Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Heliodorus of Prusa: Paraphrase of Aristotle’s Nicomachean Ethics

Library › Greek: Philosophy › Paraphrase of Aristotle's Nicomachean Ethics

This is a Greek paraphrase of Aristotle's Nicomachean Ethics, transmitted under the name of Heliodorus of Prusa, an ascription now regarded as false. The work is by an unknown Byzantine author, and its date is uncertain. Following Aristotle book by book, it restates his discussion of happiness, virtue, the voluntary, justice, the intellectual virtues, self-control, friendship and pleasure in plainer and fuller language.

Paraphrases of this kind were aids to reading Aristotle, and this one shows how the Ethics was studied and explained in the Byzantine world. It can also help modern readers follow the compressed argument of the original, set out in clearer Greek.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAG XIX.2 (Heylbut 1889)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). This Byzantine paraphrase was formerly ascribed to 'Heliodorus of Prusa', an ascription now regarded as false.

Ancient Greek · Philosophy
Paraphrase of Aristotle's Nicomachean Ethics
Pseudo-Heliodorus of Prusa · Part 3 · every word parsed
οὐδὲ τοῖς τυχοῦσι δώσε ι , ἵνα ἔχῃ διδόναι οἷς δεῖ καὶ ὅτε καὶ οὗ καλό ν· ἔστι δὲ σημεῖον τοῦ σφόδρα ἐλευθερίου καὶ τὸ ὑπερβάλλειν ἐν τῇ δόσει τοσοῦτο ν , ὥστε καταλείπειν ἑαυτῷ τὰ ἐλάττ ω. τὸ γὰρ μὴ πρὸς τὴν οἰκείαν χρείαν ὁρᾶν τῆς μεγίστης ἐλευθεριότητος σημεῖόν ἐστιν. οὐ γὰρ πρὸς τὸ μέγεθος ἢ τὸ πλῆθος τῶν διδομένων ἡ ἐλευθεριότης κρίνεται ἀλλὰ κατὰ τὴν ἀναλογίαν, ἣν ἔχουσι τὰ διδόμενα πρὸς τὴν οὐσίαν τοῦ διδόντος (ἀπὸ τούτου γὰρ ἡ ἕξις τῆς ἐλευθεριότητος δείκνυται), ὥστε οὐδὲν κωλύει ἐλευθεριώτερον εἶναι τοῦ τὰ πολλὰ διδόντος τὸν ἐλάττω διδόντα, ἐὰν ἀπὸ ἐλάττονος οὐσίας διδῷ. συμβαίνει δὲ τοὺς μὴ κτησαμένους οὐσίαν ἰδίοις πόνοις ἀλλὰ διαδεξαμένους παρʼ ἄλλων, ἐλευθεριωτέρους δοκεῖν· οἱ γὰρ τοιοῦτοι ἄπειροί εἰσι τῆς ἐνδείας καὶ διὰ τοῦτο οὐ σφόδρα ἀγαπῶσι τὸν πλοῦτον καὶ ὅτι, καθάπερ οἱ γονεῖς καὶ οἱ ποιηταί, μᾶλλον ἀγαπῶσι τὰ χρήματα οἱ κτησάμενοι. οἱ δὲ ἐλευθέριοι οὐ δύνανται σφόδρα πλουτεῖν· οὔτε γὰρ εὐχερεῖς εἰς τὸ λαμβάνειν εἰσὶν οὔτε εἰς τὸ φυλάττειν τὴν οὐσίαν προνοητικοί· ἀλλὰ μᾶλλον προετικοὶ τῶν ὄντων καὶ οὐ τιμῶντες δ ι ’ ἑαυτὰ τὰ χρήματα ἀλ λ ’ ἕνεκα τῆς δόσεω ς. διὸ καὶ ἐγκαλοῦμεν τῇ τύχῃ, ὅτι μὴ πλουτοῦσιν οἱ ἐλευθέριοι, πλούτου καὶ χρημάτων ὄντες ἄξιοι. τοῦτο δὲ οὐ συμβαίνει ἀλόγως· τὸν γὰρ μὴ ἐπιμελούμενον ὅπως ἔχῃ χρήματα, πῶς οἷόν τε πλουτεῖν; ὥσπερ οὐδʼ ἄλλο τι κτήσασθαι δυνατὸν τὸν μὴ ἐπιμελούμενον ὅπως κτήσηται, διὰ τοῦτο οὐδὲ ὁ ἐλευθέριος δυνήσεται πλουτεῖν, μήτε ἑτέρωθεν χρήματα συλλέγων καὶ τὰ οἴκοι σκορπίζων. ἔτι καὶ μὴ δίδωσιν οἷς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ, ἵνα μὴ εἰς τὰ μὴ δέοντα ἀναλώσας ἐνδεὴς εὑρεθῇ πρὸς τὰ δέοντα καὶ μὴ δῷ οἷς δεῖ καὶ ὅτε δεῖ. ἐλευθέριος γάρ ἐστι, καθὼς εἴρηται, ὁ κατὰ τὴν ἀναλογίαν τῆς οὐσίας δαπανῶν εἰς ἃ δεῖ· ὁ δὲ ὡς ἔτυχε διδοὺς ἄσωτος. διὰ τοῦτο τοὺς τυράννους οὐ λέγομεν ἀσώτους, καίτοι πολλὰ καὶ ἄμετρα διδόντας· τὸ γὰρ πλῆθος τῆς κτήσεως τὸ πλῆθος τῶν δόσεων ὑπερβάλλειν δοκεῖ, καὶ πλείω εἶναι τὴν οὐσίαν τῆς δαπάνης συμβαίνει. ἐπεὶ τοίνυν ἡ ἐλευθεριότης μεσότης ἐστὶ περὶ χρημάτων δόσιν καὶ λῆψι ν , ὁ ἐλευθέριος καὶ δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δε ῖ, καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις ὁμοίως, καὶ ἀμφότερα ἡδέως ποιήσει, τό τε δοῦναι καὶ τὸ λαβεῖν κατὰ τὸν προσήκοντα λόγον· μεσότης γάρ ἐστιν ἡ ἐλευθεριότης περί τε λῆψιν καὶ δόσιν, ἕπεται 〈δὲ〉 τῷ διδόντι καλῶς καὶ λαμβάνειν καλῶς, καὶ ἄμφω μεθʼ ἡδονῆς. ὥστε λυπήσεται, ἐὰν μὴ δῷ ἢ μὴ λάβῃ κατὰ τὸν προσήκοντα λόγον· καὶ τοῦτο δὲ μετρίως καὶ ὡς δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ εὐκοινώνητος ἐν τοῖς χρήμασι καὶ ἡδύς ἐστιν ἐν ταῖς περὶ τὰ χρήματα κοινωνίαις, ὅτι χρημάτων καταφρονῶν οὐ πάνυ ἄχθεται ἀδικούμενος καὶ ζημιούμενος. μᾶλλον γὰρ ἄχθεται εἴ τι προσῆκον ἀναλῶσαι οὐκ ἀνάλωσεν ἢ εἴ τι προσῆκον μὴ ἀναλῶσαι ἀνάλωσε. τὸ μὲν γὰρ δαπανῆσαί ποτε παρὰ τὸ δέον περὶ χρήματά ἐστιν ἡ ζημία, καὶ οὐ τοσοῦτον λυπεῖ τὸν ἐλευθέριον· τὸ δὲ μὴ εἰς τὸ δέον δαπανῆσαι περὶ τὸ δέον καὶ τὴν ἀρετὴν ἡ ζημία γίνεται, καὶ διὰ τοῦτο μᾶλλον λυπεῖ· ὥστε οὐδὲ τὴν Σιμωνίδου δέχεται παραίνεσιν τἀναντία ὑποτιθεμένου.
ὁ δὲ ἄσωτος περὶ τὴν ἡδονὴν ἀεὶ καὶ τὴν λύπην διαμαρτάνει· ἥδεται γὰρ καὶ λυπεῖται ἐφʼ οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ· φανερώτερον δὲ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Ὅτι χεῖρον κακὸν ἡ ἀνελευθεριότης τῆς ἀσωτία ς . κε φ . β ʹ. Ἔστι μὲν οὖν ἡ ἐλευθεριότης ἡ μεσότης, ὑπερβολὴ δὲ ἡ ἀσωτία, ἔλλειψις δὲ ἡ ἀνελευθεριότης. ἡ μὲν οὖν ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλε ι , τῷ δὲ λαμβάνειν ἐλλείπει, ἡ δὲ ἀνελευθεριότης τῷ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ διδόναι ἐλλείπει. ἀμφοτέρων δὲ οὐσῶν ἔξω τοῦ δέοντος, χείρων ἐστὶν ἡ ἀνελευθεριότης τῆς ἀσωτίας. ἡ γὰρ ἀσωτία πρῶτον μὲν οὐ δύναται παραμένειν ἀλλὰ εὐχερῶς ἀφίσταται, τῆς ὕλης δαπανηθείσης· ὁ γὰρ πλοῦτος ταχέως ἐπιλείπει τοὺς δαπανῶντας ἰδιώτας, διδόντας μὲν ἀμέτρως, λαμβάνοντας δὲ οὐδαμόθεν· ἡ δὲ ἀνελευθεριότης οὐδαμῶς· οὔτε γὰρ αὐξανομένου τοῦ πλούτου βελτίων ὁ ἀνελεύθερος γίνεται, καὶ δαπανωμένου πολλῷ χείρων. ἔπειτα καὶ ὑπὸ τῆς ἡλικίας καὶ ὑπὸ τῆς πείρας τῶν ἀπὸ τῆς ἀπορίας κακῶν ἰαθῆναι τὸν ἄσωτον δυνατὸν καὶ πρὸς τὸ μέσον ἐλθεῖν· ἐγγὺς γάρ ἐστι τοῦ μέσου καὶ ἐλευθερίῳ ἔοικε μάλιστα· καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει, εἰ καὶ μὴ ὡς δεῖ καὶ οἷς οὐ δεῖ· ὥστε εἰ τοῦτο μόνον ἐθισθείη, διδόναι οἷς δεῖ καὶ ὡς δεῖ, εἴη ἂν ἐλευθέριο ς· καὶ δώσει οἷς δεῖ καὶ οὐ λήψεται ὅθεν οὐ δε ῖ. διὰ τοῦτο ὁ ἄσωτος οὐ δοκεῖ φαῦλός τις εἶναι τὸ ἦθος· οὐ γὰρ μοχθηροῦ καὶ ἀγεννοῦς τὸ ὑπερβάλλειν ἐν τῷ διδόναι καὶ μὴ λαμβάνειν, ἠλιθίου δέ. διὰ τοῦτο βελτίων ὁ ἄσωτος τοῦ ἀνελευθέρου, καὶ διὰ τὰ εἰρημένα καὶ ὅτι ὁ μὲν ἄσωτος πολλοὺς ὠφελεῖ, ὁ δὲ ἀνελεύθερος οὐδένα ἀλ λ ’ οὐδὲ ἑαυτό ν. ἄσωτον δὲ λέγω, ὃς ὑπερβάλλει μὲν τῷ διδόναι, ἐλλείπει δὲ τῷ μὴ διδόναι, ὃν ὑπεθέμεθα ἄκρον εἶναι πρὸς τὸν ἐλευθέριον. πολλοὶ γὰρ ἄσωτοι καὶ ἀνελεύθεροί εἰσιν, ὑπερβάλλοντες ὁμοίως καὶ τῷ λαμβάνειν καὶ τῷ διδόναι· ληπτικοὶ γάρ εἰσι διὰ τὸ βούλεσθαι μὲν ἀναλίσκειν, εὐχερῶς δὲ τοῦτο 〈μὴ〉 ποιεῖν· ταχέως γὰρ ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα καὶ ἀναγκάζονται ἑτέρωθεν πορίζειν · ἅμα δὲ καὶ διὰ τὸ μὴ φροντίζειν τοῦ δέοντος πανταχόθεν καὶ ὡς ἔτυχε λαμβάνουσι. διδόναι γὰρ ἐπιθυμοῦσι μόνον· τὸ δὲ πῶς δεῖ καὶ πόθεν λαμβάνοντας οὐδὲν προσπεριεργάζονται. διὰ τοῦτο οὐδὲ ἐλευθέριοί εἰσιν αἱ δόσεις αὐτῶν· οὐ γὰρ καλαὶ οὐδὲ τοῦ καλοῦ ἕνεκα οὐδὲ ὡς δεῖ· ἀλ λ ’ ἐνίοτε οὓς δεῖ πένεσθα ι , τούτους πλουσίους ποιοῦσι, τοῖς δὲ μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖε ν· τοῖς κόλαξι δὲ ἢ ἄλλην τινὰ ἡδονὴν αὐτοῖς προξενοῦσι πολλὰ παρέχουσιν. διὸ καὶ ἀκόλαστοί εἰσιν ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἄσωτοι. διὰ γὰρ τὸ μὴ ζῆν κατὰ λόγον πρὸς τὰς ἡδονὰς ἀποκλίνουσι, διὰ δὲ τὸ ἐθισθῆναι πολλὰ δαπανᾶν καὶ εἰς τὰς ἀκολασίας δαπανηροὶ γίνονται, ὥστε σφόδρα ἀκόλαστοι εἶναι.
ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γινόμενος εἰς τοσοῦτον ἔρχεται πονηρίας, παιδαγωγηθεὶς δὲ καὶ τυχὼν ἐπιμελείας εἰς τὸ δέον ἀφικέσθαι δύναται. ἡ δὲ ἀνελευθεριότης ἀνίατός ἐστιν· οὐ γάρ ἐστιν ἐλπὶς ἀπὸ πλείονος πείρας ἢ ἡλικίας τινὸς βελτίονα γενέσθαι τὸν ἀνελεύθερον. τὸ γὰρ πεῖραν λαβεῖν τῶν ἐν τῷ βίῳ καὶ τὸ γῆρας καὶ τὰ ἐκ τοῦ γήρως κακὰ καὶ πᾶσα ἀδυναμία καὶ κακοπάθεια πολλῷ μείζω ποιεῖ τὴν ἀνελευθεριότητα. καὶ ἄλλως δὲ μᾶλλον πεφύκασιν οἱ ἄνθρωποι πρὸς τὴν ἀνελευθεριότητα ἢ πρὸς τὴν ἀσωτίαν· οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων φιλοχρήματοι καὶ ἀνελεύθεροί εἰσι· διδόασι δὲ οὐ σφόδρα πολλοί· ἐλάχιστοι δὲ οἱ ἄσωτοι. διὰ τοῦτο τοίνυν πολλῷ βελτίων ἡ ἀσωτία τῆς ἀνελευθεριότητος· φαίνεται γὰρ ἀπὸ τούτων ἐγγύτερον οὖσα τοῦ μέσου. καὶ χωρὶς δὲ τούτων καὶ πολυειδές τι κακὸν ἡ ἀνελευθεριότης· πολλοὶ γὰρ τρόποι δοκοῦσι τῆς ἀνελευθεριότητος εἶναι. ἐπεὶ γὰρ περὶ λῆψιν καὶ δόσιν ἐστίν, οἱ μὲν τῶν ἀνελευθέρων περὶ τὴν δόσιν φαύλως ἔχουσιν, οἱ δὲ περὶ τὴν λῆψιν· οἱ μὲν γὰρ οὔτε οὐδενὶ διδόασιν οὔτε λαμβάνειν βούλονται παρʼ οὐδενός, οἱ μὲν διά τινα ἐπιείκειαν καὶ ἵνα μὴ ἀναγκασθῶσι πρᾶξαί τι αἰσχρόν, οἱ δὲ φοβούμενοι, μήποτε καὶ δοῦναί ποτε ἀναγκασθῶσι διότι λαμβάνουσιν· ἀγαπῶσιν οὖν τὸ μήτε λαμβάνειν μήτε διδόναι. καλοῦνται δὴ οὗτοι φειδωλοὶ γλίσχροι κίμβικες, ὅσοι τῇ δόσει ἐλλείπουσι· τούτων δὲ καὶ ὁ κυμινοπρίστη ς. ἕτεροι δὲ τῇ λήψει ὑπερβάλλουσιν, ὅσοι πάντα τὰ αἰσχρὰ καὶ ποιοῦσι καὶ πάσχουσιν, ἵνα τι λάβωσιν οὐχ ὡς δεῖ οὐδὲ παρʼ ὧν δεῖ. οὗτοι δὲ πάντες αἰσχροκερδεῖς καλοῦνται, οἷοί εἰσιν οἱ πορνοβοσκοὶ καὶ οἱ τοκισταὶ καὶ οἱ κυβευταὶ καὶ οἱ λωποδύται καὶ οἱ λῃσταί· πάντες γὰρ ἕνεκα κέρδους καὶ τούτου μικροῦ μεγάλα ὑπομένουσιν ὀνείδη. οἱ γὰρ μεγάλων ἕνεκα κερδῶν τὰ τοιαῦτα ὑπομένοντες καὶ λαμβάνοντες ὅθεν οὐ δεῖ οὐδὲ ὡς δεῖ οὐκ αἰσχροκερδεῖς ἀλλὰ πονηροὶ καὶ ἀσεβεῖς καὶ ἄδικοι καλοῦνται, οἷοί εἰσιν οἱ τύραννοι καὶ οἱ τὰς πόλεις πορθοῦντες καὶ ἱερὰ συλῶντες. ὁ γὰρ κυβευτὴς λαμβάνει μὲν ὅθεν οὐ δεῖ· παρὰ τῶν φίλων γάρ, οἷς δεῖ διδόναι· μικρὰ δὲ καὶ διὰ τοῦτο αἰσχροκερδής· καὶ ὁ λῃστὴς μεγάλους μὲν ὑπομένει κινδύνους ἀλλὰ μικροῦ λήμματος ἕνεκα· ὁμοίως καὶ ὁ λωποδύτης καὶ εἴ τις ἄλλος τοιοῦτος. εἰκότως οὖν ἡ ἀνελευθεριότης τῇ ἐλευθεριότητι ἐναντίον λέγεται, ὅτι τε μᾶλλον ἀφέστηκεν αὐτῆς ἢ ἡ ἀσωτία (ἐναντιώτερον γάρ ἐστιν αὐτῆς, διότι μεῖζον κακόν ἐστιν ἢ ἡ ἀσωτία), καὶ ὅτι κατὰ πλείονας τρόπους ἁμαρτάνουσιν οἱ ἄνθρωποι περὶ ταύτην ἢ περὶ τὴν ἀσωτίαν. Περὶ μεγαλοπρεπεία ς . κε φ . γ ʹ . Περὶ μὲν οὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων κακιῶν τοσαῦτα εἰρήσθ ω· ἀκόλουθον δʼ ἂν εἴη μετὰ ταῦτα περὶ μεγαλοπρεπείας διεξελθεῖν· ἔοικε γὰρ ἡ μεγαλοπρέπεια τῇ ἐλευθεριότητι, καθόσον καὶ αὐτὴ περὶ χρήματά ἐστι καὶ περὶ δαπάνας χρημάτων.
διαφέρει δέ, ὅτι ἡ μὲν ἐλευθεριότης καὶ περὶ δόσεις καὶ περὶ λήψεις καὶ δαπάνας ἐστίν, ἡ δὲ μεγαλοπρέπεια περὶ δαπάνας μόνον· καὶ ἡ μὲν ἐλευθεριότης περὶ δαπάνας ὀλίγων χρημάτων καὶ μικρῶν, ἡ δὲ μεγαλοπρέπεια περὶ μεγάλων καὶ πολλῶν· καθάπερ δηλοῖ καὶ αὐτὸ τὸ ὄνομα τῆς μεγαλοπρεπείας· ἔστι γὰρ δαπάνη μεγέθει πρέπουσα. τὸ δὲ μέγεθος οὐκ ἔστι τὸ αὐτὸ πᾶσι τῆς δαπάνης· 〈οὐ〉 γὰρ τὸ αὐτὸ μέγεθος πᾶσι προσήκει ἀλλὰ ἀνάλογον. οὐ γὰρ τὸ αὐτὸ δαπάνημα προσήκει τριηράρχῳ καὶ τῷ ἀρχιθεώρῳ· ἀλλʼ ἑκατέρῳ τὸ πρέπον τῷ μεγέθει τῆς ἀρχῆς, ὅπερ ἑκάτερος ἀναλώσας ὡς δεῖ καὶ περὶ ἃ δεῖ μεγαλοπρεπὴς λέγεται. ὁ γὰρ τὰ πρέποντα μὲν δαπανῶν καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι, μὴ μεγάλα δέ, οὐ λέγεται μεγαλοπρεπὴς ἀλλὰ ἐλευθέριος, οἷός ἐστιν ὁ λέγων πολλάκι δόσκον ἀλήτ ῃ, ἀλλʼ ὁ μεγάλα δαπανῶν καὶ πρέποντα καὶ ἑαυτῷ καὶ τῷ λαμβάνοντι. ὥστε τὸν μὲν μεγαλοπρεπῆ καὶ ἐλευθέριον εἶναι, τὸν δὲ ἐλευθέριον οὐ πάντως μεγαλοπρεπῆ. ταύτης δὲ τῆς ἕξεως ἡ μὲν ἔλλειψις μικροπρέπεια καλεῖτα ι , ἡ δὲ ὑπερβολὴ βαναυσία καὶ ἀπειροκαλία καὶ ὅσαι τοιαῦται, αἵτινες γίνονται οὐ διὰ τὸ ὑπερβάλλειν τὴν μεγαλοπρέπειαν τῷ μεγέθει τῆς δαπάνης τῆς προσηκούσης, ἀλλὰ τῷ δαπανᾶν ἐν οἷς οὐ δεῖ καὶ οὐχ ὡς δεῖ. καὶ περὶ μὲν τῶν παρʼ ἑκάτερα τῆς μεγαλοπρεπείας κακιῶν ὕστερον ἀκριβέστερον ἐροῦμεν· λέγομεν δὲ περὶ τῆς μεγαλοπρεπείας. ἔστι τοίνυν ὁ μεγαλοπρεπὴς καθάπερ ἐπιστήμων, θεωρῶν πάντα κατὰ λόγον καὶ τάττων μετὰ τοῦ πρέποντος κανόνος· δαπανήσει γὰρ τὰ μεγάλα ἐμμελῶς καὶ ὡς προσῆκεν. αἱ γὰρ κατὰ τὴν ἕξιν ἐνέργειαι τῇ ἕξει ἀκολουθοῦσι, καὶ διὰ τοῦτο ἡ ἕξις ταῖς ἐνεργείαις γνωρίζεται, καθὼς εἴρηται ἐν ἀρχῇ· ὥστε καὶ αὐτοῦ 〈τοῦ〉 μεγαλοπρεποῦς δαπάναι μεγάλαι καὶ πρέπουσαι τῷ μεγαλοπρεπεῖ καὶ τῷ ἔργῳ, οὗ ἕνεκα δαπανῶνται, μεγάλῳ καὶ αὐτῷ ὄντι. καὶ οὕτως ἔσονται αἱ δαπάναι μὲν τῷ ἔργῳ πρέπουσαι, τὸ δὲ ἔργον ταῖς δαπάναις προσῆκον. εἰ δὲ δεῖ τὸ ἕτερον ὑπερβάλλειν, τὸ ἔργον· τοῦτο γὰρ μᾶλλον προσήκει τῷ μεγαλοπρεπεῖ. ταῦτα δὲ ὁ μεγαλοπρεπὴς δαπανήσει, πρῶτον μὲν τοῦ καλοῦ ἕνεκα (ὅπερ κοινότερόν ἐστι πᾶσι τοῖς σπουδαίοις), ἔπειτα ἡδέως καὶ προετικῶ ς , μηδὲν ἀκριβολογούμενος· ἡ γὰρ ἀκριβολογία μικροπρεπές. ὁ δὲ μεγαλοπρεπὴς περὶ μὲν τοῦ ἔργου σκέψεται, ὅπως ἄριστον γένοιτο καὶ πρεπωδέστατον, καὶ τούτου χάριν ὁ πλεῖστος λόγος αὐτῷ, περὶ δὲ τῆς δαπάνης, ὅση προσήκει τῷ ἔργῳ, καὶ περὶ τοῦ μηδὲν πλέον ἀναλωθῆναι, ἀλλὰ γενέσθαι διʼ ὅσων μάλιστα ἐνδέχεται ἐλαχίστων, οὐ τοσοῦτον ποιεῖται λόγον· μικροπρεπὲς γὰρ τὸ τοιοῦτον. ἀνάγκη δέ, καθὼς εἴρηται, τὸν μεγαλοπρεπῆ καὶ ἐλευθέριον εἶναι, εἰ καὶ ὁ ἐλευθέριος οὐκ ἔστι μεγαλοπρεπής· 〈δαπανᾷ γὰρ ὁ μεγαλοπρεπὴσ〉 ἃ δεῖ καὶ ὡς δεῖ καὶ ὅτε δεῖ· τοῦτο δέ ἐστιν ὁ ἐλευθέριος· μεγάλα δὲ καὶ μεγάλων ἕνεκα, ὅπερ ἐστὶν ἴδιον τοῦ μεγαλοπρεποῦς.
70
πολλάκις γὰρ καὶ διὰ τῆς αὐτῆς δαπάνης ὁ μεγαλοπρεπὴς οὐ τὸ αὐτὸ ἔργον ποιεῖ τῷ ἐλευθερίῳ ἀλλὰ μεγαλοπρεπέστερον, οἷον, φέρε εἰπεῖν, θεραπεῦσαι τὸ θεῖον δεῆσαν, ὁ μὲν ἐλευθέριος χρυσοῦν τι σκεῦος ποιήσει καὶ λίθους τιμίους ἐγκολλήσει τῷ σκεύει, ὁ δὲ μεγαλοπρεπὴς ναὸν μέγαν καὶ καλὸν οἰκοδομήσει ἢ ἀνδριάντας ἀναστήσει ἢ γεφύρας οἰκοδομήσει ἢ ἄλλο τι μέγα καὶ θαυμαστὸν διὰ τῆς ἴσης δαπάνης ἐργάσεται· καὶ τὸ μὲν τοῦ μεγαλοπρεποῦς ἔργον κυρίως ἔργον ἔσται, τὸ δὲ τοῦ ἐλευθερίου κτῆμα μᾶλλον ἢ ἔργον. οὐ γὰρ ἡ αὐτὴ ἀρετὴ κτήματος καὶ ἔργο υ, ἀλλὰ κτήματος μὲν τὸ πλείστου ἄξιον εἶναι καὶ τιμιώτατον, οἷος ὁ χρυσὸς καὶ οἱ τίμιοι λίθοι, ἔργου δὲ ἀρετὴ τὸ μέγα εἶναι καὶ καλὸν καὶ θαυμαστόν, ὃ τῷ μεγαλοπρεπεῖ μάλιστα προσήκει· ἔστι γὰρ ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθε ι. ἔργα δὲ μεγαλοπρεπῆ καὶ τίμια, οἷον τὰ περὶ τὸ θεῖον ἀναθήματα, κατασκευαὶ θυσιῶν καὶ ναῶν, φιλοτιμίαι πρὸς τὸ κοινόν, χορηγίαι ἢ τριηραρχίαι, ἢ καὶ τὸ ἑστιᾶν τὴν πόλιν δεῆσαν· οὐ μόνον δὲ τὰ ἔργα δεῖ εἶναι μεγαλοπρεπῆ καὶ τὰς δαπάνας προσηκούσας καὶ μεγαλοπρεπεῖς ἀλλὰ καὶ τῷ ποιοῦντι πρεπούσας μάλιστα μὲν διὰ τὴν οὐσίαν· πένης γὰρ οὐκ ἂν εἴη μεγαλοπρεπής· εἰ δʼ ἐπιχειροίη μεγάλοις ἔργοις, ἠλίθιος ἔσται, παρὰ τὴν ἀξίαν καὶ τὸ δέον ἐπιχειρῶν. ἔπειτα πρέπειν δοκεῖ καὶ τοῖς πολλάκις τοιαῦτα πεποιηκόσιν ἢ ὧν οἱ πρόγονοι μεγαλοπρεπεῖς ἦσαν. τῶν δὲ ἔργων τὰ πλείω μὲν εἰς τὸ κοινὸν καὶ εἰς τὸ θεῖον· ταῦτα γὰρ μεγαλοπρεπῆ· τινὰ δὲ καὶ ἴδια, ὅσα εἰσάπαξ γίνονται, οἷον γάμοι καὶ οἰκίαι καὶ ἄλλο τοιοῦτον. τῷ γὰρ μεγαλοπρεπεῖ μάλιστα προσήκει τὸ δαπανᾶν εἰς τὸ κοινὸν ἢ εἰς τὸ θεῖον, ἐλάχιστα δὲ εἰς ἑαυτόν. ἔσται δὲ μεγαλοπρεπὲς ἔργον καὶ τὸ πολυχρόνιον· τὰ γὰρ τοιαῦτα ἔργα θαυμαστά εἰσι καὶ καλά. δεῖ δὲ καὶ ἐν τοῖς ἔργοις καὶ ἕτερον τρόπον τὸ πρέπον ζητεῖν καὶ σκοπεῖν τίνα ἔργα τίσιν ἁρμόζει· οὐ γὰρ τὰ αὐτὰ πρέπει τῷ θείῳ καὶ τῷ κοινῷ· οὐδὲ ταὐτὰ προσήκει ἱερῷ καὶ τάφῳ· ὥστε εἶναι τὰ ἔργα τοῦ μεγαλοπρεποῦς μεγάλα καὶ θαυμαστά, πρὸς τὰ ὁμογενῆ συγκρινόμενα· τάφων μὲν οἰκοδομήματα πρὸς τάφους, ναῶν δὲ πρὸς ναοὺς καὶ γεφύρας πρὸς γεφύρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ γὰρ μεγαλοπρεπὴς οὐ μόνον σκοπεῖ τὸ μέγεθος, ὃ προσήκει τῷ γένει τοῦ ἔργου· οὐ γὰρ ταὐτὸν μέγα εἶναι ἁπλῶς διὰ τὴν δαπάνην καὶ μέγα εἶναι πρὸς τὰ ὁμογενῆ συγκρινόμενον, ἀλλὰ διαφέρει· καὶ γὰρ ἡ σφαῖρα καὶ ἡ λήκυθος ἡ καλλίστη μικρὰ μέν εἰσι διὰ τὴν δαπάνην· εἰσὶ δὲ μεγαλοπρεπῆ δῶρα τῶν παίδων, καί εἰσι μεγάλα πρὸς τὰ παιδικὰ συγκρινόμενα δῶρα· ἐπεὶ τοίνυν διαφέρει τὸ ἐν τῷ γένει μέγεθος τοῦ ἐν ταῖς δαπάναις, ἀνάγκη σκοπεῖν ἀμφότερα τὸν μεγαλοπρεπῆ καὶ ποιεῖν μεγαλοπρεπῶς κατὰ τὴν προσήκουσαν ἑκάστῳ γένει μεγαλοπρέπειαν. οὕτω γὰρ γενόμενον τὸ ἔργον μέγα ἔσται καὶ θαυμαστὸν καὶ καλὸν καὶ οὐδὲ εὐχερῶς ὑπὸ ὁμογενοῦς ὑπερβληθήσεται. τοιοῦτος μὲν οὖν ὁ μεγαλοπρεπή ς . ὁ δὲ ὑπερβάλλων καὶ βάναυσος παρὰ τὸ δέον ἀναλίσκει καὶ ὥσπερ οὐ δεῖ καὶ ἐφʼ οἷς οὐ δεῖ· καὶ διὰ τοῦτο ὑπερβάλλειν λέγεται τὸν μεγαλοπρεπῆ.
καὶ γὰρ φαύλων ἕνεκα ἔργων, ὧν ἡ δαπάνη πάνυ μετρία, πολλὰ δαπανᾷ καὶ μεγάλα, καὶ μεγαλοπρεπὴς βούλεται δοκεῖν, παρὰ τὸ εἰκὸς καὶ τὸ προσῆκον τῇ μεγαλοπρεπείᾳ, οἷον ἐρανιστὰς ἑστιᾷ πολυτελέστατα, ὥσπερ εἰ γάμους ἐποίει· καὶ τοῖς κωμῳδοῖς χορηγῶν παριοῦσι καὶ χρήματα φιλοτίμως ἀναλίσκων ἐν αὐτοῖς ὥσπερ εἰς κοινὸν ὄφελος· ἢ ἐν ταῖς κωμῳδίαις ἀντὶ κωδίων, ἃ παραπετάσματα ἦν ἐπὶ τῆς σκηνῆς, πορφυρίδας ἔχει, καθάπερ οἱ Μεγαρεῖς. καὶ ταῦτα ποιεῖ οὐ τοῦ καλοῦ ἕνεκα ἀλλʼ ἵνα μόνον ἐπιδείξηται τὸν πλοῦτον. οἴεται γὰρ ἀπὸ τούτου θαυμαστός τις εἶναι δόξαι· καὶ ἐν οἷς μὲν πολλῆς χρεία δαπάνης, ὀλίγα ἀναλίσκει, ἐν οἷς δὲ ὀλίγης, πολλά. τοιοῦτος μὲν οὖν ὁ ὑπερβάλλων τὸν μεγαλοπρεπῆ, ὃς καὶ βάναυσος καλεῖται. ὁ δὲ ἐλλείπων, ὃς καὶ μικροπρεπὴς καλεῖται, περὶ πάντα ἐλλειπής ἐστιν. ἀναλίσκων γὰρ οὐδὲ τοῦ καλοῦ ἕνεκα, ἔπειτα σκοπεῖ, πῶς ἂν ὅσον ἐνδέχεται τὰ ἐλάχιστα ἀναλώσαι· καὶ πολλάκις τὰ πλείω τῆς δαπάνης ἀναλώσας, καὶ πρὸς τὴν τελείωσιν ἤδη βλέποντος τοῦ ἔργου, ὑπʼ ἀκριβολογίας ἀτέλεστον ἀφίησι διὰ μικρὰν δαπάνην. καὶ πάντα δέ, ὅσα ποιεῖ, ἀεὶ μέλλων καὶ σκοπῶν ποιεῖ, καὶ οἰόμενος καὶ πλείω τοῦ δέοντος ἀναλίσκειν, καὶ ὀδυρόμενος ὅτι πολλὰ ἀνάλωσεν. αὖται μὲν οὖν αἱ ἕξεις, ἥ τε μικροπρέπεια καὶ βαναυσία, κακίαι εἰσίν, ὀνείδη δὲ οὐκ ἐπιφέρουσι· διότι οὔτε βλαβεραί εἰσι τῶν πέλας, οὔτε λίαν αἰσχραὶ καὶ ἀσχήμονες. Περὶ μεγαλοψυχία ς . κε φ . δ ʹ. Λέγομεν δὲ ἤδη καὶ περὶ μεγαλοψυχίας. ἔστι τοίνυν ἡ μεγαλοψυχία περὶ μεγάλα, ὡς καὶ τὸ ὄνομα δίδωσιν εἰκάζειν. περὶ ποῖα δὲ μεγάλα, σκοπῶμεν. φανερὸν δὲ ὅτι ταὐτόν ἐστι τὸ περὶ μεγαλοψυχίας καὶ τὸ περὶ μεγαλοψύχου σκοπεῖν· οὐδὲν γὰρ διαφέρει τὴν ἕξιν εἰδέναι ἢ τὸν ἔχοντα τὴν ἕξιν. ἔστι τοίνυν μεγαλόψυχος περὶ μεγάλα· μεγάλα δὲ τὰ αὐτῷ προσήκοντα, ὅταν μεγάλων ἄξιος ὢν καὶ αὐτὸς κρίνῃ ἑαυτὸν μεγάλων ἄξιον εἶναι. ὁ γὰρ μικρῶν ἄξιος ὢν καὶ μικρῶν ἑαυτὸν ἀξιῶν ἑαυτὸν ἀξιῶν οὐ λέγεται μεγαλόψυχος ἀλλὰ σώφρων· ἡ γὰρ μεγαλοψυχία ἐν μεγέθει ἐστί. τοιοῦτον γὰρ λόγον ἔχει πρὸς τὸν σώφρονα ὁ μεγαλόψυχος, οἷον ὁ καλὸς πρὸς τὸν ἀστεῖον· ὁ μὲν γὰρ καλὸς μετὰ μεγέθους ἔχει τὸ κάλλος, ὁ δὲ ἀστεῖος μετὰ σμικρότητος, ὃς καὶ σύμμετρος καλεῖται, καλὸς δὲ οὐδαμῶς· ὁ μὲν οὖν μεγαλόψυχος τοιοῦτος. τῶν δὲ παρʼ ἑκάτερα ὁ μὲν ὑπερβάλλων χαῦνος· χαῦνος γάρ ἐστιν ὁ μεγάλων ἑαυτὸν ἀξιῶν οὐκ ἄξιος ὤν· ὁ δὲ ἄξιος μὲν ὢν πολλῶν, πλειόνων δὲ ἀξιῶν ἑαυτόν, οὐ πάντῃ χαῦνος. ἐλλείπων δὲ ὁ μικρόψυχος· ἔστι γὰρ μικρόψυχος ὁ πολλῶν μὲν ἄξιος ἐλαττόνων δὲ κρίνων ἑαυτὸν 〈ἄξιον, ἢ ὁ ὀλίγων ἄξιος, ἔτι δὲ ἐλαττόνων ἀξιῶν ἑαυτόν〉. τούτων δὲ μᾶλλόν ἐστι μικρόψυχος ὁ πολλῶν ἄξιος ὤν, εἶτα τῆς οἰκείας ἀξίας μὴ ἐπαισθανόμενος· ποταπὸς γὰρ ἂν ἦν, εἰ ὀλίγων καὶ μετρίων ἄξιος ἦν; εἰσὶ μὲν οὖν οἱ παρʼ ἑκάτερα ὁ μὲν ὑπερβάλλων ὁ δὲ ἐλλείπων.
ὁ δὲ μεγαλόψυχος, καθόσον μὲν περὶ μεγάλα ἐστίν, ἄκρος δοκεῖ, καθόσον δὲ ἐπὶ τοῦ δέοντος ἕστηκεν ἀεὶ καὶ οὔτε ὑπὲρ τὸ δέον ζητεῖ οὔτε παρὰ τὸ δέον, διὰ τοῦτο μέσος ἐστίν. Περὶ μεγαλοψυχίας καὶ περὶ τίνα ὁ μεγαλόψυχος καὶ τίνα ἴδιά ἐστιν αὐτο ῦ . κε φ . ε ʹ. Ἐπεὶ δὲ περὶ τὰ ἔξω ἀγαθὰ ὁ μεγαλόψυχός ἐστιν, ὧν παρὰ τῶν ἄλλων ἀξιοῦται κατὰ τὸ προσῆκον αὐτῷ, εἴη ἂν πάντως ἢ περὶ χρήματα ἢ περὶ ἡδονὴν ἢ περὶ τιμήν· ἐπεὶ δὲ περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν ἐστιν (ἔστι γὰρ μεγαλόψυχος ὁ τῶν μεγίστων ἑαυτὸν ἀξιῶν ἄξιος ὤν), εἴη ἂν περὶ τὴν τιμήν, ἥτις δοκεῖ μέγιστον εἶναι τῶν ἀνθρωπίνων καὶ τῶν ἔξωθεν ἀγαθῶν· καὶ διὰ τοῦτο τῷ θείῳ ταύτην μάλιστα ἀπονέμομεν. ὥστε περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν, ὡς δεῖ· καὶ χωρὶς δὲ τούτων ἀπὸ τῆς ἐπαγωγῆς φανερόν ἐστι. ὁρῶμεν γὰρ πάντας τοὺς μεγαλοψύχους τιμῆς μάλιστα ἐφιεμένους τῆς ἀξίας ἑαυτῶν· ὁ δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτόν (ἐλάττω γὰρ τῆς ἀξίας φρονεῖ τῆς ἑαυτοῦ)· ἐλλείπει καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμ α . ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει (μείζω γὰρ φρονεῖ τῆς ἀξίας τῆς ἑαυτοῦ), τὸν δὲ μεγαλόψυχον οὐχ ὑπερβάλλει τῷ φρονήματι. ὁ γὰρ μεγαλόψυχος τῶν μεγίστων ἑαυτὸν ἀξιοῖ, τῶν μεγίστων ἄξιος ὤν· ὥστε ἀνάγκη τὸν μεγαλόψυχον ἄριστον εἶναι καὶ σφόδρα ἀγαθὸν τοὺς τρόπους, καὶ ἀνδρεῖον καὶ δίκαιον καὶ τὴν ἄλλην ἀρετὴν ἄκρον. ὁ γὰρ μικρὰ ἡγούμενος πάντα καὶ οὐδαμῶς ἄξια ἑαυτοῦ καὶ οὐ ψευδόμενος, ἀλλὰ ἀληθεύων ἐν τῇ τοιαύτῃ ψήφῳ, τίνος ἕνεκα αἰσχρόν τι ποιήσει καὶ ἄτιμον; ἢ πῶς δυνατόν; ἐναντίον γάρ ἐστι τῷ λόγῳ τοῦ μεγαλοψύχου τὸ τοιοῦτον. πῶς γὰρ ἂν εἴη τιμῆς ἄξιος ὁ φαῦλος; εἰ δὲ τιμῆς ἑαυτὸν ἀξιοῖ φαῦλος ὢν καὶ τοῖς αἰσχροῖς ἁλισκόμενος, γελοῖος ἂν δόξειεν εἶναι· ἡ γὰρ τιμὴ τῆς ἀρετῆς ἐστιν ἆθλον καὶ τοῖς ἀγαθοῖς ἀπονέμεται μόνοις δικαίως. ὥστε ὁ μεγαλόψυχος πάσας συλλαβὼν ἔχει τὰς ἀρετὰς καὶ ἔστιν ἡ μεγαλοψυχία οἷον κόσμος τις τῶν ἀρετῶν. καὶ οὐ γίνεται μὲν ἄνευ ἐκείνων, μείζους δὲ καὶ καλλίους αὐτὰς ποιεῖ· κρίνει γὰρ αὐτὰς ἀξίας εἶναι ὧν εἰσιν ἄξιαι. διὰ τοῦτο σφόδρα χαλεπὸν μεγαλόψυχόν τινα γενέσθαι· οὐ γὰρ δυνατὸν μεγαλόψυχον εἶναι ἄνευ πασῶν τῶν ἀρετῶν· τὸ δὲ πάσας κτήσασθαι καὶ ταύτας εἰς ἄκρον σφόδρα χαλεπόν. ἔστι μὲν οὖν ὁ μεγαλόψυχος περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴρηται. καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ μεγάλων ἥδεται, ὡς τῶν οἰκείων τυγχάνων καὶ ὧν ἄξιος ἢ καὶ ἐλαττόνων τῆς ἀξίας· τῆς γὰρ τελείας ἀρετῆς οὐκ ἄν ποτε γένοιτο παρὰ τῶν ἀνθρώπων ἀξία τιμ ή . οὐ μὴν ἀλ λ ’ εἰ καὶ ἥδεται, διὰ τοῦτο ἥδεται, ὅτι τὴν δυνατὴν προσάγουσιν αὐτῷ τιμὴν καὶ ἧς οὐκ ἔχουσι μείζω.
τῆς δὲ παρὰ τῶν τυχόντων τιμῆς καθάπαξ ὀλιγωρήσει· καὶ μάλιστα ὅταν ἐπὶ μικροῖς αὐτὸν τιμῶσιν, οἷον, εἴ τις ἐτίμα τὸν Ἀχιλλέα ὅτι καλῶς ᾔδει καθαρίζειν· ὁμοίως δὲ καὶ περὶ τὰς ἀτιμίας κατὰ τὸ προσῆκον αὐτῷ. ἔστι τοίνυν ὁ μεγαλόψυχος μάλιστα μὲν περὶ τιμὰς καὶ ἀτιμίας, καθὼς εἴρηται, ἔστι δὲ ἑπομένως καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχία ν· καὶ περὶ ταύτας γὰρ μετρίως ἕξει καὶ ὡς προσῆκε· καὶ οὐδὲν αἰσχρὸν πείσεται πρὸς τὴν ἐν τούτοις μεταβολήν· καὶ οὔτε εὐτυχῶν περιχαρὴς ἔσται οὔτε ἀτυχῶν περίλυπος· οὐ γὰρ μέγιστον ἡγήσεται τὴν τιμὴν καὶ οὕτω περὶ αὐτὴν ἕξει ὡς μέγιστον ὄν. οὕτω δὲ ἔχων περὶ τὴν τιμὴν πολλῷ μᾶλλον περὶ τὸν πλοῦτον ὀλιγώρως ἕξει καὶ τὰς δυναστείας· αἱρετώτερον γὰρ ἡ τιμὴ δυναστείας καὶ πλούτου· διὰ γὰρ 〈τὴν〉 τιμὴν ἀγαπητά εἰσιν ὁ πλοῦτος καὶ ἡ δυναστεία· καὶ γὰρ οἱ ἔχοντες αὐτὰ τιμᾶσθαι δ ι ’ αὐτῶν βούλοντα ι. ὁ δὲ τὴν τιμὴν μικρὸν ἡγούμενος πολλῷ μᾶλλον τὰ ἄλλα. διὰ τοῦτο καὶ οἱ μεγαλόψυχοι ὑπερόπται δοκοῦσιν εἶναι, ὅτι οὐδὲν τῶν ἀνθρωπίνων σφόδρα τιμῶσιν. ἐπεὶ δὲ καὶ τὰ εὐτυχήματα τιμῆς ἄξια δοκοῦσιν εἶναι, καὶ ταῦτα συντελοῖεν ἂν πρὸς τὴν μεγαλοψυχίαν. τὸ γὰρ ὑπερέχον ἐν ἀγαθοῖς ἐντιμότερον· ὑπερέχει δὲ ἐν ἀγαθοῖς ὁ εὐτυχής· διὸ καὶ τὰ τοιαῦτα τὴν μεγαλοψυχίαν συνίστησιν. ὁ γὰρ εὐτυχὴς ἄξιον ἑαυτὸν μεγάλης τιμῆς ἡγεῖται διὰ τὴν ἀγαθὴν τύχην· τιμᾶται γὰρ παρʼ ἐνίων· κατʼ ἀλήθειαν δὲ μόνος ὁ ἀγαθὸς τοὺς τρόπους ἄξιός ἐστι τιμῆς. ᾧ δὲ ἄμφω πρόσεστι καὶ ἡ ἀρετὴ καὶ τὰ ἔξωθεν ἀγαθά, μᾶλλον ἀξιοῦται τιμῆς τοῦ τὴν ἀρετὴν μόνον ἔχοντος· ὃς δὲ μόνον εὐτυχής ἐστι καὶ τοῖς ἔξωθεν ἀγαθοῖς εὐθηνεῖ, πρὸς δὲ 〈τὴν〉 ἀρετὴν οὐδὲν κοινὸν ἔχει, ὁ τοιοῦτος οὔτε δικαίως τιμᾶται οὔτε αὐτὸς δικαίως ἑαυτὸν μεγάλης ἀξιοῖ [τῆς] τιμῆς οὔτε κατὰ τὸν ὀρθὸν λόγον μεγαλόψυχος λέγεται. ἄνευ γὰρ ἀρετῆς τελείας ἀδύνατόν τινα μεγαλόψυχον εἶναι, καθὼς εἴρηται. διὰ τοῦτο οἱ ἐν εὐτυχίᾳ ὄντες ὡς ἐπὶ τὸ πλεῖστον ὑπερόπται καὶ ὑβρισταὶ γίνονται· χωρὶς γὰρ ἀρετῆς οὐ ῥᾴδιον φέρειν τὰ εὐτυχήματα ἐμμελῶς καὶ μετρίως. οὐ δυνάμενοι δὲ φέρειν τὴν εὐτυχίαν καλῶς, οἴονται μὲν τῶν ἄλλων ὑπερέχειν, καὶ πάντων καταφρονοῦσιν· αὐτοὶ δὲ ἀσυλλογίστως πάντα ποιοῦσιν, ὡς ἔτυχε. βούλονται γὰρ μιμεῖσθαι τὸν μεγαλόψυχον, καίτοι παντελῶς ἀνόμοιοι ὄντες· ὁ γὰρ μεγαλόψυχος καταφρονεῖ μέν, ἀλλὰ δικαίως (τὰ ἀληθῆ γὰρ περὶ ἑαυτοῦ οἴεται), καὶ μεγάλοις μὲν ἐπιχειρεῖ καὶ μεγάλων κινδύνων κατατολμᾷ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα καὶ πρὸς μεγάλα τινὰ ἀφορῶν· οἱ δὲ τὰ ἔξω μόνον ἀγαθοὶ τὴν μὲν ἀρετὴν οὐ τιμῶσιν οὔτε βούλονται κατορθοῦν, τῶν δὲ ἄλλων καταφρονοῦσι καὶ τὰς ἄλλας [δὲ] πράξεις αὑτῶν βούλονται ἀφομοιοῦν πρὸς τὰς τοῦ μεγαλοψύχου πράξεις, ὅση δύναμις· οὐκ ἀφομοιοῦσι δέ, διὰ τὸ μὴ ἔχειν τὴν ἀρετήν. ἔστι δὲ ὁ μεγαλόψυχος οὐ πυκνοκίνδυνος μέν· (οὐ γὰρ συνεχῶς εἰς κινδύνους ἑαυτὸν ἐμβάλλει διὰ τὸ μὴ τιμᾶν τὰ τυχόντα καὶ μικρῶν τινων καὶ ὀλίγων προκινδυνεύειν), μεγαλοκίνδυνος δέ· ὅταν γὰρ μεγάλων τινῶν ἀγαθῶν προκινδυνεύῃ, οὐδὲ τῆς οἰκείας φείδεται ζωῆς.
καὶ εὐεργετῶν μὲν χαίρει, εὐεργετούμενος δὲ αἰσχύνετα ι. τὸ μὲν γὰρ εὐεργετεῖν ὑπερέχοντος, τὸ δὲ εὐεργετεῖσθαι ὑπερεχομένου· ὁ δὲ μεγάλα περὶ ἑαυτοῦ φρονῶν ἄχθεται τῇ ἐλάττονι μοίρᾳ. εἰ δὲ εὐεργετηθεὶς ἀντευεργετεῖν ἐθελήσει, πλείονα δίδωσιν, ἵνα ὀφειλέτην ἑαυτῷ ποιήσῃ τὸν ὑπάρξαντα τῆς εὐεργεσίας. δοκεῖ δὲ ὁ μεγαλόψυχος τῶν μὲν εὖ παρʼ αὐτοῦ παθόντων ἐθέλειν ἀεὶ μεμνῆσθαι, παρʼ ὧν δὲ αὐτὸς εὖ πέπονθεν ἐπιλελῆσθαι· οὐκ ἀγνωμοσύνῃ τινί (πῶς γάρ, ὃς μείζω δίδωσιν ἢ λαμβάνει;), ἀλλʼ ὅτι οἰκειότερον αὐτῷ καὶ μᾶλλον προσῆκον τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν· καὶ διὰ τοῦτο τὸ μὲν εὐεργετεῖν, ὅτι ἄριστον καὶ τοιῷδε πρέπον λόγου καὶ μνήμης ἀξιοῦται, τὸ δὲ εὖ πάσχειν οὐδαμῶς· βούλεται γὰρ ἀεὶ ὑπερέχειν. καὶ ἄλλου δὲ διηγουμένου τὸ μὲν ἡδέως ἀκούει, τὸ δὲ ἀηδῶς· διὰ τοῦτο καὶ ἡ Θέτις παρʼ Ὁμήρῳ οὐ λέγει τὰς εὐεργεσίας τῷ Διὶ οὐδὲ μέμνηται πρὸς αὐτὸν ὧν εὖ ἐποίησεν αὐτόν, ἀλλʼ ὧν εὖ πέπονθε παρʼ αὐτοῦ· ὁμοίως δὲ καὶ οἱ Λάκωνες βουλόμενοι χαρίζεσθαι τοῖς Ἀθηναίοις τὰς εἰς αὐτοὺς τῶν Ἀθηναίων εὐεργεσίας εἰς μέσον ἄγουσι. καὶ τοῦτο δὲ ἴδιον μεγαλοψύχου, τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, αὐτὸν δὲ τοῖς ἄλλοις ἃ βούλονται ὑπηρετεῖν πρόθυμον εἶναι. καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι μέγαν εἶναι, διὰ τὸ μηδὲν ἡγεῖσθαι σεμνὸν τῶν τοιούτων ἀγαθῶν, ἐξ ὧν ἀξιοῦσιν οἱ ἐν ἐξουσίαις φοβεροί τινες εἶναι· πρὸς δὲ τοὺς μέσους μέτριον διὰ τὸ σωφρονεστέρους καὶ ἐπιεικεστέρους τοὺς τοιούτους εἶναι. ἄλλως τε τὸ μὲν τῶν ἐν ἀξιώματι ὑπερέχειν καὶ ἐργῶδές ἐστι καὶ σεμνόν, καὶ διὰ τοῦτο τῷ μεγαλοψύχῳ προσήκει· τὸ δὲ τῶν μέσων, καὶ ῥᾴδιον καὶ οὐδὲν μέγα· καὶ ἐν ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννέ ς , ἐν δὲ τοῖς ταπεινοῖς φορτικό ν· ὥσπερ εἴ τις ἐπεδείκνυτο τὴν τοῦ σώματος ῥώμην ἐν τοῖς ἀσθενέσι καὶ ὑπὸ νόσου ἢ γήρως διεφθαρμένοις. ἔτι δὲ ὁ μεγαλόψυχος οὐδὲ περιελεύσεται ζητῶν οὗ τιμηθήσεται (μικρὸν γὰρ καὶ τοῦτο), οὐδὲ ἐθελήσει ποτὲ παραγενέσθαι ὅπου πρωτεύουσιν ἄλλοι, ἵνα μὴ τύχῃ τῶν δευτερείων, τῶν πρωτείων ἄξιος ὤν. ἔστι δὲ οὐδὲ ἕτοιμος εἰς τὰς πράξεις, ἀλλὰ ἀργός τις καὶ μελλητής. ζητεῖ γὰρ ἀεὶ πράττειν μεγάλα καὶ μεγάλων ἕνεκα καὶ ὅθεν μεγάλη γίνεται τιμή· ταῦτα δὲ σπανίως συμπίπτει· καὶ διὰ τοῦτο ὀλίγα μὲν πράττει, μεγάλα δὲ καὶ ὀνομαστά. οὓς δὲ ἢ φίλους ἡγεῖται ἢ ἐχθρούς, φανερῶς καὶ μισεῖ καὶ φιλεῖ· γινώσκει γὰρ ἀσφαλῶς, ὅτι κατὰ τὸ δέον ἀμφότερα ποιεῖ, καὶ οὐ δέδοικε τὴν παρὰ τῶν πολλῶν ἀδοξίαν· μᾶλλον γὰρ φροντίζει τῆς ἀληθείας καὶ τοῦ δέοντος ἢ τῆς δόξης. καὶ διὰ τοῦτο φανερόμισός ἐστι καὶ φανερόφιλος· καὶ πάντα δέ, ἃ λέγει καὶ πράττει, φανερῶς καὶ λέγει καὶ πράττει, διὰ τὸ καταφρονεῖν ὡς εἴρηται τῆς παρὰ τῶν πολλῶν δόξης. διὰ τοῦτο καὶ παρρησιαστικός ἐστι καὶ ἀεὶ ἀληθεύει, εἰ μή που εἰρωνεύοιτο πρὸς τοὺς πολλοὺς καὶ τὰ μικρὰ λέγοι περὶ ἑαυτοῦ διὰ τὸ μὴ βούλεσθαι παρὰ φαύλων ἀνθρώπων τιμᾶσθαι.
75
συζῇ δὲ καὶ συνδιάγει οὐ τῷ τυχόντι ἀλλὰ τῷ φίλῳ· τὸ γὰρ τῷ μὴ φίλῳ συνεῖναι καὶ τραπέζης καὶ στέγης κοινωνεῖν οὐ μεγαλόψυχον ἀλλὰ δουλικὸν καὶ κολακικὸν καὶ ταπεινόν· ταπεινοὶ γὰρ οἱ κόλακες καὶ τὸ ἀνάπαλιν οἱ ταπεινοὶ πάντες κόλακές εἰσιν. ἔτι δὲ οὐδὲ θαυμαστικός τις ὁ μεγαλόψυχός ἐστι, τὰ τυχόντα ὑπερθαυμάζων· οὐδὲν γὰρ αὐτὸς νομίζει μέγα. ἀλλʼ οὐδὲ μνησίκακος· μικρὰν γὰρ καὶ τὴν παρὰ τῶν ἐχθρῶν βλάβην ἡγεῖται, καὶ μηδὲν αὐτῷ δυναμένην λυμήνασθαι διὰ τὸ μέγεθος τῆς ἀρετῆς, ἄλλως τε καὶ τὸ ἀπομνημονεύειν καὶ τῶν παρεληλυθότων ποιεῖσθαι λόγον, καὶ ταῦτα καὶ κακῶν, μικροψύχου τινός ἐστι· τὸ δὲ παρορᾶν μεγαλοψύχου. ὃς γὰρ ὧν εὖ πέπονθεν οὐδαμῶς ἀξιοῖ μεμνῆσθαι, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται, διὰ τὸ μὴ μέγα εἶναι καὶ ἄξιον αὐτοῦ τὸ εὖ πάσχειν, πολλῷ μᾶλλον ὧν κακῶς πέπονθε παρά τινων οὐ μνησθήσεται. ἔτι δὲ οὐδὲ πράξεις τινὰς ἢ ἄλλων ἀνθρώπων ἀνέχεται καταλέγειν ἢ ἑαυτοῦ· οὔτε γὰρ τῶν ἐπαίνων αὐτῷ μέλει τῶν ἑαυτοῦ οὔτε τῶν ἄλλων. οὐδὲ πάλιν σπουδὴν ἔχει, ἵνα οἱ ἄλλοι ψέγωνται. οὐ τοίνυν οὔτε ἐπαινετικός ἐστιν οὔτε κακολόγος· οὐδὲ τοὺς ἐχθροὺς διασύρει, εἰ μή που παρόντας· τὸ γὰρ ἀπόντας λοιδορεῖσθαι οὐ μεγαλοψύχου. περὶ δὲ ἀναγκαίων ἢ μικρῶν οὐ σφόδρα ἱκετεύει ἢ ὀλοφύρεται, ἐάν τινος δεηθῇ· ὁ γὰρ μηδὲν μέγα ἡγούμενος, μηδὲ σπουδάζων περὶ οὐδὲν τῶν ἀνθρωπίνων, πῶς δύναται οὕτως ἀγεννῶς ἔχειν; ἀεὶ δὲ τὸ καλὸν τοῦ κέρδους προτιμῶν βελτίω νομίζει τὰ καλὰ καὶ ἄκαρπα τῶν καρπίμων καὶ ὠφελίμων, ἂν μὴ καλὰ ὦσιν. ὁμοίως ἐπί τε κτημάτων καὶ δένδρων καὶ οἰκετῶν· οὐ γὰρ χρηματιστὰς ἀλλὰ τοὺς καλοὺς καὶ ἀγαθοὺς κτήσεται τῶν οἰκετῶν. καὶ κίνησις δὲ τοῦ μεγαλοψύχου βραδεῖα δοκεῖ εἶναι καὶ ἡ φωνὴ βαρεῖα καὶ λέξις στάσιμος· οὐ γὰρ δυνατὸν σπεύδειν τὸν περὶ ὀλίγων φροντίζοντα (ὀλίγα γὰρ αὐτῷ ἃ θαυμάζουσιν οἱ πολλοί), οὐδὲ σύντονον εἶναι τὸν οὐδὲν μέγα οἰόμενον· σπεύδουσι γὰρ καὶ ὀξυφωνοῦσιν οἱ περί τι σφόδρα ἐπτοημένοι καὶ πολλὴν αὐτοῦ ποιούμενοι φροντίδα. ὁ μὲν οὖν μεγαλόψυχος τοιοῦτος. ὁ δὲ ἐλλείπων μικρόψυχο ς , ὁ δὲ ὑπερβάλλων χαῦνος · οὐκ εἰσὶ δὲ οὐδὲ οὗτοι κακοί· οὐ γὰρ κακοποιοί εἰσιν ἀλλὰ μόνον ἡμαρτημένοι, καθόσον τοῦ δέοντος ἐκπίπτουσι καὶ τοῦ μέσου. ὁ μὲν γὰρ μικρόψυχος ἄξιος ὢν ἀγαθῶ ν , ἀγνοεῖ ἑαυτὸν καὶ ἀποστερεῖ ἑαυτὸν ὧν ἐστιν ἄξιος. καὶ τοῦτο τὸ μέρος κακός ἐστιν ἑαυτῷ, μὴ εὖ ποιῶν ἑαυτὸν διὰ τὸ ἀγνοεῖν τὰ αὑτῷ προσήκοντα· εἰ γὰρ ᾔδει, ὠρέγετο ἄν, ἀγαθῶν ὄντων· ὁ τοιοῦτος δὲ ἠλίθιος μὲν οὐκ ἂν λέγοιτο ἀλλὰ μᾶλλον νωθρός. οὐ μόνον δὲ τοῦτο τὸ μέρος ὁ μικρόψυχος ἑαυτὸν βλάπτει ἀλλὰ καὶ ἕτερον τρόπον· καὶ γὰρ διὰ τὸ ἀγνοεῖν ἑαυτὸν καὶ χείρων γίνεται τοὺς τρόπους· τῶν γὰρ ἀγαθῶν καὶ γενναίων πράξεων καὶ τῶν καλῶν ἐπιτηδευμάτων ἀφίσταται, ὡς ἀνάξιος ὢν αὐτῶν· ὁμοίως δὲ καὶ τῶν ἐκτὸς ἀγαθῶν ἀπέχεται, νομίζων ὑπὲρ τὴν ἀξίαν αὐτοῦ ταῦτα εἶναι. ὁ δὲ χαῦνος καὶ ἠλίθιος καὶ ἑαυτὸν ἀγνοῶν τοῖς ὑπὲρ τὴν ἀξίαν ἐπιχειρεῖ. ἀρετῇ μὲν οὐκ ἔχων κοσμεῖσθαι, κοσμούμενος δὲ ἐσθῆτι καὶ σχήματι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· καὶ σεμνός τις εἶναι διὰ τούτων νομίζων, εὐτυχής τις ἐθέλει δοκεῖν· καὶ πειρᾶται φανερὰ ποιεῖν ἀεὶ τὰ εὐτυχήματα ἑαυτοῦ καὶ περὶ αὐτῶν ἀεὶ λέγει, ὡς διὰ τούτων τιμηθησόμενος.
ἀμφοτέρων δὲ ἀντικειμένων τῇ μεγαλοψυχίᾳ, τῆς τε μικροψυχίας καὶ τῆς χαυνότητος, ἡ μικροψυχία μᾶλλον ἀντίκειται, ὅτι μᾶλλον γίνεται, καὶ χεῖρόν ἐστι κακόν· τοῦ γὰρ ἔχοντος τὸ ἦθος χεῖρον ποιεῖ καὶ τὴν ἀρετὴν ἐλαττοῖ, καθὼς εἴρηται· ἡ δὲ χαυνότης φαῦλον μέν ἐστι διʼ ἑαυτήν, τὸν δὲ ἔχοντα οὐ ποιεῖ κατὰ τὰ ἄλλα φαυλότερον· οὐδὲν γὰρ ἀγαθόν, ὧν ἔχει, ὁ χαῦνος ἀπόλλυσι διὰ τὴν χαυνότητα, ἀλλὰ μᾶλλον ἐνίοτε διὰ τοῦτο καὶ καλοῖς καὶ ἀγαθοῖς ἔργοις ἐπιχειρεῖ, ἄξιον ἑαυτὸν ἡγούμενος τῶν τοιούτων. ἔτι δὲ ἡ μὲν χαυνότης οὐκ ἀεὶ αὔξει· ἀπὸ γὰρ τῆς πείρας ὁ χαῦνος ἐπιγνώμων ἑαυτοῦ γίνεται· ἣν γὰρ ζητεῖ τιμὴν οὐ λαμβάνων ὡς ἐπὶ τὸ πλεῖστον, ἀναγκάζεται σωφρονεῖν. καὶ διὰ τοῦτο ἡ χαυνότης εὐαπάλλακτόν ἐστι, καὶ οὐ δύναται παραμένειν· ἡ δὲ μικροψυχία ἀεὶ προχωρεῖ. τοῦ γὰρ ἤθους, ὥσπερ εἴρηται, χεῖρον διατεθέντος, καὶ τὸ φρόνημα ἐλαττοῦται· τοῦ φρονήματος δὲ ἐλαττωθέντος, καὶ ὁ τρόπος γίνεται χείρων καὶ τὸ φρόνημα διὰ τοῦτον· καὶ οὕτως ἡ μικροψυχία ἀεὶ προχωρεῖ. καὶ ἀπὸ τῆς πείρας δὲ ὁ μικρόψυχος οὐ γίνεται βελτίων· οἷς γὰρ ἔργοις ἐπιχειρεῖ, ῥᾳδίως ταῦτα περαίνων (μικρὰ γὰρ καὶ τῆς δυνάμεως ἐλάττω) τὴν ἰδίαν ἀρετὴν ὥσπερ ἀγνοεῖ. καὶ τιμὴν δὲ ζητῶν ἐλάττω τῆς ἀξίας οὐδένα λυπεῖ, καὶ διὰ τοῦτο οὐδὲ ἐξελεγχόμενος θεραπεύεται, καθάπερ ὁ χαῦνος. διὰ ταῦτα τοίνυν ἡ μικροψυχία χεῖρόν ἐστι κακὸν τῆς χαυνότητος καὶ δυσαπαλλακτότερον· ὅθεν μᾶλλον ἀντίκειται τῇ μεγαλοψυχίᾳ. Περὶ τῆς ἐν φιλοτιμίᾳ μεσότητο ς . κε φ . ϛ ʹ . Ἡ μὲν οὖν μεγαλοψυχία περὶ τιμὴν μεγάλην ἐστί, καθὼς εἴρηται. ἔστι δὲ καὶ ἄλλη τις ἀρετὴ περὶ τὴν τιμήν, ἥτις λόγον ἔχει πρὸς τὴν μεγαλοψυχίαν, ὃν ἡ ἐλευθεριότης πρὸς τὴν μεγαλοπρέπειαν · ὡς γὰρ ἡ μεγαλοπρέπεια διαφέρει τῆς ἐλευθεριότητος τῷ μεγάλῳ, περὶ τὰ χρήματα καὶ αὐτῆς οὔσης, οὕτως ἡ μεγαλοψυχία τῆς τοιαύτης ἀρετῆς διαφέρει, τῷ περὶ μεγάλας εἶναι τιμάς, αὐτῆς περὶ τὰς μικρὰς οὔσης. ὥσπερ γὰρ ἐν λήψει καὶ δόσει χρημάτων μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, οὕτω καὶ ἐν τῇ ὀρέξει τῆς τιμῆς ἔνι λαβεῖν μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν. ἔστι γὰρ δυνατὸν ἐφίεσθαι τιμῆς πλέον ἢ δεῖ καὶ ἔλαττον τοῦ δέοντος καὶ πάλιν κατὰ τὸ δέον καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· ψέγομεν γὰρ καὶ ἐπαινοῦμεν πολλοὺς ἐπὶ τιμῆς ὀρέξει, ὅθεν δῆλον, ὅτι οἱ μὲν ὡς δεῖ ταύτης ἐφίενται, οἱ δὲ οὐχ ὡς δεῖ· τούτων δὲ οἱ μὲν ὑπερβαίνουσι τὸ δέον, οἱ δὲ ἐλλείπουσι. καὶ γὰρ ψέγομεν τὸν φιλότιμον ὡς πλέον ἢ δεῖ τιμῆς ἐφιέμενον· ψέγομεν δὲ καὶ τὸν ἀφιλότιμον ὡς μηδὲ ἐπὶ τοῖς καλοῖς ἐθέλοντα τιμᾶσθαι. ἐνίοτε δὲ καὶ τὸν φιλότιμον ἐπαινοῦμεν ὡς ἀνδρώδη καὶ φιλόκαλο ν , τὸν δὲ ἀφιλότιμον ὡς μέτριον καὶ σώφρον α , ὡς καὶ ἐν τοῖς πρώτοις εἴπομεν · γίνεται γὰρ τοῦτο διὰ τὸ ἐοικέναι τὰ ἄκρα τῇ μεσότητι καὶ διὰ τὸ τὴν μεσότητα ἀνώνυμον εἶναι καὶ διὰ τοῦτο ὀνομάζεσθαι ἀπὸ τῶν ἄκρων.
καὶ οὐδὲν κωλύει τὴν μεσότητα φιλοτιμίαν ὀνομάζεσθαι ἢ ἀφιλοτιμίαν. ὁ γὰρ φιλότιμος καὶ ὁ φιλοχρήματος πολλαχῶς δύναται λέγεσθαι, ἐπεὶ καὶ τὸ φιλεῖν κατὰ πολλοὺς τρόπους δύναται εἶναι· ἔστι γὰρ καὶ ὑπὲρ τὸ δέον φιλεῖν τι καὶ παρὰ τὸ δέον καὶ ὡς δεῖ· ὥστε καὶ τὸ ὄνομα οὕτως ἂν ἔχοι, καὶ λέγοιτο ἂν φιλοτοιοῦτος εἰκότως καὶ ὁ ὡς δεῖ καὶ ὁ μὴ ὡς δεῖ φιλῶν· ὥστε ὅταν τινὰ φιλότιμον ὀνομάζοντες ἐπαινῶμεν, νομίζομεν ὑπερβάλλειν μὲν ἐν τῇ τῆς τιμῆς ὀρέξει, ἀλλʼ οὐ τὸ δέον ἀλλὰ τοὺς πολλούς· ὅταν δὲ ψέγωμεν τὸν φιλότιμον, τὸν ὑπερβάλλοντα τὸ δέον φιλότιμον ὀνομάζομεν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀφιλοτίμου ἔχει. ἔστι τοίνυν μεσότης ἐν τῇ τῆς μετρίας τιμῆς ὀρέξει, εἰ καὶ ἀνώνυμός ἐστιν· ἐν οἷς γάρ ἐστιν ὑπερβολὴ καὶ ἔλλειψις, ἀνάγκη καὶ τὸ μέσον εἶναι· ὥστε ἐπεὶ ὀρέγονται τιμῆς καὶ πλέον τοῦ δέοντος καὶ ἔλαττον, ἀνάγκη καὶ τὴν μέσην ὄρεξιν εἶναι τὴν κατὰ τὸ δέον γινομένην, ἥτις ἐπαινεῖται. καὶ ἔστιν ἀρετὴ ἀνώνυμος· φαίνεται δὲ πρὸς μὲν τὴν φιλοτιμίαν τὴν ἀκρότητα συγκρινομένη ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν φιλοτιμία· πρὸς ἀμφοτέρας δὲ τὴν φιλοτιμίαν καὶ τὴν ἀφιλοτιμίαν συγκρινομένη ἀμφότερα δοκεῖ, καθόσον ἀμφοτέρων μετέχει· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γίνεται. ἀεὶ γὰρ ἡ μεσότης τῶν ἄκρων μετέχουσα τοῖς ὀνόμασιν αὐτῶν ὀνομάζεται· καθόσον γὰρ φεύγει τὸ ἕτερον, πρὸς τὸ ἕτερον ἀποκλίνειν δοκεῖ· ἐπὶ ταύτης δὲ μᾶλλον, διότι ἀνώνυμός ἐστι. διὰ τοῦτο δὲ οὐδὲ ἀντικεῖσθαι δοκοῦσι τὰ ἄκρα μέσῳ τινί, ἀλλὰ μᾶλλον ἀλλήλοις· ἡ γὰρ ἀφιλοτιμία τῇ φιλοτιμίᾳ φαίνεται ἀντικεῖσθαι. Περὶ πραότητο ς . κε φ . ζ ʹ. Ἡ δὲ πραότης περὶ τὰς ὀργάς ἐστι μεσότης, ἧς ἡ μὲν ὑπερβάλλουσα ἕξις ὀργιλότης καλεῖται ἡ δὲ ἐλλείπουσα ἀνώνυμος. τὸ μὲν οὖν πάθος, περὶ ὃ ἡ πραότης, ὀργή ἐστι· τὰ δὲ κινοῦντα τὴν ὀργὴν πολλὰ καὶ διαφέροντ α. ὁ μὲν οὖν ὡς δεῖ καὶ ὅτε δεῖ καὶ ἐφʼ οἷς δεῖ ὀργιζόμενος ἐπαινεῖται· ὃς δὴ ὁ πρᾷός ἐστι. δοκεῖ γὰρ πρᾷος εἶναι ὁ ἀτάραχος καὶ μὴ ἀγόμενος ὑπὸ τοῦ πάθους ἀλλʼ αὐτὸς ἄγων τὸ πάθος, καθὼς ὁ ὀρθὸς προστάττει λόγος· δοκεῖ δὲ μᾶλλον πρὸς τὴν ἔλλειψιν ἀποκλίνειν, καθόσον οὐ τιμωρητικός ἐστιν ἀλλὰ μᾶλλον συγγνωμονικό ς. ἡ δὲ ἔλλειψις κακίζεται, εἴτε ἀοργησία καλεῖται εἴτε ὁτιδήποτε· τὸ γὰρ ἐν οἷς δέον μὴ ὀργίζεσθαι καὶ περιορᾶν προπηλακιζόμενον καὶ ἑαυτὸν καὶ τοὺς οἰκείους ἠλίθιον καὶ ἀνδραποδῶδες. ἡ δὲ ὑπερβολὴ κατὰ πάντα μὲν γίνετα ι· καὶ γὰρ ὅτε παρὰ τὸ δέον καὶ τοῦ τόπου καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος καὶ τοῦ προσώπου καὶ τῶν ἄλλων περιστάσεων ὀργίζεταί τις, ὑπερβάλλει.
〈οὐ μὴν ἀεὶ ὁ ὑπερβάλλων καὶ πάντῃ ὑπερβάλλει〉. σχεδὸν δὲ καὶ ἀδύνατον τοῦτο· τὸ γὰρ κακόν, εἰ κατὰ μηδένα τρόπον ἀγαθὸν εἴη, οὐ δύναται συστῆναι ἀλλὰ καὶ ἑαυτὸ ἀπόλλυσι· κἂν ὁλόκληρον ᾖ , ἀφόρητον γίνετα ι . οἱ μὲν οὖν ὀργίλοι ταχέως μὲν ὀργίζονται καὶ οἷς οὐ δε ῖ , παύονται δὲ ταχέως · ὃ καὶ βέλτιστον ἔχουσ ι· τοῦτο δὲ πάσχουσιν, ὅτι οὐ κατέχουσι τὴν ὀργὴν οὐδὲ κρύπτουσιν ἀλλὰ ἐξάγονται καὶ ἀμύνονται εὐθὺς διʼ ὧν ἔξεστιν· ἀμυνάμενοι δὲ ταχέως διὰ τὴν ὀξύτητα παύονται εὐθὺς τῆς ὀργῆς. καθʼ ὑπερβολὴν δέ εἰσιν ὀξεῖς οἱ ἀκρόχολοι καὶ πρὸς πᾶν ὀργίλοι καὶ ἐπὶ παντ ί· ὅθεν καὶ τὸ ὄνομα ἔχουσιν ἀπὸ τοῦ ἄκρου παρηγμένον. οἱ δὲ πικροὶ καὶ δυσδιάλυτοι καὶ πολὺν χρόνον ὀργίζοντα ι· οὐ γὰρ εὐθὺς φανεροῦσι τὸν θυμὸν ἀλλὰ κατέχοντες κρύπτουσι· παύονται δὲ τοῦ θυμοῦ, ἐπειδὰν ἀνταποδώσωσι κακὰ τοῖς λελυπηκόσιν. ἡ γὰρ τιμωρία ἡδονὴν αὐτοῖς ἐμποιεῖ καὶ διὰ τοῦτο τῆς λύπης ἀφίστησι· τούτου δὲ μὴ γινομένου τὸ βάρος ἔχουσι καὶ περιφέρουσι τὴν ὀργήν. διὰ γὰρ τὸ μὴ φανεροῦν τὴν ὀργὴν οὐδὲ παραμυθίας παρὰ τῶν ἀνθρώπων τυγχάνουσιν οὐδὲ παρακαλεῖ τις αὐτούς· ὅθεν καὶ κατέχουσιν αὐτήν, μέχρις ἂν αὐτὴ ὑφʼ ἑαυτῆς διαλυθῇ καὶ πεφθῇ· τοῦτο δὲ διὰ χρόνου γίνεται. οἱ τοιοῦτοι δὲ καὶ ἑαυτοῖς εἰσιν ὀχληροὶ καὶ τοῖς μάλιστα φίλοι ς. οὗτοι δὴ καὶ χαλεποὶ καλοῦνται, οἵτινες χαλεπαίνουσιν ἐφʼ οἷς οὐ δεῖ καὶ ὅτε μὴ δεῖ καὶ ὅσον οὐ δεῖ καὶ πλεῖστον ὀργίζονται χρόνον καὶ οὐ διαλλάττονται, εἰ μὴ ἀντιλυπήσουσι τοὺς λελυπηκότας. οὗτοι δὲ καὶ συνοικῆσαι χαλεποὶ καὶ βαρεῖς τοῖς ὁμοδιαίτοις. ἡ μὲν οὖν μεσότης ἡ πραότης ἐστίν, ὑπερβολὴ δὲ ἡ ὀργιλότης, ἔλλειψις δὲ ἀναισθησία τις ἂν καλοῖτο καὶ ἠλιθιότης ἢ ἀοργησία. ἀμφοτέρων δὲ ἀντικειμένων τῇ μεσότητι μᾶλλον ἀντίκειται ἡ ὀργιλότης ἢ ἡ ἀοργησία· χεῖρον γὰρ κακόν ἐστιν ἡ ὀργιλότης τῆς ἀοργησίας, ὅτι μᾶλλον γίνεται· ἐλάχιστοι γὰρ οἱ ἀόργητοι· καὶ ὅτι συνοικῆσαι ὁ μὲν ἀόργητος ἡδύς, ὁ δὲ ὀργίλος χαλεπός, καὶ διὰ τοῦτο χεῖρον τὸ κακόν· τὸ γὰρ ἥμερον τῶν ἀνθρώπων καὶ φιλάλληλον ἀναιρεῖ. ὅτι μὲν οὖν ἡ μεσότης ἐστὶ τὸ ἀγαθὸν καὶ ἡ ἀρετή, αἱ δὲ παρʼ ἑκάτερα ὑπερβολαὶ καὶ ἐλλείψεις κακά, δῆλον· καὶ εἴρηται ὅτι τὸ ὡς δεῖ ὀργισθῆναι καὶ ἐφʼ οἷς δεῖ καὶ ὅτε, τοῦτό ἐστιν ἡ μεσότης. μέχρι δὲ τίνος ὀργιζόμενοι καὶ ἐπὶ τίσι τὰ δέοντα ποιήσομεν καὶ τίς ὁ δέων τῆς ὀργῆς καιρὸς καὶ ὁ τόπος καὶ τὸ πρόσωπον καὶ τὰ τοιαῦτα, οὐ δυνατόν ἐστι διορίσασθαι· τὰ γὰρ κατὰ μέρος καὶ τὰ καθʼ ἕκαστα ἀόριστα, καθὼς καὶ περὶ τὰς ἀρχὰς εἴρηται· καὶ ἄλλοτε ἄλλα εἰσὶ τὰ προσήκοντα καὶ οὐδὲν τούτων ἐπὶ τοῦ αὐτοῦ ἕστηκε. τοῦτο δὲ μόνον δυνατὸν εἰπεῖν, ὅτι ἡ μὲν μέση ἕξις ἐπαινετ ή, αἱ δὲ ὑπερβολαὶ καὶ ἐλλείψεις ἐπὶ παντὸς πάθους κακίζονται· καὶ αἱ μὲν μικρὸν ἀφιστάμεναι τοῦ μέσου οὐ πάνυ γίνονται φανεραὶ καὶ διὰ τοῦτο οὐδὲ πάνυ ψέγονται, αἱ δὲ πλεῖστα καὶ πλεῖστα δοκοῦσι καὶ σφόδρα κακίζονται· ὅθεν δῆλον, ὅτι τῆς μέσης ἕξεως ἀνθεκτέο ν. Περὶ φιλίας καὶ τῶν πα ρ ’ ἑκάτερα κακιῶν δυσκολίας καὶ κολακεία ς .
79 (1n)
κε φ . η ʹ . Αἱ μὲν οὖν περὶ τὴν ὀργὴν ἕξεις εἴρηνται. εἰσὶ δὲ καὶ ἄλλαι ἕξεις ἐν ταῖς τῶν ἀνθρώπων κοινωνίαις ταῖς πρὸς ἀλλήλους, αἵτινες ἐν λόγοις καὶ ἐν πράγμασι γίνονται· περὶ ταύτας τοίνυν τὰς κοινωνίας δυνατὸν ἐπαινεῖσθαί τινα καὶ ψέγεσθαι. ἐπεὶ δὲ ἡ μὲν μεσότης ἐπαινετόν, ψεκτὸν δὲ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, φανερὸν ὅτι ἐν ταῖς κοινωνίαις ταύταις ὑπερβολὴ καὶ ἔλλειψίς ἐστι καὶ μεσότης· οἱ μὲν γὰρ ἄλυποι παντάπασι βούλονται εἶναι τοῖς ἐντυγχάνουσι καὶ πάντα ἐπαινοῦσι καὶ πᾶσιν ἀρέσκεσθαι βούλονται δοκεῖν καὶ οὐδενὶ περὶ οὐδενὸς ἀντιλέγουσιν· οἱ δὲ ἐκ διαμέτρου τούτοις ἔχουσι καὶ πάντας λυποῦσι καὶ πάντα ψέγουσι καὶ οὐδὲν αὐτοῖς τῶν γινομένων ἀρέσκει καὶ πᾶσι περὶ παντὸς ἀντιλέγουσιν. οὗτοι δὴ ἄμφω κακίζονται. ἐπαινεῖται δὲ ὁ κατὰ τὸ δέον ταῦτα ποιῶν καὶ ἃ μὲν δεῖ ψέγων, ἃ δὲ δεῖ ἐπαινῶν, καὶ ἀρεσκόμενος οἷς ἀρέσκεσθαι δεῖ. καλεῖται τοίνυν ὁ μὲν πάντα ἐπαινῶν ἄρεσκός τις καὶ κόλαξ, ὁ δὲ πᾶσιν ἐπιτιμῶν δύσκολος, ὁ δὲ τὸ γινόμενον σῴζων περὶ ἄμφω φίλος ἂν καλοῖτο· ἔοικε γὰρ τὸ κατʼ αὐτὸν φιλίᾳ· ὄνομα γὰρ ἴδιον τῆς τοιαύτης μεσότητος οὐκ ἔστιν ἀλλὰ ἀπὸ τοῦ ὁμοίου καλεῖται. ἡ γὰρ τοιαύτη ἕξις τὸ στέργειν προσλαβοῦσα φιλία ἐστί· διαφέρει γὰρ τῆς φιλίας, ὅτι ἄνευ τῆς στοργῆς γίνεται. οὐ γὰρ διὰ τὸ στέργειν ἢ ἐχθαίρειν ἀποδέχεται τὰ λεγόμενα καὶ πραττόμενα ἢ ψέγει, ἀλλʼ ἁπλῶς τοῦ ἀγαθοῦ ἕνεκα καὶ ὅτι τοιαύτην ἔλαβεν ἕξιν· ὁμοίως γὰρ διάκειται πρός τε τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ πρὸς τοὺς συνήθεις καὶ ἀσυνήθεις κατὰ ταύτην τὴν ἕξιν. ἐπαινεῖ γὰρ ἀεὶ καὶ ψέγει ἃ δεῖ καὶ ὅσον δεῖ, πλὴν οὐχ ὁμοίως παντάπασιν· ἐν οἷς γὰρ δεῖ λυπεῖν οὐχ ὁμοίως λυπήσει τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ τοὺς συνήθεις καὶ ἀσυνήθεις· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἡδονῆς· οὐ γὰρ τὰ αὐτὰ ἁρμόζει. καὶ διὰ τοῦτο πρὸς τὸ ἀγαθὸν ἀποβλέπων ἀεὶ καὶ τὸ συμφέρον ὁ σπουδαῖος καὶ λύπην ποιήσει καὶ ἡδονὴν τοῖς ἐντυγχάνουσιν. ἔστι γὰρ ἡ τοιαύτη ἕξις περὶ ἡδονὰς καὶ λύπας τὰς ἐν ταῖς ὁμιλίαις γινομένα ς. καὶ ὅσαι μὲν ἡδοναὶ οὐ πρὸς τὸ ἀγαθὸν ἀποβλέπουσι, ταύταις οὐ συνησθήσεται τοῖς ἐντυγχάνουσιν ἀλλὰ μᾶλλον ἡδομένοις δυσχερανεῖ· καὶ προαιρήσεται λυπηρὸς ὀφθῆναι μᾶλλον ἢ ἡδύς, τοῦ ἀγαθοῦ ἕνεκα, μάλιστα ἂν ἡ ἡδονὴ αἰσχύνην φέρῃ καὶ βλάβην τῷ ποιοῦντι μεγάλην· τότε γὰρ αἱρήσεται μᾶλλον λυπῆσαι καὶ αἰσχῦναι μικρόν, καὶ τῆς μείζονος ἀπαλλάξαι λύπης καὶ αἰσχύνης ἢ μικρὸν εὐφράναντα διὰ τοῦ συνησθῆναι τῇ μείζονι λύπῃ περιβαλεῖν. οὐχ ὁμοίως δὲ ὁμιλήσει τοῖς ἐν ἀξιώμασι καὶ τοῖς τυχοῦσιν, ἀλλʼ ἑκάστῳ ἀποδώσει τὸ πρέπον, καὶ κατὰ τὰς ἄλλας δὲ διαφορὰς τῶν ἐντυγχανόντων καὶ αὐτὸς διαφέρουσαν τὴν ὁμιλίαν ποιήσεται καὶ ἐπαινέσει ὡς δεῖ ἕκαστον καὶ ἐπιτιμήσει ὁμοίως ἐφʼ οἷς δεῖ καὶ ὅτε δεῖ· τὸ μὲν συνηδύνειν μάλιστα ζητῶν καὶ τοῦτο καὶ καθʼ ἑαυτὸ αἱρούμενος, τὸ δὲ λυπεῖν ἐλάχιστα καὶ μετρίως καὶ οὐ διʼ ἑαυτὸ ἀλλὰ τοῦ συμφέροντος ἕνεκα.
80
καὶ γὰρ ὅτε λυπεῖ ἕνεκά τινος μεγάλης ἡδονῆς, μετρίως λυπεῖ, τὸ φορτικὸν ἀεὶ εὐλαβούμενος. ὁ μὲν 〈οὖν〉 περὶ τὰς ἐν ταῖς ὁμιλίαις ἡδονὰς καὶ λύπας μέσος τοιοῦτος· οὐκ ὠνόμασται δὲ ἰδίῳ ὀνόματι ἀλλὰ φίλος καλεῖται διὰ τὴν πρὸς τὴν φιλίαν ὁμοιότητα, καθὼς εἴρηται. τῶν δὲ παρʼ ἑκάτερα ὁ μὲν ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα πάντα ἐπαινῶν καὶ πᾶσιν ἀρεσκόμενος τὸ ἡδὺς εἶναι μόνον ζητεῖ ἄρεσκος καλεῖται, εἰ δὲ ὅπως ὠφέλειά τις αὐτῷ γένηται εἰς χρήματα ἢ ὅσα διὰ χρημάτων, κόλαξ. ὁ δὲ ἐλλείπων δύσκολος καὶ δύσερις, ὃς πᾶσι δυσχεραίνει καὶ πᾶσιν ἐπιτιμᾷ. ὅτι δὲ καὶ ἐνταῦθα ἡ μεσότης ὃν εἴρηται τρόπον ἀνώνυμός ἐστιν, οὐ δοκεῖ μέσῳ τινὶ ἀντικεῖσθαι τὰ ἄκρα ἀλλὰ ἀλλήλοις. Περὶ ἀληθείας καὶ τῶν πα ρ ’ ἑκάτερα κακιῶ ν . κε φ . θ ʹ . Περὶ ταύτας δὲ τὰς πρὸς ἀνθρώπους ὁμιλίας καὶ ἕτεραι γίνονται ἕξεις. ἡ γὰρ πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλία διπλῆ ἐστιν· ἢ γὰρ περὶ τῶν λόγων ἢ τῶν ἔργων τοῦ συντυγχάνοντος γίνεται ἢ ἑκάστου περὶ τῶν ἑαυτοῦ. καὶ περὶ μὲν τὴν πρώτην αἱ εἰρημέναι γίνονται ἕξεις, περὶ δὲ τὴν δευτέραν ἄλλαι. ἢ γὰρ ψεύδεταί τις περὶ ἑαυτοῦ λέγων καὶ τῶν ἰδίων ἔργων ἢ ἀληθεύει· καὶ εἰ ψεύδεται, ἢ ἐλάττω λέγει τῶν ὄντων ἢ μείζω· εἰ μὲν οὖν ἀληθεύει καὶ οὔτε μείζω λέγει τῶν ὄντων οὔτε ἐλάττω, ἡ τοιαύτη ἕξις ἀλήθεια καλεῖται καὶ ὁ ἔχων ἀληθευτικός. εἰρωνεία δὲ καὶ ἀλαζονεία καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστα ἐπιτηδεύονται μὲν παρʼ ἐνίων καὶ τινὸς ἕνεκα, οἷον δόξης ἢ πλούτου ἢ ἄλλου τινὸς τῶν τοιούτων· εὑρίσκονται δὲ παρά τισι καὶ οὐδενὸς ἕνεκα. καί τινες ἐλάττω περὶ ἑαυτῶν λέγουσιν ὧν εἰσιν ἄξιοι καὶ αὖθις ἕτεροι μείζω, οὐχ ὅτι βούλονται οὕτω δοκεῖν ἀλλʼ ὅτι ἑαυτοὺς ἀγνοοῦσι· τοῦτο δὲ ἐλάχιστα συμβαίνει. ὡς γὰρ ἐπὶ τὸ πολύ, ἐάν τις οὐδενὸς ἕνεκα λέγῃ ἢ πράττῃ, οἷός ἐστι, τοιαῦτα καὶ λέγει καὶ πράττει καὶ οὕτω ζῇ. ἐπεὶ τοίνυν τὸ μὲν ψεῦδος ψεκτόν ἐστι καθʼ ἑαυτό, ἡ δὲ ἀλήθεια ἐπαινετόν, διὰ τοῦτο μεσότης μὲν κἀνταῦθα τὸ ἐπαινετόν, ἡ ἀλήθεια· ὑπερβολὴ δὲ καὶ ἔλλειψις τὰ ψεκτά, τὰ ψεύδη δηλονότι, ὧν ἡ μὲν ἀλαζονεία ὑπερβάλλει, ἡ δὲ εἰρωνεία ἐλλείπει. ἐροῦμεν δὲ περὶ ἑκατέρου ἀκριβέστερον· πρότερον δὲ περὶ τοῦ μέσου ἐροῦμεν. ἔστι τοίνυν ἀληθευτικὸς οὐχ ὁ ἀληθεύων ἐν ταῖς συμφωνίαις καὶ ἄλλοις τοιούτοις, ὅσα εἰς δικαιοσύνην ἢ ἀδικίαν συντείνει (τοῦτο γὰρ ἄλλης ἐστιν ἀρετῆς), ἀλλʼ ὅστις ἄνευ ἀνάγκης ἢ νομίμου ἢ δικαίου ἢ ἄλλου τινὸς πολιτικοῦ 〈ἀγαθοῦ〉 καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει, διὰ μόνον τὸ ἔχειν ἕξιν τῆς τοιαύτης ἀρετῆς καὶ τοῦ ἀγαθοῦ ἕνεκα· καὶ τοιαῦτα περὶ ἑαυτοῦ λέγει καὶ τοιοῦτος τοῖς ἄλλοις ἐθέλει δοκεῖν οἷος κατὰ ἀλήθειάν ἐστιν. οὗτος δὲ καὶ ἐπιεικὴς ἂν εἴη. ὁ γὰρ φιλαλήθης καὶ ἐν οἷς οὐκ ἔστιν ἀνάγκη πολλῷ μᾶλλον ἐν οἷς ἀληθεύειν ἀνάγκη διὰ τὸ πολιτικὸν ἀγαθόν· ὃς γὰρ εὐλαβεῖται τὸ ψεῦδος καθʼ ἑαυτό, διότι κακόν, ὅταν καὶ αἰσχρὸν τὸ αὐτὸ γένηται, καὶ οὐ μόνον ᾖ κακόν, ἀλλὰ καὶ τοῖς ἄλλοις δοκῇ τοιοῦτον, πῶς οὐ φεύξεται πάσῃ δυνάμει; ὁ μὲν οὖν ἀληθευτικὸς τοιοῦτος, καὶ ἔστιν ἐπαινετός, τὸ κακὸν καὶ αἰσχρὸν εὐλαβούμενος· ὃς εἰ δεήσει παρεκκλῖναι τοῦ μέσου, πρὸς τὴν ἔλλειψιν, οὐ πρὸς τὴν ὑπερβολὴν νεύσει· τοῦτο γὰρ ἐμμελέστερον δοκεῖ θατέρου διὰ τὸ τὰς ὑπερβολὰς ἐπαχθεῖς εἶναι.
ὁ δὲ ἀλαζὼν ὁ μείζω τῶν ὑπαρχόντων προσποιούμενος καὶ λόγοις καὶ ἔργοις. οὗτος δή, εἰ μὲν οὐδενὸς ἕνεκα προσποιεῖται, φαῦλος μὲν ἔοικεν εἶναι· οὐ γὰρ ἂν ἔχαιρε τῷ ψεύδει· μάταιος δὲ φαίνεται μᾶλλον ἢ κακό ς· εἰ δὲ τινὸς ἕνεκα προσποιεῖται, εἰ μὲν δόξης ἢ τιμῆς, οὐ λίαν ψεκτὸς ὁ ἀλαζών· ὁ δὲ ἕνεκα ἀργυρίου ἢ ὅσα εἰς ἀργύριον ἔρχεται, ἀσχημονέστερος. οὐ γάρ ἐστιν ἐν τῇ δυνάμει τοῦ ἀλαζόνος ἡ ἀλαζονεία· εἰ γὰρ οὕτως εἶχεν, οὐκ ἂν ἦν ψεκτόν· οὐ γὰρ ἂν ἦν τῶν ἑκουσίων καὶ ἐφʼ ἡμῖν, ἀλ λ ’ ἐν τῇ προαιρέσει ἐστ ί. καὶ διὰ τοῦτο καὶ αἰσχρόν ἐστι καὶ ψέγεται· ἕξις γάρ τίς ἐστιν ἡ ἀλαζονεία· καὶ κατά τινα ἕξιν ὁ ἀλαζὼν γίνεται, ὥσπερ καὶ ὁ ψεύστης, ὃς οὐ δόξης ἕνεκα ἢ χρημάτων προσποιεῖται, ἀλλʼ αὐτοῦ τοῦ ψεύδους ἕνεκα μόνον. οἱ μὲν οὖν δόξης ἕνεκα ἀλαζονευόμενοι τοιαῦτα προσποιοῦνται, ὅθεν ἔπαινος ἀκολουθεῖ ἢ εὐδαιμονισμός, οἱ δὲ κέρδους ἕνεκα ἀλαζονευόμενοι ἐκεῖνα προσποιοῦνται ὅσα τοὺς πέλας ὠφελοῦσιν, οἷον ἰατρικὴν ἢ μαντείαν. προσποιοῦνται γὰρ ἰατροί τινες εἶναι ἢ μάντεις σοφοί, ἵνα δόξαντες ὠφέλιμοι εἶναι τοῖς κεχρημένοις παρακερδαίνωσι τὰ ἐκείνων. τοιοῦτος μὲν οὖν ὁ ἀλαζών. εἴρων δέ ἐστιν ὁ τὰ ἐλάττω τῶν ὄντων προσποιούμενος. οὗτος δὴ χαριέστερος τοῦ ἀλαζόνος δοκεῖ· οὐ γὰρ κέρδους ἕνεκα προσποιεῖται ἀλλὰ φεύγων τὸ ὀγκηρὸν καὶ τὸ μέγας εἶναι δοκεῖν. ὃς μὲν οὖν εἰρωνευόμενος τὰ ἔνδοξα ἀπαρνεῖται, ὥσπερ καὶ Σωκράτης ἐποίει, χαρίεις τις εἶναι δοκεῖ, ὃς δὲ οὐ μόνον τὰ μεγάλα καὶ ἔνδοξα ἀλλὰ καὶ τὰ μικρὰ ἀπαρνεῖται, καὶ ἃ δῆλός ἐστι δυνάμενος ταῦτα προσποιεῖται μὴ δύνασθαι, ὁ τοιοῦτος βαυκοπανοῦργος λέγεται καὶ εὐκαταφρόνητός ἐστιν. ἐνίοτε δὲ καὶ ἀλαζὼν διὰ ταῦτα καλεῖται, οἷα ἐποίουν ἐν τοῖς ἱματίοις οἱ Λάκωνες· καὶ γὰρ καὶ ἡ ὑπερβολὴ καὶ ἡ λίαν ἔλλειψις ἀλαζονικό ν . οἱ δὲ μετρίως χρώμενοι τῇ εἰρωνείᾳ χαρίεντες φαίνονται, οἵτινες οὐ περὶ τὰ λίαν εὐτελῆ καὶ σφόδρα φανερὰ εἰρωνεύονται. οὕτω δὲ τῷ ἀληθευτικῷ τοῦ τε εἴρωνος καὶ τοῦ ἀλαζόνος ἀντικειμένου, μᾶλλον ἀντίκειται ὁ ἀλαζὼν ἢ ὁ εἴρων· χεῖρον γὰρ ἡ ἀλαζονεία, ὡς φανερόν ἐστιν ἐκ τῶν εἰρημένων. Περὶ εὐτραπελίας καὶ τῶν πα ρ ’ ἑκάτερα κακιῶ ν . κε φ . ι ʹ. Ἐπεὶ δέ ἐστιν ἄνεσίς τις καὶ ἀνάπαυσις ἐν τῷ βίῳ καὶ ἐν ταύτῃ τῇ ἀνέσει ἐστί τις διαγωγὴ μετὰ παιδιᾶς, δοκεῖ καὶ ἐνταῦθα εἶναί τις ὁμιλία ἀγαθὴ καὶ ἐμμελής, καὶ λέγειν οἷα δεῖ καὶ ὡς δεῖ τὸν ἀναπαύσεως δεόμενον· ὁμοίως δὲ καὶ οἷα δεῖ ἀκούειν καὶ ὡς δεῖ καὶ ὅτε δεῖ.
διαφέρει γὰρ τὸ τοιαῦτα λέγειν τοῦ τοιούτων ἀκούειν, ὅθεν δῆλον ὅτι ἔστι καὶ ἐν ταύτῃ τῇ ὁμιλίᾳ καὶ ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἡ μὲν οὖν ὑπερβολὴ βωμολοχία καλεῖται καὶ οἱ ἔχοντες βωμολόχοι καὶ φορτικοί, οἳ τῷ γελοίῳ ὑπερβάλλουσι καὶ μᾶλλον ζητοῦσι τὸ γέλωτα ποιῆσαι ἢ τὸ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενο ν. ἔλλειψις δὲ σκληρότης καὶ ἀγριότης καὶ οἱ ἔχοντες ἄγριοι καὶ σκληροί, οἵτινες οὔτε αὐτοὶ γελοῖον οὐδὲν λέγουσι καὶ τοὺς λέγοντας δυσχεραίνουσι καὶ μισοῦσιν. ἡ δὲ μεσότης εὐτραπελία καὶ οἱ ἔχοντες εὐτράπελοι, οἷον εὔτροπο ι· καὶ γὰρ τοῦ ἤθους εἶναι δοκοῦσιν αἱ τοιαῦται κινήσεις· οὗτοι δέ εἰσιν οἱ παίζοντες ἐμμελῶς καὶ ὡς δεῖ καὶ ὅτε. ὥσπερ γὰρ αἱ κινήσεις τὰ σώματα χαρακτηρίζουσιν, οἷον πῦρ μὲν ἡ εἰς τὸ ἄνω κίνησις καὶ πᾶν κοῦφον, βαρὺ δὲ ἡ εἰς τὸ μέσον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ἀπὸ τῶν ἔξω καὶ φαινομένων τοῦ ἀνθρώπου κινήσεων αἱ ἕξεις τῆς ψυχῆς φαίνονται καὶ τὰ ἤθη. ἐπεὶ δὲ οἱ μὲν σκληροὶ ἐλάχιστα γίνονται, πλεῖστοι δέ εἰσιν οἱ χαίροντες παιδιᾷ καὶ σκώμμασι, καὶ τὸ γελοῖον ἀγαθὸν δοκεῖ μᾶλλον ἢ τὸ σκυθρωπόν, διὰ τοῦτο οἱ βωμολόχοι εὐτράπελοι λέγονται, ὡς χαρίεντες καὶ ἡδεῖς· ὅτι δὲ οἱ βωμολόχοι τῶν εὐτραπέλων οὐ μικρῷ διαφέρουσι, καὶ ἐκ τῶν εἰρημένων δῆλον. οὗτοι δὲ οἱ εὐτράπελοι καὶ ἐπιδέξιοί εἰσι καὶ εὐτραπελία ἐπιδεξιότης ἂν εἰκότως καλοῖτο· τοῦ ἐπιδεξίου γάρ ἐστιν ἐκεῖνα καὶ λέγειν καὶ ἀκούειν οἷα τῷ ἐπιεικεῖ καὶ ἐλευθέρῳ ἁρμόττε ι . ἔστι γάρ τινα πρέποντα τῷ τοιούτῳ λέγειν ἐν παιδιᾶς μέρει καὶ ἀκούει ν· ἡ γὰρ τοῦ ἐλευθέρου παιδιὰ διαφέρει τῆς τοῦ ἀνδραποδώδους καὶ ἡ τοῦ πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. τοῦτο δὲ ἀπὸ τῶν κωμῳδιῶν γίνεται δῆλον τῶν τε παλαιῶν καὶ τῶν νέων· ἐν γὰρ ταῖς κωμῳδίαις οἱ μὲν φαύλους τινὰς καὶ ἀνδραποδώδεις ὑποκρινόμενοι γελοῖα καὶ ἡδέα ἡγοῦνται τὰ αἰσχρά, οἱ δὲ ἐλευθερίους τινὰς καὶ ἐπιδεξίους καὶ ἐπιεικεῖς ὑποκρινόμενοι τὰ μεθʼ ὑπονοίας· ταῦτα δὲ οὐ μικρῷ τινι διαφέρει ἀλλήλων πρὸς εὐσχημοσύνην. τίνα οὖν ἐροῦμεν εἶναι τὸν μέσον ἐν ταῖς παιδιαῖς; τὸν εὖ σκώπτοντα καὶ ὡς δεῖ ἄνθρωπον ἐλεύθερον, ἢ τὸν μὴ λυπηρὸν τοῖς ἀκούουσιν, ἢ καὶ χαρίεντα καὶ ἡδύν; καὶ τοῦτο ὁρισμὸς ἔσται τοῦ ἐν ταῖς παιδιαῖς μέσου. ἀλλὰ ἀόριστός τις καὶ οὗτος ὁ ὁρισμὸς εἶναι δοκεῖ· οὐ γὰρ τὸ αὐτὸ πάντες μισοῦσιν οὐδὲ τοῖς αὐτοῖς χαίρουσιν· ἀλλὰ ἄλλοις ἄλλα δοκεῖ ἡδέα καὶ λυπηρά· καὶ οἷς ἕκαστος χαίρει, τοιαῦτα καὶ λέγει καὶ ποιεῖ ἐν ταῖς πρὸς ἄλλους ὁμιλίαις· καὶ ἃ σκώμματα ἀκούων ἀνέχεται, ταῦτα καὶ λέγει· οὐ γὰρ πάντα ἐρεῖ. καὶ γὰρ καὶ οἱ νομοθέται ἔνια λοιδορεῖν κωλύουσ ι· λοιδόρημα δέ τί ἐστι καὶ τὸ σκῶμμα. ὅτι τοίνυν ἀόριστά εἰσιν ἃ μισοῦμεν καὶ οἷς χαίρομεν, διὰ τοῦτο χαλεπόν ἐστιν ἀκριβῶς ὁρίσασθαι τὸν ἐν ταῖς παιδιαῖς μέσον· ἀλλʼ αὐτὸς ὁ ἐλευθέριος καὶ χαρίεις οὕτως ἕξει, οἷον νόμος ὢν ἑαυτ ῷ.
τοιοῦτος μὲν οὖν ὁ μέσος, εἴτε εὐτράπελος εἴτε ἐπιδέξιος λέγεται. ὁ δὲ βωμολόχος σφόδρα ἐρῶν τοῦ γελοίου οὐδενὸς φείδεται τῶν γέλωτα ποιούντων οὔτε ἔργων οὔτε ῥημάτων καὶ οὔτε ἑαυτοῦ οὔτε τῶν ἀκουόντων ἀπέχεται, ἀλλʼ ἵνα μόνον κινήσῃ γέλωτα, καὶ ἑαυτὸν αἰσχύνει καὶ τοὺς ἀκούοντας, ἐκεῖνα λέγων καὶ πράττων, ὧν οὐδὲν οὔτε εἴποι ἂν οὔτε ποιήσειεν ὁ χαρίεις· ἔνια δὲ οὐδὲ ἀνάσχοιτο ἂν ἀκοῦσαι. ὁ δ ’ ἄγριος εἰς τὰς τοιαύτας ὁμιλίας ἀχρεῖο ς· οὔτε γὰρ αὐτὸς ἡδύς ἐστι καὶ τοὺς ἄλλους οὕτως ἔχοντας δυσχεραίνει· καὶ οὗτος δὲ κακίζεται διὰ τὸ ἀναγκαῖον εἶναι πρὸς τὸν ἀνθρώπινον βίον καὶ τὴν ἀνάπαυσιν καὶ τὴν παιδιάν. τρεῖς γάρ εἰσι μεσότητες ἐν τῷ βίῳ περὶ τὰς πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλίας· μία μὲν περὶ τὴν ἀλήθειαν, ἥτις παρʼ ἑκάτερα τήν τε ἀλαζονείαν καὶ τὴν εἰρωνείαν ἔχει, δύο δὲ περὶ τὸ ἡδύ· ὧν ἡ μέν ἐστιν ἡ λεγομένη φιλία, ἥτις παρʼ ἑκάτερα τήν τε κολακείαν καὶ τὴν δυσκολίαν ἔχει, ἑτέρα δὲ ἡ εὐτραπελία καὶ ἐπιδεξιότης, ἧς παρʼ ἑκάτερα ἡ βωμολοχία καὶ ἡ σκληρότης καὶ ἡ ἀγριότης ἐστίν· ἄμφω γὰρ ἡδονήν τινα ποιοῦσι τῷ βίῳ, ὅ τε φίλος καὶ ὁ εὐτράπελος. Περὶ αἰδοῦ ς , ὅτι οὐκ ἔστιν ἀρετ ή . κε φ . ια ʹ. Ἡ δὲ αἰδὼς οὐκ ἔστιν ἀρετή· οὐ γάρ ἐστιν ἕξις ἀλλὰ μᾶλλον πάθος· ὃ δῆλον ἀπὸ τοῦ ὁρισμοῦ· ὁρίζεται γὰρ φόβος ἀδοξίας. συμβαίνει γὰρ τῷ αἰδουμένῳ παραπλήσιον τῷ περὶ τὰ δεινὰ φοβουμένῳ· ἐρυθραίνεται γάρ, ὥσπερ ὠχριᾷ ὁ φοβούμενος τὸν θάνατον· ἄμφω γὰρ σωματικά πως φαίνονται εἶναι, ἥ τε αἰσχύνη καὶ ὁ φόβος τῶν δεινῶν· τὰ τοιαῦτα δὲ πάθη μᾶλλον δοκοῦσιν, οὐχ ἕξεις λέγονται. τοῦτο δὲ τὸ πάθος οὐ πάσῃ ἡλικίᾳ ἁρμόζει ἀλλὰ τῇ νέᾳ μόνον· δεῖ γὰρ τοὺς νέους αἰδήμονας εἶναι διὰ τὸ πολλὰ ἁμαρτάνειν· πολλὰ γὰρ ἁμαρτάνουσιν οἱ νέοι διὰ τὸ πάθει μᾶλλον ἄγεσθαι ἢ λόγῳ· συστελλόμενοι γὰρ ὑπὸ τῆς αἰδοῦς ἀμείνους γίνονται. διὰ τοῦτο τῶν μὲν νέων ὅσοι αἰδήμονες ἐπαινετοί, πρεσβύτερον δὲ οὐδεὶς ἂν ἐπαινέσειεν ὅτι αἰσχυντηλό ς· οὐ δεῖ γὰρ τὸν πρεσβύτερον ἐκεῖνα πράττειν ἐφʼ οἷς αἰσχύνη ἐστίν· οὐ γάρ ἐστιν ἡ αἰσχύνη τοῦ ἐπιεικοῦς, εἴπερ ἐστὶν ἐπὶ τοῖς φαύλοις. ἐπεὶ γὰρ τὰ μέν εἰσι κατὰ ἀλήθειαν αἰσχρά, τὰ δὲ οὐκ εἰσὶ μέν, δοκοῦσι δέ, δέον ἐστὶ φεύγειν ἀμφότερα τὸν ἐπιεικῆ· φεύγων δὲ τὰ αἰσχρὰ οὐδέποτε αἰσχυνθήσεται. τὸ γὰρ οἴεσθαι αὐτὸ τοῦτο ἐπιεικοῦς εἶναι τὸ αἰσχύνεσθαι, εἰ πράξειέ τι τῶν αἰσχρῶν καὶ τὸν οὕτως ἔχοντα ἐπιεικῆ νομίζειν ἄτοπον· ἡ γὰρ αἰδὼς ἐπὶ τῶν ἑκουσίων αἰσχρῶν γίνεται, ὁ δὲ ἐπιεικὴς οὐδὲν αἰσχρὸν οὐδέποτε πράξειεν ἂν ἑκουσίως. φαίνεται δὴ μὴ εἶναι τὴν αἰδῶ ἀρετήν τινα ἀλλὰ μᾶλλον πάθος· οὐ γὰρ ἀεὶ ἐπαινετόν ἐστιν οὐδὲ ἁπλῶς καὶ καθʼ ἑαυτὸ ἐπιεικὲς ἂν λέγοιτο, ἀλλʼ ἐξ ὑποθέσεως, οἷον εἰ γένοιτο ἁμαρτεῖν τινα, ἐπιεικές ἐστιν αἰδεῖσθαι· οὐχ οὕτω δὲ ἔχουσιν αἱ ἀρεταί· ἕξεις γάρ εἰσι διὰ παντὸς ἐγκείμεναι τῇ ψυχῇ.
εἰ δὲ καὶ μεσότης τις εἶναι δοκεῖ καὶ ἔστι μεταξὺ τῆς τε καταπλήξεως καὶ τῆς ἀναισχυντίας, καὶ ἐπαινεῖται μὲν ὁ αἰδήμων, κακίζονται δὲ οἵ τε ἀναίσχυντοι περὶ τὰ αἰσχρὰ καὶ οἱ πλέον τοῦ δέοντος αἰδήμονες, οἱ λεγόμενοι καταπλῆγες, οὐδὲν μᾶλλον διὰ τοῦτο ἀρετή ἐστιν ἡ αἰδώς· ἡ μὲν γὰρ ἀρετὴ μεσότης, ἡ δὲ μεσότης οὐ πᾶσα ἀρετή· οὐ γὰρ ἀντιστρέφει. οὐκ ἔστι δὲ οὐδὲ ἡ ἐγκράτεια ἀρετ ή, ἀλλά τις μικτή · δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερο ν . νῦν δὲ περὶ δικαιοσύνης εἴπωμε ν. ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ε .
85 (1t)
Περὶ δικαιοσύνη ς . κε φ . α ʹ. Σκεπτέον δὲ ἤδη περὶ δικαιοσύνης καὶ ἀδικίας, περὶ ποίας πράξεις εὑρίσκονται καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη καὶ τὸ δίκαιον τίνων μέσον καὶ τίνα τὰ παρʼ ἑκάτερα τοῦ δικαίου. σκεψώμεθα δὲ κατὰ τὴν αὐτὴν μέθοδον, μεθʼ ἧς καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἐσκεψάμεθα. ὁρῶμεν δὴ πάντας δικαιοσύνην ὀνομάζοντας ἕξιν τινά, ἣν ἔχοντες πρακτικοὶ τῶν δικαίων ἐσμὲν καὶ δικαιοπραγοῦμεν καὶ βουλόμεθα τὰ δίκαια. τὸν δὲ αὐτὸν τρόπον καὶ περὶ τῆς ἀδικίας· ἀδικίαν γὰρ ὀνομάζουσι, καθʼ ἣν ἀδικοῦμεν καὶ τὰ ἄδικα βουλόμεθα. ταύτας δὴ τὰς κοινὰς περὶ δικαιοσύνης καὶ ἀδικίας δόξας ὑποθώμεθα· καὶ ἔστω δικαιοσύνη καὶ ἀδικία ὡς ἐν τύπῳ ἕξις ἀφʼ ἧς βουλόμεθα τὰ δίκαια καὶ ἕξις ἀφʼ ἧς οὐ βουλόμεθα. δεῖ γὰρ προσκεῖσθαι ἀεὶ ταῖς ἀρεταῖς ταῖς ἠθικαῖς τὸ βούλεσθαι, καὶ ἀδύνατον ἄλλως αὐτὰς ὁρισθῆναι· διὰ τὸ βούλεσθαι γὰρ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὁ δίκαιος καὶ ὁ σώφρων γίνεται. ἐπὶ μὲν γὰρ τῶν ἐπιστημῶν καὶ δυνάμεων τὸ δύνασθαι μὲν ἀναγκαῖον, τὸ βούλεσθαι δὲ οὐκ ἀναγκαῖον· εἰ γάρ τις δύναιτο ὑγιάζειν, ἰατρός ἐστι, κἂν μὴ βούληται ὑγιάζειν· τὴν γὰρ ἕξιν τῆς ἰατρικῆς οὐδὲν κωλύει τὸ μὴ βούλεσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπὶ δὲ τῶν ἠθικῶν ἀρετῶν ἀνάπαλιν ἔχει. τὸ μὲν γὰρ δύνασθαι δίκαια πράττειν δυνατόν ἐστι καὶ τῷ ἀδίκῳ πολλάκις, τὸ δὲ βούλεσθαι μόνον ἐστὶ τοῦ δικαίου. ὅθεν δίκαιός ἐστι καὶ ὁ μὴ δυνάμενος μὲν πράττειν τὰ δίκαια, βουλόμενος δὲ καὶ ἕξιν ἔχων δικαιοσύνης· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ ἄδικος ἔχει. ἔτι δὲ πᾶσα δύναμις καὶ ἐπιστήμη τῶν ἐναντίων ἐστί· μιᾷ γὰρ ἐπιστήμῃ δυνατὸν τὰ ἐναντία εἰδέναι· μία γὰρ γνῶσίς ἐστι τοῦ ὑγιεινοῦ καὶ νοσώδους, ἡ ἰατρική, καὶ μιᾷ δυνάμει τὰ ἐναντία γίνονται, μία δὲ ἕξις οὐκ ἔστι τῶν ἐναντίων πρακτική· οὐ γὰρ ἀπὸ τῆς δικαιοσύνης τὰ ἄδικα πράττομεν καὶ δίκαια, ὥσπερ οὐδὲ αἱ νοσώδεις κινήσεις ταῖς ὑγιειναῖς αἱ αὐταί· γινώσκονται μέντοι αἱ ἐναντίαι ἕξεις ἀπὸ τῶν ἐναντίων.
εἰ γάρ τις γινώσκει τὴν εὐεξίαν εἶναι πυκνότητα σαρκός, εἴσεται τὴν καχεξίαν εἶναι μανότητα σαρκό ς. γινώσκονται δὲ αἱ ἕξεις καὶ ἀπὸ τῶν ἑκτῶν· ἕξις μὲν γάρ, φέρε εἰπεῖν, ἡ ὑγίεια· ἑκτὸν δὲ τὸ ὑγιεινόν, ὃ πρὸς ὑγίειαν φέρει· εἰ γὰρ γινώσκομεν ὑγιεινὸν εἶναι τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί, γινώσκομεν εὐεξίαν εἶναι τὴν ἐν σαρκὶ πυκνότητα. ἀκολουθεῖ δὲ κἀκεῖνο ταῖς ἕξεσιν ὡς ἐπὶ τὸ πλεῖστον· καὶ γὰρ ἐὰν πλεοναχῶς λέγηται ἡ ἑτέρα τῶν ἐναντίων ἕξεων, καὶ ἡ ἑτέρα πλεοναχῶς λέγεται, οἷον εἰ ἡ σωφροσύνη πολυσήμαντόν ἐστιν, καὶ ἡ ἀκολασία πολυσήμαντον ἔσται· καὶ εἰ ἡ δικαιοσύνη ὁμώνυμός ἐστι καὶ ἐπὶ πλειόνων λέγεται, καὶ ἡ ἀδικία τοῦτον ἕξει τὸν τρόπον. ὡς ἐπὶ τὸ πλεῖστον δὲ εἴρηται, ὅτι καὶ ἔστιν ἐν αἷς τῶν ἕξεων τὸ τοιοῦτον οὐ συμβαίνει, οἷον τὸ φιλεῖν τῷ μισεῖν ἐναντίον ἐστίν, ἀλλὰ τὸ μὲν φιλεῖν οὐχ ἁπλοῦν ἐστι· σημαίνει γὰρ τό τε ἀγαπᾶν καὶ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι· τὸ δὲ μισεῖν ἓν μόνον σημαίνει, τὴν ἔχθραν. τοιοῦτο δὲ ἐλάχιστα συμβαίνει· μάλιστα δὲ καὶ ὡς ἐπὶ τὸ πολὺ τὸ πλεοναχῶς λέγεσθαι τὴν ἕξιν, τῆς ἐναντίας πλεοναχῶς λεγομένης. ἐπεὶ τοίνυν καὶ ἡ δικαιοσύνη τῶν πλεοναχῶς λεγομένων ἐστί, καὶ ἡ ἀδικία τῶν πλεοναχῶς λεγομένων ἂν εἴη. δοκεῖ δὲ ἕν τι σημαίνειν τὴν δικαιοσύνην καὶ τὴν ἀδικίαν διὰ τὸ τὰ σημαινόμενα μὴ σφόδρα διαφέρειν ἀλλήλων· τότε γὰρ ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον γίνεται δῆλα, ὅτε τὰ σημαινόμενα πράγματα πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν διαφοράν, οἷον κλεὶς λέγεται ἥ τε ὑπὸ τὸν αὐχένα τοῦ ζῴου καὶ ᾗ τὰς θύρας κλείομεν· ἐνταῦθα γὰρ διὰ τὸ πολλὴν εἶναι τῶν πραγμάτων τὴν διαφοράν, φανερά ἐστιν ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον. ἐπεὶ τοίνυν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ἡ ἀδικία, εἰλήφθω ποσαχῶς λέγεται ὁ ἄδικος· ἐντεῦθεν γὰρ ληψόμεθα καὶ τὰ σημαινόμενα τῆς δικαιοσύνης. λέγεται τοίνυν ἄδικος ὅ τε παράνομος καὶ ὁ πλεονέκτης καὶ ὁ ἄνισος, ὥστε καὶ δίκαιος ἂν εἴη ὅ τε νόμιμος καὶ ὁ ἴσο ς· καὶ δίκαιον μὲν τὸ νόμιμον καὶ τὸ ἴσον, ἄδικον δὲ τὸ παράνομον καὶ τὸ ἄνισο ν . ἐπεὶ δὲ καὶ πλεονέκτης ἐστὶν ὁ ἄδικος, ἡ δὲ πλεονεξία περὶ τί ἐστιν ἀγαθόν, εἴη ἂν καὶ αὐτὸς περί τι πλεονεκτῶν ἀγαθόν. ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν· οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶναι οὐδὲ τῶν ἰατρῶν ἰατρικώτερος οὐδὲ τῶν ἐλευθερίων ἐλευθεριώτερος οὐδὲ ἄλλο οὐδὲν τῶν ἀγαθῶν, ὅσα αὐτά τε ἁπλῶς καὶ καθʼ ἑαυτά εἰσιν ἀγαθὰ καὶ αὐτὸν ἀγαθὸν ποιεῖ· ἀλλὰ περὶ ἐκεῖνα τῶν ἀγαθῶν ζητεῖ τοὺς ἄλλους ὑπερνικᾶν, ὅσα ἁπλῶς καὶ καθʼ αὑτά εἰσιν ἀγαθά, αὐτὸν δὲ οὐ ποιεῖ ἑαυτοῦ βελτίονα ἀλλὰ καὶ χείρω πολλάκις, οἷον χρήματα καὶ δυναστείαν καὶ σώματος εὐεξίαν· ταῦτα γὰρ ὕλη κακίας τῷ φαύλῳ γίνεται χείρονος· καὶ τὰ ἄλλα, ὅσα περὶ εὐτυχίαν ἢ ἀτυχίαν ἐστίν, ἅπερ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἑαυτοῖς εὔχονται καὶ διώκουσι. δεῖ δὲ οὐχ οὕτω ποιεῖν, ἀλλʼ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκειμένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ αὐτοῖς ἀγαθὰ καὶ ὅσα αὐτοὺς δυνήσεται βελτίους ποιεῖν.
ὁ δὲ ἄδικος εὔχεται μὲν αὐτῷ τὰ περὶ εὐτυχίαν ἀγαθὰ καὶ ἐν τούτοις ἀεὶ ζητεῖ τὸ πλέον ἔχειν, αἱρεῖται δὲ καὶ τὰ ἐλάττονα τῶν περὶ δυστυχίαν κακῶν· νομίζει γὰρ τὸ ἔλαττον κακὸν ἀγαθὸν εἶναι. καὶ διότι ὁ πλεονέκτης ἀεὶ καὶ ἡ πλεονεξία περὶ τὸ ἀγαθόν ἐστι, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶνα ι. ἔστι δὲ ὁ ἄδικος ἄνισος· τοῦτο γὰρ περιεκτικὸν ὄνομα καὶ κοινόν ἐστι πᾶσι τοῖς εἴδεσι τῆς ἀδικίας, ἡ ἀνισότης· καὶ γὰρ καὶ ὁ παράνομος ἄνισός τίς ἐστι καὶ πλεονέκτης. ἐπεὶ δὲ ὁ παράνομος ἄδικός τίς ἐστι καὶ ὁ νόμιμος δίκαιος, φανερὸν ὅτι πάντα τὰ νόμιμα δίκαιά πώς ἐστι· τὰ γὰρ ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά τέ ἐστι καὶ δίκαια λέγονται· ἕκαστον γὰρ τῶν νομίμων καὶ δίκαιον εἶναί φαμε ν· ὥστε περὶ ὅσα εἰσὶν οἱ νόμοι, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει. ἀλλʼ οἱ νόμοι περὶ ἁπάντων ἀγορεύουσι, στοχαζόμενοι τοῦ συμφέροντος ταῖς πολιτείαις ἁπάσαις, εἴτε δημοκρατίαν εἴτε ἀριστοκρατίαν εἴτε ἄλλην τινὰ τάττουσι πολιτείαν, προστάττοντες δὲ πάντα τὰ κατὰ πᾶσαν ἀρετὴν ἔργα, οἷον σώφρονα καὶ δίκαια καὶ ἀνδρεῖα. προστάττουσι γὰρ μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν, ὅπερ ἐστὶ τοῦ ἀνδρείου, καὶ μὴ μοιχεύειν μηδὲ ὑβρίζειν, ὅπερ ἐστὶ τοῦ σώφρονος ἔργον, καὶ μὴ τύπτειν μηδὲ κακουργεῖν, ὃ πραότητός ἐστιν· ὁμοίως δὲ καὶ τὰ τῶν ἄλλων ἀρετῶν καὶ κακιῶν τὰ μὲν κελεύει, τὰ δὲ ἀπαγορεύει. καὶ ὁ μὲν ἀκριβὴς νόμος καὶ ὀρθὸς κατὰ τὸν ὀρθὸν καὶ ἀκριβῆ λόγον, ὁ δὲ αὐτοσχεδίως καὶ ἀβασανίστως τιθεὶς οὐ πάνυ ἀκριβῶς καὶ ὡς προσῆκεν ἀλλὰ χεῖρον καὶ κελεύει καὶ ἀποτρέπει· κελεύει δʼ οὖν ὅμως καὶ ἀποτρέπει τὰ ἀγαθὰ καὶ τὰ φαῦλα· παντὸς γὰρ νόμου τόδε σκοπός ἐστιν. εἰ τοίνυν ὅσα νόμιμα, τοσαῦτα καὶ δίκαια, καὶ περὶ ἃ ὁ νόμος, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει, πᾶσαν ἀρετὴν ἡ δικαιοσύνη περιέχει, καὶ ἔστι τις ἀρετὴ τελεία διὰ τὸ πάσας τὰς ἀρετὰς περιέχειν, καὶ αὐτὴν εἶναι τὴν ὅλην ἀρετήν. τούτῳ γὰρ μόνῳ τῆς καθόλου ἀρετῆς ἡ δικαιοσύνη διαφέρει, ὅτι ἡ μὲν ἕξις ἐστὶ καθʼ ἑαυτὴν μόνον, ἡ δὲ δικαιοσύνη τελεία ἐστὶν ἕξις, οὐχ ἁπλῶ ς , ἀλλὰ πρὸς ἕτερον ἀναφερομένη· τὸ γὰρ χρῆσθαι πάσαις ἀρεταῖς πρὸς τὸ συμφέρον τῶν πέλας, τοῦτό ἐστιν ἡ δικαιοσύνη. καὶ διὰ τοῦτο κρατίστη δοκεῖ πασῶν ἀρετῶν, καὶ οὔθʼ ἕσπερος οὔθʼ ἑῷος ἀστὴρ οὕτω λαμπρός ἐστι καὶ θαυμαστὸς ὥσπερ ἡ δικαιοσύνη· καὶ παροιμιαζόμενοί φαμεν ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶ ς ’ ἀρετὴ ἔνι καὶ τελεία μάλιστα ἀρετ ή , ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστι ν. ὁ γὰρ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθα ι , ἀλ λ ’ οὐ μόνον κα θ ’ αὑτό ν. πολλοὶ γὰρ ἑαυτοὺς μὲν ταῖς ἀρεταῖς ὠφελοῦσιν, ἄλλοις δὲ διʼ αὐτῶν οὐ δύνανται βοηθεῖν· καὶ διὰ τοῦτο καλῶς ὁ τοῦ Βίαντος ἔχει λόγος ʼἀρχὰ δείξει ἄνδραʼ· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἀρχὴ ἢ ἡ πρὸς ἄλλους τῶν ἀρετῶν κοινωνία.
καὶ διὰ τοῦτο καὶ ἀλλότριον ἀγαθὸν εἶναι δοκεῖ ἡ δικαιοσύνη μόνη τῶν ἄλλων ἀρετῶν, ὅτι οὐχ ἑαυτῷ τὸ συμφέρον ἀλλὰ τοῖς ἄλλοις ζητεῖ, ἢ τῷ κοινῷ ἢ τῷ ἄρχοντι. ὁ μὲν οὖν ἑαυτόν τε βλάπτων τῇ μοχθηρίᾳ καὶ τοὺς φίλους κάκιστος, ὁ δὲ ταῖς ἀρεταῖς οὐ πρὸς τὸ οἰκεῖον κεχρημένος συμφέρον ἀλλὰ πρὸς τοὺς ἄλλους ἄριστός ἐστι· τοῦτο γὰρ ἔργον χαλεπό ν . αὕτη μὲν οὖν ἡ δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλ λ ’ ὅλη ἐστὶν ἡ ἀρετή· καὶ ἡ ἀδικία ὁμοίως οὐ μέρος ἐστὶ κακίας ἀλλʼ ὅλη κακία. τίνι δὲ διαφέρει ἡ καθόλου ἀρετὴ τῆς δικαιοσύνης ταύτης, εἴρηται. Περὶ τῆς μερικῆς δικαιοσύνη ς . κε φ . β ʹ. Ἔστι δὲ καὶ ἄλλη τις δικαιοσύνη, ἥτις ἐστὶ μερικὴ ἀρετή, ὥσπερ καὶ ἀδικία, ἥτις ἐστὶ μερικὴ κακία. σημεῖον δὲ τοῦ καὶ μερικὴν εἶναι δικαιοσύνην καὶ ἀδικίαν ἐκεῖνο ἂν εἴη· ὁ γὰρ ἐνεργῶν κατὰ τὰς ἄλλας μοχθηρίας ἄδικος μὲν λέγοιτο ἄν, πλεονέκτης δὲ οὐδαμῶς· οἷός ἐστιν ὁ ῥίψας τὴν ἀσπίδα διὰ δειλίαν ἢ ὁ λοιδορησάμενος τὸν πέλας διὰ χαλεπότητα καὶ τὸ μὴ δύνασθαι θυμοῦ κρατεῖν καὶ ὀργῆς, ἢ ὁ μὴ βοηθήσας χρήμασι διʼ ἀνελευθεριότητα· οὗτοι γὰρ πάντες ἄδικοί εἰσι, πλεονέκται δὲ οὐδαμῶς. ὥστε ὁ πλεονέκτης περὶ ἄλλην τινά ἐστι πονηρίαν, ὅτι μήτε περὶ μίαν τούτων ἐστὶν οὔτε περὶ πάσας· ψέγεται δὲ ὡς ἄδικος· ἔστιν ἄρα ἄλλη τις ἀδικία μερική, ὡς μέρος οὖσα τῆς ὅλης ἀδικίας, καὶ ἄδικόν τι μερικὸν μέρος τοῦ ὅλου ἀδίκου τοῦ παρὰ τὸν νόμον. ἔτι εἰ ὁ μὲν κέρδους ἕνεκα μοιχεύει καὶ προσλαμβάνει, ὁ δὲ ἡδονῆς ἕνεκα, καὶ διὰ τοῦτο ζημιοῦται καὶ ἀναλίσκει τὰ ὄντα, ὁ μὲν ἀκόλαστος ἂν λέγοιτο καὶ οὐ πλεονέκτης, ὁ δὲ πλεονέκτης καὶ ἄδικος, ἀκόλαστος δὲ οὐδαμῶς· ὥστε ἀδικία τίς ἐστι μὴ περιέχουσα τὴν ἀκολασίαν· καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῇ καθόλου ἀδικίᾳ ἀλλὰ μερική. ἔτι πᾶσα μὲν πονηρὰ πρᾶξις ἐπί τινα κακίαν ἀναφέρεται, οἷον τὸ μὲν μοιχεύειν εἰς ἀκολασίαν ἀνάγεται, τὸ δὲ φυγεῖν καὶ ῥῖψαι τὴν ἀσπίδα ἐπὶ δειλίαν, τὸ δὲ λοιδορήσασθαι καὶ πατάξαι ἐπὶ ὀργήν, τὸ δὲ κερδᾶναι τὰ ἑτέρων καὶ οὐδαμόθεν ἑαυτῷ προσήκοντα εἰς οὐδὲν ἕτερον ἀναφέρεται ἢ ἐπὶ τὴν ἀδικίαν. ὥστε φανερό ν , ὅτι ἔστι τις ἀδικία ἄλλη μερικὴ συνώνυμος τῇ καθόλου· καὶ γὰρ ὁ ὁρισμὸς ἑκατέρας ἐν τῷ αὐτῷ ἐστι γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον χρῆσθαι τῷ ἀγαθῷ τὸ εἶναι ἔχουσι· διαφέρει δὲ ἡ μερικὴ τῆς καθόλου, ὅτι ἡ μὲν μερικὴ περὶ χρήματα ἢ σωτηρίαν ἢ διʼ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους ἢ εἴ τί ἐστιν ὄνομα κοινὸν τούτων ἁπάντων· ἡ δὲ καθόλου περὶ ἅπαντά ἐστι, περὶ ὅσα ὁ σπουδαῖος καταγίνεται. ὅτι μὲν οὖν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ὅτι ἔστι τις ἄλλη μερικὴ δικαιοσύνη παρὰ τὴν καθόλου ἀρετήν, δῆλον ἀπὸ τῶν εἰρημένων· τίς δέ ἐστιν αὕτη ἡ μερικὴ δικαιοσύνη, τοῦτο ἤδη ῥητέον. διωρισάμεθα μὲν οὖν, ὅτι τὸ ἄνισον καὶ τὸ παράνομόν ἐστι τὸ ἄδικον, δίκαιον δέ ἐστι τὸ νόμιμον καὶ τὸ ἴσον· ἡ μὲν οὖν καθόλου δικαιοσύνη ἐστὶ περὶ τὸ νόμιμον καὶ ἡ καθόλου ἀδικία περὶ τὸ παράνομον καὶ τὸ ἄνισον.
ἐπεὶ δὲ τὸ πλέον οὐ ταὐτόν ἐστι τῷ ἀνίσῳ, ἀλλʼ ἔστι τὸ μὲν ἄνισον ὥσπερ ὅλον, τὸ δὲ πλέον ὡς μέρος (τὸ γὰρ πλέον καὶ ἄνισον, οὐ πᾶν δὲ τὸ ἄνισον πλέον), ἔστι τις ἀδικία περὶ τὸ πλέον, καὶ περὶ τὸ ἄνισον ἄλλη· αἳ οὐκ ἂν εἶεν αἱ αὐταὶ ἀδικίαι, ἀλλʼ ἡ μὲν περὶ τὸ πλέον μερικὴ ἔσται ἀδικία, ἡ δὲ περὶ τὸ ἄνισον ἀδικία καθόλου. ἡ ἄρα μερικὴ ἀδικία, ἥτις ἔχει πρὸς τὴν τελείαν ἀδικίαν ὡς μέρος πρὸς ὅλον, περὶ τὸ πλέον ἐστί· καὶ αὕτη ἐστὶν ἡ λεγομένη πλεονεξία. ἀπὸ τούτων δὲ γινώσκεται καὶ ἡ μερικὴ δικαιοσύνη τί ἐστιν, ὡς ἐν τύπῳ· λεκτέον δὲ ἔτι περὶ αὐτῶν ἀκριβέστερον. Περὶ τῶν εἰδῶν τῆς μερικῆς δικαιοσύνη ς . κε φ . γ ʹ. Ἡ μὲν οὖν καθόλου δικαιοσύνη, καθὼς εἴρηται, τελεία ἐστὶν ἀρετὴ καὶ χρῆσις τῆς ὅλης ἀρετῆς (ὥσπερ καὶ ἡ ἀδικία παντελὴς κακία ἐστί)· καὶ γὰρ νόμιμός ἐστιν. ὁ δὲ νόμος οὐ μόνον τὰς πράξεις ἁπάσης ἀρετῆς κελεύει ποιεῖν, ὡς ἐν τοῖς εἰρημένοις ἐδείχθη, ἀλλὰ καὶ παιδεύει σπουδαίους τοὺς πολίτας γενέσθαι καὶ εἰς ἕξιν τῆς ὅλης ἐλθεῖν ἀρετῆς. οὐ γὰρ ταὐτὸν πράξεις ποιεῖν ἀρετῆς καὶ ἀρετῆς ἕξιν ἔχειν· καὶ διὰ τοῦτο ἄλλο ἐστὶ τὸ πολίτην εἶναί τινα ἀγαθὸν καὶ ἕτερον ἄνδρα εἶναι ἀγαθόν. ἀνὴρ μὲν γὰρ ἀγαθός ἐστιν ὁ ἕξιν ἀρετῆς ἔχων, πολίτης δὲ ἀγαθὸς ὁ πράττων ἀρετῆς ἔργα, διʼ ὧν τοὺς ἑαυτοῦ πολίτας ὠφελήσει κοινῇ, καὶ ὅλως ὁ πρὸς τοὺς πολίτας ὢν ἀγαθός. ὅθεν ἀπορήσειεν ἄν τις, πῶς τῆς πολιτικῆς ἐστιν ἡ παιδεία, καθʼ ἣν γίνεταί τις ἀνὴρ ἀγαθός· περὶ οὗ ὕστερον ἐροῦμεν. ἡ μὲν οὖν καθόλου δικαιοσύνη καὶ ἀδικία τοιαύτη. τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κα τ ’ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς, ὅταν διανέμειν δεήσῃ χρήματα ἢ τιμὴν ἢ ἄλλο τι τῶν ὅσα μερίζονται πρὸς τοὺς ἐν ταῖς πολιτείαις (ἐν τούτοις γάρ ἐστι καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ ἔλαττον καὶ τὸ μεῖζον· καὶ διὰ τοῦτο τὸ ὡς δεῖ μερίζειν καὶ διανέμειν δικαιοσύνης εἶδός ἐστιν), ἕτερον δὲ τὸ ἐν τοῖς συναλλάγμασι διορθωτικό ν . τούτου δὲ μέρη δύο διὰ τὸ καὶ τὰ συναλλάγματα εἰς δύο διαιρεῖσθαι μέρη. τῶν γὰρ συναλλαγμάτων τὰ μέν ἐστιν ἑκούσια, τὰ δὲ ἀκούσια. ἑκούσια μὲν πρᾶσις ὠνὴ δανεισμὸς ἐγγύη χρῆσις (ὅταν τις ἐπὶ μισθῷ τὴν ἰδίαν οἰκίαν ἢ τὸ ζῷον δώσῃ τινὶ χρήσασθαι), παρακαταθήκη μίσθωσις ἢ δούλου ἢ τεχνίτου· ἑκούσια δὲ λέγεται ταῦτα, ὅτι λαβὼν μέν τις ἢ χρησάμενος καὶ ἑκουσίως ἀποδώσει, καταρχὰς μέντοι ἑκουσίως ἔλαβε καὶ παρʼ ἑκόντος καὶ βουλομένου τοῦ διδόντος· καὶ διὰ τοῦτο ἑκούσια λέγονται· ἀκούσια δὲ τὰ μὲν λαθραῖα λέγονται, τὰ δὲ βίαια· λαθραῖα μέν, οἷον κλοπὴ μοιχεία φαρμακεία προαγωγεία, τὸ δοῦλον ἀπατῆσαί τινος, δολοφονία ψευδομαρτυρία · βίαια δέ, οἷον πληγαὶ δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμό ς.
90
συναλλάγματα δὲ καὶ τὰ τοιαῦτα λέγονται, ὅτι ὁ περὶ ταῦτα ἀδικῶν λαμβάνει μὲν λάθρα καὶ βιαίως ἢ χρήματα ἢ ἡδονήν· ἀποδίδωσι δὲ ἐν τῷ δικαστηρίῳ ἢ ζημίαν ἢ θάνατον ἢ τὸ αἰκισθῆναι ἢ τὸ ἀτιμασθῆναι. εἰσὶ τοίνυν δικαιοσύνης εἴδη δύο, τό τε περὶ τὴν διανομὴν καὶ τὸ περὶ τὰ συναλλάγματα· 〈τοῦ δὲ περὶ τὰ συναλλάγματα〉 τὸ μὲν περὶ τὰ ἑκούσιά ἐστι συναλλάγματα, τὸ δὲ περὶ τὰ ἀκούσια. ἐροῦμεν δὲ ἀκριβέστερον περὶ ἑκάστου. Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοῦ διανεμητικοῦ εἴδους τοῦ δικαίο υ . κε φ . δ ʹ. Ἔστι τοίνυν τὸ δίκαιον καὶ μέσον καὶ ἴσον καὶ ἀνάλογον καὶ ἡ δικαιοσύνη μεσότητος καὶ ἰσότητος καὶ ἀναλογίας ποιητική. καὶ μέσον μέν ἐστι τὸ δίκαιον, ὅτι μεταξύ ἐστι τοῦ τε πλείονος καὶ ἐλάττονος καὶ τοῦ ὑπὲρ τὸ δέον καὶ παρὰ τὸ δέον, ὥσπερ καὶ πᾶσαι αἱ ἀρεταί. καὶ τοῦτο κοινόν ἐστι τῇ δικαιοσύνῃ πρὸς τὰς ἄλλας ἀρετάς· τὸ δὲ ἴσον ἴδιόν ἐστι τῆς δικαιοσύνης, ὅτι ἑκάστῳ τὸ ἁρμόζον καὶ τὸ προσῆκον ἀποδίδωσι· καὶ ὃ δίδωσι τῷ λαμβάνοντι ἴσον ἐστί· τὰ γὰρ ἐφαρμόζοντα ἴσα. τὸ δὲ προσῆκον τρόπον τινὰ ἐφαρμόζει. ἄλλως τε ἐπεὶ ἡ ἀδικία ἀνισότης ἐστὶ καὶ τὸ ἄδικον ἄνισον, εἰκὸς ἂν εἴη τὴν δικαιοσύνην ἰσότητα εἶναι καὶ τὸ δίκαιον ἴσον· μέσον γάρ ἐστι τοῦ πλείονος καὶ τοῦ ἐλάττονος· ἐν ὁποίᾳ γὰρ πράξει τὸ πλέον ἐστὶ καὶ τὸ ἔλαττον, ἀνάγκη καὶ τὸ ἴσον εἶναι· καὶ χωρὶς δὲ λόγου τινὸς οὕτω πᾶσι δοκεῖ τὸ δίκαιον ἴσον εἶναι. ἀνάλογον δέ ἐστιν, ὅτι κατὰ τὴν διανομὴν ἀνάλογα τίθησι τὰ διανεμόμενα τοῖς λαμβάνουσι. καὶ τοῦτον τὸν λόγον ἔχει τὰ διδόμενα πρὸς ἄλληλα, ὃν οἱ λαμβάνοντες πρὸς ἀλλήλους· εἰ γὰρ ὁ Ἀχιλλεὺς τοῦ Αἴαντος διπλασίων, φέρε εἰπεῖν, κατὰ τὴν ἀρετήν, ἡ πρὸς τὸν Ἀχιλλέα τιμὴ τῆς πρὸς τὸν Αἴαντα διπλασίων δοθήσεται παρὰ τοῦ δικαίου. καὶ καθόσον μέν ἐστι μέσον, πολλῶν ἐστι, τὰ γὰρ ἔξω τοῦ μέσου ἐγγὺς ὄντα καὶ πόρρω μᾶλλον καὶ ἧττον πολλά, καθόσον δὲ ἴσον, δύο τινῶν ἐστι, τοῦ τε λαμβάνοντος καὶ τοῦ δώρου· τὸ γὰρ ἴσον τῶν πρός τι ὂν ἀεὶ δύο τινῶν ἐστι· καθόσον δὲ ἀνάλογόν ἐστι τὸ δίκαιον, τὸ ἐλάχιστον τεσσάρων ἐστίν· ἡ γὰρ ἀναλογία ἀεὶ τεσσάρων· ἡ γὰρ ἀναλογία δύο λόγων ἐστὶν ἰσότης, ὁ δὲ λόγος ἐν δυσίν ἐστιν ὅροις· ὥστε ἀνάγκην εἶναι τὴν ἀναλογίαν τεσσάρων εἶναι, οἷον λόγος ἐστὶν ὁ διπλάσιος, φέρε εἰπεῖν, ἢ ὁ τριπλάσιος· ὁ δὲ διπλάσιος δύο τινῶν ἐστι σχέσις τοῦ μὲν ὄντος διπλασίου, τοῦ δὲ ἡμίσεως, ὥσπερ ὁ εἴκοσι τοῦ δέκα· ὥστε δύο ἀνάγκη ὅρους ἐν τῷ ἑνὶ εἶναι λόγῳ. εἰ δὲ λάβοιμεν καὶ τὸν αὐτὸν λόγον ἐν ἄλλοις δυσὶν ὅροις, οἷον τῷ ιβʹ καὶ ϛʹ, ἀναλογίαν ποιήσομεν, καὶ ἔσται ὡς ὁ κʹ πρὸς τὸν ιʹ ὁ ιβʹ πρὸς ϛʹ· καὶ οὕτως ἀεὶ ἔσται ἡ ἀναλογία ἐν τέσσαρσι τὸ ἐλάχιστον· δυνατὸν γὰρ καὶ ἐν πλείοσιν εἶναι.
εἰ δὲ τρεῖς συμβαίνει πολλάκις ὅρους λαβεῖν καὶ ἀναλογίαν ποιῆσαι· ὥσπερ γὰρ ὁ κʹ πρὸς ιʹ, ὁ ιʹ πρὸς εʹ· ἀλλʼ ὅτι τὸν δέκα δὶς λαμβάνομεν, τέσσαρες γίνονται πάλιν. καλεῖται δὲ ἡ μὲν τοιαύτη ἀναλογία συνεχής, ἡ δὲ διὰ τεσσάρων ὅρων, διῃρημένη. ἑκατέραν δὲ γεωμετρικὴν ἀναλογίαν οἱ μαθηματικοὶ καλοῦσι διὰ τὸ καὶ ἄλλην ἀναλογίαν εἶναι, ἥτις ἀριθμητικὴ ἀναλογία καλεῖται. ἔστι δὲ ἀριθμητικὴ ἀναλογία, ὅταν τὸ αʹ ὑπερέχῃ τοῦ βʹ τοσοῦτον, ὅσον τὸ γʹ ὑπερέχει τοῦ δʹ. τὸ δὲ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν· τὸ δὲ αἴτιον ἐροῦμεν. ὑποκείσθω δὴ τὸ μὲν διανεμόμενον τιμή, πρὸς οὓς διανέμεται ὁ Ἀχιλλεὺς καὶ ὁ Αἴας· δεῖ δὴ λόγον ἔχειν τὴν τιμὴν πρὸς τὴν τιμήν, ὃν ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν ἡ τιμὴ τοῦ Ἀχιλλέως πρὸς τὸν Ἀχιλλέα, ἡ τιμὴ τοῦ Αἴαντος πρὸς τὸν Αἴαντα· καὶ συνθέντι, ὃν ἔχει λόγον ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν Ἀχιλλέα, τοῦτον ὁ τετιμημένος Αἴας πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν λόγον ἔχει ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν τετιμημένον Αἴαντα, τοῦτον ἔχει τὸν λόγον ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· αὕτη δὴ πᾶσα ἡ ἀναλογία τῷ διανεμητικῷ δικαίῳ προσήκει, ἥτις εὑρεθῆναι οὐ δύναται ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ, ἀλλʼ ἐν τῇ γεωμετρικῇ μόνον. καὶ ὅτι μὲν ἐν τῇ γεωμετρικῇ ἀναλογίᾳ ταῦτα τὰ εἴδη πάντα τῶν ἀναλογιῶν εὑρίσκονται, δείκνυσιν ὁ γεωμέτρης. ὅτι δὲ ἐν τῇ ἀριθμητικῇ οὐ δύναται εὑρεθῆναι, δῆλον ἐκεῖθεν· ἔστωσαν γὰρ ἀριθμοὶ τέσσαρες ἐν ἀριθμητικῇ ἀναλογίᾳ, ὁ δʹ καὶ ὁ γʹ, καὶ ὁ ϛʹ καὶ ὁ εʹ· ὑπερέχει δὴ ὁ δʹ τοῦ γʹ ὅσον ὑπερέχει ὁ ϛʹ τοῦ εʹ· ἀλλὰ συνθέντι οὐκ ἔσται ἀνάλογον ἀριθμητικῶς· συντεθέντα γὰρ ὁ ϛʹ καὶ ὁ εʹ ὑπερέξει τοῦ εʹ τῷ ϛʹ· ὁ δὲ δʹ καὶ γʹ συντεθέντα ὑπερέξει τοῦ γʹ τῷ δʹ· καὶ οὕτω διῃρημένα μὲν ἀνάλογον ἔχει ἀριθμητικῶς· ἡ αὐτὴ γὰρ ὑπεροχὴ τοῦ δʹ πρὸς τὸ γʹ, ἥτις ἐστὶ τοῦ ϛʹ πρὸς εʹ· συντεθέντα δὲ οὐκέτι ἀνάλογόν ἐστι· μᾶλλον γὰρ ὑπερέχει ὁ ιαʹ τοῦ εʹ, ἢ ὁ ζʹ τοῦ γʹ. διὰ ταῦτα δὴ τὸ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν καὶ οὐ κατὰ τὴν συνημμένην ἀλλὰ κατὰ τὴν διῃρημένην· τέσσαρας γὰρ εἶναι δεῖ τοὺς ὅρους τῷ ἀριθμῷ· οὐ γὰρ δυνατὸν τὸ [γὰρ] διδόμενον καὶ τὸν λαμβάνοντα ἓν εἶναι τῷ ἀριθμῷ. καὶ τὸ δίκαιον ἐκεῖνο ἀνάλογόν ἐστιν, ὅσον ἐστὶν ἐν ταῖς διανομαῖς, ὅταν ἕκαστος λάβῃ τὸ κατʼ ἀξίαν, ἢ τιμὴν ἢ χρήματα ἢ ἄλλο τι τῶν μεριζομένων· ὅθεν εἰρήνη γίνεται καὶ τάξις ταῖς πολιτείαις· ἀπὸ γὰρ τῶν ἐναντίων αἱ στάσεις καὶ μάχαι καὶ τὰ ἐγκλήματα, ὅταν ἢ οἱ ἴσοι μὴ ἴσα λάβωσιν, ἢ μὴ ἴσοι ἴσα. ὅτι δὲ ἀναλογίαν ζητεῖ ὁ μετὰ δικαιοσύνης ποιούμενος τὴν διανομήν, καὶ ἀπὸ τούτου δῆλον· τὸ γὰρ κατʼ ἀξίαν ἑκάστου, τοῦτο πάντες νομίζουσι δίκαιον· τὴν ἀξίαν δέ, διʼ ἥν τις τιμᾶται, οὐ τὴν αὐτὴν πάντες λέγουσιν· ἀλλʼ οἱ μὲν δημοκρατικοὶ τὴν ἐλευθερίαν λέγουσιν, οἱ δὲ ὀλιγαρχικοὶ τὸν πλοῦτον, οἱ δʼ ἀριστοκρατικοὶ ἀρετήν. ἐπεὶ τοίνυν διάφοροί εἰσιν αἱ ἀξίαι, εἴ τις μετὰ δικαιοσύνης βουληθείη τιμὴν διανεῖμαι κατὰ τὴν ἀξίαν ἑκάστῳ, οὐκ ἴσην ποιήσεται τὴν διανομὴν ἀλλὰ ἀνάλογον.
τὸ μὲν οὖν δίκαιον ἀνάλογον, καθὼς εἴρηται· τὸ ἄδικον δὲ τὸ ἔξω τοῦ ἀναλόγου, ὅταν ἡ διανομὴ κατὰ τὸ πλεῖον τῆς ἀξίας καὶ τὸ ἔλαττον γίνηται, ὅπερ καὶ ἐπὶ τῶν ἔργων τῶν ἄλλων τῆς ἀδικίας συμβαίνει. καὶ γὰρ ὁ ἀδικῶν τοῦ ἀδικουμένου πλεῖον ἀγαθὸν ἔχειν ζητεῖ, ὁ δὲ ἀδικούμενος ἔλαττον ἔχει· καὶ ἐπὶ τοῦ κακοῦ δὲ τὸ ἀνάπαλιν, ὁ μὲν ἀδικῶν ἔλαττον κακὸν ἔχει, ὁ δὲ ἀδικούμενος μεῖζον· διότι τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, καὶ ὡς μεῖζον ἀγαθὸν τὸ ἔλαττον κακὸν ζητεῖται. τὸ μὲν οὖν διανεμητικὸν εἶδος τοῦ δικαίου τοῦτό ἐστι. λέγομεν δὲ ἤδη περὶ θατέρου. Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κα τ ’ αὐτὸ ἀναλογία ς . κε φ . ε ʹ. Τὸ δὲ δεύτερον εἶδος τοῦ δικαίου τὸ διορθωτικόν, ὃ περὶ τὰ συναλλάγματά ἐστι, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ τὰ λαθραῖα καὶ τὰ βίαια. ἔστι μὲν καὶ αὐτὸ κατὰ ἀναλογίαν τινά, ἀλλʼ οὐ κατὰ τὴν γεωμετρικήν, καθʼ ἣν ὑπῆρχε τὸ πρῶτον εἶδος, τὸ διανεμητικόν, ἀλλὰ κατὰ ἀριθμητικήν. τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον ἀπὸ τῶν κοινῶν εἰς τοὺς πολίτας ποιούμενον τὴν διανομήν, ἀναλόγως ἑκάστῳ δίδωσι κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὴν εἰσφοράν, ἣν εἰς τὸ κοινὸν συνετέλεσεν· ἐπεὶ οὐ πάντες ὅμοιοι οὐδὲ πάντες ὁμοίως εἰσφέρουσιν· ὅθεν οὐ τὰ ἴσα ἀλλὰ τὰ ἀνάλογα δέχονται· τὸ δὲ διορθωτικὸν τῶν συναλλαγμάτων δίκαιον ὅρους μὲν ἔχει τὸν ἠδικηκότα καὶ τὸν ἠδικημένον. δίδωσι δὲ ἑκάστῳ οὐ τὸ ἀνάλογον ἀλλὰ τὸ ἴσον· τὴν γὰρ ἰσότητα, ἣν ὁ ἀδικῶν διαφθείρει, ἀφαιρούμενος ἀγαθόν τι τοῦ ἠδικημένου καὶ προστιθεὶς ἑαυτῷ, ταύτην ὁ δίκαιος ἀνακαλεῖται ζημιῶν τὸν ἀδικήσαντα τοσοῦτον ὅσον ἠδίκησε· καὶ οὕτως ἑκατέρῳ τὸ ἴσον δίδωσιν. οὕτω δὲ τεσσάρων γινομένων τῶν ὅρων, τοῦ τε ἀδικηθέντος καὶ τοῦ ἠδικηκότος, καὶ ὃ πέπονθεν ὁ ἀδικηθεὶς παρὰ τοῦ ἀδικήσαντος, καὶ ὃ πέπονθεν ὁ ἀδικήσας παρὰ τοῦ δικαστοῦ, συμβαίνει ἀναλογίαν εἶναι ἀριθμητικήν. ᾧ γὰρ ὑπερέσχεν ὁ ἀδικήσας τοῦ ἠδικημένου, τούτῳ ὑπερέχειν ποιεῖ ὁ δικαστὴς τοῦ ἀδικήσαντος τὸν ἠδικημένον· καὶ οὕτω συμβαίνει εἰκόνα τινὰ τῆς τοιαύτης ἀναλογίας τὸ διορθωτικὸν δίκαιον εἶναι. καὶ γὰρ εἰ καὶ ἐπιεικὴς μὲν ὁ ἀποστερῶν, φαῦλος δὲ ὁ ἀποστερηθείς, οὐδὲν πρὸς τὸ τοιοῦτον δίκαιον διαφέρει, οὐδὲ εἰ ὁ μὲν μοιχεύσας φαῦλος, ὁ δὲ ἀδικηθεὶς ἐπιεικής, ἀλλʼ ἀεὶ τὴν ἰσότητα ζητητέον τῷ διορθωτῇ· ὡς ἀδικηθεὶς γὰρ μόνον καὶ ὡς ἀδικούμενος ἑκάτερος λαμβάνεται· καὶ ὃ ἐκέρδανεν ὁ ἀδικήσας ἢ ἡδονῆς ἢ χρημάτων ἢ δόξης παρὰ τοῦ ἠδικημένου, καὶ διὰ τοῦτο ὑπερέσχεν αὐτοῦ, τοῦτο ἀποδίδωσιν ὁ δικαστὴς τῷ ἠδικημένῳ, ἢ ζημιώσας τὸν ἠδικηκότα ἢ ἀτιμάσας ἢ αἰκισάμενος ἢ ἀποκτείνας. δυνατὸν δὲ καὶ ἕτερον τρόπον τὴν ἀναλογίαν ταύτην ἐν ταύτῃ τῇ δικαιοσύνῃ κατιδεῖν, συνεχεῖς ποιησάμενον τοὺς ὅρους· ἔστι γὰρ ὡς ὁ ἀδικήσας πρὸς τὸν ἠδικημένον, οὕτως ὁ δικαστὴς πρὸς τὸν ἀδικήσαντα· οἷς γὰρ ἐποίησε πρὸς τὸν ἠδικημένον ὁ ἀδικήσας, τὰ ἴσα πάσχει παρὰ τοῦ δικαστοῦ.
ἐπεὶ τοίνυν ἡ μὲν ἀδικία τὸ μεῖζον καὶ τὸ ἔλαττον εἰσάγει καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς, ἐναντίως μέντοι (ὃς γὰρ τὸ μεῖζον ἀγαθὸν ζητεῖ, τὸ ἔλαττον κακὸν αἱρεῖται), ἡ δὲ δικαιοσύνη τὴν ἰσότητα, ἡ δὲ ἰσότης μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, φανερὸν ὅτι ἡ τοιαύτη δικαιοσύνη μεσότης ἐστὶ μεταξὺ ζημίας καὶ κέρδους. καλείσθω γὰρ ζημία μὲν πᾶν τὸ ἀδικεῖσθαι, κέρδος δὲ πᾶν τὸ ἀδικεῖν καὶ πλεονεκτεῖν, ἄν τε εἰς χρήματα, ἄν τε εἰς δόξαν, ἄν τε εἰς ἄλλο τι ἀδικεῖν τις ἐθέλῃ. ἔστι τοίνυν τὸ ἐπανορθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρδους· διὰ τοῦτο καὶ ὅταν ἀμφισβητῶσι ν , ἐπὶ τὸν δικαστὴν καταφεύγουσιν, οἰόμενοι τοῦτον τὸν τρόπον μηδέτερον τούτων ζημιωθῆναι, ὅθεν ἐξ ἀνάγκης μηδὲν κερδᾶναι ἀλλά τι μέσον λαβεῖν, καὶ γὰρ αὐτὸν εἶναι νομίζειν οἷον ἔμψυχον δίκαιον διορθωτικόν· καὶ καλοῦσι δὲ αὐτὸν μέσον, ὡς διὰ τοῦτο τοῦ μέσου τευξόμενοι. ἔνιοι δὲ οὐχ ἕνα μόνον ἀλλὰ καὶ δύο καὶ τρεῖς μεσιδίους καλοῦσιν ἐν ταῖς ἀμφισβητήσεσιν· ὅθεν φαίνονται ὅτι τὸ μέσον ζητοῦσιν, ὡς ταὐτὸν ὂν τὸ μέσον ζητεῖν καὶ τὸ δίκαιον· μέσον ἄρα τὸ δίκαιον, ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, τὴν μεσότητα καὶ τὸ δίκαιον εἰσάγων καὶ ἐπανισῶν τὴν ἀπὸ τῆς ἀδικίας ἀνισότητα. καὶ ὥσπερ τὴν αβ γραμμὴν εἰς ἄνισα τμηθεῖσαν κατὰ τὸ δ, εἴ τις ἐθέλοι εἰς ἴσα διελεῖν, ἀφελὼν ἀπὸ τῆς μείζονος τῆς βδ τὴν ὑπεροχὴν ἣν ὑπερέχει τῆς ἐλάττονος τῆς δα, τὴν γδ, καὶ προσθεὶς τῇ δα, τὴν αγ ἴσην ἐποίησε τῇ γβ καὶ εὗρε τὴν διχοτομίαν τῆς αβ, οὕτω καὶ ἐπὶ τῆς ἀνισότητος τῆς ἀδικίας συμβαίνει. τὸ γὰρ διορθωτικὸν δίκαιον, ἀφελόμενον ἀπὸ τοῦ κέρδους τοῦ ἠδικηκότος, ὅπερ ὡς ὑπεροχή ἐστιν αὐτοῦ πρὸς τὸν ἠδικημένον, καὶ προστεθὲν τῷ ἠδικημένῳ, ἰσότητα καὶ μεσότητα ἐποίησε. καὶ διὰ τοῦτο καὶ δίκαιον καλεῖται, ὅτι δίχα ἐστίν, ὥσπερ ἂν εἴ τις εἴποι δίχαιον· καὶ ὁ δικαστὴς διχαστής. καὶ ὥσπερ ἐπὶ τῆς γραμμῆς ἔχει, ὅταν δίχα διαιρεθῇ, ὅτι ἡ ἑτέρα τῶν ἴσων εὐθειῶν μέση ἀνάλογόν ἐστι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, οὕτω καὶ τὸ δίκαιον μέσον ἐστὶ τοῦ κέρδους καὶ τῆς ζημίας, τοῦ μείζονος ἢ ἀγαθοῦ ἢ κακοῦ καὶ τοῦ ἐλάττονος· ἔλαττον μὲν τοῦ μείζονος, μεῖζον δὲ τοῦ ἐλάττονος. ὅτι δὲ ἐπὶ τῆς γραμμῆς οὕτως ἔχει, καθὼς εἴρηται, φανερόν· ἡ γὰρ βδ ὑπερέχει τῆς γα τῇ γδ· ἡ 〈δὲ〉 γα ὑπερέχει τῆς αδ τῇ αὐτῇ τῇ γδ· ὥστε αἱ μὲν βδ, γα, αδ ἀνάλογον ἔχουσι κατὰ ἀριθμητικὴν ἀναλογίαν· μέση δέ ἐστιν ἡ γα, ἡ ἴση τῇ γβ, ἥτις ἐλάττων μέν ἐστι τῆς βδ, μείζων δὲ τῆς αδ, τῇ αὐτῇ τῇ γδ ἐλαττουμένη καὶ ὑπερέχουσα. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον, τὸ δίκαιον καὶ τὸ ἴσον μέσον ἀνάλογον εἶναι τῆς ζημίας καὶ τοῦ κέρδους, κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν· ἔστωσαν τρεῖς εὐθεῖαι ἴσαι ἀλλήλαις, αἱ αα, ββ, γγ· τετμήσθω δὲ ἡ αα δίχα κατὰ τὸ ε, ἥ τε γγ κατὰ τὸ ζ· καὶ ἀφῃρήσθω ἀπὸ τῆς αα ἡ αε· φανερὸν δή, ὅτι ἡ γγ μείζων ἔσται τῆς εα τῇ γζ· προσκείσθω δὲ ἡ ἀφαιρεθεῖσα τῆς αα τῇ γγ, καὶ ἔστω ἡ δγ· φανερὸν δή, ὅτι ἡ δγ μείζων ἐστὶ τῆς εα τῇ τε δγ καὶ τῇ γζ.
εἰ τοίνυν δεήσει τῶν ἄκρων εὐθειῶν τὴν ἰσότητα ἐπαναγαγεῖν, διὰ τῆς ββ τοῦτο ποιήσομεν· ὥσπερ γὰρ κανόνα τῇ γδ ἐφαρμόσαντες τὴν ὑπεροχὴν ἀφελοῦμεν· ἐφαρμόσαντες δὲ τῇ αα, τὸ ἐλλεῖπον προσθήσομεν· καὶ οὕτως ἔσονται πάλιν αἱ ἄκραι ἴσαι ἀλλήλαις. αὕτη δὴ ἡ τὴν ἰσότητα ἐπανάγουσα ββ μέση ἀνάλογόν ἐστι κατὰ ἀριθμητικὴν τῇ δγ καὶ εα· ἡ μὲν γὰρ δγ τῆς ββ ὑπερέχει τῇ δγ, ἡ δὲ ββ τῆς εα ὑπερέχει τῇ αὐτῇ τῇ δγ· ὅτι δὲ καὶ ἐπὶ τοῦ διορθωτικοῦ δικαίου τὸ αὐτὸ συμβαίνει, φανερὸν ἐκ τῶν εἰρημένων. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνῶν συμβαίνει. τότε γὰρ εὖ ἔχουσι καὶ συνίστανται, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, καὶ τοσοῦτον τεχνιτῶν δεώμεθα, ὅσον αὐτοὶ περὶ τὴν τέχνην πονοῦσι καὶ ζημιοῦνται· οὕτω γὰρ δυνατὸν συνιστάναι τοὺς τεχνίτας, τὴν ἔνδειαν παρὰ τῶν δεομένων ἀναπληροῦντας. εἰ δὲ οἱ μὲν πονοῦσι καὶ ποιοῦσι τὰς τέχνας, οἱ πάσχοντες δὲ αὐτάς, οἱ δεόμενοι αὐτῶν δηλονότι, οὐχ οὕτω πάσχουσιν ὡς ἐκεῖνοι ποιοῦσιν, ἀλλὰ πολλῷ ἔλαττον, οὐδὲν κωλύει πάσας ἀπολέσθαι. διὰ τοῦτο κἀνταῦθα τὸ μέσον καὶ τὸ ἴσον ἀναγκαῖόν ἐστιν, ὅ ἐστι μεταξὺ ζημίας καὶ κέρδους. ταῦτα δὲ τὰ ὀνόματα, ἡ ζημία καὶ τὸ κέρδος, λέγεται μὲν κυρίως ἐπὶ τῶν ἑκουσίων συναλλαγμάτων, ἐλήφθη δὲ καὶ ἐπὶ τῶν ἀκουσίων. λέγεται γὰρ ἁπλῶς κερδαίνειν τὸ κτήσασθαι πλείονα ὧν τις κέκτηται· ὁμοίως καὶ ζημιοῦσθαι τὸ κτήσασθαι ἐλάττονα ὧν εἶχεν ἐξ ἀρχῆς· τὸ δὲ τὰ ὄντα ἔχειν οὔτε ζημία οὔτε κέρδος ὀνομάζεται ἀλλά τι μέσον· ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δικαιόν ἐστι· λέγω δὲ τῶν ἐν τοῖς ἀκουσίοις συναλλάγμασιν, ὅταν τις τοσαῦτα λάβῃ, ὅσα εἶχε πρὶν ἀδικηθῆναι ἢ ἀδικῆσαι, τοῦτʼ ἔστι κερδᾶναι ἢ ζημιωθῆναι. τὸ γὰρ ἐν τοῖς ἑκουσίοις συναλλάγμασι κέρδος οὔτε ἄδικόν ἐστιν οὔτε εὐθύνεται· τούτων γὰρ ἄδειαν ἔδωκεν ὁ νόμος. Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνη ς , εἰ μὴ κατὰ ἀναλογίαν ἡ ἀντιπεπόνθησις γένοιτ ο . κε φ . ϛ ʹ. Οἱ δὲ Πυθαγόρειοι ἔλεγον δίκαιον εἶναι τὸ ἀντιπεπονθός, τὸ τὰ αὐτὰ πάσχειν ἃ ποιεῖ τις· καὶ πρὸς τοῦτο φέρειν καὶ τὸ τοῦ Ῥαδαμάνθυος ἔπος εἴ κε πάθοι τά κ ’ ἔρεξ ε , δίκη κ ’ ἰθεῖα γένοιτ ο. τοῦτο δὲ τὸ ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὐδενὶ εἴδει τοῦ δικαίου. οὔτε γὰρ τὸ διανεμητικὸν δίκαιον τοιοῦτόν ἐστιν οὔτε τὸ διορθωτικόν· ἐπὶ μὲν γὰρ τῆς διανομῆς οὐ δυνατὸν ἀεὶ τὸν πολίτην ἐκεῖνα πάσχειν εὖ ἀπὸ τοῦ κοινοῦ ἅπερ ἐποίησεν· εἰ γὰρ τύραννον ἀπέκτεινε, πῶς τὸ αὐτὸ πείσεται; ἐπὶ δὲ τοῦ διορθωτικοῦ δικαίου πολλαχοῦ διαφωνεῖ· εἰ γάρ τις ἄρχοντα ἐπάταξεν, οὐ δίκαιον πληγῆναι μόνον ἀλλὰ καὶ κολασθῆναι· καὶ εἴ τις ἄρχων ὤν τινα τῶν ἀρχομένων ἐπάταξεν, οὐ δίκαιον τὰ ἴσα παθεῖν· εἰ δέ τις καὶ ἀκουσίως καὶ ἀγνοῶν ἔβλαψε τὸν πέλας, οὐ δίκαιόν ἐστιν ὁμοίως ἀντιβλαβῆναι.
95
δυνατὸν δὲ τὴν τοιαύτην ἀντιπάθειαν δικαίαν εἶναι ἐν ταῖς ἀλλακτικαῖς κοινωνίαις, οἷον ἐν τῷ εὖ ποιεῖν ἀλλήλους καὶ κακῶς ποιεῖν καὶ ἐν τοῖς τῶν τεχνῶν πρὸς ἀλλήλας συναλλάγμασι· πλὴν τὴν ἀντιπάθειαν οὐ κατὰ τὸ ἴσον ἐκλαβεῖν δεῖ ἀλλὰ κατὰ τὸ ἀνάλογον. ὁ γὰρ τὸν ἄρχοντα τυπτήσας τὴν τάξιν τῆς πολιτείας ἀνεῖλε, καὶ οὐ τυπτηθήσεται ἀλλὰ ἀποκτανθήσεται· καὶ ὁ τὸν γάμον τοῦ πέλας διαφθείρας πείσεται μὲν καὶ αὐτὸς κακῶς, οὐ τὰ αὐτὰ δέ, ἀλλὰ κατὰ τὸ ἀνάλογον· εἴτε γὰρ μὴ πείσεται κακῶς ὁ δράσας κακῶς, δουλεία τις ἔσται καὶ τυραννὶς ἡ πολιτεία· εἴτε τὰ αὐτὰ πείσεται ἅπερ ἔδρασεν, ἄτοπόν τι καὶ αἰσχρόν. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῶν χαρίτων καὶ τοῦ εὖ ποιεῖν καὶ εὖ πάσχειν· πρὸς μὲν γὰρ τὴν ἰσότητα τῆς πολιτείας ἀναγκαῖόν ἐστι τὸν εὖ παθόντα καὶ εὖ ποιῆσαι καὶ τὴν χάριν ἀμείψασθαι καὶ ἔτι δευτέρων ἄρξαι χαρίτων· εἰ γὰρ μὴ τοῦτο εἴη, ἀπολεῖται ἡ μετάδοσις, ἣ συνέχει τὴν πολιτείαν καὶ τὴν ὁμόνοιαν. διὰ τοῦτο καὶ Χαρίτων ἱερὸν ἐν ἑκάστῃ τῶν πόλεων ἵδρυται, ἵνα αἱ χάριτες τιμῶνται διὰ τῆς ἀντιχάριτος. οὐ δυνατὸν δὲ τὴν χάριν τὴν αὐτὴν εἶναι τῇ ἀντιχάριτι ἀλλὰ ἀνάλογον· δίδωσι γάρ τίς τινι οὗ δεῖται ὁ λαμβάνων, καὶ λαμβάνει παρʼ ἐκείνου, οὗπερ αὐτὸς ἐν χρείᾳ καθέστηκε· καὶ οὕτω χαίρει καὶ χαίρειν ποιεῖ· εἰ δὲ τὰ αὐτὰ λήψεται ἃ δέδωκε, τίς ἡ χάρις; ὥστε τὸ εὖ ποιεῖν καὶ εὖ πάσχειν οὐ κατὰ τὸ αὐτὸ ἀλλὰ κατὰ τὸ ἀνάλογον γίνεται. τοῦτο δὲ καὶ ἐκεῖθεν φανερώτερον γένοιτʼ ἄν. αἱ μεταδόσεις καὶ ἀντιδόσεις κοινωνίαι τινές εἰσιν· αἱ δὲ κοινωνίαι τῶν ἐν χρείᾳ· ἐκείνου γάρ τις ζητεῖ κοινωνεῖν, οὗ χρείαν ἔχει· τὸ δὲ ἐν χρείᾳ εἶναι τῶν ἀνομοίων ἐστίν· οὐ γὰρ δεῖταί τις ἑαυτοῦ ἢ τῶν ἑαυτοῦ ἢ ὧν αὐτὸς δύναται ποιεῖν ἀλλʼ ὧν οὐκ ἔχει οὐδὲ δύναται ποιεῖν ἐκείνων ζητεῖ τῷ πλησίον κοινωνεῖν· ὁ γὰρ σκυτοτόμος οὐ δεῖται τοῦ σκυτοτόμου οὐδὲ ὁ ἰατρὸς τοῦ ἰατροῦ ἀλλʼ ὁ σκυτοτόμος ἰατροῦ καὶ ὁ ἰατρὸς σκυτοτόμου, ὥστε φανερόν, ὅτι αἱ χάριτες τῶν ἀνομοίων εἰσίν. αἱ ἄρα μεταδόσεις καὶ ἀντιδόσεις οὐχ αἱ αὐταὶ ἔσονται, ἀλλʼ ἵνα καὶ κατὰ τὸ δίκαιον γίνωνται, κατὰ τὸ ἀνάλογον τὴν ἰσότητα ἐκληπτέον· ὁ γὰρ σκυτοτόμος τῷ οἰκοδόμῳ ὑπόδημα δώσει, λήγεται δὲ ὅσα εἰς οἰκίαν φέρει ἀναλόγως τῇ χάριτι· καὶ ὁ ἰατρὸς τῷ γεωργῷ ἄλλα μὲν δώσει, ἄλλα δὲ παρʼ αὐτοῦ λήψεται κατὰ ἀναλογίαν. ἐνδέχεται γὰρ τὸ ἑτέρου ἔργον τιμιώτερον εἶναι θατέρου· οὐ γὰρ ἀντὶ οἰκίας ὑποδήματα δώσει ὁ σκυτοτόμος τῷ οἰκοδόμῳ, ἀλλὰ τοσοῦτον δεῖ εἰσενεγκεῖν τὸν σκυτοτόμον εἰς τὴν ἀντίδοσιν, ὅσον ἐκεῖνος εἰς τὴν οἰκίαν ἐζημιώθη· εἰ δὲ μή, ἄνισα ἔσται τὰ ἀλλάγματα καὶ αἱ χάριτες ἀνώμαλοι. δεῖ τοίνυν ἐν ταῖς χάρισι τηρεῖν τὴν ἰσότητα· πλὴν κατὰ τὴν ἀναλογίαν, ἣν ποιεῖ ἡ κατὰ διάμετρον σύζευξις· διάμετρος μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς γωνίας τοῦ παραλληλογράμμου ἐπὶ τὴν ἀπεναντίον γωνίαν [Start of a diagram][Start of a diagram section] α οἰκοδόμος [End of a diagram section] [Start of a diagram section] γ σκυτοτόμος [End of a diagram section] [Start of a diagram section] β οἰκία [End of a diagram section] [Start of a diagram section] δ ὑπόδημα [End of a diagram section][End of a diagram] ἐπιζευγνυμένη εὐθεῖα.
ἔστω δὲ ὥσπερ τετράγωνον οἱ τέσσαρες ὅροι· ὁ οἰκοδόμος ὁ σκυτοτόμος τὸ ὑπόδημα ἡ οἰκία· ὁ οἰκοδόμος μέν, ἐφʼ οὗ τὸ α, σκυτοτόμος δέ, ἐφʼ οὗ τὸ γ, οἰκία, ἐφʼ οὗ τὸ β, ὑπόδημα, ἐφʼ οὗ τὸ δ· ἐπεὶ τοίνυν ὑπὸ τὸν σκυτοτόμον τὸ ὑπόδημα τίθεται, ὥσπερ τὸ δ ὑπὸ τὸ γ, καὶ ὑπὸ τὸν οἰκοδόμον ἡ οἰκία, ὥσπερ τὸ β ὑπὸ τὸ α, ἐν ταῖς πρὸς ἀλλήλους κοινωνίαις συναφθήσεται μὲν ὁ οἰκοδόμος τοῖς ὑποδήμασιν, ὥσπερ συνάπτεται τὸ α τῷ δ, ὁ δὲ σκυτοτόμος τῇ οἰκίᾳ, ὥσπερ τὸ γ τῷ β· καὶ οὕτως ἔσονται αἱ κοινωνίαι κατὰ διάμετρον, οὐ κατὰ τὰ αὐτὰ ἀλλὰ κατὰ τὰ ἀνάλογα. διὰ τοῦτο δεῖ τὰ ἀλλασσόμενα λόγον ἔχειν καὶ συμμετρίαν πρὸς ἄλληλα· εἰσὶ γὰρ ἔνια, ἃ οὐδὲ δύναται σχεδὸν ἀλλαγῆναι διὰ τὸ ἀσύμμετρα εἶναι, οἷον τὸ τοῦ αὐλητοῦ ἔργον καὶ τὸ τοῦ οἰκοδόμου. διὰ τοῦτο παρελήφθη τὰ νομίσματα, ἅτινα πρὸς πᾶν ἔργον δύνανται ἀλλαγῆναι καὶ παντὸς ἔργου τὴν ἀξίαν μετροῦσιν· ἀπὸ τούτων γὰρ γινώσκομεν πόσων ὑποδημάτων ἡ οἰκία ἀξία ἐστὶν ἢ πόσης τροφῆς ἢ ἄλλων ἔργων· εἰ γὰρ μὴ ἡ ἀξία ἑκάστου γινώσκοιτο, οὐ δύναται συστῆναι ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία· τὸ γὰρ μὴ διδόναι καὶ λαμβάνειν ἀξίως οὐκ ἔστιν ἀλλαγὴ οὐδὲ κοινωνία. διὰ τοῦτο ἀνάγκη εἶναί τι ἓν μέτρον κοινὸν ἁπάντων, ᾧ πάντα δυνάμεθα μετρεῖν καὶ διʼ οὗ τὴν ἀξίαν ἑκάστου γινώσκομεν. ἔστι δὲ φύσει μὲν καὶ ἀληθείᾳ ἡ χρεία μέτρον ἁπάντων· καθόσον γάρ τις δεῖταί τινος, κατὰ τοσοῦτον βούλεται αὐτῷ κοινωνεῖν· εἰ γὰρ μὴ δέοιτο τῶν ἑτέρου ἢ μὴ ὥσπερ ἄλλος τῶν ἐκείνου ἀλλὰ ἔλαττον, οὐκ ἔσται ποτὲ ἀλλαγή· δεόμενος δὲ τὰ ἑαυτοῦ δίδωσι καὶ λαμβάνει τὰ τῶν ἄλλων. ἡ μὲν οὖν χρεία φύσει καὶ ἀληθείᾳ μέτρον ἐστὶ τῶν πραγμάτων· αὕτη γὰρ πάντας εἰς ἓν συνάγει· νόμῳ δὲ καὶ κατὰ συνθήκην τὸ νόμισμα· καὶ διὰ τοῦτο καὶ νόμισμα καλεῖται, ὅτι οὐκ ἔστι φύσει, ἀλλὰ παρʼ ἡμῶν ἐτέθη, καὶ ἐφʼ ἡμῖν ἔστι μεταβαλεῖν αὐτὸ καὶ ποιῆσαι ἄχρηστο ν. ἔστι τοίνυν καὶ τὸ νόμισμα μέτρον, ὡς εἴρηται, τῆς τῶν πραγμάτων ἀξίας, καὶ αὐτοῦ μὲν οὐκ ἔστι χρεία διʼ ἑαυτό, ἔστι δὲ ὥσπερ ὑπάλλαγμα τῆς χρείας· διὰ τούτων τοίνυν τῶν μέτρων γνωσθείσης ἑκάστου τῆς ἀξίας τῶν ἔργων, ἡ ἀλλαγὴ ἰσόρροπος ἔσται κατὰ τὸ ἀνάλογον.
ἡ δὲ ἀναλογία ἔσται ἀντιπεπονθότως· οὕτω γὰρ δυνατὸν ἰσασθῆναι τὴν ἀλλαγήν. ἀντιπεπονθότα δὲ λέγονται παρὰ τοῖς μαθηματικοῖς, ὅταν ᾖ ὡς τὸ α πρὸς τὸ β, τὸ γ πρὸς τὸ δ· καὶ ὡς τὸ α πρὸς τὸ γ, τὸ δ πρὸς τὸ β· εἰ τοῦτον τοίνυν τὸν τρόπον ἀνάλογον ἔσται τὰ ἀλλασσόμενα καὶ οἱ ἀλλάσσοντες, δικαία ἔσται ἡ ἀλλαγή. ἔστω [Start of a diagram][Start of a diagram section] α γεωργός [End of a diagram section] [Start of a diagram section] γ σκυτοτόμος [End of a diagram section] [Start of a diagram section] β σῖτος [End of a diagram section] [Start of a diagram section] δ ὑπόδημα [End of a diagram section][End of a diagram] γὰρ σκυτοτόμος, ἐφʼ οὗ γ, γεωργός, ἐφʼ οὗ α, ὑποδήματα, ἐφʼ οὗ δ, σῖτος, ἐφʼ οὗ β· κείσθω δὴ τὸν γεωργὸν πρὸς τὸν σκυτέα διπλάσιον λόγον ἔχειν, ἔσται δὲ καὶ ὁ σῖτος διπλάσιος τῇ ἀξίᾳ τῶν ὑποδημάτων· εἰ τοίνυν ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὰ ὑποδήματα πρὸς τὴν τροφὴν ἢ τὸν σῖτον, διπλασίονα ἔσται τὰ ὑποδήματα τοῦ σίτου καὶ οὕτως ἔσονται ἄξια τοῦ σίτου· εἰ δὲ μὴ οὕτως ἡ ἀλλαγὴ γένοιτο, οὐ δεῖ εἰς σχῆμα ἀναλογίας ἄγειν αὐτά, οὐ γὰρ δυνατὸν ἰσασθῆναι. εἰ γὰρ μὴ ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὸ ἔργον τοῦ γεωργοῦ, ὃ λαμβάνει ὁ σκυτεύς, πρὸς τὸ ἔργον τοῦ σκυτέως, ὃ λαμβάνει ὁ γεωργός, οὐκ ἔσται ἰσότης, ἀλλʼ ὅταν ἀντιπεπονθότως ἔχωσι, τότε ἀλλαγὴ κυρίως καὶ κοινωνία γίνεται. ὅτι δὲ ἡ χρεία συνέχει τὰς πολιτείας καὶ αὕτη τὰς κοινωνίας ποιεῖ καὶ τὰς ἑνώσεις, καθάπερ ἕν τι ὄν, δῆλον· καὶ γὰρ ὅταν μὴ χρείαν ἔχωσιν ἀλλήλων, οὐκ ἀλλάττονται οὐδὲ κοινωνοῦσιν ἀλλήλοις ἢ ὅταν ὁ μὲν δέηται θατέρου, ἅτερος δὲ θατέρου χρείαν οὐκ ἔχῃ, καὶ τότε γὰρ ὁμοίως ἀκοινώνητοί εἰσιν· ὥσπερ τοὐναντίον, ὅταν οὗ μὲν ἔχει αὐτὸς δέηταί τις, αὐτὸς δὲ χρῄζῃ ὧν ἐκεῖνος δοῦναι δυνατός. ἐπεὶ δὲ πολλάκις ὁ μὲν γεωργὸς δεῖται τοῦ ἔργου τοῦ τέκτονος, ὁ δὲ τέκτων οὐ δεῖται τοῦ γεωργικοῦ, ἵνα τὰ ἀλλάγματα καὶ αἱ κοινωνίαι μηδὲ τότε κωλύωνται, παρελήφθη τὸ νόμισμα· καὶ τοῦτο διδοὺς ὁ γεωργὸς τῷ τέκτονι λαμβάνει παρʼ ἐκείνου τὸ ἐκείνου ἔργον· ὃ δὴ τὸ νόμισμα καθάπερ ἐγγυητής ἐστι πρὸς τὸν τέκτονα, ὅτι ἐπειδὰν τῶν τοῦ γεωργοῦ δεηθῇ, διʼ αὐτοῦ λήψεται παρὰ τοῦ γεωργοῦ, ὧν ἐν χρείᾳ κατέστη.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top