Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Heliodorus of Prusa: Paraphrase of Aristotle’s Nicomachean Ethics

Library › Greek: Philosophy › Paraphrase of Aristotle's Nicomachean Ethics

This is a Greek paraphrase of Aristotle's Nicomachean Ethics, transmitted under the name of Heliodorus of Prusa, an ascription now regarded as false. The work is by an unknown Byzantine author, and its date is uncertain. Following Aristotle book by book, it restates his discussion of happiness, virtue, the voluntary, justice, the intellectual virtues, self-control, friendship and pleasure in plainer and fuller language.

Paraphrases of this kind were aids to reading Aristotle, and this one shows how the Ethics was studied and explained in the Byzantine world. It can also help modern readers follow the compressed argument of the original, set out in clearer Greek.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAG XIX.2 (Heylbut 1889)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). This Byzantine paraphrase was formerly ascribed to 'Heliodorus of Prusa', an ascription now regarded as false.

Ancient Greek · Philosophy
Paraphrase of Aristotle's Nicomachean Ethics
Pseudo-Heliodorus of Prusa · Part 4 · every word parsed
καὶ οὕτω κἀνταῦθα διὰ τὴν μέλλουσαν τοῦ τέκτονος χρείαν ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία γίνεται. καὶ τὸ νόμισμα δυνάμει ἐστὶ πάντα σχεδόν, ὧν δεῖται ἕκαστος ἑκάστου· καὶ ἡ τούτου χρεία μάλιστα μένει, εἰ καὶ μὴ ἀεὶ ὁμοίως. καὶ γὰρ ἐν μὲν ταῖς εὐθηνίαις πολλή τίς ἐστιν ἡ χρεία τοῦ νομίσματος, ἐν δὲ ταῖς σιτοδείαις οὐκέτι· οὐ γὰρ ἄν τις ἕλοιτο ὀλίγον προέσθαι σῖτον πολλῶν νομισμάτων. ὅμως δὲ διʼ ἃ εἴρηται μᾶλλον μένει ἡ τούτου χρεία ἢ ἡ τῶν ἄλλων· διὸ δεῖ πάντα τιμᾶσθαι· οὕτω γὰρ δυνατὸν εἶναι ἀεὶ ἀλλαγὴν καὶ κοινωνίαν. ἀπὸ γὰρ τοῦ πάντα μετρεῖσθαι καὶ τιμᾶσθαι νομίσματι ἡ ἰσότης γίνεται· ἀπὸ δὲ τῆς ἰσότητος ἀλλαγὴν γενέσθαι 〈δυνατόν〉. ἰσότητα δὲ οὐκ ἀεὶ δυνατὸν γίνεσθαι ἄνευ νομίσματος· τινὰ γὰρ ἔργα τεχνῶν οὕτως ἀλλήλων διαφέρει, ὥστε παντελῶς ἀσύμμετρα εἶναι καὶ μηδένα λόγον ἔχειν πρὸς ἄλληλα· ὅθεν οὐ δυνατὸν ἰσότητα εὑρεῖν ἐν αὐτοῖς. ὅτι δὲ ἑκάτερος ἑκατέρου δεῖται, διὰ ταύτην τὴν χρείαν παρελήφθη ἕν τι κοινὸν μέτρον, ὃ πάντα μετρεῖ, τὸ νόμισμα· ὃ φύσει μὲν καὶ ἀληθείᾳ οὐ μετρεῖ (οὐ γάρ ἐστι μέρος τῶν μετρουμένων), νόμῳ δέ τινι ἡμετέρῳ καὶ συνθήκῃ· καὶ οὕτως ἐν μέσῳ γενόμενον τῶν ἀσυμμέτρων, σύμμετρα ποιεῖ καὶ ἰσάζει. τοῦτο δὲ ἔσται [Start of a diagram][Start of a diagram section] α οἰκία [End of a diagram section] [Start of a diagram section] β μναῖ δέκα [End of a diagram section] [Start of a diagram section] γ κλίνη [End of a diagram section][End of a diagram] καὶ ἀπὸ τοῦ διαγράμματος σαφέστερον. ἔστω τὸ α οἰκία, τὸ δὲ β μναῖ δέκα, τὸ δὲ γ κλίνη. ἔστω δὲ ἡ οἰκία πέντε μνῶν, ἡ δὲ κλίνη μιᾶς· ὥστε αἱ δέκα μναῖ τὸ β τῆς μὲν κλίνης δεκαπλάσιόν ἐστι, τῆς δὲ οἰκίας διπλάσιον· ἡ ἄρα οἰκία ἡμίσειά ἐστι τῶν δέκα μνῶν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκία ἥμισυ, ἡ δὲ κλίνη δέκατον τοῦ αὐτοῦ, τὸ δὲ ἥμισυ τοῦ δεκάτου πενταπλάσιον, ἡ ἄρα οἰκία τῆς κλίνης πενταπλασίων· σύμμετρος ἄρα ἡ οἰκία γέγονε τῇ κλίνῃ διὰ μέσου τοῦ νομίσματος, ὃ κοινὸν ἐγένετο μέτρον. εἰ δὲ σύμμετρος, καὶ ἴση γενέσθαι δυνατόν· εἰ γὰρ πενταπλασιασθῇ, ἴση ἔσται τῇ οἰκίᾳ. τί μὲν οὖν τὸ ἄδικο ν , καὶ τί τὸ δίκαιόν ἐστι ν , εἴρηται, κατά τε διανομὴν καὶ διόρθωσιν, ἤτοι τὸ διανεμητικὸν καὶ διορθωτικόν. Ὅτι ἡ δικαιοσύνη μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθα ι . κε φ . ζ ʹ. Τούτων δὲ οὕτω διωρισμένων, φανερόν ἐστιν, ὅτι ἡ δικαιοπραγία μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πλέον ἐστί, τὸ δὲ ἔλαττον· τὸ μὲν γὰρ ἀδικεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν, ὅπου τὸ ἴσον ἔδει· τὸ δὲ ἀδικεῖσθαι, τὸ ἔλαττον ἔχειν.
καὶ ἡ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς προτέραις ἀρεταῖς· τῶν μὲν γὰρ ἄλλων ἀρετῶν ἑκάστη μέση ἐστὶ δύο κακιῶν, τὴν μὲν ὑπερβάλλουσα τῆς δὲ ἐλλείπουσα· ἡ μὲν γὰρ σωφροσύνη μεταξὺ τῆς ἠλιθιότητος καὶ τῆς ἀκολασίας ἐστίν, ἡ δὲ ἀνδρεία μεταξὺ τῆς δειλίας καὶ τῆς θρασύτητος, καὶ αἱ ἄλλαι ὁμοίως· ἡ δὲ δικαιοσύνη οὐκ ἔχει παρʼ ἑκάτερα δύο κακίας, αἷς ἀντίκειται, ἀλλὰ μόνῃ τῇ ἀδικίᾳ ἀντίκειται· μέση δέ ἐστιν, ὅτι τῆς ἀδικίας τὴν ἀνισότητα εἰσαγούσης, τὸ ἴσον αὐτὴ ζητεῖ, καὶ τούτου ἐστὶ ποιητική. ὃ δὴ ἴσον μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, καὶ διὰ τοῦτο αὐτὴ μὲν μεσότης ἐστίν, ἡ δὲ ἀδικία ἀκρότης, ὅτι τῶν ἄκρων ἐστί. καὶ ἡ μὲν δικαιοσύνη ἐστὶν ἕξις, καθʼ ἣν ὁ δίκαιος κατὰ προαίρεσιν πρακτικός ἐστι τοῦ δικαίου καὶ διανεμητικός, ὥστε καὶ ἑαυτῷ νομοθετεῖν προσηκόντως διανέμειν πρὸς ἄλλους καὶ πρὸς ἑαυτὸν εἰ δεήσει, καὶ τοῖς ἄλλοις παρέχειν κανόνα διανομῆς, οὐχ ἑαυτῷ μὲν πλέον τοῦ ἀγαθοῦ παρέχων ἐν τῇ διανομῇ, ἔλαττον δὲ τῷ πλησίον, ἢ τοῦ βλαβεροῦ ἑαυτῷ μὲν ἔλαττον, πλέον δὲ τῷ πλησίον, ἀλλὰ τὸ ἴσον τοῦ κατὰ ἀναλογίαν· ὁμοίως δὲ καὶ ἄλλῳ νομοθετῶν τὰ ἴσα ποιεῖν ἐν ταῖς διανομαῖς. τοιαύτη μὲν ἡ δικαιοσύνη. ἡ δὲ ἀδικία πᾶν τοὐναντίον· ὑπερβολὴ γὰρ καὶ ἔλλειψίς ἐστι τοῦ ὠφελίμου καὶ βλαβεροῦ παρὰ τὸ ἀνάλογον. ὁ γὰρ ἄδικος ἐν ταῖς διανομαῖς ὑπερβάλλει μὲν τὸν πλησίον ἐν τοῖς ὠφελίμοις, ἐλλείπει δὲ αὐτοῦ ἐν τοῖς βλαβεροῖς· ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, καὶ τότε μὲν παρὰ τὸ ἀνάλογον, πλὴν οὐ τοὺς αὐτοὺς ποιεῖ τῶν αὐτῶν ὑπερβάλλειν ἢ ἐλλείπειν, ἀλλʼ ὡς ἔτυχεν· ὥστε εἶναι καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἐν τοῖς ἀδικήμασι τὸ μεῖζον καὶ τὸ ἔλαττον· καὶ μεῖζον μέν ἐστι τὸ ἀδικεῖν, ἔλαττον δὲ τὸ ἀδικεῖσθαι· ὧν μέσον ἐστὶ τὸ ἴσον, ἤτοι τὸ δίκαιον. Πῶς ἔστιν ἀδικεῖν καὶ μὴ ἄδικον εἶνα ι . κε φ . η ʹ . Περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, καὶ τίς ἑκατέρα τούτων ἡ φύσις, καὶ περὶ δικαίου καὶ ἀδίκου, καθόλου εἴρηται. ἐκεῖνο δὲ νῦν ζητητέον· ἐπεί εἰσί τινα ἀδικήματα, ἃ ποιῶν τις ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστι, τίνα ταῦτα. πρῶτον δὲ ἐκεῖνο δείξομεν, ὅτι δυνατὸν ἀδικεῖν τινα καὶ μὴ ἄδικον εἶναι, οἷον κλέπτειν καὶ μὴ κλέπτην εἶναι καὶ μοιχεύειν καὶ μὴ μοιχὸν εἶναι. ὁ γὰρ κλέψας τὴν μάχαιραν τοῦ μαινομένου, ἵνα μὴ ἑαυτὸν ὁ μαινόμενος ἀποσφάξῃ, ἔκλεψε μέν, κλέπτης δὲ οὐκ ἔστι· καὶ ὁ μοιχεύων, ἵνα δυνηθῇ πλουτεῖν, μοιχεύει μέν, μοιχὸς δὲ οὐκ ἔστιν, ἀλλὰ φιλοχρήματος· καὶ εἴ τις ἰατρὸς ἀπατῴη τὸν νοσοῦντα ἐφʼ ᾧ σώσει, ἀπατᾷ μέν, ἀπατεὼν δὲ οὐκ ἔστι. ὅτι οὖν ἐστι δυνατόν τινα ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι κατʼ ἐκείνην τὴν ἀδικίαν ἧς τὸ ἔργον ποιεῖ, δῆλον.
100
τίνα δέ ἐστι ταῦτα τὰ ἀδικήματα, ἑνὶ καθολικῷ λόγῳ ῥητέον· ὅσα ἀδικεῖ τις οὐχ ἕνεκα τοῦ τέλους, ὃ προσήκει τῇ ἀδικίᾳ ἐκείνῃ, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἄλλου τέλους ἕνεκα, ἢ ἀγαθοῦ ἢ φαύλου, κατʼ ἐκεῖνα ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστιν. ἀπατᾷ μὲν γὰρ ὁ ἰατρός, ἀπατεὼν δὲ οὐκ ἔστιν· οὐ γὰρ τέλος ἔχει τὴν ἀπάτην τοῦ νοσοῦντος ἀλλὰ τὴν σωτηρίαν· ὁμοίως καὶ ὁ κλέψας τὸ ξίφος τοῦ μαινομένου οὐ ζητεῖ τὸ πλέον λαβεῖν ἑαυτῷ καὶ λάθρα παρακερδᾶναι τοῦ πλησίον ὥσπερ ὁ κλέπτης, ἀλλὰ τέλος ἔχει τὴν τοῦ μαινομένου σωτηρίαν. πᾶσα δὲ πρᾶξις ἀπὸ τοῦ τέλους τὸ εἶδος λαμβάνει καὶ τὸν ὁρισμόν, καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα· τὸ γὰρ ὄνομα συνεσταλμένος ὁρισμός ἐστιν. οὐδὲ γὰρ τὸν στρατηγὸν ἑλεπόλεις κατασκευάζοντα πολλάκις καὶ ὁρμητήρια ἐν πολιορκίαις οἰκοδόμον ἐροῦμεν ἢ τέκτονα· τὰ μὲν γὰρ οἰκοδόμου καὶ τοῦ τέκτονος ποιεῖ καὶ οἰκοδομεῖν λέγεται, ὅτι δὲ οὐ πρὸς τὸ τέλος ἀποσκοπεῖ τοῦ οἰκοδόμου ἀλλὰ τὸ τοῦ στρατηγοῦ, οὐκ οἰκοδόμος ἀλλὰ στρατηγός ἐστι καὶ καλεῖται· καὶ ὁ τὸν γάμον μὲν τοῦ πλησίον ἀδικῶν, μὴ διʼ ἀκολασίαν δὲ αὐτὸ τοῦτο προαιρούμενος ἀλλὰ διὰ φιλοχρηματίαν, οὐκ ἂν εἴη μοιχὸς ἀλλὰ φιλοχρήματος. δυνατὸν τοίνυν τινὰ ἀδικεῖν, καὶ μὴ ἄδικον εἶναι κατʼ ἐκείνην τὴν ἀδικίαν, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἢ οὐδαμῶς ἄδικον, ὥσπερ ὁ ἰατρός, ἢ καθʼ ἑτέραν ἀδικίαν ἄδικον, ὥσπερ ὁ μοιχός. κατὰ τίνα δὲ τρόπον, εἴρηται. δυνατὸν δὲ καὶ ἄλλως ἀδικοῦντα μὴ ἄδικον εἶναι, ὅταν ἀκουσίως τις ἀδικῇ· ὁ γὰρ νυκτὸς ἀγνοήσας τὸν κλέπτην καὶ τὸν μὴ κλέπτην ἀποκτείνας ἠδίκησε μέν, ἄδικος δὲ οὐκ ἔστι. Περὶ δικαίο υ , ὃ κυρίως οὐκ ἔστι δίκαιο ν . κε φ . θ ʹ. Περὶ μὲν οὖν τοῦ ἀντιπεπονθότος, τίνα τρόπον γινόμενον δίκαιον ἔσται, εἴρηται πρότερον. ἔστι δὲ καὶ ἄλλο δίκαιον, ὃ οὐκ ἔστι κυρίως δίκαιον, ὥσπερ δὴ τὸ πατρικὸν καὶ δεσποτικόν· ταῦτα γὰρ οὔκ εἰσι κυρίως δίκαια ἀλλὰ ὅμοιά πως τῷ πολιτικῷ δικαίῳ. λέγω δὲ πατρικὸν δίκαιον, ὃ προσήκει πατρὶ πρὸς παῖδα ποιεῖν, καὶ δεσποτικόν, ὃ δεῖ δεσπότην πρὸς δοῦλον. κυρίως τοίνυν καὶ ἀληθῶς δίκαιόν ἐστι τὸ διανεμητικὸν καὶ τὸ διορθωτικόν, ὅπερ ἐστὶ τὸ πολιτικόν, ὅπερ ἢ κατὰ γεωμετρικὴν ἀναλογίαν γίνεται, καθὼς εἴρηται, ἢ κατὰ ἀριθμητικήν. ἐν ἐκείνοις γάρ ἐστι δίκαιον, ἐν οἷς καὶ νόμος τίθεται· νόμος δὲ τίθεται ἐν ἐκείνοις, οὓς δυνατὸν καὶ ἀδικεῖσθαι καὶ ἀδικεῖν· ὁ γὰρ νόμος καὶ ἡ δίκη διάκρισίς ἐστι τοῦ δικαίου καὶ τοῦ ἀδίκου. ταῦτα δὲ ἁρμόζει τοῖς πολίταις· οὗτοι γὰρ ἀλλήλους δύνανται ἀδικεῖν τῷ βούλεσθαι ἕκαστον πλέον ἑαυτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῷ πλησίον, καὶ τῶν βλαβερῶν τὸ ἀνάπαλιν· διὰ τοῦτο οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον πόλεως, δηλονότι αὐτὸν ταῖς ἑαυτοῦ ὁρμαῖς ἑπόμενον, ἀλλὰ τοὺς νόμους ἄρχοντας ποιούμεθα, ἵνα μὴ ἑαυτοῦ ἕνεκα ἄρχῃ μηδὲ τὸ πλέον ἑαυτῷ παρέχῃ ἐν ταῖς διανομαῖς τῶν ἀγαθῶν, ἀλλὰ τὸ ἀνάλογον· εἰ γὰρ μὴ οὕτως ἔχει, τύραννος ἔσται.
ὁ γὰρ ἄρχων οὐδὲν ἄλλο βούλεται ἢ φυλάττειν τὸ δίκαιον, ἤτοι τὸ ἴσον καὶ τὸ ἀνάλογον· οὐ γὰρ ἑαυτοῦ ἕνεκα ἄρχει, καθὼς εἴρηται, ἀλλὰ διὰ τὸ συμφέρον τῶν ἄλλων. διὰ τοῦτο καὶ τὴν δικαιοσύνην ἀλλότριον ἀγαθὸν ὀνομάζουσιν. ὅθεν καὶ μισθοὶ πολλοὶ κεῖνται τοῖς ἀγαθοῖς ἄρχουσιν· οἱ δέ εἰσι τιμαὶ δημόσιαι καὶ γέρα· ὃς δὲ οὐκ ἀρκεῖται τοῖς τοιούτοις μισθοῖς, τυραννίδι ἐπιχειρεῖ. τὸ μὲν οὖν πολιτικὸν δίκαιον διὰ τοῦτο κυρίως δίκαιον λέγεται. τὸ δὲ πατρικὸν 〈καὶ δεσποτικὸν〉 οὐκέτι· οὐ γὰρ δύναταί τις πρὸς ἑαυτὸν καὶ τὸ ἴδιον μέρος ἄδικος εἶναι, οὐδὲ τὸ ἴδιον κτῆμα προαιρεῖταί τις βλάπτειν· ἔστι δὲ ὥσπερ τι μέρος τῷ πατρὶ τὸ τέκνον, ἕως ὑπʼ αὐτόν ἐστι καὶ τῆς αὐτοῦ προνοίας ἐξηρτημένον ἐστίν· ὁμοίως δὲ καὶ ὁ δοῦλος ὠφέλειά τις τοῦ δεσπότου ἐστί, καθόσον ἐστὶ δοῦλος καὶ ἕως ἂν ᾖ· οὐδεὶς δὲ τῇ ἑαυτοῦ ὠφελείᾳ ἐπιβουλεύει. ἐν οἷς δὲ οὐ δυνατὸν ἀδικίαν εἶναι οὐδὲ τὸ κυρίως δίκαιόν ἐστιν, ὅ ἐστι τὸ πολιτικόν, ἀλλὰ ὅμοιον αὐτῷ. τὸ γὰρ πολιτικόν, καθὼς εἴρηται, ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἐστι νόμος· ἐν πατρὶ δὲ καὶ υἱῷ καὶ δεσπότῃ καὶ δούλῳ διὰ τὰ εἰρημένα οὐκ ἔστι νόμος, ὅτι μηδὲ ἀδικία, ἀλλὰ ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθα ι· διὸ μᾶλλον δοκεῖ δίκαιον εἶναι τὸ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα ἢ πρὸς υἱὸν καὶ κτήματα· τοῦτο γάρ ἐστι τὸ οἰκονομικὸν δίκαιον καὶ μᾶλλον ἔοικε τῷ πολιτικῷ, ἔστι δὲ ὅμως καὶ αὐτὸ ἄλλο παρὰ τὸ πολιτικόν. Περὶ τοῦ φυσικοῦ καὶ τοῦ νομικοῦ δικαίο υ , τί ἐστιν ἑκάτερο ν . κε φ . ι ʹ. Τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικόν ἐστ ι , τὸ δὲ νομικό ν· καὶ φυσικὸν μὲν λέγεται, ὃ πανταχοῦ τὴν αὐτὴν ἔχει δύναμιν καὶ πᾶσι δίκαιον δοκεῖ, οἷον τὸ τὸν δανεισάμενον τὸ δάνειον ἀποδοῦναι (πᾶσι γὰρ δοκεῖ δίκαιον εἶναι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ), νομικὸν δέ, ὅπερ πρὶν νομοθετηθῆναι ἀδιάφορον ἦν καὶ οὔτε δίκαιον οὔτε ἄδικον ἐδόκει, μετὰ δὲ τὸ νομισθῆναι δίκαιόν ἐστιν, ὥσπερ τὸ πιπράσκειν τὸν δοῦλον μιᾶς μνᾶς. πρὶν μὲν γὰρ τεθῆναι τὸν νόμον, ἀδιάφορος ἦν ἡ πρᾶσις τῶν δούλων καὶ ὡς ἕκαστος τῶν δεσποτῶν ἐβουλήθη, μετὰ δὲ τὸ τεθῆναι τοῦτον τὸν νόμον, οὐκέτι ἀδιάφορος, ἀλλὰ τὸ δίκαιόν ἐστι τὸ τοσοῦδε πωλεῖν. τοιαῦτα δέ εἰσι καὶ τὰ ἐπὶ τῶν μερικῶν, οἷα τὰ ψηφίσματα, οἷον ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τὸν Δημοσθένη στεφανῶσαι ἢ τὸν Θεμιστοκλέα καλεῖν Ὀλύμπιον· ταῦτα γὰρ πρὶν ψηφισθῆναι ἀδιάφορα ἦν, ψηφισθέντα δὲ δίκαια δοκεῖ. τινὲς δὲ νομίζουσι, μηδὲν δίκαιον εἶναι φύσει ἀλλὰ πάντα νομικά. πάντα μὲν γὰρ τὰ φυσικὰ ἀμετάβλητα· τὸ γὰρ πῦρ πανταχοῦ καὶ ἑκάστοτε θερμαίνει καὶ παρʼ ἡμῖν καὶ ἐν Αἰγύπτῳ ὁμοίως, τὰ δὲ δίκαια πάντα μεταβάλλονται· τὸ γὰρ δανείζεσθαι καὶ μὴ ἀποδιδόναι παρά τισι δίκαιον δοκεῖ, καὶ τἄλλα ὁμοίως ἔχει, καὶ οὐ πᾶσι δίκαια δοκεῖ τὰ αὐτά· ὥστε πάντα τὰ δίκαια νομικὰ εἶναι καὶ οὐδὲν φυσικόν.
πρὸς δὴ ταῦτα ἐκεῖνο λέγομεν, ὅτι οὐ καθάπαξ κινεῖται πᾶν δίκαιον καὶ μεταπίπτει· εἰ γὰρ καὶ παρʼ ἀνθρώποις πάντα ἦν τὰ δίκαια μεταβλητά, παρά γε τοῖς θεοῖς ἀνάγκη εἶναι δίκαιον ἀμετάβλητον, ὥστε εἶναί τι φυσικὸν δίκαιον· νῦν δὲ καὶ παρʼ ἀνθρώποις, τοῖς τε ὀρθῶς καὶ ὑγιῶς ἔχουσιν, ἔστι δίκαιον ἀκίνητον, ὃ φυσικὸν λέγεται. εἰ δὲ τοῖς νοσοῦσι τὰς φρένας καὶ διεστραμμένοις οὐ δοκεῖ δίκαιον, οὐδὲν διαφέρει, οὐδὲ γὰρ ὁ λέγων τὸ μέλι γλυκὺ εἶναι ψεύδεται, διότι τοῖς νοσοῦσιν οὐ τοιοῦτον δοκεῖ· τὸ τοίνυν δίκαιον τὸ φυσικὸν δοκεῖ μέν τισι δίκαιον, δοκεῖ δὲ ἄλλοις μὴ δίκαιον εἶναι. ἀλλὰ τὸ μὲν πρῶτον φυσικόν ἐστι καὶ ὑγιαινόντων ἀνθρώπων, τὸ δὲ δεύτερον παρὰ φύσιν καὶ μαινομένων ἀνθρώπων· ὅτι μὲν οὖν οὐδὲν κωλύει φυσικὸν εἶναι δίκαιον, ὅτι ἔνιοι δίκαιον 〈οὐ〉 νομίζουσιν αὐτό, δῆλον. ἐπεὶ δὲ καὶ τὸ νομικὸν δίκαιον κινητόν ἐστι καὶ τὸ φυσικὸν ὃν εἴρηται τρόπον, τίνι διακριθήσονται καὶ ἀμφότερα κινούμενα; καὶ ἔστιν ἡ διάκρισις φανερά. αὐτὸ γὰρ ἐξετασθήσεται τὸ δίκαιον καθʼ ἑαυτό, εἰ συμφέρει πᾶσιν ἀκίνητον ὄν, καὶ εἰ καταλυθὲν βλάβην ἐπενεγκεῖν δύναται. καὶ εἰ οὕτως ἔχει, φυσικὸν δίκαιόν ἐστιν, εἰ δὲ μὴ τοιοῦτον, νομικόν· καὶ γὰρ ἐνδέχεται μὲν πάντας τῇ ἀριστερᾷ χειρὶ ὡς δεξιᾷ χρήσασθαι, ἡ μέντοι δεξιὰ φύσει φαίνεται κρείττων εἶναι τῆς ἀριστερᾶς· τὰ δὲ νομικὰ δίκαια κατὰ συνθήκην τηρούμενα ὅμοιά ἐστι τοῖς μέτροις, ἅπερ ἄλλα ἀλλαχοῦ γίνονται· τὰ γὰρ οἰνηρὰ καὶ σιτηρὰ μέτρα οὐ πανταχοῦ εἰσιν ἴσα, ἀλλʼ οὗ μὲν ὠνοῦνται τὸν οἶνον ἢ τὸν σῖτον, μείζω τὰ μέτρα ποιοῦσιν, οὗ δὲ πωλοῦσιν, ἐλάττω· τὸν αὐτὸν δὴ τρόπον ἔχει καὶ τὰ μὴ φυσικὰ ἀλλὰ ἀνθρώπινα καὶ κατὰ συνθήκην γινόμενα δίκαια. οὐ γὰρ τὰ αὐτὰ πανταχοῦ· ἐπεὶ οὐδὲ πολιτεία μία πᾶσιν, ἀλλὰ μία πανταχοῦ πολιτεία, ἡ κατὰ φύσιν, ἀρίστη· ὥσπερ καὶ τὸ φυσικὸν δίκαιον ἓν πανταχοῦ ἐν ταῖς εὐνομουμέναις πολιτείαις. καὶ οὕτως ἔχει πρὸς τὰς ἐν αὐταῖς πράξεις, ὡς τὸ καθόλου πρὸς τὰ καθʼ ἕκαστα· τὰ μὲν γὰρ πραττόμενα πολλά, τὸ δὲ δίκαιον ἢ τὸ νόμιμον ἕν· καθόλου γάρ ἐστιν· οὐ γὰρ τόνδε τὸν ἀριστέα κελεύει τιμᾶσθαι καὶ τοιάνδε τιμήν, ἀλλὰ καθόλου πάντα ἀριστέα ἁπλῶς τιμᾶσθαι. Τί ἐστι δικαίωμα καὶ δικαιοπράγημα καὶ ἀδικοπράγημ α . κε φ . ια ʹ. Διαφέρει δὲ τὸ δικαίωμα τοῦ δικαίου καὶ τὸ ἀδίκημα τοῦ ἀδίκου· δίκαιον μὲν γάρ ἐστιν, ὅπερ ἁπλῶς θεωρεῖται καὶ καθόλου, ἢ νομικὸν ἢ φυσικόν, οἷον τὸν ἀνδροφόνον ἀποθνήσκειν· ὅταν δὲ τὸ τοιοῦτο δίκαιον ἐν τοῖς καθʼ ἕκαστα γένηται καὶ ὅδε ὁ ἀνδροφόνος τόνδε τὸν τρόπον ἀποθάνῃ, τότε δικαίωμα καλεῖται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀδίκου καὶ ἀδικήματος ἔχει. καλεῖται δὲ δικαιοπράγημα μὲν πᾶσα πρᾶξις δικαία, κἄν τε ἀδικίας ἔκτισις ᾖ, κἄν τε ἀρετῆς ἀνταπόδοσις· δικαίωμα δὲ ἰδίως ἡ τῆς ἀδικίας τιμωρία.
ὁποῖα δὲ καὶ πόσα εἴδη δικαιοπραγημάτων καὶ δικαιωμάτων εἰσίν, ὕστερον ἐπισκεψόμεθα. νῦν δὲ ἐκεῖνο λέγομεν. οὕτως οὖν ἐχόντων τῶν δικαίων καὶ τῶν ἀδίκων, ὡς εἴρηται, ἀδικεῖ μὲν ἢ δικαιοπραγεῖ, ὅταν ἑκών τις αὐτὰ πράττῃ, ὅταν δὲ ἄκων, οὔτε ἀδικεῖ οὔτε δικαιοπραγεῖ καθʼ αὑτό, ἀλλʼ ἢ κατὰ συμβεβηκός. αἱ γὰρ πράξεις καθʼ ἑαυτὰς οὔκ εἰσιν ἄδικοι οὔτε δίκαιαι, οὐ γὰρ ἐφαρμόζει αὐταῖς ὁ ὁρισμὸς τοῦ ἀδικοπραγήματος, ὃς συνίσταται ἐν τῷ ἑκουσίῳ· ἀκούσιοι γάρ εἰσιν. ἀλλʼ ὅτι συμβέβηκεν αὐταῖς ἡ ἰσότης τῆς δικαιοσύνης ἢ ἡ ἀνισότης τῆς ἀδικίας, διὰ τοῦτο ἄδικοι 〈ἢ δίκαιαι〉 λέγονται κατὰ συμβεβηκός, καὶ οἱ πράττοντες αὐτὰς ἀδικοπραγεῖν ἢ δικαιοπραγεῖν. καθʼ αὑτὸ δέ, ὅταν ἑκούσιον ᾖ τὸ ἔργον, τότε ἀδίκημα ἔσται καὶ ἀδικοπράγημα· χωρὶς δὲ τοῦ ἑκουσίου ἄδικον μὲν ἔσται πεποιηκώς, ἡ πρᾶξις δὲ οὐκ ἔσται ἀδίκημα· αὐτὸς γὰρ οὐκ ἔστιν ἄδικος, εἰ καὶ ἄδικα ποιεῖ, ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη δυνατὸν εἶναι ἄδικα μὲν ποιεῖν, ἄδικον δὲ μὴ εἶναι. τότε γὰρ ἄδικός ἐστιν, ὅταν ἡ πρᾶξις ἐπʼ αὐτῷ ᾖ, καὶ μηδεὶς βιάζηται, καὶ εἰδὼς καὶ μὴ ἀγνοῶν τὰ περιστατικὰ πάντα, οἷον τίνα τύπτει καὶ τίνος ἕνεκα· ταῦτα δὲ ἐν τοῖς περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δίκαια ποιούντων ἐστί· τότε γάρ τις δίκαιός ἐστι καὶ τὸ ἔργον δικαιοπράγημα καθʼ αὑτό, ὅταν ἑκουσίως γίνηται· ὁ γὰρ τὴν παρακαταθήκην ἀποδοὺς διὰ φόβον οὔτε δικαιοπραγεῖ οὔτε δίκαιός ἐστιν, ἀλλὰ κατὰ συμβεβηκὸς λέγεται. ταῦτα δὲ ἔτι διαιρετέον ἀκριβέστερον. Περὶ ἀδικημάτων καὶ ἀτυχημάτων καὶ συγγνωστῶν καὶ ἀσυγγνώστω ν . κε φ . ιβ ʹ . Αἱ γὰρ ἐν ταῖς κοινωνίαις βλάβαι αἱ μὲν ἑκούσιοί εἰσιν, αἱ δὲ ἀκούσιοι. καὶ τῶν ἀκουσίων αἱ μὲν ἁμαρτήματα λέγονται, αἱ δὲ ἀτυχήματα. καὶ ἁμάρτημα μέν ἐστιν, ὅταν τις βλάψῃ τινὰ ἀκουσίως μέν, παρασχὼν δέ τινα τῆς βλάβης αἰτίαν, οἷον εἴ τις ἐν ὁδῷ τοξεύων, ἐν ᾗ ἐνεδέχετο ἄνθρωπον παριέναι, ἐφόνευσέ τινα· οὗτος γὰρ ἄκων μὲν ἀπέκτεινε τὸν ἄνθρωπον, παρέσχε δὲ αἰτίαν τοῦ φόνου τὸ ἐν τοιούτῳ τόπῳ τοξεύειν. ἀτύχημα δέ ἐστιν, ὅταν παρὰ πᾶσαν προσδοκίαν ἡ βλάβη συμβῇ, οἷον εἴ τις τοξεύων ἐπʼ ἐρημίας, οὕτω συμβάν, παριόντα τινὰ ἀπέκτεινεν· ἐνταῦθα γὰρ παράλογός τις ἡ βλάβη συνέβη καὶ παράδοξος, καὶ οὐδὲν ἐς αὐτὸ συνετέλεσεν ὁ βλάψας, εἰ μὴ κατὰ συμβεβηκός, ἀλλʼ ἔξωθεν ἡ αἰτία πᾶσα τοῦ φόνου. τῶν δὲ ἑκουσίων τὰ μὲν ἐκ προαιρέσεως λέγονται, τὰ δὲ οὐκ ἐκ προαιρέσεως ἀδικήματα. καὶ ἐκ προαιρέσεως μὲν τὰ προβεβουλευμένα, ὅταν τις σκεψάμενος καὶ βουλευσάμενος τὴν βλάβην ποιήσῃ διʼ αὐτὸ τοῦτο, ἵνα βλάψῃ· οὐκ ἐκ προαιρέσεως δέ, τὰ ἐκ πάθους τινὸς γινόμενα καὶ μὴ προβεβουλευμένα, οἷον ὅταν τις βλάψῃ τὸν πέλας ἀθρόον τῷ θυμῷ συσχεθείς, ἢ ὑπὸ ἐνδείας τυραννούμενος κλέψῃ, οὐκ αὐτὸ τοῦτο βουλόμενος κακουργεῖν, ἀλλὰ τὴν ἔνδειαν παραμυθήσασθαι.
ταῦτα δὲ ἑκάτερα τά τε ἐκ προαιρέσεως καὶ οὐκ ἐκ προαιρέσεως ἀδικήματα λέγονται. τῶν δὲ πραττόντων αὐτὰ ὁ μὲν ἐκ προνοίας βλάπτων ἄδικός ἐστι καὶ πονηρός, ὁ δὲ ὑπὸ πάθους κινηθεὶς ἢ φυσικοῦ, οἷον ὀργῆς ἢ λύπης ἢ ἀναγκαίου, ὥσπερ πείνης ἢ φόβου, ὁ τοιοῦτος οὐκ ἔστιν ἄδικος οὐδὲ πονηρός. διὰ τοῦτο καὶ διακρίνεται παρὰ τοῖς δικασταῖς ὁ ἀμυνάμενος τοῦ προκατάρξαντος. ἄρχει δὲ οὐχ ὁ θυμῷ ποιῶν ἀλλʼ ὁ κινήσας αὐτὸν εἰς ὀργήν, ὃς καὶ ἐγκαλεῖται ὡς ἄδικος· οὗτος γὰρ ἐγένετο τῆς βλάβης αἴτιος. καὶ τούτου χάριν ὁ μὲν προκατάρξας ἀπαρνεῖται μὴ προκατάρξαι. ὁ δὲ ἀμυνάμενος τὴν βλάβην μὲν ὁμολογεῖ ἣν ἔβλαψε τὸν ἄρξαντα, ἄμυναν δὲ καὶ ἀνταπόδοσιν ὀνομάζει διὰ τὸ μὴ οἴκοθεν ἀλλὰ παρὰ τοῦ βλαβέντος εἰς τὴν ὀργὴν κινηθῆναι. οὐ γάρ, ὥσπερ ἐν τοῖς ἑκουσίοις συναλλάγμασιν ἔχει, οὕτω κἀνταῦθα ἡ ἀμφισβήτησις γίνεται· ἐν ἐκείναις μὲν γὰρ ἡ πρᾶξις ἀμφισβητεῖται, οἷον εἰ ἔλαβε τὴν παρακαταθήκην ἢ τὸ δάνειον, καὶ λαβὼν οὐκ ἀπέδωκε, κἂν τοῦτο δειχθῇ, πονηρὸς εὐθὺς καὶ ἄδικός ἐστιν, εἰ μὴ ἐπιλαθόμενος ἀρνεῖται· ἐνταῦθα δὲ ἡ μὲν πρᾶξις ὁμολογεῖται καὶ φανερά ἐστιν· ὃ γάρ τις ὀργῇ ποιεῖ, φανερῶς ποιεῖ· ἀμφισβητεῖται δέ, εἰ δικαίως ἐπάταξεν ἢ ἀδίκως. ὥστε ὁ μὲν προκατάρξας καὶ ἐπιβουλεύσας ἄδικος οἴεται εἶναι καὶ διὰ τοῦτο οὐχ ὁμολογεῖ προκατάρξαι, ὁ δὲ ὀργισθεὶς παρʼ ἐκείνου μὴ ἄδικος εἶναι νομίζει καὶ διὰ τοῦτο τὴν βλάβην ὁμολογεῖ. φαίνεται δὴ καὶ ἀπὸ τούτου, ὅτι ὅσα διὰ θυμὸν ἢ ἄλλα πάθη καὶ οὐ διὰ μοχθηρίαν ἀδικεῖ τις, κατʼ ἐκεῖνα οὐκ ἔστιν ἄδικος, ὁ δὲ ἐκ προνοίας ἄδικός ἐστι καὶ πονηρός, οὐ μόνον ἐν τῷ διορθωτικῷ δικαίῳ, ἀλλὰ καὶ ἐν τῷ διανεμητικῷ, ἐάν τις μὴ κατὰ τὸ ἴσον καὶ ἀνάλογον διανέμῃ. ὁμοίως δὲ καὶ δίκαιός ἐστιν ἐν ἑκατέρῳ τῶν δικαίων ὁ μὴ διὰ πάθος ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα τὸ δίκαιον ποιῶν· ὁ γὰρ ὑπὸ πάθους κινηθεὶς ἢ λύπης ἢ ἔρωτος, καὶ δικαιοπραγήσας δίκαια μὲν ἐποίησε, δίκαιος δὲ οὐκ ἔστιν. ἐπεὶ δὲ τῶν ἀκουσίων ἀδικημάτων τὰ μὲν συγγνώμης τυγχάνει, τὰ δʼ οὔ, ῥητέον τίνα τὰ συγγνωστὰ καὶ τίνα τὰ ἀσύγγνωστα. ὅσα μὲν οὖν τις ἁμαρτάνει καὶ ἀγνοῶν καὶ διʼ ἄγνοιαν, συγγνωστά· ὅσα δὲ ἀγνοῶν μέν, οὐ διʼ ἄγνοιαν δέ, ἀλλὰ διὰ πάθος, ὃ μήτε φυσικόν ἐστι μήτε ἀνθρωπικόν, οἷον φόβον ἢ λύπην ἢ πεῖναν ἢ ἄλλην ἀνάγκην, ἀλλὰ τροφήν τινα, οἷον διὰ τὸ ὀρέγεσθαι πιεῖν ἀνθοσμίου καὶ φαγεῖν πέρδικος, τὰ τοιαῦτα οὐ συγγνωστά ἐστι. ἔστι δὲ τὸ μὲν διʼ ἄγνοιαν καὶ ἀγνοοῦντα ἁμαρτάνειν, οἷον ὅταν τις ἀγνοῶν, ὅτι κακὸν τὸ τὸν πατέρα ἀπελαύνειν, νυκτὸς ἀγνοήσας τὸν πατέρα ἀπελαύνῃ τῆς οἰκίας· ὁ μὲν γὰρ μὴ εἰδὼς τὸ καθόλου ἀγνοῶν λέγεται ποιεῖν· ὁ δὲ μὴ εἰδὼς τὸ μερικόν, διʼ ἄγνοιαν· ὁ δὲ ἄμφω μὴ γινώσκων καὶ ἀγνοῶν καὶ διʼ ἄγνοιαν λέγεται ἁμαρτάνειν, ὃς καὶ συγγινώσκεται· ἀγνοῶν δὲ καὶ οὐ διʼ ἄγνοιαν, ὅταν τις ἀγνοῇ μὲν καθόλου, ὅτι κακὸν τὸ κλέπτειν, κλέπτῃ δὲ οὐ διότι ἀγνοεῖ, ἀλλὰ διὰ μοχθηρίαν καὶ πάθος, ὃ οὔτε ἀναγκαῖόν ἐστιν οὔτε φυσικόν, καθὼς εἴρηται.
105
Ὅτι οὐ δυνατὸν ἑκόντα ἀδικεῖσθα ι . κε φ . ιγ ʹ . Δόξειε δʼ ἂν μὴ ἱκανῶς διωρίσθαι περὶ δικαίου καὶ ἀδίκου. ἐπεὶ γὰρ τὸ ἀδικεῖν τῷ ἀδικεῖσθαι ἀντίκειται, διείλομεν δὲ τὸ ἀδικεῖν εἴς τε τὸ ἑκούσιον καὶ ἀκούσιον, διαιρετέον ἂν εἴη καὶ τὸ ἀδικεῖσθαι εἰς ἑκούσιον καὶ ἀκούσιον, ὃ καὶ Εὐριπίδῃ δοκεῖ. φησὶ γὰρ εἶναί τι ἀδικεῖσθαι ἑκούσιον, λέγων πως μητέρα κατέκτα τὴν ἐμή ν , βραχὺς λόγο ς , ἑκὼν ἑκοῦσα ν , καὶ θέλουσαν οὐχ ἑκώ ν. δεῖ γάρ, ἐπεὶ ἀντίκειται ἢ ἅπαν τὸ ἀδικεῖν ἑκούσιον εἶναι καὶ τὸ ἀδικεῖσθαι πᾶν ἀκούσιον, ἢ ἐπεὶ διῄρηται τὸ ἀδικεῖν, καὶ τὸ μὲν ἑκούσιόν ἐστι, τὸ δὲ ἀκούσιον, καὶ τὸ ἀδικεῖσθαι οὕτω διῃρῆσθαι, ἵνα θατέρῳ θάτερον ἀντικέηται. τὸν αὐτὸν δὲ τρόπον δοκεῖ καὶ ἐπὶ τοῦ δικαιοῦν καὶ δικαιοῦσθαι· ἀλλὰ τὸ μὲν νομίζειν πᾶν ἀδικεῖσθαι ἢ δικαιοῦσθαι ἑκούσιον εἶναι, ἄτοπον· καὶ γὰρ καὶ ἄκων πολλάκις τις δικαιοῦται, ὅταν ἀδικήσας κολασθῇ· ὁμοίως δὲ καὶ τὸ εἶναί τι ἑκούσιον ἀδικεῖσθαι, οὐδὲ τοῦτό ἐστιν ἀληθές· ἀεὶ γὰρ ἀκουσίως τις ἀδικεῖται· δικαιοῦται δὲ ποτὲ μὲν ἀκουσίως, ποτὲ δὲ ἑκουσίως· ὁ μὲν γὰρ ἀδικῶν κολαζόμενος ἀκουσίως δικαιοῦται, ὁ δὲ ἀδικούμενος ἐκδικούμενος ἑκουσίως δικαιοῦται. ἀλλὰ περὶ μὲν τοῦ δικαιοῦσθαι τὰ εἰρημένα ἀρκείτω· περὶ δὲ τοῦ ἀδικεῖσθαι, ὅτι οὐ δυνατὸν ἑκούσιον εἶναι, ῥητέον ἔτι σαφέστερον. καὶ πρῶτον ἐροῦμεν τοὺς λόγους, ὅθεν δοκεῖ συνάγεσθαι ἑκουσίως τινὰ δύνασθαι ἀδικεῖσθαι. ἐπεὶ γὰρ ἑκουσίως ἐστὶν ἀδικεῖν τὸ βλάπτειν ἀδίκως τινά, εἰδότα καὶ τὴν βλάβην καὶ τὸν βλαπτόμενον, καὶ μηδὲν ἀγνοοῦντα τῶν περὶ τὸ πρᾶγμα, καὶ ἔτι οἴκοθεν κινούμενον καὶ οὐκ ἔξωθεν βιαζόμενον, εἴη ἂν τὸ ἑκουσίως ἀδικεῖσθαι τὸ βλάπτεσθαι παρὰ τὸ δίκαιον, εἰδότα τὴν βλάβην καὶ τὸν βλάπτοντα, καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, καὶ ἀνέχεσθαι, δυνάμενον ἀποσείσασθαι. τοῦτο δὲ ὅτι γίνεται, φανερόν· ὁ γὰρ ἀκρατὴς καὶ ὑφʼ ἑτέρου βλάπτεται, εἰδὼς πάντα, καὶ ἀνέχεται, δυνάμενος ἀποσείσασθαι· δυνατὸν ἄρα ἐστὶν ἑκόντα τινὰ ἀδικεῖσθαι· ἔτι δὲ καὶ αὐτὸς ἑαυτὸν ὁ ἀκρατὴς βλάπτει καὶ ἑκουσίως· ἑκουσίως ἄρα ἑαυτὸν ἀδικεῖ· ἔτι ἀδικεῖσθαί ἐστι τὸ ἄδικα πάσχειν· πάσχει δέ τις ἄδικα ἑκών· οἱ γὰρ ἐπιεικέστεροι ἐν ταῖς διανομαῖς ἐλάττω τῆς ἀξίας λαμβάνουσι βουλόμενοι, ὅπερ ἄδικον μέν ἐστιν, ἑκούσιον δέ· ἀδικοῦνται ἄρα ἑκουσίως· ἔστιν ἄρα τι ἀδικεῖσθαι ἑκούσιον. ἀλλὰ τοὐναντίον ἐστίν, ἀδύνατον εἶναι ἀδικεῖσθαί τινα ἑκουσίως. τότε γάρ τις ἀδικεῖται, ὅτε τι πάσχει ἄδικον παρὰ τὴν αὑτοῦ βούλησιν· τὸ γὰρ πάσχειν τι παρὰ τὴν ἑαυτοῦ βούλησίν τινα ἐναντίον ἐστὶ τῷ λόγῳ τοῦ ἑκουσίου· ὥστε οὐ δυνατὸν βούλεσθαί τινα ἀδικεῖσθαι, οὐδὲ τὸν ἀκρατῆ.
καὶ οὗτος γὰρ ἀγαθὰ βούλεται ἑαυτῷ, καὶ οὐκ ἀνέχεται ἀδικεῖσθαι ἁπλῶς· ταύτης δὲ τῆς βλάβης ἀνέχεται, οἴεται γὰρ μὴ βλάπτεσθαι· καὶ οἴεται μὲν δέον εἶναι πράττειν ἃ ὠφελήσει, πράττει δὲ τὰ βλάπτοντα, οἰόμενος μὴ βλάπτοντα εἶναι· ὥστε οὐ δυνατόν ἐστιν ἀδικεῖσθαί τινα ἑκόντα. ἀπὸ τούτου δὲ καὶ τὰ ἐκ τοῦ ἐναντίου ἐπιχειρήματα λύεται. καὶ γὰρ ἀδικεῖ τις, ὅταν βλάπτῃ τινὰ ἑκὼν παρὰ τὴν τοῦ βλαπτομένου βούλησιν· ὁμοίως δὲ καὶ ἀδικεῖται, ὅταν ἄδικα πάσχῃ παρὰ τὴν ἑαυτοῦ βούλησιν. τὸ δὲ ἑκόντα ἄδικα πάσχειν οὐκ ἔστιν ἀδικεῖσθαι· ὥσπερ γὰρ τὸ ἄδικον ποιεῖν οὐ πᾶν ἐστιν ἀδικεῖν οὐδὲ ὁ ἄδικα ποιῶν ἄδικος, ὡς ἀνωτέρω δέδεικται, οὕτως οὐδὲ πᾶς ὁ πάσχων ἄδικα ἀδικεῖται· ἀλλʼ ὥσπερ ὁ ἀπατῶν τὸν νοσοῦντα ἰατρὸς ἢ ὁ κλέπτων τὴν τοῦ μαινομένου μάχαιραν ἄδικα μὲν ποιεῖ, ἄδικος δὲ οὐκ ἔστι, διότι πρὸς σωτηρίαν ὁρᾷ τοῦ νοσοῦντος καὶ οὐ ζημιοῖ ἀλλὰ κερδαίνειν ποιεῖ, οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἐλάττω λαμβάνων τῆς ἀξίας οὐκ ἀδικεῖ ἑαυτόν, εἰ καὶ ἄδικα πάσχει· οὐ γὰρ ἵνα βλάψῃ ἑαυτὸν ἀνέχεται τῶν ἐλαττόνων ἀξιούμενος, ἀλλʼ ἵνα ὠφελήσῃ μᾶλλον δόξαν μετριότητος καὶ ἐπιεικείας λαβόντα. ἔπειτα εἰ καὶ βλάπτειν ἑαυτὸν ἀνέχεται, οὐκ ἀδικεῖται· οὐ γὰρ παρὰ τὴν αὑτοῦ βούλησιν τὰ ἄδικα πάσχει· τοῦτο γάρ ἐστιν ἀδικεῖσθαι. ὁ γὰρ ἀλλαξάμενος τὰ βελτίω τῶν ἐλαττόνων, ὥσπερ φησὶν Ὅμηρος τὸν Γλαῦκον τῷ Διομήδει δοῦναι χρύσεα χαλκείω ν , ἑκατόμβο ι ’ ἐννεαβοίων, οὐκ ἀδικεῖται· βουλόμενος γὰρ ἔδωκεν· ὁ δὲ ἀδικούμενος ἀκουσίως βλάπτεται. οὐκ ἄρα δυνατὸν ἀδικεῖσθαί τινα ἑκόντα, βλάπτεσθαι δὲ ἑκόντα δυνατόν. Περὶ τοῦ πότερον ἀδικεῖ μᾶλλον ὁ διανέμων ἀδίκως ἢ ὁ λαμβάνω ν . κε φ . ιδ ʹ . Ῥητέον δὲ ἐκεῖνο, πότερος ἀδικεῖ ὁ διανέμων ἀδίκως καὶ μὴ κατὰ τὸ ἀνάλογον ἢ ὁ λαμβάνων τὸ πλέον τῆς ἀξίας τῆς ἑαυτοῦ. φαίνεται δέ, ὅτι ὁ διανέμων ἀδικεῖ καθʼ αὑτό, ὁ δὲ λαμβάνων κατὰ συμβεβηκός· ἐκεῖνος γὰρ ἀδικεῖ καθʼ αὑτό, ὃς ἑκὼν τοῦτο ποιεῖ. ἑκὼν δέ τις ποιεῖ, ὅταν ᾖ παρʼ αὐτῷ τῆς πράξεως ἡ αἰτία καὶ ἡ ἀρχὴ τοῦ ποιεῖν· τῆς δὲ διανομῆς ἡ ἀρχὴ παρὰ τῷ διανέμοντι· ὁ ἄρα διανέμων τὸ πλέον ἀδικεῖ καθʼ αὑτό, ἀλλʼ οὐχ ὁ δεχόμενος· οὐ γὰρ ἐπʼ αὐτῷ ἐστιν ἡ ἀρχή, καθὼς εἴρηται. οὐ γὰρ ὁ ποιῶν τὰ ἄδικα ἀδικεῖν λέγεται, εἰ μὴ κατὰ συμβεβηκός· ὥσπερ λέγεται καὶ ἡ χεὶρ φονεύειν ἢ μάχαιρα ἢ λίθος, παρʼ οἷς οὐκ ἔστιν ἀρχὴ τοῦ φόνου, οὐδὲ ἀφʼ ἑαυτῶν πράττουσιν· ἄδικα μὲν γὰρ ποιοῦσιν, ἀδικοῦσι δὲ οὐδαμῶς. ὁ δὲ διανέμων ἀδίκως, εἰ μὲν ἀγνοῶν τοὺς νόμους ἔξω τοῦ νομικοῦ δικαίου ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸν νόμον, οὐδὲ ἄδικος ἡ κρίσις ἐστί ν· ἕτερον δὲ τρόπον ἀδικεῖ, λέγω δὴ κατὰ τὸ φυσικὸν δίκαιον. ἄλλο γὰρ τὸ νομικὸν δίκαιον καὶ ἄλλο τὸ φυσικόν, οἷον νόμου ὄντος τὸν ἀριστέα πλέον ἔχειν ἐν ταῖς διανομαῖς, ὁ διανέμων ἀγνοήσας τὸν νόμον τῶν ἴσων τοῖς ἄλλοις ἠξίωσεν· οὗτος τοίνυν κατὰ μὲν τὸ νομικὸν δίκαιον οὐκ ἠδίκησεν, ἠγνόησε γὰρ τὸν νόμον· ὁ δὲ διʼ ἄγνοιαν τὰ ἄδικα πράττων οὐκ ἀδικεῖ· ἐπεὶ δὲ καὶ φυσικὸς νόμος ἐστὶ τοὺς εὐεργέτας ἀντευποιεῖν, καὶ μὴ ἀγνοῶν, ἅτε φυσικὸν ὄντα, παρέβη, κατὰ τοῦτον ἄδικός ἐστιν· εἰ δὲ καὶ τὸν νόμον γινώσκων καὶ τὸ φυσικὸν δίκαιον παρέβη, καὶ ἀδίκως ἔκρινε, καὶ τὸ πλέον ἔνειμεν ᾧ μὴ προσῆκεν, οὐ μόνον τὸν λαβόντα πλεονεκτεῖν ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς πλεονεκτεῖ.
καὶ γὰρ εἴτε διὰ φιλίαν ἢ διʼ ἔχθραν ἢ διὰ δῶρα ἠδίκησε, συμμερίζεται τὸ ἀδίκημα· πλεονεκτεῖ γὰρ καὶ αὐτὸς ἢ χάριτος πρὸς τὸν φίλον ἢ τιμωρίας εἰς τὸν ἐχθρὸν ἢ ἀργυρίου, καὶ διὰ τοῦτο καὶ αὐτὸς κοινωνεῖ τοῦ ἀδικήματος τῷ πλέον λαβόντι· καθάπερ γὰρ εἰ ἀγρόν τις ἀδίκως, ᾧ μὴ προσῆκεν, ἔδωκεν ἀργυρίου, συμμερίσασθαι λέγεται τὸν ἀγρὸν τῷ λαβόντι (καίτοι οὐκ ἀγρὸν ἔλαβεν ἀλλʼ ἀργύριον), οὕτω καὶ ὁ ἐν ταῖς διανομαῖς ἀδικήσας, ἵνα ἢ ἑαυτῷ ἢ φίλῳ χαρίσηται, μετέχει τοῦ πλεονεκτήματος καὶ συμμερίζεται τὸ ἀδίκημα· καὶ ὁ μὲν λαβὼν πλέον μὲν ἔχει καὶ ἄδικα ἐποίησεν, οὐκ ἠδίκησε δέ, εἰ μὴ δώροις ἢ ἄλλῃ τινὶ πειθοῖ τὸν διανομέα παρέπεισεν, ὁ δὲ διανομεὺς καὶ τὸ πλέον ἔχει ὃν εἴρηται τρόπον καὶ ἄδικός ἐστι. Ὅτι οὐ ῥᾴδιον παντὶ ἑκάστοτε ἄδικον ἢ δίκαιον εἶνα ι . κε φ . ιε ʹ. Τινὲς δὲ τὸ ἀδικεῖν ἢ δίκαιον εἶναι ῥᾴδιον νομίζουσι, καὶ ἅμα τῷ θελῆσαι δυνατὸν εἶναι δίκαιον ἢ ἄδικον γενέσθαι· τοῦτο δὲ οὐχ οὕτως ἔχει. τὸ μὲν γὰρ πρᾶξαι τὰ δίκαια ἢ τὰ ἄδικα καὶ ἢ δοῦναι ἀργύριον ἢ πατάξαι τὸν πλησίον ῥᾴδιόν ἐστι καὶ τοῦ βουλομένου· τὸ δὲ ἢ δικαιοσύνης ἕξιν ἔχειν ἢ ἀδικίας, ὃ χρόνου καὶ ἀσκήσεως δεῖται, διʼ ἃς ἕξεις ἢ δίκαιός τις ἢ ἄδικος λέγεται, τοῦτο δὲ οὐκ ἔστιν ἐφʼ ἡμῖν, ὥστε ἅμα τῷ βούλεσθαι καὶ ῥᾴδιον εἶναι κτήσασθαι. ὁμοίως δὲ νομίζουσι καὶ τὴν γνῶσιν τῶν δικαίων καὶ τῶν ἀδίκων ῥᾳδίαν εἶναι, καὶ τὸ δύνασθαι ταῦτα γινώσκειν οὐδὲν οἴονται σοφὸν εἶναι · ὅτι περὶ ὧν οἱ νόμοι λέγουσι ν , οὐ χαλεπὸν συνιένα ι. ταῦτα δὲ εἶναί φασι τὰ δίκαια· οὐκ εἰσὶ δέ, εἰ μὴ κατὰ συμβεβηκός· οὐ γὰρ ἁπλῶς οὕτω πραττόμενος ὁ νόμος δίκαιός ἐστιν ἑκάστοτε καὶ ὡς ἔτυχε τελούμενος καὶ παρʼ ὧν, ἀλλʼ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ παρʼ ὧν δεῖ. τὸ δὲ ταῦτα καθʼ ἕκαστον τῶν νόμων εἰδέναι δυσχερέστερόν ἐστι τοῦ τὰ ὑγιεινὰ εἰδέναι· ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιο ν , ἀλλὰ πῶς δεῖ τούτων ἕκαστον πρὸς τὴν ὑγίειαν τάξαι, καὶ τίνι προσενεκτέον καὶ πότε, τοσοῦτον ἔργο ν , ὅσον ἰατρὸν εἶνα ι. διὰ ταῦτα δὴ καὶ τὸν δίκαιον νομίζουσι δύνασθαι ἀδικεῖν οὐδὲν ἔλαττον τοῦ ἀδίκου ἀλλὰ καὶ πλέον, διὰ τὸ ἄδικα δύνασθαι πράττειν· δύναιτο γὰρ ἂν καὶ πατάξαι τὸν οὐδὲν ἠδικηκότα καὶ ὑφελέσθαι τὰ ἀλλότρια, καὶ ὁ ἀνδρεῖος ῥῖψαι τὴν ἀσπίδα καὶ φυγεῖν· ἀλλʼ οὐ τὸ τὰ ἄδικα πράττειν ἀδικεῖν ἐστιν οὐδὲ τὰ τοῦ δειλοῦ πράττειν δειλαίνειν ἐστί, πλὴν κατὰ συμβεβηκός· ἀλλὰ τὸ μετὰ τῆς ἕξεως ταῦτα πράττειν, τοῦτό ἐστι τὸ δειλαίνειν ἢ ἀδικεῖν· ὅταν τις οὐκ ἐθέλων ἁπλῶς, ἀλλὰ πάθει κινούμενος δειλίας φεύγῃ ἢ τῷ ἕξιν ἔχειν ἀδικίας ἀδικῇ, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν, οὐ τὸ τέμνειν ἢ φαρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ, ταῦτα ποιεῖν ἕξιν ἰατρικῆς ἔχοντα.
τὸ μὲν οὖν ἐπανορθωτικὸν καὶ διανεμητικὸν δίκαιον, περὶ ὧν εἰπεῖν προὔκειτο, τίνα ἐστὶ καθʼ αὑτὰ καὶ ὅπως ἔχει, διωρισάμεθα. νῦν δὲ ῥητέον ἐστί, πῶς ἔχει τὸ δίκαιον πρὸς τὸ ἐπιεικὲς καὶ ἡ δικαιοσύνη πρὸς τὴν ἐπιείκειαν, ἐκεῖνο μόνον τῷ περὶ τοῦ δικαίου λόγῳ προσθέντες, ὅτι τὸ διανεμητικὸν καὶ διορθωτικὸν δίκαιον ἐν ἐκείνοις ἐστίν, οἳ μετέχουσι τῶν ἁπλῶς ἀγαθῶν, οἷον πλούτου 〈ἢ〉 δόξης, ἐν οἷς ὑπερβολὴ καὶ ἔλλειψις εὑρίσκεται· ἐν γὰρ δόξῃ καὶ ὑπερβάλλειν δυνατὸν τὸ δέον καὶ ἐλλείπειν ὁμοίως καὶ ἐν πλούτῳ· ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων ἡ ἰσότης καὶ ἡ ἀναλογία ζητεῖται· καὶ τοῖς μετέχουσι τούτων τοῦ διανεμητικοῦ δικαίου χρεία καὶ τοῦ διορθωτικοῦ. ἀλλʼ ἐν μὲν τοῖς θεοῖς οὐκ ἔχει χώραν ἡ ἀνισότης οὐδὲ ὑπερβολή ἐστιν ἐν ἐκείνοις οὐδὲ ἔλλειψις, ὅθεν οὐδὲ χρεία τῆς τοιαύτης δικαιοσύνης, ἀλλʼ οὐδὲ ἐν τοῖς φαύλοις παντάπασι τῶν ἀνθρώπων καὶ ὑπὸ τρυφῆς καὶ τῆς ἄλλης μοχθηρίας διεφθαρμένοις· τοῖς γὰρ ὑγιάζεσθαι μέλλουσιν ἀνάγκη τι μόριον ὑγιὲς ἔχειν, ἵνʼ ἐκεῖθεν ὁ ἰατρὸς ἐπανακαλέσηται τὴν ὑγίειαν· οἱ δὲ παντάπασι διαφθαρέντες οὐ δύνανται θεραπευθῆναι· ὅθεν οὐδʼ ἐν αὐτοῖς ἔχει χώραν τὸ δίκαιον· ἐν ἐκείνοις δέ ἐστι τῶν ἀνθρώπων, ὅσοι βούλονται τὰ δίκαια καὶ ποιοῦσι κατὰ τὴν ἀνθρωπίνην δύναμιν καὶ αὖθις ἁμαρτάνουσιν ὅσον ἀνθρώποις προσῆκε. Περὶ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦ ς . κε φ . ιϛ ʹ . Περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς πῶς ἔχει ἡ μὲν ἐπιείκεια πρὸς δικαιοσύνη ν , τὸ δ ’ ἐπιεικὲς πρὸς τὸ δίκαιον, ἀκόλουθόν ἐστιν εἰπεῖν. καὶ γὰρ οὔτε πάντῃ ταὐτά ἐστιν οὔτε ἕτερα τῷ γένει. καθόσον μὲν γὰρ τὸ ἐπιεικὲς ἐπαινεῖται μᾶλλον τοῦ δικαίου, καὶ ὁ ἐπιεικὴς ἀνὴρ τοῦ δικαίου βελτίων δοκεῖ· ἔτι δὲ καὶ ἐπὶ τὰ ἄλλα μεταφέρομεν, ὅταν ἐπαινεῖν δέῃ τινὰ τῶν ἀρετῶν· καὶ γὰρ ἐπιεικεστέραν τήνδε ἐκείνης λέγομεν, τὸ βέλτιον δηλοῦντες, οὐ τὸ δικαιότερον· κατὰ τοῦτο ἄλλη τις δοκεῖ εἶναι παρὰ τὴν δικαιοσύνην ἡ ἐπιείκεια. πάλιν δὲ τῷ λόγῳ ἀκολουθοῦσι φαίνεται ἄτοπον, εἰ τὸ ἐπιεικὲς ἄλλο παρὰ τὸ δίκαιον ὄν, ἐπαινετόν ἐστιν· εἰ γὰρ ἐπαινετόν, δίκαιόν ἐστι· πᾶν γὰρ ἐπαινετὸν δίκαιον, καὶ ἡ δικαιοσύνη τελεία ἐστὶν ἀρετή, ὡς ἐν τοῖς ἀνωτέρω δέδεικται· εἰ δὲ οὐκ ἔστι δίκαιον, οὐδὲ ἐπαινετόν· ἢ εἰ τὸ ἐπιεικὲς ἐπαινετόν, τὸ δίκαιον οὐκ ἔστιν ἐπαινετόν· ἡ μὲν οὖν ἀπορία σχεδὸν διὰ ταῦτα συμβαίνει. ἔχει δὲ καὶ ἀμφότερα ὀρθῶς, τό τε ἓν εἶναι τὸ δίκαιον καὶ τὸ ἐπιεικὲς καὶ τὸ διαφέρειν, καὶ οὐδὲν ἀλλήλοις ἐναντιοῦνται.
τὸ γὰρ ἐπιεικὲς καὶ δίκαιόν ἐστι καὶ δικαίου τινὸς βέλτιον· καὶ οὐχ ὡς ἑτερογενὲς τοῦ δικαίου βέλτιόν ἐστιν αὐτοῦ, ἀλλʼ ὡς μέρος ἄλλου μορίου ὁμογενοῦς· καὶ σπουδαίου ὄντος καὶ αὐτοῦ καὶ δικαίου, τὸ ἐπιεικὲς δίκαιον σπουδαιότερόν ἐστι. ταύτην δὲ τὴν ἀπορίαν εἰσήγαγεν, ὅτι τὸ ἐπιεικὲς δίκαιον μέν ἐστιν, οὐ κατὰ νόμον δέ· οὐ γὰρ περιέχεται ὑπὸ νόμου, ἀλλʼ ἔστιν ἐπανόρθωμα δικαίου νομίμο υ. τὸ δὲ αἴτιον τῆς διορθώσεως, ὅτι ὁ μὲν νόμος ἅπας καθόλου διορίζεται· ἐπʼ ἐνίοις δὲ τῶν καθʼ ἕκαστα οὐ δυνατὸν ἐφαρμόζειν κατὰ τὸν ὀρθὸν λόγον διὰ τὸ τὸν μὲν νόμον ὡρισμένον εἶναι καὶ εἰς ὡρισμένον τι σκοπεῖν, τὰ δὲ καθʼ ἕκαστα ἀόριστα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οἷον ὁ νόμος κελεύει καθόλου πάντα τὸν ἐπὶ τὸ τεῖχος ἀνελθόντα ξένον ἀποθνήσκειν· ἀνελθὼν 〈δέ〉 τις ἠρίστευσεν· εἰ τοίνυν ἐφαρμόσομεν τὸν νόμον τῷ ἀριστεῖ καὶ ἀποκτείνομεν, παρὰ τὸν ὀρθὸν λόγον καὶ τὸ δίκαιον ποιήσομεν. ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων πολλῶν ἔχει· τοῦτο δὲ τὸ ἁμάρτημα οὐκ ἔστιν ἐν τῷ νόμῳ οὐδὲ ἐν τῷ νομοθέτῃ ἀλλʼ ἐν τῇ τῶν πραγμάτων φύσει. ὁ γὰρ νόμος, ἐπεὶ ἀδύνατον τὰ κατὰ μέρος πάντα περιλαβεῖν ἀόριστα ὄντα, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει καὶ πρὸς τοῦτο βλέπων νομοθετεῖ· καὶ οὐκ ἀγνοῶν τὸ ἁμάρτημα ὁ νομοθέτης ἀπροσδιόριστον ἀφῆκε τὸν νόμον ἀλλὰ διὰ τὸ μὴ δυνατὸν εἶναι τὴν τῶν πραγμάτων φύσιν διορισμῷ καθυποβληθῆναι ἄλλοτε ἄλλως ἐχόντων. ἀόριστος γάρ ἐστιν ἡ τῶν πρακτῶν ὕλη καὶ πολλὰς ἔχει τὰς μεταβολάς. διὰ τοῦτο τῶν ὡς ἐπὶ τὸ πλεῖστον συμβαινόντων οἱ νομοθέται στοχάζονται· τὸ γὰρ ξένον ἐπὶ τὸ τεῖχος ἀνιόντα κατὰ τὸν καιρὸν τοῦ πολέμου τὴν πόλιν ὠφελῆσαι, ἐπʼ ἐλάχιστα συμβαίνει, πλέον δὲ ἐνδέχεται κατὰ τῆς πόλεως ἀνέρχεσθαι. ἐπεὶ τοίνυν ἀναγκαῖον εἰδέναι πῶς δεῖ τοὺς τοιούτους νόμους τηρεῖν καὶ ὅτε καὶ ἐπὶ τίσιν, ἔδει τινὰ ἕξιν εἶναι καθʼ ἣν δυνησόμεθα τὰ τοιαῦτα ἐπανορθοῦν ἁμαρτήματα· αὕτη δέ ἐστιν ἡ ἐπιείκεια, καθʼ ἣν τὸ ἐλλεῖπον ἀναπληροῦται τοῦ νόμου καὶ τὸ ἁμάρτημα ἐπανορθοῦται καὶ ὁ προσδιορισμός, ὃν ἐκεῖνος παρέλιπε, διὰ τὸ πάντα τὰ κατὰ μέρος οὐκ εἰδέναι, προστίθεται· ἐρεῖ γὰρ ὁ ἐπιεικής, πάντα τὸν ἀνιόντα ξένον ἀποθνήσκειν, εἴγε ἐπιβουλεύσων ἀνῆλθεν, εἰ δὲ ἠρίστευσεν, οὐ μόνον σωτηρίας ἀλλὰ καὶ γερῶν ἀξιωθήτω· ταῦτα δὲ καὶ αὐτὸς ἂν εἶπεν ὁ νομοθέτης, εἴγε παρῆν· καὶ εἰ ᾔδε ι , ἐνομοθέτησεν ἄ ν. τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἄλλους τοὺς ὁμοίους νόμους ὁ ἐπιεικὴς ἐπανορθώσεται. διὰ τοῦτο ἡ ἐπιείκεια δίκαιον μέν ἐστι καὶ βέλτιόν τινος δικαίου, οὐ τοῦ καθόλου δικαίου ἀλλὰ τοῦ νομικοῦ, τοῦ διὰ τὸ καθόλου ἁμαρτάνοντος. καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς ἐπανόρθωμα τοῦ νόμου, καθʼ ὅσον ἁμαρτάνει καὶ ἐλλιπής ἐστι διὰ τὸ καθόλου · τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ πάντα τὰ δικαίως γινόμενα κατὰ νόμον εἶναι, ὅτι καθόλου καὶ τῶν ὡς ἐπὶ τὸ πλεῖστον οἱ νόμοι. καὶ διὰ τοῦτο ψηφισμάτων ἐδέησεν, ἃ ποιοῦσιν οἱ πολιτευόμενοι ἐν τοῖς κατὰ μέρος πράγμασιν, ἄλλοτε ἄλλως ἔχοντα ἄλλοτε ἄλλως καὶ αὐτοῖς ἔχουσι· τῶν γὰρ ἀορίστων ἀόριστος καὶ ὁ κανών ἐστι ν , ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομῆς ὁ μολίβδινος κανών, ὃς μετεκινεῖτο πρὸς τὸ σχῆμα τοῦ λίθου· τὸν αὐτὸν γὰρ τρόπον καὶ τὰ ψηφίσματα πρὸς τὰ πράγματα μεταβάλλονται.
110
τί μὲν οὖν ἐστι τὸ ἐπιεικὲς καὶ ἡ ἐπιείκει α , καὶ ὅ τι δίκαιον, καὶ πῶς ἔχει πρὸς τὸ καθόλου δίκαιον, καὶ τίνος βέλτιον δικαίου, εἴρηται. δῆλος δὲ ἀπὸ τούτων καὶ ὁ ἐπιεικὴς τίς ἐστι ν· ἔστι γὰρ ὁ τῶν εἰρημένων προαιρετικὸς καὶ πρακτικό ς , καὶ ὁ μὴ [ὁ ] ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον ἀλλὰ ἐλαττωτικό ς , καίπερ ἔχων τὸν νόμον βοηθόν · καὶ ἡ ἕξις αὕτη ἐπιείκει α , δικαιοσύνη τις οὖσ α, καὶ οὐκ ἄλλη τις παρὰ ταύτην καὶ διάφορος ἕξις. Ὅτι οὐ δυνατὸν ἀδικεῖσθαι ἑκόντ α . κε φ . ιζ ʹ. Ῥητέον δὲ περὶ τοῦ ἀδικεῖσθαι τελεώτερον, εἰ δύναταί ποτε ἑκούσιον εἶναι. ἐπεὶ τοίνυν ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἡ μὲν καθολική τίς ἐστι καὶ τελεία ἀρετή, καθὼς δέδεικται, ὁμοίως δὲ καὶ ἡ ἀδικία κακία, ἡ δὲ μερική, φανερὸν ὅτι οὔτε κατὰ τὴν καθόλου οὔτε κατὰ τὴν μερικὴν ἀδικίαν δυνατόν τινα ἑαυτὸν ἀδικεῖν· δοκεῖ δὲ δυνατὸν εἶναι. διὰ ταῦτα, τοῦ νόμου μὴ κελεύοντος ἑαυτόν τινα ἀποκτείνειν, παράνομόν ἐστι τὸ ἑαυτόν τινα ἀποκτείνειν· ὃ γὰρ μὴ κελεύει ὁ νόμος, ἀπαγορεύει· τὸ δὲ παράνομον ἄδικον, καὶ ἀδικεῖ ὁ ἑαυτὸν ἀποκτείνας· ὁ δὲ ἀδικῶν τινὰ ἀδικεῖ· δῆλον δὴ ὅτι ἑαυτὸν ἀδικεῖ· τοῦτο δὲ καὶ ἑκουσίως ἐποίησεν· ἑκουσίως ἄρα ἀδικεῖται. ἔτι δὲ καὶ ὁ παρὰ τὸν νόμον βλάπτων τινὰ καὶ μὴ ἀμυνόμενος καὶ ἀντιβλάπτων, ἀλλὰ προκατάρχων τῆς βλάβης, ἑκὼν ἀδικεῖ, ὅταν καὶ γινώσκῃ τὴν βλάβην καὶ τὸν βλαπτόμενον καὶ τἄλλα τὰ περὶ τὸ πρᾶγμα· ὁ δὲ διʼ ὀργὴν ἑαυτὸν ἀποσφάξας οὔτε ἀμύνεται ἑαυτὸν καὶ γινώσκει καὶ ἑαυτὸν καὶ τὴν βλάβην καὶ πάντα τὰ περὶ τὸ πρᾶγμα, ἑκὼν ἄρα ἀδικεῖ· εἰ δὲ ἑκὼν ἀδικεῖ, καὶ ἑκὼν ἀδικεῖται. διὰ ταῦτα μὲν οὖν δοκεῖ δυνατὸν εἶναι ἑκουσίως ἀδικεῖσθαί τινα κατὰ τὴν καθόλου ἀδικίαν, ἥτις ἐστὶν ἐναντία τῇ καθόλου δικαιοσύνῃ, ἥτις χρῆσίς ἐστι πάσης ἀρετῆς. τὸ γὰρ διʼ ὀργὴν ἑαυτὸν ἀποσφάττειν ἐναντίον ἐστὶ τῷ κατὰ τὴν πραότητα νόμῳ. τοῦτο δὲ ὅτι ἀδύνατόν ἐστιν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ὁ γὰρ ὁρισμὸς τοῦ ἀδικεῖσθαι ἐναντίος ἐστὶ τῷ τοῦ ἑκουσίου λόγῳ. ὁ δὲ ἐναντίος λόγος, καθόσον μὲν ἑκουσίως ἀδικεῖν φησι τὸν ἀποσφάξαντα ἑαυτόν, ἀληθεύει, καθόσον δέ φησιν αὐτὸν ἑαυτὸν ἀδικεῖν, ψεύδεται· οὐ γὰρ αὐτὸς ἀδικεῖται, οὐ γὰρ παρὰ τὴν βούλησιν αὐτοῦ τὸ κακόν, ἀλλὰ ἡ πόλις, ἣ ζημιοῦται στρατηγὸν ἢ στρατιώτην ἢ οἰκοδόμον ἢ πολίτην ἁπλῶς, καὶ παρὰ τὴν αὐτῆς βούλησιν. διὰ τοῦτο καὶ ὡς ἠδικημένη δίκας ἀπαιτεῖ παρʼ αὐτοῦ, ἀμυνομένη αὐτὸν διʼ ὧν ἔξεστιν· οὐ γὰρ ἐᾷ θάπτειν τὸ σῶμα. κατὰ μὲν οὖν τὴν καθόλου ἀδικίαν, ὅτι οὐχ ἑκούσιον τὸ ἀδικεῖσθαι, δέδεικται· κατὰ δὲ τὴν μερικήν, ἥτις ἐστὶν ἡ πλεονεξία, πῶς δυνατὸν ἑαυτόν τινα ἀδικεῖν; εἰ γὰρ τὸ ἀδικεῖν κατὰ ταύτην τὴν ἀδικίαν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν θατέρου, ἕξει αὐτὸς ἑαυτοῦ πλέον ὁ ἑαυτὸν ἀδικῶν· εἰ δὲ πλέον ἑαυτοῦ, καὶ ἔλαττον· καὶ εἴη ἂν τὸ αὐτὸ καὶ προσθήκη αὐτῷ καὶ ἀφαίρεσις, ὅπερ ἀδύνατον· ἀνάγκη γὰρ τὸ τοιοῦτον δίκαιον τὸ ἐλάχιστον ἐν δυσὶν εἶναι· οὕτω γὰρ δυνατὸν καὶ ἀφαίρεσιν καὶ προσθήκην γενέσθαι· καὶ 〈τὸ〉 ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖ ν.
ἔτι δὲ ἀνάγκη τὸν ἀδικοῦντα τοῦ ἀδικουμένου πρότερον τὴν βλάβην ποιεῖν, καὶ ἑκουσίως καὶ ἐκ προαιρέσεως βλάπτειν· ὁ γάρ, διότι ἔπαθε, τὸ αὐτὸ ἀντιποιῶν, οὐ δοκεῖ ἀδικεῖν. τὸν δὲ ἑαυτὸν ἀδικοῦντα ἀνάγκη κατὰ ταὐτὸν καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· διὰ τὸ τὸν αὐτὸν εἶναι καὶ ἀδικοῦντα καὶ ἀδικούμενον καὶ ἅμα καὶ ἀδικεῖν καὶ ἀδικεῖσθαι· δεῖ ἄρα ἐν πλείοσιν εἶναι ταύτην τὴν ἀδικίαν· οὐκ ἄρα δυνατὸν αὐτόν τινα ἑαυτὸν ἀδικεῖν. πρὸς δὲ τούτοις ὁ ἀδικῶν οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ποιῶν τὰ κατὰ μέρος ἀδικήματα· καὶ χωρὶς τῶν καθʼ ἕκαστα οὐ δύναταί τις ἀδικεῖν οὔθʼ ὅλως ἄλλο τι ποιεῖν· τὰ δὲ κατὰ μέρος κλοπὴ ὕβρις πληγαὶ τοιχωρυχία· οὐδεὶς δὲ ἢ κλέπτει τὰ ἑαυτοῦ ἢ τὸν ἑαυτοῦ τοῖχον διορύττει ἢ ἑαυτὸν ὑβρίζει ἢ πλήττει. ὅλως δὲ ἐλέγχεται ψεῦδος εἶναι τὸ ἑαυτόν τινα ἀδικεῖν καὶ ἑκουσίως ἀδικεῖσθαι διὰ τοῦ ὁρισμοῦ τοῦ ἀδικεῖσθαι, ὅ ἐστι τὸ ἄδικα πάσχειν παρὰ τὴν αὑτοῦ βούλησιν. Ὅτι χεῖρον κακὸν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθα ι . κε φ . ιη ʹ. Φανερὸν δ έ , ὅτι ἄμφω μὲν φαῦλ α , καὶ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν, καὶ γὰρ ἄμφω τοῦ μέσου ἔξω πίπτουσι, καὶ τὸ μὲν ἀδικεῖν πλέον ἐστί, τὸ δὲ ἀδικεῖσθαι ἔλαττον, τὸ δὲ δικαιοπραγεῖν ἴσον καὶ μέσον, ὥσπερ τὸ ὑγιεινὸν ἐν ἰατρικῇ καὶ τὸ εὐεκτικὸν ἐν γυμναστικῇ. ἄμφω μὲν οὖν φαῦλα, χεῖρον δέ ἐστι τὸ ἀδικεῖν. τὸ μὲν γὰρ ἀδικεῖν καὶ κακόν ἐστι καὶ ψέγεται· καὶ κακὸν ἢ κατὰ τελείαν κακίαν, ἤτοι τὴν καθόλου ἀδικίαν, ἢ τὴν μερικήν· καὶ ἢ ἑκουσίως καὶ μετὰ προαιρέσεως, ὅ ἐστι τὸ τελείως ἀδικεῖν ἢ ἑκουσίως μέν, οὐ μετὰ προαιρέσεως δέ, ὅπερ ἐγγύς ἐστι τοῦ ἀδικεῖν, καὶ οὐ τέλειον· οὐ γὰρ ἅπαν ἑκούσιον βλαβερὸν τοῦ πλησίον καὶ ἄδικον. τὸ δὲ ἀδικεῖσθαι κακὸν μέν ἐστιν, οὐ ψέγεται δέ, ὅτι μὴ διὰ πονηρίαν ἢ ἄλλην τινὰ κακίαν ἀδικεῖταί τις. κα θ ’ αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον κακόν ἐστι τοῦ ἀδικεῖν· κατὰ συμβεβηκὸς δὲ οὐδὲν κωλύει καὶ χεῖρον εἶναι, διότι συνέβη πολλάκις τὸ ἀδικεῖσθαι μείζονος βλάβης αἴτιον γενέσθαι ἢ τὸ ἀδικεῖν· ὥσπερ εἴ τις διὰ τὸ ἀδικεῖσθαι ὀργισθεὶς πῦρ ἀνῆψε τῇ τοῦ ἀδικοῦντος οἰκίᾳ, ἐκεῖθεν δὲ συνέβη πᾶσαν ἐμπρησθῆναι τὴν πόλιν. ὅμως δὲ καὶ οὕτω μεῖζον κακὸν τὸ ἀδικεῖν· οὐδὲν γὰρ αὐτὸ ἑαυτοῦ χεῖρον διὰ τὰ συμβεβηκότα· ἐπεὶ οὐδὲ πλευρῖτις ἔλαττον κακόν ἐστι τοῦ προσπταίσματος, διότι συνέβη τινὰ προσπταίσαντα ὑπὸ τῶν πολεμίων ληφθῆναι καὶ ἀποθανεῖν.
τὸ μὲν οὖν κυρίως δίκαιον καὶ ἄδικον καὶ δικαιοσύνη καὶ ἀδικία τὰ εἰρημένα ἐστί. λέγεται δὲ καὶ ἄλλο οὐ κυρίως ἀλλὰ κατὰ μεταφορὰν καὶ ὁμοιότητα τοῦ δικαίου, ὅπερ ἔχει τις πρὸς τὰ ἑαυτοῦ, ὥσπερ ὁ δεσπότης πρὸς τὸν δοῦλον καὶ ὁ πατὴρ πρὸς τὸν υἱόν. καθʼ ὃ καὶ ἡ ψυχὴ πρὸς τὰ ἑαυτῆς μέρη δικαία λέγεται ἢ ἄδικος· καὶ τὸ λογικὸν τοῦ ἀλόγου διέστηκε· καὶ τὸ μὲν λογικὸν ἄρχει καὶ τάττει, τὸ δὲ ἄλογον ἄρχεται καὶ τάττεται. πρὸς ὃ δή τινες βλέποντες νομίζουσιν ἀδικεῖν τινα ἑαυτὸν καὶ δικαιοῦν· ὅτι ποτὲ μὲν ὁ λόγος ἀκολουθεῖ τῷ ἀλόγῳ, ποτὲ δὲ ἀντίκειται, ὅταν τις ποιῇ παρὰ τὰς ἑαυτοῦ ὀρέξεις· καὶ ἔχουσιν ὥσπερ ἄρχον πρὸς [τὸ] ἀρχόμενον· καὶ δίκαιόν ἐστιν ἐν αὐτοῖς, ὅπερ ἐν ἀρχομένῳ καὶ ἄρχοντι. περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων τῶν ἠθικῶν ἀρετῶν διωρίσθω τὸν τρόπον τοῦτο ν. ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Ζ .
113 (1t)
Ὅτι λοιπὸν περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου τίς ἐστι ν . κε φ . α ʹ. Ἐπεὶ δὲ ἐν τοῖς προειρημένοις περὶ τῶν ἀρετῶν λόγοις ἐκεῖνο κεφάλαιον ἐποιούμεθα, ὅτι τὸ μέσον ἐστὶν ἐν παντὶ πάθει καὶ πάσῃ πράξει τὸ ἐπαινετὸν καὶ τὸ ἄριστον καὶ τοῦτο δέον αἱρεῖσθαι, μὴ τὴν ὑπερβολὴν ἢ τὴν ἔλλειψιν, μέσον δὲ εἶναι ἐλέγομεν, ὅπερ ὁ ὀρθὸς λόγος κελεύει, ῥητέον ἂν εἴη, τίς ὁ ὀρθὸς λόγος καὶ τίς ὁ ὅρος αὐτοῦ. ἐν πάσαις γὰρ ταῖς εἰρημέναις ἕξεσ ι , καθάπερ καὶ ἐπὶ τῶν ἄλλων πράξεων ἢ ἕξεών ἐστί τις σκοπό ς , πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων καὶ ὑπʼ αὐτοῦ ταττόμενος αὐξάνει μὲν τὰ ἐλάττω τοῦ δέοντος, συστέλλει δὲ τὰ ὑπὲρ τὸ δέον, εἴτε πάθη εἶεν εἴτε πράξεις εἴτε ἄλλο τι τῶν δυνατῶν καὶ ἐπιτείνεσθαι καὶ ἀνίεσθαι· καὶ ἔστι τις κανὼν καὶ ὅρος, διʼ οὗ τὸ μέσον γινώσκεται, ὃ λέγομεν κατὰ τὸν ὀρθὸν λόγον γίνεσθαι, καὶ μεταξὺ εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως· ἀνάγκη τοίνυν τοὺς μέλλοντας γινώσκειν περὶ τοῦ μέσου τὸν ὅρον αὐτοῦ γινώσκειν καὶ τὸν κανόνα· τοῦτο δὲ ὁ ὀρθός ἐστι λόγος. τὸ γὰρ οὕτως ἁπλῶς εἰπεῖν, μέσον ἐστὶ τὸ κατὰ τὸν ὀρθὸν γινόμενον λόγον, ἀληθὲς μέ ν , οὐδὲν δὲ σαφέ ς· ἄδηλον γάρ ἐστι τὸ μέσον τοῖς μὴ τὸν ὀρθὸν γινώσκουσι λόγον. καὶ γὰρ καὶ ἐν ταῖς ἄλλαις πράξεσι καὶ σπουδαῖς, ἐν αἷς ἐστιν ἐπιστήμη, ἀληθὲς μὲν εἰπεῖν, ὅτι οὔτε πλείω τοῦ δέοντος οὔτε ἐλάττω δεῖ πονεῖ ν , ἀλλὰ τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγο ς· οὐ δυνατὸν δὲ ἀπὸ τούτου μόνου τὸ δέον μαθεῖν. οὐδὲ γὰρ τὰ ἰατρικὰ καὶ ὑγιεινὰ γνώσεταί τις καὶ οἷα δεῖ προσάγειν τῷ νοσοῦντι, εἰ μόνον ἀκούσεται ὅτι ὑγιεινά ἐστι καὶ ἰατρικά, ἅπερ ἂν ἡ ἰατρικὴ καὶ ὁ ταύτην ἔχων ἰατρὸς κελεύοι ποιεῖν· καὶ γὰρ ἀληθὴς μὲν ὁ λόγος, ἄδηλον δὲ τὸ ζητούμενον οὐδὲν ἧττον. τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν μέσων ἕξεων τῆς ψυχῆς οὐκ ἀληθῆ λόγον μόνον εἰπεῖν ἀναγκαῖον ἀλλὰ καὶ δηλωτικόν. τοῦτο δέ ἐστι τὸ περὶ τοῦ ὀρθοῦ διορίσασθαι λόγου, τίς τέ ἐστι καὶ τίς ὁ ὅρος αὐτοῦ· λέγωμεν τοίνυν περὶ τοῦ ὀρθοῦ λόγου, ἄνωθεν ἀρξάμενοι.
Διαίρεσις τοῦ λογικοῦ τῆς ψυχῆς · καὶ τίνα ἐν ἡμῖν τὰ κύρια πράξεω ς . κε φ . β ʹ. Ἐν τοῖς προειρημένοις διελόντες τὰς τῆς ψυχῆς ἀρετάς, τὰς μὲν ἠθικὰς ἐλέγομεν εἶναι, ὅσαι τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους, τὰς δὲ διανοητικάς, ὅσαι τῆς διανοίας εἰσί. περὶ μὲν οὖν τῶν ἠθικῶν διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν ἤδη λέγομεν· ἐν αὐταῖς γὰρ τὸν ὀρθὸν εὑρήσομεν λόγον, ἐκεῖνο πρῶτον εἰπόντες περὶ τῆς ψυχῆς. πρότερον 〈μὲν〉 οὖν δύο μέρη τῆς ψυχῆς εἴπομεν εἶναι, τό τε λόγον ἔχον καὶ τὸ ἄλογον, νῦν δὲ τὸ λόγον ἔχον διαιροῦντες, λέγομεν δύο εἶναι τὰ λόγον ἔχοντα, ἓν μέν, διʼ οὗ τὰ ἀναγκαῖα γινώσκομεν καὶ ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἃ μὴ ἐνδέχεται ἄλλως ἔχειν, ἄλλο δέ, διʼ οὗ τὰ ἐνδεχόμενα γινώσκομεν καὶ ἄλλοτε ἄλλως ἔχοντα. καὶ γὰρ ἐπεὶ τὰ γνωστὰ διάφορά εἰσι καὶ τῷ εἴδει ἕτερα, καὶ τὰς γνώσεις ἕπεται διαφόρους εἶναι τῷ εἴδει. τὴν γὰρ γνῶσιν ὁμοίαν εἶναι τῷ γινωσκομένῳ καὶ ἀναγκαίαν μὲν τὴν τοῦ ἀναγκαίου, ἐνδεχομένην δὲ τὴν τοῦ ἐνδεχομένου, πᾶσα ἀνάγκη· καὶ γὰρ ἐνδεχομένη γνῶσίς ἐστιν, ἥτις οὐκ ἀεὶ ἀληθεύει· ψεύδεται δὲ ἡ γνῶσις, ὅταν τὸ γινωσκόμενον μὴ οὕτως ἔχῃ ὥσπερ γινώσκεται· τὸ δὲ μὴ οὕτως ἔχειν ὥσπερ εἶχε τῶν ἐνδεχομένων ἐστὶ καὶ ἄλλοτε ἄλλως ἐχόντων· τῶν ἐνδεχομένων ἄρα ἡ γνῶσις ἐνδεχομένη ἐστί. διὰ τὰ αὐτὰ δὴ καὶ τῶν ἀναγκαίων ἀναγκαία ἡ γνῶσις· πᾶσα γὰρ γνῶσις κα θ ’ ὁμοιότητά τινα καὶ οἰκειότητα γίνεται· καὶ γὰρ ἐφαρμογή τίς ἐστι καὶ ἐπαφὴ τοῦ γινωσκομένου καὶ τοῦ γινώσκοντος. ἐπεὶ τοίνυν διττὴ ἡ γνῶσις, ἡ μὲν ἀναγκαία, ἡ δὲ ἐνδεχομένη, καλείσθω ἡ μὲν ἀναγκαία ἐπιστημονική, ἡ δὲ ἐνδεχομένη λογικὴ ἢ βουλευτική. τὸ γὰρ βουλεύεσθαι καὶ λογίζεσθαι ταὐτό ν· ἔστι γὰρ ἡ βούλευσις περὶ τὰ ἐνδεχόμενα· οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχει ν· ἀνάγκη γὰρ ὁμοίως ἔχειν, καὶ οὐδὲν ἡ βουλὴ κινήσει οὐδὲ μεταβαλεῖ. ἐπεὶ τοίνυν περὶ τὰ ἐνδεχόμενα τὸ βουλευτικόν, περὶ δὲ τὰ ἐνδεχόμενα αὐτό φαμεν εἶναι τὸ λογιστικόν, ταὐτὸν ἂν εἴη τὸ λογιστικὸν καὶ βουλευτικόν. ἔστιν ἄρα τὸ βουλευτικὸν τὸ ἕτερον μέρος τοῦ λογικοῦ. ἐπεὶ δὲ περὶ τῶν διανοητικῶν ἀρετῶν ὁ λόγος ἡμῖν, τουτέστι τῶν οὐσῶν ἐν τῇ διανοίᾳ, τῷ λογικῷ. τὰ δὲ μέρη τοῦ λογικοῦ τὸ ἐπιστημονικόν ἐστι καὶ βουλευτικόν, ἐν αὐτοῖς τοῖς μέρεσι τοῦ λογικοῦ ζητητέον ἡμῖν τὰς διανοητικὰς ἀρετάς· ληπτέον ἄρα ἑκατέρου τούτων τίς ἡ βελτίστη ἕξις · αὕτη γὰρ ἀρετὴ ἑκατέρο υ. ἐπεὶ δὲ ἡ ἀρετὴ ἐν τοῖς οἰκείοις ἔργοις θεωρεῖται, ζητητέον τίνα τὰ ἔργα τὰ προσήκοντα τῷ ἐπιστημονικῷ καὶ βουλευτικῷ. τρία τοίνυν ἐστὶν ἐν τῇ ψυχῇ τὰ κύρια πράξεως καὶ ἀληθεία ς.
115
ἀληθείας μὲν κύρια νοῦς καὶ αἴσθησις, ὅτι ἑκάτερον γνῶσίς ἐστιν· ἡ δὲ γνῶσις τέλος ἔχει τὴν ἀλήθειαν· πράξεως δὲ ἡ ὄρεξις· ἐν αὐτῇ γάρ ἐστι πᾶσα πράξεως ἀρχή, καὶ παντὸς ἔργου αὕτη αἰτία. ὁ μὲν γὰρ νοῦς γινώσκει ὅτι τόδε τι δέον ποιῆσαι, ἡ δὲ εἰς τὴν πρᾶξιν κίνησις ἀπὸ τῆς ὀρέξεως γίνεται· ἡ δὲ αἴσθησις οὐδεμιᾶς ἐστιν ἀρχὴ πράξεως. δῆλον δὲ ἀπὸ τῶν ἀλόγων· καὶ γὰρ αἴσθησιν ἔχοντα οὐ δύνανται πρᾶξιν ἔχειν· πρᾶξις γάρ ἐστιν ἡ μετὰ βουλεύσεως ἐνέργεια· ὥστε ἡ μὲν αἴσθησις οὐδεμιᾶς αἰτία πράξεως, ὁ δὲ νοῦς καὶ ἡ ὄρεξις πασῶν πράξεών εἰσιν ἀρχή, ὁ μὲν τὰ δέοντα διδάσκων, ἡ δὲ ἐπὶ τὸ πράττειν κινοῦσα. ὃν δὲ ἔχει λόγον ἐν τῇ διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτον ἔχει ἐν τῇ ὀρέξει δίωξις καὶ φυγή· ὥστε ἐπεὶ ἡ ἠθικὴ ἀρετὴ ἕξις ἐστὶ προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική (προαίρεσις γάρ ἐστι τὸ θελῆσαι καὶ ἑλέσθαι τὸ βουλευθέν), πᾶσα ἀνάγκη, εἴπερ ἡ προαίρεσις ἀγαθή ἐστι καὶ σπουδαία, ἐκεῖνα αἱρεῖσθαι, ὅσα σπουδαῖα, καὶ τὴν ὄρεξιν ὀρθὴν εἶναι τὸ ἀγαθὸν βουλομένην. οὐ δύναται δὲ ἡ προαίρεσις τὸ ἀγαθὸν ἐθέλειν, μὴ τῆς βουλεύσεως διδασκούσης· ὥστε ἀνάγκη εἶναι τὴν μὲν βούλευσιν ἀληθῆ λέγειν, τὴν δὲ προαίρεσιν ἑλέσθαι· καὶ τὴν ὄρεξιν τὸ ἀγαθὸν διώκειν, καὶ τὸ αὐτὸ τὴν μὲν βούλευσιν λέγειν, τὴν ὄρεξιν δὲ διώκειν. αὕτη μὲν οὖν ἡ διάνοια, τὸ λογιστικὸν δηλονότι καὶ βουλευτικόν, καὶ ἡ κατʼ αὐτὴν ἀλήθεια πρακτικὴ καλεῖται, διότι τέλος ἔχει τὴν πρᾶξιν τοῦ ἀγαθοῦ· καὶ ἔστιν αὐτῆς ἔργον ἡ εἰρημένη ἀλήθεια, ἥτις ἐστὶ περὶ τὸ ἀγαθὸν καὶ κακόν· τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ πρακτικῆς ἔργον ἐστὶν ἡ ἀλήθεια καὶ τὸ ψεῦδος. καὶ τέλος ἔχει τὴν γνῶσιν τοῦ ἀληθοῦς· τοῦτο γάρ ἐστιν ἔργον παντὸς διανοητικοῦ, καθόσον ἐστὶ διανοητικός. ὃς δὲ διανοητικὸς καὶ πρακτικός ἐστιν, ἐκείνην τὴν ἀλήθειαν ἔργον ἔχει, ἥτις σύμφωνός ἐστι τῇ σπουδαίᾳ πράξει καὶ τῇ ὀρθῶς ἐχούσῃ καὶ σπουδαίως ὀρέξει. Ὅτι ἡ πρακτικὴ διάνοια ἀρχή ἐστι τῆς προαιρέσεω ς . κε φ . γ ʹ. Ἡ μὲν οὖν προαίρεσις αἰτία καὶ ἀρχὴ πράξεως· αἰτία δὲ οὐ τελική (οὐ γὰρ ἕνεκα τῆς προαιρέσεως πράττομεν), ἀλλὰ ποιητικὴ μᾶλλον· πρὶν γὰρ πρᾶξαι προαιρούμεθα, τὸ δὲ τέλος μετὰ τὴν πρᾶξιν· προαιρέσεως δὲ ἀρχὴ ὄρεξις καὶ λόγος, ἥτις ἐστὶν ἡ βούλευσις. τὸ ἕτερον τοῦ λογικοῦ μέρος τὸ λογιστικὸν καὶ βουλευτικόν, ὃ τὴν ἀλήθειαν ζητεῖ μέν, οὐ διʼ ἑαυτὴν δέ, ἀλλὰ τῆς πράξεως τοῦ ἀγαθοῦ χάριν· διὰ τοῦτο δέ, ὅτι ὁ λόγος καὶ ἡ ὄρεξις τῆς προαιρέσεώς εἰσιν ἀρχαί, οὐδὲ δυνατὸν προαίρεσιν εἶναι ἄνευ διανοίας καὶ ἠθικῆς ἕξεως· ἀπὸ γὰρ τῆς ἠθικῆς ἕξεως ἡ ὄρεξις γίνεται τοῦ ἀγαθοῦ ἢ τοῦ κακοῦ. καθὸ δὲ θεωρητικὴ ἡ διάνοια, οὐδενός ἐστιν ἀρχή, οὐδὲν γὰρ κινεῖ, ἀλλὰ μόνον καθὸ πρακτικὴ τῶν εἰρημένων ἐστὶν ἀρχὴ τῆς τε ὀρέξεως καὶ τῆς προαιρέσεως καὶ τῆς πράξεως· ἔτι δὲ καὶ τῆς ποιητικῆς ἀρχή ἐστιν ἡ πρακτικὴ αὕτη διάνοια. διαφέρει γὰρ ποιητικὴ πρακτικῆς· ἡ μὲν γὰρ πρακτικὴ τοῦ ἀγαθοῦ τέλος ἔχει αὐτὸ τὸ εὖ πράττειν τὸ ἀγαθόν, καὶ μέχρι τούτου σκοπεῖ, ὅπως εὖ πράξει τὰ τῇ ὀρέξει δοκοῦντα, ἡ δὲ ποιητικὴ αὐτό ἐστι τὸ πράττειν εὖ τὸ ἀγαθὸν καὶ τέλος ἔχει τὴν ἀνθρωπίνην εὐδαιμονίαν.
καὶ τὸ μὲν τέλος τῆς πρακτικῆς καθʼ αὑτό ἐστι, τὸ δὲ τέλος τῆς ποιητικῆς πρός τι· καὶ γὰρ πρὸς τὸν ἄνθρωπον ἀναφέρεται· τὴν γὰρ ὠφέλειαν τοῦ ἀνθρώπου ζητεῖ. ἐπεὶ τοίνυν ὅπερ ἔχει τέλος ἡ πρακτικὴ διάνοια καὶ οὗ ἐστιν ἀρχὴ καὶ αἰτία, τὴν πρᾶξιν τοῦ ἀγαθοῦ, τοῦτο ἀρχὴν ἔχει τοῦ ἰδίου τέλους ἡ ποιητική (ἀπὸ γὰρ τῆς ἀγαθῆς πράξεως ἡ ἀνθρωπίνη εὐδαιμονία), διὰ τοῦτο καὶ αὐτῆς ἀρχὴ λέγεται. ἐπεὶ δὲ ἀρχή ἐστιν ἡ διάνοια τῆς ὀρέξεως, ἡ δὲ ὄρεξις τῆς προαιρέσεως, εἴη ἂν ἡ προαίρεσις ἢ ὀρεκτικὸς νοῦς ἢ ὄρεξις διανοητικ ή· ταῦτα δʼ ἂν εἴη ἐν μόνῳ τῷ λογικῷ ζῴῳ, ὅς ἐστιν ἄνθρωπος. Περὶ τέχνης ἐπιστήμης φρονήσεως καὶ σοφίας καὶ νο ῦ , καὶ τίνι διαφέρει τῶν λοιπῶν ἡ ἐπιστήμ η . κε φ . δ ʹ. Ἡ μὲν οὖν προαίρεσις τοιαύτη, προαιρετὰ δέ, δηλονότι ἃ δυνάμεθα προαιρεῖσθαι, τὰ ἐνδεχόμενά εἰσι, καὶ τούτων τὰ μέλλοντα· περὶ γὰρ τῶν παρελθόντων οὐδεὶς βουλεύεται εἰ δεῖ ποιῆσαι· περὶ ὧν δὲ οὐδεὶς βουλεύεται οὐδὲ προαιρεῖται· τὰ γὰρ βουλευτὰ καὶ προαιρετά, ὡς ἐν τοῖς περὶ προαιρέσεως εἴρηται· οὐδεὶς γὰρ προαιρεῖται Ἴλιον πεπορθηκέναι· διὸ ὀρθῶς Ἀγάθων εἶπε μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκετα ι , ἀγένητα ποιεῖν ἅσ ς ’ ἂν ᾖ πεπραγμέν α. καὶ ταῦτα μὲν οὕτως ἔχει· λέγομεν δὲ περὶ τοῦ ἔργου τοῦ τε ἐπιστημονικοῦ διανοητικοῦ καὶ τοῦ βουλευτικοῦ ἀκριβέστερον. τὸ μὲν γὰρ ἔργον ἑκατέρων, ὡς δέδεικται, ἀλήθειά ἐστι· τοῦ ἔργου δὲ δειχθέντος ἑκατέρου, φανερά ἐστιν αὐτῶν ἡ ἀρετή· ἑκάστου γὰρ ἡ ἀρετὴ ἐν τῷ οἰκείῳ ἔργῳ αὐτοῦ συνίσταται· τὸ γὰρ εὖ καὶ καλῶς ποιῆσαι τὸ ἔργον, τοῦτό ἐστιν ἡ ἀρετή· αἱ τοίνυν ἕξεις καθʼ ἃς δυνήσεται ἑκάτερον αὐτῶν τὴν οἰκείαν ἀλήθειαν ἀληθεύειν, ὡς ἔνι μάλιστα δυνατόν, αὗταί εἰσιν αἱ ἀρεταὶ ἑκατέρου. ἀρξάμενοι οὖν ἄνωθεν περὶ αὐτῶν πάλιν λέγωμε ν. ἐπεὶ περὶ τῆς ἀληθείας ὁ λόγος ἡμῖν, ζητητέον ποσαχῶς ἡ ψυχὴ δύναται ἀληθεύειν ἐν τῷ καταφάσκειν καὶ ἀποφάσκειν, καὶ πόσαι εἰσὶν αἱ ἕξεις καθʼ ἃς ἀληθεύομεν. εἰσὶ τοίνυν πέντε τὸν ἀριθμόν, τέχνη ἐπιστήμη φρόνησις σοφία νοῦ ς· τὴν γὰρ ὑπόληψιν καὶ τὴν δόξαν, ὡς ἐνδεχομένως ἀληθεύουσαν, παραλείπομεν. τῶν γὰρ εἰρημένων πέντε δυνάμεων νοῦς μὲν οὐδέποτε ψεύδεται οὐδὲ ἡ ἐπιστήμη· τοῦτο γάρ ἐστιν αὐτοῖς τὸ εἶναι, τὸ ἐξ ἀνάγκης ἀληθεύειν· τέχνη δὲ καὶ φρόνησις καὶ σοφία ψεύδονται μέν ποτε, ἀλλʼ οὐ διʼ ἑαυτάς, ἀλλὰ διὰ τὴν τῆς ὕλης ἀνωμαλίαν· τότε γάρ τις μέθοδος ψεύδεται διʼ ἑαυτήν, ὅταν ἀπὸ τῶν κανόνων αὐτῆς τὸ ψεῦδος συνάγηται· εἰ δʼ αὐτὴ μὲν περὶ τοὺς οἰκείους κανόνας ὑγιῶς ἔχει, τὰ δὲ πράγματα ἄλλοτε ἄλλως ἔχοντα τὸ ψεῦδος ποιοῦσιν, οὐκ αὐτὴ λέγοιτο ἂν δικαίως ψευδής, ἡ δὲ ὑπόληψις καὶ ἡ δόξα· καὶ τῶν γινωσκομένων ἀεὶ ὡσαύτως ἐχόντων αὐτὴ ψεύδεται, ὅθεν δῆλον ὅτι οὐ διʼ ἑαυτὴν ψεύδεται, ὥσπερ τὸ οἴεσθαι τὸν ἥλιον ποδιαῖον εἶναι ἢ τὴν σελήνην οἴκοθεν ἔχειν τὸ φῶς· τούτων γὰρ ὡς ἔχουσιν ἀεὶ ὁμοίως ἐχόντων ἡ· περὶ αὐτῶν δόξα καὶ ὑπόληψις ψεύδεται.
τὰ μὲν οὖν ἀληθεύοντα πέντε εἰσὶν ὡς εἴρηται· ῥητέον δὲ τί ἐστιν ἕκαστον αὐτῶν· καὶ γὰρ εἰ καὶ ὁμοιότητας ἔχουσι πρὸς ἄλληλα (καὶ γὰρ πολλὰ 〈κοινὰ〉 τέχνῃ καὶ ἐπιστήμῃ καὶ αὖθις ἐπιστήμῃ καὶ σοφίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως), ἀλλʼ ὅμως ἀκριβῶς σκοποῦσι περὶ αὐτῶν καὶ διάφορά εἰσι καὶ διάφορος ὁ ἑκάστου λόγος. ἐπιστήμη μὲν οὖν ἐστι γνῶσις τῶν ἀναγκαίων· ἐκεῖνο γὰρ λέγομεν ἐπίστασθαι, ὃ οὐκ ἐνδέχεται ἄλλως ἔχειν καὶ οὗ βεβαίως ἐστὶν ἡ ἀλήθεια παρʼ ἡμῖν διὰ τὸ ἐπὶ τοῦ αὐτοῦ μένειν· ἡ γὰρ περὶ τὰ ἐνδεχόμενα ἀλήθεια οὐχ οὕτω βεβαία· μετὰ γὰρ τὸ γνωσθῆναι μεταβάλλεται καὶ πολλάκις λανθάνει ἀπογινόμενον, ὥστε μηδὲ τὸν περὶ αὐτοῦ λόγον καὶ τὴν ἀλήθειαν ἑστάναι, ἀλλὰ ἄλλοτε ἄλλως ἔχειν· οὗ δὲ ἡ γνῶσις βεβαία καὶ ἕστηκεν, ἐκεῖνό ἐστι τὸ ἀναγκαῖον καὶ ὁμοίως ἔχον ἀεί. τοιαῦτα δέ εἰσι τὰ ἀίδια· ἀνάγκη ἄρα τὸ ἐπιστητὸν ἀίδιον εἶναι καὶ τὴν ἐπιστήμην γνῶσιν εἶναι τῶν ἀιδίων. ἔτι πᾶσα ἐπιστήμη διδακτή ἐστι καὶ τὸ ἐπιστητὸν μαθητό ν. πᾶσα δὲ διδασκαλία καὶ μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγομεν· πάσης ἄρα ἐπιστήμης εἰσὶν ἀρχαί. καὶ αἱ μὲν τῶν ἐπιστημῶν ἀρχὰς ἔχουσιν ἀμέσους καὶ ἀναποδείκτους διʼ ἐπαγωγῆς δεικνυμένας, οἷαί εἰσιν αἱ τῆς γεωμετρίας ἀρχαί, τινὲς δὲ ἐξ ἀρχῶν ὁρμῶνται ἀποδεικτῶν, αἳ συλλογισμῷ δείκνυνται, ἄλλης ἐπιστήμης ὑψηλοτέρας, οἵα ἐστὶν ἡ ὀπτική, καθάπερ ἀρχαῖς χρωμένη ταῖς ἀποδείξεσι τῆς γεωμετρίας. ἡ μὲν οὖν ἐπαγωγὴ καθάπερ ἀρχή ἐστι καὶ τῶν ἀναποδείκτων ἀρχῶν, αἳ καθόλου μέν εἰσι, γινώσκονται δὲ ἀπὸ τῶν καθʼ ἕκαστα, ὁ δὲ συλλογισμός, ὃς πιστοῦται τὰς ἀποδείκτους ἀρχὰς ἐνίων ἐπιστημῶν, ἀρχὰς ἔχει τὰς καθόλου καὶ ἀναποδείκτους ἐννοίας· εἰσὶν ἄρα ἀρχαὶ ἐπιστήμης αἱ καθόλου καὶ κοιναὶ ἔννοιαι, ἐξ ὧν ὑποτιθεμένων συλλογιζόμεθα, ἃς οὐ πιστοῦται συλλογισμὸς ἀλλʼ ἐπαγωγή, ὑφʼ ἧς ἐπιστήμης ἄλλη ἀποδείκνυται ἐπιστήμη, ἥτις καὶ ὑπʼ αὐτὴν εἶναι λέγεται. καὶ διὰ τοῦτο πᾶσα ἐπιστήμη ἀπὸ αὐτοπίστων τῶν ἐσχάτων ἀρχῶν ἀποδείκνυται. ἔστιν ἄρα ἐπιστήμη ἕξις ἀποδεικτικὴ ἐκ τῶν καθʼ αὑτὸ καὶ ᾗ αὐτό, καὶ πρώτων καὶ αἰτίων τοῦ συμπεράσματος ἀποτελουμένη, καθάπερ ἐν τοῖς Ἀναλυτικοῖς διωρισάμεθα. καὶ γὰρ ὅταν τις ὑποθέσεις τινὰς πιστεύῃ καὶ γνώριμοι αὐτῷ ὦσιν αἱ τοῦ πράγματος ἀρχαί, τότε ἐπίστασθαι αὐτὸ δύναται· εἰ γάρ τις μὴ τὰς ἀρχὰς γινώσκοι μηδὲ φανερώτεραι εἶεν αἱ προτάσεις τοῦ συμπεράσματος αὐτῷ, κατὰ συμβεβηκὸς ἔχει τὴν ἐπιστήμην· οὐ γὰρ διʼ ἑαυτοῦ ὁ τοιοῦτος ἐπίσταται καὶ διὰ τὴν ἐγκειμένην αὐτῷ τῶν ἀρχῶν γνῶσιν, ἀλλὰ παρʼ ἄλλων ἴσως ἀκούσας· εἰ γὰρ οὕτως ἐγίνωσκε διὰ τὰς ἀρχὰς τὸ συμπέρασμα, μᾶλλον ἂν ἐγίνωσκε τὰς ἀρχὰς ἢ τὸ συμπέρασμα· διʼ ὃ γὰρ ἄλλο γνωστόν, ἐκεῖνο μᾶλλον γινώσκεται.
περὶ μὲν οὖν ἐπιστήμης διωρίσθω τὸν τρόπον τοῦτο ν. Περὶ τέχνη ς . κε φ . ε ʹ . Ῥητέον δὲ περὶ τῆς τέχνης. τῶν ἐνδεχομένων γὰρ καὶ ἄλλοτε ἄλλως ἐχόντων τὰ μέν εἰσι ποιητά, τὰ δὲ πρακτά· καὶ ποιητὰ μέν, περὶ ἃ ἡ ποίησις, πρακτὰ δέ, περὶ ἃ ἡ πρᾶξίς ἐστι· καὶ ποίησις μέν ἐστιν, ἧς τὸ *** ἐπεὶ δὲ ἕτερόν ἐστι ποίησις τῆς πράξεως, ἕτερον ἂν εἴη ἡ μετὰ λόγου ἕξις πρακτικὴ τῆς μετὰ λόγου ποιητικῆς ἕξεως. ἕτερα δέ εἰσιν οὐχ οὕτως, ὥστε περιέχεσθαι ὑπʼ ἀλλήλων, ὡς τὸ μερικὸν καὶ τὸ καθόλου, ἀλλʼ ὥσπερ ἵππος καὶ βοῦς· οὔτε γὰρ ἡ πρᾶξις ὑπὸ τὴν ποίησιν ἀνάγεται (οὐ γάρ ἐστι ποίησις), οὔτε ἡ ποίησις ὑπὸ τὴν πρᾶξιν (οὐ γάρ ἐστι πρᾶξις). δῆλον δὲ ἀπὸ τῶν ὁρισμῶν ἑκατέρας· ἄλλος γὰρ πράξεως ὁρισμὸς καὶ ἄλλος ποιήσεως. ἔστι δὲ τέχνη μὲν ἕξις μετὰ λόγου ποιητική, ὥσπερ ἡ οἰκοδομική· φρόνησις δὲ ἕξις μετὰ λόγου πρακτική, ὡς μετὰ ταῦτα ῥηθήσεται· ἡ ἄρα τέχνη καὶ τῆς ἐπιστήμης διαφέρει (καὶ γὰρ περὶ ἐνδεχόμενα καταγίνεται), καὶ τῆς φρονήσεως, ὅτι ποιητική ἐστιν οὐ πρακτική· ἡ γὰρ τέχνη πᾶσα ἕξις ἐστὶ μετὰ λόγου ἀληθοῦς ποιητική· καὶ ἥ ἐστι τοιαύτη ἕξις, τέχνη ἐστίν· ἀντιστρέφει γάρ. πᾶσα δὲ τέχνη περὶ γένεσίν ἐστιν ἐκείνων, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, οἷον ἡ οἰκοδομικὴ περὶ τὸ γενέσθαι οἰκίαν καὶ ἡ ναυπηγικὴ περὶ τὸ γενέσθαι πλοῖον, ἃ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι. πλὴν οὐκ ἔστι περὶ πάντα τὰ ἐνδεχόμενα γενέσθαι, ἀλλὰ περὶ ἐκεῖνα μόνον, ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐν τῷ ποιοῦντι καὶ οὐκ ἐν τῷ ποιουμένῳ ἐστίν, οἷά ἐστι τὰ φυσικά· τῶν γὰρ κατὰ φύσιν ἡ ἀρχὴ τῆς γενέσεως ἐν αὐτοῖς ἐστι· καί εἰσι μὲν ἐνδεχόμενα, τεχνητὰ δὲ οὔκ εἰσιν· οὐκ ἔχουσι γὰρ τὴν αἰτίαν τῆς ὑπάρξεως ἔξωθεν, ὥσπερ οἰκία τὸν οἰκοδόμον καὶ πλοῖον τὸν ναυπηγόν. ἔστι δὲ ἡ τέχνη καὶ ἡ τύχη σχεδὸν περὶ τὰ αὐτὰ ὑποκείμενα· καὶ γὰρ καὶ ἡ τύχη περὶ ἐνδεχόμενά ἐστι καὶ ἄλλοτε ἄλλως ἔχοντα καὶ ὧν ἡ αἰτία τῆς ὑπάρξεως ἔξωθεν· εἰ γὰρ ἐν αὐτοῖς εἶχον τὰ τυχηρὰ τὰς ἀρχὰς τῆς ὑπάρξεως, οὐκ ἂν ἐδόκει παράδοξα· νῦν δὲ διὰ τοῦτο θαυμάζονται, ὅτι ἡ αἰτία αὐτῶν οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ ὅθεν ἂν οὐδεὶς προσεδόκησε· τὸ γὰρ σκάπτειν τοῦ πλουτεῖν αἴτιον ὑπῆρξε πολλάκις· θεμελίῳ γάρ τις βόθρον ὀρύττων περιέτυχε θησαυρῷ· παρὰ προσδοκίαν δέ ἐστι, διότι καθʼ αὑτὸ οὐκ ἔστιν αἴτιον τὸ σκάπτειν τοῦ πλουτεῖν (ᾖ γὰρ ἂν πάντες ἐπλούτουν οἱ σκάπτοντες), ἀλλὰ κατὰ συμβεβηκός· τὰ γὰρ κατὰ συμβεβηκὸς αἴτια, ὧν εἰσιν αἴτια, οὐ προσεδοκῶντο γενέσθαι· ἐκεῖνα γάρ τις περὶ τοῦ πράγματος προσδοκᾷ, ὅσα ἐν τῷ αὐτοῦ περιέχονται λόγῳ, ἢ δυνάμει ἢ ἐνεργείᾳ· τὰ δὲ κατὰ συμβεβηκὸς οὐ τοιαῦτα.
ἔστι τοίνυν τέχνη καὶ τύχη τρόπον τινὰ περὶ τὰ αὐτά. τρόπον τινὰ δὲ λέγω, ὅτι τῶν ἐνδεχομένων μέν ἐστι καὶ ἄλλοτε ἄλλως ἐχόντων· οὐκ ἔστι δὲ καθʼ αὑτὸ τούτων αἰτία ἀλλὰ κατὰ συμβεβηκός, ἡ δὲ τέχνη καθʼ αὑτό ἐστιν αἰτία τῶν τεχνητῶν. ἡ μὲν οὖν τέχνη, ὡς εἴρηται, ἕξις ἐστὶ μετὰ λόγου 〈ἀληθοῦσ〉 ποιητικὴ περὶ τὰ ἐνδεχόμενα, ὧν ἡ αἰτία ἐν τῷ ποιοῦντι· ἀτεχνία δὲ τοὐναντίον μετὰ λόγου ψευδοῦς ποιητικὴ ἕξις περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχει ν . Περὶ φρονήσεω ς . κε φ . ϛ ʹ. Νῦν δὲ λέγομεν περὶ φρονήσεως. γένοιτο δʼ ἂν σαφὴς ὁ περὶ τῆς φρονήσεως λόγος, εἰ θεωρήσομεν, τίνας λέγομεν εἶναι φρονίμους. δοκεῖ δὴ φρόνιμος εἶνα ι, ὃς δύναται καλῶς βουλεύεσθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ περὶ τῶν μερικῶν ἀγαθῶν σκοπούμενος, οἷον περὶ ὑγιείας ἢ ἰσχύος ἢ ἄλλου τινὸς καὶ τῶν πρὸς ταῦτα φερόντων, ἀλλὰ περὶ τοῦ εὖ ζῆν ἁπλῶς καὶ ὅσα συντελεῖ πρὸς εὐδαιμονίαν, ὅ ἐστι τὸ ἀνθρώπινον τέλος. ὅτι δὲ οὕτως ἔχει, δῆλον· φρονίμους γὰρ ὀνομάζομεν τοὺς πρός τι τέλος ἀγαθὸν τὰς ἰδίας πράξεις τάττοντας καὶ καλῶς βουλευομένους περὶ αὐτῶν καὶ ὡς ἂν διʼ αὐτῶν δυνηθεῖεν τοῦ σπουδαίου τέλους τυχεῖν, ἐκεῖνα πράττοντας, ὧν οὐκ ἔστι τέχνη· ὥστε καὶ ὅλως ἂν εἴη φρόνιμος ὁ βουλευτικός· εἰ δὲ βουλευτικός, περὶ τὰ ἐνδεχόμενά ἐστιν. οὐδεὶς γὰρ βουλεύεται περὶ τῶν ἀναγκαίων καὶ μὴ δυναμένων ἄλλως ἔχειν, ἔτι δὲ οὐδὲ περὶ τῶν ἐνδεχομένων μὲν γενέσθαι ὅλως, ὑπʼ αὐτοῦ δὲ γενέσθαι οὐκ ἐνδεχομένων· ὁμοίως γὰρ οὐδὲ περὶ αὐτῶν βουλεύεταί τις, ἀλλὰ μόνον περὶ τῶν δυνατῶν ὑπʼ αὐτοῦ πραχθῆναι. φανερὸν δὴ ἐκ τῶν εἰρημένων, ὅτι ἡ φρόνησις ἄλλο ἐστὶν οὐ μόνον παρὰ τὴν τέχνην, ὡς δέδεικται, ἀλλὰ 〈καὶ〉 παρὰ τὴν ἐπιστήμην, ὅτι ἡ μὲν περὶ τὰ ἀναγκαῖά ἐστιν, ἡ δὲ φρόνησις περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. ἔστι γὰρ φρόνησις ἕξις ἀληθὴς μετὰ λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπου ἀγαθὰ καὶ κακά. τῆς τέχνης δὲ διαφέρει, καθὼς εἴρηται, ὅτι ἄλλο πρᾶξις καὶ ἄλλο ποίησις· τῆς μὲν γὰρ ποιήσεως τὸ τέλος ἄλλο ἐστὶ παρὰ τὴν ποίησιν· ἄλλο γάρ ἐστι ναυπηγικὴ καὶ ἕτερον τὸ πλοῖον· τῆς δὲ πράξεως τὸ τέλος οὐκ ἔστιν ἄλλο παρὰ τὴν πρᾶξιν ἀεί· καὶ γὰρ ἐνίοτε αὐτὴ ἡ πρᾶξις τέλος ἐστὶν ἑαυτῆς, ὅταν εὖ καὶ καλῶς πράττηται· τῆς γὰρ ἱππικῆς τέλος τὸ εὖ καὶ καλῶς ἱππεύειν. ἔστι τοίνυν φρόνησις ἕξις περὶ τὰ ἀνθρώπου ἀγαθὰ ἢ κακά. διὰ τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα εἶνα ι, διότι τὰ ἑαυτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἄλλοις ἀνθρώποις ἐδύναντο θεωρεῖν· τοιούτους δὲ εἶναι ἡγούμεθα τοὺς οἰκονομικοὺς καὶ πολιτικούς.
120
τοῦτο δὲ καὶ ἀπὸ τοῦ ὀνόματος τῆς σωφροσύνης γίνεται δῆλον· ὁ γὰρ σώφρων φυλάττων τὸ ἑαυτοῦ ἀγαθόν, τὴν φρόνησιν λέγεται σώζειν· καὶ τὴν σωφροσύνην, ὡς σώζουσαν τὴν φρόνησιν, τούτῳ προσαγορεύομεν τῷ ὀνόματι. καὶ γὰρ ὁ ἀκόλαστος οὐδεμίαν τῶν ἄλλων γνώσεων τῇ ἡδονῇ διαφθείρει, εἰ μὴ τὴν φρόνησιν μόνην· ἀλλʼ οὔτε τὴν ἐπιστήμην οὔτε τὴν τέχνην οὔτε ἄλλην τινὰ τῶν ἀπηριθμημένων· ἡ γὰρ ἡδονὴ οὐδὲν κωλύει εἰδέναι τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν, ὅπερ ἐστὶ τῆς ἐπιστήμης, οὐδὲ πῶς δεῖ ναῦν οἰκοδομῆσαι ἢ ἄλλο τι ποιῆσαι τεχνητόν· ἀλλὰ μόνον τὸ πρακτὸν διαστρέφει, περὶ ὃ ἡ φρόνησίς ἐστιν· αἱ γὰρ ἀρχαὶ καὶ τὰ αἴτια τῶν πρακτῶν τὰ τέλη εἰσίν, ὧν ἕνεκα πράττονται· τέλος δέ ἐστιν ἑκάστῳ πρακτῷ τὸ ἀγαθὸν τοῦ πράττοντος προσεχῶς, ὅπερ εἰ ἀγνοηθήσεται, τὸ πρακτὸν διαστρέφεται· ἀγνοεῖται δέ, ὅτε τις ὑφʼ ἡδονῆς ἢ λύπης διαφθαρεὶς ἢ ἄλλου τινὸς πάθους οἴεται τὴν ἡδονὴν εἶναι τὸ ἀγαθὸν καὶ τὸ τέλος τὸ προσῆκον αὐτὸ νομίζει καὶ εἰς αὐτὴν τάττει τὰς πράξεις· καὶ οὕτω διαφθείρει τὸ ἑαυτοῦ ἀγαθόν, ὅ ἐστι τὸ τέλος καὶ ἡ προσήκουσα τῶν πρακτῶν ἀρχή· ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆ ς. καὶ διὰ τοῦτο τοῦ ἀκολάστου φθείροντος τὴν φρόνησιν, ὁ διασώζων σώφρων καλεῖται· ὥστε ἀνάγκη τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθῆ, περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν. δῆλον μὲν οὖν καὶ ἀπὸ τούτων, ὅτι ἄλλο ἐστὶ παρὰ τὴν ἐπιστήμην καὶ τὴν τέχνην καὶ τὰς ἄλλας γνώσεις. ἔτι δὲ τῆς μὲν τέχνης ἐστὶ καὶ κακία καὶ ἀρετή· καὶ γὰρ δυνατὸν καὶ ἀγαθὸν εἶναι τεχνίτην καὶ πονηρόν· φρονήσεως δὲ οὔτε κακία ἐστὶν (ἀδύνατον γὰρ φρόνιμόν τινα φαῦλον εἶναι) οὔτε ἀρετή· αὐτὴ γάρ ἐστιν ἀρετή· ἀρετὴ δὲ ἀρετῆς οὐκ ἔστιν, οὐ γὰρ μεσότης μεσότητος. ἔτι ὁ μὲν κατὰ τὴν τέχνην ἑκὼν ἁμαρτάνων βελτίων τοῦ ἄκοντος ἁμαρτάνοντος, καθόσον ἐστὶ τεχνίτης· ἐπὶ δὲ τῆς φρονήσεως οὐχ οὕτως ἀλλὰ τοὐναντίον· ὁ γὰρ ἑκὼν τὴν φρόνησιν διαφθείρων χείρων τοῦ ἄκοντος. δῆλον οὖν, ὅτι ἡ φρόνησις ἀρετή τίς ἐστι καὶ οὐ τέχνη· ἀρετὴ δέ ἐστι τοῦ δοξαστικοῦ. δυοῖν γὰρ ὄντοιν τῶν λόγον ἐχόντων τῆς ψυχῆς μερῶν, τοῦ τε διανοητικοῦ καὶ τοῦ δοξαστικοῦ, ἤτοι τοῦ βουλευτικοῦ, τὸ δεύτερον περὶ τὰ ἐνδεχόμενά ἐστι, περὶ ἃ καὶ ἡ φρόνησις. ἔστι δὲ ἡ φρόνησις οὐχ ἕξις μόνον μετὰ λόγου ἀληθής, ὥσπερ ἡ τέχνη, ὅταν μὴ ποιῇ ὁ τεχνίτης τὰ τεχνητά (οὐδὲν γὰρ κωλύει καὶ μὴ ποιοῦντα τεχνίτην εἶναι καὶ τέχνην τὴν μετὰ λόγου ἕξιν ἀληθῆ), τὴν δὲ φρόνησιν ἀεὶ πρακτικὴν εἶναι πᾶσα ἀνάγκη· τὰ μὲν γὰρ ὑποκείμενα καὶ ἡ ὕλη τῆς τέχνης οὐκ ἀεὶ πάρεστι τῷ τεχνίτῃ· τὰ δὲ τῆς φρονήσεως ὑποκείμενα οὐδέποτε τὸν φρόνιμον ἐπιλείπει· τὰ γὰρ τῆς ψυχῆς πάθη καὶ ἀνθρώπιναι πράξεις καὶ αἱ πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαι καὶ τἄλλα, περὶ ἃ πᾶσα ἀρετή ἐστι καὶ ἡ φρόνησις, ταῦτα τοίνυν ἔξω τοῦ ἀνθρωπίνου βίου γενέσθαι ἀδύνατον· διὰ τοῦτο καὶ λήθη τῆς μὲν τέχνης ἐστι, φρονήσεως δὲ οὐκ ἔστιν.
περὶ μὲν οὖν φρονήσεως εἴρηται. Περὶ τοῦ νο ῦ . κε φ . ζ ʹ . Ῥητέον δὲ ἤδη περὶ τοῦ νοῦ, περὶ τίνα ἐστὶ τῶν γνωστῶν. ἐπεὶ τοίνυν ἡ ἐπιστήμη γνῶσίς ἐστι τῶν καθόλου καὶ τῶν ἐξ ἀνάγκης ὄντων, μετὰ λόγου καὶ ἀποδείξεως, ἡ δὲ ἀπόδειξις ἀρχὰς ἔχει, ἃς δεῖ προϋποκεῖσθαι τῆς ἀποδείξεως τῷ ἐπιστήμονι, ζητητέον τίνος τῶν ἀπηριθμημένων γνώσεών ἐστι τὸ ταύτας εἰδέναι τὰς ἀρχάς, ἐπιστήμης ἢ τέχνης ἢ φρονήσεως ἢ σοφίας ἢ νοῦ. ἐπιστήμης μὲν οὖν οὐ δυνατὸν εἶναι· ἡ γὰρ ἐπιστήμη ἀποδεικτική· αἱ δὲ ἀρχαὶ οὐκ ἀποδεικταί· ἀλλʼ οὐδὲ φρονήσεως, οὐδὲ τέχνης· αἱ μὲν γὰρ περὶ τὰ ἐνδεχόμενα, αἱ δὲ ἀρχαὶ οὐ τοιαῦται· ἔτι δὲ οὐδὲ τῆς σοφίας ἐστὶ τὸ τὰς ἀρχὰς εἰδέναι· καὶ γὰρ καὶ σοφία ἐστί, τὸ ἀποδεικτά τινα εἰδέναι· αἱ δὲ ἀρχαὶ ἄμεσοι. λείπεται δὴ τὸν νοῦν εἶναι γνῶσιν τῶν ἀρχῶν, καὶ τοῦτό ἐστι νοῦς, ᾧ τὰς ἀρχὰς γινώσκομεν τῆς ἐπιστήμης. Περὶ σοφία ς . κε φ . η ʹ . Ἡ δὲ σοφία διχῶς λέγεται· ἔστι γὰρ ἡ μὲν μερικὴ σοφία, ἡ δὲ καθόλου· καὶ μερικὴ μέν ἐστιν ἡ ἑκάστης τέχνης ἀρετὴ καθʼ ἣν τοῦτον ἢ ἐκεῖνον τὸν τεχνίτην σοφὸν λέγομεν κατὰ τὴν αὑτοῦ τέχνην, οἷον τὸν Φειδίαν λιθουργὸν σοφὸν λέγομεν, ὅτι ἄριστός ἐστι τὴν λιθουργικήν, καὶ Πολύκλειτον σοφὸν ἀνδριαντοποιόν. καθόλου δὲ σοφία ἐστί, καθʼ ἣν οὐ κατά τι λέγομέν τινας σοφούς, ὥσπερ Ὅμηρός φησιν ἐν τῷ Μαργίτῃ τὸν δ ’ οὔ τ ’ ἄ ρ ’ σκαπτῆρα θεοὶ θέσαν οὔ τ ’ ἀροτῆρα οὔ τ ’ ἄλλως τι σοφό ν· ὥστε δῆλον, ὅτι ἡ ἀκριβεστάτη τῶν ἐπιστημῶν ἂν εἴη ἡ σοφία, κἄν τε τὴν μερικὴν εἴπῃ τις κἄν τε τὴν καθόλου· ἥ τε γὰρ μερικὴ αὐτὸ τοῦτό ἐστιν ἀκριβὴς ἐπιστήμη καὶ τέχνη, καὶ ἡ καθόλου διὰ τὸ καθόλου εἶναι ἀκριβεστέρα ἐστὶ τῶν ἄλλων, καθόσον μᾶλλόν ἐστιν ὡρισμένη. ἐπεὶ τοίνυν καθόλου τί ἐστιν ἡ σοφία, δεῖ τὸν σοφὸν τὸν κατʼ αὐτὴν σοφὸν μὴ τὸ μὲν τῶν γνωστῶν εἰδέναι, τὸ δὲ ἀγνοεῖν· καὶ διὰ τοῦτο μὴ μόνον τὰ ἀποδεικτὰ ὁ σοφὸς εἴσεται ἀλλὰ καὶ τὰς ἀρχάς, ὅθεν αἱ ἀποδείξεις, καὶ τὸν ἐγχωροῦντα περὶ αὐτῶν ἀποδώσει λόγον. ὥστε εἴη ἂν ἡ σοφία νοῦς καὶ ἐπιστήμ η· καὶ οὕτως ἔσται ἐπιστήμη ἡ τιμιωτάτη, καθάπερ κεφαλὴν ἔχουσα τὰς ἀρχάς. ἐν γὰρ τῷ αὐτῆς λόγῳ καὶ τὰ ἀποδεικτὰ καὶ αἱ ἀρχαὶ λαμβάνονται· ἐπὶ γὰρ τῶν ἄλλων ἐπιστημῶν οὐχ οὕτως ἔχει· οὐ γὰρ ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ γνῶσις τῶν ἀρχῶν παραλαμβάνεται, ἀλλὰ τῶν ἀποδείκτων μόνον.
διαφέρει δὲ ἡ σοφία φρονήσεως, ὅτι ἡ μὲν φρόνησις πολιτική ἐστιν. ἡ δὲ σοφία ἡ τῶν ἄλλων ἐπιστημῶν σπουδαιοτάτη· οὐ γὰρ ἡ φρόνησις σπουδαιοτάτη· σπουδαιοτάτη γάρ ἐστιν, ἥτις περὶ τὸ ἄριστον καταγίνεται· ἡ δὲ φρόνησις περὶ τὰ ἀνθρώπινα ἀγαθὰ καταγίνεται· ὁ δὲ ἄνθρωπος καὶ τὰ αὐτοῦ ἀγαθὰ οὐκ ἔστι τὸ ἄριστον. ἔτι φρόνιμόν ἐστι τὸ εὑρετικὸν τοῦ ἰδίου ἀγαθοῦ· ἀγαθὸν δὲ οὐ πᾶσι τὸ αὐτό· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ὑγιεινὸν καὶ ὠφέλιμον· φρόνιμον ἄρα οὐ παρὰ πᾶσι τὸ αὐτό· σοφὸν δὲ τὸ αὐτὸ παρὰ πᾶσιν. τὸ γὰρ ἐπιστητὸν σοφόν· τὸ δὲ τὸ τρίγωνον δύο ὀρθὰς ἔχειν, ἐπιστητόν ἐστι, καὶ τὸ αὐτὸ δοκεῖ παρὰ πᾶσιν ἐπιστητὸν εἶναι, καθάπερ καὶ τὸ αὐτὸ εὐθὺ καὶ τὸ αὐτὸ λευκὸν παρὰ πᾶσιν· φρόνιμον δὲ οὐκ ἐπʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων, τὸ θεωρεῖν ἕκαστον τὰ ἑαυτοῦ ἀγαθὰ καὶ πράττειν· ὅθεν καὶ ἔνια τῶν θηρίων φρόνιμά φασιν εἶνα ι , ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα φαίνεται δύναμιν προνοητική ν· φανερὸν τοίνυν, ὅτι οὐκ ἂν εἴη ἡ σοφία καὶ ἡ φρόνησις ἡ αὐτή. εἰ γὰρ τὴν πρακτικὴν τῶν ἑαυτοῖς ὠφελίμων ἐροῦσι σοφίαν, πολλαὶ ἔσονται σοφίαι· πολλὰ γὰρ τὰ ὠφέλιμα ἑκάστῳ· καθάπερ καὶ ἰατρικὴ οὐ μία περὶ πάντα τὰ ζῷα διότι ἄλλοις ἄλλα ὑγιεινὰ ἢ νοσώδη· εἰ δὲ φαῖεν βέλτιστον εἶναι τὸν ἄνθρωπον τῶν ἄλλων ζῴων καὶ διὰ τοῦτο τὴν πολιτικήν, ἤτοι τὴν φρόνησιν, σπουδαιοτάτην εἶναι, καθάπερ ἡ σοφία, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα πολλῷ θειότερα τὴν φύσιν, οἷα τὰ προδήλως συνιστάντα τὸ πᾶν, λέγω δὴ ἐξ ὧν ὁ κόσμος συνέστηκε ν· ἐκ τῶν εἰρημένων δὲ δῆλον, ὅτι σοφία ἐστὶ νοῦς καὶ ἐπιστήμη, περὶ τὰ φύσει τιμιώτατα, ἅ εἰσι τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μὲν λέγουσι, φρονίμους δὲ οὐδαμῶς, διότι τὰ μὲν αὑτοῖς συμφέροντα ἠγνόουν καὶ τὰ πρὸς τὸν βίον χρήσιμα, ἐγίνωσκον δὲ περιττά τινα καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια. ἡ μὲν οὖν σοφία περὶ ταῦτα· φρόνησις δὲ περὶ τὰ ἀνθρώπινα καὶ περὶ ὧν ἔστι βουλεύσασθα ι . τοῦ γὰρ φρονίμου μάλιστα τοῦτό φαμεν ἔργον εἶναι, τὸ εὖ βουλεύεσθαι· οὐδεὶς δὲ περὶ τῶν ἀναγκαίων βουλεύεται καὶ ἅπερ οὐ δύναται ἄλλως ἔχειν, οὐδὲ ὅσα μὴ ἔχουσι τέλος τὸ πρακτὸν ἀγαθόν· ἡ δὲ σοφία τέλος ἔχει τὴν καθόλου ἀλήθειαν, καὶ ἡ μὲν ὑποκείμενον ἔχει τὸ καθόλου ἐπιστητὸν καὶ τὰς ἀρχὰς ἁπάσης ἐπιστήμης, ἡ δὲ φρόνησις καὶ τῶν μερικῶν ἐστι. γινώσκει μὲν γὰρ ὁ φρόνιμος. καὶ καθόλου τίνα τὰ τοῦ ἀνθρώπου ἀγαθά, γινώσκει δὲ καὶ τὰ μερικὰ ἐξ ἀνάγκης, τίνα εἰσὶν ἃ δεῖ πράττειν τόνδε τὸν ἄνθρωπον κατὰ τόνδε τὸν καιρόν· καὶ γὰρ πρακτική ἐστιν· ἡ δὲ πρᾶξις περὶ τὰ καθʼ ἕκαστα. διὰ τοῦτο καὶ οἱ τὰ μερικὰ μόνον εἰδότες τῶν τὰ καθόλου εἰδότων πρακτικώτεροι. καὶ ὅλως ἐν πᾶσιν οἱ ἔμπειροι μᾶλλον δύνανται πράττειν ἢ οἱ τὰ καθόλου γινώσκοντες· εἰ γάρ τις εἰδοίη μὲν ὅτι τὰ κοῦφα κρέα εὔπεπτα καὶ ὑγιεινά, τίνα δέ εἰσιν ἀγνοεῖ, οὐ ποιήσει ὑγίειαν, ἀλλʼ ὁ εἰδώς, ὅτι τὰ ὀρνίθεια κοῦφα καὶ ὑγιεινά, ποιήσει μᾶλλον.
ἐπεὶ τοίνυν ἡ φρόνησις πρακτική, καὶ ἄμφω ἔχειν ἀνάγκη ἢ τὰ καθʼ ἕκαστα μᾶλλον· μετὰ γὰρ τοῦ καθόλου μόνον οὐ δύναται εἶναι πρακτική. τί μὲν οὖν ἐστιν ἡ σοφία καὶ τίνι διαφέρει φρονήσεως, εἴρηται. Περὶ φρονήσεω ς . κε φ . θ ʹ . Περὶ δὲ φρονήσεως ἔτι λέγωμεν. ἔστι τοίνυν ἡ φρόνησις καὶ τῶν καθόλου καὶ καθʼ ἕκαστα, καθάπερ ἀρχιτεκτονική· ὁ γὰρ τὰ καθόλου εἰδὼς πρὸς τὸν ἔμπειρον ὥσπερ ἀρχιτέκτονος ἔχει λόγον. τῆς δὲ φρονήσεως ἁπλῶς ἡ μέν ἐστιν ἠθική, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις φρόνησις καλεῖται, ἡ δέ, ἥτις τὸ πόλεως ἀγαθὸν ἔχει τέλος, ἥτις καλεῖται πολιτική. καὶ ἔστι μὲν ἡ αὐτὴ τῇ φρονήσει, τῷ λόγῳ δὲ διαφέρει, καθόσον περὶ ὑποκείμενά εἰσι διάφορα. τῆς δὲ πολιτικῆς ἡ μέν ἐστι καθάπερ ἀρχιτεκτονικὴ φρόνησις, ἥτις καλεῖται νομοθετική, ἡ δὲ μερικὴ καὶ ὑπʼ αὐτήν ἐστιν, ἥτις καλεῖται πολιτική. πολιτικὴν δὲ λέγω τὴν πρακτικὴν καὶ βουλευτικήν, ἥτις ἐστὶ περὶ τὰ ψηφίσματα καὶ τὰς πράξεις· τὰ γὰρ ψηφίσματα πρακτικά εἰσιν, οὐχ ὡς ἡ πρώτη φρόνησις, ἡ ἀρχιτεκτονική, ἀλλʼ ὡς ἡ ἐσχάτη, ἥτις καὶ κυρίως ἐστὶ πρακτική. διὰ τοῦτο καὶ τούτους μόνους λέγουσι πολιτευομένους καὶ τὸ κατʼ αὐτοὺς πολιτείαν, διότι οὖτοι μόνοι τῶν φρονίμων πράττουσιν ὥσπερ οἱ χειροτέχναι. καὶ γὰρ οὖτοι μόνοι κυρίως πράττουσι· οἱ γὰρ ἀρχιτέκτονες τῷ τάττειν μόνον τὰς πράξεις πρακτικοὶ λέγονται, κυρίως δὲ οὔκ εἰσι πρακτικοί. δοκεῖ δὲ κυρίως εἶναι φρόνησις, ὅταν τις ζητῇ μόνον τὸ ἑαυτῷ ἀγαθόν, ἥτις καὶ ἔχει τὸ κοινὸν ὄνομα καὶ φρόνησις ἰδίως λέγεται· τῶν δὲ ἄλλων ἡ μὲν περὶ οἰκίαν οἰκονομική, ἡ δὲ περὶ πόλιν, ἡ μὲν νομοθεσία, ἡ δὲ πολιτική· καὶ τῆς πολιτικῆς ἡ μὲν βουλευτική, ἡ δὲ δικαστική. ἡ μὲν οὖν ἰδίως καλουμένη φρόνησις, δηλονότι τὸ τὰ ἑαυτῷ ὠφέλιμα εἰδέναι καὶ ἀγαθά, γνῶσίς τίς ἐστιν, ὥσπερ καὶ ἡ πολιτική. οὐκ ἔστι δὲ πάντῃ ἡ αὐτὴ τῇ πολιτικῇ· καὶ διὰ τοῦτο τὸν μὲν τὰ ἀγαθὰ 〈ἑαυτῷ〉 μόνον ζητοῦντα φρόνιμον οἱ ἄνθρωποι νομίζουσι, τὸν δὲ πολιτικὸν πολυπράγμονα. διὰ τοῦτο καὶ Εὐριπίδης φησὶ πῶς δ ’ ἂν φρονοίη ν , ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένον στρατοῦ ἴσων μετασχεῖ ν ; τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέο ν. τούτου χάριν καὶ ἰδίως φρόνησις ἐκλήθη ἡ ἠθική, καὶ φρόνιμος ἰδίως ὁ ζητῶν μόνον τὸ ἑαυτοῦ ἀγαθόν, καὶ τοῦτο μόνον δεῖν οἰόμενος πράττειν, περαιτέρω δὲ μὴ ζητεῖν. καίτοι οὐ δυνατὸν ἴσως τὴν ἠθικὴν εἶναι ἄνευ τῆς οἰκονομικῆς οὐδὲ τὴν οἰκονομικὴν ἄνευ τῆς πολιτικῆς· οὐ γὰρ δυνατὸν εὖ καὶ καλῶς τὰ καθʼ ἑαυτόν τινα διαθεῖναι, τῆς οἰκίας αὐτῷ ἢ τῆς πόλεως οὐ καλῶς ἐχούσης. χαλεπὸν γὰρ μὴ διαφθαρῆναί τινα μετὰ πολλῶν φαύλων διατρίβοντα· εἰ δὲ μετὰ μηδενὸς διατρίβει, ἀλλὰ βίον ἔχει μονώτην, πῶς εἴσεται τὸ ἑαυτῷ ἀγαθόν; ἄδηλον γάρ, καὶ χρεία διδασκαλίας πρὸς αὐτὸ καὶ σκέψεως.
ταῦτα δὲ ἀδύνατον ἄνευ ἐμπειρίας γενέσθαι· ἡ δὲ ἐμπειρία τῶν ἐν κοινωνίᾳ ὄντων ἐστί, καὶ οἰκίας καὶ πόλεως, καὶ ἄνευ τούτων οὐκ ἔνι ἔμπειρον οὐδὲ φρόνιμον εἶναι. διὰ τοῦτο καὶ οἱ νέοι μαθηματικοὶ μὲν γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμοι δὲ οὐ δοκοῦσιν εἶναι. τὸ γὰρ αἴτιον, ὅτι τῶν καθʼ ἕκαστά ἐστιν ἡ φρόνησις, ἅτινα ἐξ ἐμπειρίας γινώσκονται· ὁ δὲ νέος ἔμπειρος οὐκ ἔστι διὰ τὸ χρόνου πολλοῦ δεῖσθαι τὴν ἐμπειρίαν. καὶ τοῦτο δὲ ἀκόλουθον σκέψασθαι, πῶς οἱ νέοι μαθηματικοὶ μὲν γίνονται, σοφοὶ δὲ ἢ φυσικοὶ οὐδαμῶς· ἢ ὅτι τῶν μὲν φυσικῶν καὶ τῆς σοφίας αἱ ἀρχαὶ ἀπὸ τῶν καθʼ ἕκαστα λαμβάνονται; καὶ γὰρ καὶ τὴν σοφίαν, ἥτις περὶ τὰ ἀναγκαῖά ἐστι καὶ ἀίδια, ἀδύνατόν ἐστι κατορθωθῆναι ἄνευ τῆς ἐμπειρίας. ἀπὸ γὰρ τῶν ἡμῖν καὶ τῇ αἰσθήσει γνωρίμων ἐπὶ τὰ ὑπὲρ τὴν αἴσθησιν ἀγόμεθα· χωρὶς μὲν γὰρ τοῦ γνῶναι τίνα συμβαίνουσι τῷδε ἢ ἐκείνῳ τῷ φυσικῷ, τὸν καθόλου περὶ αὐτῶν λόγον, οὐ δυνατὸν συμπερᾶναι οὐδὲ ποιῆσαι ἐπιστήμην. πάλιν δὲ χωρὶς τῆς φυσικῆς ἐπιστήμης ἀδύνατον ἐπὶ τὴν σοφίαν ἐλθεῖν· μετὰ τὰ φυσικὰ γὰρ τὰ ὑπὲρ φύσιν γιγνώσκομεν· τὸ δὲ γνῶναι τὰ καθʼ ἕκαστα, ἐμπειρίας ἐστίν· ἡ δὲ ἐμπειρία χρόνου πολλοῦ· καὶ διὰ τοῦτο τοὺς νέους οὐ δυνατὸν φυσικοὺς ἢ σοφοὺς εἶναι. τῶν δὲ μαθηματικῶν αἱ ἀρχαὶ χωρὶς τῆς ὕλης λαμβάνονται· καὶ διὰ τοῦτο οὐ χρείαν ἔχουσι γνῶσιν ἔχειν τῶν καθʼ ἕκαστα· καὶ γὰρ οὐκ ἐν τῇ ὕλῃ σκοποῦσι τὸν κύκλον ἢ τὸν ἀριθμόν, ἐν ᾗ πολυειδής τις, ὡς εἰπεῖν, καὶ ἀόριστος γίνεται, καθάπερ τὰ φυσικὰ ὁ φυσικός, ἀλλὰ ἀφελόντες τῆς ὕλης καὶ αὐτὸν σκοποῦντες καθʼ ἑαυτόν, τούτου χάριν τοὺς νέους οὐδὲν κωλύει μαθηματικοὺς εἶναι· καὶ γὰρ τὰς μὲν τῶν φυσικῶν ἀρχὰς καὶ ὅλως τὰ φυσικὰ εἰ καὶ λέγουσιν, ἀλλʼ οὐκ ἴσασιν ἀκριβῶς περὶ αὐτῶν οὐδὲ πιστεύουσι, τὰς δὲ τῶν μαθηματικῶν καὶ πιστεύουσι· γινώσκουσι γὰρ διὰ τὸ ὡρισμένους εἶναι τοὺς αὐτῶν λόγους. ἐπεὶ τοίνυν φανερόν, ὅτι τῆς φρονήσεως τῆς ἠθικῆς αἰτία ἐστὶν ἡ ἐμπειρία, τὴν δὲ ἐμπειρίαν οὐκ ἔνι γενέσθαι χωρὶς κοινωνίας πολιτικῆς, ἡ δὲ πολιτικὴ κοινωνία οὐ δύναται εἶναι ἄνευ τῆς πολιτικῆς φρονήσεως, δῆλον ὅτι τὴν ἠθικὴν φρόνησιν οὐ δυνατὸν εἶναι ἄνευ τῆς πολιτικῆς. ἔτι ἐπεὶ ἡ ἁμαρτία ἡ περὶ τὰς πράξεις ἀπὸ ἀγνοίας συμβαίνει ἢ τῆς καθόλου ἢ τῆς μερικῆς (καὶ γὰρ ὁ ἀγνοῶν καθόλου, ὅτι τὰ βαρύσταθμα ὕδατα φαῦλα, καὶ ὁ τοῦτο μὲν εἰδώς, ἀγνοῶν δὲ μερικῶς, ὅτε τάδε τὰ ὕδατα βαρύσταθμα, ὁμοίως ἁμαρτήσεται· χρήσεται γὰρ ἑκάτερος τοῖς φαύλοις ὕδασι), φανερόν, ὅτι πρὸς τὸ μὴ ἁμαρτεῖν ἀναγκαῖον μὴ μόνον εἰδέναι, ὅτι τάδε τὰ ὕδατα βαρύσταθμα, ἀλλὰ καὶ ὅτι τὰ βαρύσταθμα φαῦλα· δεῖται ἄρα ἡ μερικὴ φρόνησις τῆς καθόλου φρονήσεως, τῆς πολιτικῆς, καὶ ἀδύνατον τὴν ἠθικὴν ἄνευ τῆς πολιτικῆς συστῆναι, ὥσπερ καὶ τὴν μερικὴν γνῶσιν ἄνευ τῆς καθόλου μὴ ἁμαρτάνειν ἀδύνατον. ἀπὸ τούτων δὲ φανερὸν καὶ ὅτι ἡ φρόνησις οὔτε ἐπιστήμη ἐστὶν οὔτε νοῦς· ἐπιστήμη μέν, ὅτι ἡ φρόνησις περὶ τὰ καθʼ ἕκαστά ἐστιν, ἅπερ ὕστερα τῇ φύσει εἰσί· ἡ δὲ ἐπιστήμη τῶν πρώτων τῇ φύσει τῶν καθόλου ἐστί· νοῦς δὲ ἡ φρόνησις οὐκ ἔστιν.
125
ἔτι καὶ ἀντίκειται τῷ νῷ. καὶ γὰρ ὁ μὲν νοῦς περὶ τὰ πρῶτα καὶ ἀναπόδεικτα, φρόνησις δὲ περὶ τὰ ἔσχατα, περὶ ἃ οὐδὲ ἐπιστήμη ἐστὶν ἀλλʼ αἴσθησις. ἐκεῖνα δὲ λέγω, οὐχ ὧν ἰδίως ἑκάστη αἴσθησις ἀντιλαμβάνεται, οἷον τῶν γευστῶν καὶ ὀσφραντῶν ἢ ἀκουστῶν· οὐ γὰρ χυμοὺς κρίνει ἡ φρόνησις ἢ ἀναθυμιάσεις ἢ ἤχους, ἀλλʼ ἁπλῶς τὰ καθʼ ἕκαστα· ταῦτα γὰρ μόνη γινώσκει ἡ αἴσθησις· διὰ τοῦτο τὴν φρόνησιν περὶ ἐκεῖνα λέγομεν εἶναι, περὶ ἃ καὶ ἡ αἴσθησις, οἷον εἰ δεῖ τήνδε τὴν πόλιν τῶν Ἀθηναίων τῇδε τῇ πόλει τῶν Κορινθίων πολεμεῖν, τοῦ φρονίμου εἰδέναι· πρακτικὴ γὰρ ἡ φρόνησις· ἡ δὲ πρᾶξις τῶν μερικῶν. τοῦτον δὲ τὸν τρόπον καὶ οἱ μαθηματικοὶ τὸ αἰσθητὸν γινώσκουσι τρίγωνον, οὐ καθόσον ἀντίκειται τῇ ὁράσει ἢ τῇ ἁφῇ, ἀλλὰ ἁπλῶς, καθόσον ἐστὶ τῶν καθʼ ἕκαστα καὶ μερικῶν, ἅπερ τελευταῖα γινώσκονται· ἐν αὐτοῖς γὰρ ὁ γινώσκων ἵσταται καὶ οὐδὲν περαιτέρω ζητεῖ. καὶ γὰρ ἀπὸ μὲν τῶν μερικῶν καὶ αἰσθητῶν ἀρχομένοις ἐσχάτη ἐστὶν ἡ γνῶσις τῶν καθόλου· ἀπὸ δὲ τῶν καθόλου τῆς γνώσεως προϊούσης τὰ αἰσθητὰ τελευταῖον γινώσκονται. τὸ μὲν οὖν γινώσκειν τὰ μερικά, καθόσον εἰσὶν αἰσθητά, καὶ ἀντίκεινται τὰ μὲν γεύσει, τὰ δὲ ἀκοῇ, τὰ δὲ ἁφῇ, τὰ δὲ ὁράσει, τῆς αἰσθήσεώς ἐστι καὶ οὐ τῆς φρονήσεως· τὸ δὲ εἰδέναι ταῦτα, καθόσον λυσιτελοῦσιν ἢ λυμαίνονται τῷ ἀνθρωπίνῳ ἀγαθῷ, τοῦτο δέ ἐστι τῆς φρονήσεως. Περὶ εὐβουλία ς . κε φ . ι ʹ . Περὶ μὲν οὖν σοφίας καὶ φρονήσεως καὶ νοῦ καὶ τέχνης καὶ ἐπιστήμης καὶ τί ἐστιν ἕκαστον καὶ τίσι διαφέρουσιν ἀλλήλων εἴρηται. νῦν δὲ ῥητέον περὶ εὐβουλίας περὶ συνέσεως καὶ περὶ γνώμης, τίς τέ ἐστιν ἑκάστη καὶ τίνι διαφέρει τῶν εἰρημένων πέντε ἀληθευτικῶν ἕξεων. καὶ πρῶτον περὶ εὐβουλίας· οἰκείως γὰρ ἔχει μάλιστα τῇ φρονήσει, ἧς τὸν λόγον ἀρτίως ἀπηλλάξαμεν, ὥστε τὸν περὶ εὐβουλίας λόγον τῷ περὶ τῆς φρονήσεως συναπτέον. πρῶτον μὲν οὖν οὐκ ἔστι ζήτησις· ἐπὶ πλέον γάρ ἐστιν ἡ ζήτησις τῆς εὐβουλίας· οὐ μόνον γὰρ ὁ εὖ βουλευόμενος ἀλλὰ καὶ ὁ κακῶς βουλευόμενος ζητεῖ, καὶ οὐ μόνον τὰ ἐνδεχόμενα ἀλλὰ καὶ τὰ ἀναγκαῖα ζητοῦνται, περὶ ἅ ἐστιν ἡ ἐπιστήμη, οἷον εἰ τὸ τρίγωνον ἔχει δύο ὀρθάς, ζητεῖται πρὸς τῆς ἐπιστήμης, καὶ εἰ ἡ σελήνη σφαιροειδής ἐστι· διὰ τοῦτο ἡ εὐβουλία οὐκ ἔστι ταὐτὸν τῇ ζητήσει. ἔτι δὲ οὐδὲ ἐπιστήμη ἐστὶν ἡ εὐβουλία· ὁ μὲν γὰρ ἐπιστήμων οὐ ζητεῖ περὶ ὧν ἐπίσταται, ὁ δὲ εὔβουλος ζητεῖ· ἡ γὰρ εὐβουλία βουλή τίς ἐστιν, ἡ δὲ βουλὴ ζήτησίς ἐστι τοῦ τί δεῖ πράττειν· καὶ ὁ βουλευόμενος ζητεῖ καὶ λογίζεται περὶ τῶν πράξεων, ὅπως εὖ καὶ καλῶς γένωνται, ὥστε ἡ μὲν εὐβουλία ζήτησις, ἡ δὲ ἐπιστήμη οὐ τοιαύτη· ἡ εὐβουλία ἄρα οὐκ ἔστιν ἐπιστήμη. ἔτι δὲ οὐδὲ εὐστοχία ἐστὶν ἡ εὐβουλία.
ἡ μὲν γὰρ εὐστοχία ἄνευ χρόνου τινὸς καὶ λογισμοῦ καὶ μελέτης γίνεται· τὸ γὰρ γνῶναι περὶ τοῦ προκειμένου καλῶς ἀθρόον καὶ ἄνευ μελέτης, τοῦτό ἐστιν εὐστοχία· ἡ δὲ εὐβουλία οὐ τοιαύτη· μετὰ γὰρ χρόνον καὶ βραδέως ἡ βουλὴ γίνεται· καὶ διὰ τοῦτο καὶ ὁ τῶν πολλῶν λόγος φησὶ δεῖν ταχέως μὲν πράττειν τὰ βουλευθέντα, βουλεύεσθαι δὲ βραδέω ς. ἔτι ἡ ἀγχίνοια ἕτερον παρὰ τὴν εὐβουλίαν· ἀγχίνοια γάρ ἐστιν ἄσκεπτος ἀπόδοσις τοῦ μέσου, δηλονότι τῆς αἰτίας τοῦ προτεθέντος· ἡ δὲ εὐβουλία μετὰ σκέψεως· ἔστι γὰρ ἀγχίνοια εὐστοχία τις· οὐκ ἄρα ἀγχίνοια ἡ εὐβουλία ἐστί. καὶ γὰρ ἡ μὲν εὐστοχία ἐστὶ τὸ περὶ τοῦ παντὸς τοῦ προτεθέντος εὐεπηβόλως εἰπεῖν, ἡ δὲ ἀγχίνοια τῆς αἰτίας τοῦ προτεθέντος ζητήματος ἀπόδοσις ταχεῖά ἐστιν, οἷον διὰ τί βέλτιον ἄρχεσθαι ἢ ἄρχειν ἐν ταῖς ὀλιγαρχίαις· ὅτι ἀσφαλέστερον. διὰ ταῦτα μὲν οὖν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε ἀγχίνοιά ἐστιν. ἀλλʼ οὐδὲ δόξα ἐστὶν ἡ εὐβουλία· πολλῶν γὰρ ὄντων τῶν εἰδῶν τῆς δόξης, οὐδὲν τούτων ἡ εὐβουλία ἐστί· καὶ γὰρ τῶν δοξῶν αἱ μέν εἰσι συμπεράσματα διανοίας ἐξ ἀνάγκης ἀποδειχθέντα, ὥσπερ τὸ τρίγωνον δύο ὀρθὰς ἔχει, εἴ τις ἄνευ ἀποδείξεως δοξάζει, δόξαν ἔχει ἀναγκαίαν· αἱ δὲ ἀπὸ αἰσθήσεως συνάγονται, ὧν ἔνιαι καὶ ψευδεῖς πολλάκις εἰσί. πᾶσαι δὲ τὴν ἀλήθειαν ἔχουσι τέλος καὶ ἡ ὀρθότης τῆς δόξης ἡ ἀλήθειά ἐστιν· ἡ δὲ εὐβουλία τέλος ἔχει τὸ συμφέρον ἢ τοῦ βουλευομένου ἢ ᾧ τὴν βουλὴν δίδωσιν, ὃ καὶ διὰ ψεύδους καὶ ἀπάτης πολλάκις οἱ εὔβουλοι κατορθοῦσιν. ἔτι δὲ οὐ τῆς εὐβουλίας ἄλλη τίς ἐστιν ὀρθότης, ἀλλὰ αὐτή ἐστιν ὀρθότης βουλῆς· εἰ γὰρ ὁ κακῶς βουλευόμενος ἁμαρτάνει, πάντως ὁ εὖ βουλευόμενος κατὰ τὸν ὀρθὸν βουλεύεται λόγον. ἔστι γὰρ ὀρθότης ἡ εὐβουλία οὔτε δόξης οὔτε ἐπιστήμης ἀλλὰ τῆς βουλῆς, ὡς δηλοῖ καὶ τοὔνομα· ἐπιστήμης μὲν γὰρ οὐδεμία ὀρθότης, οὐδὲ γὰρ ἁμαρτάνει ἡ ἐπιστήμη, ὥστε ὀρθότητος δεῖσθαι. τῆς δὲ δόξης ἡ ὀρθότης, καθὼς εἴρηται, ἡ ἀλήθειά ἐστιν· οὔτε τοίνυν δόξα ἐστὶν ἡ εὐβουλία ἢ ἐπιστήμη οὔτε ὀρθότης ἐστὶν ἢ δόξης ἢ ἐπιστήμης· ἔτι δὲ ἡ μὲν εὐβουλία ζήτησίς ἐστι κατὰ τὸν ὀρθὸν λόγον· ἡ δὲ δόξα εὕρεσίς τινος συμπεράσματος καὶ περί τι ὡρισμένον ἐστί· καὶ ἡ μὲν εὐβουλία ζητεῖν ἐστιν, ἡ δὲ δόξα εὑρηκέναι. καθὸ καὶ τῆς διανοίας ἡ εὐβουλία λείπεται· ἡ μὲν γὰρ διάνοια λόγος ἐστὶν ἀπηρτισμένος καὶ εὑρημένος μετὰ τῆς προσηκούσης αἰτίας, ἡ δὲ εὐβουλία ἐν τῇ ζητήσει ἔχει τὸ εἶναι· ὁ γὰρ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύητα ι , ζητεῖ τι καὶ λογίζετα ι· καὶ μετὰ λόγου μὲν ζητεῖ, οὔπω δὲ συνεπέρανεν· ἡ δὲ δόξα οὐ τοιαύτη· οὐ γὰρ ζήτησίς ἐστιν, ἀλλὰ φάσις ἀπηρτισμένη· οὔτε τοίνυν ἐπιστήμη ἐστιν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε δόξα. ἀλλʼ ἐπεὶ ὀρθότης ἐστὶ βουλῆς, ζητητέον πρῶτον τί ἐστι βουλή, καὶ περὶ τίνα καταγίνεται ὁ βουλευόμενος. καὶ περὶ μὲν βουλῆς καὶ βουλευτῶν ἐν τοῖς πρότερον εἴρηται· ῥητέον δὲ περὶ τῆς ὀρθότητος. ἡ τοίνυν ὀρθότης πολλαχῶς λέγεται. καὶ γὰρ καὶ οἱ πονηρὸν τιθέμενοι τέλος καὶ τὰ πρὸς αὐτὸ ἄντικρυς φέροντα ζητοῦντες ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστὶ καὶ οἱ ἀγαθὸν μὲν τιθέμενοι τέλος καὶ πρὸς αὐτὸ φερόμενοι, τὰ δὲ πρὸς αὐτὸ συμφέροντα μάλιστα τῶν ἄλλων οὐ ζητοῦντες ἀλλʼ ἕτερα ὥσπερ οἱ διὰ προτάσεων ψευδῶν ἢ μὴ ἐξ ἀναγκαίων ἀληθὲς συνάγοντες συμπέρασμα· καὶ οὖτοι γὰρ περὶ μὲν τὰ πρὸς τὸ τέλος σφάλλονται, ὅτι δὲ πρὸς τὸ τέλος τὸ ἀγαθὸν φέρονται, ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστί.
πρὸς δὲ τούτοις καὶ ἡ εὐβουλία ὀρθότης ἐστίν, ἥτις καὶ κυρίως ὀρθότης λέγεται βουλῆς, καθʼ ἣν πρὸς τὸ ἀγαθὸν φερόμεθα τέλος καὶ ἐκεῖνα ζητοῦμεν, διʼ ὧν δυνησόμεθα ῥᾷστα καὶ κάλλιστα τοῦ τέλους τυχεῖν. εὐβουλία γὰρ οὔτε ἡ πρώτη ὀρθότης ἐστὶν οὔτε ἡ δευτέρα· ἡ μὲν γὰρ πρώτη κακή ἐστι βουλή, ἡ δὲ εὐβουλία ἀγαθόν· τοῦτο γὰρ βούλεται τὸ ὄνομα, ἀγαθὴ βουλή· ἡ δὲ δευτέρα ὀρθότης ζητεῖ μὲν ὃ δεῖ, διʼ οὗ δὲ τυχεῖν οὐ ζητεῖ καὶ περὶ τὰ πρὸς τὸ τέλος οὐ καλῶς βουλεύεται, περὶ ἃ ἡ βουλὴ γίνεται, καθὼς προείρηται· ὥστε καθόσον μὲν εἰς τὸ ἀγαθὸν φέρεται, ὀρθῶς φέρεται, καθόσον δὲ οὐ διὰ τῶν προσηκόντων τῷ τέλει φέρεται, οὐ καλῶς φέρεται· ὥστε οὐκ ἂν εἴη εὐβουλία ἡ τοιαύτη ὀρθότης. ἔτι δὲ οὐδὲ ἡ διὰ πολλοῦ χρόνου καὶ πλείονος τοῦ δέοντος γινομένη βουλὴ εὐβουλία ἐστίν. εὐβουλία γάρ ἐστι μόνον ἡ ὀρθότης τῆς βουλῆς, ἡ κατὰ τὸ ὠφέλιμον, ὅταν περὶ ὧν δεῖ βουλευώμεθα καὶ ὡς δεῖ καὶ ὅσον χρόνον δεῖ. ἐπεὶ δὲ τὸ τέλος ἢ καθόλου ἐστὶ καὶ ἔσχατον ἢ μερικόν, ἔσχατον μέν, πρὸς ὃ πᾶσα πρᾶξις ἀνθρωπίνη φέρεται, μερικὸν δέ, πρὸς ὅ τινες πράξεις φέρουσιν, ἀκολούθως καὶ ἡ εὐβουλία ἔχει· ἡ μὲν καθόλου ἐστίν, ἥτις ὀρθὴ καὶ ἀγαθὴ βουλή ἐστι περὶ τῶν φερόντων εἰς τὸ ἔσχατον τέλος, τὴν κατʼ ἀρετὴν ζωήν, ἡ δὲ μερική, ἥτις εἰς μερικόν τι τέλος φέρει, ὃ οὐκ ἔστι μὲν τὸ ἔσχατον, φέρει δὲ εἰς τὸ ἔσχατον τέλος. ἐπεὶ δὲ τῶν φρονίμων ἐστὶ τὸ εὖ βουλεύεσθαι, δεῖ προσθεῖναι τῷ τῆς εὐβουλίας ὁρισμῷ καὶ τὴν φρόνησιν· ὥστε εἶναι τὸν ὁρισμὸν τῆς εὐβουλίας οὕτως· εὐβουλία ἐστὶν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέλο ς , οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστ ι· κατὰ τὸ συμφέρον μέν, διὰ τὴν βουλὴν ἢ πρὸς τέλος μὲν ἀγαθὸν φέρεται, διʼ ὧν δὲ προσῆκεν οὐδαμῶς, λέγω δὴ πράξεων καὶ χρόνου καὶ τρόπου· τὸ δὲ πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι, διὰ τὴν πονηρὰν βουλήν, ἥτις τὰ μὲν τέλει προσήκοντα καὶ ἀκόλουθα ζητεῖ· πρὸς τέλος δὲ φέρεται πονηρόν. οὗ οὐκ ἔστιν ἡ φρόνησις ἀληθὴς ὑπόληψις. Περὶ συνέσεω ς . κε φ . ια ʹ. Περὶ μὲν εὐβουλίας τοσαῦτα· ῥητέον δὲ περὶ συνέσεως. ἔστι τοίνυν σύνεσις καὶ ἀσυνεσία, κα θ ’ ἃς λέγομεν συνετοὺς καὶ ἀσυνέτου ς. καὶ οὔτε ἐπιστήμῃ ταὐτόν ἐστιν ἡ σύνεσις οὔτε δόξῃ οὔτε φρονήσει· ἐπιστήμη μὲν γὰρ οὐκ ἔστιν οὐδὲ δόξα ἡ σύνεσις· ἢ γὰρ ἂν πάντες οἱ ἐπιστήμονες ἢ οἱ δοξάζοντες συνετοὶ ἦσαν.
ἀλλʼ οὐκ εἰσίν· ἀλλʼ οὐδὲ μία τις τῶν ἐπιστημῶν ἐστιν ἡ σύνεσις, οἷον ἰατρικὴ ἢ γεωμετρία· ἢ γὰρ ἂν περὶ ὑγιεινῶν ἦν ἢ περὶ μεγεθῶν. ἄλλως τε οὐδὲ περὶ τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντά ἐστιν ἡ σύνεσις, οὐδὲ ἰδίως περὶ ἑνός τινος τῶν ἐνδεχομένων ἄλλως ἔχειν ἀλλὰ καθόλου περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο, καὶ ἃ σκέψεως ἀνέχεταί τινος καὶ βουλῆς καὶ ζητήσεως· διὰ τοῦτο περὶ τὰ αὐτὰ μέν ἐστιν ἡ σύνεσις τῇ φρονήσει· ἔστι γὰρ περὶ τὰ ἐνδεχόμενα, ὧν ἐσμεν αὐτοὶ κύριοι πράττειν καὶ μὴ πράττειν. οὐκ ἔστι δὲ πάντῃ ταὐτὸν τῇ φρονήσει· ἡ μὲν γὰρ φρόνησις ἐπιτάττει μόνον πρὸς ποῖον τέλος δεῖ φέρεσθαι καὶ τίνα δεῖ ποιεῖν, ὥστε τέλους τυχεῖν· καὶ τοῦτό ἐστιν αὐτῆς τὸ ἔργον, τὸ ἐπιτάττειν ἃ δεῖ πράττειν, τὸ δὲ κρίνειν τὰ ἐπιταχθέντα παρὰ τῆς φρονήσεως καὶ τὸ εἰδέναι ὅτι καλῶς ἔχει καὶ οὕτω δεῖ πράττειν, τοῦτό ἐστιν ἡ σύνεσις. οὐ γὰρ διαφέρει ὁ εὐσύνετος τοῦ συνετοῦ, ἀλλὰ καὶ ὁ συνετὸς αὐτὸ τοῦτο βούλεται, τὸ εὖ καὶ καλῶς συνιέναι καὶ κρίνειν τὰ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα. καὶ ταὐτόν ἐστι σύνεσις καὶ εὐσυνεσία, ἥτις οὔτε φρόνησίς ἐστιν οὔτε τὸ ἔχειν φρόνησιν. οὔτε δὲ τὸ δέχεσθαι καὶ λαμβάνειν φρόνησιν σύνεσίς ἐστιν· τὸ γὰρ λαμβάνειν φρόνησίν ἐστι τὸ μανθάνειν ἅπερ ὁ φρόνιμος γινώσκει, ἡ δὲ σύνεσίς ἐστι τὸ κρίνειν αὐτά· οὐκ ἄρα ταὐτὸν σύνεσις τῷ φρόνησιν λαμβάνειν ἢ φρόνησιν ἔχειν. ἀλλʼ ὥσπερ ὁ παρʼ ἄλλου τινὸς ἐπιστήμην ἀκούων καὶ γινώσκων καλῶς ξυνιέναι λέγεται, οὕτως ὁ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα γινώσκων καὶ κρίνων ὀρθῶς συνιέναι τε λέγεται καὶ συνετὸς ὀνομάζεται καὶ εὐσύνετος διὰ τὸ καλῶς γινώσκειν· τὸ γὰρ εὖ καὶ τὸ καλῶς ταὐτόν· καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἐλήφθη τὸ ὄνομα, ὅτι τὸ ἄλλου λέγοντος ἄλλον τινὰ ἀκούοντα γινώσκειν καλῶς μανθάνειν καὶ συνιέναι λέγεται. Περὶ γνώμη ς . κε φ . ιβ ʹ. Ῥητέον δὴ περὶ τῆς γνώμης. ἔστι δὲ καὶ αὕτη περὶ τὰ ἐνδεχόμενα, καθάπερ καὶ ἡ φρόνησις καὶ ἡ εὐβουλία καὶ ἡ σύνεσις. διὰ τοῦτο καὶ περὶ αὐτῆς λέγωμεν. ἔστι τοίνυν γνώμη, καθʼ ἣν εὐγνώμονας λέγομεν καὶ ἔχειν γνώμην, ἡ ὀρθὴ κρίσις τοῦ ἐπιεικοῦς. τίς δέ ἐστιν ὁ ἐπιεικὴς καὶ ἡ ἐπιείκεια, εἴρηται ἐν τοῖς πρότερον. ὅτι δὲ τοῦτό ἐστιν ἡ γνώμη, δῆλον· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν· καὶ ἐπιεικὲς τὸ ἔν τισιν ἔχειν συγγνώμην. ἡ δὲ συγγνώμη γνώμη ἐστὶν ὀρθή, κριτικὴ τοῦ ἐπιεικοῦς· κρίσις γὰρ ὀρθὴ καὶ γνώμη ἐπιεικής ἐστιν ἡ συγγνώμη. ὀρθὴ δὲ λέγεται κρίσις ἡ τοῦ ἀληθοῦς· εἰ τοίνυν ἡ μὲν συγγνώμη κρίσις ἐστὶ τοῦ ἐπιεικοῦς καὶ γνώμη ὀρθή, κατὰ δὲ τὴν ὀρθὴν γνώμην εὐγνώμονές τινες λέγονται, ἡ γνώμη ἄρα, καθʼ ἣν εὐγνώμονες λέγονται, τοῦ ἐπιεικοῦς ἐστι κρίσις. πᾶσαι μὲν οὖν αἱ ἕξεις αἱ ἀληθευτικαὶ πρὸς τὸ αὐτὸ φέρουσι, καὶ τὰ αὐτὰ ἔχουσιν ὑποκείμενα, περὶ ἃ καταγίνονται· καὶ γὰρ καὶ φρόνησις καὶ νοῦς καὶ εὐβουλία καὶ σύνεσις καὶ γνώμη περὶ τὰ καθʼ ἕκαστά εἰσι καὶ τὰ μερικὰ τὰ ἐν οἷς αἱ πράξεις.
νοῦν δὲ λέγω τὸν πρακτικόν, ὃς ἀρχὰς ἔχει τὰ μερικὰ καὶ αἰσθητά· ὁ γὰρ αὐτὸς ἄνθρωπος, ὅταν μὲν τὰ πρὸς τὸ ἀγαθὸν τέλος φέροντα ποιῇ, φρόνιμός ἐστιν, ὅταν δὲ περὶ αὐτῶν ὡς δεῖ βουλεύηται, εὔβουλός ἐστιν, ὅταν δὲ ὅσα ἔταξε πρὸς τὸ τέλος τὸ ἀγαθὸν καὶ ἐποίησε, γινώσκῃ καὶ κρίνῃ ὀρθῶς καὶ ὡς ἔδει πεπρᾶχθαι, συνετός ἐστιν· ὅταν δὲ τὰ ὑπʼ ἄλλου πραχθέντα ὀρθῶς κρίνων καὶ συγγνώμης ἐνίοτε ἀξιοῖ οἷς τοῦτο προσῆκεν, εὐγνώμων ἐστὶ καὶ συγγνώμων. πᾶσα γὰρ ἡ τοῦ ἐπιεικοῦς κρίσις περὶ πάντα ἐστὶ κοινῇ τὰ ἀγαθὰ τὰ ὑπʼ ἄλλων πραττόμενα· καὶ γὰρ καὶ ἡ καλουμένη ἐπιείκεια, ἥτις ἐστὶ τοῦ νομικοῦ δικαίου διορθωτική, περὶ ἧς εἴρηται πρότερον, τοὺς παρʼ ἑτέρων τεθέντας νόμους κρίνει, καὶ ἡ συγγνώμη καὶ ἡ γνώμη περὶ τῶν πραττομένων ὑφʼ ἑτέρων ὀρθῶς ψηφίζεται· πάντα δὲ ταῦτα τοῦ ἐπιεικοῦς ἐστι. συμβαίνει δὲ καὶ πάσας τὰς ἀνθρωπίνας πράξεις ταύτας εἶναι μόνας, ἃς ὁ ἐπιεικὴς κρίνει καὶ περὶ ὧν ψηφίζεται· ἡ μὲν γὰρ ἐπιείκεια περὶ τὸ νομικὸν δίκαιόν ἐστιν, ἡ δὲ γνώμη περὶ τὰ πρακτά ἐστιν, ὅταν ὑφʼ ἑτέρων πράττωνται· περὶ τὰ αὐτὰ δὲ καὶ ὁ νοῦς ἐστιν ὁ πρακτικός· καὶ γὰρ ἐπεὶ ὁ νοῦς γνῶσίς ἐστι τῶν ἀρχῶν, ἀρχαὶ δὲ τῶν μὲν πράξεων τὰ καθʼ ἕκαστα, τῶν δὲ θεωρητῶν καὶ ὧν ἐστι τέλος ἡ ἀλήθεια, οἱ ὅροι καὶ οἱ ἄμεσοι λόγοι καὶ αἱ κοιναὶ ἔννοιαι, εἴη ἂν ὁ μὲν θεωρητικὸς νοῦς γνῶσις τῶν ὅρων καὶ τῶν πρώτων καὶ ἀκινήτων λόγων, ὁ δὲ πρακτικὸς γνῶσις τῶν ἐσχάτων καὶ ἐνδεχομένων, δηλονότι τῶν καθʼ ἕκαστα πρακτῶν· ὥστε τὸν πρακτικὸν καὶ τὸν θεωρητικὸν νοῦν τῶν ἐσχάτων εἶναι καὶ πρώτων. καὶ γὰρ καὶ οἱ ἄμεσοι λόγοι καὶ οἱ ὅροι καὶ τὰ καθʼ ἕκαστα καὶ πρῶτα καὶ ἔσχατά εἰσιν. οἱ μὲν ἄμεσοι λόγοι τῇ φύσει πρῶτοι, ἔσχατοι δὲ ἡμῖν· τὰ δὲ καθʼ ἕκαστα πρῶτα μὲν ἡμῖν, ἔσχατα δὲ τῇ φύσει· ταῦτα δὲ τὰ ἔσχατα τῇ φύσει ἀρχαί εἰσι καὶ αἴτια τοῦ τέλους τοῦ πρακτοῦ· καὶ γὰρ ἀπὸ τῶν ἐν τῇ αἰσθήσει καθʼ ἕκαστα διδασκόμεθα πράττειν τὰ συμφέροντα ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις καὶ διʼ ὧν πρὸς τὸ ζητούμενον ἀφιξόμεθα τέλος· καὶ ἀπὸ τούτων τῶν μερικῶν καθολικούς τινας συνάγοντες λόγους, φρόνιμοι γινόμεθα πρὸς τὰς ἐν τῷ βίῳ πράξεις. διὰ τοῦτο δεῖ τὸν πολιτικὸν γνῶσιν ἔχειν τῶν μερικῶν· ἡ τοιαύτη δὲ γνῶσις ἄνευ μέσου γινομένη νοῦς ἐστι· νοῦς γάρ ἐστιν ἡ γνῶσις τῶν ἀμέσων καὶ τῶν ἀρχῶν. διὰ τοῦτο καὶ φυσική τις ἡ τοιαύτη γνῶσις εἶναι δοκεῖ. οὐ γὰρ ἀπὸ μεθόδων τινῶν καὶ μαθήσεως περιγίνεται ἀλλὰ φύσει. καὶ οὐχ ὁ νοῦς μόνον ἀλλὰ καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις καὶ ἡ γνώμη φυσικὰ δοκεῖ εἶναι· ἀπὸ γὰρ τῆς φυσικῆς γνώσεως τοῦ νοῦ ταῦτα πάντα ὁρμῶνται, καὶ περὶ τὰ αὐτά εἰσι τῷ νῷ, τὰ καθʼ ἕκαστα δηλονότι. σοφία δὲ οὐκέτι· φύσει γὰρ σοφὸς οὐδείς ἐστιν, ὅτι μεθόδων χρεία καὶ μαθήσεως πρὸς τὸ γενέσθαι σοφόν, καὶ τὴν μὲν φρόνησιν καὶ τὴν γνώμην καὶ τὸν νοῦν καὶ τὴν σύνεσιν οἰόμεθα ταῖς ἡλικίαις ἀκολουθεῖν· φαμὲν γὰρ τήνδε τὴν ἡλικίαν νοῦν ἔχειν καὶ γνώμην καὶ φρόνησιν, ὡς τῆς φύσεως αἰτίας οὔση ς· σοφίαν δὲ οὐ τῇδε τῇ ἡλικίᾳ ἢ τῇδε ἀποδίδομεν· καὶ νέῳ γὰρ δυνατὸν γενέσθαι σοφὸν καὶ μειρακίῳ καὶ οὐ πρεσβύτῃ μόνον, καθάπερ ἐπὶ τῆς φρονήσεως ἔχει καὶ τῶν ἄλλων.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top