οἱ δὲ σφόδρα φαῦλοι καὶ ἀνοσιουργοὶ οὐδὲν τούτων ἔχουσιν· οὔτε γὰρ τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν, ἀλλὰ ἄλλα μὲν βούλονται, ἑτέρων δὲ ἐπιθυμοῦσιν, οἷοί εἰσιν οἱ ἀκρατεῖς, καὶ εἰσὶ δὲ οἳ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν, ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι· οὔτε τοίνυν τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν, οὔτε βούλονται ἑαυτοῖς τὸ ζῆν καὶ σώζεσθαι· ἔνιοι γὰρ τῷ πολλὰ καὶ δεινὰ πρᾶξαι μισηθέντες διὰ μοχθηρίας ὑπερβολὴν φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτού ς. ὁ δὲ σπουδαῖος βούλεται ἑαυτῷ ζῆν· ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι· τὴν γὰρ θεωρητικὴν διώκει ζωὴν 〈καὶ〉 τὴν ἑαυτοῦ οὐσίαν συνιστάναι ζητεῖ· ἐν γὰρ τῷ νοεῖν ἡ ἑκάστου οὐσία συνίσταται ἢ ἐν τούτῳ μάλιστα. ὃς δὲ τῷ ἀλόγῳ βούλεται τὸ εἶναι καὶ σώζεσθαι καὶ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ τοῦ οἰκείου εἶναι παρατραπέντι, οὐχ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ ἀλλʼ ἐκείνῳ εἰς ὃ μετεβλήθη· καὶ ἕκαστος δὲ ἑαυτῷ βούλεται γενέσθαι τὰ ἀγαθά, οἰόμενος μένειν ὅπερ ἐστίν· εἰ δὲ συνίδοι ἑαυτὸν ἄλλον γενόμενον, οὐκ ἂν ἕλοιτο πάντα τὰ ἀγαθὰ ἔχειν ἐκεῖνο τὸ γενόμενον· οὐδὲν γὰρ διαφέρει ἄλλῳ τινὶ βούλεσθαι τὰ ἀγαθὰ ἢ ἑαυτῷ μεταβληθέντι. οὐδεὶς δὲ ἀγαπᾷ, ἐὰν ἄλλῳ τινὶ γένηται τὰ ἀγαθά· καὶ γὰρ τῷ θεῷ πάντα πρόσεστι τὰ ἀγαθά, ἀλλʼ ἔστιν αὐτὸς ὅ τι ποτέ ἐστι. διὰ τοῦτο οὐκ ἀγαπῶμεν, ἀλλʼ ἡμῖν αὐτοῖς ἢ τοῖς φίλοις συνευχόμεθα τὰ ἀγαθά, ὅτι ἡμῶν τί εἰσι καὶ οἱ φίλοι. καὶ μὴν καὶ συνδιάγειν ἑαυτῷ μόνος ὁ σπουδαῖος βούλεται, ὅτι αὐτάρκης ἐστὶ καὶ ἡδύς ἐστιν ἑαυτῷ· ἥδεται γὰρ ὧν τε ἔπραξε μεμνημένος ἐφʼ ἑαυτοῦ καὶ ἐλπίζων ἔτι ποιήσειν ἀγαθὰ καὶ ἀγαθοῖς ἐντεύξεσθαι, καὶ γενναίων εὐπορεῖ θεωρημάτων τῇ διανοίᾳ· ταῦτα δὴ πάντα ἥδιστον αὐτὸν ἑαυτῷ ποιεῖ, καὶ ἥδεται κατὰ σχολὴν αὐτὸς ἑαυτῷ συνὼν καὶ συνδιάγων. οἱ δὲ μοχθηροὶ ζητοῦσι μεθʼ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσι ν· ἀναμιμνήσκονται γὰρ καθʼ ἑαυτοὺς ὄντες πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦτα ἕτερα ἐλπίζουσιν, ὧν μεθʼ ἑτέρων ὄντες ἐπιλανθάνονται. ἔτι δὲ συναλγεῖ καὶ συνήδεται ἑαυτῷ μάλιστα ὁ σπουδαῖος, ὅτι τὰ αὐτὰ βούλεται καὶ τῶν αὐτῶν ἐπιθυμεῖ, καὶ οὐ μάχεται τὸ λογικὸν τῷ παθητικῷ· καὶ διὰ τοῦτο τὸ αὐτὸ ἀεὶ λυπηρόν ἐστιν αὐτῷ καὶ τὸ αὐτὸ ἡδύ· ἀμεταμέλητος γάρ, ὡς εἰπεῖν. οἱ δὲ μοχθηροὶ οὐκέτι· οὐδὲν γὰρ φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς· διὰ τοῦτο οὐδὲ συγχαίρουσιν ἑαυτοῖς οὐδὲ συναλγοῦσι· στασιάζει γὰρ αὐτῶν ἡ ψυχὴ καὶ πολεμεῖ τῷ λογικῷ τὸ ἄλογον· καὶ τὸ μὲν ἄλογον ἀλγεῖ τῶν μοχθηρῶν ἀπεχόμενον, τηνικαῦτα δὲ οὐ συναλγεῖ τὸ λογικὸν ἀλλὰ χαίρει, καὶ τὸ ἀνάπαλιν· καὶ ὅλως τὸ μὲν δεῦρο τὸ δὲ ἐκεῖσε ἕλκε ι, καθάπερ διασπῶντα· εἰ δὲ μὴ οἷόν τε κατὰ ταὐτὸν καὶ λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται, ὅτι πρότερον ἥδετο· οὐ γὰρ ἐβούλετο τὴν τοιαύτην αὐτῷ γενέσθαι ἡδονήν.
195
μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσ ι. φαίνεται τοίνυν ὅτι οὐδὲ πρὸς ἑαυτὸν φιλικός ἐστιν ὁ μοχθηρός, ὅτι οὐδὲν φιλητὸν ἔχει. εἰ δὲ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μοχθηρίαν πάσῃ σπουδῇ καὶ πειρατέον ἐπιεικῆ καὶ σπουδαῖον ἕκαστον εἶναι· οὕτω γὰρ ἂν καὶ πρὸς ἑαυτὸν φιλικῶς ἔχοι καὶ ἑτέρων γένοιτο φίλος. ἐπεὶ τοίνυν, ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ ἀπονέμει, ταῦτα δεῖ καὶ τῷ φίλῳ ἀπονέμειν (δεῖ γὰρ πρὸς τὸν φίλον ἔχειν ὥσπερ πρὸς ἑαυτόν· ὁ γὰρ φίλος ἄλλος αὐτός), φανερόν, ὅτι ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ βούλεται καὶ ἀπονέμει, ταῦτά εἰσι τὰ φιλικὰ καὶ ἐν τούτοις ἡ φιλία συνίσταται. τὸ δὲ ζητεῖν πότερον φιλία ἐστὶν ἡ πρὸς ἑαυτὸν ἑκάστου ἀγάπη ἢ μή, ἀφείσθω ἐπὶ τοῦ παρόντος· ἡ γὰρ φιλία δύο ἢ τριῶν, ὡς δῆλον ἐκ τῶν εἰρημένων. καὶ εἴ τις καὶ τὰ πρὸς ἑαυτὸν φιλίαν καλεῖ, εἴη ἂν φιλία καθόσον ἐστὶν αὐτὸς πρὸς ἑαυτὸν διαφέρων καὶ τῷ λογιστικῷ τὸ παθητικὸν σπένδεται. καὶ διότι δὲ ἡ ὑπερβολὴ τῆς φιλίας ἔοικε τῇ ἑκάστου πρὸς ἑαυτὸν ἀγάπῃ, καὶ αὐτὴ καλοῖτο ἂν φιλία. 〈 Περὶ εὐνοία ς . κε φ . ϛ ʹ . 〉 Ἡ δὲ εὔνοια φιλίᾳ μὲν ἔοικε ν , οὐ μὴν ἔστι γε φιλί α. καὶ γὰρ εὐνοοῦμεν καὶ οἷς οὔκ ἐσμεν φίλοι· καὶ γίνεται εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα τὸν φιλούμενον· φιλία δὲ οὐκέτι, καθὼς καὶ πρότερον διὰ πλειόνων εἴρηται. οὔτε τοίνυν φιλία ἐστὶν ἡ εὔνοια καὶ οὐδὲ φίλησις ἔοικεν εἶναι. καὶ γὰρ ἡ μὲν φίλησις ὁρμήν τινα καὶ κίνησιν εἰς τὸ φιλούμενον ἔχει καὶ ὄρεξιν αὐτοῦ καὶ ζητεῖ ὁ φιλῶν ἀεὶ τὸ φιλούμενον· ἡ δὲ εὔνοια οὐ τοιαύτη. οἱ γὰρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συνεῖναι δὲ οὐ πάνυ ζητοῦσιν· ἔτι δὲ ἡ μὲν φίλησις μετὰ συνηθείας, χρόνῳ γάρ τινι καὶ συνηθείᾳ ἡ φίλησις γίνεται, ἡ δὲ εὔνοια ἀθρόον, ὡς εἰπεῖν, οἷς ἐπιγίνεται συμβαίνει· καθάπερ οἱ θεώμενοι πρὸς τοὺς ἀγωνιζομένους διατίθενται. εὖνοι γὰρ γίνονται πρὸς αὐτοὺς εὐθὺς νικῶντας ὁρῶντες καὶ συνθέλουσιν αὐτοῖς τὰ ἀγαθά, συμπράξαιεν δʼ ἂν οὐδέν· οὐ γὰρ φίλησιν ἔχουσιν εἰς αὐτούς, χρόνῳ τινὶ καὶ συνηθείᾳ στέρξαντες, ἀλλʼ ἅμα τε εἶδον καὶ ἥσθησαν αὐτοῖς· καὶ διὰ τοῦτο ἐπιπολαίως στέργουσιν, ὅπερ ἐστὶν ἡ εὔνοια. φαίνεται τοίνυν ἀρχὴ φιλίας ἡ εὔνοια εἶναι, καθάπερ τοῦ ἐρᾶν ἀρχὴ γίνεται ἡ διὰ τῆς ὄψεως ἡδονή· καὶ ὥσπερ οὐ δυνατὸν ἐρᾶν μὴ πρότερον ἡσθέντα τῷ εἴδει τοῦ ἐρωμένου, δυνατὸν δὲ ἡδόμενον μὴ ἐρᾶν (τότε γάρ τις ἐρᾷ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμ ῇ) , οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τε εἶναι μὴ εὔνους γενομένου ς· εὔνους δὲ μὴ φίλους εἶναι δυνατόν. οἱ γὰρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συμπράξαιεν δ ’ ἂν οὐδέ ν , οὐ δ ’ ὀχληθεῖεν ὑπὲρ αὐτῶ ν.
διὰ τοῦτο μεταφορικῶς τις καλέσειεν ἂν αὐτὴν ἀργὴν φιλίαν· χρονιζομένη γὰρ καὶ εἰς συνήθειαν ἀφικνουμένη φιλία γίνεται. φιλία δὲ οὐχ ἡ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα. εὔνους γάρ τίς τινι γίνεται διʼ ἀρετὴν καὶ ἐπιείκειαν, ὅταν αὐτῷ καλὸς εἶναι δόξῃ ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, ὁ δὲ διὰ τὸ ἡδὺ καὶ χρήσιμον βουλόμενός τινα εὐπραγεῖν οὐκ ἐκείνῳ ἐστὶν εὔνους ἀλλʼ ἑαυτῷ, καθάπερ οὐδὲ φίλος ἐστὶν ὁ τοιοῦτος. ὁμοίως δὲ οὐδʼ ὁ διότι ἔλαβε βουλόμενος τῷ εὐεργέτῃ τὰ ἀγαθὰ εὔνους ἂν εἴη κυρίως, ἀλλὰ τὰ δίκαια δρῶν καὶ ἀποδιδοὺς τῷ εὐεργέτῃ τὴν χάριν ὧν εὖ πέπονθεν αὐτός, οὐ τῇ ἐκείνου ἀρετῇ ἀλλὰ τῷ ἑαυτοῦ ἀγαθῷ φαίνεται χαίρων. ἔστι τοίνυν ἡ εὔνοια οὔτε φιλία οὔτε φίλησις ἀλλὰ φιλίας ἀρχή, χρόνον δὲ καὶ συνήθειαν καὶ τἄλλα φιλικὰ προσλαβοῦσα φιλία γίνεται ἡ διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν. 〈 Περὶ ὁμονοία ς . κε φ . ζ ʹ . 〉 Ἡ δὲ ὁμόνοια φιλικόν τι καὶ αὐτή ἐστι καὶ τῇ φιλίᾳ ἀκολουθεῖ. ἔστι δὲ ὁμόνοια οὐ τὸ τὰ αὐτὰ δοξάζειν, οἷον ὁμοδοξία τις· ἡ μὲν γὰρ ὁμοδοξία γένοιτο ἂν καὶ τοῖς ἀγνοοῦσιν ἀλλήλους· οὐδὲν γὰρ κωλύει περὶ τῶν αὐτῶν τὰ αὐτὰ δοξάζειν καὶ ἐπιστήμην ἔχειν τῶν αὐτῶν τὴν αὐτὴν μηδὲ εἰδότας ἀλλήλους· ἡ δὲ ὁμόνοια τῶν ἐν κοινωνίᾳ τινὶ καὶ φιλίᾳ ὄντων ἐστί. καὶ γὰρ τὰς πόλεις ὁμονοεῖν φασιν, ὅταν περὶ τῶν συμφερόντων ὁμογνωμονῶσι καὶ τὰ αὐτὰ 〈προαιρῶνται〉 καὶ πράττωσι τὰ κοινῇ δόξαντ α. ἔστι τοίνυν ὁμόνοια τῶν φίλων ὁμογνωμοσύνη, οὐκ ἐν τοῖς θεωρητοῖς ἀλλʼ ἐν τοῖς πρακτοῖς καὶ τούτων τοῖς ἀξιολόγοις καὶ ἐν μεγέθει τινὶ οὖσι. περὶ γὰρ τῶν ἐν τῷ βίῳ μικρῶν οὐ λέγονται ὁμονοεῖν ἀλλήλοις οὔτε πόλις οὔτε φίλοι, οἷον οἴκοι μένειν ἢ βαδίζειν εἰς ἀγορὰν ἢ τόδε εἰπεῖν ἢ δρᾶσαι, διʼ ὧν οὔτε ὠφέλειά τις μεγάλη οὔτε βλάβη ἀκολουθεῖ· περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐ λέγονται ὁμόνοιαν ἔχειν ἀλλὰ τῶν μεγάλων καὶ συμφερόντων ἢ τοῖς φίλοις ἀμφοῖν ἢ τῇ πόλει κοινῇ, οἷον ὅταν πάσῃ τῇ πόλει κοινῇ δοκῇ τοὺς ἄρχοντας μὴ κληρωτοὺς εἶναι διαδοχῇ τινι κτωμένους τὴν ἀρχὴν ἀλλὰ αἱρετούς, ἢ συμμαχεῖν Λακεδαιμονίοις ἢ ἄλλο ὁτιοῦν, ὅπερ ἀξιόλογόν τε καὶ τῇ πόλει πάσῃ διαφέρει. καὶ τοὺς φίλους ὁμοίως ὁμονοεῖν λέγομεν, ὅταν τὸν αὐτὸν ἕλωνται βίον καὶ τὰ μέγιστα τῶν ἐν τῷ βίῳ, καὶ ἀμφοῖν ἢ πρὸς βλάβην ἢ πρὸς ὠφέλειαν φέροντα ἀμφότεροι ὁμοίως ἢ φεύγωσιν ἢ διώκωσιν. οὐ γὰρ τὰ αὐτὰ δεῖ ζητεῖν μόνον τοὺς ὁμονοήσοντας ἀλλήλοις ἀλλὰ καὶ ὁμοίως τοῖς ὅλοις, οἷον εἰ δοκεῖ τοῖς φίλοις ἀμφοῖν ἡγεμόνα βίου θατέρῳ τὸν ἕτερον γενέσθαι, βούλοιντο δὲ οὐ τὸν αὐτὸν ἀλλʼ ἑκάτερος ἑαυτόν, τηνικαῦτα γὰρ τὸ αὐτὸ μὲν ζητοῦσιν, ἀλλʼ οὐκ ἐν τῷ αὐτῷ ἀλλʼ ἑαυτῷ ἑκάτερος, ὅπερ οὐκ ἔστιν ὁμονοεῖν. καὶ ἐν ταῖς πόλεσι δὲ ὁμονοήσουσιν ἐν ταῖς ἀρχαιρεσίαις, ὅταν τὸν αὐτὸν ἕλωνται πάντες ἄρχειν ἢ τοὺς ἀρίστους πάντες καὶ μὴ ἑαυτὸν ἕκαστος, καθάπερ Εὐριπίδης ἐν ταῖς Φοινίσσαις ἐποίησεν· οὕτω γὰρ οὐ τὸ πᾶσιν ἀρέσκον γίνεται· τὸ δὲ οὐκ ἔστιν ὁμόνοια, ἀλλʼ ὅταν τύχωσι πάντες οὗ ἐφίενται, τηνικαῦτα ὁμονοοῦσιν.
ἔστι τοίνυν ἡ ὁμόνοια πολιτική τις φιλία καὶ οὕτω λέγεται· καὶ γὰρ περὶ τὰ πρακτὰ καὶ τὰ συμφέροντά ἐστι καὶ πρὸς τὸν βίον ἀνήκοντα· ταῦτα δὲ τῆς πολιτικῆς. ἔστι δὲ ἐν τοῖς ἐπιεικέσιν ἡ ὁμόνοια· οὗτοι γὰρ καὶ ἑαυτοῖς ὁμονοοῦσι καὶ ἀλλήλοις ἐπὶ τῶν αὐτῶν ὄντε ς , ὡς εἰπεῖ ν· τῶν τοιούτων γὰρ ἵσταται τὰ βουλήματα καὶ μένει καὶ οὐ μεταρρεῖ καθάπερ εὔριπος, βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντ α , τούτων δὲ καὶ κοινῇ ἐφίεντα ι . τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλοι βέβαιοι οὐ δύνανται εἶναι πλεονεξίας ἐφιέμενοι καὶ μεῖζον ἔχειν ἑκάτερος ἑκατέρου ζητοῦντες ἐν τοῖς συμφέρουσιν· ἐν γὰρ τοῖς πόνοις καὶ ἐν ταῖς ὑπὲρ ἀλλήλων λειτουργίαις ἀεὶ ζητοῦσι τὸ ἔλαττον ἔχειν, καὶ ἑαυτὸν ἑκάτερος ἄξιον νομίζων ὀλίγα μὲν πονεῖν, μεγάλα δὲ ὠφελεῖσθαι, τὸν ἕτερον εὐθύνει, περὶ τῶν λειτουργιῶν ἀκριβολογούμενος καὶ κωλύων τῶν συμφερόντων ἀπολαύειν, ὅσον ἐθέλει, ὡς μεγάλα, φαύλων ἀπονάμενον πόνων· διὰ τοῦτο μὴ τηροῦντες τὸ κοινὸν ἀλλʼ ἑκάτερος τὸ ἑαυτοῦ, τάχιστα διαλύονται· τὸ γὰρ συνάπτον διασπῶσιν, ὅπερ ἐστὶ τὸ κοινὸν καὶ ἡ ὁμόνοια· τοῦ συνάπτοντος δὲ διαλυθέντος οὐ δύνανται συνημμένοι εἶναι. συμβαίνει τοίνυν αὐτοῖς στασιάζειν, ἀπαιτοῦσι μὲν παρʼ ἀλλήλων τὰ φιλικά, αὐτοῖς δὲ οὐ βουλομένοις τὰ δίκαια ποιεῖν· ὅθεν ἐν τοῖς φαύλοις οὐ δυνατὸν ὁμόνοιαν εἶναι ἀλλʼ ἐν τοῖς ἐπιεικέσι μόνοις. 〈 Περὶ εὐεργεσία ς . κε φ . η ʹ . 〉 Ἐκεῖνο δὲ ζητητέον, ἀνθʼ ὅτου τοὺς εὖ πάσχοντας οἱ εὐεργέται φιλοῦσι μᾶλλον ἢ ὑπʼ ἐκείνων φιλοῦνται· καὶ γὰρ ὡς παράλογον γινόμενον ἐπιζητεῖτα ι. οἱ μὲν οὖν πολλοὶ διὰ τοῦτό φασι φιλεῖν μᾶλλον τοὺς εὐεργέτας, διʼ ὃ καὶ οἱ δανεισταὶ φιλοῦσιν οἷς ἐδάνεισαν, μὴ φιλούμενοι ὑπὸ τῶν ὀφειλόντων· οἱ μὲν γὰρ χρήσαντες βούλονται τοῖς ὀφείλουσι τὴν σωτηρίαν καὶ πάντα τρόπον βοηθοῦσιν, ἵνα αὐτοῖς τὰ χρήματα ἐπανέλθῃ, οἱ δὲ ὀφείλοντες οἷς ὀφείλουσιν οὐκέτι· βούλοιντο γὰρ ἂν αὐτοὺς μὴ εἶναι, ὡς ἄμεινον οὕτω πράξοντες τοῦ δανείου λυθέντος· τὸν αὐτὸν δὴ τρόπον φασὶ καὶ ἐπὶ τούτων, τοὺς μὲν εὐεργέτας βούλεσθαι εἶναι καὶ σώζεσθαι τοὺς εὖ παθόντας, ὡς οὕτω κομιουμένους τὰς ἀμοιβάς, τοὺς δὲ εὖ παθόντας οὐ σφόδρα φιλεῖν τὴν τῶν εὐεργετῶν σωτηρίαν· οὐ γὰρ οὕτως ἐπιμελὲς τοῖς ἀνθρώποις τὸ ἀνταποδοῦναι ὡς τὸ ἀπολαβεῖν. ἡ μὲν οὖν δοκοῦσα τοῖς πολλοῖς αἰτία αὕτη ἐστί, καὶ ταῦτα προήχθησαν νομίζειν πρὸς τοὺς ἀγνώμονας καὶ πονηροὺς ἀποβλέποντες τῶν ἀνθρώπων καί, ὅ φησιν Ἐπίχαρμος, ἐκ πονηροῦ θεώμενοι. ἔοικε δὲ ἀνθρωπικὸν τὸ τοιοῦτον εἶναι· ἀμνήμονες γὰρ οἱ πολλο ί , καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφίεντα ι .
δόξειε δ ’ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον καὶ οὐχ ὅμοιον τῷ περὶ τοὺς δανείσαντα ς. ἐν μὲν γὰρ τοῖς εὐεργέταις καὶ τοῖς εὖ πάσχουσι φίλησίς ἐστιν, ἐν δὲ τοῖς δανειζομένοις καὶ δανεισταῖς οὐ φίλησις· οὐ γὰρ φιλεῖ ὁ δανείσας τὸν ὀφείλοντα ἀλλʼ αὐτὸ τοῦτο μόνον σώζεσθαι αὐτὸν βούλεται τῆς κομιδῆς ἕνεκα καὶ ἵνα τὸ δάνειον ἀπολάβῃ· οἱ δ ’ εὖ πεποιηκότες φιλοῦσι καὶ ἀγαπῶσι τοὺς εὖ πεπονθότας, κἂν μὴ ὦσι χρήσιμοι μηδὲ δύνωνται γενέσθαι. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκε· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένο υ· μάλιστα δὲ τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα στέργοντες ὥσπερ τέκν α. τοιοῦτο δὲ ἔοικεν εἶναι καὶ τὸ τῶν εὐεργετῶν· οἱ γὰρ εὖ πάσχοντες ὑπʼ αὐτῶν κατὰ τοῦτο ἔργα αὐτῶν εἰσι καὶ διὰ τοῦτο ἀγαπῶσι μᾶλλον αὐτοὺς ἢ τὰ ἔργα αὐτοὺς ἀγαπᾷ. τούτου δὲ αἴτιον, ὅτι τὸ μὲν εἶναι πᾶσιν αἱρετὸν καὶ φιλητόν· ἐσμὲν δὲ κυρίως ὅταν ἐνεργείᾳ ὦμεν· ἐσμὲν δὲ ἐνεργείᾳ ἐν τῷ ζῆν καὶ πράττειν· ὁ δὲ πράττων ἐνεργείᾳ ἐστὶν ἐν τῷ ἔργῳ. ἡ γὰρ οἰκοδομικὴ ὁ λόγος ἐστὶ τῆς οἰκοδομίας, ὃς ἐνεργείᾳ ἐστὶν ἐν τῇ οἰκίᾳ· καὶ ἔστιν αὐτὴ ἡ οἰκία, καθὸ οἰκία, ὁ τεχνίτης ἐνεργείᾳ, καθὸ τεχνίτης· ὁμοίως καὶ πᾶς ἐνεργῶν ἐνεργείᾳ ἐστὶ τὸ ἔργον αὐτοῦ. εἰ τοίνυν φυσικὸν μὲν ἐφίεσθαι τοῦ εἶναι, τὸ εἶναι δέ ἐστιν ἐν τῷ πράττειν, τὸ ἔργον δέ ἐστιν αὐτὸς ὁ πράττων ἐνεργείᾳ, φανερὸν ὅτι καθόσον ζητεῖ τις τὸ ἑαυτοῦ εἶναι, κατὰ τοσοῦτον ζητεῖ καὶ τὸ ἔργον εἶναι· φύσει δέ τις φιλεῖ ἑαυτὸν καὶ βούλεται εἶναι· φύσει ἄρα φιλεῖ τις τὸ ἑαυτοῦ ἔργον. ἐπεὶ δὲ μάλιστά τις φιλεῖ ἑαυτόν, μάλιστα φιλεῖ ἕκαστος τὸ ἑαυτοῦ ἔργον καὶ τὸν εὐεργετούμενον, καθόσον ἔργον ἐστὶν αὐτοῦ, μάλιστα φιλήσει· καὶ διὰ τοῦτο καὶ μᾶλλον ἢ τὸν εὐεργέτην· ἡ γὰρ μεγίστη φίλησίς ἐστιν, ᾗ τις ἑαυτὸν φιλεῖ· ἔτι δὲ καὶ ὅτι ὁ μὲν εὐεργέτης ἑαυτοῦ γίνεται βελτίων εὐεργετῶν καὶ ἀγαθὸν αὐτῷ ἐστι τὸ εὐεργετεῖν καὶ διὰ τοῦτο χαίρει τῷ εὖ πάσχοντι, ὅτι ἐν αὐτῷ θεωρεῖ τὸ ἑαυτοῦ ἀγαθόν. ὁ δὲ εὖ πάσχων οὐ γίνεται βελτίων ἑαυτοῦ τῷ πάσχειν, οὐδὲ ἐν τῷ εὐεργέτῃ ἔχει τι ἀγαθόν. βελτίων γάρ τις δύναται γενέσθαι ἐξ ὧν αὐτὸς ποιεῖ· ἐν τῷ ἐνεργεῖν γάρ ἐστι τὸ ἀνθρώπινον ἀγαθόν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται. διὰ τοῦτο εἴ τί ἐστιν ἡδὺ τῷ εὖ πάσχοντι παρὰ τῷ εὐεργέτῃ, οὐκ ἀγαθόν ἐστιν αὐτοῦ ἀλλὰ συμφέρον· τὸ δὲ συμφέρον οὐχ οὕτως ἡδὺ καὶ φιλητόν ἐστιν ὡς τὸ ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλος ἐστὶ τοῦ συμφέροντος καὶ διὰ τὸ ἀγαθὸν καὶ τὸ συμφέρον φιλητόν ἐστι καὶ ἡδύ· μᾶλλον ἄρα φιλεῖ ὁ εὐεργέτης τὸν εὖ πάσχοντα ἢ ὑπʼ ἐκείνου φιλεῖται. ἔτι τοῦ ἀγαθοῦ ἡδεῖά ἐστι καὶ ἡ ἐνέργεια καὶ ἡ ἐλπὶς καὶ ἡ μνήμη, ἐνέργεια μὲν παρόντος καὶ γινομένου, ἐλπὶς δὲ μέλλοντος, μνήμη δὲ παρεληλυθότος. ἥδιον δὲ παρὸν τὸ ἀγαθὸν ἢ μέλλον καὶ παρεληλυθός· ἔστι δὲ ὁ μὲν εὐεργετηθεὶς παρὸν ἀγαθὸν τοῦ εὐεργετηκότος· μένει γὰρ τὸ ἀγαθὸν καὶ πολυχρόνιόν ἐστιν, ὃ ἐν τῷ εὖ παθόντι ὁ εὐεργέτης θεωρεῖ· τοῦ δὲ εὖ παθόντος τὸ ἀγαθὸν οὔτε μένει (καὶ γὰρ χρήσιμον ἦν καὶ ἅμα τῇ χρήσει παρελήλυθεν), οὔτε ἀγαθόν ἐστι κυρίως· καὶ διὰ τοῦτο εἰ καὶ ἄμφω παρῆσαν, ἥδιον ἂν ἦν τὸ τοῦ εὐεργέτου ἀγαθόν, εἴτε καὶ ἄμφω παρῆλθον, ἡδίων ἂν ἦν ἡ μνήμη τοῦ εὐεργέτου ἢ τοῦ εὐεργετουμένου, καθόσον ἡ τοῦ ἀγαθοῦ μνήμη ἡδίστη ἐστὶ μάλιστα, ἡ δὲ τοῦ χρησίμου οὐ πάνυ ἢ ἧττον.
εἰ γὰρ ἡ προσδοκία τῶν χρησίμων ἀνάπαλιν ἔχει καὶ ἡδίων ἐστὶ τῆς μνήμης παρεληλυθότων ἀγαθῶν, φαίνεται τοίνυν καὶ διὰ ταῦτα μᾶλλον φιλεῖν τὸν εὐεργέτην τὸν εὖ πάσχοντα ἢ ὑπʼ ἐκείνου φιλεῖσθαι. ἔτι ἡ μὲν φίλησις ἐνεργείᾳ ἔοικε, τὸ δὲ φιλεῖσθαι πάθει· τοῖς τοίνυν ἐνεργοῦσι τὰ φιλικά, δηλονότι τοῖς εὐεργέταις, μᾶλλον προσήκει τὸ φιλεῖν ἢ τοῖς πάσχουσιν. ἔτι τὰ πόνῳ κτηθέντα στέργομεν μᾶλλον καὶ φιλοῦμεν τῶν ῥᾳδίως κατορθωθέντων· ὅθεν καὶ τὰ χρήματα οἱ κτησάμενοι τῶν διαδεξαμένων μᾶλλον φιλοῦσιν· ἔστι δὲ ἄπονον μὲν τὸ εὖ πάσχειν, ἐργῶδες δὲ τὸ εὖ ποιεῖν· ἔστι δὲ τὸ μὲν 〈εὖ〉 πάσχειν ἐν τῷ εὐεργετουμένῳ, τὸ δὲ εὖ ποιεῖν ἐν τῷ εὐεργέτῃ· καὶ διὰ τοῦτο ὁ εὐεργετούμενος μᾶλλον ἢ ὁ εὐεργέτης φιλεῖται. καὶ διὰ τοῦτο καὶ αἱ μητέρες φιλοτεκνότεραι μᾶλλον, ὅτι πόνῳ γεννῶσιν, ἢ οἱ παῖδες φιλομήτορες τῷ μηδὲν ὑπὲρ τοῦ τεχθῆναι ποιῆσαι· καὶ μᾶλλον ἴσασιν αἱ μητέρες, ὅτι ἐξ ἐκείνων οἱ παῖδες ἢ οἱ παῖδες, ὅτι αὐταὶ παρήγαγον εἰς τὸν βίον. ταῦτα δὲ δόξειεν ἂν εἶναι καὶ τοῖς εὐεργέταις οἰκεῖα. καὶ γὰρ οὐ μόνον ἐπίπονόν τι ποιοῦσιν ὑπὲρ τῶν εὖ πασχόντων ἀλλὰ καὶ μᾶλλον ἴσασιν ὅτι εὐεργετοῦσιν ἢ ἐκεῖνοι γινώσκουσιν ὅτι ὑπὸ τούτων εὐεργετοῦνται. καὶ γὰρ ἐνδέχεται τὸν εὖ ποιοῦντα οὐκ αὐτὸν οἴκοθεν ἀλλʼ ἑτέρῳ ὑπηρετούμενον εὐεργετεῖν καὶ διὰ τοῦτο μὴ αὐτὸν εἶναι τὸν εὐεργέτην· ἢ αὐτὸν μὲν οἴκοθεν εὐεργετεῖν, οὐκ αὐτοῦ δὲ ἕνεκα τοῦ εὖ πάσχοντος ἀλλʼ ἑαυτοῦ καὶ διὰ τὸ χρήσιμον· ταῦτα δὲ ποιεῖ τὸν εὖ πάσχοντα μὴ πάνυ βεβαίως τὸν εὐεργετοῦντα γινώσκειν· τὸν μέντοι εὐεργέτην οὐδὲν κωλύει τὸν εὖ πάσχοντα γινώσκειν, ὅτι ἑαυτὸν ἀκριβῶς γινώσκει, ὅτι εὐεργέτης ἐστὶν ἀληθῶς. διὰ ταῦτα ὁ εὖ ποιῶν τὸν εὖ πάσχοντα φιλεῖ μᾶλλον ἢ ὑπʼ ἐκείνου φιλεῖται. 〈 Περὶ τῆς φιλαυτία ς . κε φ . θʹ 〉 Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ζητητέον δὲ κἀκεῖνο, πότερον ἑαυτὸν δεῖ φιλεῖν μάλιστα ἢ ἄλλον τινά. δοκεῖ γὰρ τὸ ἑαυτὸν μάλιστα φιλεῖν οὐκ ἀγαθῶν ἀνδρῶν εἶναι καὶ διὰ τοῦτο ἐπιτιμῶνται οἱ ἑαυτοὺς μάλιστα ἀγαπῶντες καὶ ὡς ἐν αἰσχρῷ φίλαυτοι ἀποκαλοῦνται· ἔτι δὲ καὶ ὅτι ὁ μὲν φαῦλος δοκεῖ πάντα πράττειν ἑαυτοῦ χάριν, καὶ τοσούτῳ μᾶλλον ὅσῳ φαυλότερος· καὶ ἐγκαλεῖται διὰ τοῦτο, ὅτι οὐδὲν τῶν ἰδίων πλέον ἐπιζητεῖ ἀλλʼ ἑαυτοῦ χάριν πάντα ποιεῖ· ὁ δὲ ἐπιεικὴς διὰ τὸ καλὸν πάντα πράττει καὶ τοσούτῳ μᾶλλον ὅσῳ βελτίων καὶ ἐπιεικέστερος καὶ διὰ τὸν φίλον καὶ ἵνα δῷ τοῖς ἄλλοις τυχεῖν, ὧν δέονται, παρίησι τὰ ἑαυτοῦ· διὰ ταῦτα μὲν οὖν δοκεῖ μὴ δεῖν μάλιστα πάντων φιλεῖν ἑαυτόν.
200
τούτοις δὲ τὰ ἔργα διαφωνεῖ, καὶ οὐκ ἀλόγως. φασὶ γὰρ δέον εἶναι μάλιστα φιλεῖν τὸν μάλιστα φίλον, μάλιστα δὲ φίλος ὁ σώζων πάντα τὰ φιλικὰ περὶ τὸν φιλούμενον· φιλικὰ δέ ἐστι τὸ βούλεσθαι τὰ ἀγαθὰ τῷ φίλῳ ἐκείνου ἕνεκα, καὶ εἰ μηδεὶς εἴσεται τοῦτο, καὶ τὸ συζῆν μάλιστα ζητεῖν καὶ τὸ συναλγεῖν καὶ συγχαίρειν· ταῦτα δὲ πάντα αὐτός τις ἑαυτῷ ἀπονέμει, καὶ ἀπὸ τῶν πρὸς ἑαυτὸν καὶ τὰ πρὸς τοὺς φίλους ἐλήφθη, καθὼς ἐν τῷ δʹ εἴρηται κεφαλαίῳ. τούτοις δὲ καὶ αἱ παροιμίαι πᾶσαι μαρτυροῦσι. τοὺς γὰρ σφόδρα φίλους δηλοῦντες “μία ψυχή” φασιν· ἔτι δὲ καὶ τὸ “κοινὰ τὰ τῶν φίλων” εἰς τοῦτο φέρει καὶ “ἰσότης φιλότης” καὶ “γόνυ κνήμης ἔγγιον”. εἰ γὰρ τὸ κοινὸν καὶ ἡ ἰσότης καὶ τὸ ἔγγιστα φιλία, τί γένοιτʼ ἂν ἑκάστῳ φιλικώτερον ἑαυτοῦ; μάλιστα ἄρα φίλος αὐτὸς ἑαυτῷ. εἰ δὲ τὸν μάλιστα φίλον μάλιστα δεῖ φιλεῖν, ἑαυτὸν δεῖ μάλιστα φιλεῖν. οὕτω τοίνυν ἀμφοτέρων μὲν λόγων ἀληθῶν εἶναι δοκούντων, εἰκότως ἀπορεῖται ποτέρῳ δέον ἀκολουθεῖν. εὑρήσομεν δὲ διελόντες καὶ διορισάμενοι, ἐφʼ ὅσον καὶ πῶς ἑκάτερος ἀληθεύει. εἰ γὰρ λάβοιμεν τὴν τοῦ φιλαύτου σημασίαν, ὃ βούλεται παρʼ ἑκατέρῳ τῶν λόγων, δῆλον τὸ ζητούμενον γένοιτʼ ἄν. ὁ μὲν οὖν πρῶτος λόγος αὐτὸ φιλαύτους καλεῖ οὐ τοὺς ἑαυτοὺς φιλοῦντας ἁπλῶς ἀλλὰ τοὺς ζητοῦντας ἑαυτοῖς ἀπονέμειν τὸ πλέον, οὐκ ἐν τῷ ἀγαθῷ καὶ τῇ ἀρετῇ ἀλλʼ ἐν χρήμασι καὶ τιμαῖς καὶ ταῖς σωματικαῖς ἡδοναῖς· τούτων γὰρ οἱ πολλοὶ ὀρέγοντα ι , καὶ ἐσπουδάκασι περὶ αὐτὰ ὡς ἄριστα ὄντ α , διὸ καὶ περιμάχητά ἐστι ν . οἱ δὴ περὶ ταῦτα πλεονέκται χαρίζονται ταῖς ἐπιθυμίαις καὶ ὅλως τοῖς πάθεσι καὶ τῷ ἀλόγῳ τῆς ψυχῆς · τοιοῦτοι δ ’ εἰσὶν οἱ πολλο ί· διὰ τοῦτο καὶ τούτοις ἡ προσηγορία γέγονε. τοῖς γὰρ ὡς ἐπὶ τὸ πλεῖστον γινομένοις τὰ ὀνόματα τίθεται· τὰ δὲ σπάνια οὐδὲ σφόδρα ὀνομάζονται· καὶ γὰρ τούτων ἔνια οὐδὲ γινώσκονται. εἰσὶ δὲ οἱ μὲν φαῦλοι καὶ τὰ δοκοῦντα ἀγαθὰ ἑαυτοῖς ἀπονέμοντες πολλοί, οἱ δὲ σπουδαῖοι σπάνιοι. διὰ τοῦτο τοὺς πολλοὺς [ὀνομάζουσι] φαύλους ὄντας καὶ φιλαύτους ἀποκαλοῦσιν· οἱ δὴ οὕτω φίλαυτοι καὶ δικαίως ἐγκαλοῦνται. ὅτι δὲ τοὺς φαύλως ἔχοντας περὶ τὰς ἐπιθυμίας φιλαύτους οἱ πολλοὶ καλοῦσιν, οὐκ ἄδηλον. εἰ γάρ τις ἀεὶ σπουδάζει τὰ δίκαια πράττειν αὐτὸς μάλιστα πάντων ἢ τὰ σώφρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ τὰς ἀρετὰς καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς αὐτὸν ἐρεῖ φίλαυτον οὐδὲ ψέξει. ὁ μὲν οὖν πρῶτος λόγος φίλαυτον ὀνομάζει τὸν φαύλως ἑαυτὸν φιλοῦντα καὶ διὰ τοῦτο ἀληθής ἐστιν· οὐ γὰρ δεῖ τοῦτον τὸν τρόπον φιλεῖν ἑαυτόν· ὁ δὲ δεύτερος τὸν σπουδαῖον καὶ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν περιποιούμενον ἑαυτῷ μάλιστά φησι φιλεῖν ἑαυτόν. ὃς καὶ φίλαυτος δόξειεν ἂν εἶναι μᾶλλον εἰκότως· ἑαυτῷ γὰρ χαρίζεται· τῷ γὰρ κυριωτάτῳ ἑαυτοῦ, τῷ διανοητικῷ, τὰ κάλλιστα καὶ μάλιστα ἀποδίδωσιν ἀγαθά.
ὁ δὲ τῷ κυριωτάτῳ ἑαυτοῦ χαριζόμενος, οὗτος μάλιστα χαρίζεται ἑαυτῷ. καὶ γὰρ ὥσπερ πόλις ἐστὶ μάλιστα τὸ κυριώτατον τῆς πόλεως καὶ οἱ ἄριστοι τῶν πολιτῶν, οὕτω καὶ ἄνθρωπός ἐστι μάλιστα τὸ κυριώτατον τῶν ἐν τῷ ἀνθρώπῳ. διὰ τοῦτο καὶ φίλαυτος μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ τούτῳ χαριζόμενος· ἐπεὶ καὶ ἐγκρατής τις ἢ ἀκρατὴς λέγεται οὐ τῷ ἁπλῶς κρατεῖν ἢ κρατεῖσθαι ἀλλὰ τῷ τὸν νοῦν ἢ ἄρχειν τῶν παθῶν ἢ ἄρχεσθαι· ὥστε τοῦ μὲν νοῦ κρατοῦντος αὐτός τις λέγεται κρατεῖν, τῶν δὲ παθῶν κρατούντων οὐκ αὐτὸς κρατεῖν ἀλλὰ μᾶλλον κρατεῖσθαι. ὅθεν φανερόν, ὅτι αὐτός τίς ἐστι μάλιστα ἕκαστος τὸ αὐτοῦ διανοητικόν· καὶ ὁ τὸ ἑαυτοῦ διανοητικὸν ἀγαπῶν καὶ πάντα τρόπον αὐτῷ χαριζόμενος φίλαυτος εἰκότως ἂν λέγοιτο κα θ ’ ἕτερον εἶδος τοῦ ὀνειδιζομένο υ , καὶ διαφέρων τοσοῦτο ν , ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος καὶ ἡ τοῦ ἀγαθοῦ ὄρεξις τῆς φαύλης ἐπιθυμίας. ἐπεὶ τοίνυν τοὺς σπουδαίους καὶ ἐπιεικεῖς ἐπαινοῦσι καὶ ἀποδέχονται πάντες, δεῖ δὲ πάντας ἐπιεικεῖς εἶναι (καὶ γὰρ πάντων εἰς τὸ καλὸν ἁμιλλωμένων καὶ διατεινομένων τὰ κάλλιστα πράττειν, πάντα ἀπαντήσειν τὰ ἀγαθά, καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑκάστῳ), φανερὸν ὅτι δέον ἐστὶ τὸν μὲν ἀγαθὸν φίλαυτον εἶναι. καὶ γὰρ αὐτός τε ἑαυτὸν ὠφελήσει τὰ καλὰ πράττων καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα κινήσει· τὸν δὲ μοχθηρὸν οὐκέτι. φιλῶν γὰρ καὶ χαριζόμενος ἑαυτῷ βλάψει καὶ ἑαυτὸν καὶ τοὺς πέλας, πάθεσιν ἑπόμενος φαύλοις· ἐπεὶ παρὰ μὲν τῷ σπουδαίῳ ταὐτόν ἐστιν ὃ πράττει καὶ ὃ πράττειν προσήκει· καὶ γὰρ πᾶς μὲν 〈ἀνὴρ ἀγαθὸς ὁ νοῦς αὑτοῦ ἐστιν· ὁ〉 νοῦς 〈δὲ〉 αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ· οἱ δὲ πειθαρχοῦσι καὶ ἀκολουθοῦσι τῷ νῷ· παρὰ δὲ τοῖς φαύλοις τὸ δέον καὶ ὃ ποιοῦσι διαφωνεῖ· καὶ διὰ τοῦτο τοὺς μὲν οὐ δεῖ φιλαύτους εἶναι, τοὺς δὲ ἑαυτοὺς μάλιστα προσήκει φιλεῖν. οὕτω μὲν οὖν ὁ ἀληθὴς διώρισται λόγος. λυτέον δὲ καὶ τὸν πρῶτον λόγον, διʼ ὃν ἐδόκει τὸν ἀγαθὸν μὴ εἶναι φίλαυτον, ὅτι τῶν μὲν ἑαυτοῦ ἀμελεῖ, ζητεῖ δὲ τὰ τῶν φίλων καὶ τῆς πατρίδος ἀγαθά, ὑπὲρ ὧν καὶ ἀποθνήσκει δεῆσαν. ὅτι μὲν οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ἀληθές ἐστιν. οὐ μὴν διὰ τοῦτο ῥητέον αὐτὸν μὴ μάλιστα φίλαυτον εἶναι· διʼ αὐτὰ μὲν οὖν φαίνεται φίλαυτος εἶναι. καὶ γὰρ ἀντὶ μεγάλων μικρὰ προΐεται, καὶ τὰ μικρὰ ῥίπτων τὰ μέγιστα τῶν ἀγαθῶν ἑαυτῷ περιποιεῖται· τοῖς μὲν γὰρ φίλοις καὶ τῇ πατρίδι χρήματα καὶ τιμὰς καὶ τοιαῦτα παρέχει, ἑαυτῷ δὲ τὸ ἀγαθὸν καὶ καλὸν καὶ χρηστὸν καὶ φιλόπολιν εἶναι καὶ τὰ τοιαῦτα, ὧν ἐκεῖνα πάντα ἐλάττω· καὶ ὅταν δὲ ὑπὲρ τῶν φίλων καὶ τῆς πόλεως ἀποθάνῃ καὶ τὴν ἑαυτοῦ πρόηται ζωήν, μείζω ἐκέρδανεν ἢ προήκατο. αἱρεῖται γὰρ ὀλίγον 〈χρόνον〉 ἡσθῆναι σφόδρα τὴν ἀγαθὴν καὶ ἐπαινετὴν ἡδονὴν ἢ πολλὴν ἠρέμα· καὶ βέλτιον αὑτῷ εἶναι ἡγεῖται τὸν βίον μικρὸν ὄντα μεγάλων γέμειν κατορθωμάτων, ἢ μακρὸν βιώσαντα μὴ οὕτως ἐπαινετὸν εἶναι, καὶ μίαν πρᾶξιν ποιῆσαι καλὴν καὶ μεγάλην ἢ πολλὰς καὶ μικράς.
ταῦτα γὰρ ἐκείνων καλλίω. καὶ πράξεις δὲ σπουδαίας ἐνίοτε προΐεται τῷ φίλῳ, καὶ ἐξὸν αὐτὸν πράττειν, ἐκείνῳ τῆς φιλοτιμίας παραχωρεῖ, καὶ τηνικαῦτα δὲ τὸ μεῖζον ἀγαθὸν ἑαυτῷ ἀπονέμει· κάλλιον γὰρ τοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τοῦ καλοῦ τῷ φίλῳ γενέσθαι. διὰ ταῦτα δὴ εἰκότως δοκεῖ σπουδαῖος εἶναι ἀντὶ πάντων αἱρούμενος τὸ καλὸν καὶ τὸ πλέον ζητῶν ἐν τοῖς ἀγαθοῖς καὶ σπουδαίοις. φαίνεται τοίνυν μάλιστα ἑαυτὸν φιλῶν ὁ σπουδαῖος καὶ ἑαυτῷ τοῦ καλοῦ τὸ πλέον ἑκάστοτε νέμων. οὕτω μὲν οὖν δεῖ φίλαυτον εἶνα ι , καθάπερ εἴρητα ι , ὡς δὲ οἱ πολλο ί , οὐ χρ ή· ὅπως μὲν οὖν δεῖ μάλιστα φιλεῖν ἑαυτόν, ἐπὶ τοσοῦτον εἰρήσθω. 〈 Ὅτι καὶ εὐδαίμων φίλων σπουδαίων δεήσε ι . κε φ . ι ʹ . 〉 Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν εὐδαιμόνων, εἰ δεήσει φίλων αὐτοῖς ἢ μή. φασὶ γὰρ μὴ χρείαν εἶναι τοῖς μακαρίοις καὶ αὐτάρκεσιν· αὐτάρκεις γὰρ ὄντες καὶ πάντα ἔχοντες τὰ ἀγαθά, πῶς ἂν ἄλλων δέοιντο; καὶ γὰρ οἱ φίλοι δέονται τῶν φίλων καὶ καρποῦνται διʼ ἐκείνων ἃ διʼ ἑαυτῶν οὐ δύνανται κτᾶσθαι· καὶ γὰρ ὁ φίλος ἄλλος αὐτός. ἐπεὶ δὲ αὑτοῖς οἱ εὐδαίμονες ἀρκοῦσιν, οὐ χρείαν ἔχουσι φίλων, διὰ τοῦτό φασιν ὅταν ὁ δαίμων εὖ διδ ῷ , τί δεῖ φίλω ν; διὰ ταῦτα μὲν οὖν δοκεῖ μὴ χρείαν εἶναι τοῖς εὐδαίμοσι φίλων. καθʼ ἕτερον δὲ λόγον ἄτοπον ἔοικεν εἶναι τὸ πάντα ἀπονέμοντας τὰ ἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι, ὃ τῶν ἐκτὸς ἀγαθῶν τὸ μέγιστον εἶναι δοκεῖ, ἄλλως τε καὶ ὅτι τὸ μὲν εὐεργετεῖν ἀναγκαῖόν ἐστι πρὸς τὴν εὐδαιμονίαν, ἡ δὲ καλλίστη καὶ μάλιστα ἐπαινουμένη εὐεργεσία πρὸς τοὺς φίλους ἐστίν· ὥστε δεῖ φίλων τοῖς εὐδαίμοσιν, ἐπεὶ χρεία τὴν ἀρίστην εὐεργεσίαν εὐεργετεῖν. μάλιστα γὰρ φίλῳ προσήκει τὸ εὖ ποιεῖν καὶ τὸ εὖ πάσχειν· καὶ κάλλιον εὐεργετεῖν φίλους ἢ ὀθνείους καὶ ἀγνῶτας καὶ μηδὲν προσήκοντας οὔτε τῶν ἠθῶν ἕνεκα οὔτε τῆς πολιτείας. διὰ ταῦτα δὴ φαίνεται δεῖσθαι φίλων τὸν εὐδαίμονα, καὶ τούτου ἕνεκα καὶ ζητεῖται, πότερον ἐν εὐτυχίαις χρεία φίλων μᾶλλον ἢ ἐν ἀτυχίαις. δεῖ γὰρ καὶ ἀτυχοῦντι φίλων βοηθούντων καὶ ἐπανορθούντων αὐτῷ τὴν τύχην καὶ τῷ εὐτυχοῦντι, ἵνα εὐεργετεῖν δύνηται. ἔτι δὲ ἄτοπον κἀκεῖνο, τὸν μονώτην καὶ ἑαυτῷ μόνῳ ζῶντα μακάριον οἴεσθαι· ἡ μὲν γὰρ εὐδαιμονία αἱρετόν, τὸ δὲ μονώτης εἶναι οὐδεὶς ἂν ἕλοιτο· οὐδεὶς γὰρ βούλεται καθʼ ἑαυτὸν πάντα ἔχειν τὰ ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ φύσει ὀρέγεται μετὰ ἄλλων ζῆν. ταῦτα δὲ ὑπάρχει καὶ τῷ εὐδαίμονι καὶ συζῆν βούλεται· τὰ γὰρ φύσει ἀγαθὰ καὶ αὐτὸς ἔχει· εἰ δὲ συζῆν ἀνάγκη τὸν εὐδαίμονα, φανερὸν ὅτι τοῖς βελτίστοις τῶν ἀνθρώπων καὶ οἰκειοτάτοις· οἳ δέ εἰσιν οἱ φίλοι καὶ οἱ ἐπιεικεῖς, μεθʼ ὧν βέλτιον καὶ ἥδιον συνημερεύειν ἢ μετὰ ὀθνείων καὶ τῶν τυχόντων· δεῖ ἄρα τῷ εὐδαίμονι φίλω ν.
λυτέον δὲ τοὺς πρώτους λόγους, διʼ οὓς ἐδόκει μὴ δεῖν φίλων τοῖς μακαρίοις· καὶ ῥητέον τί λέγουσι καὶ πῇ ἀληθεύουσι. λέγομεν τοίνυν, ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρησίμους εἶναι καὶ οὐ διὰ τὸ ἀγαθὸν ἀλλὰ διὰ τὴν χρείαν ἀγαπωμένους καὶ ἔτι τοὺς διὰ τὴν ἡδονήν· τούτων δὲ ὁ εὐδαίμων οὐ δεῖται, τοῦ μὲν χρησίμου, ὅτι πάντα ἔχει τὰ ἀγαθά, τοῦ δὲ ἡδέος, ὅτι ἡδὺς ὁ βίος αὐτῷ καὶ οὐ δεῖται τῆς ἔξωθεν ἡδονῆς. οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων, τῶν ὡς ἀληθῶς φίλων, ὅσοι διὰ τὴν ἀρετὴν φιλοῦνται καὶ τὸ ἀγαθόν. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· καὶ δῆλον ἐκεῖθεν. καθάπερ γὰρ ἐν ἀρχῇ εἴρηται, ἡ εὐδαιμονία ἐνέργειά ἐστιν. ἡ δὲ ἐνέργεια φανερὸν ὅτι γίνεται καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, καὶ οὐ γέγονε καὶ ὑπάρχει ἤδη καθάπερ τι κτῆμα· συνίσταται μὲν οὖν ἡ εὐδαιμονία ἐν τῷ ζῆν καὶ πράττειν. 〈τὸ γὰρ ζῆν κατʼ ἀρετὴν καὶ πράττειν〉 τὰ σπουδαῖα εὐδαιμονεῖν ἐστιν. ἐπεὶ δὲ ἡ τοιαύτη ἐνέργεια ἡδεῖά ἐστι τῷ σπουδαίῳ, ὅτι τε ἀγαθὴ καὶ ἡδεῖα καθʼ ἑαυτήν, ὡς ἐν ἀρχῇ εἴρηται, καὶ ὅτι οἰκεία αὐτῷ, τὸ ἄρα θεωρεῖν τὴν τοιαύτην ἐνέργειαν ἥδιστόν ἐστι τῷ εὐδαίμονι· θεωρεῖν δὲ τὰ τοῦ πέλας δυνάμεθα μᾶλλον ἢ τὰ οἰκεῖα καὶ τὰς ἐκείνων πράξεις ἢ τὰς ἡμετέρας· ὁ ἄρα εὐδαίμων μάλιστα θεωρήσει τὰς τοῦ φίλου πράξεις, καὶ ἀγαθαῖς δὲ οὔσαις ἡσθήσεται μάλιστα. εἰ δὲ ἀνάγκη τὴν ἀγαθὴν ἡδονὴν ἥδεσθαι τὸν εὐδαίμονα, φανερὸν ὅτι χρεία τῷ εὐδαίμονι φίλων τοιούτων, εἴπερ θεωρεῖν αἱρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, οἷαί εἰσιν αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος. ἔτι δὲ πάντες οἴονται ἡδίστην τὴν τοῦ εὐδαίμονος ζωήν. ἡ δὲ ζωὴ τοῦ εὐδαίμονός ἐστι τὸ κατʼ ἀρετὴν ἐνεργεῖν, τὸ δὲ ἐνεργεῖν συνεχῶς μεθʼ ἑτέρων μὲν ῥᾴδιον, καθʼ ἑαυτὸν δὲ χαλεπόν· ὅθεν χαλεπὸς ὁ μονώτης βίος· τὸ δὲ ῥᾴδιον ἥδιον τοῦ δυσχεροῦς· τὸ ἥδιον δὲ μᾶλλον προσήκει τῷ μακαρίῳ. καὶ ἅμα ἡ ἐνέργεια συνεχεστέρα αὐτῷ ἔσται, ἡδεῖα οὖσα· τοῦτο δὲ τῷ μακαρίῳ προσήκει συνεχῶς κατʼ ἀρετὴν ἐνεργεῖν. τοῦτο δὲ αὖθις μείζω αὐτῷ ποιήσει τὴν ἡδονήν· ἥδεται γὰρ ὁ σπουδαῖος ταῖς κατʼ ἀρετὴν πράξεσιν ᾗ σπουδαῖος, ταῖς δὲ ἀπὸ κακίας δυσχεραίνει · καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδετα ι , ἐπὶ δὲ τοῖς φαύλοις λυπεῖτα ι. οὐ μόνον δὲ τὴν οὖσαν ἕξιν συνεχέστερον ἐνεργήσει ὁ σπουδαῖος ἀπὸ τοῦ σπουδαίοις συζῆν, ἀλλὰ καὶ τὴν μὴ οὖσαν κτήσεται, ἢ ἃς ἔχει ἄμεινον ἕξει· γένοιτο γὰρ ἂν ἐπίδοσις ἀρετῆς ἀπὸ τοῦ συζῆν τοῖς ἀγαθοῖ ς , καθάπερ καὶ Θέογνίς φησ ι· δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. ἔτι δὲ καὶ ὧδε δῆλον ἔσται φυσικώτερον τὸν λόγον ἐπισκοποῦσι. σκεψώμεθα γὰρ οὐκ ἀπὸ τῶν ἰδίᾳ προσόντων τῷ εὐδαίμονι ἀλλὰ ἀπὸ τῶν κοινῇ πᾶσι. τὸ μὲν οὖν ζῆν πᾶσι τοῖς ζῴοις φύσει ἐστὶν ἡδύ· τὸ δὲ ζῆν ὁρίζονται εἶναι ἐν μὲν τοῖς ἀλόγοις δύναμιν αἰσθήσεως, ἐν δὲ τοῖς ἀνθρώποις δύναμιν αἰσθήσεως ἢ νοήσεως.
ἡ δὲ δύναμις διὰ τὴν ἐνέργειάν ἐστι καὶ τὸ κύριον ἐν τῇ ἐνεργείᾳ· εἰ τοίνυν τὸ δύνασθαι αἰσθάνεσθαι ἢ νοεῖν ζῆν ἐστι, πολλῷ μᾶλλον αὐτὸ τὸ αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ. τὸ ἄρα αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ αὐτό ἐστι τὸ ζῆν, τὸ δὲ ζῆν ἡδύ τέ ἐστι καθʼ ἑαυτὸ καὶ ἀγαθόν, μάλιστα μέν, ὅτι ὡρισμένον τί ἐστι τὸ ζῆν. τὸ δὲ ὡρισμένον τῆς τοῦ ἀγαθοῦ φύσεως, καθάπερ καὶ Πυθαγορείοις ἐδόκει· καὶ γὰρ ἔταττον ἐν τῇ τοῦ ἀγαθοῦ συστοιχίᾳ τὸ ὡρισμένον. ἔπειτα καὶ ὅτι πάντα τοῦ ζῆν ἐφίεται· οὗ δὲ πάντα ἐφίεται, ἀγαθόν ἐστι καθʼ ἑαυτὸ καὶ ἡδύ· λέγω δὲ ζωὴν οὐ τὴν μοχθηρὰν καὶ μυρίων γέμουσαν συμφορῶν· ἀόριστοι γὰρ αἱ τοιαῦται, καθάπερ καὶ τὰ ταύτῃ συμβαίνοντα· λεχθήσεται δὲ περὶ αὐτῶν ἐν. οἷς περὶ ἡδονῆς ἐροῦμεν. ἐπεὶ τοίνυν τὸ μὲν ζῆν καθʼ ἑαυτὸ ἀγαθόν ἐστι καὶ ἡδύ, χαίρει δέ τις καὶ ἥδεται ὁρῶν ἐν ἑαυτῷ ἀγαθόν τι καὶ ἡδύ, χαίρομεν ἄρα καὶ ἡδόμεθα αἰσθανόμενοι ὅτι ζῶμεν. καὶ γὰρ αἰσθανόμεθα ὅτι ζῶμεν, ὥσπερ ὁρῶντες αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούοντες ὅτι ἀκούομεν καὶ βαδίζοντες ὅτι βαδίζομεν, καὶ νοοῦντες καὶ αἰσθανόμενοι γινώσκομεν ὅτι νοοῦμεν καὶ αἰσθανόμεθα. τὸ δὲ νοεῖν καὶ αἰσθάνεσθαι τοῦτό ἐστι τὸ εἶναι τῶν αἰσθανομένων καὶ νοούντων· νοοῦμεν ἄρα ὅτι ἐσμέν, καὶ ὅλως ἔστι τις ἐν ἡμῖν δύναμις, ᾗ γινώσκομεν ὅτι ἐνεργοῦμεν καὶ ζῶμεν. εἰ δὲ τὸ ζῆν ἀγαθόν, τὸ δὲ συνειδέναι τινὰ ἑαυτῷ ἀγαθὸν ἡδὺ καθʼ ἑαυτό ἐστι, τὸ ἄρα εἰδέναι ὅτι ζῶμεν, ἡδύ ἐστιν. ἐπεὶ τοίνυν τὰ φύσει ἀγαθὰ καὶ ἡδέα 〈καὶ τῷ σπουδαίῳ ἀγαθά εἰσι καὶ ἡδέα〉, ἡσθήσεται μὲν ζῶν ὁ σπουδαῖος, καὶ μάλιστα τῶν ἄλλων οὗτος, καθόσον ἡ αὐτοῦ ζωὴ αἱρετωτέρα ἐστὶ καὶ ἡδίων καὶ μακαρία. ἡσθήσεται δὲ γινώσκων ὅτι ζῇ· τὸ δὲ ζῆν ἐστι τὸ νοεῖν· ἥδεται ἄρα ὁ σπουδαῖος γινώσκων ὅτι νοεῖ. οὕτω δὲ πρὸς τὸν φίλον ὡς πρὸς ἑαυτὸν ὁ σπουδαῖος ἔχει, ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστί ν· οὐκοῦν φανερόν, ὅτι καθάπερ τὸ αὐτὸν εἶναι καὶ ζῆν αἱρετόν ἐστιν αὐτῷ καὶ ἡδύ, οὕτω καὶ τὸ τοῦ φίλου εἶναι ζητεῖ, τουτέστι τὸ τὸν φίλον νοεῖν· τὸ γὰρ εἶναι καὶ ζῆν τὸ νοεῖν ἐστιν. ὥσπερ δὲ χαίρει γινώσκων ὅτι νοεῖ, οὕτως ἡδύ ἐστιν αὐτῷ καὶ αἱρετὸν τὸ γινώσκειν ὅτι ὁ φίλος νοεῖ· τὸ δὲ γινώσκειν τὸν φίλον ὅτι νοεῖ, τότε ἐστὶν ἐνεργείᾳ, ὅταν αὐτὰ γινώσκῃ ἃ νοεῖ, οὐχ ἁπλῶς ὅτι διανοεῖται. τοῦτο δὲ γίνοιτʼ ἂν ἐν τῷ ζῆν μετʼ ἀλλήλων καὶ κοινωνεῖν λόγων καὶ διανοίας· τοῦτον γὰρ τὸν τρόπον συζῆν οἱ ἄνθρωποι λέγονται· οὐ γὰρ τὸ ἐν τῷ αὐτῷ εἶναι συζῆν ἐστι, καθάπερ ἐπὶ τῶν βοσκημάτων τὸ ἐν τῷ αὐτῷ νέμεσθα ι. τὸ ἄρα συνεῖναι τοῖς φίλοις αἱρετόν ἐστι τῷ σπουδαίῳ καὶ ἡδύ· ὃ δέ ἐστιν αὐτῷ αἱρετό ν , τοῦτο δεῖ ὑπάρχειν αὐτ ῷ· εἰ δὲ μή, ἐνδεὴς ἔσται τοῦτο τὸ μέρος, ὃ ἐναντίον ἐστὶ τῇ εὐδαιμονίᾳ. δεήσει ἄρα τῷ εὐδαιμονήσοντι φίλων σπουδαίω ν. 〈 Περὶ φίλων ἀριθμο ῦ .
205 (1n)
κε φ . ια ʹ . 〉 Ἐπεὶ δὲ χρεία τῷ εὐδαίμονι φίλων, ζητητέον πότερον πλείστους φίλους ὡς ἔνι μάλιστα ποιητέον αὐτόν, ἢ καθάπερ ἐπὶ τῆς ξενίας εἴρηται καλῶς καὶ ἁρμοδίως, ὡς οὐ δεῖ μήτʼ ἄξεινον εἶναι μήτε πολύξεινον οὕτω καὶ ἐπὶ τῶν φίλων εἰκός ἐστι μήτʼ ἄφιλον εἶναι μήτε πολύφιλον. λέγομεν τοίνυν ἐκεῖνο, ὅτι τριχῶς τῆς φιλίας διαιρουμένης καὶ τῆς μὲν διὰ τὸ χρήσιμον οὔσης, τῆς δὲ διʼ ἡδονήν, τῆς δὲ τοῦ ἀγαθοῦ ἕνεκα καὶ τῆς ἀρετῆς, τῶν μὲν διὰ τὸ χρήσιμον ἢ τὴν ἡδονὴν φίλων ὀλίγων ἂν γένοιτο χρεία, μάλιστα τῶν μὲν διὰ τὸ χρήσιμον, ὅτι ὀλίγοις ἄν τις ἀρκέσειεν ἃ χρῄζουσι βοηθεῖν, καὶ τὸ πολλοὺς θεραπεύειν ἐπίπονον, μάλιστα εἰ τύχοιεν περίεργοί τινες ὄντες καὶ ζητοῦντες θεραπεύεσθαι περιττῶς, τῶν δὲ διὰ τὴν ἡδονήν, ὅτι ὀλίγης ἡδονῆς χρεία τῷ βίῳ καὶ ἀνέσεως, καθάπερ ἐν εὐωχίᾳ τοῦ ἡδύσματος, τῶν δὲ σπουδαίων καὶ διὰ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν φιλούντων πλειόνων μὲν τῷ εὐδαίμονι δεήσει. πλὴν ἔσται τι καὶ αὐτῶν μέτρον. καθάπερ γὰρ πόλεώς ἐστι μέτρον καὶ οὔτε ἐκ δέκα ἀνθρώπων γένοι τ ’ ἂν πόλις οὔτε ἐκ δέκα μυριάδων (οὐ γὰρ ἂν ἔτι πόλις ἡ τοιαύτη ἂν εἴη συνοικία), οὕτω δεῖ καὶ τοὺς φίλους ὡρίσθαι καὶ μέτρον αὐτοῖς εἶναι. καὶ ὥσπερ ἐπὶ τῆς πόλεως οὐ τὸ ποσὸν ὥρισται καὶ ἀριθμὸς ῥητός ἐστι τοῦ πλήθους τοῦ πόλει προσήκοντος, ἀλλὰ τοῦ ὑπερβάλλοντος ἀριθμοῦ τὸ τῆς πόλεως μέτρον καὶ τοῦ ἐλλείποντος ὡρισμένων, τὰ μεταξὺ ποσὰ μέτρον εἶναί φαμεν πόλεως, οἷον οὔτε οἱ χίλιοι πόλις ἂν εἴη οὔτε αἱ δέκα μυριάδες, ἀλλὰ τὰ μεταξύ, οὕτω καὶ ἐπὶ τῶν φίλων οὐκ ἔνι λαβεῖν ἀριθμὸν ὡρισμένον ἀλλʼ εἶεν ἂν τοσοῦτοι ὅσοις δύναταί τις συζῆν. τοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶνα ι . ὅτι γὰρ οὐχ οἷόν τε πλείστοις συζῆν καὶ διανέμειν ἑαυτόν, φανερόν. δεῖ δὲ καὶ συνημερεύειν τοῖς φίλοις· πλείστοις δὲ οὖσιν ἐργῶδες μάλιστα· καὶ μὴν καὶ συναλγεῖν δεῖ καὶ συγχαίρειν οἰκείως· καὶ τοῦτο δὲ χαλεπόν, εἰ πολλοῖς τις χρήσαιτο φίλοις. πολλῶν γὰρ ὄντων οἱ μὲν χαίρουσιν, οἱ δὲ ἄχθονται κατὰ ταὐτόν· καὶ δέον τὸν φίλον ἐπιμερίζειν ἑαυτὸν ἑκατέροις· τὸ δὲ ἐπίπονον. ἴσως οὖν εὖ ἔχει μὴ ζητεῖν σφόδρα πολυφιλώτατον εἶναι ἀλλὰ τοσούτους παραδέχεσθαι φίλους, ὅσοις δυνάμεθα συζῆν καὶ συνημερεύειν καὶ συναλγεῖν καὶ συγχαίρειν. οὕτω δὲ χρῆσθαι πολλοῖς οὐκ ἐνδέχεται διὰ τοῦτο, οὐδὲ κατὰ τὴν ἐρωτικὴν φιλίαν πολλῶν ἐνδέχεται φίλον εἶναι. ἡ γὰρ ἐρωτικὴ φιλίας ἐστὶν ὑπερβολή, καὶ διὰ τοῦτο πρὸς ἕνα δύναται γίνεσθαι· τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τῆς κατʼ ἀρετὴν φιλίας πολλοὺς σφόδρα φιλεῖν καὶ τὰ φιλικὰ πάντα σώζειν περὶ αὐτοὺς οὐκ ἐνδέχεται, ὀλίγοις δὲ οὕτω χρήσασθαι δυνατόν. τούτοις δὲ τοῖς λόγοις καὶ τὰ πράγματα μαρτυρεῖ· οὐ γὰρ γίνονται φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν φιλίαν, ἀλλʼ αἱ μάλιστα ὑμνούμεναι ἑταιρικαὶ φιλίαι ἐν δυσὶ γενέσθαι λέγονται. οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες καὶ ἃ δεῖ ἑκάστῳ τῶν πολιτῶν καὶ ἔργοις καὶ λόγοις ἀποδιδόναι δοκοῦντες οὐδενὶ φίλοι εἰσὶ τὴν ἀκριβῆ καὶ ἀληθῆ φιλίαν, ἀλλὰ φίλοι ἂν λέγοιντο τὴν λεγομένην πολιτικὴν φιλίαν.
τούτων δὲ οἱ μὲν ἄρεσκοί εἰσι, πάντα τοῖς συνοῦσι χαριζόμενοι, περὶ ὧν ἐν τοῖς ἔμπροσθεν εἴρηται, οἱ δὲ ἐπιεικεῖς εἰσι καὶ πρὸς ἀλήθειαν σύνεισι καὶ τὸ ἀγαθόν, οἳ καὶ φίλοι καλοῦνται διὰ τὴν πρὸς 〈τὴν〉 φιλίαν ὁμοιότητα καί εἰσι μεταξὺ τῶν τε ἀρέσκων καὶ τῶν δυσκόλων ἐπαινετοί, ἀμφοτέρων ψεκτῶν, καθὼς ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ τετάρτου βιβλίου διείληπται. τοιούτους μὲν οὖν φίλους πολλοὺς ἄν τις εὕροι, τοὺς δὲ κυρίως φίλους ἀγαπητὸν καὶ ὀλίγους εὑρεῖν. 〈 Πότερον ἐν εὐτυχίαις φίλων μᾶλλον δεῖ ἢ ἐν ἀτυχίαις καὶ ὅτι τὸ συζῆν ἰδιαίτατον ἔργον ἐν φιλίαις σπουδαίων τε καὶ φαύλω ν . κε φ . ιβ ʹ . 〉 Ἐπεὶ δὲ δεῖ φίλων τοῖς τε εὐδαίμοσι καὶ τοῖς δυστυχέσι, ζητητέον ποτέροις μᾶλλον δεήσει τῶν φίλων. οἵ τε γὰρ ἀτυχοῦντες δέονται τῆς παρὰ τῶν φίλων ἐπικουρίας, οἵ τε εὐδαίμονες οἷς συζήσουσι καὶ οὓς εὖ ποιήσουσιν· ἐθέλουσι γὰρ εὖ ποιεῖν καὶ ἀναγκαῖον αὐτοῖς ἐστιν εἰς τὴν εὐδαιμονίαν. ἔστι δὲ τρόπον μέν τινα τῷ δυστυχεῖ χρεία φίλων μᾶλλον ἢ τῷ σπουδαίῳ, κατὰ ἄλλον δὲ τρόπον τῷ εὖ πράττοντι μᾶλλον, τὸ μὲν διὰ τὸ ἀναγκαῖον, τὸ δὲ διὰ τὸ καλόν· τῷ μὲν γὰρ δυστυχεῖ ἀναγκαιότερον οἱ φίλοι ἢ τῷ εὐδαίμονι, τῷ εὐδαίμονι δὲ κάλλιον ἢ τῷ κακῶς πράττοντι· διὰ τοῦτο ἐν μὲν ταῖς ἀτυχίαις οὐ τοσοῦτον δεῖ φίλων σπουδαίων ὅσον ὠφελίμων καὶ χρησίμων, ἐν δὲ ταῖς εὐτυχίαις οὐδαμῶς χρησίμων ἀλλὰ ἀγαθῶν μόνον· τοὺς γὰρ ἐπιεικεῖς οἱ εὐδαίμονες ζητοῦσι καὶ τούτους βούλονται μᾶλλον εὐεργετεῖν καὶ μετὰ τούτων διάγει ν . ἔστι γὰρ καὶ ἡ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖ α , καὶ ἐν ταῖς εὐτυχίαι ς , κουφίζονται γὰρ οἱ λυπούμενοι συναλγούντων αὐτοῖς τῶν φίλων. διὰ τοῦτο καὶ ἀπορήσειεν ἄν τις, ἀνθʼ ὅτου κουφίζονται τῷ συναλγοῦντας τοὺς φίλους ὁρᾶν· δοκεῖ γὰρ ὥσπερ βάρος μεριζόμενον καὶ πρὸς τοὺς φίλους κουφίζεσθαι. τὸ δὲ οὐκ ἔστιν· ἀλλʼ ἡ ἐπὶ τῇ παρουσίᾳ τῶν φίλων ἡδονὴ καὶ τὸ τοὺς συναλγοῦντας ὁρᾶν ἡδὺ ὂν ἐλάττω ποιεῖ τὴν λύπην· ἡδονὴ γὰρ λύπην ἐλαύνει· εἰ μὲν οὖν διὰ ταῦτα ἢ διʼ ἄλλο τι κουφίζονται, ἀφείσθω ζητεῖν ἐπὶ τοῦ παρόντος· ὅτι δὲ ῥᾴους γίνονται οἱ λυπούμενοι διὰ τὴν παρουσίαν τῶν φίλων, φανερόν ἐστι. ἔοικε δὲ μὴ καθαρῶς χαίρειν αὐτοὺς τοῖς συναλγοῦσι τῶν φίλων μηδὲ ἄμικτον αὐτοῖς εἶναι τὴν τοιαύτην ἡδονήν, ἀλλὰ καὶ ἀλγεῖν ἐν τῷ μέρει. αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, μάλιστα τοῖς ἀτυχοῦσι, καί τις αὐτῷ γίνεται ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι. παραμυθητικὸν γὰρ ὁ φίλος καὶ ὁρώμενος καὶ λέγων, ἐὰν ᾖ ἐπιδέξιος · γινώσκει γὰρ τὸν τοῦ φίλου τρόπον, καὶ οἷς χαίρει καὶ οἷς λυπεῖται, καὶ δύναται παραμυθήσασθαι ῥᾳδίως.
κατὰ τοῦτον μὲν οὖν τὸν τρόπον ἡδεῖά ἐστιν ἡ παρουσία τῶν φίλων. τὸ δὲ λυπούμενον αἰσθάνεσθαι τὸν φίλον ἐπὶ ταῖς ἑαυτοῦ ἀτυχίαις λυπηρὰν ποιεῖ τηνικαῦτα τὴν συνουσίαν τῶν φίλων· πᾶς γὰρ λυπηρὸν ἡγεῖται τὸ λύπης αἴτιος γενέσθαι τοῖς φίλοις. διὰ τοῦτο οἱ μὲν ἀνδρώδεις τὴν φύσιν εὐλαβοῦνται συλλυπεῖσθαι τοὺς φίλους αὐτοῖς, κἂν μὴ μεγάλη μὲν ἡ παραμυθία ᾖ καὶ ἐπὶ μεγίσταις συμφοραῖς, μικρὰ δὲ ἡ λύπη, ἣν συναλγοῦσιν αὐτοῖς, οὐκ ἀνέχονται κοινωνεῖν τοῖς φίλοις τῶν κακῶν, ὅλως τε τοὺς συνθρηνοῦντας οὐ προσίενται διὰ τὸ μηδὲ αὐτοὶ θρηνητικοὶ εἶναι ἀλλὰ γενναίως ἔχειν πρὸς τὰ λυπηρά. γύναια δὲ καὶ οἱ γυναικώδεις τῶν ἀνδρῶν τοῖς στενάζουσι χαίρουσι καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντα ς· δεῖ δὲ οὐ τούτους ἀλλὰ τοὺς ἀνδρικοὺς μιμεῖσθαι· ἐν ἅπασι γὰρ προσήκει τὰ βελτίω διώκειν. οὕτω μὲν οὖν τοῖς δυστυχοῦσιν οἱ φίλοι βοηθοῦσιν. ἡ δὲ ἐν ταῖς εὐτυχίαις παρουσία τῶν φίλων διπλῶς ἡδεῖά ἐστιν, ὅτι τε ἡδίστη ἐστὶν ἡ μετὰ τῶν φίλων διατριβή, καθόσον εἰσὶ φίλοι, καὶ ὅτι βλέπουσι χαίροντας τοῖς αὐτῶν ἀγαθοῖς, ὃ τῆς μεγίστης εὐνοίας τεκμήριόν ἐστιν. ἐπεὶ τοίνυν κοινωνοῦντες μὲν τοῖς φίλοις τῶν συμφορῶν λυποῦμεν, μεταδιδόντες δὲ τῆς εὐδαιμονίας εὐφραίνομεν, δόξειεν ἂν δέον εἶναι προθύμως μὲν καλεῖν αὐτοὺς εἰς τὰς εὐτυχίας, εἰς δὲ τὰς ἀτυχίας ὀκνοῦντα. τὸ μὲν γὰρ εὐεργετεῖν καλόν, μεταδιδόναι δὲ τῶν κακῶν ὡς ἥκιστα δεῖ. διὰ τοῦτο καὶ ὁ τραγῳδός φησιν “ἅλις ἐγὼ δυστυχῶν·” οὐδὲ γὰρ δεῖ τοὺς φίλους τῶν οἰκείων ἀναπιμπλάναι κακῶν· τηνικαῦτα δὲ παρακλητέον τοὺς φίλους ἐπὶ τὸ συναλγεῖν, ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλα τοὺς λυπουμένους ὠφελήσειν. αὐτοὺς μέντοι τοὺς φίλους τὸ ἀνάπαλιν ἁρμόζει ποιεῖν πρὸς τοὺς ἐν συμφοραῖς, ἔξω συμφορῶν ὄντας. ἰέναι γὰρ δεῖ πρὸς μὲν τοὺς ἀτυχοῦντας ἀκλήτους καὶ προθύμους· φίλου γὰρ τὸ εὖ ποιεῖν, καὶ μάλιστα τοὺς ἐν χρείᾳ καὶ μήπω ἀξιώσαντας (τοῦτο γὰρ ἀμφοτέροις, καὶ τῷ διδόντι καὶ τῷ λαμβάνοντι, καὶ κάλλιον καὶ ἥδιον), εἰς δὲ τὰς εὐτυχίας ἰέναι μέν, ἀλλὰ πρὸς μὲν τὸ συνεργεῖν καὶ βοηθεῖν τοῖς φίλοις τὴν εὐτυχίαν προθύμως ἔχειν, πρὸς δὲ τὸ κοινωνεῖν τῆς εὐπαθείας αὐτοῖς σχολαιότερον· οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθα ι· προθυμουμένους δὲ 〈καὶ〉 ἐπειγομένους τοὺς φίλους ὠφελεῖν ἴσως οὐ δεῖ διωθεῖσθαι καὶ ἀποσείεσθαι τὴν εὐεργεσίαν, μὴ καὶ δόξωσι πρὸς τοὺς φίλους ἀηδῶς ἔχειν. τοῦτο γὰρ ἐνίοτε συμβαίνει. φανερὸν δή ἐστιν ἐκ τῶν εἰρημένων, ὅτι τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ ζῆν μετʼ ἀλλήλων. καὶ καθάπερ τοῖς ἐρῶσιν ἀγαπητότατόν ἐστι τὸ ἀλλήλους ὁρᾶν καὶ μᾶλλον αἱροῦνται κατὰ ταύτην τὴν αἴσθησιν συνεῖναι ἀλλήλοις ἢ κατὰ τὰς ἄλλας, ὡς διὰ ταύτης τῆς αἰσθήσεως καὶ γινομένου τοῦ ἔρωτος ἐξ ἀρχῆς καὶ συνισταμένου, οὕτω καὶ τοῖς φίλοις τῶν ἄλλων φιλικῶν μάλιστα πάντων αἱρετώτατόν ἐστι τὸ συζῆν. κοινωνία γάρ ἐστι τὸ συζῆν καὶ κοινωνιῶν ἡ τελειοτάτη, ἡ δὲ φιλία ἐν τῇ κοινωνίᾳ ἔχει τὸ εἶναι· κοινωνία γὰρ ἡ φιλία, ἄλλως τε καὶ ὅτι τὸ αἰσθάνεσθαί τινα ἑαυτοῦ αἱρετώτατόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· πρὸς δὲ τὸν φίλον οὕτως ἔχει ὡς πρὸς ἑαυτόν, ὥστε καὶ τὸ αἰσθάνεσθαι τοῦ φίλου αἱρετὸν ἂν εἴη μάλιστα πάντων.
αἰσθάνοιτο δʼ ἄν τις ἐνεργείᾳ τοῦ φίλου συνὼν καὶ συζῶν καὶ συνδιάγων αὐτῷ· ὥστε εἰκότως ἐφίενται συζῆν ἀλλήλοις οἱ φίλοι. διὰ τοῦτο καὶ ἕκαστος ὃ νομίζει εἶναι τὴν ἀνθρωπίνην ἐνέργειαν καὶ οὗ ἕνεκα αἱρεῖται τὸ ζῆν καὶ ὃν ἀνθρώπινον ἡγεῖται βίον, ἐν τούτῳ μετὰ τῶν φίλων βούλεται ζῆν καὶ διάγειν. καὶ οἱ μὲν συμπίνειν οἴονται δεῖν φίλους, οἱ δὲ συγκυβεύειν, οἱ δὲ συνθηρεύειν καὶ συγγυμνάζεσθαι, ὅτι ταῦτα αὐτοῖς τίμια εἶναι δοκεῖ, καὶ δεῖν τούτων κοινωνοὺς ἔχειν τοὺς φίλους· ἕτεροι δὲ συμφιλοσοφοῦσι καὶ ἄλλοι ἄλλων ἐνεργειῶν καὶ βίων κοινωνοῦσι τοῖς φίλοις, καὶ ὅλως ἕκαστοι ἐν τούτῳ συνημερεύειν βούλονται τοῖς φίλοις, ὅ τι περ μάλιστα ἀγαπῶσι τῶν ἐν βίῳ. συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν ἃ καὶ ἀμφοτέροις ἡδέα ἐστίν. οὕτω γὰρ συζῆν δυνατόν. γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία μοχθηρὰ καὶ κοινωνοῦσιν ἀλλήλοις τῶν φαύλων καὶ ἡ φιλία αὐτοῖς οὐχ ἕστηκεν· ἀβέβαιοι γάρ εἰσι· καὶ χείρους δὲ γίνονται ἑαυτῶν, ὁμοιούμενοι ἀλλήλοις καὶ παρακαλοῦντες ἀλλήλους ἐπὶ τὰ φαῦλα. ἡ δὲ τῶν ἐπιεικῶν φιλία ἐπιεικής ἐστι καὶ βεβαία, συναυξανομένη ἀεὶ ταῖς ὁμιλίαις· δοκοῦσι δὲ καὶ βελτίους γίνεσθαι ταῖς ἀγαθαῖς ἐνεργείαις, διορθοῦντες ἀλλήλους· ἀπομάττονται γὰρ παρʼ ἀλλήλων τὰ παρʼ ἑκατέρῳ ἀγαθά, διʼ ἃ φιλοῦσιν ἀλλήλους. διὰ τοῦτο καὶ ποιητής τίς φησιν ἐσθλῶν μὲν ἀ π ’ ἐσθλ ά. καὶ 〈γὰρ〉 ἀπὸ μὲν τῶν ἀγαθῶν ἀγαθά, ἀπὸ δὲ τῶν φαύλων φαῦλα καρπούμεθα. περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον εἰρήσθ ω . ἑπόμενον δ ’ ἂν εἴη διελθεῖν περὶ ἡδονῆ ς. 〈ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Κ 〉 Περὶ ἡδονῆ ς .
209 (1t)
κε φ . α ʹ . Μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἀκόλουθόν ἐστι διελθεῖν τελεώτερον· καὶ γὰρ συμπέφυκέ πως καὶ συνῳκειωμένη τῷ γένει ἡμῶν. διὰ τοῦτο καὶ παιδαγωγοῦντες τοὺς νέους ἄγομεν ἡδονῇ καὶ λύπῃ, διὰ μὲν τῆς λύπης ἀπάγοντες τῶν φαύλων, διὰ δὲ τῆς ἡδονῆς εἰς τὸ ἀγαθὸν προτρεπόμενοι· ὅθεν δῆλον, ὅτι φύσει τὴν μὲν λύπην φεύγομεν, τὴν δὲ ἡδονὴν διώκομεν. ἐπεὶ δὲ περὶ τῶν ἀνθρωπίνων παθῶν καὶ πράξεων ὁ λόγος ἡμῖν, καὶ περὶ τῆς ἡδονῆς διαλαβεῖν εἰκὸς ἂν εἴη καὶ πρέπον τῇ πραγματείᾳ. φαίνεται δέ, ὅτι οὐ μικρὰ συλλαμβάνεται πρὸς τὴν κτῆσιν τῆς ἠθικῆς ἀρετῆς τὸ χαίρειν οἷς χαίρειν προσήκει καὶ μισεῖν ἃ δέον ἐστὶ μισεῖν. ταῦτα γὰρ συμπαρεκτείνεται τῷ ἀνθρωπίνῳ βίῳ· καὶ τοῖς μὲν χαίρομεν, τοῖς δὲ λυπούμεθα· καὶ μεγάλην ῥοπὴν ἔχει πρὸς τὴν ἀρετὴν καὶ τὸν εὐδαίμονα βίον εὖ καὶ καλῶς καὶ κατὰ τὸν ὀρθὸν γινόμενα λόγον. περὶ δὲ τῶν τοιούτων μὴ λέγειν ἥκιστα ἂν δόξειεν εἰκὸς εἶναι, ἐπεὶ μηδὲ ἁπλοῦς μηδὲ προφανὴς ὁ περὶ τῆς ἡδονῆς λόγος, ὥστε μὴ δεῖσθαι πολλῶν καὶ σπουδαίων λόγων, ἀλλὰ οὕτω πολλήν τινα τὴν ἀμφισβήτησιν ἔχει, ὥστε οἱ μὲν αὐτὸ τὸ ἔσχατον ἀγαθὸν τὴν ἡδονὴν εἶναί φασιν, οἱ δὲ οὐδʼ ἀγαθὸν ἁπλῶς ἀλλʼ ἐξ ἐναντίας κομιδῇ φαῦλον. καὶ τῶν λεγόντων φαῦλον ἡδονὴν οἱ μὲν καὶ αὐτοὶ φρονοῦσιν οὕτως ἔχειν καὶ πεπεισμένοι εἰσὶ φαῦλον αὐτὴν εἶναι, οἱ δὲ φρονοῦσι μὲν ἀγαθόν τινα ἡδονὴν εἶναι, τοὺς ἄλλους δὲ ἐθέλουσι πείθειν φαῦλον ἁπλῶς ἅπασαν εἶναι, νομίζοντες οὕτως βέλτιον εἶναι τῷ βίῳ καὶ λυσιτελέστερον τοῖς ἀνθρώποις τὴν ἡδονὴν οἴεσθαι φαῦλον εἶναι· φύσει γὰρ πάντας ἀνθρώπους εἰς αὐτὴν ῥέποντας δέον εἶναί φασιν εἰς τοὐναντίον ἕλκειν καὶ διʼ ὧν ἔξεστι καθάπαξ τῶν ἡδονῶν ἀπάγειν, ἵνα δυνηθῶσιν εἰς τὸ μέσον ἐλθεῖν καὶ ὡς δεῖ πρὸς τὴν ἡδονὴν ἔχειν. ταῦτα δὲ οὐ καλῶς λέγουσιν· οὐ γὰρ οὕτω δυνήσονται τοὺς πολλοὺς τῶν φαύλων ἀπαγαγεῖν ἡδονῶν. τὰ γὰρ ἀνθρώπινα πάθη καὶ ἃ δρῶσι πιστότερά εἰσι τῶν περὶ αὐτὰ λόγων.
210
ὅταν τοίνυν οἷς μὲν λέγουσι τὴν ἡδονὴν ψέγωσι, διʼ ὧν δὲ ποιοῦσι καὶ πάσχουσιν ἐπαινῶσιν, ἑαυτοῖς ἀντιλέγοντες, ὑπὸ τῶν ἀκουόντων καὶ ὁρώντων καταγελῶνται· καὶ τοῖς λόγοις οὐδὲν μᾶλλον ὤνησαν τοὺς πολλούς, ὑπὸ τῶν πραγμάτων ἐλεγχομένοις. ὁ γὰρ ψέγων τὴν ἡδονὴν ὀφθείς ποτε ἐφιέμενος αὐτῆς ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν καὶ ἀγαθὸν ἡγεῖσθαι· καὶ οὕτω δόξαν ἐντίθησι τοῖς ὁρῶσιν οὐ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἀλλʼ ἁπλῶς ἅπασαν ἐπαινεῖσθαι. τὸ γὰρ διορίζειν καὶ διαιρεῖν καὶ τὸ μὲν ἀγαθὸν εἶναι κρίνειν, ἐνδέχεσθαι δὲ ἄλλην φαύλην εἶναι, οὐκ ἔστι τῶν πολλῶν· ἀλλʼ ἅμα τε εἶδον τὸν νοῦν ἔχοντα ἡδονῇ τινι χαίροντα καὶ πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ αἱρετὸν ᾠήθησαν εἶναι, καὶ οὕτως οὐ μόνον ἃ ἐβούλοντο οὐκ ἔπεισαν ἀλλὰ καὶ τὴν ἀλήθειαν προσαπώλεσαν. ὅθεν φανερόν, ὅτι οἱ ἀληθεῖς λόγοι οὐ μόνον πρὸς τὴν γνῶσιν χρησιμώτατοί εἰσι, πλάνης καθαίροντες ἁπάσης, ἀλλὰ καὶ τῷ βίῳ λυσιτελοῦσι· πιστεύονται γὰρ τοῖς ἔργοις ἀκολουθοῦντες. 〈Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ ἑτέρων · καὶ ἔτι ὅτι ἀγαθὸν ἡ ἡδονὴ καὶ οὐ πᾶσα αἱρετή · καὶ λύσις τῶν ἐναντίων λόγω ν . κε φ . β ʹ . 〉 Περὶ μὲν τούτων ἅλις· λέγωμεν δὲ περὶ ἡδονῆς. καὶ πρῶτον ἐκθησόμεθα τὰς τῶν παλαιῶν περὶ αὐτῆς δόξας. ὁ μὲν οὖν Εὔδοξος αὐτὸ τὸ ἔσχατον ἀγαθὸν ᾤετο τὴν ἡδονὴν εἶναι, διότι πάντα ἑώρα τῆς ἡδονῆς ἐφιέμενα καὶ λογικὰ καὶ ἄλογα· οὗ δὲ πάντα ἐφίεται, τοῦτό ἐστι τὸ πάντων ὑπερέχον τῶν ἀγαθῶν· ᾤετο γὰρ ἀγαθὸν μὲν ἑκάστῳ εἶναι ἰδίως ὃ ἕκαστον ζητεῖ. καθάπερ καὶ τροφὴν ἕκαστον διώκει τὴν αὐτῷ ἀγαθὴν καὶ λυσιτελῆ· πᾶσι δὲ κοινῶς ἀγαθὸν οὗ πάντα κοινῶς ἐφίενται καὶ πορίζειν βούλονται ἑαυτοῖς· ὃ δὲ πᾶσίν ἐστιν ἁπλῶς ἀγαθὸν καὶ οὗ πάντα ἐφίεται, τοῦτο εἶναι τὸ ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὖν Εὔδοξος ἀπεφαίνετο περὶ τῆς ἡδονῆς. ἐπιστεύοντο δὲ οἱ λόγοι διὰ τὴν ἐν τῷ ἤθει τοῦ λέγοντος ἀρετὴν μᾶλλον ἢ διʼ ἑαυτούς· σώφρων γὰρ ὢν διαφερόντως, οὐχ ὡς φίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν ἀλλὰ τῷ σφόδρα τῆς ἀληθείας φροντίζειν. ἔτι δὲ καὶ ἐκ τοῦ ἐναντίου τῇ ἡδονῇ τῆς λύπης φανερὸν ᾤετο εἶναι· τὴν γὰρ λύπην πάντα φεύγοντα, τὴν ἡδονὴν ἀνάγκην εἶναι πάντα διώκειν· ὃ δὲ πάντα διώκει, τοῦτο εἶναι τὸ ἀγαθόν. ἔτι καὶ οὕτως ἐπεχείρει λέγων· μάλιστα αἱρετὸν εἶναι ὃ διʼ ἑαυτὸ αἱρετόν ἐστι καὶ ὃ μὴ διʼ ἕτερον μηδʼ ἑτέρου χάριν αἱρούμεθα τοιοῦτον δὲ φανερῶς τὴν ἡδονὴν εἶναι· καὶ γὰρ οὐδεὶς ἐρωτᾷ τίνος ἕνεκα τὴν ἡδονὴν βουλόμεθα ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἐρωτώμεθα, οἷον, φέρε εἰπεῖν, τίνος ἕνεκα τὰ χρήματα ἢ ἡ τιμή, περὶ δὲ τῆς ἡδονῆς οὐκέτι· οὐδεὶς γὰρ δώσει τέλος τῆς ἡδονῆς, ἀνθʼ ὅτου βούλεται ἥδεσθαι ἀλλὰ αὐτὴν αἱρεῖται καθʼ ἑαυτήν, ὡς καθʼ ἑαυτὴν οὖσαν· ἐπεὶ δὲ τὸ καθʼ ἑαυτὸ αἱρετὸν τὸ τέλος ἐστὶ τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν αὐτό, διὰ τοῦτο συνῆγε τὴν ἡδονὴν τὸ ἔσχατον ἀγαθὸν εἶναι.
ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον εἶναι ᾤετο τὸ προκείμενον· προστιθεμένη γὰρ ἡ ἡδονὴ τῶν ἀγαθῶν ὁτῳοῦν, αἱρετώτερον ποιεῖ καὶ ἐφετὸν μᾶλλον· ἡ γὰρ σωφροσύνη τὴν ἡδονὴν προσλαβοῦσα ἢ ἡ δικαιοσύνη ἡδίων ἔσται καὶ αἱρετωτέρα ἑαυτῆς· ὃ δὲ προστιθέμενον παντὶ ἀγαθῷ βέλτιον δύναται ποιεῖν, τοῦτο ἐνόμιζεν εἶναι τὸ ἔσχατον ἀγαθόν. ἔχει δὲ οὐχ οὕτως. ὃ γὰρ προστιθέμενον ἀγαθῷ βέλτιον δύναται ποιεῖν, φαίνεται ὅτι ἀγαθόν ἐστιν· οὐκ ἀνάγκη δὲ αὐτὸ εἶναι τὸ ἔσχατον ἀγαθὸν ἢ ἑτέρου ὁτουοῦν βέλτιον· πᾶν γὰρ ἀγαθὸν ἑτέρῳ προστεθὲν ἀγαθῷ αἱρετώτερον ποιεῖ· μεῖζον γὰρ τὸ ὅλον τοῦ μέρους ἐπὶ παντός. καὶ ἃ μὲν ἐδόκει τῷ Εὐδόξῳ περὶ ἡδονῆς, ταῦτα. Πλάτων δὲ οὐκ εἶναι ἔφασκεν αὐτὴν τὸ ἔσχατον ἀγαθὸν ἀπὸ τῶν αὐτῶν ἐπιχειρῶν λόγων ὅθεν Εὔδοξος ἐπειρᾶτο τὸ ἔσχατον ἀγαθὸν τὴν ἡδονὴν ἀποφαίνειν. ἐπεὶ γὰρ οὐκ ἔστι, φησίν, ἀγαθὸν ἔσχατον, οὗ ἐνδέχεται μεῖζον γενέσθαι· αὐτὸ γὰρ εἰκὸς εἶναι τὸ μέγιστον ἀγαθόν· ᾧ ἄρα ἀγαθῷ ἄλλο ἀγαθὸν προστεθὲν μεῖζον ἐποίησε καὶ αἱρετώτερον, τοῦτο οὐκ ἔστι τὸ ἔσχατον ἀγαθόν· οὐ γάρ ἐστι τὸ μέγιστον ἀγαθόν, οὗ μεῖζον ἄλλο δύναται γενέσθαι· ἡ δὲ ἡδονὴ τοιαύτη· ὁ γὰρ ἡδὺς βίος φρόνησιν ἢ σωφροσύνην προσλαβὼν ἡδίων γίνεται καὶ αἱρετώτερος· ἔστιν ἄρα τι βέλτιον τῆς ἡδονῆς· οὐκ ἄρα ἡ. ἡδονή ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ ἀγαθόν τί ἐστι τοιοῦτον, οἷα ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι καὶ τἄλλα, ὧν καὶ ἡμεῖς κοινωνοῦμεν. τοῦτο γὰρ καὶ ζητοῦμεν ἐπὶ τοῦ παρόντος δεῖξαι, τούτων τῶν ἀγαθῶν ἕν τι εἶναι τὴν ἡδονήν. ἕτεροι δὲ ἐνιστάμενοι πρὸς τοὺς τοῦ Εὐδόξου λόγους ἔφασκον μὴ εἶναι ἀγαθόν, οὗ πάντα ἐφίεται· λέγουσι δὲ οὐδέν. ἐκεῖνο γάρ φαμεν ἀληθὲς εἶναι, ὃ πᾶσι δοκεῖ ἀληθές· ὁ δὲ ταύτην ἀναιρῶν τὴν κοινὴν δόξαν καὶ τὴν ἐκεῖθεν ἀποσειόμενος πίστιν πῶς ἂν δύναιτο πιστότερα λέγειν; ὅτι δὲ ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται, πᾶσι τοῖς ἐν αἰσθήσει δοκεῖ· διʼ ὧν γὰρ εἰς αὐτὸ φέρονται διώκουσιν· ὡς ἄρα ἀγαθὸν νομίζουσιν εἶναι. εἰ μὲν γὰρ τὰ ἀνόητα μόνον ὠρέγοντο αὐτοῦ, αὐτοῖς ἂν ἦν ἀγαθὸν μόνον, καὶ ἡ ψῆφος οὐκ ἂν ἦν βεβαία τῶν ἀνοήτων, οὐδʼ ἂν ἐδόκει ἀγαθὸν ἀληθῶς εἶναι· ὅταν δὲ καὶ τὰ ἀνόητα καὶ τὰ φρόνιμα κοινῇ πάντα νομίζωσιν ἀγαθὸν εἶναι, διʼ ὧν ζητοῦσιν αὐτό, τί ἔτι κωλύει ἀγαθὸν ἀληθῶς εἶναι; καὶ γὰρ καὶ ἐν τοῖς ἀνοήτοις ἔστι τι φυσικὸν ἀγαθὸν τὴν φαυλότητα αὐτῶν ὑπερβαῖνον, διʼ ὃ τῷ ἀγαθῷ οἰκειούμενα ὡς οἰκείου ἤδη ὀρέγονται. καὶ πρὸς μὲν τὸν πρῶτον τοῦ Εὐδόξου λόγον ταύτην κομίζουσι τὴν ἔνστασιν, πρὸς δὲ τὸν δεύτερον, ὃς ἐκ τοῦ ἐναντίου ἐστὶν εἰλημμένος, ἐκείνην οὐκ ἀνάγκη φασίν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· οὐ γὰρ εἴ τι κακόν, τὸ ἐναντίον αὐτῷ ἀγαθόν· ἔστι γὰρ ἐναντίον κακὸν κακῷ· ἡ γὰρ ἠλιθιότης τῇ ἀκολασίᾳ ἐναντίον ἐστίν, ἀμφοτέρων οὐσῶν κακῶν, καὶ ἀμφότερα τῇ σωφροσύνῃ.
ταῦτα μὲν οὖν καλῶς λέγουσιν, οὐ μὴν ἐπί γε τῆς ἡδονῆς ἀληθεύουσιν. εἰ γὰρ ἄμφω κακὰ ἦν, καὶ ἡ ἡδονὴ καὶ ἡ λύπη, ἦν ἂν καὶ ἄμφω φευκτά· καθάπερ εἰ καὶ ἄμφω ἦσαν ἀγαθά, ἦν ἂν ἀμφότερα αἱρετά, ἢ εἰ μήτε ἀγαθὰ μήτε φευκτά, οὐδὲ αἱρετὰ ὁμοίως ἀμφότερα· νῦν δὲ τὴν μὲν λύπην φεύγομεν ὡς κακόν, τὴν δὲ ἡδονὴν αἱρούμεθα ὡς ἀγαθόν· ὅθεν φανερόν, ὅτι ὡς κακὸν ἀγαθῷ ἡ λύπη τῇ ἡδονῇ ἀντίκειται. ἕτεροι δὲ λέγουσι μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ὅτι οὐκ ἔστι ποιότης, οὐδὲν λέγοντες ἀναγκαῖον· οὐδὲ γὰρ αἱ ἐνέργειαι τῶν ἀρετῶν ποιότητές εἰσιν, οὐδὲ εὐδαιμονία ποιότης ἐστίν· ἐνέργεια γάρ ἐστιν· ἀλλʼ ὅμως οὐδὲν κωλύει ἀγαθὰ ταῦτα εἶναι. ἔτι δὲ καὶ ὅτι οὐκ ἔστιν ὡρισμένον τι ἡ ἡδονή, τὸ δὲ ἀγαθὸν ὡρισμένον, διὰ τοῦτο μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν· ἀόριστον δὲ ἔλεγον εἶναι τὴν ἡδονήν, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ ἀλλʼ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰ μὲν οὖν ἐν αὐτῇ τῇ ἡδονῇ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐθεωρεῖτο, ἦν ἂν ἀληθὴς ὁ λόγος αὐτοῖς· νῦν δὲ ἡ ἐπίτασις καὶ ἡ ἄνεσις ἐν τῷ ἥδεσθαι γίνεται, ὅτι οἱ ἡδόμενοι μᾶλλον καὶ ἧττον ἥδονται· τοῦτο δὲ καὶ ἐν ταῖς ἀρεταῖς συμβαῖνον φαίνεται· δίκαιοι γάρ εἰσι μᾶλλον καὶ ἧττον καὶ ἀνδρεῖοι, καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν μᾶλλον καὶ ἧττον ἔστιν, ἀλλʼ οὐ διὰ τοῦτο ἀόριστοί εἰσιν αἱ ἀρεταί· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἡδονὴ αὐτὴ μὲν καθʼ ἑαυτὴν οὐκ ἔστιν ἀόριστος, ἐν δὲ τοῖς ἡδομένοις τὴν ἐπίτασιν καὶ τὴν ἄνεσιν ἐπιδέχεται, ὅτι οὐκ ἔστιν ἀμιγὴς λύπης ἐν πᾶσιν, οὐδὲ ὁμοίως· καθάπερ καὶ ἐπὶ τῆς ὑγιείας συμβαίνει· καὶ γὰρ αὐτὴ ὡρισμένη οὖσα ἐν τοῖς ὑγιαίνουσιν ἐπιτείνεται καὶ ἀνίεται οὐ γὰρ ἡ αὐτὴ συμμετρία ἐν πᾶσίν ἐστι ν , οὐδὲ ἐν τῷ αὐτῷ μία τις ἀε ί, ἀλλὰ μεταβάλλει ποτὲ μὲν ἐπὶ τὸ μεῖζον, ποτὲ δὲ ἐπὶ τὸ ἔλαττον, καὶ νῦν μὲν καθαρῶς ὑγιαίνει τινὶ τὸ σῶμα, νῦν δὲ ἔνεστί τι καὶ νόσου. τοιοῦτον δὴ καὶ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶνα ι. ἔτι δὲ καὶ ἐκεῖθεν συνῆγον τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν· ἡ ἡδονὴ κίνησίς τις καὶ γένεσίς ἐστι· κίνησις δὲ καὶ γένεσις ἀτελῆ· τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλειον· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔστι δὲ αὐτοῖς ἡ ἐλάττων πρότασις ψευδής· οὔτε γὰρ κίνησις οὔτε γένεσίς ἐστιν ἡ ἡδονή. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις, δῆλον ἐκεῖθεν. πάσῃ μὲν γὰρ κινήσει δοκεῖ οἰκεῖον εἶναι τάχος καὶ βραδυτής· καὶ εἰ μὴ αὐτή τις πρὸς ἑαυτὴν βραδεῖα ἢ ταχεῖα φαίνεται τῷ τάχιον ἑαυτῶν καὶ βράδιον κινεῖσθαι τὰ κινούμενα, οἷά ἐστι τὰ ἀνωμάλως κινούμενα, ἀλλὰ πρὸς ἄλλο γοῦν θεωρούμενα ταχέως ἢ βραδέως κινεῖσθαι λέγονται· καθάπερ ἡ τοῦ οὐρανοῦ κίνησις ὁμαλὴ μέν ἐστι καθʼ ἑαυτήν, πρὸς δὲ τὴν 〈τῶν〉 ἀστέρων θεωρουμένη κίνησιν, ταχεῖα λέγεται. πάσῃ μὲν οὖν κινήσει τὸ τάχος καὶ ἡ βραδυτὴς οἰκεῖόν ἐστι, τῇ δὲ ἡδονῇ οὐ προσήκει· ἡ ἡδονὴ ἄρα οὐκ ἔστι κίνησις. ὅτι δὲ οὐκ ἔστιν ἐν τῇ ἡδονῇ ταῦτα, δῆλον. ἡσθῆναι μὲν γὰρ λέγεταί τις ταχέως ὥσπερ ὀργισθῆναι διὰ τὸ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ ἥδεσθαι ἀπὸ τοῦ μὴ ἥδεσθαι κινηθῆναι, ἥδεσθαι δὲ ταχέως ἢ βραδέως οὐκέτι, οὔτε πρὸς ἑαυτόν, καθάπερ τὰ ἀνωμάλως κινούμενα, οὔτε πρὸς ἄλλο, καθάπερ τὰ ὁμαλά.
τὸ δὲ βαδίζειν καὶ αὔξεσθαι καὶ ἀλλοιοῦσθαι καὶ πάντα ὅσα κινήσεώς ἐστι μετὰ τῆς ταχυτῆτος θεωροῦνται καὶ τῆς βραδυτῆτος. μεταβάλλειν μὲν γὰρ λέγεταί τις εἰς τὴν ἡδονὴν ταχέως ἢ βραδέως, 〈ἐνεργεῖν δὲ κατʼ αὐτὴν ταχέως ἢ βραδέωσ〉 οὐκ ἔστιν. ὅρος γάρ ἐστι κινήσεως ἡ ἡδονὴ καὶ ἠρεμία τις καὶ οὐ δήπου αὐτὴ δύναται κίνησις εἶναι. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις ἡ ἡδονὴ δῆλον. ἔτι δὲ οὐδὲ γένεσίς ἐστιν· εἰ γὰρ ἡ ἡδονὴ γένεσις, ἡ λύπη ἂν εἴη φθορά, καὶ ἔσται ὧν ἡ ἡδονὴ γένεσις, τούτων ἡ λύπη φθορά· οὐ γὰρ τοῦ τυχόντος φθειρομένου τὸ τυχὸν γίνεται, ἀλλʼ ἐξ οὗ γίνεταί τι, εἰς τοῦτο καὶ διαλύεσθαι πέφυκεν. ἐπεὶ δὲ λέγουσι τὴν λύπην ἔνδειαν εἶναι τοῦ κατὰ φύσιν, εἴη ἂν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις· ταῦτα δὲ σωματικά ἐστι τὰ πάθη εἰ δή ἐστιν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις, ἐν ᾧ ἡ ἀναπλήρωσις, τοῦτο ἂν καὶ ἔχοι τὴν ἡδονήν, καὶ ἥδεσθαι δύναται· τὸ σῶμα ἄρα ἥδεται, καὶ ἐν τούτῳ ἡ ἡδονή. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· τὸ γὰρ ἥδεσθαι τῆς ψυχῆς εἶναι δοκεῖ. οὐκ ἄρα ἡ ἡδονὴ γένεσίς τις καὶ ἀναπλήρωσίς ἐστιν, ἀλλὰ ἕπεται τῇ ἀναπληρώσει, καθάπερ καὶ τῇ ἐνδείᾳ ἡ λύπη· γινομένης μὲν γὰρ ἀναπληρώσεως ἡδόμεθα, τεμνόμενοι δὲ λυπούμεθα. δοκεῖ δὲ γενέσθαι αὕτη ἡ δόξα ἀπὸ τῶν σωματικῶν καὶ τῶν περὶ τὴν τροφὴν λυπῶν καὶ ἡδονῶ ν· ἐνδεεῖς γὰρ γεγονότες καὶ προλυπηθέντες ἡδόμεθα τῇ ἀναπληρώσει. τοῦτο δὲ οὐ περὶ πάσας συμβαίνει τὰς ἡδονά ς . ἄλυποι γάρ εἰσιν αἵ τε μαθηματικαὶ καὶ αἱ ἐν ταῖς αἰσθήσεσι· καὶ γὰρ καὶ αἱ κατὰ τὴν ἀκοὴν ἡδοναὶ καὶ κατὰ τὴν ὄσφρησιν καὶ κατὰ τὴν ὅρασιν μηδεμιᾶς προηγησαμένης λύπης γίνονται καὶ οὐκ ἔστιν οὐδεμία αὐτῶν ἐνδείας ἀναπλήρωσις. ἔτι δὲ καὶ ἐλπίδες καὶ μνῆμαι τῶν ἀγαθῶν ἥδισταί εἰσιν· αἱ δὴ κατὰ ταύτας ἡδοναὶ τίνος εἰσὶ γενέσεις; οὐδενὸς γὰρ ἔνδεια ἐν αὐτοῖς προηγήσατο, οὗ γένοιτʼ ἂν ἀναπλήρωσις· ὅθεν φανερόν, ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις. ἕτεροι δὲ ἀξιοῦσι μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, προφέροντες τὰς ἐπονειδίστους τῶν ἡδονῶν. πρὸς οὓς ἐκεῖνο λέγομεν, ὅτι οὐκ ἔστι ταῦτα ἡδέα, ἃ τοῖς φαύλοις ἡδέα δοκεῖ· οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις ἡδέα ταῦτά ἐστιν, οἰητέον ἤδη αὐτὰ καὶ ἡδέα ἁπλῶς εἶναι, ἀλλὰ τούτοις μόνον ἡδέα· καθάπερ οὐδὲ τὰ τοῖς κάμνουσιν ὑγιεινὰ ἢ γλυκέα ἢ πικρὰ ἁπλῶς ὑγιεινὰ ἢ γλυκέα ἀλλὰ αὐτοῖς· ἐπεὶ οὐδὲ λευκὰ ἁπλῶς τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσι λευκά· φανερὸν δή, ὅτι οὐδὲ ἀπὸ τούτων τῶν λόγων δόξειεν ἂν ἡ ἡδονὴ μὴ ἀγαθὸν εἶναι. μάλιστα μὲν γάρ, ὅτι οὔκ εἰσιν ἡδοναὶ αἱ παρὰ τοῖς μοχθηροῖς ἡδοναί· ἔπειτα, εἰ καὶ ταύτας ἡδονὰς εἶναι δώσομεν, ἀλλʼ οὐκ ἀνάγκη διὰ τοῦτο τὴν ἡδονὴν ἁπλῶς φαύλην εἶναι· οὐ γὰρ μία ἐστὶν ἡ ἡδονὴ τῷ εἴδει ἀλλὰ πολλαί. καὶ οὐδὲν κωλύει τὰς μὲν φαύλας εἶναι, τὰς δὲ ἀγαθάς· ἕτεραι γὰρ αἱ ἀπὸ τῶν καλῶν καὶ ἐπαινετῶν ἡδοναὶ καὶ ἄλλαι αἱ ἀπὸ τῶν αἰσχρῶν· καὶ αἱ μὲν ἀγαθαὶ αἱ δὲ φευκταί, ὥσπερ τὸ πλουτεῖν ἢ ὑγιαίνειν· ἔστι γὰρ πλουτεῖν καλῶς κτώμενον ὅθεν 〈οὐδείσ〉 ἀδικεῖται, καὶ ἔστιν αἰσχρῶς πλουτεῖν, προδόντα τὴν ἑαυτοῦ ἢ ἐξανδραποδισάμενον τοὺς οἰκείους· καὶ ἔστιν ὑγιαίνειν καλῶς ἀνθρωπικῇ διαίτῃ χρώμενον καὶ κακῶς, ὅταν οὐχ ὅθεν δεῖ κτησώμεθα τὴν ὑγίειαν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
τὸν αὐτὸν δὴ τρόπον ἐπὶ τῶν ἡδονῶν. καὶ ὅλως ἕτεραί εἰσι τῷ εἴδει, καὶ οὐκ ἔστιν ἡσθῆναι τὴν τοῦ μουσικοῦ ἡδονήν, μὴ ὄντα μουσικόν, ἢ τὴν τοῦ δικαίου μὴ ὄντα δίκαιον· ὅθεν φανερόν, ὅτι ἄλλη ἐστὶ τῷ εἴδει ἡ τοῦ μουσικοῦ ἡδονὴ καὶ ἄλλη ἡ τοῦ δικαίου· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὐ τοίνυν εἰ ἡ τῶν φαύλων ἡδονὴ κακόν, ἤδη ἁπλῶς ἡ ἡδονὴ φευκτόν ἐστιν. ἔτι δὲ καὶ ἀπὸ τῆς διαφορᾶς τοῦ κόλακος καὶ τοῦ φίλου τὴν ἡδονὴν ἐδόκει μὴ εἶναι ἀγαθόν. ὁ μὲν γὰρ κόλαξ ψέγεται, ὅτι πρὸς ἡδονὴν ὁμιλεῖ, ὁ δὲ φίλος ἐπαινεῖται, ὅτι μὴ πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀλήθειαν καὶ τὸ ἀγαθόν. ὅθεν δοκεῖ συνάγεσθαι, τὴν ἡδονὴν ἐπονείδιστον εἶναι. οὐ τοῦτο δὲ ἀπὸ τούτων συνάγεται, ἀλλὰ μᾶλλον ὅτι διάφοροί εἰσι τῷ εἴδει αἱ ἡδοναί· καὶ ἡ μὲν ἐπαινεῖται, ἡ δὲ ἐπονείδιστός ἐστιν. ὅτι γὰρ καὶ ὁ φίλος ἡδύς ἐστιν καὶ ἡδονὴν ἔχει τῷ φίλῳ, τίς ἀγνοεῖ; φανερὸν τοίνυν, ὅτι ἡδονή ἐστι τοῖς συνοῦσι παρʼ ἑκατέρου. καὶ ἡ μὲν τοῦ κόλακος διαβάλλεται, ἐπαινεῖται δὲ ἡ τοῦ φίλου. ἔτι δὲ καὶ ἐκεῖθεν ἐπονείδιστον εἶναι ἐδόκει ἡ ἡδονή. καὶ γὰρ οὐδεὶς ἂν ἕλοιτο νοῦν ἔχων ἥδεσθαι διὰ βίου τὴν τῶν παιδίων ἡδονὴν διανοούμενος καὶ χαίρων, ὥσπερ ἐκεῖνα, οὐδʼ ἄλλο τι αἰσχρὸν ποιεῖν, ἵνα ἥδοιτο διὰ βίου· διὰ τοῦτο δὲ οὐδεμία ἀνάγκη τὴν ἡδονὴν φαῦλον εἶναι. οὐ γὰρ φεύγει ὁ νοῦν ἔχων τὴν παιδικὴν ζωὴν καὶ τὸ αἰσχρὰ πράττειν διὰ τὴν ἐκεῖθεν ἡδονήν, ἀλλὰ αὐτὰ διʼ ἑαυτά, ὅτι φευκτά εἰσιν. ἐπεὶ καὶ πολλὰ πρὸς ἡδονὴν φέροντα διώκομεν οὐ διὰ τὴν ἡδονήν, ἀλλʼ ὅτι αὐτὰ διʼ ἑαυτά εἰσιν αἱρετά· τὸ γὰρ ὁρᾶν καὶ μνημονεύειν καὶ εἰδέναι καὶ τὰς ἀρετὰς ἔχειν ἑλοίμεθα ἄν, καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν · εἰ δ ’ ἐξ ἀνάγκης ἕπονται τούτοις ἡδονα ί , οὐδὲν διαφέρει · βουλοίμεθα γὰρ ἂν ταῦτα ἡμῖν αὐτοῖς, καὶ εἰ μηδεμία γένοιτʼ ἂν ἀπʼ αὐτῶν ἡδονή· ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ αἱρετὸν καὶ ἀγαθόν, καὶ ὅτι εἰσί τινες αἱρεταὶ καθʼ ἑαυτὰς διαφέρουσαι τῷ εἴδει τῶν φαύλων ἢ ταῖς αἰτίαις ὅθεν γίνονται, δῆλον ἔοικεν εἶναι. 〈 Περὶ τοῦ ὅτι οὐκ ἔστι κίνησις ἡ ἡδον ή . κε φ . γ ʹ . 〉 Τὰ μὲν οὖν λεγόμενα περὶ ἡδονῆς καὶ λύπης ταῦτά ἐστιν· ζητοῦμεν δὲ ἤδη περὶ αὐτῆς τί ἐστιν ἢ ποῖόν τι· τοῦτο δὲ γένοιτʼ ἂν καταφανὲς ἄνωθεν ἀναλαβοῦσι τὸν λόγον. ἔστι τοίνυν ἡ ἡδονὴ τελεία καὶ καθάπερ ἡ ὅρασις καθʼ ὁντιναοῦν χρόνον τελεία ἐστί, καὶ οὐκ ἔστι λαβεῖν μέρος τοῦ ἐν τῷ ὁρᾶν χρόνου καθʼ ὃν γίνεται, ἀλλʼ ἐν τῷ ὅλῳ· ἐν γὰρ ἑκάστῳ μέρει ἀτελής ἐστιν ἡ κίνησις καὶ ἑτέρα τῷ εἴδει· τὰ γὰρ μέρη τῆς κινήσεως διαφέρουσι καὶ τῆς ὅλης κινήσεως καὶ ἀλλήλων, ὥσπερ ἐπὶ τῆς οἰκοδομίας· τῆς γὰρ ὅλης ποιήσεως, φέρε εἰπεῖν, τοῦ ναοῦ ἑτέρα ἡ τῶν λίθων σύνθεσις καὶ ἄλλη ἡ τῶν κιόνων κατασκευή, καὶ διαφέρουσι πρός τε ἀλλήλας καὶ πρὸς τὴν ὅλην οἰκοδομίαν· ἡ μὲν γὰρ τελεία· καὶ γὰρ οὐδενὸς ἐλλείπει τῶν δεόντων· ἡ δὲ τῆς κρηπῖδος καὶ τοῦ τριγλύφου ἀτελή ς· μέρους γὰρ οἰκοδόμησις ἑκατέρα.
215
τῷ εἴδει οὖν διαφέρουσι, καὶ ὅλως οὐκ ἔστιν ἐν ὁτῳοῦν χρόνου μέρει, δηλονότι τοῦ κατὰ κίνησιν χρόνου, τελείαν λαβεῖν κίνησιν· κατὰ τὸ εἶδος ὃ ζητεῖται ἐν τῇ τελείᾳ κινήσει, ἀλλʼ ἐν τῷ ὅλῳ χρόνῳ ἡ τελεία κίνησις ἀποτελεῖται. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ βαδίσεως καὶ τῶν λοιπῶν κινήσεων. καὶ γὰρ ἡ φορὰ διάφορα εἴδη κινήσεως περιέχει. καὶ γὰρ ἅλσις καὶ πτῆσις καὶ βάδισις πᾶσαι φοραὶ μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων κατʼ εἶδος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐν ἑκάστῃ τῶν φορῶν τούτων διάφορα εἴδη γίνεται βαδίσεως. οἱ γὰρ ὅροι διάφοροι, τὸ πόθεν καὶ ποῖ· τῶν ὅρων δὲ διαφόρων ὄντων, διάφορα καὶ τὰ εἴδη τῆς βαδίσεως· τῆς γὰρ ἐν τῷ σταδίῳ βαδίσεως τὸ μέρος διαφόρους ἔχει τοὺς ὅρους πρὸς τὴν ὅλην βάδισιν· καὶ οὐ μόνον πρὸς τὴν ὅλην, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ μέρη. εἰ γὰρ εἴη ἡ βάδισις ὅλη ἀπὸ τοῦ αʹ ἐπὶ τὸ εʹ, ἡ ἀπὸ τοῦ αʹ ἐπὶ τὸ γʹ διάφορος ἂν εἴη κατὰ τοὺς ὅρους τῆς τε ὅλης καὶ τῆς ἀπὸ τοῦ γʹ ἐπὶ τὸ δʹ καὶ τῆς ἀπὸ τοῦ δʹ ἐπὶ τὸ ζʹ καὶ ἔτι τῆς ἀπὸ τοῦ ζʹ ἐπὶ τὸ εʹ. διαφόρων δὲ ὄντων τῶν ὅρων, καὶ αὐταὶ διάφοροι ἂν εἶεν τῷ εἴδει. εἰ γὰρ καὶ γραμμὴν ἑκάστη βάδισις διεπορεύετο, τὴν αὐτὴν οὖσαν τῷ εἴδει, 〈 *** 〉 ἀλλʼ ἐπεὶ ἑκάστη γραμμὴ ἐν τόπῳ ἐστίν, οἱ δὲ τόποι διάφοροι, διὰ τοῦτο διάφοροί εἰσιν αἱ κινήσεις. τοὺς μὲν οὖν ἀκριβεῖς περὶ κινήσεως λόγους ἐν ἄλλοις ἐποιησάμεθα. τοῦτο δὲ μόνον ἐνταῦθα εἰπεῖν ἀναγκαῖον, ὅτι οὐκ ἐν παντὶ χρόνῳ τελεία ἐστὶν ἡ κίνησις ἀλλʼ ἐν τῷ ὅλῳ. αἱ δὲ ἐν τοῖς μέρεσι τοῦ ὅλου χρόνου κινήσεις ἀτελεῖς εἰσι καὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει, εἴπερ οἱ ὅροι τῆς κινήσεως τὸ πόθεν καὶ ποῖ τὴν κίνησιν εἰδοποιοῦσι. τῆς δὲ ἡδονῆς τὸ εἶδος ἐν ὁτῳοῦν χρόνῳ τέλειόν ἐστι. φανερὸν τοίνυν, ὅτι ἡ ἡδονὴ καὶ ἡ κίνησις ἕτεραί εἰσιν ἀλλήλων· καὶ ἡ μὲν ἡδονὴ ὅλον τι καὶ τέλειον ἐστιν, ἡ δὲ κίνησις οὐκ ἐν παντὶ χρόνῳ τελεία, καὶ ὅτι κίνησιν μὲν ἄνευ χρόνου οὐκ ἐνδέχεται εἶναι, ἡδονὴν δὲ δυνατόν. καὶ γὰρ ἐν μὲν τῷ νῦν καὶ τῷ ἀτόμῳ οὐ δυνατὸν κινηθῆναι, ἡσθῆναι δὲ δυνατὸν ὅλην καὶ τελείαν ἡδονήν. ἐκ τούτων δὲ δῆλον, ὅτι οὐ μόνον οὐκ ἔστι κίνησις ἡ ἡδονὴ ἀλλʼ οὐδὲ γένεσις. οὐ γὰρ πάντων ἁπλῶς γένεσίς ἐστιν ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων, ἐπεὶ μηδὲ ὁράσεώς ἐστι γένεσις οὐδὲ στιγμῆς οὐδὲ μονάδος· ὅτι ὅλον τι ἕκαστον αὐτῶν ἐστι καὶ οὐ μεριστὸν οὐδὲ ἐν χρόνῳ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἔρχεται, ἀλλʼ ἐν ὁτῳοῦν χρόνῳ ὅλον τι καὶ τέλειον ἕκαστον αὐτῶν ἐστιν.
ἥ τε γὰρ μονὰς οὐ τὸ μὲν τελεία ἐστί, τὸ δὲ ἀτελής, καὶ τῷ χρόνῳ τελειοῦται, οὔτε ἡ στιγμή· τό τε ὁρᾶν ἐν παντὶ μέρει τοῦ χρόνου, καθʼ ὃν ὁρῶμεν, τέλειόν ἐστι· καὶ ὅλως πάσης αἰσθήσεως ἐνέργεια πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης τελεία ἐστὶν ἐν παντὶ μέρει τοῦ χρόνου. 〈 Περὶ τοῦ ὅτι πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδον ή . κε φ . δ ʹ . 〉 Ἕπεται δὲ ταῖς ἐνεργείαις τῆς αἰσθήσεως καὶ τῆς διανοίας ἡ ἡδονή, καὶ μάλιστα ὅταν ὑγιαίνουσαι τελειοτάτην προβάλλωνται τὴν ἐνέργειαν, καὶ περὶ τὸ κάλλιστον ἐνεργῶσιν ἡ μὲν αἴσθησις τῶν αἰσθητῶν, ἡ δὲ διάνοια τῶν διανοητῶν. τηνικαῦτα γὰρ μάλιστα καὶ τελείως ἐνεργεῖ 〈ἡ ἐνέργεια ἢ〉 ἡ ἐνεργοῦσα ἕξις. οὐδὲν 〈γὰρ〉 διαφέρει ταύτην ἐνεργεῖν εἰπεῖν ἢ ἐκείνην· ἐπειδὰν γὰρ ὑγιῶς τε καὶ τελείως ὁρῶμεν καὶ τὸ κάλλιστον ὁρῶμεν τῶν ὁρατῶν, τελειοτάτη γίνεται ἡ ἐνέργεια· ὁμοίως καὶ ἐπὶ τῆς διανοίας καὶ τῶν ἄλλων αἰσθήσεων· ἡ δὲ τελειοτάτη καὶ ἡδίστη. ὅτι δὲ γίνεται κατὰ τὴν διάνοιαν ἡδονὴ καὶ καθʼ ἑκάστην αἴσθησιν, φανερόν· φαμὲν γὰρ διανοήματα ἡδέα εἶναι καὶ θεωρήμασι χαίρομεν καὶ ὁράμασιν ἡδόμεθα καὶ ἀκούσμασι, καὶ μάλιστα ὅταν τελείως τε ἐνεργῶμεν, καθὼς εἴρηται, καὶ τὰ βέλτιστα ὁρῶμεν ἢ θεωρῶμεν ἢ ἄλλως αἰσθανώμεθα. τοιούτων γὰρ ὄντων τῆς τε αἰσθήσεως καὶ τῶν αἰσθητῶν καὶ τῆς διανοίας καὶ τῶν διανοητῶν, ἀεὶ ἔσται ἡδονή, ἕως ἂν ἡ διάνοια καὶ ἡ αἴσθησις πάσχῃ ὑπὸ τῶν ἀντικειμένων. ἕπεται τοίνυν τῇ ἐνεργείᾳ ἡ ἡδονὴ καὶ τελειότης τίς ἐστιν αὐτῆς. τελειοῖ δὲ οὐχ ὡς ἕξις τὸν ἔχοντα ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγουσα· ὥσπερ τὸν δυνάμει οἰκοδόμον ἡ οἰκοδομικὴ τελειοῖ καὶ ἐνεργείᾳ ποιεῖ οἰκοδόμον, καθάπερ οὐδὲ ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως αἴτιά εἰσι τοῦ ὑγιαίνει ν· ἡ μὲν γὰρ αὐτὴ ποιεῖ μὴ οὖσαν τὴν τοῦ ὑγιαίνειν ἐνέργειαν, ὁ δὲ συντηρεῖ καὶ φυλάττει, καὶ ὅπως παραμείνῃ ζητεῖ. ἔτι δὲ οὐδʼ ὥσπερ τὸ αἰσθητὸν τελειοῖ τὴν αἴσθησιν ἢ τὸ διανοητὸν τὴν διάνοιαν, οὕτω καὶ ἡ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν αὐτῶν. ἡ μὲν γὰρ ἕξις καὶ τὸ ἀντικείμενον ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προάγουσι τὴν ἐνέργειαν, ἡ δὲ ἡδονὴ τῇ ἐνεργείᾳ γενομένῃ συμπεφυκυῖα συντηρεῖ καὶ φυλάττει. πείθει γὰρ ἐνεργεῖν ἡ ἐπʼ αὐτῷ ἡδονή, καὶ ἔστι τῇ ἐνεργείᾳ καθάπερ ἐπιγινόμενον τέλος, ὥσπερ ἡ ὥρα τοῖς ἐν ἀκμῇ· καὶ ἕπεται ἀεὶ ταύτῃ ἕως ἂν ᾖ ἥ τε αἴσθησις καὶ ἡ διάνοια, καὶ περὶ τὸ αἰσθητὸν καὶ διανοητὸν ἐνεργῇ, καὶ μάλιστα, ὅταν εὖ καὶ ἄριστα ἔχωσι καὶ περὶ τὸ ἄριστον ἐνεργῶσιν. ἀπορήσειε δʼ ἄν τις εἰ τοῦτο οὕτως ἔχει, πῶς οὐδεὶς οὕτως ἐνεργῶν συνεχῶς ἥδεται. πρὸς ὃ ῥητέον, ὅτι κάμνει πάντα τὰ ἀνθρώπεια καὶ οὐ δύναται συνεχῶς ἐνεργεῖν. διὰ τοῦτο οὐδὲ ἥδεσθαι δύναται συνεχῶς, ἐπεὶ ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἀκολουθεῖ· ἔνια δὲ τέρπει μὲν νεωστὶ φανέντα, χρόνον δέ τινα συνεθισθέντα οὐχ οὕτως ἡδέα δοκεῖ.
τὸ δὲ αἴτιον, ὅπερ ἔφην. τὸ μὲν γὰρ πρῶτον παρακέκλιται ἡ διάνοια καὶ ἐπιτεταμένως περὶ αὐτὰ ἐνεργε ῖ , ὥσπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέποντες, μετέπειτα δὲ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια ἀλλὰ παρημελημένη· διὰ τοῦτο καὶ ἡ ἡδονὴ ἀμαυροῦται. 〈 Περὶ τοῦ ὅτι φύσει διωκτὸν ἡ ἡδονή · καὶ ἔτι περὶ τοῦ ὅτι εἴδει διαφέρουσιν αἱ ἡδονα ί . κε φ . ε ʹ . 〉 Ἐπεὶ δὲ πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή, ἐνέργεια δὲ καὶ τὸ ζῆν, τὰ ἄρα ἐφιέμενα τοῦ ζῆν ὀρέγονται τῆς ἡδονῆς, ὅτι τελειότης ἐστὶν αὐτοῦ. πάντα δὲ ἐφίενται τοῦ ζῆν· ὥστε δόξειεν ἂν πάντα ἐφίεσθαι τῆς ἡδονῆς. πᾶσαν γὰρ ἐνέργειαν ἡ ἡδονὴ αἱρετωτέραν ποιεῖ· καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ μάλιστα, οἷς μάλιστα ἥδεται, οἷον ὁ μουσικὸς τῇ ἀκοῇ περὶ τὰ μέλη καὶ ὁ φιλομαθὴς τῇ διανοίᾳ περὶ τὰ θεωρήματα καὶ τῶν ἄλλων ἕκαστος. ἐπεὶ οὖν οὕτω ποιεῖ τὴν ἐνέργειαν ἡ ἡδονὴ καλλίω καὶ αἱρετωτέραν, εἰκότως τὰ ὀρεγόμενά τινος ἐνεργείας καὶ τῆς κατʼ αὐτὴν ὀρέγονται ἡδονῆς· τὰ ἄρα τοῦ ζῆν ἐφιέμενα εὐλόγως καὶ τῆς ἐκεῖθεν ἐφίενται ἡδονῆς, ὅτι τὸ αἱρετὸν καὶ ἐφετὸν αὐτοῖς τελειοῖ. τὸ δὲ ζητεῖν ἐπὶ τοῦ παρόντος, πότερον ποτέρου ἕνεκα αἱρετόν, ἡ ἡδονὴ διὰ τὸ ζῆν ἢ τὸ ζῆν διὰ τὴν ἡδονήν, ἀφείσθω. φαίνεται δὲ ὅτι ἀδιαίρετά εἰσι ταῦτα ἀλλήλων, καὶ οὔτε ἡδονὴν χωρὶς ἐνεργείας οὔτε ἐνέργειαν χωρὶς ἡδονῆς εὕροι τις ἄν· τελείωσις γὰρ ἐνεργείας ἡ ἡδονή, καὶ διὰ τοῦτο οὐ δύναται χωρὶς εἶναι. διὰ ταῦτα φαίνεται καὶ ὅτι αἱ ἡδοναὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει· καὶ γὰρ διαφόρων τῷ εἴδει ἐνεργειῶν τελειότητες οὖσαι καὶ αὐταὶ διάφοροί εἰσιν. αἱ γὰρ τελειότητες τῶν διαφόρων εἰδῶν οὐ δύνανται μὴ διάφοροι εἶναι τῷ εἴδει, οἷον αἱ τῆς διανοίας ἐνέργειαι τῶν τῆς αἰσθήσεως διαφέρουσι τῷ εἴδει καὶ ἔτι αὗται ἀλλήλων, ὥστε καὶ αἱ ἡδοναί. τοῦτο δέ ἐστι φανερὸν ἐκ τοῦ πάσῃ ἐνεργείᾳ οἰκείαν ἡδονὴν προσεῖναι. ὅτι δὲ οἰκεία, δῆλον· καὶ γὰρ συναύξει τὴν ἐνέργειαν ἡ οἰκεία ἡδονή. μάλιστα γάρ τις ἕκαστα γινώσκει καὶ ἐξακριβοῖ καὶ ὅλως ἐνεργεῖ, ὅταν μεθʼ ἡδονῆς τοῦτο ποιῇ· καὶ γὰρ γεωμετρικοὶ γίνονται μάλιστα οἱ χαίροντες τῷ γεωμετρεῖν καὶ κατανοοῦσιν ἕκαστα μᾶλλον, καὶ ἕκαστον ἡ ἡδονὴ πρὸς τὸ οἰκεῖον ἔργον ἐπιδιδόναι ποιεῖ. εἰ τοίνυν τὰς ἐνεργείας συναύξουσιν αἱ ἡδοναί, τὰ δὲ συναύξοντα οἰκεῖα, τὰ δὲ οἰκεῖα τοῖς διαφόροις τῷ εἴδει καὶ αὐτὰ διάφορα κατὰ τὸ εἶδος, φανερὸν ὅτι αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλων. ἔτι καὶ ἐκεῖθεν γίνεται δῆλον τὰς ἡδονὰς διαφόρους εἶναι τῷ εἴδει· καὶ γὰρ προσίστανται ταῖς ἐνεργείαις αἱ ἀλλότριαι ἡδοναί, καθάπερ αἱ οἰκεῖαι τελειοτέρας ποιοῦσιν· ἡ γὰρ τῆς αὐλητικῆς ἡδονὴ συγχέοι ἂν ῥᾳδίως τὴν ἐν τοῖς μαθήμασι θεωρίαν, ὅταν μὴ ἕξιν μαθηματικὴν ὁ θεωρῶν ἔχῃ, ἀλλʼ ἥδηται μᾶλλον αὐλοῦντος ἀκούων ἢ θεωρῶν, καὶ οὕτω φθείρῃ τὴν περὶ τὸν λόγον ἐνέργειαν ἡ τῆς αὐλητικῆς ἡδονή. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει, ὅταν δύο ἐνεργείας τις κατὰ ταὐτὸν ἐνεργῇ· καὶ γὰρ ἡ ἡδίων τὴν ἑτέραν ἐκκρούει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ κατὰ τὴν ἡδονὴν διαφέρει.
εἰ γὰρ σφόδρα ὑπερβάλλει τὴν ἐξ ἑτέρας ἡ τῆς ἑτέρας ἡδονή, καὶ παντελῶς ἀφανίζει τὴν ἀλλοτρίαν ἐνέργειαν, ὥστε μηδὲ ὅλως κατʼ αὐτὴν ἐνεργεῖν· διὰ τοῦτο ἐπειδὰν χαίρωμέν τινι σφόδρα, οὐ πάνυ δρῶμεν ἕτερον· εἰ δὲ οὐ πάνυ ἡδόμεθα ὁτῳοῦν, καὶ ἄλλα ποιοῦμεν, οἷον ποιοῦσι καὶ οἱ ἐν τοῖς θεάτροις τραγηματίζοντες· ὅταν γὰρ φαῦλοι οἱ ἀγωνιζόμενοι ὦσι καὶ οὐ πάνυ χαίρωσι τῷ θεάματι, τότε μάλιστα αὐτὸ δρῶσιν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκεία ἡδονὴ τὰς ἐνεργείας ἐξακριβοῖ καὶ χρονιωτέρας καὶ βελτίους ποιεῖ, ἡ δʼ ἀλλοτρία λυμαίνεται, φανερὸν ὅτι πολὺ διαφέρουσιν ἀλλήλων· σχεδὸν γὰρ ὥσπερ αἱ οἰκεῖαι ταῖς ἐνεργείαις λῦπαι κώλυμα γίνονται καὶ προχωρεῖν οὐκ ἐῶσιν, οὕτω καὶ αἱ ἀλλότριαι ἡδοναί. φθείρουσι γὰρ αἱ οἰκεῖαι λῦπαι τὰς ἐνεργείας· εἰ γάρ τις ἐπὶ τῷ γράφειν λυποῖτο, οὐ γράψει, καὶ εἴ τῳ τὸ λογίζεσθαι ἀηδές, οὐ θεωρήσει· τοῦτο δὲ πείσεται, καθὼς εἴρηται, καὶ ἀπὸ τῆς ἀλλοτρίας ἡδονῆς. εἰ τοίνυν ἡ ἀλλοτρία ἡδονὴ παραπλήσιον ποιεῖ ταῖς οἰκείαις λύπαις, ἡ δὲ οἰκεία λύπη τῇ οἰκείᾳ ἡδονῇ ἐναντίως ἔχει, φανερὸν ὅτι ἡ ἀλλοτρία ἡδονὴ τῇ οἰκείᾳ ἐναντίως ἔχει· τὰ δὲ τοιαῦτα οὐ δύνανται τὰ αὐτὰ εἶναι τῷ εἴδει· ἡ ἄρα ἡδονὴ οὐκ ἔστι μία κατὰ τὸ εἶδος. 〈 Περὶ τοῦ ὅτι ἐπιεικείᾳ καὶ φαυλότητι καὶ ἔτι καθαρότητι διαφέρουσιν αἱ ἡδοναί · καὶ ὅτι ἑτέρων ζῴων καὶ ἕτεραι · καὶ τίς ἡ ἀληθή ς . κε φ . ϛ ʹ . 〉 Ἐπεὶ δὲ ἑκάστη ἡδονὴ τῇ ἐνεργείᾳ, ὅθεν ἐστίν, οἰκείως ἔχει, αἱ δὲ ἐνέργειαι διαφέρουσιν ἀλλήλων ἐπιεικείᾳ καὶ φαυλότητι, καὶ αἱ μὲν αἱρεταί εἰσιν, αἱ δὲ φευκταί, αἱ δὲ οὐδέτερον, τὸν αὐτὸν τρόπον καὶ τὰς ἡδονὰς ἔχειν ἀνάγκη, καὶ τὰς μὲν ἀγαθὰς εἶναι, τὰς δὲ φαύλας, τὰς δὲ οὐδέτερον τούτων· καὶ ἐπιεικὴς μὲν καὶ ἀγαθὴ ἡδονή ἐστιν ἡ οἰκεία τῇ ἐπιεικεῖ καὶ ἀγαθῇ καὶ σπουδαίᾳ ἐνεργείᾳ, φαύλη δὲ ἡ τῇ φαύλῃ ἐνεργείᾳ οἰκεία· καὶ γὰρ αἱ ἐπιθυμίαι τῶν μὲν καλῶν ἐπαινεταί, τῶν δὲ φαύλων ψεκταί· ἡ δὲ οἰκεία τῇ ἐνεργείᾳ, ἣ οὔτε ἐπαινετή ἐστιν οὔτε ψεκτή, καὶ αὐτὴ οὐδέτερόν ἐστιν. ἐπεὶ δὲ τῇ ἐνεργείᾳ καὶ ὄρεξίς ἐστιν ὅθεν κινεῖταί τις ἐπὶ τὸ ἐνεργεῖν, ζητητέον πότερα μᾶλλόν ἐστιν οἰκεία, ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἢ τῇ ὀρέξει. φαίνεται δὲ ὅτι οἰκειοτέρα ἐστὶ τῇ ἐνεργείᾳ. τῇ μὲν γὰρ ὀρέξει ἡ ἡδονὴ οὔτε συμπέφυκεν οὔτε ἅμα γίνεται αὐτῇ κατὰ τὸν χρόνον ἀλλὰ διέστηκεν αὐτῆς καὶ τῷ χρόνῳ καὶ τῇ φύσει. προηγεῖται γὰρ ἡ ὄρεξις τῆς ἐνεργείας καὶ τῆς ἐπʼ αὐτῇ ἡδονῆς· τῇ δὲ ἐνεργείᾳ οὕτω συμπέφυκεν ἡ ἡδονὴ καὶ οὕτως ἀχωρίστως ἔχει, ὥστε ἀμφισβητεῖται, εἰ ταὐτόν ἐστι τῇ ἐνεργείᾳ ἡ ἡδονή. φαίνεται μὲν οὖν, ὅτι τῇ ἐνεργείᾳ μᾶλλον ᾠκείωται ἡ ἡδονὴ ἢ τῇ ὀρέξει· ταὐτὸν δὲ οὐκ ἔστιν· οὐ γὰρ ταὐτὸν ἡδονὴ διανοίᾳ οὐδὲ αἰσθήσει οὐδεμίᾳ· ἄτοπον γὰρ οὕτως οἴεσθαι.
ἀλλὰ τῷ ἀχωρίστως ἀλλήλων ἔχειν δοκεῖ μηδὲν διαφέρειν ἐνεργείας. διάφοροι δέ εἰσι καὶ αὐταὶ αἱ ἡδοναὶ πρὸς ἀλλήλας, ὅτι καὶ αἱ ἐνέργειαι. διαφέρει γὰρ ὄψις ἁφῆς καθαριότητι, καθόσον ἡ μὲν τοῦ εἴδους ἀντιλαμβάνεται μόνου, ἡ δὲ ἁφὴ τῇ ὕλῃ μᾶλλον προσάγει, καὶ ἡ ἀκοὴ ταύτῃ τῆς ὀσφρήσεως καὶ τῆς γεύσεως διαφέρει, ὅτι τῆς ὕλης ἅπτονται μᾶλλον· ὅθεν καὶ αἱ ἑπόμεναι ἡδοναὶ διοίσουσιν ἀλλήλων καὶ τῶν ἐκ τῆς διανοίας ἡδονῶν, ὅτι διάφοροι αἱ ἐνέργειαι. καὶ αὐταὶ δὲ αἱ τῆς διανοίας ἡδοναὶ οὐχ αἱ αὐταὶ ἔσονται ἀλλήλαις, ὅτι διάφοροι ἐνέργειαι διανοίας. φαίνεται δὲ ὅτι καὶ ἑκάστῳ ζῴῳ οἰκεία τίς ἐστιν ἡδονή, καθάπερ καὶ ἔργον ἐστὶν οἰκεῖον. εἰ γὰρ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἀκολουθοῦσιν, ἑκάστῳ δὲ ζῴῳ οἰκεία τίς ἐστιν ἐνέργεια κατάλληλος τῇ φύσει, καὶ ἡδονὴ ἂν οἰκεία εἴη. τοῦτο δὲ καὶ καθʼ ἕκαστον θεωροῦντι γίνεται δῆλον. ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπο υ , καθάπερ Ἡράκλειτός φησι ν , ὄνον σύρματα ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν · ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοι ς. αἱ μὲν οὖν οἰκεῖαι ἡδοναὶ ταῖς διαφόροις ἐνεργείαις καὶ αὐταὶ διάφοροί εἰσι· τὰς δὲ τῶν αὐτῶν ἐνεργειῶν τὰς αὐτὰς εὔλογον εἶναι κατὰ τὸ εἶδος· διοίσουσι δὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. ὅτι γὰρ ταῖς αὐταῖς ἐνεργείαις οὐχ ὁμοίως ἥδονται πάντες, φανερόν, ἐπεὶ καὶ τοσαύτη γίνεται ἡ διαφορά, ὥστε τοῖς αὐτοῖς τοὺς μὲν ἥδεσθαι, τοὺς δὲ λυπεῖσθαι· καὶ γλυκέα οὐ πᾶσι τὰ αὐτά· οὐ γὰρ τὰ αὐτὰ δοκεῖ γλυκέα τῷ πυρέττοντι καὶ τῷ ὑγιαίνοντι, οὐδὲ θερμὰ τὰ αὐτὰ τῷ ἀσθενεῖ καὶ τῷ εὐεκτοῦντι. τοῦτο δὲ καὶ ἐφʼ ἑτέρων συμβαίνει. καθάπερ δὲ ἐπὶ τῶν τοιούτων ἡδέων τὰ ἀληθῶς ἡδέα τῶν δοκούντων ἀπὸ τῶν ὑγιαινόντων γνωσόμεθα διελεῖν· οὕτω καὶ τὰς ἐν τῷ ἤθει ἡδονὰς ἀπὸ τῶν εὖ ἐχόντων περὶ τὸ ἦθος, δηλαδὴ τῶν σπουδαίων, διορισόμεθα. εἰ δὲ τοῦτο καλῶς λέγεται καὶ ἑκάστου μέτρον ἡ ἀρετή, καὶ τὸ ἀγαθὸν εἶναι διὰ τὴν ἀρετήν ἐστιν ἑκάστῳ, καὶ ἡδοναὶ ἂν εἶεν ἀληθῶς αἱ τῷ σπουδαίῳ φαινόμεναι ἡδοναί, καὶ ἡδέα οἷς οὗτος χαίρει· πρὸς ἃ δὲ οὗτος ἀηδῶς ἔχει, οὐκ ἂν εὐλόγως ἡδέα λέγοιντο οὐδὲ ἡδοναί. εἰ δὲ τοῖς διεφθαρμένοις ἡδέα δοκεῖ ταῦτα, οὐδὲν θαυμαστόν. πολλαὶ γὰρ φθοραὶ καὶ λῦμαι ἀνθρώπων γίνονται καὶ ἡδεῖς εἰσιν, ἀλλʼ οὐχ ἁπλῶς ἡδεῖς, ἀλλὰ τοῖς γε διεφθαρμένοις· τὰς μὲν οὖν ὁμολογουμένως αἰσχρὰς δῆλον ὡς οὐκ ἂν εἴη ῥητέον ἡδονὰς εἶναι, πλὴν τοῖς διεφθαρμένοις. τῶν δὲ ἐπιεικῶν ἡδονῶν τίνα ῥητέον κυρίως ἀνδρωπίνην ἡδονὴν εἶναι; καὶ τοῦτο δὲ φανερὸν ἐκ τῶν εἰρημένων. ἐπεὶ γὰρ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἑπόμεναι ἡδοναί, ληπτέον τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣ τοῦ ἀνθρώπου ἐστὶ καθό ἐστιν ἄνθρωπος, εἴτε μία ἐνέργειά ἐστιν εἴτε πλείους· καὶ δὴ ταύτας τὰς ἐνεργείας αἱ τελειοῦσαι ἡδοναὶ τὰς τοῦ τελείου καὶ μακαρίου ἀνδρός, αὗταί εἰσιν αἱ τοῦ ἀνθρώπου, ᾗ ἄνθρωπος, ἡδοναί· αἱ δὲ λοιπαὶ δευτέρως καὶ πολλοστῶς λέγοιντο ἂν ἀνθρώπιναι, καθάπερ καὶ αἱ ἐνέργειαι.
220
〈 Περὶ εὐδαιμονία ς . κε φ . ζ ʹ . 〉 Ἐπεὶ δὲ περὶ τῶν ἀρετῶν εἴρηται καὶ τῆς φιλίας καὶ τῆς ἡδονῆς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν, ἐπεὶ τέλος αὐτὴν εἶναι τῶν ἀνθρωπίνων πάντων φαμέν. γένοιτο δʼ ἂν ἡμῖν σαφὴς καὶ ῥᾴδιος ὁ λόγος, τὰ προειρημένα περὶ τῆς εὐδαιμονίας ἀναλαβοῦσιν. εἴρηται τοίνυν περὶ αὐτῆς ἐν τῷ ιγʹ κεφαλαίῳ τοῦ πρώτου βιβλίου, ὅτι οὐκ ἔστιν ἕξις· εὐδαίμων γὰρ ἂν εἴη καὶ ὁ διὰ βίου καθεύδων καὶ ὁ φυτῶν βίον ζῶν καὶ ἔτι ὁ τὰ μέγιστα δυστυχῶν· ἐνδέχεται γὰρ ἕξιν ἔχοντα ἀρετῆς οὕτω βιῶναι. εἰ δὲ τοῦτο ἄδοξον, εὐδαίμονα τὸν οὕτως ἔχοντα καλεῖν, ἐνέργειά τις ἂν εἴη ἡ εὐδαιμονία. ζητητέον δὴ τίς τῶν ἀνθρωπίνων ἐνεργειῶν ἐστιν. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἐνεργειῶν ἀναγκαῖαί εἰσι καὶ πρὸς ἄλλα φέρουσι καὶ διʼ ἄλλα ζητοῦνται, αἱ δὲ καθʼ ἑαυτάς εἰσιν αἱρεταί, δῆλον ὅτι τὴν εὐδαιμονίαν θετέον εἶναι τῶν καθʼ ἑαυτὰς αἱρετῶν· αὐτάρκης γὰρ ἡ εὐδαιμονία καὶ οὐδενός ἐστιν ἐνδεής· τὸ δὲ διʼ ἄλλο αἱρετὸν ἐκείνου δεῖται, διʼ ὃ ζητεῖται πρὸς τὸ αἱρετὸν εἶναι καὶ ἀγαθόν. κα θ ’ ἑαυτὰς δέ εἰσιν αὐτάρκεις αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι, ἃς οὐ διʼ ἄλλο ζητοῦμεν ἀλλὰ διʼ ἑαυτάς. τὸ γὰρ τὰ καλὰ καὶ σπουδαῖα πράττειν τῶν καθʼ ἑαυτὰ αἱρετῶν· καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι οὐ διʼ ἄλλα ζητοῦνται· οἱ γὰρ αἱρούμενοι αὐτὰς οὐδὲν ἐξ αὐτῶν ὠφελοῦνται· βλάπτονται μὲν οὖν μᾶλλον, τῶν σωμάτων ἀμελοῦντες, καὶ τῆς κτήσεως τῶν ὑπὲρ τοῦ σώματος ζητουμένων. διὰ τοῦτο καὶ πολλοὶ τῶν εὐτυχῶν καὶ κατὰ τὸν βίον εὐθυμουμένων ἐπὶ τὸν παιδιώδη τρέχουσι βίον καὶ πολλοῦ τιμῶνται τοὺς εὐτραπέλους· καὶ οἱ παρὰ τοῖς τυράννοις παίζειν ἡδέως εἰδότες εὐδοκιμοῦσιν· ἡδεῖς γάρ εἰσιν, αὐτοῖς παρέχοντες ὧν ἐφίενται καὶ δέονται πρὸς τὴν νομιζομένην εὐδαιμονίαν. δοκεῖ μὲν οὖν τὰς παιδιὰς εὐδαιμονικὰς εἶναι διὰ τὸ τοὺς ἐν δυναστείαις ἐν τούτοις μάλιστα διατρίβειν· οὔκ εἰσι δέ· οὐ γὰρ ἱκανὸν σημεῖον τῶν τοιούτων ἀνδρῶν ἡ ψῆφος. οὐ γὰρ ἐν τῷ δυναστεύειν ἡ ἀρετὴ οὐδὲ ὁ ὑγιαίνων μάλιστα νοῦς, ἀ φ ’ ὧν αἱ σπουδαῖαι ἐνέργεια ι. οὐδὲ γὰρ ἐπεὶ τῆς ἐλευθερίου καὶ εἰλικρινοῦς ἡδονῆς ἄγευστοι καθάπαξ ὄντες ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν ἡδονάς, διὰ τοῦτο ταύτας εὔλογον οἴεσθαι τῶν ὡς ἀληθῶς αἱρετωτέρας εἶναι. καὶ γὰρ οἱ παῖδες τὰ πα ρ ’ αὐτοῖς τιμώμενα κράτιστα οἴονται εἶνα ι· ἀλλʼ οὔτε τοῖς ἀνδράσι τίμια τὰ τῶν παίδων δοκεῖ, οὔτε ἐπιεικεῖς οὐ θαυμάσουσιν ἅπερ οἱ φαῦλοι· ἀλλὰ τοὺς μὲν ἡ δοκοῦσα τοὺς δὲ ἡ ἀληθὴς ἡδονὴ μάλιστα τέρψει. καθάπερ οὖν ἐν ἀρχῇ εἴρηται, τὰ ὡς ἀληθῶς τίμια καὶ σπουδαῖά ἐστιν, ἃ θαυμάζει καὶ οἷς ἥδεται ὁ σπουδαῖος. ἐπεὶ δὲ ἀκολούθους ταῖς ἕξεσι ταῖς ἐν τῇ ψυχῇ καὶ τὰς ἐνεργείας ἕκαστος ἐπιζητεῖ, καὶ ταύτας οἴεται μάλιστα αἱρετωτάτας εἶναι, ὁ δὲ σπουδαῖος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς ζῇ, φανερόν, ὅτι ταῖς ἐνεργείαις ἡσθήσεται ταῖς κατὰ τὴν ἀρετήν, καὶ ταύτας τιμίας ἡγήσεται καὶ ἡδείας· τῶν δὲ παιδιῶν, ὡς ἀλλοτρίων τῆς ἕξεως, καταφρονήσει.
ἐπεὶ δὲ ὀρθῶς καὶ ὑγιῶς οὗτος ψηφίζεται, οὐκ ἄρα τίμιον ἡ παιδιά, οὐδʼ ἄρα ἐν αὐτῇ ἡ εὐδαιμονία. καὶ γὰρ ἄτοπον παιδιὰν εἶναι τῶν ἀνθρωπίνων τὸ τέλος καὶ πάντα πραγματεύεσθαι καὶ κακοπαθεῖν διὰ βίου τοῦ παίζειν χάριν. εἰ γάρ τις ὑπόθοιτο ταύτην εἶναι τὴν εὐδαιμονίαν, ἀκόλουθόν ἐστι καὶ ταῦτα δὴ συγχωρεῖν. τῆς γὰρ εὐδαιμονίας ἕνεκα πάντα ζητοῦμεν· τῆς παιδιᾶς δὲ χάριν πονεῖν διὰ βίου καὶ σπουδάζειν ἠλίθιόν τι δοκεῖ λίαν εἶναι, καὶ τοῦτο δὴ παιδικόν. τὸ ἀνάπαλιν μὲν οὖν ἕνεκα τοῦ δύνασθαι σπουδάζειν παίζειν αἱρεῖσθαι κατʼ Ἀνάχαρσιν καλῶς καὶ ὀρθῶς ἂν ἔχοι. καὶ γὰρ ἀνάπαυσίς τις ἡ παιδιὰ τοῖς ἀγωνιζομένοις, συνεχῶς οὐ δυναμένοις πονεῖν, ἣ τὴν δύναμιν αὐτοῖς ἀνακαινουμένη, τοῖς πόνοις ἀκμῆτας ἀποδίδωσιν. ὅθεν οὐ τέλος ἡ ἀνάπαυσις ἀλλʼ ἀναπαύσεως ἐνέργεια τέλος. ἔτι πᾶσιν ὁμολογεῖται τὸν εὐδαίμονα βίον κατὰ τὴν ἀρετὴν εἶναι· οὗτος δὲ μετὰ σπουδῆ ς· καὶ ὁ σπουδαῖος οὐ παίζων ἀλλὰ σπουδάζων. ἔτι δὲ βελτίω λέγομεν εἶναι τὰ σπουδαῖα τῶν μετὰ παιδιᾶς καὶ γελοίων· καὶ τὴν ἐνέργειαν βελτίονος τῆς ψυχῆς μέρους σπουδαιοτάτην φαμέν· τὸ δὲ βέλτιον καὶ τοῦ βελτίονος μέρους μᾶλλον τῇ εὐδαιμονίᾳ προσήκει. ἔτι ἡ μὲν ἀπόλαυσις τῶν σωματικῶν ἡδονῶν κοινή ἐστι καὶ τοῖς τυχοῦσι καὶ τοῖς φαύλοις καὶ ἀνδραπόδοις καὶ τοῖς μοχθηροτάτοις ἔνεστιν οὐχ ἧττον ἢ τοῖς ἀρίστοις· ἡ δὲ εὐδαιμονία τῶν ἀρίστων λέγεται μόνον, καὶ οὐδεὶς ἂν εἴποι καὶ τοῖς φαύλοις προσεῖναι, καὶ γὰρ οὐδὲ βίον τὸν αὐτὸν ἀμφοτέρων εἶναι, ὅτι μὴ κατὰ τὴν φαύλην διαγωγὴν ἡ εὐδαιμονία, ἀλ λ ’ ἐν ταῖς κα τ ’ ἀρετὴν ἐνεργείαι ς , καθάπερ καὶ πρότερον εἴρητα ι. 〈 Περὶ τῆς θεωρητικῆς εὐδαιμονία ς . κε φ . η ʹ . 〉 Ἐπεὶ δὲ ἡ εὐδαιμονία ἐν ταῖς κατʼ ἀρετὴν ἐνεργείαις δέδεικται οὖσα, εἴ τις εἴη κρατίστη τῶν τοιούτων ἐνεργειῶν, μάλιστα ἐν ταύτῃ ἂν εἴη. κράτιστον γὰρ καὶ ἄριστον ἡ εὐδαιμονία· κρατίστη δὲ ἐνέργεια ἡ τοῦ κρατίστον τῶν ἐν ἡμῖν ἐνεργούντων, ὃ κατὰ φύσιν ἄρχει καὶ ἡγεῖται πρὸς τὴν ἀλήθειαν, καὶ τὸ ἀγαθόν, εἴτε νοῦς τοῦτο ἂν καλοῖτο εἴτε ἄλλο τι, ὃ δὴ ἔννοιαν ἔχει περὶ καλῶν τε καὶ θείων, εἴτε θεῖον ὂν καὶ αὐτὸ εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον· ἡ δὴ τούτου ἐνέργεια εὖ καὶ καλῶς γινομένη καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν εἴη ἂν ἡ τελεία εὐδαιμονία. καὶ ἔστι θεωρητική, καθὼς πρότερον εἴρηται· ὅτι δὲ ἐν ταύτῃ τῇ ἐνεργείᾳ ἐστὶν ἡ τελεία εὐδαιμονία, καὶ τὰ προειρημένα ἡμῖν περὶ τῶν ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ ἀλήθεια μαρτυρεῖ. καὶ γὰρ ὡς ἐν τῷ περὶ φιλίας εἴρηται, ὁ νοῦς ἐστι τὸ ἡμέτερον εἶναι, καὶ διὰ τοῦτο κρατίστη ἐστὶν ἡ αὐτοῦ ἐνέργεια, καὶ ἃ γινώσκει κράτιστά εἰσι τῶν αἰσθήσει γινωσκομένων· εἰ δὲ ἄριστον δεῖ εἶναι τὴν εὐδαιμονίαν, ἐν τῷ ἀρίστῳ εἶναι πᾶσα ἀνάγκη.
ἔτι τὸ συνεχὲς ἀποδιδόναι δεῖ τῇ εὐδαιμονίᾳ. οὕτω γὰρ ἂν τελείως δύναιτό τις εὐδαιμονεῖν, μὴ διακοπτομένης αὐτῷ τῆς εὐδαιμονίας. τοῦτο δὲ θεωροῦσι μάλιστα δυνατόν· θεωρεῖν γὰρ δυνάμεθα συνεχῶς μᾶλλον ἢ ὁτιοῦν ἕτερον πράττειν. ἔτι καὶ ἡδονὴν οἰόμεθα δεῖν τῇ εὐδαιμονίᾳ παραμεμῖχθαι. ἡδίστη δὲ τῶν κα τ ’ ἀρετὴν ἐνεργειῶν ἡ κατὰ σοφίαν ὁμολογουμένως ἐστ ί· φαίνεται τοίνυν ἡ φιλοσοφία θαυμαστὰς ἔχουσα ἡδονὰς διά τε τὴν καθαριότητα καὶ τὸ ὕλης ἀπηλλαγμένη καθάπαξ εἶναι καὶ διὰ τὸ βέβαιον, ὅτι περὶ τὰ ἀκίνητα καὶ ὡσαύτως ἔχοντα ἐνεργεῖ. ἡ γὰρ πρακτικὴ τῆς τε ὕλης δεῖται περί τε τὰ ἐνδεχόμενά ἐστι· τοιαῦτα γὰρ τὰ πρακτά· ὅθεν οὐκ ἔνι τελείως κατὰ ταύτην εὐδαιμονεῖν. ἔτι καὶ αὐτάρκη τὸν εὐδαίμονα εἶναι δεῖ. τοῦτο δὲ τῆς θεωρητικῆς ἐστι μᾶλλον ἢ τῆς ἑτέρας· τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ ὁ θεωρητικὸς δεῖται καὶ ὁ πρακτικός. πρὸς τούτοις δὲ ὁ μὲν πρακτικὸς καὶ ἄλλων δεῖται πρὸς τὸ τὴν ἀρετὴν ἐνεργῆσαι· καὶ γὰρ ὁ δίκαιος δεῖται πρὸς οὓς δικαιοπραγήσει καὶ με θ ’ ὧν καὶ ὁ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ τῶν ἄλλων ἕκαστο ς , ὁ δὲ σοφὸς καὶ κα θ ’ ἑαυτὸν ὢν δύναται θεωρεῖν καὶ οὐδενὸς δεῖται πρὸς τοῦτο καὶ μᾶλλον ὅσῳ σοφώτερος· εἰ δὲ δεῖταί πως καὶ αὐτὸς ἄλλων, ὅτι μετʼ ἄλλων βέλτιον θεωρήσει, πρός γε τὸ τὴν ἐνέργειαν τελείως ἐνεργῆσαι καὶ καθʼ ἑαυτὸν αὐταρκέστατός ἐστιν. ἔτι καὶ διʼ ἑαυτὴν αἱρετὴν καὶ ἀγαπητὴν εἶναι δεῖ τὴν εὐδαιμονίαν. φαίνεται δὲ ἡ θεωρητικὴ ζωὴ αὐτὴ διʼ ἑαυτὴν φιλουμένη. καὶ γὰρ οὐδὲν ἀπʼ αὐτῆς ἄλλο ζητοῦμεν, οὐδέ τι γίνεται ἡμῖν ἕτερον παρὰ τὸ θεωρεῖν· ἀφʼ ἑκάστης δὲ τῶν πρακτικῶν ἀρετῶν ἔστι τι ἄλλο ἢ μικρὸν ἢ μεῖζον λαβεῖν. καὶ γὰρ ἀπὸ μὲν τῆς ἀνδρείας νίκη, ἀπὸ δὲ σωφροσύνης ἡ κατὰ ψυχὴν ἠρεμία, ἀπὸ δὲ φρονήσεως τὸ εὑρεῖν τὰ πρὸς τὸ ἔσχατον φέροντα τέλος, ἀπὸ δὲ πασῶν ἡ πολιτικὴ εὐδαιμονία, τῇ δὲ θεωρίᾳ οὐδὲν ἀκολουθεῖ, διʼ ὃ δοκεῖ δέον εἶναι ζητεῖσθαι, ἀλλὰ αὐτὴ διʼ ἑαυτὴν ἀγαπᾶται. φαίνεται ἄρα ταύτην εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν. ἔτι καὶ ἐν ἠρεμίᾳ τινὶ καὶ σχολῇ συνεστάναι δεῖ τὴν εὐδαιμονίαν. τέλος γάρ τί ἐστιν ἡ σχολή, καὶ ἀσχολούμεθα ἵνα δυνηθῶμεν σχολάσαι, καὶ πόλεμον αἱρούμεθα διὰ τὴν εἰρήνην. αἱ μὲν οὖν ἐνέργειαι τῶν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς εἰσι καὶ πολεμικοῖς· αἱ δὲ τοιαῦται πράξεις μάλιστα δοκοῦσι πόρρω πάσης ἠρεμίας καὶ σχολῆς εἶναι· αἱ μὲν πολεμικαὶ παντελῶς· οὐδὲν γὰρ ἐν αὐταῖς ἐστιν ἠρεμίας· εἰ γὰρ ἦν, διʼ ἑαυτὸ ἂν ὁ πόλεμος ἐζητεῖτο. οὐδεὶς δὲ αἱρεῖται τὸ πολεμεῖν τοῦ πολεμεῖν ἕνεκα, οὐδέ τις ἐθέλει διʼ ἑαυτὸν τὸν πόλεμον παρασκευάζειν· δόξειε γὰρ ἂν μιαιφόνος τις εἶνα ι , εἰ τοὺς φίλους πολεμίους ποιοῖτ ο , ἵνα μάχαι καὶ φόνοι γίνωντα ι. εἰσὶ δὲ καὶ αἱ τοῦ πολιτικοῦ πράξεις φανερῶς ἄσχολοι καὶ πα ρ ’ αὐτὸ τὸ πολιτεύεσθαι περιποιουμένου δυναστείας καὶ τιμὰς ἢ τήν γε εὐδαιμονίαν ἑαυτῷ καὶ τοῖς πολίται ς· ἑτέρα γὰρ ἡ αὐτοῦ καὶ ἄλλη ἡ τῆς πόλεως εὐδαιμονία.
καὶ δῆλον· εὐδαίμων γὰρ αὐτὸς γενόμενος οὐκ ἀγαπᾷ ἀλλὰ καὶ τὴν πολιτικὴν ζητεῖ, δῆλον ὡς ἑτέραν οὖσαν. ἐπεὶ τοίνυν τῶν μὲν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ πολεμικαὶ κάλλει καὶ μεγέθει προέχουσι ν , αὗται δὲ ἄσχολοι καὶ τέλους τινὸς ἐφίενται καὶ οὐ διʼ ἑαυτάς εἰσιν αἱρεταί, ἡ δὲ τοῦ νοῦ ἐνέργεια σπουδαιοτέρα τέ ἐστιν, ὅτι τοῦ βελτίστου τῆς ψυχῆς ἐστι μέρους καὶ οὐδενὸς ἕνεκα ζητεῖται οὐδὲ ἄλλου παρʼ αὐτὴν ἐφίεται τέλους ἔχει τε οἰκείαν ἡδονὴν μείζονα ἢ κατὰ τὰς πρακτικὰς ἐνεργείας, ἣ δὴ ἡδονὴ συναύξει τὴν ἐνέργειαν, ἔτι δὲ ἡ τοῦ νοῦ ἐνέργεια καὶ αὐτάρκης ἐστὶ μάλιστα καὶ ἠρεμαία, ὡς ἀνθρώποις δήπουθεν δυνατόν, καὶ ὅσα ἄλλα τῷ μακαρίῳ ἀπονέμονται, κατὰ ταύτην τὴν ἐνέργειαν φαίνεται ὄντ α, φανερὸν ὅτι ἡ τελεία τοῦ ἀνθρώπου εὐδαιμονία αὕτη ἂν εἴη τέλειον μῆκος βίου λαβοῦσα· τῶν γὰρ τῆς εὐδαιμονίας οὐδὲν ἀτελὲς εἶναι προσήκει. 〈 Ὅτι μείζων ἢ κα τ ’ ἄνθρωπον ἡ θεωρητικὴ εὐδαιμονία · καὶ ἔτι περὶ τῆς ἠθικῆ ς , ἤγουν τῆς κα τ ’ ἄνθρωπο ν . κε φ . θʹ 〉 Ἔστι δὲ ὁ τοιοῦτος βίος κρείττων ἢ κατὰ ἄνθρωπον. ὁ γὰρ οὕτω ζῶν οὐχ ᾖ ἄνθρωπος οὕτω βιοῖ, ἀλλὰ καθό τι θεῖον αὐτῷ ὑπάρχει· ὅσῳ δὴ διαφέρει τοῦτο δὴ τὸ θεῖον τοῦ καθʼ ἡμᾶς συνθέτου, τοσοῦτον διοίσουσιν αἱ τούτου ἐνέργειαι τῶν ἄλλων ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ τούτου ἀρετὴ τῆς ἄλλης ἠθικῆς ἀρετῆς. εἰ γὰρ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον, καὶ ὁ κατὰ νοῦν βίος θεῖος πρὸς τὸν ἀνθρώπινον βίον. οὐ χρὴ δὲ ταῖς ἐνίων παραινέσεσιν ἑπομένους ἀνθρώπινα φρονεῖν ἀνθρώπους ὄντας καὶ θνητὰ θνητούς, ἀλλʼ ἐφʼ ὅσον ἐνδέχεται ἕκαστον ἑαυτὸν ἀπαθανατίζειν καὶ πάντα ποιεῖν πρὸς τὸ ζῆν κατὰ τὸ κράτιστον τῶν ἐν αὑτ ῷ. κράτιστον δὲ τῶν ἐν ἡμῖν ὁ νοῦς ἐστιν. εἰ γὰρ μεγέθει καὶ ὄγκῳ οὐδενὸς ὑπερέχει διὰ τὸ ὑπερβαίνειν τὴν ὕλην, ἀλλὰ τῇ γε δυνάμει καὶ τιμιότητι μέγιστόν ἐστιν ἁπάντων· ἐπεὶ καὶ δεινῶς ἄτοπον, εἴ τις ἑαυτῷ μὴ ζῴη μηδὲ τὸν ἑαυτοῦ βίον αἱροῖτο ἀλλὰ τόν τινος ἄλλου· καὶ γὰρ αὐτός ἐστιν ἕκαστος τὸ κυριώτατον καὶ ἄριστον τῶν ἐν αὐτῷ, καὶ 〈κατὰ〉 τοῦτο ζῶν, ἑαυτῷ ἂν βιῴη καὶ τὸν οἰκεῖον μάλιστα βίον. ἄλλως τε τὸ πρότερον λεχθὲν ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον τῇ φύσει ἑκάστου, τοῦτο κράτιστον καὶ ἥδιστόν ἐστιν ἑκάστῳ· τῷ ἀνθρώπῳ δὲ οἰκεῖον μάλιστα πάντων τὸ κατὰ νοῦν ἐνεργεῖν, εἴπερ αὐτός ἐστιν ὁ νοῦς· οἰκεῖον δὲ τὸ καθʼ ἑαυτὸν ἐνεργεῖν ἑκάστῳ τῶν ἐνεργούντων· κράτιστος ἄρα 〈καὶ〉 ἥδιστος ὁ κατὰ νοῦν βίος ἀνθρώπῳ· οὗτος ἄρα καὶ εὐδαιμονέστατος, καὶ αὕτη ἂν εἴη πρώτως ἡ ἀνθρωπίνη εὐδαιμονία.
δευτέρως δὲ ἡ κατὰ τὴν ἄλλην ἀρετήν. αἱ γὰρ κα τ ’ αὐτὴν ἐνέργειαι ἀνθρωπικαὶ ἐν ταῖς πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαις συνιστάμεναι. δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τὰς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν ἐν πράξεσι καὶ χρείαις καὶ συναλλάγμασι καὶ τὰ πάθη παιδαγωγοῦμεν, τὸ πρέπον τῷ πλησίον διατηροῦντες· ταῦτα δὲ πάντα τὴν σύνθετον ταύτην συντηροῦσι ζωήν. τὰ δὲ τοιαῦτα ἀνθρωπικά. ἔτι αἱ ἠθικαὶ ἀρεταὶ πολλὴν ἔχουσιν ἐνίοτε ἀπὸ τοῦ σώματος τὴν σκοπήν· καὶ γὰρ σωφρονικοί τινές εἰσι φύσει καὶ πρὸς ἀνδρείαν εὖ ἔχουσι καὶ πρὸς μεγαλοψυχίαν ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως, καὶ ὅλως σφόδρα ᾠκείωται τοῖς πάθεσιν ἡ ἠθικὴ ἀρετή, καὶ αὐτὴ δὲ ἡ φρόνησις. συνέζευκται γὰρ τῇ τοῦ ἤθους ἀρετῇ, 〈ὡσ〉 καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ἐπεὶ φρόνησις μὲν τὰς ἀρχὰς ἀπὸ τῶν ἠθικῶν ἀρετῶν ἔχει· τὸ γὰρ ὀρθοδοξεῖν περὶ τὸ τέλος ἐκεῖθεν. ἡ δὲ ἠθικὴ ἀρετή, πῶς δεῖ τοῦ τέλους τυχεῖν ἀπὸ τῆς φρονήσεως λαμβάνει, καθὼς ἐν τῷ ιγʹ κεφαλαίῳ τοῦ ϛʹ βιβλίου διείληπται. ἐπεὶ τοίνυν ἡ μὲν ἠθικὴ ἀρετὴ περὶ τὰ ἀνθρώπινά ἐστι πάθη καὶ τούτοις ἐστὶ συνημμένη, ταύτης δὲ ἀχώριστος ἡ φρόνησις εἶναι ἐδείχθη, φανερὸν ὅτι πᾶσα ἀρετὴ πρακτικὴ τοῖς πάθεσίν ἐστι συνημμένη· περὶ τὸ σύνθετον ἄρα καὶ τὴν ἐν τούτῳ ζωήν· αἱ δὲ τοῦ συνθέτου ἀρεταὶ ἀνθρωπικαί· ὁ γὰρ τοῦ ἀνθρώπου ὁρισμὸς ἀπὸ τοῦ συνθέτου· ὥστε καὶ ὁ βίος, ὁ κατὰ ταύτας τὰς ἐνεργείας, ἀνθρωπικὸς καὶ ἡ εὐδαιμονία· ὁ δὲ κατὰ νοῦν βίος μόνος ἐστὶ κεχωρισμένος τῶν ἀνθρωπίνων καὶ ἡ κατὰ τοῦτον εὐδαιμονία. πῶς δὲ κεχωρισμένος ἐστί, καὶ ὡς ἔχει, διακριβῶσαι, μεῖζόν ἐστι τοῦ προκειμένου καὶ θεολογίᾳ μᾶλλον προσῆκεν· τοσοῦτον δὲ μόνον εἰπεῖν ἀρκέσει ἐν τῷ παρόντι, ὅτι τὰ ἀνθρώπινα ὑπερβαίνει. τοῦτο δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον. οὐ γὰρ δεῖται τῶν ἐκτὸς καὶ τῆς ἐκεῖθεν χορηγίας εἰς τὴν οἰκείαν ἐνέργειαν. δεῖται μὲν γὰρ ὁ θεωρῶν, ἄνθρωπος ὤν, τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, εἰς δὲ αὐτὴν τὴν ἐνέργειαν οὐδενός· ὁ δὲ πρακτικὸς δεῖται μὲν καὶ ὧν ὁ θεωρητικός, καὶ μᾶλλον οὗτος, ὅσῳ καὶ μᾶλλον τῷ σώματι πρὸς τὰς ἐνεργείας χρῆται· δεῖται δὲ ἔτι πρὸς τὰς ἐνεργείας καὶ τῆς ἔξωθεν χορηγίας. ὁ μὲν γὰρ ἐλευθέριος χρημάτων πρὸς τὸ τὰ ἐλευθέρια πράττειν, ὁ δὲ δίκαιος, ἵνα ἀνταποδῷ. χωρὶς γὰρ τῶν ἔξωθεν τούτων οὐ πράξουσιν οὐδὲν τῶν κατὰ τὴν οἰκείαν ἀρετὴν ἕκαστος. δεῖ γὰρ τῷ μὲν ἀνδρείῳ καιροῦ τινος καταλλήλου καὶ τῆς ἐν σώματι δυνάμεως, ὅθεν ἐπιδείξεται τὴν τόλμαν καὶ τὴν καρτερίαν, καὶ τῷ σώφρονι ἐξουσίας καὶ τοῦ δύνασθαι, εἰ βούλοιτο, ταῖς ἡδοναῖς ἐφεῖναι· καὶ τῶν ἄλλων ἑκάστῳ χρεία τῶν καταλλήλων, ἐν οἷς δύναται πρᾶξαι τὴν ἀρετήν. ἄνευ γὰρ τοῦ πρᾶξαι κατὰ τὴν ἕξιν τῆς ἀρετῆς μάλιστα μὲν ἄδηλος ἡ βούλησις καὶ ἡ ἕξις. προσποιοῦνται γὰρ ἔνιοι μὴ δίκαιοι ὄντες βούλεσθαι δικαιοπραγεῖν, καὶ ἐλευθέρια πράττειν, μὴ ὄντες ἐλευθέριοι.
225
ἔπειτα οὐδὲ τελεία ἐστὶν ἡ ἀρετὴ ἐν μόνῃ τῇ προαιρέσει, ἀλλὰ δεῖ καὶ τῆς πράξεως· ἐν ἀμφοῖν γάρ ἐστι· καὶ οὕτως ἐν ἀμφοῖν ἐστιν, ὥστε ζητεῖται ἐν ποτέρᾳ μᾶλλόν ἐστιν ἡ ἀρετή, ἐν τῇ προαιρέσει ἢ ἐν τῇ πράξει. τὸ γὰρ τέλειον δῆλον ὡς ἐν ἀμφοῖν ἂν εἴη. φανερὸν τοίνυν, ὅτι ἡ πρακτικὴ ἀρετὴ πρὸς τὸ τέλειον εἶναι τῆς ἔξωθεν χορηγίας δεῖται, καὶ τοσούτῳ πλείονος, ὅσῳ μείζων ἐστὶ καὶ καλλίων· αἱ γὰρ κατʼ αὐτὴν πράξεις μεγάλαι καὶ ἀξιόλογοι οὖσαι καὶ πλειόνων δεήσονται τῶν ἔξωθεν. τῷ δὲ θεωρητικῷ οὐδενὸς τῶν τοιούτων πρός γε τὴν ἐνέργειαν χρεία· ἀλλʼ ὡς εἰπεῖν, καὶ ἐμποδὼν ἵσταται ταῦτα τῇ θεωρίᾳ. δεήσεται δὲ οὐχ ὡς θεωρητικὸς ἀλλʼ ὡς πρακτικός, ἐπεὶ ἄνθρωπος ὢν καὶ ἀνθρώποις συζῶν αἱρεῖται τὰ κατὰ τὴν πρακτικὴν ἀρετήν, ἵνα πρὸς τοὺς συνόντας τὰ ἀνθρώπινα σώζῃ. 〈 Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία ἐν αὐτῷ ἐστ ι . κε φ . ι ʹ . 〉 Φαίνεται δὲ καὶ ἐκεῖθεν ἐν τῷ θεωρητικῷ βίῳ συνεστάναι τὴν τελείαν εὐδαιμονίαν. ἡ γὰρ θεωρία μόνον θεοῦ ἔργον ἐστίν, ὅς ἐστιν ἀληθῶς μακάριος καὶ εὐδαίμων. ποίας γὰρ ἄλλας πράξεις ἀποδοτέον αὐτῷ; τὰς δικαίας; ἢ γελοῖον συναλλάττειν αὐτὸν καὶ παρακαταθήκας ἀποδιδόναι καὶ ὅσα ἄλλα τοιαῦτ α· ἀλλὰ τὰς ἀνδρείας; πῶς οὖν ὑπομενεῖ τὰ φοβερὰ καὶ περὶ τῆς ζωῆς κινδυνεύσει τοῦ καλοῦ ἕνεκα; καὶ γὰρ καὶ εἰπεῖν ἄτοπον· ἀλλὰ τὰς ἐλευθερίους; τίνι οὖν καὶ τί δώσει; ἄτοπον δὲ εἰ καὶ ἔσται αὐτῷ νόμισμα ἤ τι τοιοῦτον, οὗ δεόμενος αὐτὸς εἰς τὸν βίον, ἔπειτα ἄλλῳ δίδωσιν, ἕνεκα τοῦ ἀγαθοῦ· σώφρων δὲ πῶς ἂν εἴη φαύλας οὐκ ἔχων ἐπιθυμίας; πᾶσαι μὲν οὖν αἱ τοιαῦται πράξεις μικραὶ καὶ ἀνάξιαι θεοῦ· ἐπεὶ δὲ ζῆν πάντες ὑπειλήφασιν αὐτόν, ἀνάγκη καὶ ἐνεργεῖν· οὐ γὰρ δεῖ καθεύδειν ἐξηργηκότα, καθάπερ τὸν Ἐνδυμίωνα· ἐπεὶ δὲ ἐνεργῶν οὔτε πράττει, καθὼς δέδεικται, οὔτε πολλῷ μᾶλλον ποιεῖ (οὐ γὰρ συνεχῶς περὶ ἀποτελέσματά τινα διατρίβειν εὔλογον αὐτὸν κατὰ τοὺς δημιουργικοὺς τῶν τεχνιτῶν), τί λείπεται πλὴν θεωρεῖν; ἡ ἄρα τοῦ θεοῦ ἐνέργεια μακαριότητι διαφέρουσα θεωρητικὴ ἂν εἴη. ἐν ἄρα τῷ θεωρητικῷ βίῳ συνεστάναι πᾶσα ἀνάγκη τὴν τελείαν· συγγενεστάτη γάρ ἐστι τῇ τοῦ θεοῦ ἐνεργείᾳ. φαίνεται δὲ τοῦτο καὶ ἀπὸ τοῦ μηδὲν τῶν ἀλόγων εὐδαιμονίας μετέχειν, τῆς θεωρητικῆς ἐνεργείας ἐστερημένα τελείως. τῷ μὲν γὰρ θεῷ πᾶς ὁ βίος μακάριος, τοῖς δʼ ἀνθρώποις ἐφʼ ὅσον ἔοικε καὶ εἰκόνα φέρει τῆς τοῦ θεοῦ ἐνεργείας· τῶν δʼ ἄλλων ζῴων οὐδὲν μακάριον, ἐπεὶ οὐδαμῶς κοινωνεῖ θεωρίας. ὅσα τοίνυν θεωρίας καὶ τῆς εὐδαιμονίας μετέχει καὶ ἃ μᾶλλον θεωρεῖ καὶ μᾶλλον εὐδαιμονεῖ καὶ ὅλως ἐφʼ ὅσον ἡ θεωρία καὶ ἡ εὐδαιμονία διατείνει οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατʼ αὐτὴν δήπου τὴν θεωρίαν· αὕτη γὰρ τιμία διʼ ἑαυτὴν ἡ θεωρία.