐστι ποιῆσαι ἢ μή· ὧν δὲ ὁ ἄνθρωπος κύριός ἐστιν, ἐκεῖνα πράξεις ἀνθρώπιναί εἰσιν· αἱ δὲ ἀνθρώπιναι πράξεις ἄλλων ἕνεκα γίνονται· ἃ δὲ ἄλλων ἕνεκα γίνονται, οὐκ εἰσὶ τέλη· τὸ βουλευτὸν ἄρα οὐκ ἔστι τέλος. οὔτε τοίνυν τὸ τέλος ἐστὶ βουλευτόν, οὔτε τῶν πρὸς τὸ τέλος ὅσα καθʼ ἕκαστα, οἷον εἰ ἄρτος τοῦτο, εἰ πέπεπται, εἰ πεποίηται ὡς δεῖ· ταῦτα γὰρ αἰσθήσει γινώσκομεν, οὐ βουλῇ καὶ κρίσει· εἰ δὲ περὶ τούτων ἀεὶ βουλεύσετα ι , εἰς ἄπειρον ἥξε ι. τὸ μὲν οὖν βουλευτὸν τοῦτό ἐστι· τὸ δὲ προαιρετόν ἐστι βουλευτὸν ὡρισμένον· τὸ γὰρ ἀπὸ τῆς βουλῆς προκριθὲν προαιρετὸν καλεῖται· μετὰ γὰρ τὸ προκρῖναι ὃ δέον γενέσθαι, οὐκέτι περὶ τοῦ πράγματος βουλευόμεθα, ἀλλὰ γινώσκομεν ὡρισμένως ὡς δεῖ ποιεῖν· ἀνάγομεν γὰρ τὴν μὲν τοῦ πράγματος τοῦ ζητουμένου ἀρχὴν εἰς τὴν ἡμετέραν βούλησιν, τὴν δὲ ἡμετέραν κρίσιν καὶ βούλησιν εἰς τὴν προαίρεσιν, ἥτις ἐστὶν ἀρχὴ ἤδη τῆς πράξεως.
τοῦτο δὲ δῆλον καὶ ἀπὸ τῶν ἀρχαίων πολιτειῶν, ἃς Ὅμηρος ἐν ταῖς ῥαψῳδίαις ἐμιμεῖτο· εἰσάγει γὰρ τοὺς βασιλεῖς μετὰ τὴν βουλὴν τὸ προκριθὲν ἀπαγγέλλοντας τῷ δήμῳ ὥσπερ τῇ προαιρέσει, ὥστε πραχθῆναι. ἐπεὶ τοίνυν τὸ προαιρετὸν βουλευτόν ἐστιν, ὀρεκτὸν τῶν ἐφʼ ἡμῖν δηλονότι, ὃ μετὰ τὴν βουλὴν ὀρεγόμεθα δυνάμενοι τοῦτο ποιῆσαι, φανερόν, ὅτι ἡ προαίρεσις εἴη ἂν ὄρεξις βουλευτικὴ τῶν ἐφʼ ἡμῖν. ἐκ τοῦ βουλεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθά [ τ ι ] κατὰ τὴν βούλευσι ν. οὗτος μὲν οὖν ὁ ὁρισμὸς τῆς προαιρέσεως ὡς ἐν τύπῳ. εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι τὰ πρὸς τὸ τέλος. Περὶ βουλήσεως καὶ βουλητο ῦ . κε φ . ε ʹ . Δεῖ δὲ καὶ περὶ τῆς βουλήσεως εἰπεῖν ἤδη. ὅτι μὲν οὖν ἡ βούλησις τοῦ τέλους ἐστίν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ἀμφισβητεῖται δὲ πότερον παντὸς τέλους, οὗ τις ἂν ἐθέλοι τυχεῖν, ἡ βούλησίς ἐστιν, ἢ τοῦ ἀγαθοῦ μόνου. καὶ τοίνυν οἱ μὲν λέγουσιν αὐτὴν τοῦ ἀγαθοῦ μόνου, οἱ δὲ τοῦ δοκοῦντος, ἢ ὄντος δὲ ἢ μὴ ὄντος. συμβαίνει δὲ τοῖς μὲν λέγουσι τὸ ἀγαθὸν μόνον βουλητὸν εἶναι τὸ κακὸν λέγειν μὴ εἶναι τῷ μοχθηρῷ βουλητόν· καίτοι βουλητόν ἐστιν αὐτῷ. τοῖς δὲ λέγουσι τὸ δοκοῦν ἀγαθὸν ἐκεῖνο εἶναι τὸ βουλητόν, οὐ διʼ ἑαυτό, ἀλλὰ μόνον τὸ ἑκάστῳ δοκοῦν, ἐπειδὴ ἄλλῳ ἄλλο δοκεῖ ἀγαθόν, καὶ τὸ αὐτὸ τῷ μὲν ἀγαθὸν δοκεῖ, τῷ δὲ κακόν, ἢ ὁ αὐτὸς ἄνθρωπος τὰ ἐναντία ἀγαθὰ νομίζει πολλάκις, καὶ οὕτως οὐδὲν ἔσται βουλητὸν φύσει καὶ διʼ ἑαυτό. εἰ δὲ ταῦτα οὐ δοκεῖ εἰκότα εἶναι, ἐκεῖνο ἐροῦμεν· βουλητὸν μὲν εἶναι φύσει καὶ ἀληθείᾳ καὶ διʼ ἑαυτὸ τὸ ἀγαθόν· πὴ δὲ καὶ ἑκάστῳ τῶν ἀνθρώπων τὸ δοκοῦν ἀγαθὸν βουλητόν ἐστιν. εἰ γὰρ καὶ τῇ ἀληθείᾳ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κατά τινα περίστασιν ἀγαθόν ἐστιν, οἷον τὸ λωποδυτεῖν κακὸν μέν ἐστι τῇ φύσει, τῷ λωποδύτῃ δὲ καὶ κατά τινα καιρὸν ἀγαθόν· διὰ τοῦτο καὶ δοκεῖ ἀγαθὸν ἁπλῶς εἶναι· καθόσον δὲ ἀγαθὸν καὶ βουλητόν ἐστιν. ὥστε συμβαίνει τὸ δοκοῦν ἀγαθὸν πὴ εἶναι βουλητόν· τῷ μὲν οὖν σπουδαίῳ τὸ ἀληθῶς ἀγαθὸν βουλητόν ἐστι, τῷ δὲ φαύλῳ τὸ τυχό ν. ὥσπερ ἔχει καὶ ἐπὶ τῶν σωμάτων· τοῖς μὲν ὑγιαίνουσι καὶ εὖ ἔχουσι τὰ σώματα ὑγιεινὰ δοκεῖ τὰ κατὰ ἀλήθειαν ὑγιεινά, τοῖς δὲ ἐπινόσοις ἕτερα · ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα τοῖς μὲν ὑγιαίνουσι τὰ ὄντα πικρὰ τῇ φύσει καὶ γλυκέα τοιαῦτα δοκεῖ· ὁμοίως καὶ θερμὰ καὶ βαρέα καὶ τῶν ἄλλων ἕκαστ α· τοῖς δὲ νοσοῦσι τὰς αἰσθήσεις ἑτεροῖα. οὕτω τοίνυν καὶ ἐπὶ τῶν ἀγαθῶν καὶ ἡδέων καὶ κακῶν ὁ μὲν σπουδαῖος τὰ ὄντα νομίζει καὶ τὰ ἀληθῆ, ὁ δὲ φαῦλος τἀναντία πολλάκις· καθʼ ἑκάστην γὰρ τῶν ψυχικῶν διαθέσεών ἐστί τι ἴδιον ἀγαθὸν καὶ ἡδύ. καὶ τούτῳ διαφέρει τῶν φαύλων ὁ σπουδαῖος, ὅτι διακρίνει τὸ ἀγαθὸν τοῦ ἡδέος καὶ τὸ ἀληθὲς ἐν πᾶσιν ὁρᾷ, καθάπερ κανὼν καὶ μέτρον αὐτῶν γινόμενος· οἱ δὲ φαῦλοι, μὴ δυνάμενοι τὸ ἀληθὲς συνιδεῖν, ὑπὸ τῆς ἡδονῆς ἀπατῶνται, νομίζοντες ἀγαθὰ τὰ ἡδέα, οὐκ ὄντα φύσει ἀγαθά· ὁμοίως δὲ καὶ τὰ λυπηρὰ φεύγουσιν, οὐκ ὄντα φύσει πονηρὰ καὶ φευκτά.
50
Ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἑκούσιο ν . κεφ ϛ ʹ. Ἐπεὶ δὲ τὰ μὲν τέλη βουλητά, τὰ δὲ πρὸς τὰ τέλη βουλευτὰ καὶ προαιρετά, φανερὸν ὅτι αἱ πράξεις αἱ περὶ τὰ βουλευτὰ καὶ προαιρετὰ κατὰ προαίρεσιν εἶεν ἂν ἑκούσιοι. τοιαῦται δὲ αἱ κατʼ ἀρετὴν πράξεις· περὶ γὰρ τὰ βουλευτὰ καὶ προαιρετὰ γίνονται. ἐφʼ ἡμῖν ἄρα ἐστὶν ἡ ἀρετὴ καὶ ἡ κακία· αἱ γὰρ πράξεις, διʼ ὧν ἐθίζομεν ἑαυτοὺς εἰς τὴν ἀρετήν, προαιρεταὶ καὶ ἐφʼ ἡμῖν εἰσιν. εἰ δὲ τὸ πράττειν τὸ ἀγαθὸν ἐφʼ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφʼ ἡμῖν ἐστιν· ἐν οἷς γὰρ τὸ μή, καὶ τὸ ναί. καὶ εἰ τὸ πράττειν τὸ ἀγαθὸν ἐφʼ ἡμῖν ἐστιν, ἀγαθὸν ὄν, καὶ τὸ μὴ πράττειν αὐτό, αἰσχρὸν ὄν, ἐφʼ ἡμῖν ἔσται· καὶ εἰ τὸ μὴ πράττειν τὸ κακόν, ἀγαθὸν ὄν, ἐφʼ ἡμῖν ἐστι, καὶ τὸ πράττειν τὸ κακόν, αἰσχρὸν ὄν, ἐφʼ ἡμῖν ἐστι. ταῦτα δὲ ἡμᾶς ἀγαθοὺς ἢ κακοὺς ποιεῖ· ὥστε ἐφʼ ἡμῖν ἐστι τὸ ἐπιεικέσιν εἶναι ἢ πονηροῖς. τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρὸς οὐ δ ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς δοκεῖ, τὸ δὲ ψεῦδος. τὸ μὲν γάρ, οὐδεὶς ἂν γένοιτο μακάριος ἄκων, ἀληθές, ψεῦδος δὲ τὸ πρῶτον. ἡ γὰρ μοχθηρία οὐδαμῶς ἀκούσιον· δέδεικται γὰρ ἀπὸ τῶν εἰρημένων, τὸν ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων πράξεων· ὧν δὲ αἱ ἀρχαὶ ἐν ἡμῖν, ταῦτα ἐφʼ ἡμῖν ἐστι καὶ ἑκούσια· ὥστε διὰ τοῦτο πᾶσαν ἀνθρωπίνην πρᾶξιν ἑκούσιον εἶναι, ὁμοίως τήν τε ἀγαθὴν καὶ τὴν πονηράν. τούτῳ δὲ τῷ λόγῳ καὶ οἱ ἰδιῶται καὶ οἱ νομοθέται μαρτυροῦσι, διʼ ὧν πράττουσι· καὶ γὰρ τιμωροῦνται μὲν καὶ κολάζουσι τοὺς ποιοῦντας τὰ πονηρά, ἐὰν μὴ ποιῶσιν ἑτέρωθεν βιασθέντες, ἢ ἀγνοοῦντες ἄγνοιαν ἧς οὔκ εἰσιν αἴτιοι αὐτοί· καθάπερ εἴ τις μεθύων πονηρόν τι ποιήσειεν ἀγνοήσας· οὗτος γὰρ καὶ τῆς ἀγνοίας αἴτιος ἐγένετο ἑαυτῷ· τοὺς δὲ τὰ καλὰ πράττοντας τιμῶσιν, ἵνα τοὺς ἄλλους προτρέψωνται μὲν ἐπὶ τὰ ἀγαθά, κωλύσωσι δὲ ποιεῖν τὰ φαῦλα. ὅθεν δῆλον, ὅτι νομίζουσιν ἐφʼ ἡμῖν εἶναι πονηροῖς τε εἶναι καὶ γενέσθαι ἀγαθοῖς, καὶ διὰ τοῦτο πείθειν τὰ τοιαῦτα ἐπιχειροῦσιν. ἃ γὰρ μήτε ἐ φ ’ ἡμῖν ἐστι μήτε ἑκούσι α , οὐδεὶς πράττειν προτρέπεται νοῦν ἔχων· οὐδεὶς γὰρ πείθει τινὰ μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, ὧν οὔκ ἐσμεν αὐτοὶ κύριοι· οὐ γὰρ δυνατὸν γενέσθαι τι πλέον ἀπὸ τῆς παρακλήσεως, οὐδʼ ἂν αὐτοὶ οἱ παρακαλούμενοι σφόδρα βουλώμεθα· οὐδὲν γὰρ ἧττον πεισόμεθα αὐτ ά. ὁμοίως δὲ καὶ εἴ τις ἄκων ἀγνοεῖ μὴ δυνάμενος εἰδέναι, τοῦτον οὐδεὶς προτρέψεται δυνηθῆναι εἰδέναι· οὐ γάρ ἐστιν ἐπʼ αὐτῷ εἰδέναι καὶ ἀγνοεῖν· ὃς δὲ αἴτιός ἐστιν ἑαυτῷ τῆς ἀγνοίας, διʼ ἧς ἐποίησε τὸ πονηρόν, κολάζεται· καὶ γὰρ ἑκουσίως φαίνεται ἀγνοῶν, ὅτι ἐπʼ αὐτῷ ἐστιν εἰδέναι καὶ ἀγνοεῖν, καθάπερ ὁ μεθύων ἢ ὁ διʼ ἀμέλειαν ἀγνοῶν τὸν νόμον, ὃν ἐδύνατο ῥᾳδίως μαθεῖν· κἀκεῖνος γὰρ αἴτιός ἐστιν ἑαυτῷ καὶ τῆς ἀγνοίας καὶ τῆς μοχθηρίας καὶ ἑκών ἐστι μοχθηρός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ἃ δυνατὸν μαθεῖν, οὐ γινώσκοντες ἁμαρτάνομεν· καὶ τούτων ἕνεκα δίδομεν δίκην τοῖς νομοθέταις.
κύριοι γάρ ἐσμεν τοῦ μὴ ἀγνοεῖν, ὅτι ἐφʼ ἡμῖν ἐστι μὴ ἀμελεῖν ἀλλὰ ἐπιμεληθῆναι μαθεῖν. εἰ δέ τις καὶ τοιοῦτός ἐστιν, οἷος μὴ δύνασθαι ἐπιμεληθῆναι, οὐ διὰ τοῦτο φεύξεται τὴν δίκην· κολασθήσεται μὲν οὖν διὰ τοῦτο, ὅτι καὶ τοῦ μὴ δύνασθαι ἐπιμεληθῆναι αὐτὸς ἑαυτῷ αἴτιος ἐγένετο, ἀκρατῶς καὶ ἀνειμένως διαιτώμενος· ἀφʼ ἧς διαίτης καὶ οἱ πλείους μοχθηροὶ γίνονται καὶ ἄδικοι καὶ ἀκόλαστοι. καὶ γὰρ γίνονται μὲν καὶ ἀπὸ τῶν ἀδίκων καὶ ἀκολάστων πράξεων ἐθιζόμενοι ἄδικοι καὶ ἀκόλαστοι· γίνονται δὲ καὶ ὅταν αὐτὸ μὲν μὴ προκείμενον ἔχωσι τὸ κακουργεῖν, ζῶσι δὲ βίον ἀνειμένον καὶ τρυφῇ χαίρωσιν· ἀπὸ ταύτης γὰρ τῆς διαίτης καὶ ἐπὶ τὸ κακουργεῖν ἔρχονται. ἀεὶ γὰρ ἀπὸ τῶν ἐνεργειῶν ἐθιζόμενοι, καθὼς προείρηται, πονηροὶ ἢ ἀγαθοὶ γινόμεθα, ἢ ἄλλην τινὰ ἕξιν λαμβάνομεν. καθάπερ ὁρῶμεν καὶ τοὺς ἐθέλοντας γυμνικοὺς γενέσθαι ἢ ἄλλην τινὰ πρᾶξιν ἢ ἀγωνίαν ἀσκῆσαι ἐνεργοῦντας καὶ γυμναζομένους ἐν πράξεσι, διʼ ὧν εἰς ἐκεῖνα ἀφίξονται. καὶ οὐδεὶς ἀγνοεῖ τοῦτο, ὅτι ἀπὸ τῶν ἐνεργειῶν εἰς ἕξιν ἐρχόμεθα κακιῶν ἢ ἀρετῶν, εἰ μὴ λίαν εἴη ἀναίσθητος. εἰ δὲ τοῦτο δῆλον ἅπασι, φανερόν ἐστιν ὅτι πάντες γινώσκουσι τὰ ἑαυτῶν ἔργα καὶ τὰς πράξεις, εἴτε πρὸς κακίαν φέρουσιν εἴτε πρὸς ἀρετήν· εἰδότες δὲ ἃ ποιοῦσιν, ἑκόντες εἰσὶν ἢ ἀγαθοὶ ἢ πονηροί. πάνυ γάρ ἐστιν ἄλογον τὸν ἀδικοῦντα λέγειν ὅτι οὐ βούλεται ἄδικος εἶναι ἢ τὸν ἀκόλαστον ὅτι οὐ βούλεται ἀκολασταίνειν· εἰ γὰρ καὶ βουλόμενος δίκαιος καὶ σώφρων γενέσθαι οὐ δύναται τῷ μακρῷ ἔθει κρατούμενος, καὶ οὕτως ἑκών ἐστι πονηρός. καὶ γὰρ καὶ ὁ διαίτῃ διεφθαρμένῃ χρώμενος καὶ ἀπειθῶν τοῖς ἰατροῖς καὶ διὰ τοῦτο νοσήσας ἑκὼν μὲν νοσεῖ· καὶ γὰρ ἐπʼ αὐτῷ ἦν ἡ δίαιτα· βουλόμενος δὲ ἀπαλλαγῆναι, οὐ δύναται· πρὶν μὲν γὰρ νοσῆσαι, ἐπʼ αὐτῷ ἦν τὴν ὑγίειαν φυλάττειν· προεμένῳ δὲ διὰ τῆς ἀκρατοῦς διαίτης οὐκ ἔστιν ἐπʼ αὐτῷ τὴν ὑγίειαν ἐπαναγαγεῖν, ὥσπερ λίθον μέν τις δύναται κατὰ πελάγους ἀφεῖναι, ἀφεὶς δὲ οὐ δύναται πάλιν ἐπαναλαβεῖν· ἀλλʼ ὅμως ἑκὼν ἔρριψε τὸν λίθον, ἐπʼ αὐτῷ γὰρ ἦν ῥῖψαι καὶ μή. οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἀδίκου καὶ τοῦ ἀκολάστου· πρὶν μὲν γὰρ πονηροὺς γενέσθαι καὶ εἰς ταύτην τὴν ἕξιν ἐλθεῖν ἐξῆν μὴ γενέσθαι, γενόμενοι δὲ οὐ δύνανται μὴ εἶναι. οὐ μόνον δὲ αἱ ψυχικαὶ κακίαι ἑκούσιοί εἰσιν, ἀλλʼ ἐνίοις τῶν ἀνθρώπων καί τινες σωματικαὶ ἑκουσίως γίνονται, διʼ ἃς καὶ ἐπιτιμῶνται· τοῖς μὲν γὰρ κατὰ φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ νοῦν ἔχω ν , τοῖς δὲ δ ι ’ ἀγυμνασίαν καὶ ἀμέλειαν ἢ μοχθηρίαν τὰ σώματα διαφθείρασι, τούτοις μεμφόμεθα· ὃς μὲν γὰρ ἀπὸ φύσεως τυφλὸς ἢ ὑπὸ νόσου ἢ ὑπὸ πληγῆς, τοῦτον οὐκ ὀνειδίζομεν ἀλλὰ μᾶλλον ἐλεοῦμεν, ὃς δὲ ἐξ οἰνοφλυγίας ἢ ἄλλης τινὸς μοχθηρίας διέφθειρε τοὺς ὀφθαλμούς, τούτῳ μεμφόμεθα καὶ ἐπιτιμῶμεν.
φαίνεται τοίνυν, ὅτι τῶν σωματικῶν κακιῶν αἱ μὲν ἑκούσιοι καὶ ἐφʼ ἡμῖν ἐπιτιμῶνται, αἱ δὲ ἀκούσιοι οὐδαμῶς· ὥστε καὶ ἐπὶ τῶν ἄλλων οὕτως ἂν ἔχοι· ἃς μὲν 〈γὰρ〉 κολάζομεν καὶ ὑπὲρ ὧν αἱ τιμωρίαι, πᾶσαί εἰσιν ἑκούσιοι καὶ ἐφʼ ἡμῖν, αἱ δὲ μὴ τοιαῦται ἀκούσιοι· ἡ κακία ἄρα ἑκούσιον. δοκεῖ δὲ τῷ λόγῳ ἐκεῖνο ἐναντιοῦσθαι, ὅτι ἡ μὲν κακία γίνεται ἀπὸ τοῦ τιθέναι τοῖς ἔργοις τέλος πονηρόν· τοῦτο δὲ γίνεται ἀπὸ τοῦ νομίζειν, ὅτι ἀγαθόν ἐστι· τὸ δὲ νομίζειν τὸ ἀγαθὸν ἢ τοὐναντίον οὐκ ἔστιν ἐφʼ ἡμῖν. πάντες μὲν γὰρ ἐφιέμεθα τοῦ φαινομένου ἀγαθο ῦ , τῆς δὲ φαντασίας ταύτης οὔκ ἐσμεν αὐτοὶ κύριοι· ἡ ἄρα κακία οὐκ ἔστιν ἑκούσιον. πρὸς δὴ τοῦτο ἐκεῖνο λέγομεν, ὅτι καὶ ἐπὶ τῆς ἀρετῆς ταῦτα ὁμοίως ἔχει, ἀλλʼ ἑκούσιόν ἐστιν· οὐδεὶς γὰρ ἄκων μακάριος. εἰ μὲν γὰρ ἀπὸ τῆς ἕξεως τῆς πονηρᾶς ἡ ἄγνοια γίνεται τοῦ ἀγαθοῦ καὶ ἀπὸ τῆς ἀγαθῆς ἡ γνῶσις τοῦ ἀγαθοῦ, φανερὸν ὅτι ἑκουσίως καὶ ἀγαθοὶ καὶ πονηροὶ γινόμεθα· τῆς γὰρ ἕξεως ἡμεῖς ἡμῖν αὐτοῖς αἴτιοι. εἰ δὲ ἡ γνῶσις τοῦ τέλους οὐκ ἔστιν ἀπὸ τῆς ἕξεως οὐδʼ ἔστι προαιρετή, ἀλλʼ ὥσπερ ὄψις ἀγαθὴ ἢ ἄλλο τι τῶν φυσικῶν ἐστιν, ὅπερ μὴ ἔχοντα οὐκ ἔνι λαβεῖν ἑτέρωθεν οὐδὲ αὐτόν τινα κτήσασθαι οἴκοθεν, ἀλλὰ φῦναι ἀνάγκη μετὰ τῆς τοιαύτης κρίσεως εἰ μέλλει κρίνειν καλῶς, ὅ ἐστιν ἡ τελεία καὶ ἀληθινὴ εὐφυΐα· εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, καὶ οὕτως ὁμοίως τῇ ἀρετῇ καὶ ἡ κακία ἑκούσιόν ἐστιν. ἡ γὰρ γνῶσις τοῦ τέλους ὡσαύτως ἐστὶ καὶ τῷ φαύλῳ καὶ τῷ σπουδαίῳ, εἴτε ἀπὸ τῆς ἕξεως γινώσκεται ἢ ἀγνοεῖται, ἢ φύσει καθὼς εἴρηται. εἰ δὲ τὴν ἀρετὴν ἑκούσιον λέγομεν, ὅτι τὸ μὲν τέλος φύσει ἐστὶ καὶ γινώσκεται τῷ σπουδαίῳ, τὰ δὲ πρὸς τὸ τέλος ἐπʼ αὐτῷ ἑλέσθαι καὶ μή, τί κωλύει καὶ τὴν κακίαν διὰ ταῦτα ἑκούσιον εἶναι; καὶ γὰρ καὶ τὰ πρὸς τὸ τέλος ἄγοντα φαῦλον ἐφʼ ἡμῖν ἑλέσθαι καὶ μή. εἰ δὲ πάλιν ἑκούσιόν ἐστιν ἡ ἀρετή, ὅτι καὶ ἡ γνῶσις τοῦ τέλους ἀπὸ τῶν ἕξεων γίνεται τῶν ἀγαθῶν, ὧν αὐτοί πως συναίτιοί ἐσμεν, εἴη ἂν καὶ ἡ κακία διὰ τοῦτο ἑκούσιον, ὅτι ἀπὸ τῶν πονηρῶν ἕξεων ἀγνοεῖται τὸ τέλος. Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξει ς . καὶ περὶ ἀνδρεία ς . κε φ . ζ ʹ . Τί μὲν οὖν ἐστιν ἡ ἀρετή, καθόλου καὶ ὁλοσχερῶς εἴρηται, ὅτι μεσότης ἐστὶ δύο κακιῶν, τῆς μὲν ἐλλείπουσα, τὴν δὲ ὑπερβάλλουσα· 〈καὶ〉 ὅτι ἕξις ἐστίν· ἔτι δὲ εἴρηται καὶ ὑπὸ τίνων γίνεται· καὶ ὅτι ὑφʼ ὧν ἐνεργειῶν καὶ πράξεων γίνεται, ταύτας πράττομεν μετὰ τὸ κτήσασθαι τὴν ἀρετήν· ἐδείχθη δὲ ὅτι καὶ ἐφʼ ἡμῖν ἐστι καὶ ἑκούσιος. νῦν δὲ ῥητέον, ὅτι οὐχ ὁμοίως ἐστὶν ἑκούσιον ἡ πρᾶξις καὶ ἡ ἕξις (καὶ γὰρ ἐδείχθη καὶ ἄμφω ἑκούσια εἶναι)· τὰς μὲν οὖν πράξεις ποιοῦμεν γινώσκοντες κατὰ μέρος, καὶ διὰ τοῦτο κύριοί ἐσμεν καθάπαξ αὐτῶν ποιῆσαι ἢ μὴ ποιῆσαι ἀπʼ ἀρχῆς αὐτῶν μέχρι τέλους· καί εἰσιν ἑκούσιοι κυρίως· ἡ δὲ ἕξις οὐ γινώσκεται παντελῶς.
γνώριμος γὰρ ἡ ἕξις οὐ διʼ ἑαυτήν ἐστιν ἀλλὰ διὰ τὰς πράξεις ἐξ ὧν γίνεται· τὰς μὲν γὰρ πράξεις σφόδρα γινώσκομεν ὅθεν τὴν ἕξιν λαμβάνομεν, τὴν δὲ ἕξιν οὐκέτι. καθάπερ καὶ ἐπὶ τῶν ἀρρωστιῶν γίνεται· τὴν μὲν γὰρ δίαιταν γινώσκοντες αἱρούμεθα, ἡ δὲ ἀρρωστία λεληθότως ἐπακολουθεῖ. λέγεται τοίνυν ἡ ἕξις ἑκούσιος διὰ τὸ τὰς ἐνεργείας ἐξ ὧν γίνεται ἑκουσίους εἶναι· ταύτας γὰρ δυνατὸν ἦν μὴ ποιῆσαι. δεῖ δὲ ἤδη καὶ περὶ τῶν ἕξεων κατὰ μέρος διεξελθεῖν, τίς τέ ἐστιν ἑκάστη καὶ περὶ ποῖα πάθη τῆς ψυχῆς καὶ πῶς γίνεται· ἅμα δὲ ἀπὸ τούτων δῆλον ἔσται καὶ πόσαι εἰσί. καὶ πρῶτον περὶ τῆς ἀνδρείας διαληψόμεθα. ὅτι μὲν οὖν περὶ φόβους καὶ θάρρη ἐστὶ καὶ ὅτι μεσότης τούτων ἐστὶν ὑπερβάλλουσα μὲν τὴν δειλίαν, ἐλλείπουσα δὲ τῆς θρασύτητος, διὰ τῶν προειρημένων ἐφάνη· ῥητέον δέ, τίσιν ἀντίκειται. ὁ μὲν οὖν φόβος πρὸς τὰ φοβερὰ λέγεται καὶ τούτοις ἀντίκειται. φοβερὰ δέ εἰσι καθόλου πάντα τὰ δοκοῦντα κακά· διὸ καὶ τὸν φόβον ὁριζόμενοί φασιν εἶναι προσδοκίαν κακο ῦ. φοβούμεθα οὖν πάντα τὰ κακ ά , οἷον ἀδοξίαν πενίαν νόσον ἀφιλίαν θάνατο ν· ἡ δὲ ἀνδρεία οὐ τούτοις πᾶσιν ἀντίκειται· οὐ γὰρ περὶ πάντα 〈δοκεῖ〉 ὁ ἀνδρεῖος εἶνα ι. φοβεῖται γὰρ ὁ ἀνδρεῖος, ἃ δεῖ φοβεῖσθαι· οὐ πάντα δὲ ταῦτα δέον μὴ φοβεῖσθαι ἀλλʼ ἔνια, οἷον ἀδοξίαν φοβεῖσθαι μὲν καλόν, μὴ φοβεῖσθαι δὲ αἰσχρόν, τὸ μὲν γὰρ αἰδήμονός ἐστιν ἀνθρώπου, τὸ δὲ ἀναισχύντου· εἰ καὶ ἀνδρεῖος ὁ τοιοῦτος καλεῖται κατὰ μεταφοράν, ὅτι ἔχει τι τοῦ ἀνδρείου, τὸ μὴ πάντα φοβεῖσθαι δηλονότι· ἄφοβος γάρ τίς ἐστι καὶ ὁ ἀνδρεῖο ς. πενίαν δὲ καὶ νόσον ἴσως οὐ δεῖ φοβεῖσθαι καὶ πάντα ὅσα μὴ ἀφʼ ἡμῶν αὐτῶν ἡμῖν συμβαίνουσιν ἢ διὰ κακίαν. ὥσπερ δὲ ὁ μὴ φοβούμενος ἃ δέον φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, εἰ μὴ κατὰ μεταφοράν, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ μὴ δεῖ φοβεῖσθαι, ἀνδρεῖός ἐστιν, ἀλλὰ καθʼ ὁμοιότητα μόνον λέγεται ἀνδρεῖος· καὶ γὰρ πολλοὶ ταῦτα μὴ φοβούμενοι ἀλλὰ ἐλευθέριοι ὄντες καὶ πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχοντες δειλοί εἰσιν ἐν τοῖς πολεμικοῖς κινδύνοις. ὥσπερ δὲ ὁ φοβούμενος ἃ δεῖ μὴ φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ δεῖ φοβεῖσθαι ἀνδρεῖός ἐστιν, οἷον τὴν περὶ παῖδας ἢ γυναῖκα ὕβριν ὁ μὲν φοβούμενος οὐκ ἔστι δειλός, ὁ δὲ μὴ φοβούμενος οὐκ ἔστιν ἀνδρεῖος· ἢ ἐάν τις μέλλων μαστιγοῦσθαι οὐ φοβῆται ἀλλὰ θαρρῇ· οὗτοι γὰρ ἃ δεῖ φοβεῖσθαι μὴ φοβούμενοι οὔκ εἰσιν ἀνδρεῖοι. ἔστι τοίνυν ἀνδρεῖος ὁ τὰ μέγιστα μὲν τῶν δεινῶν μὴ φοβούμενος· οὐδεὶς γὰρ καρτερικώτερος τοῦ ἀνδρείου· οὐκ ἀεὶ δὲ ὁμοίως· τινὰ γὰρ τῶν δεινῶν διὰ τὸν τρόπον καθʼ ὃν ἐπάγονται φοβερά εἰσι καὶ τῷ ἀνδρείῳ, οἷον ὁ θάνατος μὲν δοκεῖ εἶναι τὸ ἔσχατον τῶν κακῶν, ὅτι πέρας ἐστὶ τοῦ βίου καὶ οὐ δυνατὸν τῷ τεθνεῶτι ἢ ἀγαθὸν ἢ κακὸν γενέσθαι· καὶ τούτου ἕνεκα δοκεῖ μέγιστον εἶναι δεινὸν καὶ τοῖς ἀγαθοῖς καὶ τοῖς φαύλοις. ἀλλʼ ὁ μὲν ἀπὸ αἰσχρῶν γινόμενος αἰτιῶν φοβερός ἐστι τῷ ἀνδρείῳ, ὁ δὲ ἀπὸ τῶν ἀρίστων, οἷός ἐστιν ὁ ἐν πολέμῳ συμβαίνων, οὐκέτι, ἀλλὰ καὶ σφόδρα ἀγαπητός ἐστιν· ὁ δὲ ἐν νόσῳ ἢ ἐν θαλάττῃ θάνατος, καθόσον μὲν οὐκ ἐπῆλθε κατὰ σεμνοῦ τινος, φοβερὸς ἔσται τῷ ἀνδρείῳ, καθόσον δὲ λυπηρός ἐστιν, οὐδαμῶς.
ὥστε λέγοιτο ἂν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἢ τὸν μὴ αἰσχρὸν ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει αἰφνιδίως ἐπερχόμενα, οἷά εἰσι τὰ ἐν τῷ πολέμῳ. ὁ γὰρ τὰ αἰφνιδίως ἐπερχόμενα δεινὰ καρτερῶν ἀπόδειξιν ἐναργῆ παρέχεται τοῦ πρὸς ἕξιν ἀνδρείας ἐληλακέναι. κυρίως δὲ ἀνδρεῖος ὁ τὸν ἄριστον θάνατον καρτερῶν· ὥσπερ καὶ ἐπὶ τῶν τιμῶν ἔχει· τῶν μὲν γὰρ παρὰ τοῖς τυράννοις τιμῶν ὡς οὐδὲν ὅσιον ἐχουσῶν οὐδὲ βέβαιον ὁ ἀνδρεῖος καταφρονήσει, τῶν δὲ ἐν ταῖς πόλεσι ταῖς εὐνομουμέναις ὡς ἐννόμων καὶ δικαίων οὐκέτι. εἰσὶ δὲ καὶ οἱ θαλάττιοι πρὸς τὸν θάνατον ἀδεεῖς, ἀλλʼ οὐχ ὁμοίως τῷ ἀνδρείῳ· οἱ μὲν γὰρ δοκοῦσι καρτερεῖν διὰ τὸ καθάπαξ ἀπεγνωκέναι τὴν σωτηρίαν, οἱ δὲ διὰ τὴν ἐμπειρίαν ἐλπίζοντες περιγενέσθαι τῶν ἀπὸ τῆς θαλάσσης κακῶν. ἐπεὶ οὐδὲ δυνατὸν κυρίως ἐν τοῖς τοιούτοις ἀνδρίζεσθαι· ἀνδρίζεται γάρ τις ἐν οἷς χρεία τόνου τινὸς καὶ ὁρμῆς ἢ ὁ θάνατος σεμνός ἐστιν· ἐν κλύδωνι δὲ ἢ ἐν νόσῳ τὰ τοιαῦτα χώραν οὐκ ἔχει· οὔτε γὰρ ὁ θάνατος ἀγαθοῦ τινός ἐστιν αἴτιος οὔτε ὁρμῇ τινι χρώμεθα καὶ ἀλκῇ πρὸς αὐτόν. ἔτι τοίνυν ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ οὐχ ὁμοίως ἔχει. εἰσὶ γὰρ ἄλλα ἄλλοις φοβερώτερα· οἱ μὲν γὰρ τὴν τῶν χρημάτων ἀποβολὴν μάλιστα φοβοῦνται, ὅσοι φιλοχρήματοι, οἱ δὲ τὴν ἀδοξίαν, ὅσοι δόξης μάλιστα τῶν ἄλλων ἐρῶσιν, καὶ τὰ ἄλλα ὁμοίως (ἅτινα οἱ μὲν σφόδρα φοβοῦνται, οἱ δὲ ἔλαττον, οἱ δὲ οὐδαμῶς)· εἰσὶ δέ τινα, ἃ οὐδείς ἐστιν ἀνθρώπων, ὃς οὐ φοβεῖται, οἷά ἐστι τὰ ὑπὲρ ἄνθρωπον κακά, οἷον σκηπτοὶ καὶ σεισμοὶ καὶ θαλάσσης ἐκδρομαί· ταῦτα γὰρ πᾶσι τοῖς νοῦν ἔχουσι φοβερά. ταῦτα καὶ ὁ ἀνδρεῖος φοβεῖται μέν, ὡς δεῖ δ έ, καὶ καθὼς ὁ λόγος προστάττει, καὶ τοῦ καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος ὁ σπουδαῖος ποιεῖται τῶν ἰδίων παθῶν καὶ τῶν πράξεων καὶ διὰ τοῦτο πᾶσα ἀρετή. καὶ ταῦτα δὲ οὐχ ὁμοίως πᾶσίν εἰσι φοβερά, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, ὥσπερ καὶ τὰ κατὰ ἄνθρωπον, ἅπερ οὐ πᾶσίν εἰσι φοβερά, οἷον πενία καὶ ἀδοξία καὶ τὰ τοιαῦτα, ἅτινα καὶ ὁ σπουδαῖος, ὅτε δεῖ, φοβηθήσεται, καθὼς εἴρηται, καὶ ὡς δεῖ. ὁ γὰρ φαῦλος διὰ τοῦτο ἁμαρτάνει, ὅτι οὐ φοβεῖται καθὼς δεῖ ἢ ὅτε δεῖ ἢ ἔνθα δεῖ· ὁμοίως δὲ καὶ θαρρῶν οὐ κατὰ τὸν προσήκοντα τρόπον καὶ χρόνον θαρρεῖ. ὁ μὲν οὖν θαρρῶν ἢ φοβούμενος ἃ καὶ οὗ ἕνεκα καὶ ὅτε προσήκει θαρρεῖν καὶ φοβεῖσθαι, ἀνδρεῖος· κατὰ τὸ εἰκὸς γὰρ θαρρεῖ καὶ φοβεῖται καὶ ὥσπερ ὁ λόγος τῆς ἀνδρείας ἔχει. τοῦτο γὰρ τέλος ἐστὶ πάσης ἐνεργείας τῆς κατʼ ἀρετήν, τὸ κατὰ τὸν λόγον τῆς ἕξεως γίνεσθαι, οἷον αἱ κατὰ δικαιοσύνην πράξεις τέλος ἔχουσι τὸ κατὰ τὸν λόγον τῆς ἕξεως τῆς δικαιοσύνης πράττεσθαι καὶ αἱ κατὰ τὴν ἀνδρείαν κατὰ τὸν λόγον τῆς ἕξεως τῆς ἀνδρείας. τέλος μὲν γὰρ ἁπάσης πράξεως τὸ καλόν· καλὸν δὲ τῷ ἀνδρείῳ ὁ τῆς ἀνδρείας λόγος καὶ τῷ δικαίῳ ὁ τῆς δικαιοσύνης καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
55
τοῦτο γάρ ἐστιν ὁ λόγος τῶν πράξεων, τὸ κατὰ τὴν ἕξιν γίνεσθαι· ὅρος γάρ ἐστιν ἑκάστῳ τὸ τέλος αὐτοῦ· ὁ μὲν οὖν ἀνδρεῖος ἐν τῷ δέοντι καὶ τῷ προσήκοντι ἕστηκε· τῶν δὲ ὑπερβαλλόντων ὁ μὲν τῷ μὴ φοβεῖσθαι ὑπερβάλλων, ἀνώνυμος· εἴρηται δ ’ ἡμῖν ἐν τοῖς πρότερο ν , ὅτι πολλά ἐστιν ἀνώνυμ α· καλοῖτο δʼ ἂν ὁ τοιοῦτος μαινόμενος ἢ ἀνάλγητο ς , εἰ μηδὲν φοβοῖτ ο , μήτε σεισμὸν μήτε κύματ α , καθάπερ φασὶ τοὺς Κελτούς · ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων περὶ τὰ φοβερὰ θρασύ ς . δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιητικὸς εἶναι ἀνδρεία ς· χρηματίζεται γὰρ ἀνδρεῖος εἶναι· ὡς γὰρ ἐκεῖνος περὶ τὰ φοβερὰ ἔχε ι , οὕτως ὁ θρασὺς βούλεται φαίνεσθα ι . ἐν οἷς οὖν δύνατα ι , μιμεῖται · διὸ καί εἰσιν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι · ἐν τούτοις γὰρ θρασυνόμενο ι , τὰ φοβερὰ οὐχ ὑπομένουσι ν . ὁ δὲ τῷ φοβεῖσθαι ὑπερβάλλων δειλός, ὅτι ἃ μὴ δεῖ φοβεῖται καὶ οὐχ ὡς δεῖ· ἐλλείπει δὲ καὶ τῷ θαρρεῖν, ὑπερβάλλει δὲ ἐν ταῖς λύπαις, καὶ δύσελπίς τίς ἐστιν ὁ δειλός· πάντα γὰρ φοβεῖτα ι . ὁ δὲ ἀνδρεῖος ἐναντίο ς· εὔελπις γάρ ἐστι· τὸ γὰρ θαρρεῖν ἀπὸ τοῦ τὰ χρηστὰ ἐλπίζειν γίνεται. περὶ τὰ αὐτὰ μὲν οὖν καὶ ὁ δειλὸς καὶ ὁ θρασύς ἐστι καὶ ὁ ἀνδρεῖος· εἰσὶ γὰρ περὶ τὰ φοβερὰ καὶ θαρραλέα, ἀλλʼ οὐχ ὁμοίως· διαφόρως γὰρ ἔχουσι πρὸς αὐτά· οἱ μὲν γὰρ ὑπερβάλλουσι καὶ ἐλλείπουσι ν , ὁ δὲ μέσως ἔχει καὶ ἐπὶ τοῦ δέοντος ἵσταται. καὶ οἱ μὲν θρασεῖς προπετεῖς καὶ πρὸ τῶν κινδύνων ὁρμῶντες, καὶ σφόδρα βουλόμενοι τὰ δεινά, ἐν αὐτοῖς δὲ γενόμενοι ἀποπηδῶσιν, οἱ δὲ ἀνδρεῖοι τοὐναντίον ἐν αὐτοῖς μὲν τοῖς ἔργοις ὀξεῖ ς , πρότερον δὲ ἡσυχίαν ἄγουσι. καθάπερ οὖν εἴρητα ι , ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερ ά, καθὼς δεῖ· καὶ ὅτι καλὸν αἱρεῖται καὶ ὑπομένει καὶ ὅτι μὴ αἱρεῖσθαι καὶ ὑπομένειν αἰσχρόν. τὸ δὲ ἀποθνήσκειν βουληθῆναι διὰ πενίαν ἢ διὰ ἔρωτα οὐκ ἔστιν ἀνδρείας ἀλλὰ μᾶλλον δειλίας· τὸ γὰρ φεύγειν τὰ ἐπίπονα μαλακίας καὶ χαυνότητος. οὐ γὰρ αἱρεῖταί τις τὸν τοιοῦτον θάνατον ὅτι καλός, ἀλλʼ ὅτι ἀπαλλαγή ἐστι κακοῦ, ὃ φέρειν οὐ δύναται· τὸ δὲ οὕτως ἔχειν δειλίας. ἡ μὲν οὖν ἀνδρεία τοιοῦτόν τι. Περὶ ἀνδρεία ς . κε φ . η ʹ . Λέγονται δὲ καὶ ἕτεραι ἀνδρεῖαι κατὰ πέντε τρόπου ς. πρώτη ἡ πολιτική, καθʼ ἣν οἱ πολῖται διὰ τὰ ἐκ τῶν νόμων ἐπιτίμια καὶ τὰ ὀνείδη καὶ διὰ τὰς τιμὰς ὑπομένουσι τοὺς ὑπὲρ τῆς πόλεως κινδύνους. καὶ δοκοῦσιν ἀνδρειότατοι εἶναι, πα ρ ’ οἷς οἱ δειλοὶ ἄτιμοι, οἱ δὲ ἀνδρεῖοι ἔντιμοι, οἵους καὶ Ὅμηρος ἐν τοῖς ποιήμασιν ᾄδει· οἷον τὸν Διομήδη καὶ τὸν Ἕκτορα · Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει · καὶ Διομήδη ς , Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσ ς ’ ἀγορεύω ν , Τυδείδης ὑ π ’ ἐμεῖ ο.
ἔοικε δὲ αὕτη ἡ ἀνδρεία τῇ πρότερον εἰρημένῃ, ὅτι καθάπερ ἐκείνη τοῦ καλοῦ ἕνεκα, οὕτω καὶ αὕτη διά τινα γίνεται ἀρετήν. διὰ τὴν αἰδῶ γὰρ καὶ τὴν τοῦ καλοῦ ὄρεξιν καὶ διὰ τὴν φυγὴν τοῦ ὀνείδους, αἰσχροῦ ὄντος, οἱ πολῖται ἀνδρίζονται· αἰδούμενοι γὰρ τοὺς νόμους καὶ τιμῆς ὀρεγόμενοι τοὺς κινδύνους ὑπομένουσι. δευτέρα δὲ ἀνδρεία, καθʼ ἣν ἀνδρίζονται οἱ ὑπὸ τῶν ἀρχόντων ἀναγκαζόμενοι τοὺς πόνους καρτερεῖν, καὶ πρὸς τοὺς κινδύνους ἀνδρείως ἔχειν. χείρων δὲ αὕτη τῆς πολιτικῆς, ὅτι διὰ φόβον καὶ οὐ διʼ ἔρωτα ἀγαθοῦ γίνεται καὶ οἱ κατʼ αὐτὴν ἀνδριζόμενοι οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρὸν φεύγουσιν. ἀναγκάζουσι γὰρ οἱ κύριο ι , ὥσπερ ὁ Ἕκτωρ ὃν δέ κ ’ ἐγὼν ἀπάνευθε μάχης πτώσσοντα νοήσ ω , οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνα ς. κἂν μὴ παρῶσι δὲ οἱ στρατηγοὶ τῇ παρατάξει καὶ ἀναγκάζωσι τοὺς στρατιώτας τοὺς κινδύνους καρτερεῖν, ἀλλὰ φόβον αὐτοῖς ἐνθέντες, διʼ ὧν πολλάκις ἐτύπτησαν λιπόντας τὴν τάξιν, τὸ αὐτὸ δρῶσι· καὶ οὕτω διʼ ἀνάγκην ἀνδρεῖοι δοκοῦσιν εἶναι· δεῖ δὲ οὐ διʼ ἀνάγκην αἱρεῖσθαι τὴν ἀνδρείαν ἀλλʼ ὅτι καλόν. δοκεῖ δὲ καὶ ἡ περὶ τὰ καθʼ ἕκαστα ἐμπειρία ἀνδρεία εἶναι. διὰ τοῦτο καὶ ὁ Σωκράτης τὴν ἀνδρείαν ἐπιστήμην ἐνόμισεν εἶναι. ἄλλοι μὲν οὖν ἐν ἄλλοις ἐπιστήμονες ὄντες ἀνδρεῖοι ἂν περὶ ταῦτα καλοῖντο· ἐν δὲ τοῖς πολεμικοῖς οἱ στρατιῶται. δοκεῖ γὰρ εἶναί τινα ἐν τῷ πολέμῳ κενά, ἃ μάλιστα συνεωράκασιν οὗτο ι, καὶ τῶν ἄλλων μὴ εἰδότων οἷς συμπλέκονται, αὐτοὶ ἀνδρεῖοι δοκοῦσιν. ἐκ γὰρ τῆς ἐμπειρίας ταύτης δύνανται ποιῆσαι τοὺς ἀντιπάλους κακῶς καὶ μηδὲν παθεῖν ὑπʼ ἐκείνων, καὶ φυλάξασθαι μὲν τὰ βέλη καὶ τὰ δόρατα, πατάξαι δὲ αὐτοὺς εὐχερῶς διὰ τὸ δύνασθαι χρῆσθαι τοῖς ὅπλοις καλῶς καὶ τοιαῦτα ἔχειν τὰ ὅπλα, ὁποῖα ἂν γένοιτο ἐπιτήδεια καὶ πρὸς τὸ πατάξαι τοὺς ἀντιπάλους καὶ πρὸς τὸ μηδὲν παθεῖν δεινὸν ὑπʼ ἐκείνων· μάχονται γοῦν ὥσπερ ὡπλισμένοι ἀνόπλοις. καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν ἀλ λ ’ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες καὶ τὴν ἐμπειρίαν ἄριστοι· δειλοὶ δὲ γίνονται οἱ τοιοῦτοι, ὅταν ὑπερβάλλῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς · πρῶτοι γὰρ οἱ ἔμπειροι φεύγουσι ν. οἱ δὲ ἀνδριζόμενοι κατὰ τὰ πολιτικὰ μένοντες ἀποθνήσκουσιν, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβ η.
οἱ μὲν γὰρ παραταττόμενοι στρατιῶται ἔφυγον, αἰσθόμενοι τοῦ κινδύνου μείζονος, οἱ δὲ πολῖται μείναντες ἀπέθανον· ὁ γὰρ θάνατος αὐτοῖς αἱρετώτερος ἐδόκει τῆς σωτηρίας ταύτης· οἱ δὲ στρατιῶται ἠνδρίζοντο μέν, οἰόμενοι κρείττους εἶναι καὶ πλείους τῶν ἀντιπάλων· ἐπεὶ δὲ ἔγνων ἐλάττονες ὄντες καὶ χείρονες, ἔφυγον, τὸν θάνατον μᾶλλον φοβηθέντες ἢ τὸ αἰσχρόν. ὁ δὲ ἀνδρεῖος οὐ τοιοῦτο ς. λέγεται δὲ ἀνδρεία καὶ ὁ θυμὸς παρά τισι· καὶ ἀνδρεῖοι καλοῦνται, καθάπερ τὰ θηρία, ἐπὶ τοὺς τρώσαντας φερόμενο ι , ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖ ς. ὁ γὰρ θυμὸς ὁρμητικόν ἐστι πρὸς τοὺς κινδύνους· ὅθεν καὶ Ὅμηρός φησι σθένος ἔμβαλε θυμῷ καὶ μένος 〈καὶ〉 θυμὸν ἔγειρε καὶ δριμὺ δ ’ ἀνὰ ῥῖνας μένος καὶ ἔζεσεν αἷμα · πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμή ν. ὁ μὲν οὖν ἀνδρεῖος καλοῦ τινος ἕνεκα πάντα ποιεῖ, ἄγεται δὲ ὑπὸ τοῦ θυμοῦ οὐδαμῶς, ἀλλὰ χρῆται τούτῳ συνεργῷ καθάπερ ὀργάνῳ. οἱ δὲ λεγόμενοι ἀνδρεῖοι διὰ τὴν ὁρμὴν τοῦ θυμοῦ οὐ διὰ τὸ καλὸν πράττουσιν ἀλλὰ διὰ λύπην, ὥσπερ τὰ θηρία διὰ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, οὐ χρώμενα τῷ θυμῷ ἀλλʼ ὑπʼ αὐτοῦ μᾶλλον ἀγόμενα· οἵτινες, πρὶν πληγῆναι ἢ φοβηθῆναι, οὐδεμίαν ἐπιδείκνυνται ὁρμήν· ἐπεὶ καὶ τὰ θηρία, ἐὰν ἐν ὕλῃ ᾖ ἢ ἐν ἕλει, οὐ προσέρχονται οὐδὲ ὁρμῶσιν. οὐκ ἔστι τοίνυν ἀνδρεῖος ὁ διʼ ἀλγηδόνα ἢ θυμοῦ κινοῦντος ἢ ἄλλου τινὸς πάθους πρὸς τὸν κίνδυνον ὁρμῶν, καὶ μηδὲν τῶν δεινῶν προορώμενος, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι καλοῖντο δικαίως πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς · καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσι ν· ἀλλʼ οὔκ εἰσιν ἀνδρεῖοι οὔτε οἱ ὄνοι οὔτε ἄνθρωποι οἱ διʼ ἀλγηδόνος ἢ θυμοῦ ἢ ἄλλου τινὸς πάθους ἐξελαυνόμενοι πρὸς τὸν κίνδυνον. ἡ δὲ φυσικωτάτη καὶ ἡ κυρίως ἀνδρεία ἐκείνη ἐστίν, ὅταν κινώμεθα μὲν διὰ τοῦ θυμοῦ, μετὰ προαιρέσεως δὲ καὶ ἕνεκα τοῦ ἀγαθοῦ. οἱ δὲ διὰ τὰ προειρημένα ὀργιζόμενοι οὐκ ἀνδρεῖοί εἰσιν ἀλλὰ μάχιμοι· οὐ γὰρ διὰ τὸ καλὸν ὁρμῶσι καὶ ὀργίζονται ἀλλὰ διὰ τὸ πάθο ς· καὶ οὐχ ὡς δέον ἐστὶ καὶ ὁ ὀρθὸς ἀπαιτεῖ λόγος, ἀλλʼ ὡς ἂν κινήσειε τὸ πάθος. δοκοῦσι δὲ καὶ οἱ εὐέλπιδες πάντες ἀνδρεῖοι εἶναι, οὐκ εἰσὶ δὲ πάντες. δυνατὸν γὰρ εὐέλπιδας εἶναι οὐ διὰ τὸ μὴ φοβεῖσθαι τὰ λυπηρὰ τοῦ ἀγαθοῦ ἕνεκα ἀλλὰ διὰ τὸ πολλάκις καὶ πολλοὺς νενικηκέναι καὶ διὰ τοῦτο θαρρεῖν, ὡς οὐ περιπεσοῦνται τοῖς κακοῖς· δοκοῦσι δὲ ἀνδρεῖοι διὰ τὸ ἐοικέναι τοῖς ἀνδρείοις κατὰ τὸ θαρρεῖν.
ἀλ λ ’ οἱ μὲν ἀνδρεῖοι θαρροῦσι διὰ τὰ προειρημένα, οὗτοι δὲ διὰ τὸ οἴεσθαι μηδὲν πείσεσθαι λυπηρόν. οὕτω δὲ καὶ οἱ μεθυσκόμενοι εὐέλπιδές εἰσιν, ὅτι οἴονται πάντα αὐτοῖς καθʼ ἡδονὴν ἀπαντήσειν· διὰ τοῦτο καὶ ἐπειδὰν ἐναντίοις ἐντύχωσι τῶν προσδοκωμένων, ἀποπηδῶσιν· ὁ δὲ ἀνδρεῖος ἐρχόμενα καὶ φαινόμενα τὰ λυπηρὰ ὑπομένει, ὅτι ἀγαθόν ἐστιν ὑπομένειν ἢ αἰσχρὸν τὸ μὴ ὑπομένειν. διὰ τοῦτο καὶ ἐν τοῖς ἀνδρείοις ἐκεῖνος μᾶλλον ἀνδρεῖός ἐστιν, ὃς ἐν τοῖς αἰφνιδίοις ἀτάραχος καὶ ἄφοβός ἐστιν ἢ ἐν τοῖς σφόδρα προδήλοις καὶ πρὸ ὀφθαλμῶν οὖσιν· ὁ μὲν γὰρ προγινώσκων τὰ λυπηρὰ λογισμῷ καὶ κρίσει προπαρασκευασάμενος ὑπομείνειεν ἄν, ὁ δὲ μὴ προγινώσκων, εἶτα ἐπιόντα ὑπομένων, δῆλός ἐστιν εἰς ἕξιν ἀνδρείας ἐλθών. λέγονται δὲ ἀνδρεῖοι καὶ οἱ διʼ ἄγνοιαν τῶν ἀπαντησόντων κακῶν εἰς τοὺς κινδύνους ὁρμῶντες. καὶ σχεδὸν τῶν εὐελπίδων οὐδὲν διαφέρουσι, πλὴν ὅσον οἱ μὲν εὐέλπιδες ὑπομένουσι τὰ δεινὰ χρόνον τινά, οἱ δὲ ἀγνοοῦντες, ἐπειδὰν γνῶσι, φεύγουσιν· ὥσπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοι ς . Περὶ ἀνδρεία ς , ὅτι ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ καὶ λυπηρά ἐστι μᾶλλον ἢ περὶ τὰ θαρραλέα καὶ ἡδέ α . κε φ . θ ʹ. Τίνες μὲν οὖν οἱ ἀληθῶς ἀνδρεῖοι καὶ τίνες οἱ δοκοῦντες εἴρηνται. ἐπεὶ δὲ περὶ θάρρη καὶ φόβους ἐστὶν ἡ ἀνδρεία οὐχ ὁμοίως περὶ ἄμφω ἐστί ν , ἀλλὰ μᾶλλον περὶ τὰ φοβερ ά. ὁ γὰρ περὶ τὰ φοβερὰ ἀτάραχος μᾶλλον ἀνδρεῖός ἐστιν ἢ ὁ περὶ τὰ θαρραλέ α. μείζων γὰρ ὁ ἀγὼν οὗτος ἢ ἐκεῖνος· τὸ γὰρ ὑπομεῖναι λύπην χαλεπώτερόν ἐστιν ἢ τῶν ἡδέων ἀπέχεσθα ι. διὰ τοῦτο καὶ λυπηρὸν ἡ ἀνδρεία, ὅτι ἀνδρεῖοί εἰσιν οἱ τὰ λυπηρὰ ὑπομένοντες· τούτου δὴ χάριν καὶ ἐπαινεῖται. εἰ γὰρ καὶ ἡδονὴν ἔχει τινὰ ὁ ἀνδρεῖος διὰ τὸ τέλος (τὸ γὰρ τέλος ἡδύ), ἀλλʼ ὅμως ὑπὸ τῶν λυπηρῶν οἷς παλαίει καὶ ταύτην ἀφανίζεσθαι συμβαίνει. καθάπερ καὶ ἐπὶ τῶν γυμνικῶν ἀγώνων ἔχει· τοῖς γὰρ πύκταις τὸ μὲν τέλος ἡδύ (στέφανος γὰρ καὶ τιμαί), τὸ δὲ τύπτεσθαι ἀλγεινόν (σάρκινοι γάρ)· τοῖς δὲ τοιούτοις λυπηρὸν πᾶς πόνος. ὅτι τοίνυν τὰ μὲν λυπηρὰ μεγάλα, τὸ δὲ ἡδὺ μικρόν, οὐδὲν ἡδὺ δοκοῦσιν ἔχειν· τοιοῦτον δή τι καὶ ἐπὶ τῶν ἀνδρείων συμβαίνει. ὁ μὲν γὰρ θάνατος καὶ τὰ τραύματα λυπηρά ἐστιν αὐτοῖς καὶ διὰ τοῦτο καὶ ἀκούσια· ὑπομένουσι δὲ αὐτά, ὅτι καλὸν τὸ ὑπομένειν ἢ ὅτι αἰσχρὸν μὴ ὑπομένειν. καὶ τοσοῦτον μᾶλλον δοκοῦσιν, ὅσον ἂν εἶεν ἀγαθοὶ καὶ ἀνδρεῖοι καὶ εὐδαίμονες καὶ πᾶσαν μετελθόντες ἀρετήν· τοῖς γὰρ τοιούτοις μάλιστα ὁ θάνατος λυπηρόν, ὅτι τὸ ζῆν πολλοῦ τινος ἄξιον ἦν διὰ τὸ ἄριστα ζῆν καὶ ὡς προσῆκεν ἀνθρώπῳ, καὶ ὁ θάνατος αὐτοὺς πολλῶν ἀποστερήσει τῶν ἀγαθῶν. διὰ τὸ μέγεθος τοίνυν τῶν λυπηρῶν δοκεῖ τὸν ἀνδρεῖον μηδεμίαν ἡδονὴν ἔχειν· τὸ δὲ οὕτως ἀλγεῖν καὶ δάκνεσθαι ὑπὸ τῶν λυπηρῶν οὐδὲν κωλύει ἀνδρεῖον εἶναι. τὸ μὲν γὰρ ἡττᾶσθαι τῶν λυπηρῶν καὶ ὑποχωρεῖν οὐκ ἀνδρείου, τὸ δὲ δάκνεσθαι καὶ λυπεῖσθαι οὐκέτι· ὅσον γὰρ μᾶλλον λυπεῖται καὶ λυπούμενος ὑπομένει διὰ τὸ ἀγαθόν, τοσοῦτον ἀνδρεῖος ἂν εἴη κυρίως.
ἐπεὶ καὶ ἐν πάσαις ταῖς ἄλλαις ἀρεταῖς οὐδεμία ἐνέργεια μεθʼ ἡδονῆς ἐστι καθʼ ἑαυτήν, ἀλλὰ μόνον, διότι πρὸς τὸ τέλος ἀγαθὸν ἄγει, ἡδεῖα δοκεῖ τῷ ἐνεργοῦντι. ἐν δὲ τοῖς στρατιώταις ἴσως οὐκ ἀνάγκη πᾶσα τὸν ἀκριβῆ τῆς ἀνδρείας ὅρον ζητεῖν· μᾶλλον δὲ χρησιμώτεροι ἂν εἶεν πρὸς τὸν πόλεμον οἱ ἀνδρείας μὲν οὐ πάνυ μετέχοντες, τῶν ἄλλων δὲ ἀγαθῶν ἐστερημένοι· ἑτοιμότεροι γὰρ οὗτοι πρὸς τοὺς κινδύνους καὶ τὸν βίον μικρῶν ἕνεκα κερδῶν προδιδόασιν. οἱ γὰρ κυρίως ἀνδρεῖοι, φρόνιμοι ὄντες καὶ τὰ ἄλλα σπουδαῖοι, χαίρουσι μὲν τῷ βίῳ ἑαυτῶν ἀγαθῷ ὄντι, προΐενται δὲ αὐτὸν οὐ πάνυ ῥᾳδίως. περὶ μὲν οὖν ἀνδρείας ἱκανῶς εἴρηται· ῥᾴδιον δὲ ἀπὸ τῶν εἰρημένων καὶ ὁρισμὸν αὐτῆς ἀποδοῦναι ὡς ἐν τύπῳ. Περὶ σωφροσύνη ς . κε φ . ι ʹ . Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης λέγομε ν· ὁμοταγὴς γάρ ἐστι τρόπον τινὰ τῇ ἀνδρείᾳ, καθόσον τοῦ ἀλόγου μέρους εἰσὶν ἀμφότεραι. ὅτι μὲν οὖν ἡ σωφροσύνη μεσότης ἐστὶ περὶ ἡδονά ς , εἴρηται ἡμῖ ν· περὶ ἡδονὰς δὲ λέγω, ὅτι εἰ καὶ περὶ λύπας ἐστίν, ἀλλʼ ἧττον καὶ οὐχ ὁμοίως ὡς περὶ τὰς ἡδονὰς ἔχει· ἐν τούτοις δὲ καὶ ἡ ἀκολασία φαίνετα ι. ὅτι μὲν οὖν περὶ ἡδονάς ἐστιν ἡ σωφροσύνη, εἴρηται· νῦν δὲ ἀφορίσωμεν περὶ ποίας ἐστὶ τῶν ἡδονῶν. τῶν ἡδονῶν δὲ αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί. ἐν γὰρ φιλοτιμίᾳ καὶ φιλομαθείᾳ ἡδοναί εἰσι ψυχικαί· ἑκάτερος γὰρ ὅ τε φιλότιμος καὶ ὁ φιλομαθὴς ἥδεται ᾧ φιλεῖ, μηδὲν πάσχοντος τοῦ σώματος ἀλλὰ μᾶλλον τῆς διανοίας · οἱ δὲ περὶ τὰς τοιαύτας ἡδονὰς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγοντα ι . ὁμοίως δὲ οὐ δ ’ οἱ περὶ τὰς ἄλλας ὅσαι οὔκ εἰσι σωματικαί· τοὺς γὰρ φιλομύθους καὶ διηγητικοὺς καὶ περὶ τὰ τυχόντα κατατρίβοντας τὰς ἡμέρας ἀδολέσχους ὀνομάζομεν, ἀκολάστους δὲ οὐδαμῶς, οὐδὲ τοὺς λυπουμένους ἐπὶ χρήμασιν ἢ φίλοις, ὅταν ἢ τούτους ἢ ἐκεῖνα ζημιωθῶσι. περὶ μὲν οὖν τὰς ψυχικὰς ἡδονὰς οὐκ ἔστιν ἡ σωφροσύνη· περὶ δὲ τὰς σωματικὰς εἴη ἄν· οὐ περὶ πάσας δὲ οὐδὲ ταύτα ς . οἱ γὰρ χαίροντες τοῖς ἡδέσι τῶν ὁρατῶν, οἷον χρώμασι καὶ σχήμασι καὶ γραφ ῇ , οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται, οὐδʼ ὅσοι ψόφων τινῶν καὶ μελῶν ἐρῶσιν, οὐδʼ ὅσοι τῶν ἡδέων ὀσμῶν. καίτοι καὶ ἐν τούτοις εἰσὶ καὶ μεσότητες καὶ τὸ ὡς δεῖ καὶ ὑπερβολαὶ καὶ ἐλλείψεις τοῦ δέοντος· ἀλλʼ ὅμως οὔτε τοὺς μέσους σώφρονας λέγομεν οὔτε τοὺς ὑπερβάλλοντας ἀκολάστους. εἰ δὲ τῶν περὶ τὰς ὀσμὰς τοὺς μὲν μήλων ὀσμῆς ἐρῶντας ἢ ῥόδων ἢ θυμιαμάτων οὐ λέγομεν ἀκολάστους, ἀλλὰ τοὺς μύρων καὶ ὄψων ἀκολάστους καλοῦμεν· ἀλλὰ κατὰ συμβεβηκός· χαίρουσι γὰρ τούτοις οἱ ἀκόλαστο ι , ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμητῶ ν .
60
ἴδοι δ ’ ἄν τις καὶ τοὺς ἄλλου ς , ὅταν πεινῶσιν, ἡδομένους τῇ τῶν βρωμάτων ὀσμῇ. ὅθεν δῆλον, ὅτι οἱ ταῖς τοιαύταις ὀσμαῖς ἡδόμενοι κατὰ συμβεβηκὸς ἥδονται, ὅτι ἀνάμνησις αὐτοῖς γίνεται τῶν βρωμάτων καὶ τῆς ἄλλης φλυαρίας, οἷς ἥδονται οἱ ἀκόλαστοι. οὐκ ἔστι τοίνυν οὔτε τῷ ἀνθρώπῳ οὔτε ἄλλῳ τινὶ ζῴῳ κατὰ τὰς εἰρημένας αἰσθήσεις ἡδονή, εἰ μὴ κατὰ συμβεβηκός. ἡδονὰς δὲ λέγω, περὶ ἃς ὁ ἀκόλαστός ἐστιν ἢ 〈ὁ〉 σώφρων. καὶ γὰρ οἱ κύνες, εἰ καὶ χαίρουσι ταῖς ὀσμαῖς τῶν λαγωῶν, ἀλλʼ οὐ διʼ αὐτὰς ἀλλὰ διὰ τὴν βρῶσιν· ἀπὸ γὰρ τῆς ὀσμῆς αἴσθησιν λαμβάνοντες τῆς θήρας διώκουσιν. ὁμοίως δὲ καὶ ὁ λέων οὐχ ἥδεται τῇ ὀσμῇ τοῦ βοὸς ἢ τῇ φωνῇ ἀλλὰ τῇ βρώσει· ὅτι δὲ ἐγγύς ἐστ ι , διὰ τῆς φωνῆς ᾔσθετ ο· οὐδὲ χαίρει ὅτι εἶδεν ἢ εὗρεν ἔλαφον ἢ ἄγριον αἶγ α , ἀλ λ ’ ὅτι βορὰν ἕξε ι. περὶ τὰς ἡδονὰς τοίνυν, ὧν κοινωνοῦμεν καὶ τοῖς λοιποῖς ζῴοις, ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἐστί ν· αἱ δέ εἰσιν ἁφὴ καὶ γεῦσις. διὰ τοῦτο θηριώδεις τινὲς 〈καὶ ἀνδραποδώδεισ〉 οἱ ἀκόλαστοι φαίνονται, ὅτι οἷς ἥδονται τὰ θηρία, περὶ ταῦτά εἰσιν ἀκρατεῖς. τούτων δὲ μᾶλλον τῇ ἁφῇ ἥδονται ἢ τῇ γεύσει· μᾶλλον δὲ τῇ γεύσει μὲν οὐδαμῶς ἀλλὰ τῇ ἁφῇ μόνον, ὥς γε ἀκόλαστοι οὐ μόνον ἐν ταῖς ἄλλαις ἡδοναῖς ἀλλὰ καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς. καὶ τούτοις γὰρ οὐχ ὡς γευστοῖς μόνον χαίρουσι (γεύσεως γάρ ἐστι τὸ κρῖναι τοὺς χυμούς, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ οἱ τὰ ὄψα ἀρτύοντες) ἀλλὰ μᾶλλον ὡς ἁπτοῖς. διὰ τοῦτο καί τις Φιλόξενος ὁ Ἐρύξιος, ὀψοφάγος ὤν, ηὔξατο τὸν φάρυγγα αὑτοῦ μακρότερον γεράνου γενέσθα ι , ὡς ἡδόμενος τῇ ἁφῇ τῶν ὄψων. κοινοτάτη γάρ ἐστιν ἡ ἁφὴ ἐν πάσαις ταῖς αἰσθήσεσιν· ἐπεὶ καὶ ἁφῇ τινι πᾶσαι αἱ αἰσθήσεις αἰσθάνονται. περὶ ταύτην δὴ τὴν ἁφὴν ἡ ἀκολασία ἐστί· καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶνα ι, ὅτι συμβαίνει ἡμῖν οὐ καθόσον ἐσμὲν ἄνθρωποι ἀλλὰ καθὸ ζῷα· τὸ δὲ τοῖς τοιούτοις χαίρειν καὶ τούτων μάλιστα ἐφίεσθαι θηριῶδες. καίτοι εἰσὶ καὶ κατὰ τὴν ἁφὴν ἐλευθέριοι ἡδοναί, ἃς ὁ ἀκόλαστος ἀφῄρηται, οἷον αἱ ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ θερμασίας γινόμενα ι· οὐ γὰρ περὶ πᾶσαν ἁφὴν ὁ ἀκόλαστος· οὐ γὰρ περὶ πᾶν τὸ σῶμ α, ἀλλὰ περί τινα μέρη. Περὶ ἐπιθυμία ς . κε φ . ια ʹ. Ἐπεὶ δὲ περὶ ἐπιθυμιῶν ἀκόλουθον εἰπεῖν, ῥητέον ποσαχῶς ἡ ἐπιθυμία. ἡ μὲν οὖν ἐστι κοινὴ καὶ φυσική, ἡ δὲ ἰδία καὶ ἐπίθετος. κοινὴ μὲν οὖν ἐπιθυμία ἐστὶ τὸ ὀρέγεσθαι τροφῆς ξηρᾶς ἢ ὑγρᾶς, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, ἰδία δὲ καὶ ἐπίθετος τὸ τοιᾶσδε ὀρέγεσθαι ἢ τοιᾶσδε. τοῦτο γὰρ οὐκέτι φυσικὸν οὐδὲ κοινόν· οὐ γὰρ τῶν αὐτῶν πάντες ὀρέγονται οὐδὲ ὁμοίως, ἀλλʼ οἱ μὲν ταύτης, οἱ δὲ ἐκείνης· καὶ οἱ τῆς αὐτῆς ὀρεγόμενοι οὐχ ὁμοίως ὀρέγονται, ἀλλʼ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον.
ὥστε ἡ τοιαύτη ἐπιθυμία οὐκ ἔστι κοινὴ οὐδὲ φυσικὴ ἁπλῶς, ἀλλὰ ἐπίθετος, ὑφʼ ἡμῶν ἐπινοηθεῖσα. καίτοι κατά τινα τρόπον καὶ φυσική ἐστι, διὰ τὸ ἀκολούθως ἕκαστον τῇ ἑαυτοῦ φύσει καὶ τὴν ἐπιθυμίαν ἔχειν. ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ καθʼ ἕνα τρόπον, ὅταν χρῶνται ταῖς τοιαύταις ἐπιθυμίαις πλέον ἢ προσήκει, οἷον ὅταν πλείω τῶν μετρίων ἐσθίωσιν, ὥσπερ οἱ γαστρίμαργοι, οἵτινες παρὰ τὸ δέον πληροῦσι τὴν φυσικὴν ἐπιθυμίαν. τοιοῦτοι δὲ γίνονται οἱ λίαν ἀνδραποδώδει ς. ἐν δὲ ταῖς ἐπιθέτοις καὶ ἰδίαις ἐπιθυμίαις πολλοὶ ἁμαρτάνουσι καὶ κατὰ πολλοὺς τρόπους, ἐπεὶ πολλαὶ ἰδέαι τῶν τοιούτων ἐπιθυμιῶν· πολλαὶ γὰρ ἰδέαι τροφῶν καὶ πόσεων καὶ ἐνδυμάτων καὶ τῶν ἄλλων φυσικῶν ἐπιθυμητῶν· καὶ διὰ τοῦτο καὶ πολλαχῶς περὶ τὰς τοιαύτας ἐπιθυμίας ἁμαρτάνουσιν ἢ χαίροντες οἷς μὴ δεῖ ἢ πλέον ἢ κατὰ τοὺς πολλούς. οἱ γὰρ ἀκόλαστοι κατὰ πάντα ὑπερβάλλουσι· χαίροντες γὰρ οἷς οὐ δεῖ, ἐάν ποτε καὶ τὰς δεούσας τῶν ἡδονῶν ἕλωνται, πλέον ἢ προσήκει καὶ οὐχ ὡς οἱ πολλοὶ χαίρουσιν αὐταῖς. Τίνα τρόπον περὶ λύπας ἐστὶν ἡ σωφροσύνη καὶ ἡ ἀκολασί α . κε φ . ιβ ʹ . Ὅτι μὲν οὖν ἡ περὶ τὰς ἡδονὰς ὑπερβολ ή, ἡ ἀκολασία, ψεκτόν, δῆλον· ἐν δὲ ταῖς λύπαις, οὐ καθάπερ ἐπὶ τῆς ἀνδρείας ἐλέγετο, ὅτι τὸ μὴ ὑπομένειν μηδὲ φέρειν δειλία ἐστίν, οὕτω καὶ ἐπὶ τῆς σωφροσύνης τὸ μὴ ὑπομένειν ἀκολασία ἐστὶν ἢ τὸ φέρειν σωφροσύνη· ἀλλʼ ἔστιν ἀκολασία περὶ τὰς λύπας, ὅταν τις λυπῆται τῶν ἡδέων οὐ τυγχάνων πλέον ἢ δεῖ καὶ 〈οὐχ〉 ὡς δεῖ· καὶ σωφροσύνη ὁμοίως, ὅταν τις ὅσον δεῖ λυπῆται καὶ ὡς δεῖ καὶ ἐφʼ οἷς δεῖ καὶ μηδεμίαν αὐτῷ λύπην ἐπάγῃ ἡ τῶν ἡδέων ἀπουσία. ὁ γὰρ ἀκόλαστος ἐπιθυμεῖ τῶν ἡδέων πάντων ἢ τῶν μάλιστα καὶ ἄγεται ὑπὸ τῆς ἐπιθυμίας, ὥστε ἀντὶ πάντων τὰ ἡδέα αἱρεῖσθαι. διὸ καὶ λυπεῖται ἀποτυγχάνων τῶν ἐπιθυμητῶν· μετὰ λύπης γὰρ ἡ ἐπιθυμί α. ὥστε καὶ ἄτοπόν τι δοκεῖ τὸ διʼ ἡδονὴν λυπεῖσθαι καὶ αἰτίαν εἶναι τὴν ἡδονὴν τοῦ ἐναντίου. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ἀκολασία ἐστίν, ὡς εἴρηται. ἡ δὲ ἔλλειψις ὄνομα οὐκ ἔχει διὰ τὸ μὴ πάνυ εὑρίσκεσθαι. οἱ γὰρ περὶ τὰς ἡδονὰς ἐλλείποντες καὶ τοῦ δέοντος ἔλαττον ἐπιθυμοῦντες αὐτῶν οὐ πάνυ γίνοντα ι· σχεδὸν γὰρ ἔξω τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ἡ τοιαύτη ἀναισθησί α. καίτοι καὶ τὰ ἄλογα ζῷα διακρίνει τὰ βρώματα καὶ χαίρει μὲν τοῖς ἡδέσι, τοῖς δὲ μὴ τοιούτοις οὐδαμῶς. εἰ δέ τις οὐδὲν ἡδὺ νομίζει εἶναι οὐδὲ γινώσκει διαφορὰν τῶν ἡδέων καὶ τῶν ἐναντίων, πόρρω ἂν εἴη τοῦ ἄνθρωπος εἶνα ι. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ἢ λύπας ἔλλειψις ἢ ὑπερβολὴ κακία ἐστίν, ἀρετὴ δὲ τὸ μέσον, ἡ σωφροσύνη. ὁ γὰρ σώφρων οὔτε ἥδεται μάλιστα οἷς ὁ ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει πᾶσιν, οἷς οὐ δέον ἐστὶ χαίρειν· οὔτε οἷς χαίρει, μᾶλλον χαίρει τοῦ δέοντος οὔτε λυπεῖται τῶν ἡδέων ἀπόντων, οὐδʼ ἐπιθυμεῖ τῶν ἡδέων ἢ ἐπιθυμῶν μετρίως ἐπιθυμεῖ καὶ οὐ πλέον ἢ δεῖ οὐδὲ ὅτε μὴ δε ῖ.
ὅσα μέντοι πρὸς ὑγίειάν ἐστιν ἢ πρὸς εὐεξίαν συντελοῦντα, ἡδέα ὄντα, ἢ τὸ ἐλάχιστον οὐκ ἐμποδὼν γινόμενα τῇ ὑγιείᾳ καὶ τῇ εὐεξίᾳ, τούτων ὀρέγεται μέν, μετρίως δὲ καὶ καθὼς δεῖ. ὁ γὰρ ἡδονῶν ἐπιθυμῶν, αἵτινες αὐτῷ πρὸς τὸ εἶναι ἐμποδὼν γίνονται ἢ πρὸς τὸ εὖ εἶναι, παρὰ [δὲ] τὸ δέον ἐπιθυμεῖ. ὁ δὲ σώφρων οὐ τοιοῦτο ς . ἀλ λ ’ ὡς ὁ ὀρθὸς λόγο ς . Ὅτι ἡ ἀκολασία μᾶλλον ἑκούσιόν ἐστιν ἢ ἡ δειλί α . κε φ . ιγ ʹ. Ἐπεὶ δὲ καὶ ἡ ἀκολασία καὶ ἡ δειλία ἑκούσια, ζητητέον, εἰ ὁμοίως εἰσὶν ἑκούσια. δοκεῖ δὲ μὴ ὁμοίως, ἀλλὰ τὴν ἀκολασίαν μᾶλλον ἑκούσιον εἶναι. τῆς μὲν γὰρ δειλίας ἡ λύπη αἰτία· διὰ γὰρ τὸ φοβεῖσθαι τὴν λύπην δειλοὶ γινόμεθα. τὴν δὲ ἀκολασίαν ἡ ἡδονὴ ποιεῖ· ὧν ἡ μὲν ἡδονὴ αἱρετόν, ἡ δὲ λύπη φευκτόν. ὃ δὲ διὰ τὸ αἱρετὸν ποιοῦμεν, μᾶλλόν ἐστιν ἑκούσιον τοῦ διὰ τὸ φευκτὸν γινομένου. καὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσι ν , ἡ δὲ ἡδονὴ οὐδὲν τοιοῦτον ποιε ῖ. διὰ τοῦτο καὶ ἐπονειδιστότερον ἡ ἀκολασία τῆς δειλίας. ἐπεὶ γὰρ διὰ τὸ ἑκούσιον ἀγαθὸν ἢ κακὸν ἐπαινεῖταί τις ἢ ψέγεται, φανερὸν ὅτι τὸ κακὸν ἢ τὸ ἀγαθόν, καθόσον ἐστὶν ἑκούσιον, κατὰ τοσοῦτον ἐπαινεῖται μᾶλλον ἢ ψέγεται. ἐπεὶ καὶ εὐκολώτερόν ἐστι τῆς ἀκολασίας ἀποστῆναι ἢ τῆς δειλίας· οἱ γὰρ ἐθισμοί, διʼ ὧν τὰ τοιαῦτα κατορθοῦνται, ἐπὶ μὲν τῆς δειλίας ἐπικίνδυνοί εἰσιν (οἱ γὰρ ἐν τῷ πολέμῳ ἐθισμοὶ καὶ ἐν ἄλλοις τισὶ φοβεροῖς, διʼ ὧν τὴν δειλίαν ἐκβάλλομεν, οὐ πόρρω κινδύνων), οἱ δὲ σώφρονες ἐθισμοὶ καθάπαξ εἰσὶν ἀκίνδυνοι· ὥστε καὶ διὰ τοῦτο μᾶλλον ἑκούσιόν ἐστιν ἡ ἀκολασία τῆς δειλίας. δόξειε δ ’ ἂν οὐχ ὁμοίως ἑκούσιον εἶναι τὴν δειλίαν τοῖς κα θ ’ ἕκαστο ν. ἡ μὲν γὰρ δειλία, αὐτὴ δηλονότι ἡ ἕξις, ἄλυπός ἐστιν· οὐ γὰρ ἀναγκαζόμεθα παρʼ οὐδενὸς λυπηροῦ δειλοὶ εἶναι· ὥστε μᾶλλον ἑκούσιόν ἐστι· τὰ δὲ κατὰ τὴν δειλίαν ἔργα, ἃ ποιοῦμεν διὰ λύπην καὶ φόβον, ἀνάγκῃ τινὶ ποιοῦμεν, ἥτις ἐξίστησιν ἡμᾶς καὶ πείθει τὰ ὅπλα ῥίπτειν καὶ τὰ ἄλλα ἀσχημονεῖ ν· καὶ τούτου χάριν ἧττον ἑκούσιά εἰσι τὰ καθʼ ἕκαστον. ἐπὶ δὲ τῆς ἀκολασίας τὸ ἀνάπαλιν ἔχει. αὐτὴν μὲν τὴν ἀκολασίαν οὐδεὶς ἐπιθυμεῖ οὐδὲ βούλεταί τις ἀκόλαστος εἶναι. τὰ δὲ κατὰ τὴν ἀκολασίαν ἔργα σφόδρα ὀρεγόμενοι ποιοῦσιν, ὥστε τὴν ἀκολασίαν ἧττον ἑκούσιον εἶναι τῶν καθʼ ἕκαστα. τοῦτο δὲ τὸ ὄνομα τῆς ἀκολασίας καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας φέρομεν καὶ τοὺς ἁμαρτάνοντας τῶν παίδων ἀκολάστους καλοῦμεν. ἔχουσι γὰρ αἱ τοιαῦται ἁμαρτίαι πρὸς τὴν εἰρημένην ἀκολασίαν ὁμοιότητά τινα· πότερον δὲ ἀπὸ ποτέρου καλεῖται ζητεῖν, οὐδὲν πρὸς τὸν λόγον τὸν προκείμενον συντελεῖ· πλὴν ἐκεῖνο εἰπεῖν εἰκός, ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου καλεῖσθαι μᾶλλον προσήκει, καὶ ἀπὸ τῶν παιδικῶν ἁμαρτιῶν ἐπὶ ταύτην τὴν ἀκολασίαν τὸ ὄνομα μετενεχθῆναι.
ἔοικε δὲ οὐ κακῶς ἀλλὰ καὶ λίαν προσηκόντως μετενεχθῆναι τὸ ὄνομα· ὥσπερ γὰρ κολάζειν δεῖ τὸν παῖδα τῶν αἰσχρῶν ὀρεγόμενον, καὶ συστέλλειν εἴσω τοῦ μετρίου τὴν ὄρεξιν αὐτοῦ, οὕτω καὶ τὴν ἐπιθυμίαν κεκολάσθαι δεῖ, πολλὴν αὔξησιν ἔχουσαν. ὅ τε γὰρ παῖς, εἰ μὴ παιδαγωγοῖτο, τὴν ὄρεξιν τοῦ ἡδέος ἄπληστον ἔχων καὶ μάλιστα διὰ τὴν ἡλικίαν, ἔξω τοῦ δέοντος πεσεῖται· ἥ τε ἐπιθυμία, εἰ μὴ ὑπὸ λόγου κολάζοιτο. ἐπὶ πολὺ ἥξει καὶ ὑπὸ τῶν κατʼ ἐπιθυμίαν ἐνεργειῶν αὐξανομένη καὶ τὸν λογισμὸν ἐκκρούει πολλάκις. διὸ δεῖ μετρίας τὰς ἐπιθυμίας καὶ ὀλίγας εἶναι, καὶ τῷ λόγῳ μηδὲν ἐναντιοῦσθα ι. τὰς δὲ τοιαύτας εὐπειθεῖς λέγομεν καὶ κεκολασμένας· ὥστε εἰκότως τοὐναντίον ἐπί τε τῶν παίδων καὶ τῆς ἐπιθυμίας ἀκολασία καλεῖται. ὥσπερ γὰρ τὸν παῖδα δεῖ κατὰ τὸ πρόσταγμα τοῦ παιδαγωγοῦ ζῆ ν , οὕτω καὶ τὸ ἐπιθυμητικὸν κατὰ τὸν λόγον · διὸ δεῖ τοῦ σώφρονος τὸ ἐπιθυμητικὸν συμφωνεῖν τῷ λόγῳ · σκοπὸς γὰρ ἀμφοῖν τὸ καλό ν . καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ καὶ ὡς δεῖ καὶ ὅτε · οὕτω δὲ τάττει καὶ ὁ λόγο ς . ταῦ τ ’ οὖν ἡμῖν εἰρήσθω περὶ σωφροσύνη ς. ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Δ Περὶ ἐλευθεριότητο ς .
64 (1t)
κε φ . α ʹ. Καὶ ἡ ἐλευθεριότης δὲ τοῦ ἐπιθυμητικοῦ ἐστιν ἀρετή· καὶ διὰ τοῦτο μετὰ τὴν σωφροσύνην περὶ ἐλευθεριότητος λέγομεν. ἔστι δὲ ἐλευθεριότης ἡ περὶ χρήματα μεσότης, ὅταν οὔτε πλέον τοῦ δέοντος οὔτε ἔλαττον ἀναλίσκωμεν ἀλλʼ ὡς δεῖ καὶ ἐφʼ οἷς προσήκει καὶ ὧν ἕνεκα· ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς πολεμικοῖς οὐδʼ ἐν οἷς ἐπαινεῖται ὁ σώφρων οὐδʼ αὖ ἐν ταῖς κρίσεσιν ὥσπερ ὁ δίκαιος, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν. μᾶλλον δὲ ἐπαινεῖται ἐν τῇ δόσει. χρήματα δὲ λέγομεν πάντ α , ὅσων ἡ ἀξία νομίσματι μετρεῖτα ι. ἡ μὲν οὖν περὶ χρήματα μεσότης ἡ ἐλευθεριότης ἐστίν, ἡ δὲ ὑπερβολὴ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθεριότης. ἀσωτίαν δὲ οὐ μόνον τὴν περὶ τὰ χρήματα ὑπερβολὴν καλοῦμεν ἀλλὰ ἐνίοτε καὶ τοὺς ἀκολάστους ἀσώτους καλοῦμεν, οἵτινες πολλὰ διʼ ἀκολασίαν δαπανῶσι, καὶ ἀσωτίαν τὴν τοιαύτην κακίαν ὀνομάζομεν. διὰ τοῦτο καὶ φαυλότατοί εἰσιν οἱ τοιοῦτοι, πολλὰς ἅμα κακίας ἔχοντες καὶ περὶ χρήματα δὲ καὶ ἡδονὰς διεφθαρμένοι· διὰ τοῦτο οὐδὲ οἰκείως προσαγορεύονται ἑνὶ ὀνόματι μίαν κακίαν δηλοῦντι· βούλεται γὰρ ἄσωτος εἶναι ὁ ἕν τι κακὸν ἔχω ν , τὸ φθεῖρον τὴν οὐσίαν · ἄσωτος γὰρ ὁ δ ι ’ ἑαυτὸν ὀλλύμενος· δοκεῖ γὰρ ἀπώλειά τις αὑτοῦ εἶναι καὶ ἡ τῆς οὐσίας φθορ ά , ὡς τοῦ ζῆν διὰ τῶν χρημάτων ὄντο ς. ἀσώτους μὲν οὖν καὶ τοὺς ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηροὺς καλοῦμεν, ἀνελευθέρους δὲ μόνους τοὺς πλέον ἢ δεῖ τῶν χρημάτων ἀντεχομένους καὶ πρὸς τὴν ἐλευθεριότητα ἐλλείποντας. ἐπεὶ τοίνυν πᾶσιν, ὧν χρεία τίς ἐστιν, οἷον δόξης ἢ ἡδονῆς ἢ τροφῆς, τούτοις δυνατὸν χρῆσθαι καὶ εὖ καὶ κακῶς (τοιοῦτον δὲ καὶ ὁ πλοῦτος, καὶ τούτου γὰρ χρεία τίς ἐστιν ἐν τῷ βίῳ), δυνατὸν ἄρα χρῆσθαι τῷ πλούτῳ καὶ εὖ καὶ κακῶς· ἐπεὶ δὲ ἑκάστῳ πράγματι ἐκεῖνος χρῆται καλῶς, ὁ ἔχων τὴν περὶ αὐτὸ ἀρετήν, καὶ τῷ πλούτῳ ἐκεῖνος χρήσεται ἄριστα, ὁ ἔχων τὴν περὶ αὐτὸν ἀρετήν· οὗτος δέ ἐστιν ὁ ἐλευθέριο ς.
65
ἡ δὲ χρῆσις τῶν χρημάτων οὐδὲν ἄλλο ἐστὶν ἢ δαπάνη καὶ δόσι ς. ἡ δὲ λῆψις καὶ φυλακὴ οὐ χρῆσις δοκεῖ ἀλλὰ μᾶλλον κτῆσις. διὰ τοῦτο ὁ ἐλευθέριος περὶ τὴν δαπάνην ἐστὶ τῶν χρημάτων μᾶλλον ἢ περὶ τὴν λῆψιν· καὶ μᾶλλον αὐτῷ προσήκει τὸ εἰδέναι, ὅπως δεῖ δαπανᾶν καὶ ὧν ἕνεκα καὶ πρὸς οὓς ἢ ὅπως δεῖ λαμβάνειν καὶ ὧν ἕνεκα καὶ παρʼ ὧν δεῖ. ἔστι μὲν γὰρ περὶ τὴν χρῆσιν τοῦ πλούτου, καθὼς εἴρηται· χρῆσις δὲ ἡ δόσις μᾶλλόν ἐστιν ἢ ἡ λῆψις. ἔτι μᾶλλον δοκεῖ ἀρετὴ εἶναι τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν καὶ τὸ τὰ καλὰ πράττειν ἢ τὸ τὰ αἰσχρὰ μὴ πράττειν· ἕπεται δὲ τῇ μὲν δόσει τὸ εὖ ποιεῖν καὶ τὸ τὰ καλὰ πράττειν, τῇ δὲ λήψει τὸ εὖ πάσχειν καὶ τὸ τὰ αἰσχρὰ μὴ πράττειν. τὸ γὰρ λαβεῖν ὅθεν δεῖ εὖ πάσχειν ἐστίν, καὶ τὸ μὴ λαβεῖν ὅθεν οὐ δεῖ τὸ μὴ αἰσχρὰ πράττειν ἐστίν. ἔτι, ὃ μᾶλλον ἐπαινεῖται, τοῦτο μᾶλλον ἀρετῇ προσήκει, μᾶλλον δὲ ἐπαινεῖται τὸ ὡς δεῖ διδόναι ἢ τὸ ὡς δεῖ λαμβάνειν· ἡ γὰρ χάρις καὶ ὁ ἔπαινος τῷ διδόντι μᾶλλον ἢ τῷ μὴ λαμβάνοντι. ἔτι περὶ τὸ δυσχερέστερόν ἐστιν ἡ ἀρετή· δυσχερέστερον δέ ἐστι διδόναι καλῶς ἢ λαμβάνειν ἢ μὴ λαμβάνειν καλῶς· τὸ γὰρ οἰκεῖον προέσθαι πολλῷ δυσχερέστερον τοῦ τὸ ἀλλότριον ἀποπέμψασθαι· μᾶλλον ἄρα προσήκει τῷ ἐλευθερίῳ διδόναι καλῶς ἢ οὐ λαμβάνειν ἢ λαμβάνειν καλῶς. ἐπεὶ καὶ ἐλευθερίους οὐ τούτους καλοῦμεν, ὅσοι οὐ λαμβάνουσιν ὅθεν οὐ δεῖ, ἀλλὰ ὅσοι διδόασιν οἷς δεῖ· ἐκεῖνοι γὰρ μᾶλλον δοκοῦσι δίκαιοι ἢ ἐλευθέριοι καὶ διὰ τοῦτο ἐπαινοῦνται· οἱ δὲ λαμβάνοντες ὅθεν δεῖ οὐδὲ ἐπαινοῦνται· ἐπαινεῖται γὰρ ὃς δυσχερές τι ποιεῖ διὰ τὸ ἀγαθόν, ὁ δὲ λαμβάνων ὅθεν δεῖ οὐδὲν δυσχερὲς ὑπομένει. ἔτι φιλοῦνται οἱ ἐλευθέριοι μάλιστα τῶν σπουδαίων, ὅτι ὠφέλιμοί εἰσι· τὸ δὲ ὠφέλιμον οὐκ ἐν τῷ μὴ λαβεῖν κακῶς ἀλλʼ ἐν τῷ δοῦναι καλῶς. ὁ ἄρα ἐλευθέριος περὶ τὴν δόσιν εἶναι δοκεῖ μᾶλλον ἢ περὶ τὴν λῆψιν· ἔστι τοίνυν ἐλευθέριος ὁ διδοὺς οἷς δεῖ καὶ τοῦ καλοῦ ἕνεκα. πᾶσαι γὰρ αἱ κατʼ ἀρετὴν πράξεις τοῦ καλοῦ ἕνεκα καὶ οὐ μόνον τοῦ καλοῦ ἕνεκα καὶ οἷς δεῖ καὶ ὅτε δεῖ καὶ τἄλλα πάντα ὅσα ἕπεται τῇ ὀρθῇ δόσει ἀλλὰ καὶ ἡδέως ἢ ἀλύπως. ὁ γὰρ μετὰ λύπης διδοὺς οὔπω ἐλευθέριος· ἐλευθερίου μὲν γὰρ ἔργον ποιεῖ, ἐλευθέριος δὲ οὔπω ἐστίν· οὔπω γὰρ εἰς ἕξιν ἦλθεν· οὐ γὰρ ἂν ἐλυπεῖτο. τὰ γὰρ κατʼ ἀρετὴν ἔργα ἢ ἡδέα ἐστὶν ἢ ἄλυπα, ὁ δὲ διδοὺς οἷς μὴ δεῖ ἢ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλὰ διά τινα ἄλλην αἰτίαν οὐκ ἐλευθέριος ἀλλὰ ἄλλος τις ῥηθήσετα ι· ὁμοίως δὲ οὐδὲ ὁ μετὰ λύπης διδούς, καθὼς εἴρηται. ὁ γὰρ τοιοῦτος προτιμᾷ τὰ χρήματα τῆς καλῆς πράξεως · τοῦτο δὲ οὐκ ἐλευθερίο υ. ὁ γὰρ ἐλευθέριος δώσει μέν, ὡς ὁ ὀρθὸς τάττει λόγος, λήψεται δὲ οὐδαμῶς παρʼ ὧν οὐ δεῖ λαβεῖν, ἅτε μὴ τιμῶν τὰ χρήματα, οὔτε αἰτήσεται· οὐ γὰρ εὐχερῶς εὐεργετεῖται ὁ φιλῶν τὸ εὐεργετεῖν· λήψεται δὲ ἀφʼ ὧν δεῖ, δηλονότι ἀπὸ τῶν οἰκείων κτημάτων, οὐχ ὅτι καλὸν ἡγεῖται τὸ χρηματίζεσθαι ἀλλʼ ὅτι ἀναγκαῖον πρὸς τὸ διδόναι· καὶ διὰ τοῦτο οὐδὲ τῶν ἰδίων ἀμελήσει χρημάτων, βουλόμενος διὰ τούτων τισὶν ἐπαρκεῖ ν .