Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Photius: Lexicon (Alpha–Delta)

Library › Greek: Grammar & Reference › Lexicon (Alpha–Delta)

The Lexicon is an alphabetical dictionary compiled by Photius, the ninth-century scholar and patriarch of Constantinople, with a dedication to his pupil Thomas. It explains words and phrases used by the orators and prose writers of classical Athens, drawing heavily on earlier lexica. This page presents the first part, from alpha to delta, numbered following the edition of Christos Theodoridis (1982).

The lexicon preserves material from lost ancient dictionaries and quotations from lost works of Greek literature, especially Attic comedy and oratory. A complete manuscript found in 1959 at Zavorda in Macedonia supplied the beginning of the work, previously lost. It is an essential tool for students of Attic Greek and of Byzantine scholarship.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Theodoridis I (1982), α 1–δ 878). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Lexicon (Alpha–Delta)
Photius · Part 1 · every word parsed
ltr 1 (1t)
ΛΕΞΕΩΝ ΣΥΝΑΓΩΓΗ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΔΙʼ ΩΝ ΡΗΤΟΡΩΝ ΤΕ ΠΟΝΟΙ ΚΑΙ ΣΥΓΓΡΑΦΕΩΝ ΕΞΩΡΑΪΖΟΝΤΑΙ ΜΑΛΙΣΤΑ 〈Φώτιος Θωμᾷ πρωτοσπαθαρίῳ καὶ ἄρχοντι τοῦ Λυκοστομίου φιλτάτῳ μαθητῇ χαίρειν〉. Αἱ τῶν λέξεων πλείους, περὶ ἃς τὸ ποιητικὸν νέμεται ἔθνος, εἰς τὸ ὠφελιμώτατον τοῖς βουλομένοις προσέχειν Διογενιανῷ συνελέγησαν· εἰ γὰρ καὶ πολλοῖς ἄλλοις ἐπὶ νοῦν ἧκεν τὴν ἴσην καὶ ὁμοίαν πραγματείαν ἐνστήσασθαι, ἀλλʼ οὖν, ὅσα γε ἐμὲ εἰδέναι, οὐδενὶ τῶν πρωτείων οὗτος περί γε τὸν εἰρημένον πόνον ἐξίσταται. ὅσαι δὲ ῥητόρων τε καὶ λογογράφων ἀττικίζουσι γλῶσσαν καὶ ἁπλῶς εἰς τὸν οὐκ ἐθέλοντα λόγον ἐποχεῖσθαι μέτρῳ συντελεῖν εἰσιν εὖ πεφυκυῖαι, ναὶ δὴ καὶ τῆς καθʼ ἡμᾶς θεοσοφίας ὅσαι δέονται σαφηνείας, ταύτας δὲ ἄρα εἰ καὶ μὴ πάσας—οὔτε γὰρ ῥάδιον οὔτε ἀλαζονείας ἡ ὑπόσχεσις πόρρω, ἅμα δὲ καὶ μείζονος ἢ καθʼ ἡμᾶς σχολῆς—ἀλλʼ οὖν ἃς μάλιστά γε εἰδέναι προσήκει καὶ ἀναγκαῖον κεχρῆσθαι συναγαγὼν τὴν ἀναγραφήν σοι κατὰ στοιχεῖον ἐποιησάμην, οὐδὲ τῶν ποιητικῶν παντελῶς ἀποστάς· ἐπεὶ μηδʼ ὅσοι ταύτας συνειλόχασι τῶν ἁρμοζόντων τῇ χωρὶς μέτρου φράσει παντελῶς ἀπέσχοντο. ταύτην δέ σοι ἄρα τὴν ὑπόθεσιν συνεταξάμην μνήμης τε ἅμα καὶ φιλίας ἀφοσίωσιν. διὸ εἰ καί τινας τῶν λέξεων περιέχει τὸ σύνταγμα, ἐν αἷς ἡ ποιητικὴ διατρίβει μοῦσα, περιττὸν οὐδὲν οὐδὲ φιλότιμον οὐδὲ νοθεῦον τὴν πρόθεσιν· ἐφʼ ὧν τε γὰρ οὐκ ἔστι πολιτικὴν φωνὴν εὑρεῖν δηλοῦσαν καθαρῶς τὸ ὑποκείμενον, οὐ ποιητικὴν μόνον ἀνάγκη λαβεῖν, ἀλλὰ καὶ εἰ γλῶτταν ἀπομάττοιτο· τὸ γὰρ ἔχειν ὁτιοῦν ὀνόματι εἰπεῖν τοῦ μὴ ἔχειν χρειωδέστερον. ναὶ δὴ καὶ ὁ λίαν σεμνὸς καὶ τὸν ὄγκον πεποιημένος κόσμον λόγος πολλάς, αἷς τὸ ποιητῶν ἐντείνεται μέτρον, τῇ οἰκείᾳ σπουδῇ φιλεῖ ὑποβάλλεσθαι. καὶ μέντοι καὶ ὅσαι σαφέστεραι μέν εἰσι τῶν λέξεων, δοκοῦσι δέ πως μνήμης δεῖσθαι τῆς ἀναγούσης αὐτὰς εἰς τοὺς γεγεννηκότας, οὐδὲ τούτων κατὰ τὸ δυνατὸν τοὺς πατέρας ἀπεσιωπήσαμεν. ἀλλὰ καὶ εἴ πού τις ἐν τοῖς ἀρχαίοις ἀσάφεια τῇ τῶν λέξεων παραπλεκομένη ἑρμηνείᾳ τὸ τοῦ λόγου διέφθειρε χρήσιμον, οὐδὲ ταύτην λελυμασμένην ἐγκατελίπομεν, ἀλλʼ εἰς τὸ σαφέστερον καὶ συνοπτικώτερον ἡρμοσάμεθα. σὺ δὲ κατὰ μέρος ἀναγινώσκων τὴν παροῦσαν τῶν λέξεων συναγωγήν, ἀκριβέστερον ἂν εἴης ἐποπτεύων, πότερον κομψευομένη μᾶλλον ἢ τὸ μέτριον τιμῶσα ἡ ὑπόσχεσις προοιμιάσατο. ἀλλὰ γὰρ προσθείην, ὡς οἶμαι, καὶ πονοῦντί σοι περὶ τοὺς ῥητορικοὺς καὶ συγγραφικοὺς λόγους ἡ τῶν λογάδων λέξεων μελέτη τὴν ἐπὶ τοῖς ῥήμασι δύναμιν σοφωτέραν μᾶλλον ἐπιμαρτυρήσειεν. {Περίφρασίς ἐστιν, ὅτε διὰ πλειόνων λέξεων οὐ πολλά, ἀλλʼ ἕν τι δηλοῦται, οἷον ἀντὶ τοῦ ἄνθρωποι „υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι“ (Ps. 4, 2)}.
t 1
{ΛΕΞΙΚΟΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ ΔΙʼ ΩΝ ΡΗΤΟΡΩΝ ΤΕ ΠΟΝΟΙ ΚΑΙ ΣΥΓΓΡΑΦΕΩΝ ΕΞΩΡΑΪΖΟΝΤΑΙ ΜΑΛΙΣΤΑ}
alpha t
〈Ἀρχὴ σὺν θεῷ τοῦ Α〉
alpha 1
Α· τὸ ἄλφα περισπασθὲν δηλοῖ τὸ εἴθε· οὕτως γὰρ Καλλίμαχος κέχρηται (fr. 1, 33 Pf.). δηλοῖ δὲ καὶ τὸ ὦ ἄρθρον, ὡς Ὅμηρος (υ 351)· „ἆ δειλοί“. βραχέως δὲ καὶ δασέως ἐκφερόμενον ἅτινα σημαίνει, παρὰ δὲ Δημοκρίτῳ ἴδια (68 B 298 D.—K.), καὶ παρʼ Ὁμήρῳ δὲ τὰ ἑαυτοῦ (β 258)· „τὰ ἃ πρὸς δώμαθʼ ἕκαστοσ“. τάσσεται δὲ τὸ ἅ καὶ ἀντὶ τοῦ ὧν, ὡς καὶ παρʼ Εὐριπίδῃ ἐν Μηδείᾳ (758)· „πράξαςʼ ἃ μέλλω καὶ τυχοῦσα ἃ βούλομαι“. οὕτως δὲ καὶ Σοφοκλῆς λέγων (OC 1106)· „αἰτεῖς ἃ τεύξῃ“. εἰ δὲ ψιλωθείη περισπασθέν, τὸ νῦν σημαίνει, βραχέως δὲ καὶ ψιλῶς σημαίνει ἀπόφασιν ἀρνητικήν. οὕτως μὲν εἰ μονοσύλλαβος ἡ λέξις οὖσα καθʼ ἑαυτὴν αὐτοτελῆ παριστᾷ διάνοιαν, ὡς μέρος δὲ παραλαμβανόμενον λέξεως τὸ α δηλοῖ μὲν καὶ στέρησιν, ὥσπερ τὸ ἄνανδρον, ἄκακον, δηλοῖ δὲ καὶ τὸ μέγα, ὡς τὸ „ἀχανὲς πέλαγοσ“, ἀλλὰ καὶ τὸ πολύ, ὡς τὸ „ἐν ἀξύλῳ ὕλῃ“ (Λ 155), καὶ τὸ ὁμοῦ, ὡς τὸ ἀδελφός, ὁ ἐκ τῆς αὐτῆς δελφύος ἤτοι μήτρας, καὶ τὸ κακόν, ὡς τὸ „ἀμήχανε“ (Ο 14), ἀντὶ τοῦ κακομήχανε, καὶ τοιαῦτα ἕτερα.
alpha 2
ἂ ἄ· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἀναφώνημα. δασυνθὲν δὲ γέλωτα δηλοῖ, ὥς φησι Διογενιανός (fr. 1 Schmidt).
alpha 3
ἄ α· σύστημα ὕδατος.
alpha 4
Ἀαγές · ἄθραυστον, ἰσχυρόν.
alpha 5
Ἀαδεῖν · ὀχλεῖν, ἀπορεῖν, ἀδικεῖν, ἀσιτεῖν.
alpha 6
Ἀάλιον · ἄτακτον, ἀκρατές.
alpha 7
Ἄαπτον · ἰσχυρόν, βαρύ, χαλεπόν. οἱ δὲ ἄπληστον. καὶ „χεῖρας ἀάπτουσ“ (A 567) μεγάλας, ἀπροσπελάστους, ὧν οὐχ ἅψαιτό τις. εἰ δὲ ψιλωθείη, τὰς ἀπτοήτους. οἱ δὲ ἄαπτον ἄπειρον, ἀπέραντον.
alpha 8
Ἀάπτους · οἱ μὲν δασύνοντες τὸ δεύτερον α ἀκούουσιν ἀπροσπελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, οἱ δὲ ψιλοῦντες †ἀπράκτους†. οἱ δὲ τὰς ἀνεκφεύκτους καὶ χαλεπάς. Ἀπίων δὲ (fr. 1 N.) δασύνει· βούλεται γὰρ ἀποδιδόναι· ὧν οὐκ ἄν τις ἅψαιτο, ἢ τὰς πολλοῖς προσπελαζούσας.
alpha 9
Ἀᾶσαι · τέσσαρα σημαίνει· κορέσαι, καθυπνῶσαι, βλάψαι, λυπῆσαι.
alpha 10
Ἀασάμην · ἥμαρτον, ἐσφάλην, ἐβλάβην, οἷον ἄτῃ περιέπεσον.
alpha 11
Ἄασαν · ἔβλαψαν.
alpha 12
Ἀάσατο · ἠγνόησεν, ἥμαρτεν, ἐφθόνησεν.
alpha 13
Ἀᾶσθαι · λωβᾶσθαι, κακοῦν.
alpha 14
Ἀασίφρων · φρενοβλαβής. καὶ ἀασιφρονία · ἡ φρενοβλάβεια. οἱ δὲ 〈ὁ〉 κοιμωμένας 〈τὰσ〉 φρένας ἔχων.
alpha 15
Ἄατον · μέγα, ἀκόρητον, πονηρόν. οἱ δὲ ἄβλητον, οἱ δὲ ἄτονον.
alpha 16
Ἄατος · ἀβλαβής. ἐνίοτε δὲ ὑπεραποφατικῶς· „οὗ〈τοσ〉 μὲν δὴ ἄεθλος 〈ἀάατος ἐκτετέλεσται〉“ (χ 5).
alpha 17
Ἄατος · ἐπιβλαβής. ἔνιοι ἀπλήρωτον, οἱ δὲ μέλανα.
alpha 18
Ἀβακέως · ἀσυνέτως.
alpha 19
Ἀβακηνούς · τοὺς γυναικὶ μὴ ὁμιλήσαντας.
alpha 20
Ἀβακήμων · ἀσύνετος, ἄλαλος, ἄφθογγος.
alpha 21
Ἀβακῆσαι · ἁμαρτῆσαι, δυσκωφῆσαι.
alpha 22
Ἀβάκησαν · ἠγνόησαν καὶ ἠσυνέτησαν. οἱ δὲ ἡσύχασαν.
alpha 23
Ἀβάκητον · ἀνεπίφθονον.
alpha 24
Ἄβακτον καὶ ἄβυκτον · τὸν μὴ μακαριστόν. Δωριεῖς δὲ τὸν ἀνεπίπληκτον καὶ ἀμεμφῆ.
alpha 25
Ἀβάκιον · ἐφʼ οὗ ἐκύβευον καὶ ἐφʼ οὗ τοὺς λογισμοὺς ἐποιοῦντο.
alpha 26
Ἀβάλε · εἴθε· „ἀβάλε 〈 *** 〉“.
alpha 27
Ἄβαλεν · ἔβαλεν.
alpha 28
Ἄβαπτος · ἀστόμωτος.
alpha 29
Ἄβαρις · ὄνομα κύριον· λοιμοῦ γάρ, φασί, κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. ὁ δὲ χρόνος, ἐν ᾧ παραγέγονε, διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν τρίτην αὐτὸν Ὀλυμπιάδα λέγει (FGrHist 568 F 4) παραγενέσθαι, ὁ δὲ Πίνδαρος (fr. 270 Snell) κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν εἰκοστὴν καὶ πρώτην Ὀλυμπιάδα.
alpha 30
Ἀβασάνιστος · ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας τρίτῳ λόγῳ (fr. 9 Hercher) τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης.
alpha 31
Ἄβατον · ἱερόν, ἀπρόσιτον, ἔρημον.
alpha 32
Ἄβατος ὁδός · ἣν οὐχ οἷόν τε βαίνειν οὐδὲ ὁδοιπορεῖν.
alpha 33
Ἀβδέλυκτα · τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι (fr. 137 N. 2 = 230 M.)· „καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτα ἐμοὶ τάδε“.
alpha 34
Ἀβέβηλος · καθαρός. καὶ ἀβέβηλα · τὰ ἄβατα χωρία καὶ ἱερὰ καὶ μὴ τοῖς τυχοῦσι βάσιμα, μόνοις δὲ τοῖς θεραπεύουσι τοὺς θεούς. βέβηλα δὲ ἐλέγετο τὰ μὴ ὅσια μηδὲ ἱερά. οὕτως Σοφοκλῆς (OC 10).
alpha 35
Ἀβελτερία · ἀνοησία. καὶ ἀβέλτερος · ὁ ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων.
alpha 36
Ἀβέλτερος · οὐ μὰ Δία οὐχ ὁ πλεονέκτης καὶ ἀγνώμων, ἀλλʼ ὁ ἀνόητος καὶ εὐήθης μετὰ χαυνότητος. Μένανδρος Περινθίᾳ (fr. 1b K.‐ Th. = 3 Sandbach)· „ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδʼ ὅ τι οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος ἐπαβελτερώσας τὸν πάλαι ἀβέλτερον“. λέγουσι δὲ καὶ †ἀβελτήριον τὴν ἀβελτηρίαν†. Ἀναξανδρίδης Ἑλένῃ (fr. 12 K.)· „ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγειν. ὦ Ἡράκλεις, ἀβελτηρίου †τεμνικοῦ†. ἀλλʼ οὐδʼ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τισ“.
alpha 37
Ἄβιος · ὁ ἀβλαβής, παρὰ τὴν βίαν, οἷον ὁ κρείσσων βίας. καὶ Ἄβιοι · οἱ νομάδες παρʼ Ὁμήρῳ (N 6), οἷον οἱ τὸν πολιτικὸν καὶ κοινωνικὸν οὐκ ἔχοντες βίον. ὁ μέντοι Εὐριπίδης (Ion. 764) ἐπὶ τοῦ δυσβίου ἐχρήσατο τῇ λέξει. κέχρηνται δὲ αὐτῇ καὶ ἐπὶ τοῦ ἐστερημένου τῆς ζωῆς. ἀλλὰ καὶ ὁ πολύβιος κατʼ ἐπίτασιν τοῦ α ἄβιος λέγεται παρὰ τοῖς παλαιοῖς.
alpha 38
Ἄβιος · Ἀντιφῶν (87 B 43 D.—K.) ἐπὶ τοῦ πολὺν βίον τάττει κεκτημένου, ὥσπερ καὶ Ὅμηρος (Λ 155) τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον.
alpha 39
Ἀβίωτον · κακόν, ἀηδές, ὀδυνηρόν, οὐκ ἄξιον ζωῆς· „ἀβίωτον γὰρ αὐτῷ“, φησί, „τὸν βίον διέθηκεν“ (incerti auctoris).
alpha 40
Ἀβλεπτήματι · ἁμαρτήματι.
alpha 41
Ἀβλήδην · ἐνδόσιμον.
alpha 42
Ἀβληχρήν · ἀσθενῆ· βληχρὸν γὰρ τὸ ἰσχυρόν.
alpha 43
Ἄβολος · ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας πῶλος.
alpha 44
Ἀβόλοις πώλοις (Pl. Leg. 8, 834c)· τοῖς μηδέπω βεβληκόσιν ὀδόντας.
alpha 45
Ἀβουλεῖν · μὴ βουλεύεσθαι ἢ μὴ βούλεσθαι. Πλάτων (Reip. 4, 437c).
alpha 46
Ἀβούλητον κακόν · ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο.
alpha 47
Ἀβουλία · ἀπαιδευσία, ἄνοια, προπέτεια.
alpha 48
Ἀβούλως · ἀφρόνως, ἀμαθῶς, προπετῶς.
alpha 49
Ἁβρὰ βαίνων · θρυπτόμενος, βλακευόμενος.
alpha 50
Ἄβραι · νέαι δοῦλαι. οἱ δέ φασιν οὔτε ἁπλῶς ἡ θεράπαινα ἄβρα λέγεται οὔτε ἡ εὔμορφος, ἀλλʼ ἡ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ (fr. 453 K.—Th.)· „μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν, τρέφει δὲ παλλακή τις τοῦ πατρὸς αὐτάς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη“. Σικυωνίῳ (fr. 1 Sandbach)· „{καὶ} ἄβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκʼ ἔχειν, ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέρᾳ πρέπει“. Ἀπίστῳ (fr. 58 K.—Th.)· „ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἔσεσθαι ἄβραν“.
alpha 51
Ἀβραμιαῖος · γιγαντιαῖος, ἱεροπρεπής. ἢ ἀπόγονος τοῦ Ἀβραάμ.
alpha 52
†Ἁβροδιαίτη · τρυφερὰ ζωὴ καὶ ἁπαλὴ καὶ ἡδονῆς μεστή†.
alpha 53
Ἁβροδίαιτος · τρυφητής, τρυφερόβιος. καὶ ἁβρός · ὁ τρυφερὸς καὶ ἁπαλός. καὶ ἁβρὸς λειμὼν καὶ νοτερὸς καὶ εὐθαλής.
alpha 54
Ἀβροκόμας · ὄνομα κύριον. σατράπης δʼ ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως.
alpha 55
Ἁβρός · λαμπρός, τρυφερός, ἁπαλός.
alpha 56
Ἁβροσύνη · φαιδρότης.
alpha 57
Ἀβροτήμων · ἁμαρτωλός.
alpha 58
Ἁβρότητι · τρυφερότητι, ἁπαλότητι.
alpha 59
Ἄβροτον · ἄψυχον, ἀναίσθητον.
alpha 60
Ἁβροχίτων · ὁ τρυφερὰ φορῶν.
alpha 61
Ἁβρύνεται · κοσμεῖται, θρύπτεται, καυχᾶται.
alpha 62
Ἄβρωτος · ὁ νῆστις.
alpha 63
Ἄβυδος · ἐπὶ συκοφάντου τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. καὶ ἀβυδοκόμαι οἱ ἐπὶ τῷ συκοφαντεῖν κομῶντες. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ εἰκαίου καὶ οὐδενὸς ἀξίου. κωμῳδοῦνται δὲ Ἀβυδηνοὶ καὶ εἰς ἀκολασίαν.
alpha 64
Ἄβυθος φλυαρία · ἡ πολλή.
alpha 65
Ἀβύρβηλον · ἀναίσχυντον, ἀπεχθές, πολύ, μάταιον. οἱ δὲ δασὺ καὶ συρφετῶδες.
alpha 66
Ἀβυρτάκη · ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευαζόμενον, ἐκ καρδάμων καὶ σκορόδων καὶ σινάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο.
alpha 67
Ἄβυσσος · ἡ πέρας μὴ ἔχουσα διὰ μέγεθος. ἔστι δὲ καὶ ἐν Ἄργει λίμνη οὕτω καλουμένη.
alpha 68
Ἀγαθά · ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σιτίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει (An. 4, 4, 9).
alpha 69
Ἀγαθῆς Τύχης νεώς · οὐκ ἄδηλον τὸ σημαινόμενον.
alpha 70
Ἀγαθὴ τύχη · τοῦτο προγραφόμενον οἴονταί τινες 〈 *** 〉 ἔνιοι δὲ προστιθέασι τὸ καὶ θεός, ὡς Πλάτων ἐν τρίτῳ Νόμων (6, 757e)· „νῦν δὴ θεὸν καὶ τύχην ἀγαθὴν ἐν εὐχαῖς ἐπικαλούμεθα“. καὶ Τιμοκλῆς (fr. 3 Dem.)· „θεὸς μὲν δηλαδὴ ἀγαθὴ τύχη τʼ ἔνεστιν“.
alpha 71
Ἀγαθέστατε · †Εὐριπίδης† εἶπεν.
alpha 72
Ἀγαθὴ Τύχη · ἡ Νέμεσις καὶ ἡ Θέμις.
alpha 73
Ἀγάθαρχος · κύριον καὶ τοῦτο. ἦν δὲ ζωγράφος ἐπιφανής, Εὐδήμου υἱός, τὸ δὲ γένος Σάμιος.
alpha 74
Ἀγαθικά · τὰ σπουδαῖα.
alpha 75
Ἀγαθὸν τίνος · ἀντὶ τοῦ τίνος ἕνεκα. Μένανδρος (fr. 726 K.‐ Th.)· „τίνος τὸ ἀγαθὸν τοῦτʼ ἔστιν;“
alpha 76
Ἀγαθὸς δαίμων · Ἀριστοφάνης (fr. 35 Dem.)· „ἀγαθός τε δαίμων καὶ ἀγαθὴ σωτηρία“.
alpha 77
Ἀγαθοῦ δαίμονος · οὕτω καλεῖται παρὰ τοῖς παλαιοῖς τὸ μετὰ τὴν ἄρσιν τῶν τραπεζῶν προσφερόμενον ποτήριον.
alpha 78
Ἀγαθοῦ δαίμονος πόμα · τὸ μετὰ τὸ δεῖπνον ἄκρατον πινόμενον παρὰ Ἀθηναίοις. καὶ τὴν δευτέραν ἡμέραν οὕτως ἐκάλουν.
alpha 79
Ἀγαθοεργοί · αἱρετοὶ κατὰ ἀνδραγαθίαν. οἱ δὲ Σπαρτιᾶται τοὺς ἐκ τῶν ἱππέων ἐξιόντας πέντε ἑκάστου ἔτους, ὡς Ἡρόδοτος ἐν αʹ (67, 5), οἱ δὲ ὑπηρέτας ἀρχόντων. Ἀττικοὶ δὲ τοὺς ἀγαθὸν ἐργασαμένους τι. ἔστι δὲ καὶ ἀρχή τις ἐν Λακεδαίμονι οἱ ἀγαθοεργοί· ἄρχουσι δὲ τῶν ἐξαγωγῶν καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω τῆς πόλεως παρανομησάντων, ὥς φησι Δίδυμος ἐν τῇ Τροπικῇ λέξει (p. 23 Schmidt).
alpha 80
Ἀγαθὸς φαγεῖν · σημαίνει τὸν ἐσθίοντα πολλά.
alpha 81
Ἀγαθοὶ δʼ ἀριδάκρυες ἄνδρες · ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων.
alpha 82
Ἀγαθῶν ἀγαθίδες · τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς (adesp. fr. 827 K.) ἐπὶ πολλῶν ἀγαθῶν.
alpha 83
Ἀγαθώνειος αὔλησις · ἡ μαλακή· Ἀγάθων γὰρ ὁ τραγικὸς ἐπὶ μαλακίᾳ διεβάλλετο (TrGF 39 T 20a).
alpha 84
Ἀγαθῶς · σφοδρῶς.
alpha 85
Ἀγαῖον · ἐπίφθονον. οἱ δὲ θαυμαστόν. οἱ δὲ φθονερόν.
alpha 86
Ἀγάλλει · ποιεῖ, σκευάζει, κοσμεῖ, τιμᾷ, προσεύχεται.
alpha 87
Ἀγάλλεσθαι · χαίρειν, μεγαλοφρονεῖν, καλλωπίζεσθαι. Πλάτων δὲ ἐν Νόμοις (12, 956b) τὰς γραφὰς ἀγάλματα καλεῖ. Θουκυδίδης δέ φησιν (4, 95, 3)· „ἕκαστος δὲ πατρίδα ἔχων ἐν τοῖς Ἕλλησιν ἀγάλλεται“, ἀντὶ τοῦ αὐχεῖ. καὶ ἄλλοι πολλοί. φασὶ δὲ καὶ ἀγάλλει τοὺς θεοὺς καὶ ἀγαλοῦμαι καὶ „ἄγαλλε“ (Ar. Thesm. 128) καὶ ἀγάλλου καὶ ἀγάλλεται καὶ ἀγάλλῃ. καὶ πολλὴ παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις.
alpha 88
Ἀγάλλιος · λοίδορος.
alpha 89
Ἀγάλλων · ἑαυτὸν σεμνοποιῶν.
alpha 90
Ἀγαλμός · λοιδορία.
alpha 91
Ἀγαλματοφορούμενος · ἀγάλματα ἤ〈τοι〉 τύπους τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτω Φίλων ἐχρήσατο (vita Moys. 1, 27 Cohn).
alpha 92
Ἄγαλμα · πᾶν ἐφʼ ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. οἱ δὲ ἁπλῶς ἄγαλμα πᾶν ἀνάθημα καὶ καθιέρωμα, κἂν εἰ μὴ ξόανον ἤ τι ἄλλο τοιοῦτον εἴη.
alpha 93
Ἄγγαρος · ὁ νωθρός. λέγεται δὲ παρὰ τοῖς βαρβάροις καὶ ὁ δημόσιος γραμματηφόρος. ὅθεν καὶ ἀγγαρεύεσθαι τὸ εἰς δημοσίαν χρείαν ὑπηρετεῖν.
alpha 94
Ἄγγαρος · ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος. ὅθεν ἀγγαρείαν ἀνάγκην ἀκούσιον λέγομεν καὶ ἐκ βίας γινομένην ὑπηρεσίαν.
alpha 95
Ἄγγαροι · οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. τὰ δὲ ὀνόματα Περσικά. Αἰσχύλος Ἀγαμέμνονι (282—85)· „φρυκτὸς δὲ φρυκτὸν δεῦρο ἀπʼ ἀγγάρου πυρὸς ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου, μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο“. τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλως τῶν ἀναισθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν ἄλλως τε καὶ ἐκ διαδοχῆς. Μένανδρος Πωλουμένοις (fr. 353 K.—Th.)· „ἀγγαροφόρει καὶ ταῦθʼ, ἃ νῦν ποιεῖς, ποίει, ἐξὸν διαρρηγνύμενον ἀγαθῶν μυρίων σιτιζόμενον τὴν νύκτα καὶ τὴν ἡμέραν διάγειν“. καὶ ἐν Προγαμοῦντι (fr. 349 K.—Th.)· „βάρβαρος, ἄγγαρος ὄντως καὶ οὐδενὸς προορώμενοσ“. καὶ ἐν Θαΐδι (fr. 186 K.—Th.)· „ὁ ἀκρατής, ἄγγαρος, ὄλεθρος, ἡδέως ἄν μοι δοκῶ ὅμως πεπονθὼς ταῦτα νῦν ταύτην ἔχειν“. καὶ ἀγγαρεύεσθαι καλοῦσιν, ὥσπερ ἡμεῖς νῦν, τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. Μένανδρος καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίστησιν (fr. 4 Sandbach)· „ὁ πλέων κατήχθη. κρίνεθʼ οὗτος πολέμιος. ἐὰν ἔχῃ τι μαλακόν, ἀγγαρεύεται“.
alpha 96
Ἀγγελιαφόρος · πρεσβευτής.
alpha 97
Ἀγαλματοποιΐα καὶ ἀγαλματουργία ἐρεῖς καὶ ἀγαλματοποιός . ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ (311c) ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλειτον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης.
alpha 98
Ἀγαμεμνόνεια φρέατα · ἱστοροῦσι τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.
alpha 99
Ἀγάμενος · θαυμάζων.
alpha 100
Ἀγανακτῶν · τίθεται παρὰ Πλάτωνι (Phaed. 117d) καὶ ἐπὶ τῶν λυπουμένων.
alpha 101
Ἀγανακτῶ σου · καινὸν τὸ σχῆμα· τὸ μὲν γὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τὸ δὲ ἀγανακτῶ σου καινὸν καὶ σπάνιον. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητα, φησὶ Φρύνιχος (Praep. soph. fr. 5).
alpha 102
Ἀγανακτικὸν καὶ ἀγανακτητέον · τὸ μὲν ἐν Πολιτείᾳ (10, 604e), τὸ δὲ ἐν Ἐπιστολαῖς ὁ Πλάτων ἔφη.
alpha 103
Ἀγανάκτησις · ἐπὶ τύχης Θουκυδίδης δευτέρᾳ (41, 3)· „οὔτε τῷ πολέμῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει“.
alpha 104
Ἄγαν ἐγκεῖσθαι τῷδε · οἷον ἐναντιοῦσθαι καὶ ἀποτείνεσθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (309—10)· „οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς 〈ἄγαν〉 ἐγκείμεθα, οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων“.
alpha 105
Ἀγάννιφον · λίαν χιονιζόμενον.
alpha 106
Ἀγανοφροσύνη · προσήνεια, πραότης.
alpha 107
Ἀγανώπιδος · πραέα βλεπούσης.
alpha 108
Ἄγανον · τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τραγικώτερον τὸ ὄνομα.
alpha 109
Ἀγανόν · καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ (885/6)· „ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι καὶ ἀγανώτερον βλέπειν“.
alpha 110
Ἄγανον · Σοφοκλῆς Ἐπὶ Ταινάρῳ (fr. 231 P. = 198b R.) ἄγανον ἔφη ξύλον βαρυτόνως τὸ κατεαγὸς ἢ τὸ ἀπελέκητον.
alpha 111
Ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς (Cratin. fr. 238, 3 K.).
alpha 112
Ἄγαν τείνειν · ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴκειν κατὰ μηδένα τρόπον αὐθαδιζόμενον. συγγραφικὴ ἡ φωνή.
alpha 113
Ἀγαλακτία · Αὐτοκράτης (fr. 3 K.)· „ἀμνοὶ δὲ βληχάζουσιν ὑπὸ ἀγαλακτίασ“.
alpha 114
Ἄγαλμα Ἑκάτης · τὴν κύνα οὕτως εἴρηκεν Ἀριστοφάνης (fr. 594 K.) διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας. ἢ ὅτι καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν. εἰσὶ δὲ οἳ καὶ γενέσθαι αὐτὴν κύνα ἐκ γυναικὸς κατʼ ὀργὴν Ἀρτέμιδος, εἶτα ἐλεηθεῖσαν πάλιν ὑπʼ αὐτῆς ἀποκαταστῆναι, ἔπειτα ἐπὶ τοῖς πραχθεῖσιν αἰσχυνθεῖσαν ἐκ τῆς ζώνης ἀπάγξασθαι. τὴν δὲ Ἄρτεμιν περιελομένην τὸν ἑαυτῆς κόσμον περιθεῖναι αὐτῇ καὶ Ἑκάτην προσαγορεῦσαι.
alpha 115
Ἄγαμαι τούτου, ἄγαμαι κεραμείων · Εὔπολις (fr. 21 Dem.) καὶ Ἀριστοφάνης (Ach. 489. Av. 1744).
alpha 116
Ἀγαί · ἠϊόνες. οὕτω κέχρηται Σοφοκλῆς (fr. 969 R.). οἱ δὲ τραγικοὶ (adesp. fr. 583a Snell) καὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύματα· καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται τῆς σαρκός.
alpha 117
Ἀγάμετος · ἀντὶ τοῦ ἄγαμος παρὰ Σοφοκλεῖ (fr. 884 N. 2 = 970 R.).
alpha 118
Ἀγαπᾶν · ἀποδέχεσθαι.
alpha 119
Ἀγαπᾶν · τὸ ἀρκεῖσθαί τινι καὶ μηδὲν πλέον ἐπιζητεῖν.
alpha 120
Ἀγαπητὰ ἤθη · τὰ καλὰ καὶ ἀγαθά.
alpha 121
Ἀγαπητόν · τὸ ἠγαπημένον ἢ τὸ μονογενές.
alpha 122
Ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς πατὴρ καὶ ἀγαπητὸς δεσπότης καὶ ἀγαπητὸν δὲ τέκνον , ἀντὶ τοῦ μόνον. καὶ ἐπὶ κόρης Ἀγαπητή.
alpha 123
Ἀγαπησμὸν λέγουσιν Ἀττικοὶ καὶ ἀγάπησιν τὴν φιλοφρόνησιν. Συναριστώσαις Μένανδρος (fr. 387 K.—Th.)· „καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπησμὸν οἷος ἦν“.
alpha 124
Ἀγάσαιτο · θαυμάσειεν.
alpha 125
Ἀγασθῶ τινι · ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν (Cyr. 2, 4, 9)· „ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν“.
alpha 126
Ἀγάσσει · ἄγαν τύπτει. ἀπὸ τοῦ ἄγαν ἀγάσσει, ὡς ἀπὸ τοῦ λίαν λιάζει.
alpha 127
Ἀγαστὰ καὶ ἀγαστὸς ἐρεῖς καὶ ἐπιρρηματικῶς ἀγαστῶς , ὡς Ξενοφῶν (Ages. 1, 24).
alpha 128
Ἀγάστονος · πολυστένακτος.
alpha 129
Ἀγαστοῦ · θαυμαστοῦ.
alpha 130
Ἀγασικλῆς · ὄνομα κύριον. ὃς λέγεται Ἁλιμουσίνοις συνδικάσαι καὶ διὰ τοῦτο ξένος ὢν ἐγγραφῆναι τῇ πολιτείᾳ.
alpha 131
Ἀγάσματα · σεβάσματα, ἃ ἄν τις ἀγάσαιτο. Σοφοκλῆς κέχρηται (fr. 885 N. 2 = 971 R.).
alpha 132
Ἀγαυρίαμα · ἔπαρμα.
alpha 133
Ἀγγελή · δῆμος Πανδιονίδος.
alpha 134
Ἀγελαίων · ἰδιωτῶν, ῥεμβωδῶν. καὶ ἀγελαίων · τῶν πολλῶν καὶ τυχόντων. εἴη δʼ ἂν ἐκ μεταφορᾶς τῶν ἀγελαίων ζῴων ἢ ἀπὸ τῶν ἰχθύων, οὓς βόσκεσθαι ῥύδην καὶ ἀγεληδόν φασιν.
alpha 135
Ἄγε δῆτα · φέρε, κόμιζε, δεῦρο.
alpha 136
Ἄγειν · ἀντὶ τοῦ μεγαλύνειν. Ὅμηρος (ε 311)· „καί μευ κλέος ἦγον Ἀχαιοί“.
alpha 137
Ἄγειν · ἀντὶ τοῦ ἔχειν. Ὑπερείδης (fr. 220 J.).
alpha 138
Ἄγειν · ἀντὶ τοῦ ὑποκρίνασθαι. καὶ ἄγειν· ἀντὶ τοῦ τιμᾶν καὶ ἀντὶ τοῦ πίνειν, ὅπερ καὶ †ἐπάγειν† ἔλεγον Ἀττικοί.
alpha 139
Ἄγειν καὶ φέρειν · τὸ λῃστεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ κομίζειν ἀδιαφόρως.
alpha 140
Ἀγείρει · συνάγει.
alpha 141
Ἀγελαῖος · ἀντὶ τοῦ ἰδιώτης, εὐτελής. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζῴων τῶν συναγελαζομένων, ἐφʼ οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ (266a). μετῆκται δὲ ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἀδοξοτέρους. οὕτως Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ αὐτοῦ λόγῳ (immo Panath. 18). καὶ ἀγελαῖον ἄρτον (Pl. com. fr. 76 K.) τὸν χυδαῖον.
alpha 142
Ἀγενής · Ἰσαῖος (2, 10) ἀντὶ τοῦ ἄπαις.
alpha 143
Ἀγεννῶς · ἀνάνδρως.
alpha 144
Ἀγέραστος · ἄτιμος.
alpha 145
Ἀγερμός · συναθροισμός.
alpha 146
Ἀγερσικύβηλιν · Κρατῖνος (fr. 62 K.) Λάμπωνα τὸν μάντιν ὡς ἀγύρτην καὶ θύτην· κύβηλις γὰρ ὁ πέλεκυς. οἱ δὲ ἐγερσικύβηλιν ἐν τῷ δράματι γράφουσιν, τὸν ἐφʼ ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν.
alpha 147
Ἄγει · ἀντὶ τοῦ κομίζει καὶ ἡγεῖται. καὶ ἄγει · τὸ τιμᾷ καὶ σέβεται. Δημοσθένης δὲ τὸ ἄγει ἐν τῷ κατὰ Τιμοκράτους (24, 129) τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· „καὶ τὸν ἀκινάκην τοῦ Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούσ“. καὶ κατὰ Δημάδου (fr. 2 S.)· „ἦγε δὲ πέντε μνᾶσ“.
alpha 148
Ἀγέλαστος · ὁ πρὸς γέλωτα οὐκ ἐπιτήδειος. καὶ ὁ στυγνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνησιν οὕτω λεγομένη. Αἰσχύλος δέ φησι (fr. 290 N. 2 = 747 M.) καὶ „φρὴν ἀγέλαστοσ“. οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ διάνοια ἀγέλαστος καὶ τὰ ὅμοια.
alpha 149
Ἀγέλας πόνων Εὐριπίδης εἶπεν (Herc. 1275/6), „ἀνδρῶν“ δὲ „ἀγέλασ“ Πλάτων (Leg. 3, 694e), „ἀγέλαστα“ δὲ „πρόσωπα“ Αἰσχύλος (Ag. 794).
alpha 150
Ἀγελαιοκομική · Πλάτων ἐχρήσατο (Polit. 275e).
alpha 151
Ἀγεννὲς καὶ στενὸν φθέγμα · ἐπὶ τῶν ἀφώνων καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων.
alpha 152
Ἀγερωχία · ὑπερηφανία.
alpha 153
Ἀγέρωχος · ἔντιμος, ἀνδρεῖος.
alpha 154
Ἀγέρωχος · †ταῦρος†, σεμνός, ὑπερόπτης, θρασύς.
alpha 155
Ἄγεται · τὸ ἡγεῖσθαι καὶ οἴεσθαι.
alpha 156
Ἄγευστος θοίνης, †ἀστείως† βίου ἔχων.
alpha 157
Ἄγευστος θοίνης καὶ ἁπλῶς ἄγευστος τοῦδε χρὴ λέγειν.
alpha 158
Ἄγευστοι · ἄπειροι.
alpha 159
Ἀγεωργίου δικάζεσθαι · εἴρηται μὲν ὡς λειποταξίου, ἀγαμίου, ἀλογίου, σημαίνει δέ, ἐπειδάν τις χωρίον παραλαβὼν ἀγεώργητον καὶ ἀνέργαστον ἐάσῃ, ἔπειτα ὁ δεσπότης δικάζηται τῷ παραλαβόντι.
alpha 160
Ἄγη · θαῦμα, χαρά, ἀπιστία καὶ ζῆλος παρʼ Ἡροδότῳ (6, 61, 1) καὶ βασκανία. παρʼ Ὁμήρῳ δὲ (Φ 221) ἔκπληξις, πληγή, θραῦσις, κλάσις, ἀπώλεια. ἔνιοι δὲ ἱερεῖα.
alpha 161
Ἀγηλατεῖν · ἄγος καὶ ἐναγεῖς τινας ἐλαύνειν.
alpha 162
Ἀγηλατῶν · ἀντὶ τοῦ διώκων, φυγαδεύων. οὕτως Νικόμαχος (fr. 2 N. 2 = TrGF 127 F 14).
alpha 163
Ἀγῆλαι · τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις Δήμοις (fr. 119 K.)· „ἀναθῶμεν νῦν χἠμεῖς τούτοις τὰς διττὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες. δεχόμεσθα“. Ἀριστοφάνης Εἰρήνῃ (396—99)· „καί σε θυσίαισιν ἱεραῖσιν προσόδοις τε †μεγάλαις ἰδίᾳ πάντες, ὦ πότνια, καλοῦμεν† ἡμεῖς ἀεί“. Ἕρμιππος Ἀρτοπώλισι (fr. 8 K.)· „φέρε νῦν ἀγήλω τοὺς θεοὺς †οἵους† ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένου“. Θεόπομπος Πηνελόπῃ (fr. 47 K.)· „καί σε τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ“.
alpha 164
Ἀγῆλαι · τιμῆσαι. τῶν πάνυ δὲ Ἀττικῶν ἐστιν ἡ λέξις. καὶ Ἀγήλω καὶ ἀγαλοῦμεν ἐρεῖς καὶ „ἄγαλλε“ (Ar. Thesm. 128) καὶ προσαγαλεῖ τὸν θεόν , ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν. εἰ δέ γέ σοι εἴη ἀρχαίας φωνῆς σπουδὴ καὶ σεμνότητος λόγων, χρήσαιο 〈ἂν〉 τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν ὁ Φρύνιχος (Praep. soph. fr. 6a).
alpha 165
Ἄγημα · τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἵππων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως.
alpha 166
Ἀγήνωρ · ὁ ἄγαν ἀνδρεῖος. ἢ ὁ ἀγαστὸς ἐν ἀνδρείᾳ. σημαίνει δὲ καὶ τὸν ὑπερήφανον. ἔστι δὲ καὶ ὄνομα κύριον.
alpha 167
Ἀγήρατον · ἀρρενικῶς εἶπε Σοφοκλῆς (fr. 972 R.), θηλυκῶς δὲ Ξενοφῶν (Cyr. 8, 7, 22). καὶ ἀγήρων Πλάτων μὲν ἀρσενικῶς (Polit. 273e), Εὐριπίδης δὲ θηλυκῶς (Suppl. 1178). καὶ οὐδετέρως Θουκυδίδης (2, 44, 4) καὶ Πλάτων Τιμαίῳ (33a).
alpha 168
Ἀγήρω · τὰ μὴ γηρῶντα. ἅγια ἢ σεβάσμια.
alpha 169
Ἀγήρω · καὶ σὺν τῷ ν ἀγήρων. οἱ δὲ ἄνευ τοῦ ν θηλυκόν φασιν εἶναι. οἱ δὲ τὸ μὲν σὺν τῷ ν τὴν αἰτιατικὴν δηλοῦν πτῶσιν, τὸ δʼ ἄνευ τούτου τὴν γενικήν τε καὶ δοτικήν.
alpha 170
Ἁγής · τοῦτο ἀπὸ συνθέτου καταλείπεται τοῦ εὐαγὴς ἢ παναγής. Ἐμπεδοκλῆς (31 B 47 D.—K.)· „ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον“.
alpha 171
Ἀγησίλαος · ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος βασιλεύς, καὶ ᾄδεται παρὰ πολλοῖς τῶν ῥητόρων.
alpha 172
Ἁγιάσαι · καρπῶσαι, καῦσαι ἁγίως.
alpha 173
Ἁγιάσατε · προευτρεπίσατε, κηρύξατε.
alpha 174
Ἅγιος · ὁ σεβάσμιος. καὶ ἅγιον τὸ σεβάσμιον καὶ τίμιον. λέγοιτο δʼ ἂν καὶ ἅγιος ὁ μιαρός, ἀπὸ τοῦ ἄγους, ὡς Κρατῖνος (fr. 373 K.).
alpha 175
Ἀγηοχώς · ἐνέγκας.
alpha 176
Ἁγιστείας · ἁγιωσύνης, καθαρότητος, λατρείας.
alpha 177
Ἁγιστεύειν · ἁγιάζειν. καὶ ἁγιασθέντων · ἀφιερωθέντων.
alpha 178
Ἁγιστεύσαντες · τὰ τῆς θυσίας ἐπιτελέσαντες.
alpha 179
Ἀγκαλι〈δ〉αγωγοί · οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις ἢ ἐπὶ θρεμμάτων. ἀγκαλιδοφόροι δὲ οἱ αὐτοὶ φέροντες, ἢ οἱ παῖδες οἱ ἀκολουθοῦντες τοῖς ἀγκαλι〈δ〉αγωγοῖς ὄνοις. λέγονται δὲ καὶ οἱ πιπράσκοντες τὰς ἀγκαλίδας ἀγκαλιδοπῶλαι . εἰσὶ δὲ ἀγκαλίδες αἱ τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι.
alpha 180
Ἀγκαλίδα · μερίδα.
alpha 181
Ἄγκαθεν · κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν. οὕτως Αἰσχύλος (Ag. 3).
alpha 182
Ἄγκιστρον · τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτω Πλάτων Πολιτείας ιʹ (616c).
alpha 183
Ἀγκιστρεύει · δελεάζει.
alpha 184
Ἀγκράτος ἐλαύνω εἶπε Ξενοφῶν (An. 1, 8, 1) κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δὲ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει.
alpha 185
Ἀγκύλη · ἀκόντιον, καὶ τοῦ ἀγκῶνος ἡ καμπή. λέγεται δὲ καὶ ἡ δεξιὰ χεὶρ ἀγκύλη· ὅθεν καὶ τὰ δόρατα ἀγκυλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται δὲ καὶ ἀγκύλη εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοττάβων παιδιάν. ἀγκύλη οὖν καὶ ἡ δεξιὰ χείρ, ἀλλὰ καὶ ἡ πρὸς κότταβον ἐπιτηδεία κύλιξ διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει· ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προΐεσθαι. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. ἔστι δὲ ἀγκύλη καὶ εἶδός τι ἅμματος, ὡς Ἄλεξις Ἀχαΐδι (fr. 31 K.)· „ἀγκύλην τῆς ἐμβάδος οὐ καλῶς ἔσφιγξας λυθεῖσαν“. ἐχρήσαντο καὶ ἄλλοι τῇ λέξει.
alpha 186
Ἀγκύλη καὶ ἀράφη · δῆμος Αἰγηΐδος.
alpha 187
Ἀγκύλια · οἱ κρίκοι τῶν ἁλύσεων.
alpha 188
Ἀγκυλομῆται · σκολιόβουλοι.
alpha 189
Ἀγκύλον · καμπύλον, ἐπικαμπές.
alpha 190
Ἀγκυλόχειλος · σκολιόχειλος.
alpha 191
Ἄγκυραι · ἐκ μεταφορᾶς αἱ ἀσφάλειαι. Σοφοκλῆς (fr. 623 N. 2 = 685 R.)· „ἀλλʼ εἰσὶ μητρὶ παῖδες ἄγκυραι βίου“.
alpha 192
†Ἄγλαι† · ὄμμα. Εὐριπίδης (fr. 1122 N. 2 ).
alpha 193
Ἀγλαΐα · λαμπρότης.
alpha 194
Ἀγλαΐαις · λαμπρότησιν.
alpha 195
Ἀγλαόκοιτος · πάνυ τίμιος.
alpha 196
Ἀγλαότιμον · λαμπρόν, τετιμημένον.
alpha 197
Ἄγλαυρος · ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ καὶ ἐπώνυμον Ἀθηνᾶς.
alpha 198
Ἄγλαυρος · μία τῶν Κέκροπος θυγατέρων, ἣν διὰ τιμῆς ἔχουσι καὶ ὀμνύουσιν αἱ γυναῖκες· εἰς γὰρ τὴν τοῦ πατρὸς αὐτῆς Κέκροπος τιμὴν ἀπονεῖμαί τινα γέρα τὴν θεὸν τῇ Ἀγλαύρῳ. οὕτω Βίων ὁ Προκοννήσιος (FGrHist 332 F 1).
alpha 199
Ἀγλευκέστερον · ἀντὶ τοῦ ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι (1, 21).
alpha 200
Ἀγλευκές · τὸ ἀηδές. Ξενοφῶν εἴρηκεν ἐν τῷ Οἰκονομικῷ (8, 3). δοκεῖ δὲ ξενικὸν εἶναι τὸ ὄνομα, Σικελικόν· πολὺ γοῦν ἐστι πάλιν παρὰ Ῥίνθωνι (fr. 28 Kaibel).
alpha 201
Ἄγλιθες · τὸ δὲ αὐτὸ καὶ γέλγιθες· ἐξ ὧν ἡ τοῦ σκορόδου κεφαλὴ σύγκειται.
alpha 202
Ἀγλωττία · ἡσυχία, σιωπή.
alpha 203
Ἄγμασι · κλάσμασι, τροπαῖς.
alpha 204
Ἁγνεία · καθαρότης.
alpha 205
†Ἁγνεύεται τὴν πόλιν · ἀντὶ τοῦ ἐκ κατηγορίας παρασήμου, ἀντὶ τοῦ ἁγνίζεται†.
alpha 206
Ἁγνίας · ὄνομα κύριον.
alpha 207
Ἁγνίσαι · τὸ διαφθεῖραι κατʼ ἀντίφρασιν. καὶ τὸ ἀποθῦσαι. οὕτως Σοφοκλῆς (fr. 112 N. 2 = 116 R.).
alpha 208
Ἁγνίτης · ἱκέτης καὶ καθάρσιος· καὶ γὰρ ὁ μύσους ἁγνισθεὶς καὶ ὁ καθήρας οὕτως λέγονται.
alpha 209
Ἄγναπτος · καὶ διὰ τοῦ γ καὶ διὰ τοῦ κ ἔλεγον τοὔνομα. σημαίνει δὲ τὸ μὴ ἐγναμμένον. λέγεται δὲ καὶ ἀρρενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀρρενικῶς μὲν ἄγναπτος χιτών, θηλυκῶς δὲ ἄγναπτος χλαῖνα, οὐδετέρως δὲ ἄγναπτον ἱμάτιον. Πλάτων μέντοι ὁ κωμικὸς (fr. 18 Dem.) τὴν ἄγναπτον καὶ χλαῖναν καλεῖ· οὐ μέντοι γε πᾶσα χλαῖνα καὶ ἄγναπτος. ἔστι δὲ χλαῖνα ἱμάτιον παχύ, εἴτε ἄγναπτον εἴτε ἐγναμμένον.
alpha 210
Ἄγνος · φυτόν, ὃν καὶ λύγον καλοῦσιν.
alpha 211
Ἀγνόδικος · ἀγνοοῦσα τὸ δίκαιον.
alpha 212
Ἁγνοδικεῖς · οἱ θεοί.
alpha 213
Ἄγνοια · ὀλιγωρία.
alpha 214
Ἀγνοίη · λύπη. καὶ τὸ ἀγνοεῖν λυπεῖσθαι.
alpha 215
Ἁγνοπολεῖσθαι · τὸ σφαγίοις καθαίρεσθαι.
alpha 216
Ἁγνούσιος · Ἁγνοῦς δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος, ἧς ὁ φυλέτης Ἁγνούσιος.
alpha 217
Ἀγνωμόνως · ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες οἱ ἀμαθεῖς (Reip. 5, 450d).
alpha 218
Ἀγνωμόνως · Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (Ol. 2, 26) ἀντὶ τοῦ ἀλογίστως καὶ ἀβούλως.
alpha 219
Ἀγνῶτας · μὴ ἐπιγινωσκομένους· „ἀγνῶτα δέ μοι προεκόμιζεν ἄνθρωπον, ὃς καὶ ἑαυτῷ ἀγνὼς ἐτύγχανεν ὤν“ (incerti auctoris).
alpha 220
Ἄγνον , οὐχὶ λύγον καλοῦσι. καὶ ἀρσενικῶς Χιωνίδης Ἥρωσι (fr. 2 K.)· „καὶ μὴν μὰ τὸν Δίʼ οὐθὲν ἔτι γέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότοσ“. Πλάτων (Phaedr. 230b)· „ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλὴ καὶ τοῦ ἄγνου τε τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον“.
alpha 221
Ἀγορά · τόπου ὄνομα. καὶ τὰ ἀγοραζόμενα. Θεσσαλοὶ δὲ καὶ τὸν λιμένα ἀγορὰν καλοῦσι. Κρῆτες τὴν ἐκκλησίαν. παρʼ Ὁμήρῳ (A 54) πᾶς ἀθροισμός. Σόλων δὲ (1, 2 West) ἀγορὰν καλεῖ τὸ πεζῷ λόγῳ ἀγορεύειν. καὶ ὁ τόπος παρʼ Ὁμήρῳ (H 382) ἢ ἡ ἐκκλησία ἢ τὸ συναμφότερον.
alpha 222
Ἀγορὰ θεῶν · Ἀθήνησι τόπος ἐκαλεῖτο.
alpha 223
Ἄγοι · πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν (fr. 67 S.)· „ἔβλαψε γάρ με“, φησί, „Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν“. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγοῖτο παρείληφε· φησὶ γὰρ ἐν τῷ Περὶ ἀληθείας (87 B 44 A 1, 18 D.—K.)· „τοὺς νόμους μεγάλους ἄγοι“.
alpha 224
Ἀγομένων τῶν ἡμετέρων · ἀντὶ τοῦ ἁρπαζομένων καὶ λῃστευομένων.
alpha 225
Ἀγοράσω λέγουσι, τὸ δὲ ἀγορῶ βάρβαρον· παραδειγμάτων δὲ μεστὰ πάντα, εἰλήφθω δʼ ὅμως Ἀριστοφάνους ἐξ Αἰολοσίκωνος (fr. 2 K.)· „ἀλλʼ ἄνυσον· οὐ μέλλειν ἐχρῆν, ὡς ἀγοράσω ἅπαξ ἅπανθʼ, ὅσα κελεύεις, ὦ γύναι“. καὶ ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα.
alpha 226
Ἀγοράς · Ὑπερείδης ἀντὶ τοῦ συνόδους· λέγει γὰρ ἐν τῷ κατὰ Πολυεύκτου (fr. 150 J.)· „οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται“. δηλοῖ δὲ καὶ ἄλλα τοὔνομα.
alpha 227
Ἀγοράζειν · τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορᾷ διατρίβειν.
alpha 228
Ἀγορανομίας · λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια.
alpha 229
Ἀγορανόμοι · οἱ τὰ κατὰ τὴν ἀγορὰν διοικοῦντες ὤνια ἄρχοντες. δέκα δὲ ἦσαν, ὧν πέντε μὲν τὰ κατὰ τὸ ἄστυ, πέντε δὲ τὰ κατὰ τὴν χώραν διέταττον.
alpha 230
Ἀγοράσαι · τὸ ὠνήσασθαι.
alpha 231
Ἀγοραίαν · τὴν δικαιολογίαν.
alpha 232
Ἀγοραῖοι · οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι.
alpha 233
Ἀγοραῖος νοῦς · ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης καὶ οὐκ ἀπόρρητος οὐδὲ πεφροντισμένος· οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς καὶ ἀπαίδευτοί εἰσιν. οὕτως Εὐριπίδης (fr. 1114 N. 2 ).
alpha 234
Ἀγοραῖος Ζεύς · βωμὸς Ἀθήνησιν, ὃς ἐκαλεῖτο ἀγοραίου Διός.
alpha 235
Ἀγοραῖος Ἑρμῆς · ἐν Ἀθήναις ἵδρυτο κατὰ τὴν ἀγοράν.
alpha 236
Ἀγορὰ Κερκώπων · Ἀθήνησι πλησίον τῆς Ἡλιαίας, ἐν ᾗ μάλιστα τὰ κλοπιμαῖα πιπράσκονται καὶ ὠνοῦνται· τοιούτους γὰρ καὶ τοὺς Κέρκωπας παρειλήφαμεν, κλέπτας καὶ πανούργους.
alpha 237
Ἀγορὰ ἐφορεία · οὕτως ἐλέγετο ἡ σύνοδος ἡ πρὸς τοῖς κοινοῖς ὅροις τῶν ἀστυγειτόνων γινομένη· ἐνταῦθα γὰρ συνιόντες οἱ ὅμοροι περὶ τῶν κοινῶν ὁμοῦ ἐβουλεύοντο.
alpha 238
Ἀγορᾶς ὥραν · οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων πράξεων τῶν κατʼ ἀγοράν· „ἕωθεν ἧκε πρὶν ἀγορὰν πεπληθέναι“. Φερεκράτης (fr. novum). καὶ ἐν Αὐτομόλοις (fr. 29 K.)· „πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι“.
alpha 239
Ἀγοραστήν · τὸν τὰ ὄψα ὠνούμενον, ὃν Ῥωμαῖοι ὀψωνιάτορα καλοῦσιν.
alpha 240
Ἀγοράσματα · τὰ ὤνια λέγουσι. καὶ ἀγορασμάτων · καὶ Ἀγοράσεως τῆς ὠνήσεως.
alpha 241
Ἀγορήν · ἐκκλησίαν.
alpha 242
Ἀγορηταί · σύμβουλοι, φρόνιμοι.
alpha 243
Ἄγος · κατʼ ἀντίφρασιν τὸ μύσος. καὶ ἐναγὴς ὁ ἐνεχόμενος τῷ μύσει. καὶ ἀγηλατεῖν τὸ τοὺς ἐναγεῖς ἐλαύνειν. ὁ δὲ παναγὴς τὸν ἁγνὸν καὶ καθαρὸν σημαίνει. καὶ παρωνόμασται ὁ μὲν ἐναγὴς ἀπὸ τοῦ ἄγους, ὁ δὲ παναγὴς ἀπὸ τοῦ ἁγνοῦ καὶ καθαροῦ. σημαίνει δὲ καὶ ἅγνισμα καὶ θυσίαν.
alpha 244
Ἄγος · μίασμα ἢ ἀγκών. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον καὶ ἄξιον σεβάσματος, ἐξ οὗ καὶ ἱέρειαι παναγεῖς καὶ ἄλλα τινά.
alpha 245
Ἀγός · ἡγεμών.
alpha 246
Ἄγος · ὁ Ζεὺς παρὰ Τροιζηνίοις.
alpha 247
Ἀγόμφιος αἰών · οὕτως ἔλεγον τὸν χρόνον, ἐν ᾧ τις ἑωρᾶτο γεγηρακώς, παρὰ τὸ μὴ ἐνεῖναι τοῖς γηρῶσι τοὺς γομφίους. Διοκλῆς (fr. 14 K.)· „μηδείς ποθʼ ὑμῶν, ἄνδρες, ἐπιθυμησάτω γέρων γενέσθαι, προνοησάτω δὲ ὅπως νέος ὢν ἀγαθόν τι τῇ ψυχῇ παθὼν εἰς ὥραν καταλύσῃ μηδʼ ἀγόμφιόν ποτε αἰῶνα τρίψῃ“.
alpha 248
Ἄγουσιν ἑορτὴν οἱ κλέπται · χαριεστάτη ἡ σύνταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδικὴν χάριν. σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. οὕτως Κρατῖνος (fr. 18 Dem.).
alpha 249
Ἄγρα · Δήμητρος ἱερὸν ἔξω τῆς πόλεως πρὸς τῷ Εἰλισσῷ.
alpha 250
Ἄγραυλοι · οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐλιζόμενοι.
alpha 251
†Ἀγραπτότατος† αὖος βάτος · ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον.
alpha 252
Ἄγραφα ἀδικήματα · οἷον ὑπὲρ ὧν νόμος οὐ κεῖται.
alpha 253
Ἀγραφίου · εἶδος δίκης ἐστὶ κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ ἐγγεγραμμένων ὥστε ὀφείλειν, ἀπαλειφθέντων δὲ πρὶν ἀποδοῦναι. ἐνίοτε δὲ τάττεται καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς μὴ ὀφείλοντας. ὁ δὲ τοῦτο πράξας καὶ ἁλοὺς αὐτὸς μὲν ἐνεγράφετο ὀφείλειν, ὁ δὲ μὴ δεόντως ἐγγραφεὶς ἠφίετο τῆς ἀδίκου ἐγγραφῆς.
alpha 254
Ἀγραφίου δίκη · τῶν ἐκ καταδίκης ὠφληκότων τῷ δημοσίῳ γράφουσι τὰ ὀνόματα ἐν σανίσιν οἱ κατὰ καιρὸν περὶ τούτων διοικοῦντες, προστιθέντες ἀνὰ πόσον ἐστὶ τὸ ὄφλημα. ὅταν δὲ ἀποδιδῷ ἕκαστος, ἐξαλείφεται τῆς σανίδος τὸ ἐπίγραμμα. ἐὰν οὖν τις ἀναγραφῇ μὲν ὠφληκέναι, δόξῃ δὲ μὴ ἀποδεδωκέναι, καὶ τὸ ὄνομα αὐτοῦ ἐξηλειμμένον ᾖ ἐκ τῆς σανίδος, συγκεχώρηται τῷ βουλομένῳ τῶν ἀστῶν εἰσάγειν κατʼ αὐτοῦ δίκην ἀγραφίου.
alpha 255
Ἀγράφου μετάλλου δίκη · οἱ τὰ ἀργύρεια μέταλλα ἐργαζόμενοι, ὅπου βούλοιντο καινοῦ ἔργου ἄρξασθαι, φανερὸν ἐποιοῦντο τοῖς ἐπʼ ἐκείνοις τεταγμένοις ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ἕνεκα τῷ δήμῳ εἰκοστὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἴ τις οὖν ἐδόκει λάθρα ἐργάζεσθαι μέταλλον, τὸν 〈μὴ〉 ἀπογραψάμενον ἐξῆν τῷ βουλομένῳ γράφεσθαι καὶ ἐλέγχειν.
alpha 256
Ἀγρευτικὴ στολή · ἡδεῖα ἡ λέξις καὶ ἀστεία.
alpha 257
Ἀγρεύματα · τὰ ἐπὶ τῆς ἀγροικίας κτήματα Σόλων εἶπε (fr. 511 M.). σημαίνει δὲ καὶ σκῦλα.
alpha 258
Ἀγριόθυμος · ἄγριος τῇ ψυχῇ.
alpha 259
Ἄγριοι · τοὺς παιδεραστὰς οὕτως ἐκάλουν, ἤτοι ὅτι ἄγριον τὸ πάθος, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοιούτοις. καλοῦσι δὲ αὐτοὺς καὶ Κενταύρους. δῆλον ὅτι καὶ τὰ ἀνήμερα τῶν ζῴων ἄγρια καλεῖται. καὶ Ἄγριος ὁ τὸ ἦθος δύσκολος καὶ ὀργίλος.
alpha 260
Ἀγρίους · Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου (52) τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ (fr. 705 K.—Th.) „ἄγριον“ εἶπε „κυβευτὴν“ τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα.
alpha 261
Ἄγριος ἔλαιος · ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι παρὰ Πινδάρῳ ἐν Ὕμνοις (fr. 46 Snell).
alpha 262
Ἀγροικεῖν · καὶ ἀγροίκων · τῶν σωφρόνων. παρὰ δὲ τὸ ἀγροῖκος γέγονε τὸ ῥῆμα ἀγροικεῖν.
alpha 263
Ἄγροικοι · γένος Ἀθήνησιν, ὃ ἀντιδιέστελλον πρὸς τοὺς εὐπατρίδας. ἦν δὲ τὸ τῶν γεωργῶν· καὶ τρίτον τὸ τῶν δημιουργῶν.
alpha 264
Ἄγροικος · σκληρός, ἀσκιατρόφητος, οἷον ἐργάτης.
alpha 265
Ἄγροικος ὀπώρα · ἀπεναντίως τῇ γενναίᾳ. ἐγένετο δὲ ὡς ἐν διαφορᾷ, τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς ἀπόθεσιν καὶ οἰνοποιΐαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ Πλάτων σαφῶς ἐν Νόμοις (8, 845 ab)· „ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται“. καὶ πάλιν· „τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται, τῆς δὲ ἀγροίκου λεγομένης καὶ τὸν τοιοῦτον ὁ νόμος εἰργέτω“.
alpha 266
Ἄγροικος · ἄφρων, δύσκολος. ἢ ὁ ἐν ἀγρῷ κατοικῶν.
alpha 267
Ἀγροβόας ἀνήρ · ὁ ἀγροίκως φθεγγόμενος καὶ οὐκ ἀστείως οὐδὲ ἐμμελῶς. οὕτως Κρατῖνος (fr. 374 K.).
alpha 268
Ἀγρόμενοι · συναθροίζοντες.
alpha 269
Ἀγροιλῆθεν · Ἀγροίλη δῆμός ἐστι τῆς Ἐρεχθηΐδος φυλῆς, ὁ δὲ δημότης πάλαι ἐλέγετο Ἀγροιλεύς.
alpha 270
Ἀγρονόμοι · οἱ ἐν ἀγροῖς διάγοντες.
alpha 271
Ἀγρότας · ἀγροίκους.
alpha 272
Ἀγροῦ πυγή · τὸ πιότατον. οἱ δὲ ἐπὶ τῶν προσκαθημένων τινὶ λιπαρῶς. οἱ δὲ ὑπερβολικῶς λέγουσιν ἐπὶ τῶν ἐν ἀγρῷ καθημένων. ἢ ἐπὶ τοῦ σφόδρα ἀγροίκου.
alpha 273
Ἄγρυκτα καὶ ἄλεκτα πέπονθα · τὸ μὲν ἄγρυκτά ἐστιν ὥστε μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κακῶν· γρύξαι δέ ἐστι τὸ βραχύτατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστι, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον. κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης (fr. 157 K.)· „τί δʼ ἔπαθες;— ἄγρυκτα καὶ ἄλεκτα· ἀλλὰ βούλομαι μόνῃ αὐτὴ φράσαι σοι“.
alpha 274
Ἀγρῶσται · οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος. Ὅμηρος (ε 53)· „ἰχθῦς ἀγρώσσων“.
alpha 275
Ἀγυιαί · ἄμφοδα, ῥῦμαι. ἢ ἐπιμήκεις ὁδοί· παρὰ γὰρ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη 〈καὶ〉 κάμψεις. τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν.
alpha 276
Ἀγυιάν · τὸν στενωπὸν Ξενοφῶν (Cyr. 2, 4, 3). καὶ ὅλως πολλὰ τὰ γλωσσηματικὰ παρʼ αὐτῷ.
alpha 277
Ἀγυιεύς · ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς 〈ὁ〉 θεός. Φερεκράτης Κραπατάλοις (fr. 87 K.)· „ὦ δέσποτʼ Ἀγυιεῦ, ταῦτα συμμέμνησό μοι“. καὶ τὸ „κνισᾶν Ἀγυιᾶσ“ (Dem. 21, 51) τοὺς ἀγυιέας δηλοῖ συνῃρημένως, οὐ τὰς ἀγυιὰς καὶ τὰς ὁδούς.
alpha 278
Ἀγυιάτιδες · παρʼ Εὐριπίδῃ (Ion. 186) οἱ πρὸ τῶν θυρῶν βωμοί.
alpha 279
Ἀγυιᾶς · ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾶν, ὡς ἀπὸ τοῦ ἀγυιέας. ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δὲ αὐτούς φασιν εἶναι Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ κατὰ τὴν αἰτιατικὴν ἀγυιέας, ἐν συναλιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δʼ ἂν οἱ παρὰ τοῖς Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοί, ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί (fr. 341 N. 2 = 370 R.)· „λάμπει δʼ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ σμύρνης σταλαγμούς, βαρβάρους εὐοσμίασ“.
alpha 280
Ἀγύρτης · ἐπαίτης, φιλοκερδής. καὶ ἀγύρτης · εἶδος βόλου.
alpha 281
Ἀγύρτης · ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν τὸ περιιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἤ τινι ἑτέρῳ τοιούτῳ σεμνύνειν. ὁ δὲ ἀγύρτης καὶ κυβευτικοῦ βόλου ἐστὶν ὄνομα.
alpha 282
Ἀγυρτικά · χυδαῖα ψεύσματα.
alpha 283
Ἀγυρμός · ἐκκλησία, συναγωγή.
alpha 284
Ἀγυρτώδη · συρφετώδη.
alpha 285
Ἀγύρριος · δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής.
alpha 286
Ἄγχαζε · ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς (fr. 886 N. 2 = 973 R.).
alpha 287
Ἄγχασκε · ἀντὶ τοῦ ἀνάχασκε. οὕτως Φερεκράτης (fr. 196 K.).
alpha 288
Ἀγχέμαχος · ἐγγύθεν μαχόμενος.
alpha 289
Ἄγχι · ἐγγύς.
alpha 290
Ἀγχίθυρος · γείτων.
alpha 291
Ἀγχίμολον · ἐγγὺς ἐλθόν.
alpha 292
Ἄγχιμος · ἀντὶ τοῦ πλησία. Εὐριπίδης (fr. 867 N. 2 )· „ἀλλʼ ἄγχιμος γὰρ ἥδε Φοιβεία γυνή“.
alpha 293
Ἀγχίνοια · σύνεσις.
alpha 294
Ἀγχίνους · συνετός, ὀξὺς τὸν νοῦν.
alpha 295
Ἄγχιστα · ἔγγιστα.
alpha 296
Ἀγχιστεία · συγγένεια. καὶ ἀγχιστεῖς · οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατʼ ἐπιγαμίαν μιχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται.
alpha 297
Ἀγχίσποροι · ἐγγὺς γένους.
alpha 298
Ἀγχιστίνδην · τὸ κατὰ ἀγχιστείαν, ὥσπερ ἀριστίνδην καὶ πλουτίνδην, ἐπιρρηματικῶς.
alpha 299
Ἀγχίστροφοι · συστραφέντες ἢ ταχὺ ἐπιστρεφόμενοι.
alpha 300
Ἀγχιτέρμων · ὁ γείτων, ὁ ὅμορος.
alpha 301
Ἀγχοῦ · ἐγγύς.
alpha 302
Ἀγχωμάλου · τῆς ἴσης, τῆς ἐγγὺς τοῦ ὁμαλοῦ.
alpha 303
Ἀγωγή · ἀναστροφή, τρόπος. ἢ ἡ κομιδή. καὶ τὸ ἀγόμενον βάρος.
alpha 304
Ἀγωγεῖ · τῷ ἱμάντι, ᾧ ἄγεται ὁ ἵππος, ὃς καὶ ῥυτὴρ καλεῖται.
alpha 305
Ἀγωγεύς · ὁ ἱμὰς τῶν κυνηγετικῶν κυνῶν. οὕτως Σοφοκλῆς (fr. 887 N. 2 = 974 R.).
alpha 306
Ἀγώγιον · τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕτως Ξενοφῶν (Cyr. 6, 1, 54).
alpha 307
Ἀγώγιμος · ἄγων, ἀγόμενος.
alpha 308
Ἀγωγίμων · φορτίων ἐμπορικῶν.
alpha 309
Ἀγωγόν · ἐπακτικόν.
alpha 310
Ἀγωγούς · προπομπούς.
alpha 311
Ἀγωνία · ὁ ἀγωνισμός. καὶ ἀγών. λέγεται δὲ οὕτως καὶ ἡ ἀγωνιστική.
alpha 312
Ἀγωνίᾳ · Ξενοφῶν (Cyr. 2, 3, 15) ἀντὶ τοῦ ἀγῶνι.
alpha 313
Ἀγῶνα · καὶ τὴν πρὸς τοὺς ἀγῶνας ἄσκησιν.
alpha 314
Ἀγωνιῶ · κινδυνεύω.
alpha 315
Ἀγών · ὄνομα κύριον δηλοῖ, ὡς Δοῦρις ἱστορεῖ (FGrHist 76 F 82). σημαίνει δὲ καὶ τὴν ἀγωνίαν καὶ τὸ ἄθροισμα καὶ τὸν ναόν, ἔνθα ἀθροίζονται, καὶ τὸν τόπον, ἔνθα ἀθροίζεται τὸ πλῆθος.
alpha 316
Ἀγῶνα · καὶ Ὅμηρος (θ 260) τὸν τόπον αὐτόν, ἐν ᾧ ἀγωνίζονται. Θουκυδίδης εʹ (50, 4)· „προελθὼν εἰς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον“.
alpha 317
Ἀγὼν οὐ δέχεται σκήψεις · τάττεται ἡ παροιμία καὶ ἐπὶ τῶν μηδὲν ὀνησαμένων εἰς σκῆψιν.
alpha 318
Ἀγωνιᾶν · Ἰσοκράτης (15, 183.302) ἀντὶ τοῦ ἀγωνίζεσθαι. καὶ ἀγωνιῶντες ἀντὶ τοῦ ἀγωνιζόμενοι ὁ αὐτός (4, 91).
alpha 319
Ἄγωνος · κατὰ σχηματισμὸν ἀντὶ τοῦ ὁ ἀγών· ἀπὸ δὲ γενικῆς ἐσχηματίσθη. οὕτως Ἀλκαῖος ὁ λυρικὸς πολλάκις ἐχρήσατο (fr. 403 L.‐ P.).
alpha 320
Ἀγωνοθέτης · ὁ ἐν τοῖς σκηνικοῖς, ἀθλοθέτης δὲ ὁ ἐν τοῖς γυμνικοῖς.
alpha 321
Ἀγῶνα · τὴν συναγωγήν. οὕτως Ἀριστοφάνης (fr. 927 K.).
alpha 322
Ἀδαγμός · ὀδαξησμός, ὅπερ ἐστὶ κνησμός. οὕτως Σοφοκλῆς (Tr. 770).
alpha 323
Ἀδαήμονες · ἄπειροι.
alpha 324
Ἀδαμάντινα · στερρά.
alpha 325
Ἀδαξῆσαι · τὸ κνῆσαι, οὐκ ἐν τῷ 〈ο〉 ὀδαξῆσαι. καὶ ἀδαχεῖν · τὸ κνήθειν· „ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἄχορα ἐκλέγει τʼ ἀεί“. Ἀριστοφάνης ἐν Ὁλκάσιν (fr. 410 K.).
alpha 326
Ἄδασμος · οὐδένα δασμὸν ἐκτίνουσα οὐδὲ μερίζουσα δασμὸν τῆς οἰκήσεως. οὕτως Αἰσχύλος (fr. 63 N. 2 = 77 M.).
alpha 327
Ἄδδιξ · μέτρον τετραχοίνικον. οὕτως Ἀριστοφάνης (fr. 709 K.).
alpha 328
Ἀδεὲς δέος (Pl. Symp. 198a)· τάσσεται ἐπὶ τῶν τὰ μὴ φοβερὰ φοβουμένων. ἢ ἀσφαλές, οὐ φοβερόν.
alpha 329
Ἀδέητος · Ἀντιφῶν (87 B 10 D.—K.) ἀντὶ τοῦ ἀνενδεής.
alpha 330
Ἀδείμαντα · ἄφοβα.
alpha 331
Ἀδεκάστως · ἀμερίστως, δικαίως, ἀδωροδοκήτως, ὀρθῶς.
alpha 332
Ἀδεκατεύτους · ὧν οὐκ ἀνατέθειται ἡ δεκάτη τοῖς θεοῖς.
alpha 333
Ἀδελφίζειν · τὸ ἀδελφόν τινα πυκνῶς καὶ θεραπευτικῶς καλεῖν. οὐ μόνη ἡ κωμῳδία (Apolloph. fr. 4 K.), ἀλλὰ καὶ οἱ ῥήτορες τῇ λέξει ταύτῃ χρῶνται. οὕτως Ἰσοκράτης (19, 30).
alpha 334
Ἀδημονεῖν · κυρίως μέν ἐστι τὸ ἀπορεῖν καὶ ἀμηχανεῖν ἔν τινι δήμῳ ἢ χώρᾳ. Ὅμηρος 〈 *** 〉.
alpha 335
Ἁδήν · τῶν ἐν τῷ σώματι γεγενημένων ἐστὶ τοῦτο. γίνεται δὲ περὶ βουβῶνας καὶ μασχάλας, καὶ ἔτι ὑπὸ τὰς σιαγόνας. ὀξύνεται δὲ ἡ λέξις καὶ δασύνεται παραλόγως, ὥς φησιν Ἡρωδιανός (1, 539, 20 L.).
alpha 336
Ἄδην · τὸ ἅλις. Πλάτων πολλαχοῦ κέχρηται. ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως. ἐν Χαρμίδῃ (153d)· „ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν“.
alpha 337
Ἀδημονῶν · ἀγωνιῶν.
alpha 338
Ἀδήριτος · ἄμαχος.
alpha 339
Ἀδηφάγος · ἀθρόως ἐσθίων, πολυφάγος, γαστρίμαργος.
alpha 340
Ἀδηνέως · ἁπλῶς καὶ ἀταλαιπώρως, κατὰ στέρησιν τῶν δηνέων καὶ μεριμνῶν.
alpha 341
Ἀδηφάγον ἅρμα · τὸ τέλειον.
alpha 342
Ἀδηφάγοι τριήρεις · αἱ μεγάλαι οὕτως ἐλέγοντο· ἢ ἔχουσαι τὰ πληρώματα ἐντελῆ. καὶ ἀδηφάγα ἅρματα τὰ μεγάλα καὶ τέλεια. καὶ ἔστι πεποιημένον ἀπὸ τοῦ ἄδην ἐσθίειν ἤτοι δαψιλῶς.
alpha 343
Ἀδηφάγοι τριήρεις · λέγοιντʼ ἂν αἱ ἐντελόμισθοι καὶ πολλὰ ἀναλίσκουσαι, ἐκ μεταφορᾶς τῶν τελείων καὶ ἀγωνιστῶν ἵππων. Ἀλκαῖος δὲ ἐν τῇ Κωμῳδοτραγῳδίᾳ (fr. 21 K.) τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν.
alpha 344
Ἀδῄωτον · ἀπόρθητον, ἀπραίδευτον.
alpha 345
Ἀδηφάγοι · 〈οἱ〉 ἀγωνισταὶ ἵπποι οὕτως ἐκαλοῦντο, ὡς Ἀριστοφάνης (fr. 736 K.) καὶ Φερεκράτης (fr. 197 K.). ἔφη δὲ καὶ ἀδηφαγοῦσα Σοφοκλῆς (fr. 889 N. 2 = 976 R.) καὶ ἀδηφαγεῖν Ἕρμιππος (fr. 84 K.). ἀλλὰ καὶ ἀδηφάγον εἷπε Λυσίας (fr. 103 S.) τὴν τέλειον μισθὸν λαμβάνουσαν τριήρη. Ἀλκαῖος δὲ ὁ κωμικὸς (fr. 21 K.) καὶ τοὺς πότας λεγομένους λύχνους ἀδηφάγους ἔφη χαριεντισάμενος. καὶ δρομεῖς δέ τινες ἐν Νεμέᾳ ἀδηφάγοι ἐλέγοντο. καὶ οἱ γυμναστικοὶ παρὰ Ἀργείοις οὕτως. λέγουσι δέ τινες καὶ τὸν ἱερὸν λόχον ἀδηφάγον.
alpha 346
Ἀδίαντον · ξηρόν, ἄβροχον. ἢ φυτὸν παρʼ ὕδασι φυόμενον, τὸ καλούμενον πολύτριχον.
alpha 347
Ἀδιάφθορον · ἄμωμον. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μήπω μετʼ ἀνδρὸς παιδισκάριον γεγονός, ὡς Μένανδρος (fr. 812 K.—Th.). καὶ μὴν ἀδιάφθορον τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς (106e)· „ὁπότε δὴ τὸ ἀδιάφθορον καὶ ἀθάνατον οἴχεται“. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μὴ παρακεκινημένον τῆς ὀρθῆς γνώμης, ὡς ὁ αὐτὸς ἐν Νόμων ϛʹ (768b)· „ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν“. προάγεται δὲ ἡ λέξις καὶ ἐπιρρηματικῶς, ὡς Αἰσχίνης φησὶν (1, 137) Ἀδιαφθόρως.
alpha 348
Ἀδιαίτητος · ἀλλότριος, ἀήθης.
alpha 349
Ἀδιάκριτος · ἀδιαχώριστος. λαμβάνεται δὲ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα, ἢ ἀφρόνως φλυαρούντων.
alpha 350
Ἀδιαλώβητον · ἀβλαβές.
alpha 351
Ἀδιάρθρωτον · ἄσημον, ἀτράνωτον.
alpha 352
Ἀδίαυλος τόπος · ὅθεν μὴ ἔστιν ἐπανελθεῖν. οὕτως Εὐριπίδης (fr. 868 N. 2 ).
alpha 353
Ἀδιαφορία · ἀμέλεια χωρὶς παρατηρήσεως.
alpha 354
Ἀδιάστατον · τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον. Ἀντιφῶν εἶπεν (87 B 24 D.—K.).
alpha 355
Ἀδιάβατος · ὁ μὴ ῥᾴστως ἢ ὁ μηδʼ ὅλως διαβῆναι δυνάμενος.
alpha 356
Ἀδιάγλυπτον · ἣν οὐκ ἔστι διαγλύψαι καὶ διελθεῖν· „λαβὴν“ γάρ, φησίν, „ἄφυκτον, ἀδιάγλυπτον“ (Nicoch. fr. 3 Dem.).
alpha 357
Ἀδιάλλακτον ἐχθρόν · Δημοσθένης ἔφη (10, 15), καὶ ἀδιάπαυστον Ξενοφῶν (Ages. 1, 4).
alpha 358
Ἀδιάλυτον · τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν τῷ Περὶ ψυχῆς (80b).
alpha 359
Ἀδιάστατον · ὡς †Ξενοφῶν†· „καὶ τὸ οἰκοδόμημα ἀδιάστατον“. ἔφη δὲ Πλάτων ἐν Τιμαίῳ (25d) τὸ ἀδιερεύνητον.
alpha 360
Ἀδίδακτος · Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 17)· „ἀδίδακτος ἂν εἰσῆλθεν ὁ χορόσ“.
alpha 361
Ἀδιεξίτητον · ἀδιεξέλευστον.
alpha 362
Ἀδικίου · οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίννυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς ἐνάτης πρυτανείας ἀποδοθῇ· εἰ δὲ μή, διπλοῦν καταβάλλεται.
alpha 363
Ἄδικος δίκη · ἡ ἐκ συκοφαντίας γινομένη, ὡς Κρατῖνος (fr. 19 Dem.)· „ὥστε δίκας τʼ ἀδίκους νικᾶν ἐπὶ κέρδεσιν αἰσχροῖσ“.
alpha 364
Ἀδικίου · εἶδος δίκης Ἀθήνησιν οὕτω καλουμένης. ἀδίκιον δέ τινές φασι τὴν ἐπὶ τῷ ἀδικήματι τιθεμένην ζημίαν· καὶ γὰρ Κλείδημος ἐν τῇ πρώτῃ τῶν Ἀτθίδων οὕτω γράφει (FGrHist 323 F 4)· „νόσου γὰρ τοῖς Αἰγινήταις γενομένης καὶ μαντευομένοις προηνέχθη τὸ ἀδίκημα καὶ κατεγνώσθη ἐπὶ τούτῳ τὸ ἀδίκιον“.
alpha 365
Ἀδικίου · λέγεται ἡ δίκη κατὰ τῶν τὴν πόλιν ἀδικούντων. τὸ δὲ τίμημα αὐτῆς ἀργύριόν ἐστιν ἀποτιννύμενον ἁπλοῦν.
alpha 366
Ἀδικομάχους ἵππους · Ξενοφῶν τοὺς δυσπειθεῖς λέγει. καὶ δίκαιον ἅρμα τὸ εὐπειθές (Cyr. 2, 2, 26).
alpha 367
Ἀδιόρθωτον · Δημοσθένης (4, 36)· „ἀόριστα, ἀδιόρθωτα πάντα“.
alpha 368
Ἀδίοπον · ἄναρχον καὶ ἀφύλακτον.
alpha 369
Ἀδιούνιος ταῦρος · ὁ Ἀπόλλων ὑπὸ τῶν Κρητῶν οὕτως λέγεται· φασὶ γὰρ τὴν πόλιν μετοικίζοντα ταύρῳ πως εἰκασθέντα προηγεῖσθαι.
alpha 370
Ἀδμήτου λόγον · ἀρχὴ σκολίου (cf. PMG 749 Page), ὃ οἱ μὲν Ἀλκαίου, οἱ δὲ Σαπφοῦς φασιν.
alpha 371
Ἀδολεσχία · ἀκαιρία, φλυαρία, συνέχεια.
alpha 372
Ἀδολεσχεῖν · σημαίνει μὲν τὸ φιλοσοφεῖν περί τε φύσεως καὶ τοῦ παντὸς διαλεσχαίνοντα. οἱ μέντοι ἀρχαῖοι κωμικοὶ (fr. novum) λεσχαίνειν ἔλεγον τὸ διαλέγεσθαι. καὶ λέσχαι οἱ τόποι, εἰς οὓς συνιόντες λόγοις διημέρευον.
alpha 373
Ἀδόλως · τοῦτο σημαίνει τὸ ἁπλῶς καὶ ἀληθῶς· τὸ γὰρ ἀληθὲς ἁπλοῦν τι καὶ ἄνευ δόλου ἐστί, τὸ δὲ ψεῦδος περιπεπλεγμένον καὶ δόλου μεστόν.
alpha 374
Ἀδοκίμαστος · δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφῆναι, ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος. οὕτως Λυσίας (fr. 73 S.).
alpha 375
Ἄδουλος βίος ἐρεῖς, τουτέστιν ὁ μὴ δοῦλον ἔχων. ἐρεῖς δὲ καὶ ἀδιάλεκτος βίος καὶ ἀγέλαστος βίος καὶ ἄγαμος βίος. Φρύνιχος Μονοτρόπῳ (fr. 18 K.)· „ὄνομα δὲ μοὔστι Μονότροπος, ζῶ δὲ Τίμωνος βίον, ἄγαμον, ἄζυγον, ὀξύθυμον, ἀπρόσοδον, ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα“.
alpha 376
Ἀδούλευτος οἰκέτης · ὁ ἑνὶ δεδουλευκὼς καὶ μὴ παλίμπρατος. Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους (fr. 139a J.)· „ἀδούλευτον ἢ βάρβαρον πριάσθω“. λέγει δὲ καὶ τὸν νυμφίον ὁ Μένανδρος (fr. 813 K.—Th.).
alpha 377
Ἄδουλος ἐρεῖς, ὡς Εὐριπίδης (Andr. 593), ἀλλὰ καὶ ἀδούλευτος , ὡς Ὑπερείδης (fr. 139a J.).
alpha 378
Ἀδόνητον · ἀσάλευτον.
alpha 379
Ἄδοξα · τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν.
alpha 380
Ἀδόξαστον · τὸ ἀνέλπιστον. Σοφοκλῆς (fr. 204 N. 2 = 223 R.).
alpha 381
Ἄδοξον · τὸ ἄτιμον, ὡς Ἰσοκράτης ἐν Εὐαγόρᾳ (66) καὶ Δημοσθένης ἐν Φιλιππικοῖς (8, 66).
alpha 382
Ἀδοξοῦνται πρὸς τῶν πόλεων · ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσιν. οὕτως Ξενοφῶν ἐσχημάτισεν ἐν τῷ Οἰκονομικῷ (4, 2)· φησὶ γάρ· „καὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίρρητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων“.
alpha 383
Ἀδρανές · ἀσθενές.
alpha 384
Ἀδράστεια · ἡ Νέμεσις, ἣν οὐκ ἄν τις ἀποδράσειεν. οἱ δέ φασιν ἑτέραν εἶναι τῆς Νεμέσεως, καὶ οἱ μὲν ἀπὸ Ἀδράστου φασὶ ταύτην ὀνομασθῆναι, ὅτι μόνος σωθεὶς τῶν ἑπτὰ πάλιν μόνος τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις, οἱ δὲ ἀπό τινος Ἀδράστου Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δὲ ἀπὸ τοῦ μηδὲν αὐτὴν ἀποδιδράσκειν.
alpha 385
Ἀδράστεια · οἱ μὲν †ταὐτὸν† τῇ Νεμέσει λέγουσι, λαβεῖν δὲ τοὔνομα παρὰ Ἀδράστου τινὸς βασιλέως. ἢ ἀπὸ Ἀδράστου τοῦ †παλαιοῦ†, νεμεσηθέντος ἐφʼ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, ἱδρυσαμένων ἱερὸν Νεμέσεως, ὃ μετὰ ταῦτα προσηγορεύθη Ἀδραστείας. Δημήτριος δὲ ὁ Σκήψιος (fr. 18 Gaede) Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν ἀπὸ Ἀδράστου τινὸς ἱδρυμένην. ὁ δὲ Ἀντίμαχος λέγει (fr. 53 Wyss)· „ἔστι 〈δέ〉 τις Νέμεσις μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχε〈ν〉, βωμὸν δέ οἱ εἵσατο πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόῳ“. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτῇ τῇ Νεμέσει, ὡς Μένανδρος (fr. 266 K.—Th.) καὶ Νικόστρατος (fr. 37 K.).
alpha 386
Ἄδραστα · ἀποίητα. Ἕρμιππος (fr. 3 Dem.).
alpha 387
Ἀδράφαξυς · τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν καλοῦσι. Φερεκράτης Κοριαννοῖ (fr. 75 K.)· „ἀδράφαξυν ἕψουσα, εἶτα ὀκλὰξ καθημένη“.
alpha 388
Ἁδρόν · μέγα, δαψιλές, πλούσιον. καὶ ἁδρότης · ἡ ὑψηλότης.
alpha 389
Ἁδρύνοιτο · αὐξάνοιτο.
alpha 390
Ἁδρῦναι · ἁδρὸν ποιῆσαι καὶ μέγα. Σοφοκλῆς (fr. 892 N. 2 = 979 R.).
alpha 391
Ἀδρύφακτον · ἄπονον καὶ ἀταλαίπωρον.
alpha 392
Ἀδύνατα εἶναι (Thuc. 1, 59, 2)· ἀντὶ τοῦ ἀδύνατον· πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως.
alpha 393
Ἀδύνατοι · οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος, ὡς μηδὲ ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῆν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτοῖς τῶν ἐντὸς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκιμάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων βουλῆς καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας λέγει (24, 26), ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος, πέντε (FGrHist 328 F 197). Ἀριστοτέλης δὲ δύο ἔφη (Ath. Pol. 49, 4).
alpha 394
Ἀδυναμία ἐρεῖς, ὡς Δημοσθένης (19, 186), καὶ ἀδυνασία , ὡς Ἀντιφῶν (fr. 143 Th.), καὶ ἀδυνατία , ὡς Δεινόλοχος (fr. 9 Kaibel).
alpha 395
Ἀδυνάτων ἐρᾶν · Εὐριπίδης εἶπεν (Herc. 318).
alpha 396
Ἀδυσώπητον · ἀπροσωπόληπτον. ἢ τὸ πρὸς τὰς δεήσεις ἀμείλικτον καὶ ἀνεπίστροφον καὶ σκληρόν.
alpha 397
Ἄδυτον · σπήλαιον. ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ.
alpha 398
Ἀδώνιδος κῆποι · ἐν ὀστράκοις ταῦτα κατὰ τὰς οἰκίας ἐσπείρετο. χρῶνται δὲ αὐτῷ παροιμιωδῶς ἐπὶ τῶν ἐπιπολαίων καὶ κούφων. ἔσπειρον δὲ τῇ Ἀφροδίτῃ τῶν καρπῶν τὴν εὕρεσιν ἀνατιθέντες.
alpha 399
Ἀδώνιος · Φερεκράτης εἶπεν (fr. 198 K.) ἀντὶ τοῦ Ἀδώνιδος. λέγει δὲ καὶ τὴν αἰτιατικὴν τὸν Ἀδώνιον. οὕτω δὲ καὶ Πλάτων (fr. 4 K.) καὶ Κρατῖνος (fr. 376 K.), ἀλλὰ καὶ Ἀριστοφάνης (fr. 737 K.) καὶ ἕτεροι. λέγουσι δὲ καὶ Ἄδωνιν αὐτὸν πολλάκις.
alpha 400
Ἀδώνια · συνεσταλμένως· „Ἀδώνιʼ ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν“. Φερεκράτης (fr. 170 K.). καλοῦσι δὲ καὶ τὸ εἴδωλον τὸ τοῦ Ἀδώνιδος οὕτως Ἀδώνιον.
alpha 401
Ἀδώνια · βραχεῖαν ἔχει τὴν παραλήγουσαν, ὡς Ἀριστοφάνης (Pac. 420) καὶ Φερεκράτης (fr. 170 K.) διὰ τῶν μέτρων μαρτυρεῖ. ἔστι δὲ τὰ Ἀδώνια ἑορτή, οἱ μέν φασιν εἰς τιμὴν Ἀδώνιδος ἀγομένη, οἱ δὲ τῇ Ἀφροδίτῃ. ἔστι δὲ Φοινίκων καὶ Κυπρίων.
alpha 402
Ἀδώρητος ἐρεῖς, ὡς Εὐριπίδης (Hec. 42)· „οὐδʼ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν“. καὶ Θουκυδίδης δευτέρᾳ (65, 8)· „χρημάτων τε ἀφανῶς ἀδώρητος γενόμενοσ“. Πλάτων μέντοι γε ἐν Συμποσίῳ (197 d) ἄδωρος εἶπεν· καὶ γάρ φησιν· „ἄδωρος δυσμενείασ“, ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητος , ὡς Δημοσθένης (19, 27), ἀλλὰ καὶ ἀδωροδοκήτως , ὡς ὁ αὐτός (18, 250).
alpha 403
Ἄδωρος χάρις · ἡ μὴ ἐπὶ τέλος ἐλθοῦσα δωρεά. οὕτως Εὐριπίδης (fr. 869 N. 2 ).
alpha 404
Ἀεί · ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι.
alpha 405
Ἀεί · κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι. Πλάτων ἐν Συμποσίῳ (217 d)· „ἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶν“. καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ (670)· „ἄπαις γὰρ δεῦρο ἀεὶ τείνεις βίον“. καὶ ἄλλοι πολλοί.
alpha 406
†Ἀειδές† · λυπηρόν.
alpha 407
Ἀειθαλής · ἀεὶ θάλλων.
alpha 408
Ἀεὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει · παροιμία. ὅτι οὐ μόνον ἐστὶ τὸ ζῷον φιλάλληλον καὶ ἀγεληδὸν πετόμενον, ὡς οἱ ψᾶρες, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν ἑαυτοῦ σκιὰν προσερχόμενον ταύτῃ {καὶ} καθʼ ὕδατος ὁραθείσῃ, ὥς φησι Κλέαρχος.
alpha 409
Ἀείζων ἐρεῖς τρισυλλάβως, ὡς οἱ Ἀττικοί, καὶ ἀείζωον τετρασυλλάβως. ἔστι δὲ ὅμοιον τῷ ἀείνῳ, ὃ σημαίνει τὸ ἀένναον. ὥσπερ οὖν ἀπὸ τῆς σῶος εὐθείας δισυλλάβου γίνεται σῶς εὐθεῖα μονοσύλλαβος καὶ ἡ αἰτιατικὴ σῶν, οὕτως ἀπὸ τῆς ζῶς ὀρθῆς μονοσυλλάβου, ᾗ κέχρηται καὶ Ὅμηρος (E 887), γίνεται ἡ αἰτιατικὴ ζῶν καὶ κατὰ σύνθεσιν ἀείζων, ὡς Αἰσχύλος Γλαύκῳ Ποντίῳ (fr. 28 N. 2 = 60 M.)· „ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών“. Σοφοκλῆς δὲ τὴν εὐθεῖαν ἔφη (fr. 674 N. 2 = 740 R.) „ἀείζως γενεά“. ἀπὸ δὲ τῆς ζωὸς δισυλλάβου εὐθείας φιλόζωος εἶπεν ὁ κωμικὸς Πλάτων (fr. 19 Dem.), ἧς ἡ γενικὴ ζωοῦ, ἣν Αἰσχύλος κατὰ σύνθεσιν προάγει εἰπών (fr. 29 N. 2 = 60 M.)· „καὶ γεύομαί πως τῆς ἀειζώου πόασ“.
alpha 410
Ἀείζων πένθος ἐρεῖς, ὡς Σοφοκλῆς (fr. 675 N. 2 = 741 R.), καὶ Ἀείζωον ἕλκος.
alpha 411
Ἀειλογία · πολυλογία ἢ ταυτολογία. ἔστι δὲ ἡ λέξις παρὰ Δημοσθένει (19, 2) καὶ Ἰσαίῳ (fr. 141 S.). τὸ μέντοι ῥῆμα, ἤτοι τὸ ἀειλογεῖν, ἀδόκιμον. δηλοῖ δὲ καὶ τὸ ἑκάστοτε διδόναι λόγον καὶ ἀπολογίαν. καὶ ἀειλογία · τὸ διὰ παντὸς ἐξεῖναι λέγειν. καὶ ἀειλογία · τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος.
alpha 412
Ἄειλα · τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος (fr. 334 N. 2 = 748 M.).
alpha 413
Ἀείνων · τὸ ἀένναον. Ἀριστοφάνης τρισυλλάβως Βατράχοις (146) καὶ ἄλλοι πολλοί.
alpha 414
Ἀείνως γλῶσσα καὶ ἀείνως φωνὴ καὶ ὀργὴ καὶ ἐπιθυμία , καὶ ἐπὶ τῶν ὁμοίων χρῶ. Κρατῖνος (fr. 20 Dem.)· „γλῶσσάν τέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα κινήσεις λέγων“. ἐρεῖς δὲ καὶ τὸ ἀείνως ποταμὸς καὶ ἀείνως κρήνη , διὰ τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅπερ ἐστὶ ῥεῖν· ἴδιον δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν.
alpha 415
Ἀείταν · τὸν ἑταῖρον. †Ἀρίσταρχος† δὲ τὸν ἐρώμενον.
alpha 416
Ἀειφυγία · ἡ εἰς ἀεὶ φυγή.
alpha 417
Ἄελλα · ἀνέμων συστροφή.
alpha 418
Ἀελλόπους · ταχεῖα τοὺς πόδας.
alpha 419
Ἀελλάδες ἵπποι · αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν (Soph. OT 467).
alpha 420
Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι · ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων. οἱ δὲ ἐπὶ τῶν ἀξίως τιμωρουμένων.
alpha 421
Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος · ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων.
alpha 422
Ἀειεστώ · Ἀντιφῶν τὴν ἀϊδιότητα ἐν Ἀληθείας βʹ (87 B 22 D.—K.) καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ἡ λέξις Διογενιανοῦ (fr. 2 Schmidt).
alpha 423
Ἀειλογία · τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης (19, 2) καὶ Ἰσαῖος (fr. 141 S.).
alpha 424
Ἄερκτον · ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν ὁρώμενον. Λυσίας (7, 28).
alpha 425
Ἀεροβατεῖν · εἰς τὸν ἀέρα περιπατεῖν.
alpha 426
Ἀετός · τό τε πτηνὸν ζῷον καὶ τὸ ἐπὶ τῷ προπυλαίῳ, ὃ καὶ νῦν ἀέτωμα λέγεται· ἡ γὰρ ἐπὶ τοῖς προπυλαίοις κατασκευὴ ἀετοῦ μιμεῖται σχῆμα ἀποτετακότος τὰ πτερά. ἔστι δέ τις καὶ βοτάνη ἐν Λιβύῃ. οἱ δέ φασιν ἀετὸν τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὃ καὶ ἀέτωμα καλοῦσιν.
alpha 427
Ἀετὸν ἵπτασθαι διδάσκεις · ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν ἐθελόντων διδάσκειν.
alpha 428
Ἄζα · ξηρασία. σημαίνει καὶ τὸ ἐν ἀγγείῳ ὀλίγον ὑγρόν. οὕτως Πραξιφάνης (fr. 21 Wehrli).
alpha 429
Ἀζάλιον · ξηρόν. ἢ ἄγαν ζέον.
alpha 430
Ἄζειν · τὸ διὰ τοῦ στόματος ἀθρόως ἐκπνεῖν ἄζειν λέγουσιν Ἀττικοὶ μιμούμενοι τὸν ἦχον τοῦ πνεύματος. οὕτως Νικοχάρης (fr. 19 K.).
alpha 431
Ἄζειν · τὸ στένειν. Σοφοκλῆς (fr. 893 N. 2 = 980 R.).
alpha 432
Ἀζήν · ὁ πώγων κατὰ Φρύγας λέγεται. ἡ λέξις Ἡρωδιανοῦ(1, 15, 8 L.).
alpha 433
Ἀζηνία καὶ †Ἁμαξέντια καὶ Ἀναγκαῖα†, ἔτι δὲ Ἀχερδοῦς καὶ Ἀγριάδαι· δῆμοι πάντα ταῦτα Ἱπποθοωντίδος.
alpha 434
Ἁζηνιεῖς καὶ Ἑρχιεῖς καὶ Ἁλιεῖς καὶ πάντα τὰ ὅμοια δασέως φησὶ φθέγγεσθαι τοὺς Ἀττικοὺς τοὺς παλαιοὺς Πολέμων ἐν τοῖς πρὸς Ἀδαῖον καὶ Ἀντίγονον (fr. 65 Preller).
alpha 435
Ἀζησία · οὕτως ἡ Δημήτηρ παρὰ Σοφοκλεῖ καλεῖται (fr. 894 N. 2 = 981 R.). οἱ δὲ τὴν εὐτραφῆ.
alpha 436
Ἀζηνιεύς · Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθοωντίδος, ἀφʼ ἧς ὁ φυλέτης Ἀζηνιεύς.
alpha 437
Ἀζήτητον · τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον. οὕτως Αἰσχίνης (3, 22).
alpha 438
Ἀζύμου κράσεως · ἀντὶ τοῦ γλίσχρας. καὶ τὸ ἄζυμον ἐν Τιμαίῳ (74d)· „τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν“· λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Πολιτείας ηʹ (553c).
alpha 439
Ἄζυξ · ὁ μὴ συνεζευγμένος γάμῳ.
alpha 440
Ἀηδές · λυπηρόν.
alpha 441
Ἀηδόνα · ἔστι μὲν ἡ ὄρνις, ἐκ μεταφορᾶς δὲ οἱ τραγικοὶ τὴν γλωσσίδα τῶν αὐλῶν λέγουσιν (Eur. fr. 556 N. 2 ), ἔστι δʼ ὅπου καὶ τὸν αὐλόν (Eur. fr. 931 N. 2 ). ἡ λέξις Διδύμου (p. 86 Schmidt).
alpha 442
Ἀηδόνειος θρῆνος · Αἰσχύλος (fr. 291 N. 2 = 749 M.)· „θρηνεῖ δὲ γόον τὸν ἀηδόνειον“.
alpha 443
Ἀηδόνειος ὕπνος · Νικοχάρης (fr. 16 K. = 4 Dem.)· „εἰ πεύσομαι τὸν ἀηδόνειον ὕπνον τῆς νυκτὸς ἀποδαρθέντα σαυτὸν αἰτιῶ“.
alpha 444
Ἀηδόνειος κλαγγή · Νικόμαχος (fr. 1 N. 2 = TrGF 127 F 13)· „μέλπουσι τὴν ἀηδόνειον κλαγγήν“.
alpha 445
Ἀηδόνειος · ἐπὶ μὲν ὕπνου τὸ ἐλάχιστον, ἐπὶ δὲ λύπης τὸ σφοδρότατον.
alpha 446
Ἄηνα · δένδρα μικρὰ ἄκαρπα.
alpha 447
Ἄησιν · ἀναπνεῖ. Αἰσχύλος ἐν Ὅπλων κρίσει (fr. 287 M.)· „καὶ διὰ πνευμόνων θερμὸν ἄησιν ὕπνον“.
alpha 448
Ἄησιν · ἀντὶ τοῦ χειμῶνα. Εὐριπίδης Ἀλκμέωνι (fr. 78a Snell)· „ὡς ἄπεπλον, ὦ δύστηνε, σῶμʼ ἔχεις σέθεν. —ἐν τοῖσδε ἄησιν καὶ θέρος διέρχομαι“.
alpha 449
Ἀήσυρον · ἀσθενὲς καὶ κενόν.
alpha 450
Ἄητον · πολὺ ἢ ἀβλαβὲς καὶ οἱονεὶ ἄατον· „θάρσος ἄητον ἔχουσα“ (Φ 395). οἱ δὲ ὁρμὴν ἀποδεδώκασιν ἀπὸ τῶν ἀητῶν μετενεγκόντες, οἵ εἰσι βίαια καὶ σφοδρὰ πνεύματα.
alpha 451
Ἀθαμβής · ἄφοβος.
alpha 452
Ἀθάρην , οὐκ †ἀθάρην† τὴν ἐρεικτὴν καλοῦσιν. Ἀριστοφάνης Πλούτῳ (673)· „ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη“. 〈καὶ ἐν〉 Γήρᾳ (fr. 9 Dem.)· „ἀθάρης ἀνακαλύψασα μεστὸν τρύβλιον“. Κράτης Ἥρωσιν (fr. 9 K.)· „οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρησ“.
alpha 453
Ἀθέλδεται · διηθεῖται. Διοκλῆς Μελίτταις (fr. 7 K.)· „καὶ διὰ τετρημένων ἀθέλδεται τύπων“.
alpha 454
Ἄθεσμος βλάβη · ἦσάν τινες ἄθεσμοι καλούμεναι βλάβαι, περὶ ὧν νόμος οὐκ ἦν κείμενος. τὸ δὲ αὐτὸ ἐκαλεῖτο καὶ ἄθεσμος δίκη.
alpha 455
Ἀθέμιστα · ἄδικα.
alpha 456
Ἀθέμιστος · ἄνομος.
alpha 457
Ἀθεσίαν · παραβασίαν.
alpha 458
Ἀθέμιστα καὶ ἀνόσια δρᾶν · Δείναρχος εἶπε (fr. 6, p. 146, 19 C.) καὶ †Ξενοφῶν†. καὶ ἀθεμιστότεροι Ξενοφῶν (Cyr. 8, 8, 5). καὶ „ἀθέμιστοι μοῦσαι“ εἶπεν Ἀγάθων ἐν Ἀλκμέωνι (TrGF 39 F 2).
alpha 459
Ἀθετεῖν · ἐπὶ τοῦ μὴ ἁρμόζειν. Δίφιλος κέχρηται (fr. 1 Dem.).
alpha 460
Ἄθετος · ὁ ἀποίητος. οὕτως Ποσείδιππος (fr. 39 K.).
alpha 461
Ἀθεώρητος · ἀντὶ τοῦ ἀθέατος.
alpha 462
Ἀθήλυντον · ἀδάμαστον, σκληρόν.
alpha 463
Ἄθηλον · τὸ μὴ τεθηλακός.
alpha 464
Ἄθηλον παιδίον · τὸ τροφῆς μὴ μετειληφός, τὸ ἄτροφον. οὕτως Ἀριστοφάνης (Lys. 881).
alpha 465
Ἀθηνᾶ ἱππία · ἢ ὅτι ἐκ τῆς τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθʼ ἵππων ἀνήλατο, ἢ ὅτι, ὡς Μνασέας (FHG 3, 149, fr. 2), ἡ Ποσειδῶνος καὶ Κόρης τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθηνᾶ τὸ ἅρμα τῶν ἵππων ἐξεῦρεν. ἄλλοι δέ φασιν {ὡς} Ἄδραστον φεύγοντα καὶ ἐπὶ Κολωνοῦ στήσαντα τοὺς ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορεῦσαι.
alpha 466
Ἀθηναίας ὁ Μεγακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας, ἀλλʼ Ἀττικάς, ἐν τοῖς Περὶ Ὁμήρου (FHG 4, 443), ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ φησι τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσι. Φερεκράτης δὲ ἐν Γραυσί φησιν (fr. 34 K.)· „Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς συμμάχοισ“. καὶ Κάνθαρος Τηρεῖ (fr. 5 K.)· „γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν“. καὶ Φιλήμων Πτερυγίῳ (fr. 66 K.)· „τὰς Ἱππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω“. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς {καὶ} τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ ἡ θεὸς καλεῖται. ἀλλʼ ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι (fr. 10 K.). καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησὶ (FGrHist 392 F 11) καὶ Πίνδαρος ἐν †σχολίοις†. ὁ μέντοι Φρύνιχος (Praep. soph. fr. 8) ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν 〈καὶ〉 θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει.
alpha 467
Ἀθηνόδωρος · ὄνομα κύριον. ἦν δʼ οὗτος στρατιώτης Ἀθηναῖος.
alpha 468
Ἀθμονεύς · Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφʼ οὗ ὁ δημότης Ἀθμονεύς.
alpha 469
Ἀθήρ · ἡ ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἐκ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ στάχυος τὸ ἄκρον καὶ λεπτότατον, ἀφʼ οὗ τὸ ἀθηρηλοιγὸν καὶ ἀθερίζειν πεποίηται. οὕτως Φιλωνίδης (fr. 2 Dem.).
alpha 470
Ἄθηρος ἡμέρα · σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μικρὸν ἔχουσα· καὶ γὰρ ὁ χρησάμενος τῇ φωνῇ καὶ τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότισι (fr. 241 N. 2 = 419 M.). πρόσεστι δὲ τῷ σεμνῷ τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται δὲ ἐπὶ Ἀκταίωνος· „οὔπω τις Ἀκταίωνα ἄθηρος ἡμέρα κενόν, πόνου πλουτοῦντα ἔπεμψεν εἰς δόμουσ“. συγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος (Praep. soph. fr. 9).
alpha 471
Ἀθάρη καὶ ἀθήρα καὶ ἀθέρα καὶ ἀθάρα τὸ αὐτό φασιν. ἔστι δὲ ἡ ἀθάρη ἡ ἐκ πυρῶν ἑψημένων καὶ διακεχυμένων ὥσπερ ἔτνος τροφή. διαφέρει δὲ τοῦ ἔτνους, ὅτι τὸ μὲν ἔτνος ἐκ κυάμων ἢ πισῶν ἢ ἁπλῶς κατερεικτῶν ὡντινωνοῦν σκευάζεται, ἡ δὲ ἀθάρη, ὥσπερ εἴρηται, πυρῶν ἑψημένων καὶ διακεχυμένων. ἔστι δὲ ἡ χρῆσις τῆς λέξεως πολλὴ παρὰ τοῖς Ἀττικοῖς, κατὰ μὲν τὸ τέλος διὰ τοῦ η προαγομένη, κατὰ δὲ τὴν μέσην διὰ τοῦ α, κατὰ δὲ πολλοὺς ἄλλους κατὰ μὲν τὸ τέλος διὰ τοῦ α, κατὰ δὲ τὴν μέσην διὰ τοῦ η. οὕτως δὲ καὶ Ἑλλάνικος (FGrHist 4 F 192) καὶ Σώφρων (fr. 77 Kaibel) ἐχρήσαντο. ἐκτείνουσι δὲ καὶ τὸ α, ὡς ἀπὸ τοῦ ἀθήρα τῆς λέξεως μεταληφθείσης. ἴσως δέ, φασίν, ἀθέρα ἦν ἡ λέξις διὰ τοῦ ε τὸ πρῶτον, ἡ ἐκ τῶν ἀθέρων κεκαθαρμένη τροφὴ καὶ ἑψημένη ἐκ τῶν πυρῶν, ὕστερον δὲ εἰς τὸ η τὸ ε ἐξετάθη, ὥσπερ καὶ τὸ ἔθος εἰς ἦθος. τὸ μέντοι ἀθέρα εἰς τὸ ἀθάρα Δωρικῶς γέγονεν, οἱ δὲ ἀθάρην λέγοντες Ἰακῶς φασι· καὶ γὰρ καὶ ἄλλοις ἐχρήσαντο Ἰακοῖς διὰ τὴν ἄνωθεν συγγένειαν, ἐσημηνάμην λέγοντες ἀεὶ καὶ σημηνάμενος. ὥστε τὸ ἀθάρη παρὰ τοῖς Ἀττικοῖς λεγόμενον τὴν μὲν παραλήγουσαν κατὰ τὴν Δώριον, τὴν δὲ κατάληξιν κατὰ τὴν Ἰωνικὴν ἔσχε διάλεκτον.
alpha 472
Ἀθῆναι πατρίς μού ἐστι χρυσάμπυκες · Πλάτων ὁ κωμικὸς ἔφη (fr. 20 Dem.).
alpha 473
Ἀθήναζε · Πλάτων Παρμενίδῃ (126a). τὸ μέντοι ἐν τῷ Περὶ ψυχῆς ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον. φησὶ δὲ οὕτως (57a)· „καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλιασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε“. καὶ τὸ παρὰ Ἀντιφῶντι δὲ ἐν τῷ Περὶ ἀνδραποδισμοῦ λόγῳ (fr. 7 Th.) ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον τὴν σύνταξιν. γράφει δὲ οὕτως· „ἐπειδὴ γὰρ ἀπῳκίσθην Ἀθήναζε καὶ ἀπηλλάγην τῆς κληρουχίασ“.
alpha 474
Ἀθηρής · ἴσως μὲν ὁ ἀτειρής, ἢ ὁ ἄγαν θεριστικός. Αἰσχύλος †Ἀγαμέμνονι† (fr. 128 N. 2 = 199 M.)· „χαλκὸν †ἀνθερητὸν† ἀσπίδος ὑπερτενῆ“. ἢ ὁ λαμπρός, ὁ διὰ λαμπρότητα ἀθρούμενος. ἢ ὁ ἀθερίζων καὶ οὐδενὸς ἔχων λόγον διὰ σκληρότητα. ἢ 〈ὁ〉 ὀξύς, παρὰ τοὺς ἀθέρας.
alpha 475
Ἀθήρ · ἀκμὴ τοῦ ἠκονημένου σιδήρου κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ ἀστάχυος τὸ ἄκρον καὶ λεπτότατον. λέγεται μὲν οὖν καὶ ἡ ἐπιδορατὶς ἀθήρ. λέγεται δὲ καὶ ἀθὴρ πυρός, ὡς Εὐριπίδης Σθενεβοίᾳ (fr. 665a Snell)· „παίω Χιμαίρας εἰς σφαγάς, πυρὸς δʼ ἀθὴρ βάλλει με καὶ τοῦδʼ αἰθαλοῖ πυκνὸν πτερόν“.
alpha 476
Ἆθλον · ἀγώνισμα, ἢ τιμή. ὁ μισθός, τὸ τοῦ ἀγῶνος βραβεῖον.
alpha 477
Ἆθλος · ἀρρενικῶς τὸ ἔργον καὶ τὸ ἀγώνισμα καὶ τὸ ἔπαθλον. διαφέρει δὲ τοῦ οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίως τὸ ἔπαθλον, τοῦτο δὲ τὸν ἀγῶνα.
alpha 478
Ἄθραυστον · ἰσχυρόν, ἄκλαστον.
alpha 479
Ἄθρει · ὅρα, βλέπε.
alpha 480
Ἀθρεῖν · τὸ ἐπισκοπεῖν καὶ μετʼ ἐπιτάσεως ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεστά.
alpha 481
Ἀθροίζει · συνάγει.
alpha 482
Ἀθρόους καὶ ἄθρους λέγουσι δισυλλάβως.
alpha 483
Ἀθράνευτον · τὸ ἄστρωτον.
alpha 484
Ἄθρακτος · ἀτάραχος. καὶ τὸ συνεχύθη ἐθράχθη , ὡς Σοφοκλῆς (fr. 952 N. 2 = 1055 R.).
alpha 485
Ἄθρους · †εἰς ἅπαν† συνηγμένους ὁμοῦ, ἢ ἀθρόως.
alpha 486
Ἀθηνᾷ τὸν αἴλουρον · ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται, ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλοι.
alpha 487
Ἄθυμος · ὅ τε ἀόργητος παρὰ Πλάτωνι (Reip. 5, 456a) καὶ τὸ περίλυπος παρʼ Αἰσχίνῃ (3, 147).
alpha 488
Ἄθυμος · ἀντὶ τοῦ ἀθυμητής. Πλάτων Πολιτείας εʹ (456a)· ἤγουν ὁ λελυπημένος.
alpha 489
Ἀθυμία · Ἡρόδοτος ἐν τῷ πρώτῳ αὐτοῦ λόγῳ (37, 2) τὴν †ἀτυχίαν† λέγει.
alpha 490
Ἀθυμεῖν · ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι. πολύ ἐστιν ἐν τῇ τραγῳδίᾳ. οὕτως Αἰσχύλος (Pr. 474).
alpha 491
Ἀθυρόγλωσσος · Εὐριπίδης Ὀρέστῃ (903)· „ἀνήρ τις ἀθυρόγλωσσοσ“. εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαι τῇ γλώττῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅπερ ἐστὶν ἀδιακρίτως ὁμιλεῖν. σημαίνει δὲ τὸν ἀθυρόστομον, τὸν μὴ κατέχοντα τὴν γλῶτταν.
alpha 492
Ἄθυρμα · παίγνιον.
alpha 493
Ἄθυρμα · παίγνιον. Κρατῖνος Ὀδυσσεῦσι (fr. 145 K.)· „νεοχμὸν παρῆχθαι ἄθυρμα“. καὶ ἀθύρειν τὸ παίζειν. Πλάτων Νόμοις (7, 796b)· „ἡ δʼ αὖ παρʼ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι“.
alpha 494
Ἀθύρων · παίζων.
alpha 495
Ἀθύρωτος · ἄκλειστος. Ἀριστοφάνης (Ran. 838).
alpha 496
Ἀθώπευτον · ἀκολάκευτον, ἄσπλαγχνον.
alpha 497
Ἄθων · τὸ ὄρος, θηλυκῶς.
alpha 498
Ἀθῷος · ἀζήμιος· θωὴ γὰρ ἡ ζημία. ἢ ὁ ἔξω τῆς αἰτίας. Ἀθῷον δὲ τὸ ἀτιμώρητον.
alpha 499
Αἰαῖ · ἠθικὸν τοῦτο. Πλάτων Γρυψίν (fr. 16 K.)· „αἰαῖ· γελῶν δʼ ἐπηκροώμην πάλαι“. ἔστι δὲ πολὺ παρὰ τοῖς τῆς μέσης κωμῳδίας καὶ τῆς νέας ποιηταῖς.
alpha 500
†αἶ αἶ · ἀκόντιον Ἀθήνησι καὶ τὸ Αἰακοῦ τέμενος†.
alpha 501
Αἶ · ψιλούμενον μὲν καὶ περισπώμενον τὸ ὄφελον σημαίνει, κατὰ ἀποκοπὴν τοῦ αἴθε, δασυνόμενον δὲ ἄρθρον θηλυκὸν καὶ ἀναφορικόν. σημαίνει δὲ καὶ ἐπίρρημα θρηνητικὸν περισπώμενον καὶ ψιλούμενον, ὃ καὶ διπλασιάζεται· „αἶ αἶ τάλαινα“ (Lyc. 31).
alpha 502
Αἰβοῖ · σχετλιασμοῦ δηλωτικὸν ἐπίφθεγμα παρὰ Δωριεῦσιν.
alpha 503
Αἰγάλεως · ὄρος ἐν τῇ Ἀττικῇ ἀπαντικρὺ Σαλαμῖνος.
alpha 504
Αἲ γάρ · εἴθε γάρ.
alpha 505
Αἰγείρου θέα καὶ ἡ παρʼ αἴγειρον θέα · Ἀθήνησιν αἴγειρος ἦν, ἧς πλησίον τὰ ἴκρια ἐπήγνυον εἰς τὴν θέαν πρὸ τοῦ τὸ θέατρον γενέσθαι. οὕτως Κρατῖνος (fr. 339 K.).
alpha 506
Αἰγιάζειν · ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖν. Εὔπολις (fr. 2 K.)· „σὺ δʼ αἰγιάζεις ἐνθαδὶ καθήμενοσ“.
alpha 507
Αἰγίζει · ἀντὶ τοῦ καταιγίζει. οὕτω Σοφοκλῆς (fr. 984 R.).
alpha 508
Αἰγίβοτος · ἐπιτηδεία αἶγας βόσκειν.
alpha 509
Αἰγίθαλλος · ὄρνεον κωλυτικὸν πράξεως. Ἀλκαῖος Γανυμήδει (fr. 3 K.)· „ἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμα“. τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος.
alpha 510
Αἰγίς · τὸ ἐκ τῶν στεμμάτων δίκτυον. καὶ πλέγμα, καὶ θώραξ, καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης, καὶ τὸ τοῦ Διὸς ὅπλον, καὶ ἀνέμου συστροφή, ἣν καὶ καταιγίδα καλοῦσιν.
alpha 511
Αἰγίπυρος · πόα πυρρά, ἣν αἶγες νέμονται.
alpha 512
Αἰγιναῖον σκάφος · τὸ ἐξ Αἰγίνης. καὶ Αἰγίνηθεν ἐρεῖς ηὐτομόληκας .
alpha 513
Αἰγίς · περιβολαίου εἶδος ἱεροῦ. οὕτω Δημῶναξ (TrGF 207 F 3) καὶ ἕτεροι.
alpha 514
Αἰγύπτιον γῆρας · Σοφοκλῆς (fr. 363 N. 2 = 395 R.)· „πρῶτον ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλον μόρον, ἔπειτα γῆρας λαμβάνεις Αἰγύπτιον“. σημαίνει δὲ 〈 *** 〉.
alpha 515
Αἰγύπτιον · ὄνομα ἐθνικόν. καὶ κύριον τοῦ Ἰθακησίου γέροντος.
alpha 516
Αἰγύπτης · συβώτης, νομεύς.
alpha 517
Αἴγυπτος · ὁ Νεῖλος ποταμός, ἀφʼ οὗ καὶ ἡ χώρα ὑπὸ τῶν νεωτέρων Αἴγυπτος ἐκλήθη.
alpha 518
Αἰγυπτιάζειν · τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι.
alpha 519
Αἰγυπιὸν οἱ παλαιοί, οὐ γῦπα.
alpha 520
Αἰγέα καὶ Ἐρεχθέα καὶ πάντων τῶν τοιούτων ἐκτείνουσι τὸ τελευταῖον α. Δαιταλεῦσιν Ἀριστοφάνης (fr. 211 K.)· „τὸν Ἐρεχθέα μοι καὶ τὸν Αἰγέα κάλει“.
alpha 521
Αἰγεῖον · Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου (fr. 3, 2 C.). Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις.
alpha 522
Αἰγεῖδαι · Δημοσθένης ἐν τῷ Ἐπιταφίῳ (28), εἰ γνήσιός ἐστιν. ἔστι δὲ Αἰγηῒς φυλὴ ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἧς οἱ φυλέται Αἰγεῖδαι.
alpha 523
Αἰγίδες · τὰ τῶν στεμμάτων δίκτυα, ὡς Λυκοῦργος (fr. 24 C.) καὶ Ἡρόδοτος (4, 189). Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι (FGrHist 572 F 15).
alpha 524
Αἰγιλιεύς · Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἧς ὁ δημότης Αἰγιλιεύς.
alpha 525
Αἰγίς · καταιγίς. Φερεκράτης Μυρμηκανθρώποις (fr. 117 K.)· „οἴμοι κακοδαίμων, αἰγὶς 〈αἰγὶσ〉 ἔρχεται“.
alpha 526
Αἰγίλιψ · ὑψηλὴ πέτρα, ὡς καὶ τὰς αἶγας λείπεσθαι αὐτῆς ἐπιβαίνειν. ἔστι καὶ πόλις Κεφαλληνίας οὕτω καλουμένη.
alpha 527
Αἴγλη · λαμπηδών, αὐγή, φέγγος, φῶς. καὶ ἡ θυσία δὲ ἡ ὑπὲρ τοῦ κατακλυσμοῦ {ἡ} εἰς Δελφοὺς ἀπαγομένη αἴγλη ἐκαλεῖτο. καὶ ποπάνου τι εἶδος, ἐν ᾧ διεπλάσσετο εἴδωλα. καὶ βόλος φαῦλος κυβευτικὸς αἴγλη ἐκαλεῖτο. ἀλλὰ καὶ ἡ σελήνη. καὶ τοῦ ζυγοῦ τὸ περίμεσον. καὶ παιδιά τις ἐκαλεῖτο αἴγλη. καὶ ὁ Ἀσκληπιός. καὶ χλιδὼν δέ τις οὕτως ἐκαλεῖτο. ἔνιοι δέ φασι σημαίνειν καὶ τὸν περιπόδιον κόσμον ἢ †τὸν ἀμφιδέα†. ἢ ἁπλῶς ψέλλιον. σημαίνει δὲ καὶ τὴν πέδην, ὡς παρʼ Ἐπιχάρμῳ (fr. 20 Kaibel).
alpha 528
Αἰγλήεντος · λαμπροῦ.
alpha 529
Αἴγλης Χάριτες · πιθανῶς ἐγενεαλόγησαν τὰς Χάριτας Αἴγλης καὶ Ἡλίου, ἐπεὶ τὰς Χάριτας λαμπρὰς εἶναι δεῖ.
alpha 530
Αἴγλη · χλιδὼν παρὰ Σοφοκλεῖ (fr. 537 N. 2 = 594 R.) καὶ πέδη παρʼ Ἐπιχάρμῳ (fr. 20 Kaibel).
alpha 531
Αἰγὸς τρόπον · παροιμία. λέγεται δὲ „αἰγὸς τρόπον μάχαιραν ἐσκάλευσά 〈μοι〉“ (com. adesp. fr. 47 Dem.). λέγεται μέντοι καὶ ἑτέρως ἡ παροιμία· „αἲξ ποττὰν μάχαιραν“, ὡς Χρύσιππος καὶ Κλέαρχος (fr. 63 Wehrli). τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενούντων κακά· ἡ γὰρ αἲξ σκάλλουσα τὴν μάχαιραν εὑρίσκει, διʼ ἧς θύεται.
alpha 532
Αἰγὸς τρόπον · ἐπὶ τῶν ἑαυτοῖς ἐπιφερόντων κακόν. ἀπὸ Κορινθιακῆς παροιμίας „ἡ αἲξ δοῦσα τὴν μάχαιραν“· οὕτω γὰρ λέγεται· Κορινθίων γὰρ τῇ Ἀκραίᾳ Ἥρᾳ θυόντων, ἣν λέγεται ἱδρύσασθαι Μήδεια, οἱ τὴν παροχὴν μεμισθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν ἐσκήπτοντο ἐπιλελῆσθαι, ἡ δὲ αἲξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν. ἄλλοι δέ φασιν ὅτι ἐν Κορίνθῳ τοῖς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν ἀποκρύπτουσι, τῷ δὲ ἑξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζεσθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν.
alpha 533
Αἰδέσιμον · ἀξιοτίμητον, καλόν.
alpha 534
Αἰδέσασθαι · ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτως Λυσίας (fr. 74 S.) καὶ Δημοσθένης (38, 22). ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους (23, 72) ἀντὶ τοῦ †ἐξιλάσεται καὶ πείσειν†.
alpha 535
〈 *** 〉· αἰδέσιμος.
alpha 536
Αἰδοῖ εἴκων (K 238)· αἰδούμενος.
alpha 537
†αἰδοσύνη† · ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν βουλομένων.
alpha 538
Ἄιδεις ἔχων · ἴσον τῷ μάτην λέγεις καὶ ληρεῖς.
alpha 539
Αἰδοῦς βωμός · Αἰδοῦς καὶ Ἀφελείας βωμοί εἰσι περὶ τὸν τῆς Πολιάδος νεών, καθάπερ Ἴστρος ἱστορεῖ (FGrHist 334 F 25).
alpha 540
Αἰδήμων · αἰδέσιμος.
alpha 541
Ἀϊδνόν · τὸ ἀφανιστικόν. οὕτως Αἰσχύλος (Suppl. 781 cf. fr. 750 M.).
alpha 542
Ἄϊδρις · ἄπειρος.
alpha 543
Ἄϊδρος · Ἴων Τεύκρῳ (TrGF 19 F 34)· „ἡμεῖς τʼ ἄϊδροι πρὸς πέτραις ἐπταίομεν“, ἀντὶ τοῦ ἀΐδριδες. καὶ ἐν Φοίνικι (F 41 a)· „ἐκ τῶν ἀΐδρων“.
alpha 544
Ἄϊδρα · ἄπειρα, ἀμαθῆ, μὴ πειραθέντα. Ἴων Ἀλκμήνῃ (TrGF 19 F 5a)· „καὶ μὴν ἅπαντα τίκτεται πρώταις γοναῖς ἄϊδρα, πειραθέντα δὲ ἐκδιδάσκεται“.
alpha 545
Ἄϊδρις · ἀμαθής. Αἰσχύλος Ἀγαμέμνονι (1105)· „τούτων ἄϊδρίς εἰμι τῶν μαντευμάτων“.
alpha 546
Ἀϊδροδίκης · Σοφοκλῆς ἔφη (fr. 985 R.).
alpha 547
Ἀΐδρυτα · τὰ κακά, τὰ κατάρατα, ἃ ἄλλοι αὑτοῖς οὐκ ἂν ἱδρύσαιντο. εἴρηνται δὲ καὶ αἱ σεμναὶ θεαὶ ἀΐδρυται ὑπὸ Κλειδήμου (FGrHist 323 F 26).
alpha 548
Ἄϊδος κυνέη · ἀθάνατόν τι νέφος, ὃ περιβάλλονται οἱ θεοί, ὅταν θέλωσιν ἀλλήλοις μὴ γινώσκεσθαι, οἷον νεφέλη ἀφανής, ἣν ὑποδυσάμενοι οἱ θεοὶ ἀθεώρητοι γίνονται ἀλλήλοις.
alpha 549
Ἄιδειν · ἐπὶ τῶν ἀλεκτρυόνων Ἀττικοί φασι, κοκκύζειν δὲ οὔ φασι πλὴν μωκώμενοί τινα ξένον. δηλοῖ δὲ καὶ λέγειν καὶ ὀνομάζειν.
alpha 550
Αἰδέσεως · Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (21, 43)· „τοὺς δὲ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσαν“. ὁ αὐτὸς δὲ καὶ „αἰδέσηταί“ φησιν ἀντὶ τοῦ αἰδοῦς καὶ τιμῆς ἀξιώσας οἰκτείρῃ καὶ ἐξιλασθῇ ἐν τῷ πρὸς Πανταίνετον (37, 59), ἀντὶ δὲ τοῦ ἐξιλάσεται ἐν τῷ κατὰ Ἀριστοκράτους εἶπεν (23, 72)· „καὶ φεύγειν, ἕως ἂν αἰδέσηταί τινα τῶν προσγενῶν τοῦ πεπονθότοσ“.
alpha 551
Ἄιδειν ὅμοιον · καινοτάτη ἡ σύνταξις καὶ Ἀττικῶς, εἰ καί τις ἄλλη, εἰρημένη. σημαίνει δὲ τὸ μάτην λέγειν, ὡς εἰ καὶ ἄλλως ᾄδειν ἐθέλοι τις ἐν οὐδενὶ πράγματι ἀνυσίμῳ. Εὔπολις ἐν Ἀστρατεύτοις (fr. 2 Dem.)· „ὅμοιον ᾄδειν· οὐ γὰρ ἔστʼ ἄλλως ἔχων“. Ἀριστοφάνης δὲ ἐν Γεωργοῖς ἐξηγούμενος τὸ ᾄδεις, ὅπερ ἐπὶ τοῦ μάτην λέγεις τίθεται, παροιμιῶδες αὐτὸ ποιεῖ· φησὶ γάρ (fr. 7 Dem.)· „καὶ τὰς δίκας οὖν ἔλεγον ᾄδοντες τότε; —νὴ Δία, φράσω δʼ ἐγὼ μέγα σοι {καὶ} τεκμήριον· ἔτι γὰρ λέγουσιν οἱ πρεσβύτεροι καθήμενοι, ὅταν κακῶς τις ἀπολογῆται τὴν δίκην, ᾄδεισ“. 〈ἐν〉 συνουσίᾳ χρῶ κατὰ Φρύνιχον (Praep. soph. 20, 1. 11).
alpha 552
Αἰδώ · χωρὶς τοῦ ς· „ἀγαθὴ δὲ ἐπὶ ἤθεσιν αἰδώ“ (Philet. fr. 9 Powell). ἡ λέξις Ἡρωδιανοῦ (2, 763, 20 L.).
alpha 553
Ἅιδῃ τεκεῖν τέκνα · Εὐριπίδης Πολυΐδῳ (fr. 645 a Snell)· „δύστηνοι καὶ πολύμοχθοι ματέρες Ἅιδῃ τίκτουσαι τέκνα“.
alpha 554
Αἰδώς · παρʼ Ὁμήρῳ πολλάκις (E 787, al.), σπάνιον δὲ παρὰ τοῖς ἄλλοις.
alpha 555
Αἰδῶ · τὸ αἰδοῖον. καὶ ἡ σελήνη παρὰ Χαλδαίοις. καὶ ἡ ῥιπὴ παρὰ Λάκωσιν. καὶ ἡ τροφὸς τῆς Ἀθηνᾶς. καὶ ὁ βωμὸς ὁ ἐν τῇ ἀκροπόλει.
alpha 556
Ἀΐειν · ἀκούειν καὶ αἰσθάνεσθαι.
alpha 557
Ἄιδειν τὰ Τελαμῶνος · ἦν τι σκόλιον γεγραμμένον ἐπὶ Αἴαντι, οὗ καὶ ὁ Τελαμὼν κατεμέμικτο.
alpha 558
Αἶα · τὰ λεγόμενα ὄα. φυτὰ δέ ἐστι. Διονύσιος δέ φησι· „τὰ δὲ ὄα τινὲς βάμμα, οἱ δὲ αἶα, οἱ δὲ λεόνεον προσαγορεύουσιν“.
alpha 559
Αἰεί · διʼ αἰῶνος· „θεῶν αἰειγενετάων“ (B 400). καὶ τὸ κατὰ χρόνον. καὶ τὸ συνεχῶς καὶ πυκνῶς. καὶ τὸ διόλου· „ἀεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα“ (A 541). καὶ τὸ καθʼ ὥραν τεταγμένην συμβαῖνον· „μάλα κεν βαθὺ λήϊον αἰεί“ (ι 134). καὶ τὸ ἐν βραχεῖ χρόνῳ συνεχές· „αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον“ (Ψ 502).
alpha 560
Αἰειγενετάων (B 400)· διὰ παντὸς ὄντων. ἢ διὰ παντὸς ἐνεργούντων καὶ γενεσιουργούντων.
alpha 561
Αἰεὶ νέον ἐρχομενάων (B 88)· οἱονεὶ διὰ παντὸς νεωστὶ ἐρχομένων.
alpha 562
Αἰετὸν κάνθαρος μαιεύσομαι · παροιμία· τὰ γὰρ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν.
alpha 563
Αἰεὶ γεωργὸς εἰς νέωτα πλούσιος · λέγεται καὶ χωρὶς τοῦ ι· „ἀεὶ γεωργόσ“. μέμνηται δὲ τῆς παροιμίας καὶ Θεόπομπος ὁ κωμικὸς ἐν τῇ Εἰρήνῃ (fr. 1 Dem.) ὡς καὶ ἐν Δελφοῖς ἀναγεγραμμένης· „ἔπειτα κἀν Δελφοῖσιν ἀνατεθῇ γραφείς· ἀεὶ γεωργὸς {ὅτι} χρηστὸς ἦν, πρῶτον πολὺ τὸν λιμὸν ἀποφεύγων“. ἔστι καὶ παρὰ ἄλλοις ἡ ὑπόμνησις, ὥς φησιν Εἰρηναῖος (fr. novum).
alpha 564
Αἰέλουρος · τετρασυλλάβως Ἀριστοφάνης (Ach. 879) καὶ Σοφοκλῆς (Ichn. 303 R.).
alpha 565
Αἰετοί · τὰ προνόμια τῶν ναῶν καὶ τὰ φατνώματα τῶν ὀρόφων, διὰ τὸ ἐοικέναι πτέρυξιν ἀετοῦ.
alpha 566
Αἰθάλη · σποδός, τέφρα, τὸ ἐκ καμίνου μέλαν.
alpha 567
Αἰθαλίδης · δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ φυλέτης Αἰθαλίδης.
alpha 568
Αἰθαλόεν · κεκαυμένον.
alpha 569
Αἰθαλώδης · σκοτώδης.
alpha 570
Αἰθέρα · οὕτω τὸν ἐμπυρισμὸν λέγουσιν Ἀττικοὶ ἀπὸ τοῦ αἴθεσθαι.
alpha 571
Αἴθʼ ὄφελεν · παραλλήλως τὰ εὐκτικὰ μόρια κείμενα κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμφατον προσώπων, τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει.
alpha 572
Αἴθε · εἴθε.
alpha 573
†αἴθεσιν · λαμπροῖς†.
alpha 574
Αἰθήρ · ὁ ἐν ὕψει ἀήρ, ὁ ἐπάνω τοῦ ἀέρος καιόμενος ὑπὸ τοῦ ἡλίου.
alpha 575
Αἰθιόπιον · τῆς Εὐβοίας ἐστὶ χωρίον.
alpha 576
Αἰθόμενος · καιόμενος.
alpha 577
Αἰθρία · εὐδία.
alpha 578
Αἴθριος · ὁ ὑπὸ τὸν ἀέρα.
alpha 579
Αἴθρια στέφη (Cratin. fr. 22 K.)· τὰ αἰθέρια ἢ μεγάλα. οἱ δὲ τὰ ἀπὸ τῶν δένδρων. ἢ τὰ ἐξ Ὑπερβορέων 〈κομιζόμενα, ὡς ἀεὶ ἐν ὑπαίθρῳ〉 τιθέμενα.
alpha 580
Αἴθυγμα · οἷον σκίασμα καὶ σημεῖον.
alpha 581
Αἰθύσσειν · ἀνασείειν, ἀνακαίειν.
alpha 582
Αἴθων · ἀνδρεῖος καὶ πολεμικός.
alpha 583
Αἰκάλλειν · ἀντὶ τοῦ σαίνειν, ὅπερ οἱ κύνες ποιοῦσιν. οὕτως Πλάτων (fr. 21 Dem.).
alpha 584
Αἰκία · εἶδος δίκης ἐπὶ πληγαῖς. εἰσήγετο δὲ ἐντὸς ἡμερῶν τεσσάρων, πρὶν ἢ τὰ ἴχνη τῶν πληγῶν ἀφανισθῆναι.
alpha 585
Αἰκία · ὕβρις ἔμπληγος.
alpha 586
Αἰκίζει · κακοῖ, τύπτει, καθυβρίζει.
alpha 587
Αἰκίας · εἶδος δίκης ἐστὶν ἰδιωτικῆς ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλʼ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται, ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν.
alpha 588
Αἰκῶς · χαλεπῶς. δισυλλάβως ἀπὸ τῆς αἰκίας. οὕτως Πλάτων (fr. 225 K.).
alpha 589
Αἴλινον · κοινῶς καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου ἐστίν, ἀπὸ Αἰλίνου τοῦ Καλλιόπης.
alpha 590
Αἱμασιά · τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον, ἥν τινες ἅρπεζον. καὶ οἱ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ (180). φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον αὐτὸ τοῦτο τὸ διʼ αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν.
alpha 591
Αἱμασιαῖς · τοῖς φραγμοῖς κυρίως τοῖς ἠκανθωμένοις.
alpha 592
Αἵματι κλαίειν · παροιμία· ἐπὶ τῶν πάντα πραττόντων καὶ μὴ δυναμένων πεῖσαί τινα οὕτω λέγουσιν οἱ ἀρχαῖοι.
alpha 593
Αἷμα νίψαι · οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνίψαι φόνον, ὡς καὶ Δημοσθένης (fr. 50 S.).
alpha 594
Αἱματόεντα · αἱματώδη.
alpha 595
Αἱματοπώτης · οἱ Ἀττικοὶ μηκύνοντες τὸ ο προφέρουσι τὴν λέξιν, ὥσπερ καὶ τὸ οἰνοπώτης καὶ ὑδροπώτης, ἐπεὶ καὶ τὸ πόμα οἱ μὲν ἄλλοι διὰ βραχέος τοῦ ο γράφουσιν, Ἀττικοὶ δὲ ἐπεκτείνοντες.
alpha 596
Αἱματῶσαι · ἀντὶ τοῦ φονεῦσαι. Σοφοκλῆς (fr. 897 N. 2 = 987 R.).
alpha 597
Αἷμα · τὸ γένος· „ταύτης τοι γενεῆς καὶ αἵματος εὔχομαι εἶναι“ (Z 211). καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ κυριώτατον. Σοφοκλῆς δὲ ἐν Ἠλέκτρᾳ (1394) τὴν μάχαιραν αἷμά φησιν.
alpha 598
Αἱμηρόν · αἵματος πλήρη.
alpha 599
Αἱμούς · τοὺς δρυμούς. Αἰσχύλος (fr. 9 N. 2 = 31 M.).
alpha 600
Αἱμύλος · κόλαξ, ἀπατεών.
alpha 601
Αἰναρέτης · ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος.
alpha 602
Αἰνίγματα · ζητήματα.
alpha 603
Αἵνειν · τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα.
alpha 604
Αἶνος · λόγος παροιμιώδης. ἢ ἔπαινος καὶ ἐγκώμιον· „αἶνός τίς ἐστιν ὡς ἀνήρ τε καὶ οὐκ ἀνήρ“.
alpha 605
Αἰνίους · Αἶνος πόλις ἐστὶ τῆς Θρᾴκης, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν· ὕστερον δὲ ἐκ Μιτυλήνης καὶ Κύμης ἐπηγάγοντο ἐποίκους. ἀπὸ γοῦν τῆς Αἴνου τὸ ἐθνικὸν Αἴνιοι.
alpha 606
Αἰξωνίδα τρίγλην · τὴν ἀρίστην φαγεῖν· κάλλισται γὰρ αἱ Αἰξωνικαί.
alpha 607
Αἰξωνεύεσθαι · ἐπὶ τῶν κακούργων τάττεται. ἀπὸ δήμου Αἰξωνέων.
alpha 608
Αἰξωνεύεσθαι · ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων ὁ Ἀβδηρίτης. ὡς ἐπὶ βλασφημίᾳ δὲ διαβέβληται· φησὶ γὰρ ὁ κωμικός (Men. fr. 222 K.—Th.)· „γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν“.
alpha 609
Αἰξωνῆσιν · Αἰξωνεῖς δῆμός ἐστι φυλῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφʼ οὗ καὶ τὸ κακῶς λέγεσθαι αἰξωνεύεσθαι ἔλεγον.
alpha 610
Αἰόλη νύξ (Soph. Tr. 94)· ἢ μέλαινα, ἢ ποικίλη διὰ τὴν τῶν ἄστρων ὄψιν.
alpha 611
Αἰόλη · ἡ ταχεῖα. οὕτως Αἰσχύλος (Sept. 494).
alpha 612
Αἰολίζειν · τὸ ποικίλλειν. οὕτω Σοφοκλῆς (fr. 826 N. 2 = 912 R.).
alpha 613
Αἰολίδας · οὕτω τοὺς ποικίλους λέγουσιν.
alpha 614
Αἰόλος · ποικίλος, εὐκίνητος.
alpha 615
Αἰζηοί · νεανίαι τῷ αἵματι ζέοντες, ἢ οἱ ἄγαν θερμοὶ καὶ θυμώδεις. ἢ ὑψηλοί, μεγάλοι, ἰσχυροί.
alpha 616
Αἰονᾶν · καταντλεῖν. καὶ τὸ καταχέειν ἢ λούειν.
alpha 617
Αἱματωπόν · Εὐριπίδης (fr. 870 N. 2 )· „δράκοντος αἱματωπὸν ὄμμα“.
alpha 618
Αἱματοσταγῆ · Εὐριπίδης (fr. 871 N. 2 ) καὶ Ἀριστοφάνης (Ran. 471).
alpha 619
Αἵματος ἆσαι Ἄρηα (E 289)· αἵματος κορέσαι τὸ δόρυ. ἢ αἵματι μολῦναι καὶ χρῶσαι· ἄση γὰρ ἡ ῥυπαρία, ὅθεν καὶ ἀσάμινθος, ἐν ᾗ τὴν ἄσην μινύθοντες ἐλούοντο, ὅ ἐστι τὴν ῥυπαρίαν μειοῦντες.
alpha 620
†αἱμαχάναι† · αἱμάξαι.
alpha 621
†αἱμεῖον† · σφάγιον.
alpha 622
Αἱματοσταγής · Εὐριπίδης ἔφη (fr. 871 N. 2 )· „αἱματοσταγεῖ κηλῖδι τέγγει“.
alpha 623
Αἱμάτου · ἀντὶ τοῦ ἐξαιμάτου. Εὐριπίδης (Andr. 260)· „αἱμάτου θεᾶς βωμόν“.
alpha 624
Αἱμορρυγχία · Δώριόν ἐστι τοὔνομα, πλὴν καὶ ὁ Ἀττικὸς Ἕρμιππος ἐχρήσατο τῇ φωνῇ εἰπών (fr. 80 K.)· „ἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορρυγχίαν ποιήσω“. σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος μέντοι οὐκ ἐγκρίνει τὴν φωνήν (Praep. soph. fr. 11).
alpha 625
Αἱμοφθόρος θέσπις · σημαίνει 〈 *** 〉.
alpha 626
Αἱματοσπόδητος · Σοφοκλῆς (fr. 817 R.)· „τὸν προβώμιον κλύω δαίμονα αἱματοσπόδητον“.
alpha 627
Αἱματορρόφος · Ἄρχιππος εἶπε (fr. 4 Dem.). σημαίνει δὲ 〈 *** . Σοφοκλῆς δὲ〉 (fr. 677 N. 2 = 743 R.)· „Τεισὼ δʼ ἄνωθεν †ἐστὶν ἡ† αἱματορρόφοσ“.
alpha 628
Αἱμόφυρτα · Νικόμαχος εἶπε (TrGF 127 F 15). σημαίνει δὲ 〈 *** 〉.
alpha 629
Αἱμωδεῖν · καὶ τούτῳ προσεκτέον τὸν νοῦν· οἱ γὰρ πολλοὶ αἱμωδιᾶν λέγουσιν, ὥσπερ κυλοιδιᾶν, τοῦ Κρατίνου ἐν Διονυσαλεξάνδρῳ (fr. 3 Dem.) ἀπὸ τοῦ αἱμωδῶ κλίνοντος· „εὐθὺς γὰρ ᾑμώδεις ἀκούων τῶν ἐπῶν τοὺς προσθίους ὀδόντασ“. αἱμωδεῖν δὲ οἱ Ἀττικοὶ τὸ τοὺς ὀδόντας μετὰ κνησμοῦ τινος ἀλγεῖν.
alpha 630
Αἷμον · τὸ ὄρος οὐδετέρως Ἑκαταῖος (FGrHist 1 F 167) διὰ παντός. καὶ Διονύσιος (FGrHist 687 F * 3) καὶ Ἑλλάνικος ἐν αʹ Ἀτθίδος (FGrHist 4 F 41 = 323a F 4) καὶ Τίμαιος (FGrHist 566 F 76) καὶ Εὔδοξος (fr. 346 Lasserre).
alpha 631
Αἱμασιώδεις · Πλάτων εἶπε (Leg. 3, 681a)· „περιβόλους τινὰς αἱμασιώδεισ“. ἤτοι τοὺς ἐκ λίθων ἄνευ πηλοῦ κατεσκευασμένους, ἢ τοὺς ἀπό τινων ἀκανθῶν περιπεφραγμένους.
alpha 632
Αἱμασιολογεῖν · Θεόπομπος (fr. 73 K.)· „ὃς αἱμασιολογεῖν ἄριστʼ ἠπίστατο“.
alpha 633
Αἱμυλίοισι (a 56)· τοῖς μετʼ ἐμπειρίας συνετοῖς καὶ προσηνέσι καὶ οἱονεὶ δολίοις τισὶ καὶ παραλογιστικοῖς, μεθʼ ἡδονῆς καὶ κολακείας ἀκουομένοις.
alpha 634
Αἱμύλος · ὁ ἔμπειρος. ἢ ἡδὺς ἐν τῷ ἀπατᾶν καὶ κόλαξ. Πλάτων (Leg. 7, 823e) „αἱμύλος ἔρωσ“ φησί· καὶ Σοφοκλῆς (fr. 1015 N. 2 = 816 R.). Εὐριπίδης δὲ (fr. 1095 N. 2 ) καὶ αἱμύλην εἶπε θηλυκῶς. Σοφοκλῆς δὲ (Ai. 389) καὶ αἱμυλώτατον . Κρατῖνος δὲ αἱμυλόφρων εἶπε (fr. 379b K.). καὶ αἱμυλοπλόκος ὁ αὐτός (fr. 379a K.).
alpha 635
Αἰπόλια · αἰγονόμια.
alpha 636
Αἰπόλος · ὁ ἑρμαφρόδιτος ὑπὸ Σινωπέων οὕτω καλεῖται
alpha 637
†αἴρασθαι† · προσενέγκασθαι. Κρατῖνος Τροφωνίῳ (fr. 218 K.)· „οὐ σῖτον ἄρασθαι, οὐχ ὕπνου λαχεῖν μέροσ“.
alpha 638
Αἱρεθέν · θεληθέν.
alpha 639
Αἱρησαμένων · βουλευσαμένων.
alpha 640
Αἶρε μασχάλην · οὕτως εἰώθασι λέγειν ἀντὶ τοῦ ὀρχήσασθαι ἢ κωθωνίζεσθαι.
alpha 641
Αἱρεῖ · καταλαμβάνει.
alpha 642
Αἱρετίζειν · οἱ περί τι σπουδάζοντες λέγονται. πολὺ τοῦτο παρὰ τοῖς νεωτέροις τῶν κωμικῶν (fr. novum).
alpha 643
Αἱρήσειν · συλλαβεῖν, ἑλκύσαι, χειρώσασθαι, πορθῆσαι.
alpha 644
Αἱρήσασθαι · λαβεῖν.
alpha 645
Αἱρήσομαι · λήψομαι, σκέψομαι, βουλεύσομαι, ἐκλέξομαι.
alpha 646
Αἶρε δάκτυλον · τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ· ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι.
alpha 647
Αἱρεῖσθαι · ἐργάζεσθαι.
alpha 648
Αἴρειν · καὶ τὸ προσφέρειν δηλοῖ· „αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ“. Ἀριστοφάνης Εἰρήνῃ (1). καὶ μετὰ τῆς 〈πρόσ〉 προθέσεως Φερεκράτης Πετάλῃ (fr. 137 K.)· „πρόσαιρε τὸ κανοῦν· εἰ δὲ βούλει, πρόσφερε“. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ (fr. 239 K.‐ Th.)· „εἶτʼ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει“. καὶ Συναριστώσαις (fr. 385 K.—Th.)· „ἂν ἔτι πιεῖν μοι δῷ τις· ἀλλʼ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφʼ ἡμῶν“.
alpha 649
Αἰνῶ · παραιτοῦμαι. καὶ ἐπαινῶ. Σοφοκλῆς (fr. 105 N. 2 = 109 R.).
alpha 650
Αἰρόμενος · φερόμενος.
alpha 651
Αἱρούμενος · βουλόμενος.
alpha 652
Αἱρεῖ · καταλαμβάνει.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top