α 3
Ἀασιφόρος · βλάβην φέρων
α 4
Ἀάσαι · κορέσαι, καθυπνῶσαι, βλάψαι
α 7
Ἀάβηκτον · μέλαν, ἀβλαβές
α 8
Ἀαγές λ · ἄ θρ αυστον, ἰσχυρόν
α 9
Ἀάπτους Α · ἀπροσπελάστους, ὧν οὐ δύναταί τις ἅψασθαι
α 10
Ἀά · σχετλιαστικὸν ἐπίρρημα καὶ σύστημα ὑδάτων
α 11
Ἀαδεῖν · ὀχλεῖν, ἀπορεῖν
α 15
Ἀαιδής · εἰς τὸ Ἀνία, Ἀναιδής
ο 1
ος · εἰς τὸ. νία, Ἀνέμων
τ 1
τος · τρι ακ άς. Κύπριοι
α 16
Ἀακραγές · συὸς κόπρος
α 20
Ἄβαλε · σχετλιαστικὸν ἐπίρρημα· παρὰ τὸ βάλλω· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἐπίρρημα ἄβαλε
α 21
Ἄβαλε · παρὰ τὸ βάλε ἐπίρρημα
α 22
Ἀβύρβηλον · ἀναίσχυντον
α 23
Ἄβαξ · κυρίως ὁ μὴ ἔχων βάσιν, καταχρηστικῶς δὲ καὶ ἐπὶ οἵου δήποτε σανιδίου
α 24
Ἀβλέπτημα · ἁμάρτημα τὸ ἄνευ βουλῆς πραττόμενον
σ 1
σσος · ὑδάτων φύσις ἤγουν πλῆθος ἀπέραντον
α 25
Ἀβληχρόν · τὸ ἀσθενές· δύνατ αι τ ὸ α καὶ κατʼ ἐπίτασιν τὸ σφόδρα
α 26
Ἀβελτηρία · ἀνοησία, μωρία, ἡ τὸ βέλτιον μὴ γινώσκου σα · ἀπὸ τοῦ ἀβέλτερος· τοῦτο παρὰ τὸ βέλτερος μετὰ τοῦ στερητικοῦ α · τὸ θηλυκὸν ἀβελτερία καὶ τροπῇ τοῦ ε εἰς η ἀβελτηρία. ἀβέλτερος ἀπὸ τοῦ βάλλω τύπῳ συγκριτικῷ· ὥσπερ γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτως καὶ παρὰ τὸ βάλλω βέλτερος. τὸ βάλλω συντάσσεται αἰτιατικῇ, τὸ δὲ φέρω δοτικῇ καὶ αἰτιατικῇ
α 27
Ἀβλεμέως · ἀφροντίστως, οἷον ἀμελέως· παρὰ τὸ ἀμελεῖν ὑπερθέσει ἀλεμέως καὶ ἐν πλεονασμῷ τοῦ β ἀβλεμέως
α 28
Ἀβραάμ · πατὴρ πολλῶν ἐθνῶν
α 29
Ἀβλής · εἰς τὸ Προβλῆτι
α 30
Ἁβροείμονες · κατηγλαϊσμένοι, λαμπροφόροι· ἁβρὸν γὰρ τὸ λαμπρὸν καὶ τρυφερὸν καὶ κοῦφον. ἁβρός οὖν, ὁ ἁπαλός, παρὰ τὸ ἅπτω, ὁ εὐαφής· ἢ κατὰ στέρησιν τοῦ βάρους ἄβαρος καὶ κατὰ συγκοπὴν ἁβρός, ὁ μ ὴ ὢν βαρὺς ἀλλὰ κοῦφος καὶ ἐλαφρός
α 31
Ἁβρός · βάρος ἄβαρος καὶ ἁβρός, ὁ κούφως βαίνων καὶ ἀβαρῶς, κατὰ στέρησιν τοῦ βάρους
α 32
Ἀβρότη Ξ · ἡ νύξ· ἀπρότη τις οὖσα, παρὰ τὸ μὴ προϊέναι ἐν αὐτῇ· ἢ ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται· ἢ παρὰ τὸ βροτὸν εἰς τοιαύτην ὥραν ἠρεμεῖν
α 33
Ἁβρός · παρὰ τὸ ἅπτω, ὁ εὐαφής. οὕτω φιλόξενος. οἱ δὲ κατὰ στέρησιν τοῦ βάρους
α 34
Ἀβροτάξομεν Κ · παρὰ τὸ βροτοῦ μὴ τυχεῖν
α 35
Ἀβροτάξομεν Κ · κυρίως ἐστὶν ἐπὶ τῶν τοξοτῶν τὸ βροτοῦ ἀποτυχεῖν
α 36
Ἄβυσσος · ὡς ἂν εἴποι τις, ἄβατός ἐστιν· ἢ παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δύσσος βύσσοσ καὶ ἄβυσσος· ἢ παρὰ τὸ βύω, τὸ μὴ ὑπεισέρχομαι ἤγουν σφαλίζω, βύσσος καὶ ἄβυσσος μετὰ τοῦ στερητικοῦ α οἱονεὶ ἡ μὴ ὑπό τινος ὑπεισερχομένη. τὸ βύω σημαίνει δύο, τὸ ὑπεισέρχομαι καὶ τὸ σφαλίζω, ὡς τὸ βυούσης τὰ ὦτα αὐτῆσ“
α 37
Ἀβασγός · ἅμα συζῶν καλῶς. εἴρηται δὲ πατὴρ ἰδίας πόλεως καὶ οὐχ ἑτέρας
α 38
Ἁβρά · ὀξυτόνως καὶ δασέως ἡ τρυφερὰ καὶ μαλακή, βαρυτόνως ἡ θεράπαινα καὶ ἀκόλουθος
α 39
Ἀβροτάξαι · τὸ μὴ συναντᾶν
α 40
Ἀβροτάξομεν Κ · κυρίως ἐπὶ τῶν τοξευόντων, τὸ βροτοῦ ἀποτυχεῖν ὡς ἐν πολέμῳ· καταχρηστικῶς δὲ ἁπλῶς ἐπὶ τοῦ ἀποτυχεῖν. τὸ θέμα ἀβροτάζω, ὁ μέλλων ἀβροτάξω
α 43
Ἁβρύνεται · κοσμεῖται, θρύπτεται
α 44
Ἀβραμιαῖοι · γιγαντιαῖοι, ἱεροπρεπεῖς
α 45
Ἅβραι · νέαι δοῦλαι, θεραπαινίδια
α 47
Ἁβρίζεται · καλλωπίζεται
α 48
Ἀμβλωθρίδια · ἀτέλεστα ἐκτρώματα μὴ ἔχοντα ζωήν
α 50
Ἄβατον · ἱερόν, ἀπρόσιτον, ἔρημον
α 51
Ἀβασάνιστον · ἀγύμναστον, ἀνεξέταστον, ἢ ἀπερίεργον
α 52
Ἀβάκησαν δ · ἠγνόησαν
α 53
Ἄβρομοι · ἄνευ ἤχου καὶ θορύβου
α 56
Ἀβέβηλον · καθαρόν, ἀμώμητον
α 58
Ἀβίωτον · ἀηδῆ, κακόν, ὀδυνηρόν
α 59
Ἀβής · ἀσύνετος, ἀνόσιος
α 60
Ἀβλεψία καρδίας · πώρωσις
α 61
Ἀβουλία · ἀπαιδευσία, ἄνοια
α 62
Ἁβροδίαιτος · τρυφητής, τρυφερόβιος
α 64
Ἀγάγω · παρὰ τὸ ἄγω· ἐκ τούτου ἄγη, ἡ ἔκ πληξις, ἐξ οὗ καὶ ἀγῶ· τὰ γὰρ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ὡς ἐπὶ τὸ πλεῖστον ἀπὸ τῶν εἰς η θηλυκῶν γίνεται
α 65
Ἀγάζω · τὸ θαυμάζω· τοῦτο παρὰ τὸ ἀγῶ, ὅπερ ἐστὶ δευτέρας συζυγίας τῶν περισπωμένων, ἐξ οὗ καὶ ῥῆμα εἰς μι ἄγημι καὶ ἄγαμαι παθητικόν. τοῦτο παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν· τοῦτο παρὰ τὸ ἄγω, τὸ θραύω καὶ συντρίβω· τοῦ γὰρ ἐκπλησσομένου κατέαγεν ἡ διάνοια καὶ οἱονεὶ συντέθραυσται. τὸ δὲ ἄγη ἄκλιτόν ἐστιν, ἐπειδὴ τὰ εἰς γη ἰαμβικὰ ἀπὸ συμφώνου ἄρχονται καὶ οὐκ ἀπὸ φωνήεντος, οἷον στέγη σφαγή ταγή. πρόσκειται ἰαμβικά“ διὰ τὸ ἀγή, ὃ σημαίνει τὴν κλάσιν τῶν κυμάτων· τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἄλλʼ οὐκ ἔστιν ἰαμβικόν, ἀλλὰ σπονδειακόν· τὸ γὰρ α μακρόν ἐστιν. ἐπειδὴ οὖν τὸ ἄγη εἰς γη ἐστὶν καὶ ἰαμβικὸν καὶ ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἔμεινεν ἄκλιτον
α 66
Ἀγάμενοι · παρὰ τὸ ἀγάζω, ὅ ἐστι θαυμάζω
α 67
Ἄγαν · πάνυ, λίαν, πολύ· ἐπιτατικὸν ἐπίρρημα
α 68
Ἀγαθός · φύσει μόνος ὁ θεός ἐστι· γίνεται δὲ καὶ ἄνθρωπος ἐξ ἐπιμελείας τῶν τρόπων ἀγαθός
α 69
Ἀγαθός · ἔστιν ὁ χωρὶς αἰτήσεως ἀφθόνως τὰ καλὰ χαριζόμενος
α 70
Ἀγαθόν · ἔστιν οὗ πάντα ἐφίεται
α 71
Ἀγανώπιδος · πραείας, εὐοφθάλμου, καλῶς βλεπούσης
α 72
Ἄγαμαι · ἀποδέχομαι, θαυμάζω, ἐπαινῶ
α 73
Ἄγαννα · ἅμαξα ἱερά, καὶ ἡ ἐν οὐρανῷ ἄρκτος
α 74
Ἀγάπησις · ἔστιν τὸ ὑπερτιμᾶν ἑαυτοῦ ἀπόντα τε καὶ παρόντα τὸν ἀγαπώμενον
α 75
Ἀγαυρίαμα · ἔπαρμα, ὕψωμα
α 76
Ἀγανόφρων · ἀγαθός, πραότατος
α 77
Ἀγαθός · ἐπίθετόν ἐστιν ἁπλοῦν καὶ σύνθετον. οἱ μὲν ὥσπερ ἀπὸ τοῦ σκεδῶ ποιοῦσι σκεδάζω, οὕτως καὶ ἀπὸ τοῦ ἀγῶ ἀγάζω ἀγαστός καὶ ἀγαθός ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς θ · οἱ γὰρ Ἀττικοὶ τρέπουσι τὸ τ εἰς θ τὸ γὰρ κρεμάστρα κρεμάθρα λέγουσιν. λέγεται δὲ ἀγαθόν καὶ παρὰ τὸ ἄγαν θεῖον, ἢ παρὰ τὸ ἀγαπᾶν τὸν θεόν. ἢ παρὰ τὸ ἄγαν θέειν, ἐφʼ ᾧ ἄγαν θέομεν ἐφιέμενοι
α 78
Ἀγαθόν · παρὰ τὸ ἄγαν θέειν ἐπʼ αὐτὸ πάντας
α 79
Ἀγακλειτός · ὁ ἄγαν ἔνδοξος· ἀπὸ τοῦ κλείω, ὅ ἐστι δοξάζω, γέγονεν. τὸ δὲ κλείω ἀπὸ τοῦ κλέος γέγονε κλέω καὶ κατὰ πλεονασμὸν τοῦ ι κλείω καὶ ἐν συνθέσει ἀγακλειτός
α 80
Ἀγαλλίαμα · δόξα, καύχημα
α 82
Ἀγάλματα · ξόανα, ἀφομοιώματα, εἰκόνες ἢ ἀνδριάντες κεράμειοι, κολοσσοί, βρέτας, χαρακτήρ, ὅ ἐστιν εἴδωλον
α 84
Ἀγάλακτες · οἱ ἀδελφοί· παρὰ τὸ α τὸ σημαῖνον τὸ ὁμοῦ, καὶ τὸ γάλα, ὁμογάλακτές τινες ὄντες παρὰ τὸ γάλα, οἱονεὶ τὸ αὐτὸ γάλα σπάσαντες
α 85
Ἄγαλμα · ἐκ τοῦ ἀγάλλω· ἐν ᾧ ἀγάλλεταί τις κἄν τε ἱμάτιον ᾖ κἄν τε εἰκών. καὶ εἰς τὸ Ξόανον
α 86
Ἄγαν · πάνυ· ἐπίρρημα. τὸ γαν μακρόν. διὰ τί; τὰ εἰς αν λήγοντα ἐπιρρήματα μακρὸν ἔχουσιν τὸ α οἷον πέραν λίαν εὐάν· πλὴν τοῦ ὅταν καὶ πάμπαν
α 87
Ἀγάπη · παρὰ τὸ ἄγειν τὸ πᾶν, ἤτοι ἑνοῦν καὶ συνάπτειν πρὸς ὁμόνοιαν
α 88
Ἀγαπῴην · ῥῆμα εὐκτικόν· ἐκ τοῦ ἀγαπάω ἀγαπῶ, ἀγαπάων ἀγαπῶν, ἀγαπάοντος ἀγαπῶντος, ἀγαπάοιμι ἀγαπῷμι, ἀγαπάοι ἀγαπῷ. καὶ οἱ Ἴωνες ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεντιθέναι τὸ η. καὶ ἀναλόγως πάλιν τὸ πρῶτον γίνεται ἀγαπῴην· κανὼν γάρ ἐστιν ὁ λέγων· πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ πρῶτον
α 89
Ἀγαπῶ · ἐκ τοῦ ἀγάπη· τοῦτο παρὰ τὸ ἄγειν τὸ πᾶν, ἢ παρὰ τὸ ἄγαν ποιότητα ἔχειν. ὁ μέλλων ἀγαπήσω καὶ ἡ μετοχὴ ὁ ἀγαπῶν καὶ ὁ μέσος μέλλων ἠγαπημένος
α 90
Ἀγέλη ποίμνης διαφέρει· ἀγέλη ἐπὶ βοῶν, ποίμνη ἐπὶ προβάτων
α 91
Ἀγέλη · τὸ πλῆθος τῶν προβάτων ἢ τῶν ζώων, ἢ τὰ ὁμοῦ συνηθροισμένα
α 92
Ἀγάρροος · ἄγαν ῥοώδης
α 93
Ἀγαρηνός · παρὰ τὸ ἄγαν Ἀγαρηνός. τὸ ρη η. διὰ τί; τὰ εἰς ηνος ἐθνικὰ ὀξύτονα διὰ τοῦ η γράφεται, οἷον Ἀγαρηνός Ἀβυδηνός Δαμασκηνός, πλὴν τοῦ Αἰδεσινός Ἐμεσινός
α 94
Ἀγασσάμενοι · θαυμάσαντες· παρὰ τὸ ἀγάζω
α 95
Ἀγαυός Γ · θαυμαστός, λαμπρός, ἢ ὁ ἥλιος· παρὰ τὸ ἀγῶ, τὸ θαυμάζω, γίνεται ῥῆμα εἰς μι ἄγημι, τὸ παθητικὸν ἄγαμαι καὶ ἐξ αὐτοῦ ἀγαός καὶ πλεονασμῷ τοῦ υ Αἰολικῶς ἀγαυός
α 96
Ἀγαυρός · ἀγαθός· παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἐπιτατικὸν δὲ ἔχει τὸ α
α 97
Ἄγαυρος · παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω, τὸ γαυριῶ, Α καθέζετο κύδεϊ γαίων“· ἢ παρὰ τὴν ἄγην, τὴν ἔκπληξιν ἄγηρος καὶ ἄγαυρος. οὕτως Ἡρῳδιανὸς ἐν τῷ Περὶ παθῶν . δηλοῖ δὲ καὶ τὸν ὑπερήφανον ὄσσαν ἀγαύρου“
α 98
Ἀγγεῖα · παρὰ τὸ διάγειν τι ἐν αὐτοῖς. καὶ εἰς τὸ Γραφεῖον
α 99
Ἀγγείλας · ἐκ τοῦ ἀγγέλλω γέγονεν· ὥσπερ ἀπὸ τοῦ στέλλω στείλας, οὕτω καὶ ἀπὸ τοῦ ἀγγέλλω ἀγγείλας
α 100
Ἀγάσαιτο · θαυμάσειεν
α 101
Ἀγάστονος · πολυστένακτος
α 102
Ἀγάσυρτος · ἀκάθαρτος
α 103
Ἄγγαρος · ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος· ὅθεν ἀγγαρείαν τὴν ἀναγκαίαν καὶ ἀκούσιον λέγομεν καὶ ἐκ βίας γενομένην ὑπηρεσίαν
α 104
Ἄγγελος · ὁ σημαίνων, ὁ ἀποκρισιάριος, ἢ ὁ τὰς ἀγγελίας ἤγουν τὰς ἀκοὰς καὶ τὰς φήμας διαγγέλλων, ὁ πρέσβυς καὶ ἀγγελλεὺς καὶ ἐπιστολεὺς καὶ ἀγγελιοφόρος καὶ ἀπόστολος
α 105
Ἄγγελος · ἔστιν ζῶον λογικὸν κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνατον εἰληφός
α 106
Ἀγγελιαφόρος · πρεσβευτής
α 108
Ἄγγελος · παρὰ τὸ ἄγω ἐγένετο ἄγελος καὶ κατὰ προσθήκην τοῦ γ ἄγγελος· ἢ παρὰ τὸ διαγγέλλεσθαί τι διʼ αὐτοῦ· ἢ παρὰ τὸ εἰς ἀγγελίαν πέμπεσθαι ἐκ θεοῦ ἐπὶ γῆς ἢ ἐξ ἀνθρώπου πρὸς ἄνθρωπον. καὶ διὰ τοῦτο καὶ εὐαγγελισταὶ εἴρηνται παρὰ τὸ εὖ ἀγγέλλειν ἡμῖν, ἤγουν καλόν. ἄγγελος ἤγαγεν“ ἀντὶ τοῦ ἐκόμισεν· φέρεται γὰρ ὡς αὐτοκίνητον τὸ ἔμψυχον, κομίζεται δὲ τὸ ἄψυχον. Πτολεμαίου
φ 1
φέρειν διαφέρει· ἄγεται μὲν γὰρ τὰ ἔμψυχα, φέρεται δὲ τὰ ἄψυχα βαστακτῇ. καὶ Ὅμηρος οὐ τί μοι ἐνθάδε τοῖον, Οἷον κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν“, καὶ πάλιν δ οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ εὐήνορα οἶνον“
α 109
Ἀγαυός · Ἀγαμέμνων σημαίνει τρία· τὸν γενναῖον καὶ θαυμαστόν, οἷον Δ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυόν“· σημαίνει δὲ καὶ ὄνομα κύριον, ὡς τὸ Ω Δηίφοβον τε καὶ Ἱππόνοον καὶ δῖον Ἀγαυόν“· σημαίνει δὲ καὶ ὄνομα ἔθνους, Ν Μυσῶν τʼ ἀγχεμάχων καὶ Ἀγαυῶν ἱππημολγῶν“
α 110
Ἀγελαῖος · ὀχλώδης, ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ ἀγέλη. τὸ δὲ ἀγέλη ἀπὸ τοῦ ἄγω. διὰ τί προπερισπᾶται; τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ αιος γινόμενα ὀνόματα προπερισπᾶται, οἷον Γάζα Γαζαῖος, Ῥώμη Ῥωμαῖος. τὸ δὲ Ἀγέλαιος ὄνομα κύριον προπαροξύνεται
α 111
Ἀγερώχων Β · ἀλαζόνων· ἡ μὲν συνήθεια τὴν λέξιν ἐπὶ τοῦ ψόγου τάσσει· τοὺς γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους ἀγερώχους λέγει. ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους, ἀπὸ τοῦ ἄγαν ἐπὶ τὸ γέρας ὀχεῖσθαι· Γ καθʼ ὅμιλον ἔ δυ Τρώων ἀγερώχων“
α 112
Ἀγέρωχον · εὐκλεᾶ, ἔντιμον· ἐπὶ γέρως ὀχούμενον. ἔνιοι δὲ τὸν ἐπεισάκτῳ χρώμενον τροφῇ· ἀγέρωχον δὲ λέγει τὸν ἀγείροντα τὴν ὀχήν, τουτέστι τὴν τροφήν. οἱ δὲ τὸν ὑπερήφανον ἢ μεγάλαυχον ἢ ἀλαζόνα
α 113
Ἄγε · φέρε, κόμιζε· ἢ βλέπε
α 115
Ἀγεννῶς · ἀσθενῶς, ἀνάνδρως
α 116
Ἀγελαίων · ἀμαθῶν, ἰδιωτῶν, ἀγροίκων
α 118
Ἀγείρει · συναθροίζει
α 119
Ἀγερώσσει · ἀγρυπνεῖ
α 120
Ἀγερώψατο · ἠμέλησεν
α 121
Ἄγε δῆτα · δεῦτε δή καὶ φέρε δή
α 122
Ἀγεληδόν · ἠθροισμένως ὡς ἀγέλη
α 123
Ἀγήραος · ἄφθαρτος, μὴ ἔχων τέλος, ἀπέραντος
α 124
Ἁγιάσατε · προευτρεπίσατε, κηρύξατε
α 125
Ἀγείρατον · ἄτιμον· παρὰ τὸ γέρας. ἀγήρατον δέ
α 126
Ἀγέρωχος · ὁ ἄγαν αὐχῶν, ἢ μὴ ἔχων γέρας ἤγουν τιμήν
α 127
Ἀγείρω · ει · ἀγέρρω γὰρ Αἰολικῶς καὶ ἀγορά καὶ Β ἠγερέθοντο κακὰ Πριάμῳ“ καὶ Α ὁμηγερέεσ“
α 128
Ἄγη · ἡ ἔκπληξις· οἱ γὰρ ἐκπληττόμενοι ἀκίνητοι καὶ ἄφωνοι μένουσι. καὶ ἀγὴ ἡ κλάσις τοῦ κύματος
α 129
Ἄγη · ἡ ἔκπληξις· τροπῇ τοῦ κ εἰς γ ἀκή καὶ ἄγη, ἐκ τῆς παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει· ἢ παρὰ τὸ ἀγῶ, ὅθεν ἄγαμαι, τὸ ἐκπλήττομαι· ἢ παρὰ τὸ ἄγαν, τὰ γὰρ μεγάλα θαυμάζεται
α 130
Ἀγερώχων · αὐθαδῶν, ὑβριστῶν, ὁτὲ δὲ ἐνδόξων· ἀπὸ τοῦ ἄγαν ἐπὶ τοῦ γέρως ὀχεῖσθαι
α 131
Ἀγήοχα · παρὰ τὸ ἄγω ἄξω ἦχα καὶ τὸ Ἀττικὸν ἄγηχα καὶ πλεονασμῷ τοῦ ο ἀγήοχα
α 132
Ἀγαί . τὰ τραύματα, τρώσεις· ἀπὸ τοῦ ἄγνυμι, τὸ κατάσσω
α 133
Ἀγαί · αἰγιαλοὶ κατὰ τοὺς Ἴωνας
α 134
Ἀγήνωρ Β · αὐθάδης παρὰ τὸ ἄγαν καὶ τὸ ἀνήρ γίνεται ἀγάνωρ, καὶ κατὰ τροπὴν τοῦ α εἰς η γίνεται ἀγήνωρ. καὶ ἀποροῦσί τινες λέγοντες, ὅτι τροπὴν ἔπαθεν ἢ ἴδιον σχηματισμόν; καὶ λέγομεν, ὅτι ἴδιον σχηματισμόν, ὅτι τὸ ἀνήρ μετʼ ἄλλης λέξεως κατʼ ἀρχὴν συντιθέμενον τρέπει τὸ α εἰς η καὶ τὸ η εἰς ω οἷον εὐήνωρ Ἀντήνωρ· τὸ δὲ Νικάνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ η εἰς α. σημαίνει δὲ τὸν αὐθάδην
α 135
Ἄγη Γ · ἡ κλάσις τοῦ ξίφους ἐκ τοῦ ἄσσω, τὸ κλάνω, ὁ μέλλων ἄξω, ὁ ἀόριστοσ ἦξα καὶ τὸ προστακτικὸν ἆξον καὶ ὁ δεύτερος ἀόριστοσ ἦγον καὶ ὁ παθητικὸς ἤγην καὶ ποιητικῶς ἄγην ἀγηοχώς
α 136
Ἀγινεῖν · ἀπαρέμφατον ὄνομα, ὃ σημαίνει τὸ ἄγειν· ἀπὸ ῥήματος τοῦ ἄγω ἀγνῶ, καὶ κατὰ πλεονασμὸν τοῦ ι μακροῦ γίνεται ἀγινῶ καὶ ἀγινεῖν· Ω ἀγίνεον“ ἔφερον ἀγινῶ
α 137
Ἅγιος · ἐκ τοῦ ἅγος γέγονεν· ἅγιον δέ ἐστι τὸ παντὸς ἅγους ὂν ἀνώτερον, ἢ τὸ δύναμιν ἔχον πρὸς τὸ τοὺς ἑτέρους ἁγιάζειν αὐθαγίαστον ὄν
α 138
Ἁγιστεία · ἁγιωσύνη· ἔστιν ἅγος, τὸ σέβασμα, καὶ ἐξ αὐτοῦ ἁγίζω, ἁγίσω, ὁ παθητικὸς παρακείμενος ἥγισμαι, τὸ τρίτον ἥγισται καὶ ἐξ αὐτοῦ ἁγιστός καὶ τὸ θηλυκὸν ἁγιστεία καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν ἁγιστείαις ἐσθʼ ὅτε καὶ μιαρωτάταισ“
α 139
Ἁγνεύειν · ἀπὸ ἀφροδισίων. καθαρεύειν, ἀπὸ νεκροῦ
α 140
Ἀγχίνουν · συνετήν· παρὰ τὸ ἐγγὺς τὸν νοῦν ἔχειν
α 141
Ἄγκιστρον · παρὰ τὸ ἄγω, τὸ φέρω, ἄγιστρον καὶ ἄγκιστρον. καὶ εἰς τὸ Ἠγκιστρωμένοι
α 142
Ἀγκοίνη · ἡ ἀγκάλη. εἰς τὸ Ὦμος
α 143
Ἄγκος · εἰς τὸ Μισγάγκεια
α 144
Ἀγκυλομήτεω Β · ὄνομα ἐκ τοῦ ἀγκύλος· σημαίνει δὲ ἀγκυλομή της τὸν ἐπὶ τῶν ἀγκύλων καὶ σκολιῶν πραγμάτων ὀρθῶς βουλευόμενον. τὸ ω μέγα, ὡς τὸ πᾶσα γενικὴ εἰς φωνῆεν λήγουσα. ὁ τόνος· αἱ διὰ τοῦ εω Ἰωνικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων γενικῶν ὦσι, προπαροξύνονται, οἷον Ἀτρείδου Ἀτρείδ εω, Αἰνείου Αἰνείδεω, Πηλείδου Πηλείδεω· εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, καὶ παροξύνονται
α 145
Ἀγκύλη · διὰ τὸ ἄ νω αὐτῆς κοῖλον
α 146
Ἀγκύλος · τὸ κυ ψιλόν· διὰ τί; τὰ διὰ τοῦ υλος ὀνόματα ὑπὲρ δύο συλλαβὰς εἴτε ὀξύτονα εἴτε βαρύτονα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον κορβύλοσ Αἰσχύλος, ἀγκύλος, κρωβύ λοσ
α 147
Ἀγκών Ε · παρὰ τὸ ἀνέχω, τὸ ἐξέχω, ὁ ἐξέχων· ἢ ἀπὸ τοῦ ἐγκεῖσθαι τῷ ἑτέρ ῳ ὀστέῳ τὸ ἕτερον· ἢ παρὰ τὸ κατʼ αὐτὸν ἄγεσθαι τὴν χεῖρα
α 148
Ἄγγωνες · δοράτια οὐ λίαν σμικρά, ἀλλʼ οὐδὲ μεγάλα, ἀλλʼ ὅσον ἀκοντίζεσθαι, εἴ που δεήσοι
α 149
Ἀγλαά Α · παρὰ τὸ ἀγάλλω· ἐφʼ ᾧ τις ἀγάλλεται. ἢ παρὰ τὸ αἴγ λη, ὅ ἐστιν ἀπὸ τοῦ ἀΐσσω, τὸ ὁρμῶ· ἡ γὰρ λαμπηδὼν ὁρμητική. ἐφʼ οἷς τις ἀγάλλεται καὶ λα μπρύνεται. καὶ εἰς τὸ Κεραόν ἀγλωφῶν
α 150
Ἁγνεία · διὰ τὸ ἀγόνου ἵεσθαι βίου. ἢ παρὰ τὸ ἀγωνιᾶν εἰς τὸ καθαριεύειν
α 151
Ἁγνός · παρὰ τὸ ἅζω ἁγνός
α 152
Ἀγνοεῖν · εἰς τὸ Ἀνοεῖν
α 153
Ἄγνοια · εἰς τὸ Ἀμφισβ ήτησισ
α 154
Ἄγνος · τὸ φυτόν· παρὰ τὸ εἰς ἁγνείαν συντελεῖν ἐσθιόμενον καὶ πινόμενον, ἔτι δὲ καὶ ὑποστρωννύμενον
α 155
Ἀγνοῶ · νοῶ, τὸ γινώσκω, πλεονασμῷ τοῦ γ γνοῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνοῶ· οἱ γὰρ Αἰολεῖς τὸ νοῶ γνοῶ λέγουσιν
α 156
Ἀγνύω · εἰς τὸ Καταγνύναι καὶ Περιαγνύμενος
α 157
Ἄγονος Γ · ὄνομα παρὰ τὸ γόνος. γόνος δὲ λέγεται βαρυτόνως μὲν ὁ γεννηθείς, ὀξυτόνως δὲ ὁ γεννήτωρ· καὶ πλεονασμῷ τοῦ υ γουνός, ὡς καὶ ὁ ποιητὴς Ι γουνῷ ἀλωῆσ“ ἀντὶ τοῦ ἐν τῷ γεννητι κῷ καὶ καρπίμῳ τόπῳ. τὸ δὲ Γ ἄγαμος τʼ ἀπολ έσθαι “ ὁ τέ σύνδεσμος ἀντὶ τοῦ ἤ διαζευκτικοῦ συνδέσμου π αραλαμβάνεται, ἤτοι ἢ καὶ γεννηθεὶς πρὸ γάμου ἀπολέσθαι
α 158
Ἀγοράασθαι · ἐκ τοῦ ἀγο ρῶ, καὶ περισπᾶται. ἀπαρέμφατόν ἐστιν. τὰ γὰρ εἰς ρω λήγοντα ῥήματα τῷ ο παραληγόμενα περισπῶνται, οἷον δημηγορῶ ἐγρηγορῶ ἀλληγορῶ· οὕτως οὖν καὶ ἀγορῶ. ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων· τὸ ἀπαρέμφατον ἀγοράασθαι· καὶ ἀγοράζω, τὸ εἰς ἀγορὰν ἐ μβάλλω
α 159
ἀγοραῖος διαφέρει· ἀγόραιος μὲν γὰρ ἡ ἡμέρα, ἀγοραῖος δὲ ὁ Ἑρμῆς ὁ ἐπὶ τῆς ἀγορᾶσ
α 160
Ἀγορά · διὰ τὸ ἄγαν ῥέειν ἕκαστον πρᾶγμα
α 161
Ἀγορητής · ὁ ῥήτωρ, ὁ ἀγορεύειν καὶ λέγειν εἰδώσ
α 162
Ἀγοραῖος · ὁ ἐν τῇ ἀγορᾷ περιστρεφόμενος
α 163
Ἀγορεύω · παρὰ τὸ ἀγείρω· τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω, τὸ λέγω· τὸ πρὸς τὸ λέγειν συναθροίζω
α 164
Ἀγορῆθεν Β · διὰ τί προ περισπᾶται; ἐπειδὴ τὰ ἀπὸ ὀξυτόνων ἢ περισπωμένων παραγενόμενα εἰς θεν ἐπιρρήματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον γῆθεν ἀγορῆθεν
α 165
Ἀγορήνδε · ἐπίρρημα τοπικόν· ἡ αἰτιατική, ὅταν ἔχῃ τὸν δέ σύνδεσμον, ἔστιν ἐπίρρημα τοπικὸν καὶ ἓν μέρος λόγου
α 166
Ἀγορήσατο Α · ἐκ τοῦ ἀγορῶ, τὸ δημηγορῶ, ἠγόρησα, ὁ μέσος ἀόριστος ὁ παθητικὸς ἠγορησάμ ην, τὸ τρίτον ἡγορήσατο καὶ ἀγορήσατο Ἰωνικῶς
α 167
Ἀγορήνδε Α · εἰς τὴν ἀγοράν, τουτέστιν εἰς τὴν ἐκ κλησίαν· ἐπιρρημα τικὴ ἡ σύνταξις, ὥσπερ οἴκαδε, εἰς τὸν οἶκον, Ἀθήναζε, τουτέστιν εἰς Ἀ θήνασ
α 168
Ἀγοστός · ἀγκών ἢ στόμα · παρὰ τὸ ἄγαν ὀστώδη εἶναι τὸν τ όπον
α 169
Ἄγουρος · εἰς τὸ Γέρων
α 170
Ἀγριωπός · ἀγριόφθαλμος· παρὰ τὸ ἄγριος καὶ τὸ ὤψ ὠπός, ὃ σημαίνει τὸν ὀφθαλμὸν καὶ τὸ π ρόσωπον. τὸ δὲ ἄγριος παρὰ τὸ ἀγρός. τὸ δὲ ἀγρός παρὰ τὸ ἀήρ ἀέρος, καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ ἀγρός, ὁ εὔωρος· ἢ π αρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀρός καὶ ἀγρός· ἢ παρὰ τὸ ἀγορά ἄγορος καὶ ἀγρόσ
α 171
ἀγροῖκος προπερισπωμένως διαφέρει· ἄγρο ικος μὲν βαρυτόνως ὁ γνώσεωσ ἄμοιρος, ἢ ὁ ἐν ἀγροῖσ διατρίβων· ἀγροῖκος δὲ προπερισπωμένωσ ὁ μὴ ἥμερος, ἴσος τῷ ἄγριος
α 172
Ἀγρός · παρὰ τὴν ἄγραν· ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ, ἀ ρός καὶ ἀγρός πλεονασμῷ τοῦ γ · ἢ παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν σίδη ρον, ὁ τῷ σιδήρῳ τεμνόμενοσ
σ 2
σι Β · ἔστιν ἀγείρω, τὸ συναθροίζω, τὸ παθητικὸν ἀγείρομαι, ἀγρόμενος, ἀγρομένη καὶ ταῖς ἀγρομέναις καὶ ποιητικῶς τροπῇ τοῦ α εἰς η ἀγρομένῃσι
α 173
Ἀγροτέρας ἐλάφους ζ · παρὰ τὸ ἀγηροτέρας· πο λυχρόνιον τὸ ζῶον τοῦτο, ὡς χρησμός φησιν ἐννέα γὰρ ζώει γενεὰς λακέ ρυζα κορώνη Ἀνδρῶν γηρώντων· ἔλαφοσ δέ τε τετρακόρωνος.“
α 174
Ἀγρυπνία · παρὰ τὸ ἄϋπνος ἀϋπνία καὶ ἀγρυπνία· τοῦτο δὲ παρὰ τὸ ὕπνος ἄϋπνος, ὥσπερ κακός ἄκακος
α 175
Ἀγρώσσω ε · παράγωγος ὁ χαρακτήρ· ἀγρ ός ἀγρώσσω. ὁ κανών· τὰ διὰ δύο σς ἐκφερόμενα ῥήματα ἑνὶ φωνήεντι παραλήγεται, τὸ δὲ ο οὐ λ αμβάνει· τὸ α ὡς τὸ ἄλλος ἀλλάσσω· τὸ ε ὡς τὸ πῦρ πυρέσσω· τὸ η ὡς τὸ πτή σσω· τὸ ι ὡς τὸ δειδίσσω· τὸ δὲ ο οὐκ ἔχει, τὸ γὰρ ὄσσω ἐκ τοῦ ὄπτω ἐστὶν μετειλημμένον· τὸ υ ὡς τὸ ἀφύσσω, τὸ ἀπαντλῶ· τὸ ω ὡς τὸ ἰκτερώ σσω, ὀνειρώσσω, ἀγρώσσω καὶ σημαίνει τὸ ἀγρεύω. ὥστε ἔχεις μὲν δοῦναι τὸ ο οὐκ ἐν παραγωγῇ δέ
α 176
Ἄγρωστις · ἄγριός τισ βοτάνη· ἐκ τοῦ. ἄγρωστις εἶδος πόας χορτώδους
α 177
Ἄγυρις · Αἰολικῶς ἡ ἄθροισις· παρὰ τὸ ἀγείρ ω ἀγορά καὶ ἄγυρις. καὶ εἰς τὸ Πανήγυρις
α 178
Ἀγύρτας · ἐπειδὴ πολλαχοῦ κατὰ τὰς πόλεισ ἀγύρτας τινὰς τυχὸν ἢ λωποδύτασ“ ὑπῆρχον καὶ ἐπαίτας, φιλοκερδεῖσ
γ 1
γύρτης · ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών· παρὰ τὸ ἀγείρειν, τὸ περιιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ σεμνυνόμενον. λέγονται δὲ ἀγυρτικὰ καὶ τὰ χυδαῖα ψεύσματα
α 179
Ἄγχειν · πνίγειν· παρὰ τὸ ἄγειν καὶ συ νάγειν τὸν λάρυγγα
α 180
Ἀγχιστῖναι Ε πυκναί· ὄνομα γένους θηλυκοῦ παρὰ τὸ ἄγχι καὶ ἀγχοῦ, ὅθεν ἔχει καὶ τὸ ι τοῦ κανόνος· τὰ γὰρ παρὰ τὸ ἄγχι συγκείμενα διὰ τοῦ ι γράφεται, οἷον ἀγχίθυμος Ἀγχί σης. τὸ δὲ ἀγχηστίνη κατὰ διάλεκτον γέγονεν· οἱ γὰρ Αἰολεῖς τὸ ι εἰς η τρέπουσιν
α 181
Ἄγχιστα Β · ἐπίρρημα τοπι κόν· ἐκ τοῦ ἀγχοῦ ἄγχιστος καὶ ὄνομα παράγωγον ἀγχιστεύς, ὁ συγγενής, καὶ ῥῆμα ἀγχιστεύω καὶ ὄνομα ἀγχιστεία
α 182
Ἄγχω Γ · πνίγω· παρὰ τὸ ἄγω· οὐδ ὲν γάρ ἐστιν ἄλλο τὸ ἄγχω ἀλλʼ ἢ τὸ ἄγω καὶ συνάγω τὸν φάρυγγα
α 183
Ἀγχώμαλα · ἰσόμαλα, παρὰ μικ ρὸν ἴσα, ἐγγὺς τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλός γέγονεν ἀγχώμαλος· καὶ γράφεται δι ὰ τοῦ ω μεγάλου, ἐπειδὴ τὰ παρὰ τὸ ὁμαλός συντιθέμενα διὰ τοῦ ω μεγάλου γράφεται, οἷον ἀγχώμαλος ἀνώμαλος κατώμαλος
φ 2
φόβος· ἀγωνίας, φόβου· ἐκ τοῦ ἀγών
α 184
Ἄδδην · παρὰ τὸ δήν, τὸ ἐπὶ πολύ, καὶ μετὰ το ῦ ἀθροιστικοῦ α ἄδ δην, ὡς τὸ πᾶς ἅπας, καὶ πλεονασμῷ τοῦ δ ἄδδην
α 185
Ἄδεια · ἀπὸ τοῦ δέους, ὅ ἐστιν φόβος· ἐκ τούτου ἀδεής, ὁ ἄφοβος, καὶ ἐκεῖθεν ἀδέεια καὶ κατὰ συγκοπὴν ἄδεια
α 186
Ἁδεῖν Γ · ἀρέσαι· ἀπαρέμφατον ἀορίστου δευτέρου καὶ μέλλοντος. ἔστι τὸ ῥῆμα ἥδω, τὸ ἀρέσκω, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧδον καὶ ἅδον, Μ ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων“, ὁ μέλλων δεύτερος ἁδῶ ἁδεῖς ἁδεῖ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν· λέγεται γὰρ οἱονεὶ τὸ εἰς ἡ δονὴν κινεῖν
α 187
Ἀδελφειός · ἐκ τοῦ ἀδελφοῦ, τοῦ ἐκ τῆς αὐ τῆς δελφύος ἤγουν μήτρασ
α 188
Ἀδευκής · παρὰ τὸ δείκω δεικήσ ἀδεικής καὶ ἀδευκής, ὡς τριφάλεια τ ρυφάλεια
α 189
Ἅδην · παρὰ τὸ ἅδω, τὸ κορέννυμαι, ἅδομαι καὶ ἥδομαι, ἅδην, Λ ἅδος τέ μιν ἵκετο θυμόν“
α 190
Ἀδήριτος · ὁ ἄμαχος· ἀπὸ τοῦ δῆρις δηρίω ῥ ῆμα, ὁ παθητικὸς παρακείμενος δεδήριμαι δεδήρι σαι δεδήριται, διὰ τοῦ ι · καὶ λοιπὸν ἐκεῖθεν ἀ δήριτος, ὡς κονίω ἀκόνιτοσ
α 191
Ἅιδης · διὰ τὸ ἄδηλος δύσις
α 192
Ἀδηφάγος · ἄδην, τὸ δαψιλῶς, καὶ ἐξ αὐτοῦ ἀδηφά γος, ὁ δαψιλῶς ἐσθίων. ἢ ἐκ τοῦ ἄδην ἐσθίειν Ἅιδης
α 193
Ἀδῄωτον · ἀπολέμητον, ἀπραίδευτον, ἀπόρθητον· τὴν χώραν ἀδῄωτον οἰκεῖν“, ἀπόρθητον. παρὰ τὸ δῃ ῶ, τὸ σημαῖνον τὸ πορθῶ· τοῦτο δὲ παρὰ τὸ δαίω, τὸ κόπτω, τροπῇ τῆς αι εἰς ῃ μετὰ περισπωμένου τόνου δῃῶ, τοῦ ι ἀνεκφωνήτου ὄντοσ διὰ τὸ μέγεθος τοῦ η. τὸ δὲ δαίω σημαίνει δ· δαίω τὸ καίω, δ αίω τὸ κόπτω· ἀμφότερα συντάσσεται πτώσει δοτικῇ · δαίω τὸ μανθάνω, δαίω τὸ εὐωχοῦμαι· ἀμφότερα πτ ώσει αἰτιατικῇ
α 194
Ἀδιαφόρως · χωρὶς παρατηρήσεως. Ὁμήρου
α 195
Ἁδινάων Β · ὁ κανών·. ἡ εὐθεῖα ἁδινή, τὸ ἀρσενικὸν ἁδινός. τὸ δι ι · τὰ εἰς νος ὀξύτονα
α 196
Ἀδολεσχῶ · ἐκ τοῦ ἅδω, τὸ ἀρέσκω, καὶ τοῦ λέσχης· τοῦτο ἐκ τοῦ λέσχη, ὃ σημαίνει τ ὴν φλυ αρίαν · τοῦτο παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην, ἐπειδὴ τὸ παλαιὸν ἔθος ἦν καὶ τῷ χειμῶνι τόπον εἶ χον ἀποκεχωρισμένον, ἐν ᾧ πυρκαϊὰς ποιοῦντες καὶ ἐν αὐταῖς καθεζόμενοι καὶ ὁμιλοῦντες διημέρευ ον φλυαροῦντες καὶ ἀδολεσχοῦντες. καὶ ἄλλως. ἀδολεσχῶ παρὰ τὸ ἀδολεσχία· τοῦτο παρὰ τὸ ἀδό λεσχος· τοῦτο παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ δεύτερος ἀόριστος ἅδον καὶ ἐξ αὐτοῦ ἇδος, ἡ εὐφροσ ύνη · καὶ ἔστι λέσχη, ἡ φλυαρία, καὶ κατὰ σύνθεσιν γίνεται ἀδόλεσχος, ὁ ἐν τῇ φλυαρίᾳ εὐφραινόμενος. ἀδολέσχης ἀδολέσχου. ὁ κανών· τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα ἀρσενικὰ μὴ ἔχον τα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν. καὶ ἄλλως. ἀδολεσχία, στενολεσχία ἢ φλυαρία· ἔστιν ἅδω καὶ σημαίνει τὸ ἀρ έσ κω καὶ λέσχη, ἡ φλυαρία· καὶ ἐξ αὐ τῶν γίνεται ἀδολεσχῶ, τὸ φλυαρῶ καὶ μετεωρίζομαι, ἤγουν τὸ περὶ τοὺς αὐτοὺς λόγους ἀναστρέφο μαι· καὶ ἐκ τούτου ἀδόλεσχος, ὁ φλύαρος. τὸ δὲ λέσχη παρὰ τὸ λέγω, λέξω, λέλειχα, λέχη καὶ πλεονασμῷ τοῦ ς λ έσχη
α 197
Ἀδολεσχία · παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ δαψιλῶς, καὶ τὸ λέσχη, ὃ σημαίνει τὴν φλυαρίαν, καὶ γίνεται ἀδολεσχῶ ῥῆμα καὶ ἐξ αὐτοῦ ἀδολεσχία. σημαίνει δὲ δ· τὸ φλυαρῶ, ὡς τὸ ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου “· καὶ τὸ φιλοσοφῶ, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου“· καὶ τὸ παίζω, ἐξῆλθεν Ἰα κὼβ ἀδο λεσχῆσαι εἰς τὸ πεδίον“· καὶ τὸ ὀλιγοψυχῶ, ὡς τὸ ἠδολέσχησα καὶ ὠλ ιγοψύ χηκε τὸ πνεῦμά μου “
α 198
Ἀδράνεια · ἡ ἀσθένεια· ἐκ τοῦ ἀδρ ανής, ὃ σημαίνει τὸν ἀνίσχυρον, ὅπερ ἐκ τοῦ δραίνω, τὸ πράττω, καὶ Ὅμηρος Κ ἀλλʼ εἴ τι δραίνεισ“
α 199
Ἀδράστεια · ὅτι οὐδεὶς αὐτὴν ἀπο διδράσκει· ἢ ἀναπόδραστον αἰτίαν ἔχου σαν κατὰ φύσιν. καὶ εἰς τὸ Πεπρωμένην
α 200
Ἁδρός · πλούσιος, μέγας· παρὰ τὸ ἥδω, ἡδόμεθα γὰρ τοῖς με γάλοις καὶ ἁδροῖς. οὕτως Ἡρωδιανὸς ἐν τῷ ἐν Ἐπιμερισμοῖς
α 201
Ἄδυτα · σπήλαια, ὡς τὸ ἄδυτά τε ἔχ ειν αὐτόματα“, ὀροφαί, οἷον οἶκοι ὑπόγαιοι σκοτεινοί. λέγεται δὲ καὶ τὰ μύχια τῶν ἱερῶν ἄ δυτα, εἰς ἃ οὐκ ἔστιν εἰσελθεῖν· ἀπὸ τοῦ δύω, ὃ σημαίνει τὸ ὑπεισέρχομαι, ὁ παθητικὸς παρακείμενος δέ δυμαι, δέδυται, καὶ ἐξ αὐτοῦ δυτός καὶ ἄδυτος, καὶ τὸ οὐδέτερον ἄδυτον. ἄδυτα οὖν τὰ ἀφανῆ
α 202
Ἄεθλον · σημαίνει β· ἀρσενικὸν μὲν τὸν πόνον καὶ τὸ ἀγώνισμα, ὡς ὁ ποιητής χ οὗτος μὲν δὴ ἄεθλος ἄα τοσ“. λέγεται δὲ καὶ οὐδετέρως τὸ ἄεθλον τὸ ἐπὶ ἀγῶνος διδόμενον, Ψ νηῶν δʼ ἔκφερʼ ἄεθλα λ έβητάς τε τρίποδάς τε“
α 204
Ἀειγενέτῃσι Γ · διὰ παντὸς οὖσιν. ὁ κανών· αἱ τοιαῦται δοτικαὶ. ἡ εὐθεῖα ἀειγενέτης· τὸ νε ψιλόν· τὰ διὰ τοῦ ετης ἀρσενικὰ βαρύτονα εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον εὐνέτης λογοθέτης μητιέτης· πλὴν τοῦ προσ αίτης καὶ εὐχαίτης, ὁ καλλίθριξ ἵππος. ἀειγενέτης ἀειγενέτου. ὁ κανών· τὰ εἰσ ης ἀρσενικὰ μὴ ὄντα σύνθετα πα ρὰ τὸ κ ρατῶ ἢ κράτος μὴ δεχόμενα οὐδέτερον παρασχηματισμὸν
α 205
Ἀείδαρος · διὰ τὸ ἀεὶ δέρεσθαι. καὶ εἰς τὸ γ στοιχεῖον. Ὁμήρου
δ 1
δε Α · προστακτικὸν χρόνου τὸ αὐτὸ δὲ ἐνεστῶτος καὶ παρατατικοῦ· τὸ θέμα ἀείδω. γράφεται διὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ἀοιδή· τὰ γὰρ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασι ἔχουσι τὸ ο ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν, οἷον λέγω λόγος, φέρω φόρος, λείβω λοιβή, ἀλείφω ἀλοιφή. οὕτως καὶ ἀπὸ τοῦ ἀείδω ἀοιδή. γίνεται δὲ ἐκ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ ἐπίσταμαι, καὶ τοῦ α ἐπιτατικοῦ μορίου ἀείδω, τὸ πολλὰ γινώσκω· ὁ παρατατικὸς ἤειδον, τὸ τρίτον Ι ἄειδε“· οἱ Ἴωνες γὰρ συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἐνεστῶσι· καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν ᾆδε, καὶ μένει τὸ ι ἀνεκφώνητον. καὶ τὸ ᾠδή γέγονεν ἀπὸ τοῦ ἀοιδή κατὰ κρᾶσιν τοῦ α καὶ ο εἰς ω ᾠδή. διὰ τί βαρύνεται τὸ ἀείδω; τὰ εἰς δω ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν λήγουσαν περισπᾶται, εἰ μὴ τύχοι ἡ ει δίφθογγος· ὀπηδῶ, ἀοιδῶ, τραγῳδῶ, ληρωδῶ, ὁμαδῶ καὶ κελαδῶ· τὸ γὰρ κελάδων κελάδοντος ἑτέρῳ λόγῳ κατώρθωται. ἐξ έφυγεν δὲ τὸ ἀείδω καὶ ἐρείδω
δ 2
δελος · ὁ ἀόρατος· ἀπὸ τοῦ εἴδω εἴδελος καὶ ἐν συνθέσει ἀείδελος, ἤγουν ὁ μὴ θεωρού μενος· ἢ ἀπὸ τοῦ ἀεί γέγονεν ἀείδελος, τὸ οὐδέτερον ἀείδελον. παρὰ τὸ εἴδω εἴδελον καὶ ἐπιτατικὸν ἀείδελο ν
α 206
Ἀειδέμεναι θ · παραγωγὴ ποιητική, οὐ Δωρικὴ διάλεκτος. τὸ α τοῦτο συνεστα λμένον ἐστὶ παρὰ τῷ ποιητῇ, ἅπαξ δὲ ἐκτεταμένον ἐν τῷ ρ ἀείδει δεδαώσ“. κανών· τὰ εἰς δω ὑπὲρ δύο συλλαβὰς περισπώμενα ὀνόματα ἔχει προκατάρχοντα· ὅμαδος ὁμαδῶ, κέλαδος κελαδῶ· τὸ δὲ ἀείδω καὶ ἐρείδω οὐκ ἔχει
α 208
Ἀεικέλιος · ἀπὸ τοῦ εἴκω γέγονε τοῦ σημαίνοντος τὸ ὁμοιῶ· εἴκελος καὶ ἐν συνθέσει ἀείκελος καὶ ἀεικέλιος ὁ ἀνόμοιος
α 209
Ἀεικέσσι Β · ἀπρεπέσι· δύο σς ποιητικῶς. ἀεικής, ὁ σκληρός· ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γίνεται εἰκής καὶ μετὰ τοῦ στερητικοῦ α ἀεικής. ἔστι δὲ τριγενές, ὥσπερ ὁ εὐφυής, ἡ εὐφυής, τὸ εὐφυές
α 210
Ἀεικής · ἐκ τοῦ εἴκω γέγονε τοῦ σημαίνοντος τὸ ὑποχωρῶ, ἐξ οὗ καὶ τὸ οἶκος, οἱονεὶ εἰς ὃν ὑποχωροῦμεν· καὶ ἐκεῖθεν ἀεικής. ἀεικέστερος δέ ἐστιν ὁ ἀπρεπέστερος
α 211
Ἀειτάνιον · διὰ τὸ ἀεὶ τανύεσθαι
α 212
Ἀέκοντας · μὴ βουλομένους. ἀέκουσα· ἀέκω καὶ ἡ μετοχὴ ἀέκων τοῦ ἀέκοντος καὶ ἀέκουσα. καὶ ἡ μετοχή· παρὰ τὸ εἴκω, τὸ θέλω, ἡ μετοχὴ ἑκών παραλόγως καὶ σεσημείωται· ἐν δὲ τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον καὶ μετὰ τοῦ στερητικοῦ α ἀέκων καὶ κράσει τοῦ αε ἄκων
α 213
Ἄελλα · ἡ ἄγαν εἰλοῦσα· ἢ παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων ἀέσω, ἄελα καὶ ἄελλα κατὰ πλεονασμὸν τοῦ λ
α 214
Ἄελλα · πνοή, ἀνέμου συστροφή· ἔστι δὲ ὄνομα προσηγορικὸν καὶ ῥηματικόν. γίνεται δὲ παρὰ τὸ ἄω, τὸ πνέω, ἄελα καὶ πλεονασμῷ τοῦ ἑτέρου λ ἄελλα, ὡς τὸ θύελλα. καὶ προπαροξύνεται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς λα ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλήγουσαν ἅπαντα προπαροξύνεται, οἷον δίκελλα μάκελλα θύελλα Πρίσκιλλα Φαλκώνιλλα Σίβυλλα. οὕτως οὖν καὶ ἄελλα οὗ ὁ μέλλων ἀέσω ἄελλα
α 215
Ἀεργός · ἀργός, ὀκνηρός, ὁ ἄνευ ἔργου, ἀκάματος
α 216
Ἀηδών · παρὰ τὸ ἀείδω ἀειδών καὶ τροπῇ Αἰολικῇ τῆς ει εἰς η ἀηδών
α 217
Ἀερσίποδες Γ · σημαίνει τοὺς εἰς ὕψος αἴροντας τοὺς πόδας, τουτέστι ταχεῖς· καὶ γίνεται ἐκ τοῦ ἀείρω, τὸ κουφίζω, ὁ μέλλων ἀερῶ, Αἰολικῶς ἀέρσω καὶ ἐξ αὐτοῦ ἀερσίπους ταχύς. Ὁμήρου
α 218
Ἀέσαι ο · κοιμᾶσθαι· παρὰ τὸ ἄωτον, οἷόν Κ τί πάννυχον ὕπνον ἀωτεῖς;“
α 219
Ἀεσίφρων · ματαιόφρων· παρὰ τὸ ἀέσαι, ὅ ἐστι κοιμᾶσθαι· ὁ μὴ ἐγηγερμένας ἔχων τὰς φρένας
α 221
Ἀεικέλιος · παρὰ τὸ εἴκελος· δεινός, αἰσχρός, κακός, οἰκτρός, εὐτελής
α 222
Ἀήσυρον · κοῦφον, ὃ δύναται πνοὴν σύρειν
α 223
Ἀείδηλον · τὸ ἀεὶ δῆλον καὶ φανερόν
α 224
Ἀείρω · ει · ἀέρρω γὰρ Αἰολικῶς λέγεται
α 225
Ἀετός · ἀείετος, ὁ ἀεὶ νέος ὢν διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι καὶ πολλὰ ζῆν. λέγεται δὲ παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἀϊτός καὶ ἀετός. ἢ παρὰ τὸ ἀεὶ ἐτεὸς εἶναι· λέγεται γάρ, ὅτι ἀετὸς ἐπὶ ἀληθινῷ σημείῳ παρὰ τοῦ Διὸς πέμπεται. Ὁμήρου
α 226
Ἀετός · ἐκλήθη οὐχ ὥς τινες παρὰ τὸ ἀΐσσειν, ἀλλὰ παρὰ τὸ ἐτεὸν δηλοῦν, ὅ ἐστιν ἀληθές. λέγεται γὰρ κατὰ τὴν τοῦ Διὸς γένεσιν τὸν ἀετὸν γεννηθῆναι, ἐν δὲ τῇ πρὸς τοὺς Γίγαντας μάχῃ παραπτῆναι· διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς τὸν ἀετὸν εἵλετο, ᾧ καὶ προστάσσει καὶ ἀγγέλῳ χρῆται πρὸς ἐκείνους οὓς ἐπιφανείας ἀξιοῖ
α 227
Ἀζηχές · παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸν ἀδιαλείπτως, ἀδηχές καὶ τροπῇ ἀζηχές
α 228
Ἀζηχές · τὸ σκληρόν· ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι καὶ χλωροῖς κατὰ στέρησιν τοῦ ζῆν· τὰ γὰρ ζῶντα καὶ χλωρά· καταστρέφει οὖν εἰς τὸ σκληρόν. οἱ δέ, ἀντὶ τοῦ ἀδιάλειπτον, ἔνθεν τὸ Ε εἰωθότες ἔδμεναι ἄδην“
α 230
Ἀζηχής · παρὰ τὴν ἄζην, ἥτις ἐστὶν ξηρὰ ξηρασία
α 231
Ἄζη · ἡ ξηρασία· ὅτι τοῦ ζῆν καὶ θάλλειν ἐστέρηται
α 232
Ἅζομαι · παρὰ τὸ χάζομαι ὁ σκληρὸς ἀποβολῇ τοῦ χ ὡς λείβω εἴβω· οἱ γὰρ ἅζοντες καὶ τιμῶντες ὑποχωροῦσιν
α 233
Ἅζομαι · ἐντρέπομαι, ἢ σέβομαι, ἢ ὑποχωρῶ
α 234
Ἄζω · τὸ ξηραίνω· κατὰ στέρησιν τοῦ μὴ ζῆν· τὸ γὰρ ζῶν καὶ ὑγρόν ἐστιν, ἔνθεν ζ διερὸς βροτόσ“, ὁ ζῶν. ἀλίβας, ὁ νεκρός, ὡσαύτως
α 235
Ἄζυξ · μονάζων, ἄζευκτος, παρθενεύων
α 236
Ἀηδών · διὰ τὸ ἀεὶ ᾄδειν ἐν θέρει καὶ ἐν χειμῶνι· ἢ παρὰ τὸ ἀείδω ἀηδών κατὰ διάλεκτον Αἰολέων· ἢ διὰ τὸ ἡδυτάτως λαλεῖν
α 237
Ἀηδῆ · τὰ ἄγλυκα, παρὰ τὸ μὴ ἥδειν ἡμᾶς
α 238
Ἀήρ · παρὰ τὸ ἀείρειν, ὅ ἐστι κουφίζειν. ἢ παρὰ τὸ ἄω, τὸ πνέω· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον. ἢ παρὰ τὸ ἠρτῆσθαι τοῦ αὔοντος αὐτὸν αἰθέρος καὶ καίοντος
α 239
Ἀήρ · παρὰ τὸ ἀραιὸν εἶναι αὐτὸν καὶ τοῖς πᾶσιν ἀναπνευστικόν
α 240
Ἀήτης · ὁ ἄνεμος· παρὰ τὸ ἄω, τὸ πνέω. Ὁμήρου
α 241
Ἀήσυλα Ε · ἄδικα, ἁμαρτωλά· ἔστιν ἥδω, τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ἥσυλα καὶ μετὰ τοῦ στερητικοῦ α ἀήσυλα, τὰ μὴ εὐφραίνοντα ἢ μὴ πρέποντα
α 243
Ἀήτης · ὁ ἄνεμος· ἐκ τοῦ ἄω, τὸ πνέω
α 245
Ἄημα · σημαίνει τὸ προγεγονὸς καὶ τὸ ἐνεστὸς πνεῦμα
α 246
Ἀθέριζον Α · ἀπεδοκίμαζον· μεταφορικὴ ἡ λέξις, ἀπὸ μεταφορᾶς τῶν ἀθέρων, ἤγουν τῶν ἀσταχύων τῶν ἐκ τῆς ἅλω ἀπορριπτουμένων· ἀθέρες γὰρ οἱονεὶ οἱ μὴ θεριζόμενοι καὶ πρὸς χρείαν συναγόμενοι, ἀλλʼ ἀποβαλλόμενοι. γίνεται οὖν ἐκ τοῦ θέρος θερίζω καὶ μετὰ τοῦ στερητικοῦ α ἀθερίζω· τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων θερῶ καὶ θέρσω Αἰολικῶς καὶ Θερσίτης καὶ θερμός
α 247
Ἀθέσφατος λ · πολύς, ἄπειρος, ἄφατος· ἐκ τοῦ θεός καὶ τοῦ φατός· τοῦτο ἐκ τοῦ φημί, τὸ λέγω· θεόφατός τις ὤν, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ς θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατος
α 248
Ἀθηνᾶ · παρὰ τὸ ἀθρεῖν τὸν νοῦν, ἢ παρὰ τὸ μὴ θῆσαι μαζόν
α 249
Ἀθηνᾶ · παρὰ τὸ ἀθρεῖν· διανοητικὴ γὰρ ἡ θεός
α 250
Ἀθηνᾶ · ἀθρηνᾶ τις οὖσα· παρὰ τὸ τὸν νοῦν ἀθρεῖν ἐν τῷ κόσμῳ πάντα
α 251
Ἀθηναίη Β · ἡ εὐθεῖα. τὸ ναι δίφθογγον. διὰ τί; ὡς τὸ δίκη δικαία· ἔστι γὰρ Ἀθήνη Ἀθηναίη. παρὰ τὸ θῶ, τὸ θηλάζω, ὁ μέλλων θήσω, ῥηματικὸν ὄνομα θήνη καὶ Ἀθήνη καὶ Ἀθηνᾶ· ἀμήτωρ γὰρ ἡ θεὸς παραδέδοται ἡμῖν. ἔστιν Ἀθηναία, καὶ ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο αα εἰς α μακρὸν Ναυσικᾶ, οὕτως καὶ ἀπὸ τοῦ Ἀθηναία ἀποβολῇ τοῦ ι γίνεται Ἀθηνάα, καὶ κράσει τῶν δύο αα εἰς α μακρὸν γίνεται Ἀθηνᾶ, ἐξ οὗ καὶ περισπᾶται· πᾶσα γὰρ συναίρεσις
α 252
Ἀθῆναι · Δωριεῖς Ἀθᾶναι λέγουσιν
α 253
Ἀθηνᾶ · ἐκ τοῦ Ἀθήνη· τοῦτο ἐκ τοῦ θήσω μέλλοντος θήνη καὶ Ἀθήνη μετὰ τοῦ στερητικοῦ α καὶ Ἀθηνᾶ. Ἀθηνᾶ δὲ λέγεται, ἐπειδή, ὥσπερ μυθεύουσι, τὴν Ἀθηνᾶν παρθένον λέγουσιν εἶναι καὶ ἀμήτορα· ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διὸς μυθεύουσιν αὐτὴν ἐξελθεῖν. ἢ παρὰ τὸ μὴ θῆσαι μαζόν
α 254
Ἀθήνη · παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θηλάσω· Ω γυναῖκά τε θήσατο μαζόν“. θήσω οὖν καὶ ῥηματικὸν ὄνομα θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη· ἀμήτωρ γὰρ παραδέδοται ἡ θεός. οὕτω Φιλόξενος
α 255
Ἀθήνη Α · ἡ Ἀθηνᾶ· τὸ θη η · ἐκ τοῦ θήσω μέλλοντος θήνη, ἡ θηλάζουσα, καὶ Ἀθήνη μετὰ τοῦ στερητικοῦ α ἡ μὴ θηλάσασα· ἀμήτωρ γὰρ παραδέδοται ἡ θεόσ
α 256
ἀγώνισμα· παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλόν καὶ ἄτλον καὶ τροπῇ τοῦ τ εἰς θ ἆθλον, τὸ τῷ νικῶντι διδόμενον
α 257
Ἀθλήσαντα · κακοπαθήσ αντα
α 258
Ἀθλοθέται · οἱ ἐν τοῖς γυμνικοῖς· ἀθληταὶ δέ
α 259
Ἆθλον ἐπάθλου διαφέρει· ἆθλον μὲν καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ τὸ διδόμενον τῷ νικήσαντι δῶρον
α 260
ἆθλον οὐδετέρως διαφέρει· ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔ παθλον· Ὅμηρος χ οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται“, ἐπὶ δὲ τῶν ἐπάθλων Ψ ἀέθλια πόσςʼ ἀνελόντεσ“
ε 1
ἐκ τοῦ δρῶ, τὸ βλέπω, μετὰ τοῦ ἐπιτατικοῦ α ἀδρῶ καὶ τροπῇ τοῦ δ εἰς θ ἀθρῶ, ὡς τὸ ἀθρῶν ὁ πλάστης ἐν ζόφῳ τῶν πταισμάτων“ καὶ ἐκ τούτου ἄθρει τὸ προστακτικὸν καὶ σημαίνει τὸ βλέ πε
α 261
Ἀθροίζω · συν άγω· ἐκ τοῦ θρόος θροῦς, ὁ θόρυβος, Δ οὐ γὰρ πάν τω ν ἦεν ὁμὸς θρόοσ“· ἐκ τοῦ οὖν θροῦσ θροός γίνεται κατὰ παραγωγὴν θροΐζω, καὶ κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω. τὸ θροι δίφθογγον. διὰ τί; τὰ διὰ τοῦ υζω ῥήματα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον γογγύζω τρύζω· πλὴν τοῦ ἀθροίζω· γέγονε γὰρ παρὰ τὸ θροῦς θροός θροΐζω καὶ ἀθροίζω
β 1
Β · ταχεῖς· ὄνομα. ἄθροος δὲ διαφέρει τοῦ ἁθρόου· ἄθροος γὰρ προπαροξυτόνως σημαίνει τὸν αἰφνίδιον, παροξυτόνως δὲ τὸ συνηθροισμένον, καὶ Ὅμηρος Β ἡμεῖς δʼ ἁθρόοι ὧδε“ ἀντὶ τοῦ συνηθροισμένοι. τὸ ἀθροιστικὸν α δασύνεται
α 262
Ἄθροος · παρὰ τὸ στέρησιν ἔχειν τοῦ θροῦ. ἀθρῶ, τὸ βλέπω· καὶ ἀθρείω, τὸ ἐπιθυμῶ ἰδεῖν· καὶ ἀθρείοντεσ“, ἰδεῖν ἐπιθυμοῦντες. ἐξ οὗ καὶ ἀναθρούσησ“ καὶ εἰσαθρούσησ“ ζημίαν. οὕτως Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ
α 263
Ἀθύρων · ὁ μὴ θύραν τῇ γλώσσῃ τιθέμενος· ἐξ οὗ καὶ ἄθυρμα, τὸ παίγνιον
α 264
Ἀθῷος · καθαρός· παρὰ τὸ θῶ ῥῆμα, ὃ σημαίνει τὸ ζημιῶ καὶ καταβάλλω, γίνεται θωή· καὶ ὡς φῶ φωή καὶ ζῶ ζωή, οὕτως καὶ παρὰ τὸ θῶ, τὸ καταβάλλω καὶ ζημιῶ, γίνεται θωή, ἡ ζημία· ὁ γὰρ ζημιούμενος καταβάλλει. καὶ ἐξ αὐτοῦ γίνεται θῶος καὶ μετὰ τοῦ στερητικοῦ α ἀθῷος, ὁ ἀζήμιος· καὶ ὤφειλε προπαροξύνεσθαι κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν καὶ η θηλυκῶν διὰ τοῦ ω ος γινόμενα ὀνόματα ἅπαντα προπαροξύ νεται, οἷον κεφαλή ἀκέφαλος, ὥρα ἄωρος, φωνή ἄφωνος. ἀλλʼ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ὀνόματα ὑπὲρ δύο συλλαβὰς τῇ ῳ παραληγόμενα προπερισπῶνται, χωρὶς τοῦ κολῳός, ὃ σημαίνει τὸν θόρυβον· Κῷος, Μινῷος, πατρῷος, μητρῷος. τούτοις συνεξηκολούθησε καὶ τὸ ἡρῷος· ἔχει δὲ τὸ ι ἐκ παραδόσεως
α 265
Ἄϊος · ὄνομα παρὰ τῷ Στησιχόρῳ . Ἀΐτης καὶ Ἀΐτιος ὀνόματα
α 266
Ἀθύρματα · παίγνια ἢ κόσμια
α 267
Ἀνθρήνη · μετὰ τοῦ ν ἐστὶν εἶδος μελι σσίου· ἀ θρήνη δίχα τοῦ ν ἐστὶν εἶδος ἰχθύος, ὃ καὶ ἀφύη λέγεται
α 268
Ἀθηρηλοιγόν · τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζουσι καὶ διαλέγουσι· καὶ ἔστιν ἀθερολόγον, τὸ τοὺς ἀθέρας διαλέγον
θ 1
θωή · παρὰ τὸ θεῖναι· λέγουσιν γάρ αὐτοῖς ἐπέθηκε ζημίαν“. οὕτως Εὐδαίμων ἐν τῇ Ὀρθογραφίᾳ
α 269
Αἴ Β · ἐπίρρημα εὐχῆς σημαντικόν· τοῦτο ἐκ τοῦ εἴ τοῦ σημαίνοντος τὸ εἴθε τροπῇ τοῦ ε εἰς α καὶ ἀπομένει τὸ ι καὶ γίνεται αἴ
α 270
Αἶα · εἰς τὸ Αἰγιαλός
α 272
Αἰγανέη · τὸ ἀκόντιον· παρὰ τὸ αἰγὸς ἱμάντα ἔχειν ἐν τῷ μέσῳ, ὃν οἱ κρατοῦντες ῥίπτουσιν
α 273
Αἰγανέη · τὸ κοντάριον· παρὰ τὸ ἄγαν ἵεσθαι, πλεονασμῷ τοῦ ι
α 274
Αἰγιαλός · διὰ τὸ ἐγγίζειν τῇ ἁλί
α 275
Αἴγισθος · παρὰ τὸ θῶ, τὸ θηλάζω· Ω γυναῖκά τε θήσατο μασθόν“
α 276
Αἰάζειν · τὸ θρηνεῖν· παρὰ τὸ αἶ σχετλιαστικὸν ἐπίρρημα
α 277
Αἰγίς · ὅπλον Διὸς καὶ Ἀθηνᾶς τι κροσσωτὸν ἐξ αἰγὸς δέρματος γεγονός. αἰγὶς καὶ ἡ θάλασσα εἴρηται
α 278
Αἰγίς · οὐχ, ὥς τινες, ἀπὸ τῆς Ἀμαλθείας αἰγός, ἀλλʼ ἀπὸ τοῦ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην
α 279
Αἶ · σχετλιαστικὸν ἐπίρρημα· ἀπὸ τοῦ εἴ τοῦ σημαίνοντος τὸ εἴθε· οἱ γὰρ Δωριεῖς τὴν ει εἰς αι τρέπουσιν κατὰ διάλεκτον
α 280
Αἴγειρος Δ · εἶδος δένδρων ἐν βοτανώδεσι τόποις φυόμενον· ὠνομάσθησαν δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν καὶ ἀναδόσεως. Δ ἕλεοσ“ ἕλους καὶ ἕλεις· ἕλος δὲ καλεῖται ὁμαλὸς τόπος καὶ κάθυδρος
α 281
Αἴγειος Γ · ἐκ τοῦ αἴξ αἰγός αἴγειος· τοῦτο γὰρ παρὰ τὸ ἀΐσσω, ὃ σημαίνει τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω ἀΐξ καὶ αἴξ. τὸ γει δίφθογγον. διὰ τί; τὰ διὰ τοῦ ειος ὀνόματα σημαίνοντα μέρος σωματικὸν διὰ τῆς ει διφθόγγου γράφεται. Δωρικῶς Αἰγαῖος· οἱ γὰρ Δωριεῖς τὴν ει δίφθογγον αι λέγουσιν, τὸ γὰρ κύπειρον κύπαιρον λέγουσι καὶ τὸ αἴγειον Αἰγαῖον πέλαγοσ“
α 282
Αἴγειρος · διὰ τὸ ἐκ τῆς ἔρας ἀΐσσειν καὶ κινεῖσθαι. ἢ παρὰ τὸ κατάγνυσθαι ὑπὸ τῶν ἀνέμων. ἢ ἀπὸ τοῦ ἀΐσσω αἴγειρος κατὰ κρᾶσιν. ἢ παρὰ τὸ εἰς ὕψος αἴρεσθαι· ὀξέως γὰρ λέγουσιν αὔξεσθαι τὸ φυτόν
α 284
Αἰγιαλός · ἐτυμολογεῖται παρὰ τὸ τὴν αἶαν γείτονα εἶναι τῆς ἁλός· ἐξ αὐτοῦ γράφεται διὰ τῆς αι διφθόγγου. ἐκ τοῦ αἶα, ὃ σημαίνει τὴν γῆν· τοῦτο ἐκ τοῦ γαῖα ἀποβολῇ τοῦ γ. ἢ ὁ ἐγγὺς τῆς ἁλός, ἤγουν τῆς θαλάσσης. ἢ παρὰ τὸ τὴν ἅλα ἐκεῖ κλᾶσθαι. ἢ παρὰ τὸ κατάγνυσθαι ἐν αὐτῇ τὰ κύματα, ἤτοι κλᾶσθαι, ὡς Ἀπολλόδωρός φησιν· ἄξαι γὰρ τὸ κλάσαι λέγεται. αἰγιαλός ἐστι μέχρις οὗ τὸ μέγιστον τῆς θαλάσσης ἐκτρέχει ῥῆμα ἤγουν κῦμα
α 285
Αἰγίλιψ · αἰγίλιπος· ἡ ὑψηλὴ πέτρα, παρὰ τὸ ἀπολείπεσθαι καὶ τὰς αἶγας ἐξ αὐτῆς διὰ τὸ ὕψος
α 286
Αἰγίλιψ · πέτρα ὑψηλή· παρὰ τὸν λείψω μέλλοντα λείψ, καὶ ἀποβολῇ τοῦ ε λίψ διὰ τοῦ ι · σύνθετον αἰγίλιψ, ἧς ἀπολείπεται καὶ αἲξ καὶ ἀναβῆναι οὐ δύναται. Ὁμήρου
α 287
Αἰγιόχοιο Β · αἰγίδα ἔχοντος. αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαὶ. γίνεται παρὰ τὸ ὀχή, ὃ σημαίνει τὴν τροφήν, καὶ τὸ αἴξ αἰγός· λέγεται γὰρ αὐτὸν τεθηλακέναι Ἀμάλθειαν τὴν αἶγα. οἱ δέ, ὅτι σκεπαστήριον αὐτῷ αἰγὶς ἦν ἀπὸ Κρητικῆς αἰγὸς ληφθεῖσα. οἱ δέ, ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι· καλεῖται γὰρ αἰγὶς ὁ ἄνεμος. οἱ δέ, ἀπὸ τοῦ Αἶγα πρώτην γῆμαι τὴν τοῦ Πανὸς θυγατέρα. ἐκ τοῦ ὀχή δὲ γίνεται καὶ εὐωχία, ἡ καλῶς τρέφουσα, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω
α 288
Αἴγλη · παρὰ τὸ αἴθειν, ὅ ἐστι καίειν
α 289
Αἰγλῆντα · ὄνομα θηλυκόν, καὶ κλίνεται ἡ αἰγλῆντα τῆς αἰγλήντας· γέγονε δὲ ἀπὸ τοῦ αἴγλη αἰγλήεις αἰγλήεντος καὶ ἡ αἰτιατικὴ αἰγλήεντα καὶ κατὰ κρᾶσιν αἰγλῆντα, καὶ μετάγεται ἡ αἰτιατικὴ εἰς εὐθεῖαν
α 290
Αἰγόκερως · ὁ ἀστήρ· παρὰ τὸ ἄστρον· καὶ ζῶον αἰγιδίου κέρατα ἔχον
α 291
Αἰγοπόλος · καὶ κατὰ συγκοπὴν αἰπόλος, ὁ αἰγοβοσκός
α 292
Αἰγοπόλος · εἰς τὸ Ὀνειροπόλος
α 293
Αἴγαγρος · αἲξ ἄγριος
α 294
Αἴγυπτος · διὰ τὸ ἐγγύποτος, ὡς ἐγγίζουσα τῷ ποτῷ ἢ τῷ ποταμῷ. ἢ παρὰ τὸ αἴθω, τὸ καίω· ἐπειδὴ οἱ ἐν τῇ Αἰγύπτῳ ὑπάρχοντες κεκαυμένοι εἰσὶν ἐκ τῆς σφοδρᾶς τοῦ ἡλίου φορᾶς. ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ αἶγας πίονας ἔχειν. Αἴγυπτος δὲ σημαίνει τρία· ἐπὶ μὲν τῆς χώρας, ξ Αἴγυπτον δέ με θυμὸς ἀνώγει ναυτίλλεσθαι“· ἐπὶ δὲ τοῦ ποταμοῦ, ὃν ᾖδον Ἡσίοδος καὶ οἱ λοιποὶ ποιηταί, ξ στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσασ“· σημαίνει δὲ καὶ παρὰ τῷ θεολόγῳ τὴν ἁμαρτίαν, ὡς τὸ σήμερον καθαρῶς ἐφύγομεν Αἴγυπτον“ καὶ πάλιν Αἴγυπτος σκότει κολάζεται“. κέκληται δὲ Αἴγυπτος ἀπὸ Αἰγύπτου τινὸς βασιλεύσαντος ἐν αὐτῇ
α 295
Αἴγυπτος · παρὰ τὸ ἄγαν πιαίνειν καὶ εὐτραφῆ εἶναι· οἱονεὶ λιπαράν
α 296
Αἰγύπτιος · ἐγγὺς πύκτιος· ὅτε γὰρ ἐγγίσῃ φίλῳ, πυκτεύει, εἴ ποτε αὐτοῦ συλήσει τὴν ὕπαρξιν· ἀκατάφραστος δὲ ὢν ἐν ταύτῃ αὐτοῦ τῇ χαλεπῇ πονηρίᾳ κρατούμενος καὶ ἐλεγχόμενος οὐκ ἀνιέμενος, τιμωρίαις ἕτοιμος, πολυβάστακτος, λόγῳ ἄπιστος, ὅρκῳ παντεπίορκος, μὴ ἐνδιδοὺς τὸ κλέμμα μέχρι τοῦ θανεῖν τὸ σῶμα. συμμεμιγμένοι δέ εἰσι βαρβάροις, ἐξ ὧν καὶ τὴν αὐτῶν πολιτείαν εἰσοικισμένην ἔχουσιν
α 297
Αἰγείοχος· παρὰ τὸ αἰγίς, ὅ ἐστιν ἱμάτιον Διὸς ἐξ αἰγείας
α 298
Αἰδεῖσθαι Α · ἐντρέπεσθαι· πρώτης συζυγίας τῶν περισπωμένων· ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. τὸ θέμα αἰδῶ αἰδήσω, ἐξ οὗ καὶ αἰδήμων· τοῦτο παρὰ τὸ αἰδώς· τοῦτο παρὰ τὸ εἴδω, τὸ βλέπω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀειδώς καὶ αἰδώς· οἱ γὰρ ἐντρεπόμενοι συστέλλουσι τὰ ὄμματα
α 299
Ἀείδελον · τὸ ἀεὶ δῆλον· Ἄρατος τοῦ δὲ τέρας περίσημον ἀείδελον ἐστήρικται“. καὶ ἔστι παρὰ τὸ εἴδω εἴδελος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀείδελος καὶ ἀείδελον. Ὁμήρου
α 300
Ἀΐδηλον Ἄρηα θ · τὸν ἀφανιστικόν· παρὰ τὸ ἀϊδνόν, τὸ ἀφανιστικόν, ἀϊδνόδηλον καὶ κατὰ συγκοπὴν ἀΐδηλον· καὶ ἔγκειται τὸ δηλεῖν, ὅ ἐστι βλάπτειν, ἔνθεν καὶ τὸ Ω δηλήμονεσ“ καὶ Δ δηλήσασθαι“
α 301
Ἀΐδηλον Β · ἐκ τοῦ εἴδω, τὸ βλέπω· καὶ ὥσπερ ἀπὸ τοῦ στίλβω γέγονε στιλπνός, οὕτως καὶ παρὰ τὸ εἴδω γέγονε ἀϊδνόν διὰ τοῦ ι καὶ μετὰ τοῦ στερητικοῦ α · πολλὰ γάρ εἰσιν ὀνόματα ἀπὸ ῥημάτων. καὶ μετὰ τοῦ δῆλον, ὃ σημαίνει τὸ φανερόν, γίνεται ἀϊδνόδηλον καὶ συγκοπῇ ἀΐδηλον
α 302
Ἀΐδιος · διὰ τοῦ ι · παρὰ τὸ ἵζω γέγονεν ἵζιος καὶ ἀΐδιος
α 303
Ἄϊκες · αἱ πνοαί· διὰ τοῦ ι · παρὰ τὸ ἀΐσσω ἐξ οὗ καὶ κορυθάϊξ καὶ κορυθάϊκος καὶ τὸ πολυάϊξ τὸ ἀμφισβητούμενος
α 304
Ἀΐδηλον Ἄρηα θ · παρὰ τὸ δηλεῖν, ὅ ἐστι βλάπτειν, ἐξ οὗ καὶ τὸ Ω δηλήμονεσ“ καὶ Δ δηλήσασθαι“
α 305
Ἀΐδιος · παρὰ τὸ εἴδω, τὸ βλέπω· ἢ παρὰ τὸ εἴδω, τὸ φαίνω, ὁ πάντοτε φαινόμενος καὶ ζῶν. κατὰ ἀντίφρασιν ὁ ἀθεώρητος καὶ αἰώνιος
α 306
Ἄϊδος Γ · εἰς Ἅιδου· ἐκ τῆς Ἄϊς εὐθείας, ἢ ἐκ τῆς Ἅιδου γενικῆς κατὰ μετάπλασιν καὶ διαίρεσιν. Ὁμήρου
α 307
Ἄϊδι Α · οἱ μέν φασιν· παρὰ τὸ εἴδω, τὸ βλέπω, ὁ μέλλων εἴσω, ὄνομα ῥηματικὸν ἴς διὰ τοῦ ι · πολλὰ γάρ εἰσιν ὀνόματα· καὶ μετὰ τοῦ στερητικοῦ α Ἄϊς, ἐν ᾧ οὐδέν ἐστιν ὁρᾶν, καὶ ἡ γενικὴ Ἄϊδος καὶ Ὅμηρος Γ δῦναι δόμον Ἄϊδος εἴσω“, καὶ ἡ δοτικὴ Ἄϊδι. οἱ δέ φασι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ Ἀΐδης Ἀΐδου Ἀΐδῃ καὶ Ἄϊδι
α 308
Ἄϊδι · ἐκ τοῦ εἴδω, τὸ θεωρῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀείδω, ἀείσω, ἀποβολῇ τοῦ ω Ἄϊς συστολῇ τῆς ε ι . κλίνεται δὲ Ἄϊς Ἄϊδος Ἄϊδι
α 309
Αἰδοῖα · διότι αἰδούμεθα ἀλλήλοις ταῦτα δεικνύοντες
α 310
Αἰδοίη · ἡ ἀπὸ τῶν αἰδοίων
α 311
Αἰδοῖα · παρὰ γὰρ τὸ αἰδώς· τὰ ὀρχίδια. αἰδοῖα παρὰ τὴν αἰδῶ· καὶ γὰρ γυμνῶσαι καὶ ὀνομάσαι ταῦτα αἰδούμεθα. ἢ ἀπὸ τοῦ ἀνοιδαίνειν ἐπὶ συνουσίᾳ ὀργῶντα· ἔστιν οὖν οἷον οἰδοῖά τινα ὄντα, καὶ τροπῇ τοῦ ο εἰς α αἰδοῖα παρὰ τὸ ἐντρέπεσθαι
α 312
Αἰδοῖος Γ · ὄνομα παράγωγον· ποίου εἴδους τῶν παραγώγων; κτητικοῦ. πόσοι τύποι τῶν κτητικῶν; δύο· ὅ τε εἰς κος καὶ ὁ εἰς ος καθαρόν, ὡς τὸ ἀνθρώπειος ἄρνειος Ἀριστάρχειος Πλατωνικός Δημοσθενικός. πόσας καταλήξεις ἐπιδέχεται τὰ εἰς ος κτητικὰ καὶ πόσας παραλήξεις; καταλήξεις μὲν δύο· εἰσὶ δὲ αὐτῶν παραλήξεις δὲ ὀκτώ, τοῦ εἰς κος δ καὶ τοῦ εἰς ος καθαρὸν δ. καὶ τοῦ μὲν εἰς κος εἰσὶ ταῦτα· ἢ γὰρ τῷ ι παραλήγεται, ὡς τὸ Ἑλληνικός Ῥωμαϊκός· ἢ τῷ α ὡς τὸ Ῥοδιακός· ἢ τῷ υ ὡς τὸ Λιβυκός θηλυκός ἁλυκός καὶ πλεονασμῷ τοῦ ρ ἀλυκρός· ἢ τῇ ει διφθόγγῳ, ὡς τὸ Κεραμεικός δαρεικός. τοῦ δὲ εἰς ος καθαρόν· ἢ τῇ ει διφθόγγῳ, ὡς τὸ Ἑκτόρειος Ὁμήρειος· ἢ τῇ αι διφθόγγῳ, ὡς τὸ ταλαντιαῖος· ἢ τῇ οι διφθόγγῳ, ὡς τὸ παντοῖος ἀλλοῖος, οὕτως καὶ αἰδοῖος καὶ ἠοῖος, Θ πρωῒ δʼ ὑπηοῖοι“· ἢ τῇ ῳ διφθόγγῳ, ὡς τὸ πατρῷος ἡρῷος. ὅθεν τὸ αἰδοῖος ἐκ τοῦ αἰδῷος κτητικοῦ γέγονε κατὰ τροπὴν Αἰολικὴν τῆς ῳ διφθόγγου εἰς οι. καὶ τίνα εἰσὶ τὰ ὄντα καὶ τύπῳ καὶ σημαινομένῳ κτητικά; τίνα δὲ τὰ τύπῳ μὲν κτητικά, σημαινομένῳ δὲ οὐκέτι; ἐκεῖνά εἰσι τῷ τύπῳ καὶ σημαινομένῳ κτητικά, ὅσα εἰς τὴν γενικὴν τοῦ πρωτοτύπου ἀναλύονται, οἷον γραμματικὸς λόγος, ὁ τοῦ γραμματικοῦ, Ἀριστάρχειος βίβλος, ἡ τοῦ Ἀριστάρχου· ὅσα δὲ οὐκ ἀναλύονται εἰς τὴν τοῦ πρωτοτύπου γενικήν, ταῦτα τῷ μὲν τύπῳ εἰσὶ κτητικά, καθότι τὰ εἰς κος κτητικά, καὶ τῷ ι παραλήγεται, τῷ δὲ σημαινομένῳ οὔκ εἰσι κτητικά· ὀφθαλμικὸν γὰρ ἰατρὸν οὐ τὸν τοῦ ὀφθαλμοῦ λέγομεν, ἀλλὰ τὸν τὸν ὀφθαλμὸν ἰατρεύοντα· ὁμοίως δὲ καὶ ἡπατικὸν ἄρρωστον οὐ τὸν τοῦ ἥπατος λέγομεν, ἀλλὰ τὸν τὸ ἧπαρ ἀλγοῦντα. εἴδη δὲ τοῦ κτητικοῦ τρία· οἰκειωτικόν, συνεκφαντικόν, μετουσιαστικόν. καὶ οἰκειωτικὸν μέν ἐστι τὸ οἰκείωσιν ἔχον πρὸς τόπον, οἷον οὐράνιος θαλάσσιος ἐπίγειος Κύπριος Ῥόδιος· συνεκφαντικὸν δέ ἐστιν τὸ συνεκφαῖνόν τι μεθʼ ἑαυτοῦ, οἷον γραμματικός ἀστρονομικός · μετουσια στικὸν δέ ἐστι τὸ μετέχον οὐσίας τιν ός, οἷον κέδρινος δερμάτινος χάλ κειος χρύσειος
ω 1
ῶ Β · ὄνομα θηλυκὸν πτώσεως αἰτιατικῆς· σημαίνει δὲ τὴν ἐντροπήν. αἰδὼς καὶ αἰσχύνη διαφέρει· αἰδὼσ ἡ ἐντροπή, ὡς τὸ αἰ δεῖταί τις τὸν πατέρα σεβασ μίως πρὸς αὐτὸν διακείμενος· αἰσχύνεταί τισ ἐφʼ οἷς κατὰ συνήθειαν ἁμαρτάνει, ὡς αἰ σχύνεταί τις μεθυσκόμενοσ
α 313
αἰσχύνη διαφέρει· αἰδὼς μ ὲν ἐντροπὴ πρὸς ἕκαστον ὅν τις σεβασμίως ἔχει· αἰσχύνη δὲ ἐφʼ οἷς ἕκαστος ἁμαρτάνων αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δέ τις μεθύσκεσθαι. φησὶ γὰρ Ἀριστόξενος ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικ ίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸσ εὐδοξίαν· ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτως διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέ βεσθαι καὶ τιμᾶν τὰς προειρημένας ὑπερο χάς· ἡ δὲ αἰσχύνη πρῶτον μὲν πρὸς π άν τ α ἄνθρωπον ἔπει τα ἐπὶ τοῖς νομιζομέ νοις αἰσχροῖς. εἰς τὸ Ἀναιδής καὶ εἰς τὸ Φό βοσ
α 314
Αἰεί Β · τὰ εἰς ει λήγοντα ἐπιρρήματα, εἰ μὲν καθαρεύει ἢ διπλῷ παραλήγεται, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον αὐτοβοεί, ἀντὶ τοῦ παραχρῆμα, αὐτοθεεί αὐτολεξεί αὐτοψεί· τὰ δὲ εἰς ει δισύλλαβα ὀξυνόμενά εἰσι· σεσημείωται τὸ ἄγρει καὶ τὸ ἐκεῖ, ὅπερ ἐστὶν ἐξ ἀποκοπῆς. Ὁμήρου
α 315
Αἰέν Β · σημαίνει τὸ διηνεκῶς· ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν, ποιητικὸν δέ ἐστι· γίνεται ἀεί αἰέν. τριχῶς οἶδεν ὁ ποιητὴς τοῦτο· αἰέν, αἰεί, ἀεί
α 316
Αἰζηός Γ · τὸ ζη ἦτα ἐκ τῆς ἐτυμολογίας· παρὰ τὸ αἰεί γίνεται καὶ τὸ ζέω γίνεται αἰζεός καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηόσ, ὁ ἀεὶ ζέων καὶ ἀκμάζων πρὸς τὴν ἡλικίαν. ἢ παρὰ τὸ αἷμα ζωτικὸν μᾶλλον ἔχειν
α 317
Αἴης Β · γῆς· παρὰ τὸ αὔω, τὸ ξηραίνω, αὔη καὶ τροπῇ τοῦ υ εἰς ι γίνεται αἴη
α 318
Αἴητον · εἰς τὸ Ἀμνίον
α 319
Αἰθάλη · εἰς τὸ Λιγνυῶδες
α 321
Αἴθειν · εἰς τὸ Θεός καὶ Αἴθω
α 322
Αἰθήρ · παρὰ τὸ αἴθεσθαι· πυρώδης γάρ
α 323
Αἴθουσα · ἡ στοά· παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι καίεσθαι, αὐτὴν ὑπὸ τοῦ ἡλίου
α 324
Αἴθω · εἰς τὸ Αἴγυπτος καὶ Αἷμα καὶ Αἴτνη καὶ Ἄστρον. Ὁμήρου
α 325
Αἴ κεν Β · ὁ εἴ σύνδεσμος συναπτικός, καὶ τροπῇ τοῦ ε εἰς α αἴ· οἱ γὰρ Δωριεῖς τὸ ε εἰς α τρέπουσιν τὸ γὰρ Ἄρτεμις Ἄρταμις λέγουσιν. οὕτως καὶ τοῦτο πλεονασμῷ τοῦ ν αἴ κεν. Ὁμήρου
α 326
Αἴ κέν πως Β · ἐκ τοῦ εἴ κεν αἴ κεν· ἡ ει δίφθογγος εἰς τὴν αι τρέπεται, ὡς ἀνώγειον καὶ ἀνώγαιον, κατώγειον καὶ κατώγαιον. τὸ δὲ πώς ἐπίρρημα ἀόριστον
α 327
Αἰκίζω · οἱ μέν, ἀπὸ τοῦ ἀεικής, ὃ σημαίνει τὸν σκληρὸν καὶ ἀπότομον, γίνεται ἐκ τοῦ ἀει κίζω καὶ γράφεται τὸ ει δίφθογγον· ἐκλείψει οὖν τοῦ ε καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον αἰκίζω · Ὅμηρος Τ αἰκίσσωσι δὲ νεκρόν“. οἱ δέ, ἀεικὴς ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, μετὰ τοῦ α στερητικοῦ, ὁ μὴ εἴκων τινί
α 328
Αἴλουρος · παρὰ τὸ αἰόλλειν τὴν οὐράν, ὅ ἐστι κινεῖν καὶ ἀνάγειν. καὶ εἰς τὸ Αἰολόπωλος καὶ Κορυθαίολος
α 329
Αἷμα · δύο πάθη ἀνεδέξατο, ἔνδειαν καὶ μ ετάθεσιν τοῦ πνεύματος. ἔνδειαν μέν, καθόλου γὰρ ἡ τρίτη συζυγία ἐ ν τοῖς ῥηματικοῖς ὀνόμασι τὸ ς γεννᾷ· πείθω πεῖσμα, κλώθω κλῶσμα, ᾄ δω ᾆσμα· οὕτως οὖν ἔδει καὶ παρὰ τὸ αἴθω αἶσμα. μετάθεσιν δὲ τοῦ πνεύματος· ἡ γὰρ αι δίφ θογγος πρὸ μὲν ἄλλου συμφώνου ψιλοῦται, πρὸ δὲ τοῦ μ δασύνεται
α 330
Αἷμα · παρὰ τὸ ἅμμα καὶ σύνδεσμόν τι εἶναι τοῦ ὅλου σώματος· καὶ ὁ Ἐμπεδοκλῆς αἷμα γὰρ ἀνθρώ ποισι περικάρδιόν ἐστι νόημα“
α 331
Αἱμασιά ς · τὸ ἐκ χαλίκων ᾠκοδομ ημένον τειχίον· κυρίως δὲ αἱμασιὰ λέγεται φραγ μὸς ἠκανθωμένος. γίνεται δὲ παρὰ τὸ αἱ μάττεσθαι τοὺς διʼ αὐτοῦ διερχομένους. τὸ δὲ αἱμάττω συντάσσεται πτώσει αἰτιατικ ῇ
α 332
Αἱματόεσσα Β · ὁ κανών · πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς σα καὶ τ ὴν π αραλήγουσαν θέσει μακρὰν ποιοῦσα τὸ θηλυκὸν ποιεῖ. τὸ ἀρσενικὸν ὁ αἱματόεις· τὸ το μικρόν. τὰ εἰς εις πόσασ παραλήξεις ἐπιδέχονται; γ· τὰ γὰρ εἰς εις ὀνόματα μετουσιαστικά, ἃ πλεονάζει τῆς τοῦ πρωτοτύπου γενικῆς συλλαβῇ, βαρύνεται καὶ ἢ τῷ η παραλήγεται ἢ τῷ ο σπανίως δὲ τῷ ω ὅτε ἐν ἐκτά σει ἐστίν, οἷον τὸ εὐρώεις κηώεις ἐρώεις· καὶ τῷ μὲν ο οἷον αἱματόεις τιμιόεις σκιόεις, Α οὔρεα τε σκιόεντα“· τῷ δὲ η οἷον φθογγήεις τιμήεις τελήεις. ὅθεν τὸ χαρίεις ἀπὸ τοῦ χάρις χάριτος γέγονεν χαριτόεις καὶ ἐν συγκοπῇ χαρίεις. τὸ δὲ ἀμφιγυήεις καὶ θυήεις καὶ τὰ ὅμοια κατὰ τροπὴν ἐγένοντο τοῦ ο εἰς η · ἔστι γύον καὶ σημαίνει τὸ μέλος, ἐξ αὐτοῦ γυόεις καὶ τροπῇ τοῦ ο εἰς η γυήεις καὶ ἀμφιγυήεις· καὶ ἔστι θύον καὶ σημαίνει μυρεψικὸν ἄνθος ἢ βοτάνην, καὶ γίνεται ἐξ αὐτοῦ θυόεις καὶ τροπῇ τοῦ ο εἰς η θυήεις, Θ βωμός τε θυήεισ“. τὸ δὲ αἱματόεις ἐστὶ μετουσιαστικόν· μετέχει γάρ. ταῦτα δὲ τὰ εἰς εις ἅπαντα μετουσιαστικά εἰσι. καὶ ἔστι καὶ ἰόεις· τοῦτο, εἰ γράφεται διὰ τοῦ ι ἔστιν ὁ μετέχων τοῦ ἰοῦ· εἰ δὲ γράφεται διὰ τοῦ η γίνεται ἀπὸ τοῦ ᾐών, ὃ σημαίνει τὸν αἰγιαλόν, ἡ γενικὴ ᾐόνος, ἐξ αὐτοῦ ᾐονόεις καὶ συγκοπῇ ᾐόεις. ἔστι δὲ καὶ κοτήεις διὰ το ῦ η · γίνεται ἐκ τοῦ κότος, ἐξ αὐτοῦ κοτόεις καὶ κοτήεις
μ 1
μωδεῖν · σημαίνει τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι μετὰ κνησμοῦ, ὡς καὶ αἱμάσσεσθαι· παρὰ τὸ αἷμα. Ὅμηρος
α 333
α · ἔμπειρος, συνετός, κολακευτικός· παρὰ τὸ δαίω, τὸ μανθάνω, δαίμων ἀποβολῇ τοῦ δ αἵμων· Ε αἵμονα θήρησ“, τουτέστιν εἰδήμονα. ὑπο κορ ιστικὸν τοῦ αἵμων αἱμύλος, οὗ κτητικὸν αἱμύλιος· Ἡσίοδος αἱμυλίοισι λόγοισιν“, ὅ ἐστι κολακευτικοῖς. ἢ παρὰ τὸ δαῆναι δαίμων καὶ ἀπο βολῇ τοῦ δ αἵμων· τούτου τὸ ὑποκοριστικὸν αἱμύλος, ὅ ἐστιν ἔμπειρος. πρὸς τὴν Ἀρ έθουσαν κρήνην ἐν Ἰθάκῃ καὶ ἐν Σικελίᾳ
α 334
Αἵμων · παρὰ τὸ δαίω, τὸ διδάσκω, δα ίμων καὶ αἵ μ ων. καὶ εἰς τὸ Ἄπολλον καὶ Λακεδα ίμων
α 335
Αἴνιγμα · ἡ παραβολὴ καὶ ὁ σκοτεινὸς λόγος· ἐκ τοῦ αἰνί σσω, τὸ ἐν παραβολαῖσ λέγω. τὸ αι δίφθογγον. ἐκ τοῦ αἰνός, ὃ σημαίνει τὸν δεινὸν καὶ φοβερόν· τοῦ το ἐκ τοῦ δει νός αἰνόσ · οἱ γὰρ Ἴωνες ἡνίκα ὕφεσιν ποιήσωνται τοῦ συμφώνου, τότε καὶ τὸ παραλῆγον φωνῆεν τρέπουσιν εἰς α οἷον δεινός αἰνός, μέχρις ἄχρις. εἰ δὲ σημαίνει τὸ ἐπιπλή σσω, τὸ ε ψιλόν
α 336
Αἰνίσσω · εἰς τὸ Ἠινιξάμην
α 337
Αἶνος · παρὰ τὸ ἰαίνειν καὶ χαίνειν ἴαινος καὶ ἀποβολῇ τοῦ ι αἶνος. Ἐρεννίου
π 1
παροιμία διαφέρει· ὁ μὲν γὰρ αἶνός ἐστι λόγος μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ἤγουν ἐξηπλωμ ένη παροιμία· παροιμία δὲ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρ ο ν ἀν α φορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν, οἷον μένε βοῦς π ο τε β οτάνην “. Ὁμήρου
α 338
Αἴνυτο · ἔστι ῥῆμα κτῶ καὶ σημαίνει τὸ φονεύω· καὶ ὥσπερ παρὰ τὸ βῶ βαίνω, οὕτως καὶ παρὰ τὸ κτῶ κταίνω, καὶ ἀποβολῇ τοῦ τ καίνω, τὸ κόπτω· καὶ ἐξ αὐτοῦ αἴνω καὶ κατὰ παραγωγὴν αἰνύω, καὶ αἴνυμι παράγωγον ῥῆμα εἰς μι τὸ παθητικὸν αἴνυμαι, ὁ παρατατικὸς αἰνύμην καὶ ἐξ αὐτοῦ αἴνυτο
α 339
Αἴξ Α · ὄνομα ἀρσενικόν· παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἄϊξ· πέπονθε δὲ τὸ ὄνομα καὶ γέγονεν αἴξ. οὕτως καὶ τὸ Θρ ᾷ ξ. οὐδὲν εἰς ξ περισπᾶται· τὸ τοίνυν αἴξ ὀξύνεται. τὸ δὲ Θρᾷξ περισπᾶται καὶ τὸ Ταῦξ καὶ τὸ γλαῦξ. πάντων δὲ τῶν εἰς ξ ληγόντων ὀνομάτων τοῦτο μόνον διὰ τοῦ γ κλίνεται
α 340
Αἴξ · αἰγός, αἰγῶν. ὁ κανών· πᾶσα εὐθεῖα ἔχουσα τὸ σύμφωνον τοῦ μέλλοντος ὀφείλει ἔχειν ἐν τῇ γενικῇ τὸ σύμφωνον τοῦ παρακειμένου ἢ τοῦ μέσου παρακειμένου
α 341
Αἴξ · παρὰ τὸ ἀΐσσω· ὁρμητικὸν γὰρ τὸ ζῶον
α 342
Αἴξ · αἰγός· ὁ κανών· τὰ εἰς ξ μονοσύλλαβα ἔχοντα πρὸ τοῦ ξ δίφθογγον ἀρχόμενα ἀπὸ συμφώνου διὰ τ οῦ κ κλίνονται, οἷον γλαῦξ γλαυκός, Θρᾷξ Θρᾳκός. τὸ δὲ αἴξ, ἐπειδὴ ἀπὸ φωνήεντος μόνον ἤρξατο, διὰ τοῦ γ κλίνεται
α 343
Ἄϊξ · ἔστιν ἡ ὁρμή· ἀπὸ τοῦ ἀΐξω μέλλοντος· πᾶς γὰρ μέλλων ἀποβάλλων τὸ τελευταῖον ω ἀποτελεῖ ὄνομα, οἷον τρώσω Τρώς, θήσω θής. οὕτως καὶ ἀΐσσω ἀΐξω διὰ τοῦ ι καὶ κατὰ ἀποβολὴν τοῦ ω ἄ ϊξ
α 344
Ἀΐξας Β · ἀΐσσω, ὁ παρατατικὸς ἤϊσσον· καὶ οὔτε χρονικῶς αὐτὸ ηὔξησεν οὔτε συλλ αβι κῶς, τὸ γὰρ ἀΐσσω πάντοτε ὁ ποιητὴς μακρὸν ἔχει
α 345
Ἀΐξασα Β · τὸ α φύσει ἐστὶ μακρόν, τὸ δὲ ι θέσει
α 346
Αἰξωνεύεσθαι · σημαίνει τὸ κατηγ ορεῖν· βλάσφημοι γὰρ οἱ Αἰξωνεῖς
α 347
Αἰόλλω · εἰς τὸ Αἴλ ουρος καὶ Ἀντίος καὶ Κορυθαίολος καὶ Αἰολόπωλος
λ 1
λόπωλος · σημαίνει τὸν τ αχὺν καὶ εὐκίνητον ἵππον. προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ος δισύλλαβα προπερισπώμενα ἐν τῇ συ ν θέσει προπαροξύνεται, οἷον οἶκος ἄοικος, κοῦρος ἐπίκουρος· οὕτως καὶ πῶλος αἰολόπωλος· γίνεται ἐκ τοῦ αἰόλλω, ὃ σημαίνει τὸ ποικίλλω καὶ κινῶ, καὶ τοῦ πῶλοσ. τὸ πω μέγα· παρὰ τὸ ἐν τῇ πόᾳ ἅλλεσθαι πόαλλος καὶ πῶλος. ἐκ δὲ τοῦ αἰόλλω αἴλουρος, παρὰ τὸ αἰόλλειν τὴν οὐράν· δολερὸν γὰρ τὸ ζῶον
ο 2
ον Β · ἐκ τοῦ αἴξ αἰγός καὶ τοῦ πολῶ, τὸ ἀναστρέφομαι, γίνεται αἰγοπόλιον καὶ συγκοπῇ αἰπόλιον, καὶ σημαίνει τὸ ποίμνιον. διαφέρει δὲ αἰπόλιον ποιμνίου· τὸ μὲν αἰπόλιον σημαίνει τὸ τῶν αἰγῶν πλῆθος, τὸ δὲ ποίμνιον τὸ πλῆθος τῶν προβάτων
α 348
Αἰπόλος · ἐκ τοῦ αἴξ αἰγός καὶ τοῦ πολῶ, τὸ ἀναστρέφομαι, αἰγοπόλος, ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος, καὶ κατὰ συγκοπὴν αἰγοπόλος. καὶ διὰ τί οὐκ ἀναβιβάζει τὸν τόνον; ἐπειδὴ τὰ παρὰ τοῦ πολῶ μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον ὀνειροπόλος μυστιπόλος θυηπόλος μυροπόλος. πρόσκειται μὴ μετὰ προθέσεωσ“ διὰ τὸ ἀμφίπολος πρόπολος
α 349
Αἰπόλος · παρὰ τὸ αἰγοπόλος, ἤγουν αἶγας βόσκων· ἢ ὁ περὶ τὰ αἴπη εἱλούμενος, ἅ εἰσιν ὄρη
α 350
Αἰπύς · παρὰ τὸ αἶπος, τὸ ἀκρωτήριον
α 351
Αἶρα · ἡ σφῦρα· παρὰ τὸ ῥαίω, τὸ φθείρω, ῥαῖα καὶ ἐν ὑπερθέσει αἶρα
α 352
Αἶρα · παρὰ τὸ αἴρεσθαι ἐκ τοῦ σίτου καὶ διαχωρίζεσθαι· ἢ παρὰ τὸ φθείρω
α 353
Αἱρεῖσθαι · εἰς τὸ Ἀποαιρεῖσθαι
α 354
Αἱρείτω · ἐκ τοῦ αἱρῶ, τὸ καταβάλλω
α 355
Αἱρετός · εἰς τὸ Ἡιρετίσατο καὶ Ἐξαιρέτως
α 356
Αἱρήσειν · πορθήσειν· ἀπὸ τοῦ ἁλῶ, ὃ σημαίνει τὸ πορθῶ, πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον αἱρῶ, ὁ μέλλων αἱρήσω, τὸ ἀπαρέμφατον αἱρήσειν· συντάσσεται πτώσει αἰτιατικῇ. σημαίνει καὶ τὸ προκρίνω, ἐξ οὗ καὶ τὸ προαιροῦμαι· πτώσει αἰτιατικῇ συντάσσεται. σημαίνει καὶ τὸ χωρίζω, ἐξ οὗ καὶ τὸ διαιρῶ· συντάσσεται δὲ πτώσσει γενικῇ. καὶ αἱρῶ, τὸ καταλαμβάνω, μηδέ σε λήθη Αἱρείτω“. ταῦτα δὲ τὰ δ περισπῶνται. αἴρω δέ, τὸ κουφίζω, καὶ αἴρω, τὸ προσφέρω, ἐξ οὗ καὶ ἄρτος, βαρύνονται· τὸ κουφίζω συντάσσεται μετὰ αἰτιατικῆς, τὸ προσφέρω μετὰ δοτικῆς
α 357
Ἄϊρος ς · εἰς τὸ Ἀΐσιος
α 358
Αἰρόπινον · τὸ κόσκινον· πίνος, ὁ ῥύπος, καὶ πιναρόν, τὸ ῥυπαρόν· διὰ γὰρ τὸ αἴρειν τὸν ῥύπον καλεῖται αἰρόπινον
α 359
Αἱρῶ · εἰς τὸ Αἱρήσειν
α 360
Αἴρω · εἰς τὸ Ἀπαιωρημένος καὶ Τάφρος
α 362
Αἴσιμος. παρὰ τὴν αἶσαν· ὡς σπορά σπόριμος, ἀλκή ἄλκιμος, αἶσα αἴσιμος. παρʼ Ὁμήρῳ Ρ πάντα κατʼ αἶσαν ἔειπεσ“
α 363
Αἶσα · ἡ μοῖρα καὶ εἱμαρμένη. παρὰ τὸ δαίω, τὸ μερίζω, δαίσω δαῖσα, ὡς βήσω βῆσα καὶ βῆσσα καὶ πείσω πεῖσα, ἡ πεισμονή· καὶ ἀποβολῇ τοῦ δ αἶσα, ἡ ἑκάστῳ μεμερισμένη. ἢ παρὰ τὸ ἀεὶ ἴση· πᾶσι γὰρ ἴσως ἔπεισιν
α 364
Αἴσιον · ἀγαθόν, δεξιόν, εἰρηνικόν, γνήσιον, συμφέρον
α 365
Αἶσαν · μοῖραν βίου ἀεὶ οὖσαν. καὶ εἰς τὸ Αἰσιμία
α 366
Αἶσαν · μοῖραν, τύχην· παρὰ τὸ ἄγαν ἴσην εἶναι καὶ μὴ μεταβάλλεσθαι· ἢ παρὰ τὸ δαίω, τὸ μερίζω
α 367
Ἀΐσθων Π · αἰσθόμενος
α 368
Αἴσθησις · ἡ νόησις· παρὰ τὸ αἰσθῶ· τοῦτο παρὰ τὸ ἀΐσθω, Π ὁ δʼ ἔβραχε θυμὸν ἀΐσθων“. τοῦτο παρὰ τὸ ἀΐω, ὃ σημαίνει τὸ πνέω καὶ τὸ ἀκούω, καὶ ἐπεκτάσει γίνεται ἀϊστός, ὡς ἀκούω ἀκουστός, καὶ ἀϊσθός, ὡς ὁρματός ὁρμαθός, ἀφʼ οὗ ῥῆμα ἀΐσθω, μετοχὴ ἀΐσθων
α 369
Αἰσιμία · ἡ μαντεία ἢ τὸ καθῆκον· παρὰ τὴν αἶσαν, τὴν μοῖραν
α 370
Ἄϊος · σημαίνει τὸν ἀκούοντα· γέγονε δὲ ἀπὸ τοῦ ἀΐων ἄϊος
α 371
Αἴσθω · σημαίνει δύο, τό τε νοῶ, ὃ καὶ ψιλοῦται, τό τε χαίρομαι, ὃ καὶ δασύνεται, ἐξ οὗ καὶ τὸ ἥσθην σου τοῖς λόγοισ“ καὶ ὁ θεολόγος οὐχ ἵνα συνησθῶσιν, ἀλλʼ ἵνα ἐφησθῶσιν“
α 372
Ἀΐσσω · εἰς τὸ Ἀγλαά καὶ Ἀετός καὶ Αἴγειος καὶ Ἄττειν
α 373
Αἶστρον · εἰς τὸ Ἄστρον
α 374
Ἄϊστος · ἄγνωστος· καὶ αἰστῶσαι καὶ αἰστωθῆναι· σύνθετον ἀπὸ τοῦ ἰστός· τοῦτο δὲ ἀπὸ τοῦ ἴσημι, Δωρικῶς ἴσαμι, ἴσαμαι καὶ ἴσταμαι ἴσταται καὶ ἐξ αὐτοῦ ἰστός· ὅθεν καὶ τὸ ἐπίσταμαι· μετὰ τοῦ στερητικοῦ α ἄϊστος
α 375
Αἴσυλα · τὰ σεσυλημένα τῆς αἴσης, τουτέστιν τὰ ἁμαρτωλά· ἢ ἐστερημένα τῆς αἴσης, οὐ τῆς μοίρας, ἀλλὰ τοῦ καθήκοντος
α 376
Αἴσυλος · ὁ ἄδικος καὶ ἁμαρτωλός· παρὰ τὸ συλῶ ἄσυλος καὶ πλεονασμῷ τοῦ ι αἴσυλος
α 377
Αἰσυμνηστήρ · ὁ βασιλεύς· παρὰ τὸ αἰσυμνᾶν, ὅ ἐστιν αἰσίων μνήμην ποιεῖσθαι· ὁ γὰρ τύραννος τοὐναντίον. ἢ αἰσιομήτης, ὁ αἴσια βουλευόμενος
α 378
Αἰσυητήρ · ὡς μέν τινες, ὁ ἐντρεχὴς καὶ κεκινημένος· τινὲς δέ, νεανίας· Νίκανδρος δέ, ὁ νομεύς· Ὅμηρος Ω δὲ μᾶλλον ἐπὶ τοῦ κοσμίου καὶ καθήκοντος. ἀπὸ τῆς αἴσης παράγωγον· Ὅμηρος Γ γὰρ τὴν αἶσαν ἐπὶ τοῦ καθήκοντος τάττει· αἶσα αἴσω αἰσύω ἀπὸ τῆς αἴσης παράγωγον αἰαισύω αἰσυτήρ καὶ πλεονασμῷ τοῦ η αἰσυητήρ
α 379
Αἰσχίνης · εἰς τὸ Αἰσχύλος
α 380
Αἴσχιστος Β · αἰσχρός, ἐπονείδιστος· ὄνομα εἴδους τῶν παραγώγων ὑπερθετικοῦ ἐκ τοῦ αἶσχος, ὅπερ ἐκ τοῦ ἴσχω ἴσχος ὄνομα, καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊσχος καὶ ἐν συναιρέσει αἶσχος, ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν. σημαίνει δὲ τὸ ὄνειδος, καὶ ἐξ αὐτοῦ αἰσχρός αἰσχρότερος αἰσχρίων καὶ ἐκβολῇ τοῦ ρ αἰσχίων καὶ αἴσχιστος, ὥσπερ ἐστὶ μακρός μακρότερος μακρίων καὶ μακίων καὶ τροπῇ τοῦ α εἰς η μηκίων καὶ μήκιστος· Η τὸν μὲν δὴ μήκιστον.“
α 381
Αἰσυμνῆται θ · οἱ παρʼ ἡμῶν λεγόμενοι βραβευταὶ καὶ ἀγωνοθέται, ἤτοι ἐπίσκοποι τοῦ ἀγῶνος· καὶ εἴη ἂν κατὰ τὸ ἔτυμον αἰσιονεμῆται, οἱ τὸ αἴσιον, τουτέστι τὸ κατὰ μοῖραν καὶ καθῆκον, ἀπονέμοντες τοῖς ἀγωνιζομένοις
α 382
Αἶσχος · παρὰ τὸ α στερητικὸν ἁμαρτία, λοιδορία, μῖσος αἰσχύνης ἄξιον, σαπρία, καὶ μετὰ τοῦ στερητικοῦ α καὶ τὸ ἴσχω γέγονεν αἶσχος
α 383
Αἰσχρός Β · παρὰ τὸ αἶσχος, ὃ σημαίνει τὸ ὄνειδος, καὶ ὥσπερ παρὰ τὸ κῦδος γίνεται κυδρός, οὕτως καὶ παρὰ τὸ αἶσχος γίνεται αἰσχρός. τὸ δὲ αἶσχος γίνεται ἐκ τοῦ ἔχω, καὶ πλεονασμῷ τοῦ ς ἔσχω καὶ ἴσχω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀΐσχω καὶ αἶσχος, ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν. ἢ παρὰ τὸ αἶσχος αἰσχηρός καὶ ἐν συγκοπῇ αἰσχρός
α 384
Αἰσχύλος · ὁ ποιητὴς ὁ τραγῳδοποιός· παρὰ τὸ αἶσχος Αἰσχύλος, ὡς σιμός Σιμύλος, παρʼ ὃ καὶ Αἰσχίνης Αἰσχινάδης· παρὰ τὸ εἶναι αἰδήμονα
α 385
Αἰσχύλος · ὁ ποιητής· παρὰ τὸ αἶσχος Αἰσχύλος, ὡς σιμός Σιμύλος, παρʼ ὃ καὶ Αἰσχίνης. παρὰ τὸ ἴσχειν αἶσχος· σημαίνει δὲ τὸ παῦσαι καὶ κωλῦσαι
α 386
Αἰσχύνη · εἰς τὸ Αἰδώς καὶ Φόβος
α 387
Ἀΐσσω · εἰς τὸ Ἄιττειν
α 388
Αἴσω · εἰς τὸ Ἄστρον
α 389
Αἴσω · ἐπὶ μέλλοντος, καύσω
α 390
Ἀΐτης · ὁ ἐρώμενος· παρὰ τὸ ἄειν, ὅ ἐστι πνέειν· ὁ εἰσπνέων τὸν ἔρωτα τῷ ἐραστῇ. φασὶ γὰρ γίνεσθαι τὸν ἔρωτα διὰ τὸ εἰσ πνεῖσθαι ἐκ τῆς μορφῆς τοῦ ἐρωμένου, ὅθεν καὶ εἰσπνήλας καλοῦσι τοὺς ἐραστὰς οἱ Λάκωνες
α 391
Ἀΐτιας · σημαίνει δὲ τὰς ἐρωτικάς· ὥσπερ ἀπὸ τοῦ ὁ δεσπότης ἀρσενικοῦ γίνεται τὸ θηλυκὸν ἡ δεσπότις διὰ τοῦ ι οὕτως καὶ ἀπὸ τοῦ ἀΐτης ἀῗτις διὰ τοῦ ι ἀΐτιδος ἀΐτιδασ καὶ ἐκεῖθεν ἀΐτιας
α 392
Ἄϊος · ὁ ἄφωνος, οἷον ἄνευ ἰωῆς καὶ φωνῆς· οἱ γὰρ ἐκπεπληγμένοι ἄφωνοι γίνονται
α 393
Αἰτιατική · ἀπὸ τοῦ ἴω, τὸ ἔρχομαι, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀΐω, τὸ πάνυ ἔρχομαι, καὶ ἐξ αὐτοῦ αἰτία, καὶ ἐκ τούτου αἰτιῶ αἰτιάσω καὶ αἰτιατική
α 395
Αἰτία · πολλὰ σημαίνει, τὴν εὐθύνην, τὸν τρόπον καὶ τὴν ποίησιν καὶ τὴν ἀλήθειαν, ἐξ ἧς τὸ αἰτιατικόν γίνεται
α 396
Αἴτιος Γ · παρὰ τὸ ἄτη, ὃ σημαίνει τὴν βλάβην, ἄτιος καὶ πλεονασμῷ τοῦ ι αἴτιος, ὁ βλαπτικός. τὸ τι ι. διὰ τί; τὰ ἀπὸ ἀπτώτων διὰ τοῦ ιος γινόμενα ὀνόματα ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται, οἷον ἀρκῶ ἄρκιος, αἰτῶ αἴτιος. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; πρός τι ἔχοντος. καὶ πρὸς τίνα ἔχει τὴν σχέσιν; πρὸς τὸν αἰτιατόν· τὸ γὰρ αἴτιον τοῦ αἰτιατοῦ ἐστιν αἴτιον, ὥσπερ ὁ χαλκὸς τοῦ ἀνδριάντος ἐστὶν αἴτιος, καὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου εἰσὶν αἴτια τῆς γραμματικῆς, καὶ ὁ πατὴρ τοῦ υἱοῦ
α 397
Ἀΐω · ἀκούω· καὶ ὁ παρατατικὸς ἄϊον, Λ ἄϊεν“ ἐπήκουεν
α 398
Αἰτεῖν · ἐπὶ τοῦ μὴ ἀποδοῦναι. τὸ αἰτεῖσθαι ἐπὶ τοῦ κιχρᾶσθαι
α 399
Αἴτνη · ὄρος Σικελίας· παρὰ τὸ αἴθω, τὸ καίω, Αἴτνη, ὡς φάγω φάτνη, πήσσω πάχνη· φασὶ γὰρ αὐτὸ καπνὸν ἐκεῖθεν ἀναδίδοσθαι
α 400
Ἄϊτος · εἰς τὸ Ἀπρόσιτος
α 401
Αἰτοῦμαι · εἰς τὸ Αἰτῶ
α 402
αἰτοῦμαι διαφέρει· τὸ μὲν γὰρ αἰτῶ ἐπὶ τοῦ εἰς ἅπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Δυσκόλῳ διαστέλλει τὴν διαφοράν, οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδʼ αἰτούμενοσ“
α 403
Αἰφνίδιον · παρὰ τὸ ἀφανές ἀφανίδιον καὶ ἐν συγκοπῇ αἰφνίδιον
α 404
Αἰχμαλωτεύω · ἐκ τοῦ αἰχμάλωτος· τοῦτο δὲ παρὰ τὸ αἰχμή καὶ ἁλῶ, τὸ πορθῶ
α 405
Αἰχμάς · εἰς τὸ Ὀχμάσσω
α 406
Αἰχμή · ὅπλον· παρὰ τὸ ἀΐσσω, εὐκίνητος γάρ. Ὅμηρος
α 407
Αἰχμητάων Α · τῶν πολεμιστῶν· αἰχμητής αἰχμητοῦ· παρὰ τὸ αἰχμή αἰχμῶ αἰχμᾷς αἰχμάσω αἰχματής καὶ αἰχμητής· τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσω γέγονεν ἀϊχή καὶ κράσει αἰχή καὶ πλεονασμῷ τοῦ μ αἰχμή. Δωρικὴ δὲ ἡ διάλυσις. τὰ δὲ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα εἰς της ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· ἐραστής, θεατής, δαπανητής, λωβητής. τὸ δὲ πεδήτης καὶ κομήτης καὶ ἀλήτης οὐ παρὰ ῥῆμα, ἀλλὰ παρὰ τὸ πέδη καὶ κόμη καὶ ἄλη. τὰ δὲ τοιαῦτα δισύλλαβα ὀνόματα δηλονότι ἀπὸ μονοσυλλάβων περισπωμένων τῆς δευτέρας συζυγίας ἐγένοντο, καὶ βαρύνονται, οἷον κτῶ κτήτης καὶ Φιλοκτήτης, βῶ βήτης καὶ διαβήτης, θλῶ θλάτης, πρῶ πράτης. τὸ δὲ αἰχμή παρὰ τὸ ἀΐσσειν. ἡ γενικὴ τῶν πληθυντικῶν αἰχμητάων. ὁ κανών· τὰς εἰς ων γενικὰς τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας οἱ Αἰολεῖς διὰ τοῦ αων προσφέρουσιν, οἷον μέλισσαι μελισσάων, μέλαιναι μελαινάων, αἰχμηταί αἰχμητάων· οἱ δὲ Δωριεῖς διὰ τοῦ εων πύλαι πυλέων, καὶ Ὅμηρος Η ὣς εἰπὼν πυλέων“. καὶ ὥσπερ αἰχμητής αἰχμητοῦ αἰχμητᾶο καὶ αἰχμητέων, οὕτως αἰχμητῶν καὶ αἰχμητάων καὶ αἰχμητέων
α 408
Αἰχμητής · ἐκ τοῦ αἰχμάζω ὁ μέλλων αἰχμάσω, αἰχματής καὶ τροπῇ τοῦ α εἰς η αἰχμητής· εἰ γὰρ ἦν παρώνυμον ἀπὸ τοῦ αἰχμή, ὤφειλε βαρύνεσθαι, ὥσπερ τὸ ὑπήνη ὑπηνήτης καὶ κορύνη κορυνήτης. τὸ δὲ αἰχμή ἐκ τοῦ ἀΐσσω· ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ αἷμα χέειν
α 409
Αἶψα Α · παρὰ τὸ ἅπτω ἅψα καὶ αἶψα· σημαίνει δὲ τὸ ταχέως γινόμενον
α 411
Αἰώρημα · εἰς τὸ Αἰωρῶν καὶ Ἀπαιωρημένος καὶ Ἀπαιώρων
α 412
Ἀκαλήφη · ἔστι φυτὸν θαλάττιον καὶ βοτάνη δῆξιν καὶ κνησμὸν ἐν τῷ ἅ πτεσθαι ποιοῦσα
α 413
Ἀκαμπίας · εὐθύδρομος, ἐπʼ εὐθείας περιπατῶν· παρὰ τὸ καμπτὴν μὴ ἔχειν
α 414
Ἄκανθα · διὰ τὸ αἰκίζειν ἤγουν πλήττειν. ἢ παρὰ τὸ ἐν τῇ ἀκ ῇ ἀνθεῖν, ἤγουν ἐν τῇ ὀξύτητι
α 415
Ἄκανθος · πόλις Μακεδονίας· ὅτι ἀντὶ ἐρυμά των ῥάχαισ ὅ ἐστιν ἀκανθώδεσι φυτοῖς, περιβέβληται
α 416
Ἀκάτιον · παρὰ τὸ ἄγω ἄξω ἀκτός καὶ προσθήκῃ τοῦ α ἄκατος, καὶ ἐξ αὐτοῦ ἀκάτιον
α 417
Ἄκατος · σημαίνει τὸ μικρὸν πλοιάριον· γίνεται δὲ παρὰ τὸ ἀκτή, ὃ σημαίνει τὸν αἰγια λόν· ἡ μὴ πελαγοδρομοῦσα, ἀλλὰ τὰς ἀκτὰς περιερχομένη
α 418
Ἀκέραιος · ὁ ὑγιής· ἀπὸ τοῦ κέρας κέραιος καὶ ἀκέραιος, ὁ μὴ θυμούμενος καὶ διὰ τοῦ κέρατος βλάπτων· ἀπὸ μεταφορᾶς τῶν τοῖς κέρασιν ἀμυνο μένων ζώων. καὶ εἰς τὸ Ἀκραιφνής
α 419
Ἀκεστόν · ἰάσιμον· παρὰ τὸ ἀκέσασθαι. καὶ ἀνήκεστον τὸ ἀθεράπευτον
α 420
Ἀκεσώδυνος · ὁ ἰατρός ὁ τὰς ὀδύνας θεραπεύων· ἐκ τοῦ ἀκῶ ἀκέσ ω καὶ τοῦ ὀδύνη· ἐξ οὗ ῥηματικὸν ὄνομα ἀκέστωρ, ὁ ἰατρός. Ὁμήρου
α 421
Ἀκέων Α · ἔστι ἠκέω, τὸ ἡσυχάζω, τροπῇ τοῦ η εἰς α ἀκέων, ἡ μετοχὴ ἀκέων. ἢ παρὰ τὴν ἀκήν, τὴν ἡσυχίαν. ἢ λυπούμενος· παρὰ τὸ ἄχος ἀχέω καὶ ἀκέω καὶ ἡ μετοχὴ ὁ ἀκέων. οἱ δὲ τὸ πάνυ σιγᾶν καὶ λυπεῖσθαι λέγουσι· παρὰ τὸ κέω, τὸ κοιμῶμαι, μετὰ τοῦ ἐπιτατικοῦ α ἀκέω καὶ ἀκέων. τὸ δὲ ἀκέων εἰ καὶ θηλ υκὸν παρασχηματισμὸν ἔχει, Ε ἡ δʼ ἀκέουςʼ ἀπεβήσατο“, ἀλλὰ καὶ ὡς ἐπίρρημα πληθυντικῶς εἴρηται, τὸ ἀκέων ἕκαστος φ ἀλλʼ ἀκέων δαίνυσθε“. ἢ γί νεται π αρὰ τὸ ἀ γῶ, τὸ ἐκπλήττομαι, ἀγήν καὶ ἀκήν ἔστιν οὖν ἐπίρρημα μεσότητος. ἀλλὰ κανών ἐστιν ὁ λέγων αὐτὸ μετοχὴν· ἐπεὶ τῶν εἰς ων ληγόντων, οἷς παράκειται θηλυκὸν εἰς α τῇ παραλήξει τοῦ ς τούτοις παρέπεται τὸ εἶναι μετοχαῖς, οἷον λέγων λέγουσα, φ έρων φέρουσα, φρονῶν φρονοῦσα. διὰ τούτου τοῦ λόγου δείκνυται καὶ τὸ κρ είων μετοχή ἐκ τοῦ Χ κρείουσα γυναικῶν“
α 423
Ἀκή · εἰς τὸ Ἄκανθα καὶ Ἀκέων καὶ Κατʼ ἄκρας καὶ Ἄκος
α 424
Ἀκηδιῶ · παρὰ τὸ ἀηδιῶ· τοῦτο παρὰ τὸ ἡδύς καὶ μετὰ τοῦ στερητικοῦ α ἀηδής καὶ πλεονασμῷ τοῦ κ ἀκηδής καὶ ἀκηδιῶ ἐξ αὐτοῦ
α 425
Ἀκήματα · παρὰ τὸ ἀκῶ ἀκέσω, ἐξ οὗ καὶ ἀκεστής καὶ ἀκεστός
α 426
Ἀκήν Γ · ἐπίρρημα μεσότητος. ἀντὶ τοῦ ἡσύχως καὶ ἀφώνως. γίνεται παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, κατὰ μετάμειψιν τοῦ γ εἰς κ · ὡς ἔστι καὶ τὸ λυγαῖον, ὃ σημαίνει τὸ σκοτεινόν, λυγόφως καὶ λυκόφως, οὕτως καὶ ἄγη καὶ ἄκη, καὶ κατὰ μετάθεσιν τοῦ τόνου γίνεται ἀκή καὶ ἀκήν, ἀντὶ τοῦ ἡσύχως· οἶδε γὰρ ἡ ἔκπληξις καὶ ἀφω νίαν ἐμποιεῖν. ἢ παρὰ τὸ μὴ χαίνειν. τὸ κην ἦτα· τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν ταῖς πτώσεσι φυλάττει γραφήν, οἷον τὴν ἀπριάτην Α ἀπριάτην ἀνάποινον“. οὕτως καὶ τὴν ἀκήν καὶ ἀκήν ἐπίρρημα. καὶ εἰς τὸ Ἀκινάκης
α 427
Ἀκηχέδαται · παρὰ τὸ ἀχῶ, τὸ λυποῦμαι, ἀχάζω, ὡς ἀνιῶ ἀνιάζω· ὁ παρακείμενος ἤχακα, ὁ παθητικὸς ἤχασμαι ἤχασται καὶ τὸ Ἰωνικὸν ἠχάδαται καὶ μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ τροπῇ τοῦ α εἰς ε ἀκηχέδαται
α 428
Ἀκίβδηλος · ὁ καθαρός· οἷον ἀκρύβδηλος· ἀπὸ τοῦ κρύβω κρύβδηλος καὶ ἀκίβδηλος πλεονασμῷ τοῦ α ὁ μὴ κρυβόμενος ἀλλὰ φανερός. τὸ κρύβω συντάσσεται πτώσει αἰτιατικῇ καὶ δοτικῇ
α 429
Ἀκιδνός · ὁ ἀσθενής· παρὰ τὸ αἰκίζω αἰκιδνός καὶ ἀκιδνός
α 430
Ἀκινάκης · εἶδος ἀκοντίου Περσικοῦ· παρὰ τὴν ἀκήν, ὃ σημαίνει τὴν ὀξύτητα. Χοιροβοσκοῦ
α 431
Ἀκίνδυνον ἐκ τοῦ κίνδυνος· τοῦτο δὲ παρὰ τὸ κινεῖν τὰς ὀδύνας κινόδυνος καὶ ἐν συγκοπῇ ἀκίνδυνος
α 432
Ἀκίς · τὸ τοῦ βέλους σιδήριον· παρὰ τὸ ἀκή ἀκίς, ὡς σκάφη σκαφίς, ὑποκοριστικόν
α 433
Ἀκκίζεσθαι · τὸ μωραίνειν· ἀπὸ Ἀκκοῦς τινος θυγατρός. ἥτις ἱστορεῖται μωροτάτη γίνεσθαι
α 434
Ἀκκίζεται · ἔτι τοῖς ὅπλοις ἀκκίζεται, ἔτι τῆς ὕβρεως ἔχεται“· ἐπαίρεται, γυναικίζεται, θρύπτεται, ἢ μωραίνει. σημαίνει δὲ καὶ τὸν θέλοντα μὲν προσποιούμενον δὲ μὴ θέλειν· ἀκκισμοὶ γὰρ προσποιήσεις εἰσὶ καὶ ὑποκρίσεις. ἀπὸ Ἀκκοῦς τινος Σαμίας μωρᾶς οὔσης
α 435
Ἀκλόνητος · ἐκ τοῦ κλῶ, τὸ κλάνω
α 436
Ἀκμάζω · παρὰ τὸ ἀκμή, ὃ σημαίνει τὴν ἡλικίαν· τὸ δὲ ἀκμή παρὰ τὸ ἄγω ἀγή καὶ πλεονασμῷ τοῦ κ ἀκμή κατὰ μετάθεσιν
α 437
Ἀκμαία · παρὰ τὸ μὴ κάμνειν εὐχερῶς
α 438
Ἀκμή · ἡ ὀξύτης· παρὰ τὸ ἥκω ἀκή καὶ πλεονασμῷ τοῦ μ ἀκμή. καὶ εἰς τὸ Ἀλκή
α 439
Ἀκμή · παρὰ τὸ μὴ κάμνειν διὰ νεότητα· ἔνθεν καὶ ὁ ἥλιος ἀκάμας παρὰ τὸ ἀεὶ νέον εἶναι τὸν θεόν
α 440
Ἄκμηνος · ὁ ἄγευστος. ἀκμηνὸς ὁ θάλλων καὶ αὔξων
α 441
Ἀκμῆτες · ἀκοπίαστοι, μὴ κάμνοντες· ἀπὸ τοῦ κάμνω, οὗ ὁ δεύτερος ἀόριστος ἔκαμον· ἐξ αὐτοῦ καμής καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαμής καὶ συγκοπῇ ἀκμής. σημαίνει δὲ τοὺς ἀκμάζοντας καὶ τοὺς ἀσίτους. τὸ δὲ ἀκμής, τὸ σημαῖνον τὸν ἄσιτον, γίνεται παρὰ τὸ ἀκτήν, ὃ σημαίνει τὸν σῖτον· Ὅμηρος Ν Δημήτερος ἀκτήν“, τουτέστι ψωμὸν ἢ σῖτον. τὸ κάμνω συντάσσεται μετὰ δοτικῆς· ἔκαμε δὲ ὁ πατὴρ τῷ παιδί.“
α 442
Ἄκνηστις · παρὰ τὸ δυσκόλως κνήθεσθαι αὐτὴν διὰ τῆς χειρός
α 443
Ἀκόλαστος · παρὰ τὸ μὴ κολάζειν τὴν ἐπιθυμίαν
α 444
Ἄκολος · ὁ ψωμὸς ὁ μικρὸς· εἴρηται ὁ μηκέτι δυνάμενος κολούεσθαι διὰ σμικρότητα
α 445
Ἀκόλουθος · σημαίνει τὸν ὀπίσω τὴν κέλευθον ποιούμενον· τὸ γὰρ α τὸ ὀπίσω σημαίνει, καὶ ἐκ τοῦ ἐλεύθω ἔλευθος καὶ κέλευθος
α 446
Ἀκόνη · ὁ λίθος, διʼ οὗ τὸν σίδηρον ὀξύνομεν· παρὰ τὸ κονῶ, τὸ φθείρω καὶ λεπτύνω, μετὰ τοῦ ἐπιτατικοῦ α. ἢ παρὰ τὸ κονῶ, τὸ ἐνεργῶ
α 447
Ἀκονιτί · οἷον ἀκονιτὶ τὰς πλείστας προσηγάγετο“. ἐκ μεταφορᾶς τῶν ἀθλητῶν τῶν εὐμαρῶς περιγινομένων, ὥστε μὴ κονίσασθαι, τουτέστι κόνιν ἐπισπάσασθαι· τοῖς γὰρ παλαίουσιν ἐκ τῆς βίας ἱδρῶτα γίνεσθαι, εἶτα κόνιν ταῖς χερσὶν ἀναλαμβάνειν. ἢ ἀκονιτί· εὐχερῶς, συντόμως, ὥστε μηδὲ κονιορτὸν ἐγείρεσθαι
α 448
Ἀκόντισε · παρὰ τὸ ἀκοντίζω· τοῦτο δὲ παρὰ τὸ ἄκων, ὃ σημαίνει τὸ δόρυ· τὸ δὲ ἄκων παρὰ τὴν ἀκὴν καὶ ὀξύτητα
α 449
Ἄκος · κυρίως ἡ διὰ σιδήρου θεραπεία· παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, ἐξ οὗ καὶ ἀκωκή, ἢ τὸ τῆς ἀκμῆς τοῦ ξίφους ἴαμα. καὶ εἰς τὸ Φαρμακεία
α 450
Ἀκούσειαν Β · ἀκούσαιμι, ἐξ αὐτοῦ ἀκούσειαν. ὁ κανών· τὰ εἰς μι εὐκτικὰ ἀορίστου ὄντα ἐνεργητικοῦ οἱ Αἰολεῖς διὰ τοῦ εια προφέρονται· τίσαιμι τίσειαν, ὑποστρέψαιμι ὑποστρέψειαν. ζήσαιμι δὲ οὐ λέγεται ζήσειας, ἐπειδὴ τὰ τοιαῦτα εὐκτικὰ εὐχὴν δηλοῦσι πράγματος ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς τέλος ἔλθῃ τοῦ γράψαι. ὅθεν οὐ δεῖ λέγειν ζήσειας, ἐπειδὴ εὑρίσκεται εὐχόμενος ἵνα εἰς τέλος ἔλθῃ τῆς ζωῆς, τουτέστιν ἵνα ἀποθάνῃ, καὶ λοιπὸν εὑρίσκεται κατευχόμενος αὐτοῦ. ὁ δὲ κανὼν τοῦ ἀκούσειαν· ὅσοι δὲ αὐτῶν οὐκ εἶχον τὴν μετοχὴν εἰς ο μετʼ ὀξείας. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 451
Ἀκουτιεῖς · ἔστιν ἀκούω ὁ παρακείμενος ἤκουκα, ὁ παθητικὸς ἤκουσμαι, τὸ τρίτον ἤκουσται καὶ ἐξ αὐτοῦ ἀκουστός ἀκουστίζω καὶ ἀκουτίζω, ὁ μέλλων ἀκουτίσω ἀποβολῇ τοῦ ς καὶ ὁ Ἀττικὸς ἀκουτιῶ· σημαίνει δὲ τὸ ποιῶ ἀκοῦσαι
α 452
Ἀκούω · ἔστι κοῶ, τὸ νοῶ, κούω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀκούω· οἱ γὰρ ἀκούοντες πάνυ νοοῦσι. καὶ εἰς τὸ Πατρακούστης
α 453
Ἀκράαντον Β · παρὰ τὸ κραίνω, τὸ τελειῶ, ἐξ οὗ ὁ μέλλων κρανῶ, ὁ ἀόριστος ἔκρανα καὶ τροπῇ τοῦ α εἰς η ἔκρηνα, καὶ τὸ προστακτικὸν κρῆνον· καὶ ὥσπερ παρὰ τὸ χραίνω, τὸ μολύνω, χραντός, ὁ μεμολυσμένος, καὶ ἄχραντος, ὁ ἀμόλυντος, καὶ παρὰ τὸ φαίνω φαντός καὶ ἄφαντος, οὕτως καὶ παρὰ τὸ κραίνω κραντός καὶ ἄκραντος· καὶ πλεονασμῷ τοῦ α ἀκράαντοσ ποιητικῶς
α 454
Ἀκραιφνής · σημαίνει τὸν καθαρὸν καὶ εὐειδῆ· γίνεται ἐκ τοῦ ἀκέραιος καὶ τοῦ φαίνω. τὸ ραι δίφθογγον. τὸ δὲ ἀκέραιοσ ἐκ τοῦ κέραιος· τοῦτο ἐκ τοῦ κερῶ, τὸ μιγνύω καὶ κιρνῶ· καὶ ὥσπερ παρὰ τὸ πτῶ πταίω καὶ πλεονασμῷ τοῦ ν πταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω, καὶ παρὰ τὸ περῶ τὸ περαίω περαίνω νέον περαίνεισ“, οὕτως καὶ παρὰ τὸ κερῶ κεραίω κεραίνω· ἐκ δὲ τοῦ κεραίω κέραιος καὶ μετὰ τοῦ στερητικοῦ α ἀκέραιος, ὁ μὴ κεκραμμένος κακοῖς ἀλλʼ ἁπλοῦς καὶ ἀποίκιλος, καὶ μετὰ τοῦ φαίνω ἀκεραιοφανής καὶ συγκοπῇ ἀκραιφνής, ὁ καθαρός
α 455
Ἀκρασία · ἀνωμαλία· παρὰ τὸ συγκεκρᾶσθαι. Χοιροβοσκοῦ
α 456
Ἄκρατος · ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κεράσω, οὗ παράγωγον κρῶ κράσω κρατός καὶ μετὰ τοῦ στερητικοῦ α ἄκρατος κατὰ ἀνάδοσιν τοῦ τόνου, οἱονεὶ ὁ μὴ μεμιγμένος. καὶ εἰς τὸ Κατʼ ἄκρας
α 457
Ἄκρητος · εἰς τὸ Ἄκρητοι
α 458
Ἀκριβής · ἐκ τοῦ κρύβω κρυβής καὶ ἀκρυβής μετὰ τοῦ στερητικοῦ α καὶ μεταθέσει τοῦ υ εἰς ι γίνεται ἀκριβής. ἢ παρὰ τὸ ἄχρι καὶ τὸ βαιόν, ὃ σημαίνει τὸ ὀλίγον, ἀχριβής καὶ ἀκριβής, ὁ καὶ τῶν ὀλίγων ἀκριβευόμενος. ἢ παρὰ τὸ ἀχριβής, ὁ μέχρι βίου ζητῶν. ἢ ὥσπερ ἀπὸ τοῦ Ἀφροδύτη Ἀφροδίτη τροπῇ τοῦ υ εἰς ι τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀκρυβής γίνεται ἀκριβής· τὸν γὰρ ἀκριβῆ οὐδεὶς δύναται κρύψαι ἢ λαθεῖν
α 459
Ἄκρις · βαρυτόνως τὸ ἀκρωτήριον, παρωνύμως παρὰ τὸ ἄκρα ἄκρις. ὀξυτόνως δὲ τὸ ζῶον, παρὰ τὸ τὰς ἄκρας τῶν ἀσταχύων νέμεσθαι, ἢ παρὰ τὸ τὰ ἄκρα τῶν ἀσταχύων ἐσθίειν, ἢ παρὰ τὸ κάρα κάρις καὶ ἐν ὑπερβιβασμῷ τοῦ α ἀκρίς οἱονεὶ. μεγάλην κεφαλὴν ἔχουσα
α 460
Ἀκριτόμυθε Β · κρίνω κέκριμαι κέκριται κριτός, καὶ ἄκριτος· ἐκ δὲ τούτου καὶ τοῦ μῦθος καὶ ἀκριτόμυθος. καὶ ἀναβιβάζει τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, χωρὶς εἰ μὴ τὸ σημαινόμενον κωλύσῃ, ὡς τὸ βροτολοιγός
α 461
Ἄκριτον · τὸ ἀδιαχώριστον
α 462
Ἄκρητοι Β · τί σημαίνει; Γ κρητῆρι δὲ οἶνον Μίσγον“· τοῦτο δὲ σημαίνει ὅτι τῷ κρατῆρι τὸν οἶνον ἔμισγον τῶν τε Τρώων καὶ τῶν Ἑλλήνων. ἀρτίως δὲ οὐ σημαίνει τοῦτο, ἀλλὰ ἄκρητοι“ ἀντὶ τοῦ μὴ μίξαντες τῶν βαρβάρων τὸν οἶνον μετὰ τῶν Ἑλλήνων, ἤγουν ἡμῶν. γίνεται δὲ ἐκ τοῦ κερῶ, τὸ ἐπιχέω, ὁ μέλλων κεράσω, συγκοπῇ κράσω, κρατήρ καὶ κρητήρ· λοιπὸν ἐκ τοῦ κράσω γίνεται κρατόσ κρητός καὶ ἄκρητος
α 463
Ἀκροβολησαμένῳ · τῆς συμβολῆς ἐν τῷ πολέμῳ ἀρξαμένῳ, ἢ ἀκοντίσαντι. τὸ θέμα ἀκροβολῶ. συντάσσεται μετὰ αἰτιατικῆς
α 464
Ἀκροβόλισμα · παρὰ τὸ ἄκρως βαλλόμενον
α 465
Ἀκροβυστία · ἐκ τοῦ ἀκρόβυστον, ὃ σημαίνει τὸ κεκαλυμμένον· παρὰ τὸ βύω, τὸ καλύπτω, βύσω βέβυκα βέβυσμαι βέβυσται βυστός καὶ τροπῇ τοῦ τ εἰς ς βυσσός καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄβυσσος, ὁ τόπος ὁ ὑπὸ πλήθους ὑδάτων καλυπτόμενος
α 466
Ἀκροθίνιον · σημαίνει τὴν ἀπαρχήν· γέγονε δὲ παρὰ τὸ ἄκρον καὶ τὸ θίς, ὃ σημαίνει τὸν σωρόν
α 467
Ἄκρον · παρὰ τὸ ἥκω, τὸ ἔρχομαι· οἱονεὶ τὸ ἐπὶ τῇ ἐξοχῇ ἐληλυθός
α 468
Ἄκρον · σημαίνει τὸ πέρας καὶ τὸ ἔξοχον· γίνεται δὲ παρὰ τὸ ἄχρι καὶ τὸ ὄν ἄχρον καὶ ἄκρον
α 469
Ἄκρον ἄωτον · οὗτοι δὴ οὖν ἅπαντες τὸ ἄκρον ἄωτον, κατὰ τὴν ποίησιν, τῶν ἐν τῷ καθʼ ἡμᾶς χρόνῳ φιλοσοφησάντων“, ἡ ἀπαρχὴ κατὰ μετάληψιν. σημαίνει γὰρ ἀπὸ τοῦ ἄνθους ἀπαρχὴν καὶ καρπόν ἀπὸ δὲ τοῦ ἄκρου τὸ σπουδαῖον. τὸ δὲ ἄωτον ἄνθος δηλοῖ, ἱμάτιον, ἔριον, δέρμα, ὕπνον ἡδὺν καὶ μαλακόν. κυρίως δὲ τὸ δέρμα καὶ τὸν ὕπνον σημαίνει ἡ λέξισ. Ὅμηρος Κ τί πάννυχον ὕπνον ἀωτεῖσ“, ἀντὶ τοῦ ἀπανθίζῃ, ἀπολαύεις
α 470
Ἀκρωτηριάζω · ἱστορεῖται, ὅτι τοὺς ἔν τινι ἁλόντας ἀτοπήματι οἱ παλαιοὶ ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον. τὸ οὖν κρω μέγα, ὅτι παρὰ τὸ ὦς ὠτός γέγονεν
α 471
Ἀκτάζων · ἀντὶ τοῦ ἐξανιστάμενος· ἀπὸ τοῦ ἄττω ἀττάζω καὶ ἀκτάζω
α 472
Ἀκταίνειν · μετεωρίζεσθαι· παρὰ τὸ ἀκτή ἀκτός καὶ ῥῆμα ἀκτῶ, ἀφʼ οὗ ἀκταίνω, τὸ κ ου φίζω, παρὰ τῷ Αἰσχύλῳ
α 473
Ἀκταῖος · εἰς τὸ Ἄμφιος
α 474
Ἀκταίωρος · παρὰ τὸ τὴν ἀκτὴν οὐρεῖν, ὅ ἐστι φυλάσσειν, τροπῇ τῆς ου εἰς ω
α 475
Ἀκτή · παρὰ τὸ κατεάχθαι καὶ καταλελύσθαι. σημαίνει δὲ δύο· τὸν αἰγιαλόν, ὡσ τὸ Β ἀκτῇ ἐφʼ ὑψηλῇ“, καὶ γίνεται παρὰ τὸ κατάσσεσθαι εἰς αὐτὴν τὰ κύματα· σημαίνει δὲ καὶ τὸ λεπτότατον τοῦ ἀλεύρου, ὡς τὸ Ν Δημήτερος ἀκτή“, γίνεται δὲ παρὰ τὸ κατάσσεσθαι αὐτὴν ἐν τῷ ἀλήθεσθαι
α 476
Ἀκτίς · ἀπὸ τοῦ ἄγω ἄξω ἦγα ἦγμαι ἦξαι ἦκται ἀκτίς, οἱονεὶ ἡ πανταχοῦ φερομένη· ἢ ἐκ τοῦ ἦκται ἀκτός καὶ ἐκ τούτου ἀκτίς διὰ τοῦ ι. δεῖ γινώσκειν, ὅτι τὸ ἀκτίς, τὸ σημαῖνον τὴν ἀκτῖνα τοῦ ἡλίου, διὰ τοῦ ι γράφεται, ἐπειδὴ δικατάλεκτόν ἐστι· λέγεται γὰρ ἡ ἀκτίς καὶ ἡ ἀκτίν. πάντα δὲ τὰ εἰς ις δικατάληκτα διὰ τοῦ ι γράφεται, οἷον δελφίς δελφίν, Ἐλευσίς Ἐλευσίν, γλωχίς γλωχίν, Τελχίς Τελχίν, ῥίς ῥίν, θίς θίν. οὕτως οὖν καὶ ἀκτίς διὰ τοῦ ι
α 477
Ἀκτή · παρὰ τὸ κατάγνυσθαι τὰ κύματα. καὶ εἰς τὸ Παρὰ θῖνʼ
α 478
Ἄκυθος · λέγεται ἡ ἄγονος
α 479
Ἄκυστις · παρὰ τὸ ταχέως καὶ ἀπνευστὶ πίνειν ἐξ αὐτοῦ
α 481
Ἄκων · εἰς τὸ Ἀέκοντας
α 482
Ἅλα · εἰς τὸ Ἀλᾶσθαι
α 483
Ἀλάβαστρον · σκεῦός τι ἐξ ὑέλου· παρὰ τὸ λήβω μετὰ τοῦ στερητικοῦ α ἀλάβαστον καὶ πλεονασμῷ τοῦ ρ ἀλάβαστρον, ὃ οὐκ ἔνι λαβεῖν διὰ λειότητα
α 484
Ἀλαβής · ὁ ἰχθύς· ὁ ἐστερημένος τοῦ λήβεσθαι, ἤγουν διὰ χειρῶν κρατεῖσθαι
α 485
Ἀλαζών · ὁ ἀπατεὼν καὶ κομπαστής· εἴρηται δὲ ὁ ἐν ἄλῃ καὶ πλάνῃ καὶ ἐκ τοῦ περιϊέναι ζῶν· ἤ, ὡς Χρύσιππος ὁ ἄλλως ζῶν οὐκ ἀπὸ ἐπιτηδευμάτων, ἀλλὰ ἀπάτης. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 486
Ἀλαλάξατε · ἐκ τοῦ ἀλαλάζω· τοῦτο ἐκ τοῦ λαλῶ λαλάζω καὶ ἀλαλάζω
α 487
Ἀλαλάξω · ἔστι ῥῆμα λαλῶ, οὗ παράγωγον λαλάζω καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀλαλάζω
α 488
Ἀλαλύκτημαι Κ · τὸ ἀδημονῶ καὶ περιπεπλάνημαι· ἐκ τοῦ ἀλῶ ἀλύω, οὗ μέλλων ἀλύσω, ἀλυκτός καὶ ῥῆμα ἀλυκτῶ, ὁ παθητικὸσ παρακείμενος ἠλύκτημαι, ὁ Ἀττικὸς ἀλαλύκτημαι
α 489
Ἀλαός · εἰς τὸ Κεραόν καὶ Λέων
α 490
Ἀλαπάζοντα στίχας ἀνδρῶν Ε · πορθοῦντα, φθείροντα· κυρίως δὲ κενοῦντα. διὸ καὶ Ἀθηναῖοι τὰ τῆς γῆς κενώματα ἀλάπαθα καλοῦσιν
α 491
Ἀλαπάζειν Β · ἐκ τοῦ λάπαθος, ἥτις ἐστὶ βοτάνη κενωτικὴ τῆς γαστρός, καὶ γίνεται παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ πάθος, παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη· ἐκ τούτου γίνεται λαπάζω καὶ πλεονασμῷ τοῦ α ἀλαπάζω
α 492
Ἀλᾶσθαι · παρὰ τὸ ἀλῶ, ὃ σημαίνει τὸ πλανῶ, ὁ παθητικὸς ἐνεστὼς ἀλῶμαι, τὸ ἀπαρέμφατον ἀλᾶσθαι· τὸ δὲ ἀλῶ παρὰ τὴν ἄλην, ὃ σημαίνει τὴν πλάνην· τοῦτʼ ἔστι παρὰ τὸ ἅλα, ὃ σημαίνει τὴν θάλασσαν· κυρίως γὰρ ἄλη ἡ ἐν θαλάσσῃ πλάνη. καὶ εἰς τὸ Ἀλάστωρ
α 493
Ἀλαστήσας Μ · χρόνου ἀορίστου πρώτου· τὸ ῥῆμα ἀλαστῶ ἐκ τοῦ ἄλαστος, ὡς ἄπιστος ἀπιστῶ. ἀλῶ, τὸ πλανῶ, παράγωγον ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω, σκεδῶ σκεδάζω· ἐκ τούτου ἀλαστός, ὡς σκευάζω σκευαστός, καὶ ἐξ αὐτοῦ ῥῆμα ἀλαστῶ· σημαίνει τὸ χαλεπαίνω, διότι οἱ πλανώμενοι χαλεπαίνουσιν. ἢ παρὰ τὸ λάζω, τὸ σημαῖνον τὸ λαμβάνω, ἄλαστον, ὃ οὐκ ἄν τις θέλοι λαβεῖν
α 494
Ἀλαστῶ · λάζω, τὸ λαμβάνω, λαστός καὶ ἀλαστῶ
α 495
Ἀλάστωρ · ὁ φονεὺς καὶ ὁ ἐφορῶν τοὺς φόνους Ζεὺς ἢ δαίμων, καὶ δαιμόνων ἀλαστόρων“· ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος τοῦ ἐλαύνεσθαι· ἢ ἀπὸ τοῦ ἀλᾶσθαι, ὅ ἐστι πλανᾶσθαι· ἢ ὁ ἄλαστα δρῶν
α 496
Ἀλάστωρ · ὁ Ζεύς· παρὰ τὸ ἐποπτεύειν τοὺς ποιοῦντας τὰ ἄλαστα
α 497
Ἀλαῶς · παρὰ τὸ λάω· στερητικὸν δὲ τὸ α
α 498
Ἄλγος · παρὰ τὸ ἀλέγω, τὸ φροντίζω· ὃ περὶ πολλοῦ ποιούμεθα καὶ φροντίζομεν
α 499
Ἀλδήσκω · τὸ αὐξάνω· παρὰ τὸ ἀλῶ ἀλήσω ἀλήσκω καὶ πλεονασμῷ τοῦ δ ἀλδήσκω
α 500
Ἄλδω · εἰς τὸ Δυσαλθές
α 501
Ἀλέασθαι · ἐκκλῖναι, ἀναχωρῆσαι· κυρίως δὲ τὸ ἀπὸ πυρὸς ἐκφυγεῖν· ἀλέα γὰρ ἡ θέρμη τοῦ πυρός, δαλέα τις οὖσα, ἀπὸ τοῦ δαίω, τὸ καίω
α 502
Ἀλεγίζεις Α · παρὰ τὸ ἀλέγω, τὸ φροντίζω· τοῦτο παρὰ τὸ λέγω, ἐξ οὗ καὶ λόγος, ἡ φροντίς, οἷον οὐ ποιοῦμαι αὐτοῦ λόγον“ ἢ φροντίδα· λέγω οὖν μετὰ τοῦ ἐπιτατικοῦ α ἀλέγω, καὶ ἐξ αὐτοῦ ἀλεγίζω παράγωγον
α 503
Ἀλέγω · εἰς τὸ Ἀπηλεγέως
α 504
Ἀλεείνω Γ · σημαίνει τὴν θερμασίαν καὶ γίνεται παρὰ τὸ ἀλέα, ὃ σημαίνει τὴν θερμασίαν, οἱονεὶ ἐκ τοῦ ψύχους εἰς τὴν θερμασίαν ἀποφεύγω
α 505
Ἄλειαρ · διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὰ ἄλευρα. ἐκ τοῦ ἄλεαρ γέγονε κατὰ προσθήκην τοῦ ι ἄλειαρ
α 506
Ἀλειπής · πηγὴ ἐν Ἐφέσῳ· οὕτως καλεῖται παρὰ τὸ μηδέποτε ἐπιλείπειν μήτε θέρους μήτε χειμῶνος
α 507
Ἄλεισον · παρὰ τὸ ἁλὲς πίνειν ἐξ αὐτοῦ
α 508
Ἀλείτης Γ · ὄνομα· τὸ λει δίφθογγον. τὰ διὰ τοῦ ιτης παρώ νυμα διὰ τοῦ ι γράφεται, πλὴν τοῦ ἀλείτης καὶ τὰ ὅμοια· τοῦτο δέ, ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ διὰ τοῦ ο ἀλοίτης· σημαίνει δὲ καὶ αὐτὸ τὸν ἁμαρτωλόν. καθόλου δὲ τὰ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον. ἢ ὅτι κατὰ διάλεκτον Αἰολικήν· οἱ γὰρ Αἰολεῖς τὴν ει δίφθογγον εἰς οι τρέπουσι, τὸ γὰρ ὄνειρον ὄνοιρον λέγουσι καὶ τὸ ἐπείγω ἐποίγω. γίνεται δὲ παρὰ τὸ ἀλιτῶ, τὸ ἁμαρτάνω, ἐξ οὗ καὶ ἀλιτήριος, ὁ ἁμαρτωλός· παρὰ τὸ τὰς λιτὰς μὴ τηρεῖν. ὅθεν καὶ ὁ Ἀλεξίων διὰ τοῦ ι · ἐξ οὗ καὶ ἀλιτρός, ὁ ἁμαρτωλός. ἡ δὲ γίνεται· τοῦτο γὰρ διὰ τοῦ ι · ἐξ οὗ καὶ ἀλιτρός, ὁ ἁμαρτωλός. ἡ δὲ παράδοσις διὰ τῆς ει διφθόγγου
α 509
Ἀλείτης · σημαίνει τὸν ἁμαρτωλόν· παρὰ τὸ ἀλοίτης τροπῇ τοῦ ο εἰς ε ἀλείτης
α 510
Ἀλέκτωρ · παρὰ τὸ λέγω λέκτωρ, ὡς κραίνω κράντωρ· ἢ παρὰ τὸ λέχω, τὸ κοιμῶμαι, ἀλέκτωρ, ὁ μὴ κοιμώμενος. καὶ εἰς τὸ Ἠλέκτωρ
α 511
Ἀντιόχεια · κατὰ παρώνυμον παραγωγὴν γέγονεν ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ τοῦ Ἀλεξάνδρου καὶ Ἀντιόχου
α 512
Ἀλέξανδρος · παρὰ τὸ ἄλεξιν εἶναι ἀνδρῶν, ἤγουν βοήθειαν
α 513
Ἀλεξῶ · εἰς τὸ Ἔπαλξις
α 514
Ἀλευρότησις · παρὰ τὸν σήσω μέλλοντα σῆσις καὶ ἀλευρότησις
α 515
Ἀλεύω Γ · ποίου σχήματος; συνθέτου. ἐκ τοῦ ἀλῶ, τὸ πλανῶ καὶ τὸ ἐκκλίνω· τοῦτο ἐκ τοῦ λῶ, τὸ θέλω, μετὰ τοῦ στερητικοῦ α ἀλῶ· οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται καὶ ὧν βούλονται οὐ τυγχάνουσιν
α 516
Ἀλεωρή · ἡ φυλακή· παρὰ τὴν ἁλέαν, ὃ σημαίνει τὴν θερμασίαν, καὶ τὸ ὠρεῖν, τὸ φυλάσσειν
α 517
Ἀλήθεια · ἐκ τοῦ ἀληθής ἀρσενικοῦ εἰς θηλυκὸν μετῆλθεν διὰ τῆς ει ἀλήθεια. Χοιροβοσκοῦ
α 518
Ἄληκτος · παρὰ τὸ λήγω, τὸ παύω· τὸ λη η · καὶ ὁ μέλλων λήξω, ὁ πρῶτος ἀόριστος ἔληξα, ὁ παθητικὸς παρακείμενος λέληγμαι λέληξαι λέληκται ληκτός καὶ ἄληκτος, ὁ ἀκατάπαυστος καὶ πολύς, ἐξ οὗ καὶ τὸ ἄληκτον ὑμνεῖ τὸν κενούμενον λόγον“. ἔστι δὲ ἐπίρρημα μεσότητος ἀντὶ τοῦ ἀλήκτως· μετάγεται γὰρ ἀπὸ ὀνόματος εἰς ἐπίρρημα μεσότητος. ἔστι γὰρ τὸ ἄληκτον καὶ ἐπίρρημα ὁμοίως, καὶ φυλάσσει τὴν αὐτὴν γραφήν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει
α 519
Ἀλησιάς · ἡ Ἀφροδίτη· διὰ τὸ περὶ πᾶν ζῶον ἀλᾶσθαι
α 520
Ἄληστα · παρὰ τὸ ἀνεπίληστα εἶναι τὰ κακά
α 521
Ἀλήτης · ὁ Ἡρακλέους ἀπόγονος, ἀφʼ οὗ καὶ οἱ Κορίνθιοι Ἀλητίδαι λέγονται. Νικήτου
α 522
Ἀλθαίνω · τὸ θεραπεύω· παρὰ τὸ ἄλθω· τοῦτο παρὰ τὸ ἄρδω, τὸ βρέχω, ἐξ οὗ καὶ ἀρδεύω· ὥσπερ ὅταν βρέξῃ ξηρὰν οὖσαν τὴν γῆν εὔτροφον αὐτὴν ποιεῖ, οὕτως καὶ ταῦτα
α 523
Ἄλθω · εἰς τὸ Δυσαλθές
α 524
Ἀλίβας · ὁ νεκρός· παρὰ τὸ λιβάδα καὶ ὑγρότητα μὴ ἔχειν. καὶ εἰς τὸ Ἄζω καὶ Ζωννύω καὶ Ὑγιής
α 525
Ἁλίζωνες · οἱ Βιθυνοί, διότι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερσόννησός ἐστιν ὑπὸ τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος διεζωσμένη
α 526
Ἁλιζώνων Ε · τῶν Παφλαγόνων· παρὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί
α 527
Ἁλίζω · εἰς τὸ Ξυναλιζόμενοι
α 528
Ἅλιον · τὸ μάταιον· ἀπὸ τῆς ἁλὸς γενικῆς· τὸ γὰρ τῆς θαλάσσης ὕδωρ ἄχρηστον
α 529
Ἅλιος δ · νῦν ἐπίθετον· ἔστι δὲ καὶ κύριον. τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ ιος γινόμενα ὀνόματα μὴ σημαίνοντα μέρος σωματικὸν μηδὲ μετουσίαν μηδὲ κτητικὰ ὄντα διὰ τοῦ ι γράφεται, οἷον Φρύξ Φρυγός Φρύγιος, χθών χθονός χθόνιος, Στύξ Στυγός Στύγιος, ἅλς ἁλός ἅλιος· μέρος σωματικόν, αἴγειος βόειος χήνειος· φλόγειος μετουσιαστικόν. καὶ εἰς τὸ Ἡμῖν. Ἐρεννίου
α 530
Ἁλίπαστον ἁλισπάρτου διαφέρει· τὸ μὲν γὰρ ἁλσὶ πεπασμένον κρέας ἢ ἰχθὺν ἔλεγον ἁλίπαστον· ἁλίσπαρτον δὲ τὴν ἁλσὶ κατεσπαρμένην χώραν. τῶν γὰρ ἀρχαίων τινὲς βαρβάρων δυσμενῶς διακείμενοι πρὸς τοὺς Ἕλληνας τὰς χώρας αὐτῶν ἁλσὶ κατέσπειρον εἰς τὸ μηκέτι δύνασθαι φέρειν καρπούς· ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους δεινῶς καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλισπάρτους καλεῖ
α 531
Ἁλίπεδον · τὸ παραθαλάσσιον πεδίον· παρὰ τὴν ἁλός γενικὴν καὶ τὸ πέδον
α 532
Ἁλίσπαρτον · εἰς τὸ Ἁλίπαστον. Νικήτου
α 533
Ἅλις · παρὰ τὴν ἁλός γενικὴν γίνεται ἅλις ἐπίρρημα. Ἀναλίσκω· τὸ λι ι · οἱ μέν, ὅτι οὐδέποτε πρὸ τοῦ σκ εὑρίσκεται ἡ ει δίφθογγοσ· οἱ δέ, ὅτι τὰ διὰ τοῦ ισκω μὴ παρʼ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα διὰ τοῦ ι γράφεσθαι εὑρίσκεται, οἷον ἁλίσκω. πρόσκειται μὴ παρʼ ἐνεστῶτα ἢ μέλλοντα“ διὰ τὸ κλῶ κλήσω καὶ κικλήσκω. γίνεται δὲ τὸ ἀναλίσκω ἐκ τοῦ ἁλῶ ἁλίσκω καὶ ἀναλίσκω, καὶ σημαίνει τὸ δαπανῶ ἀπὸ τοῦ ἁλῶ, τὸ συναθροίζω, ἐξ οὗ τὸ Ψ χειμέριον ἀλὲν ὕδωρ“, καὶ μετὰ τοῦ στερητικοῦ α ἀναλῶ, τὸ τὰ ἠθροισμένα διαφθείρω· τοῦτο παρὰ τὴν ἁλός γενικὴν ἐκταθέντος τοῦ α · ἐν ταύτῃ γὰρ ἅπαντα συναθροίζεται
α 534
Ἅλις Β · ἱκανῶς· ἐπίρρημα μεσότητος. δασύνεται· τὸ ἀθροιστικὸν α δασύνεται, ἅλις ἅπας. γίνεται οὖν τὸ ἅλις ἐκ τῆς ἁλός γενικῆς· ἐν αὐτῇ γὰρ ἀθρόον καὶ ἱκανόν ἐστι τὸ ὕδωρ
α 535
Ἅλις · παρὰ τὸ ἅλιθα καὶ Λ ἤλιθα πολλήν“
α 537
Ἁλιτενής · ὁ παράλιος τόπος, ὁ παρατεταμένος τῇ θαλάσσῃ
α 538
Ἀλιτήριος · εἰς τὸ Ἀλείτης
α 539
Ἀλκαία · ἡ οὐρά· κυρίως ἡ τοῦ λέοντος διὰ τὸ εἰς ἀλκὴν αὐτὸν τρέπειν
α 540
Ἀλκή · ἡ ἰσχύς· ἀρκή τις οὖσα, ἡ βοηθητική· ἀρκεῖν γὰρ τὸ βοηθεῖν
α 541
Ἀλκή Γ · παρὰ τὸ ἀρκῶ, τὸ βοηθῶ, ἀρκή καὶ μεταθέσει τοῦ ρ εἰς λ ἀλκή. ἢ παρὰ τὴν ἀκμήν, τὴν ἡλικίαν· τοῦτο παρὰ τὸ ἀκμῶ, τὸ κοπιῶ, γίνεται κμή καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ ταχέως κάμνουσα καὶ κοπιῶσα, ἀλλὰ φέρειν κόπους δυναμένη
α 542
Ἀλκμήνη · παρὰ τὸ ἀλκή ἀλκήνη καὶ πλεονασμῷ τοῦ μ Ἀλκμήνη
α 543
Ἀλκυών · ὄνομα ὀρνέου· παρὰ τὸ ἐν τῇ ἁλὶ κύειν
α 544
Ἄλκω · εἰς τὸ Ἄναλκις
α 545
Ἀλλά · ὁ ἀλλά σύνδεσμος ἀντὶ τίνος παραλαμβάνεται; ἀντὶ τοῦ δέ, οἷον ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ“. κατὰ πόσους τρόπους διαφέρει ὁ ἤτοι σύνδεσμος τοῦ μέν; κατὰ δύο· ὅτι ὁ μὲν ἤτοι ποιητικῶς λαμβάνεται, ὁ δὲ μέν συνήθης ἐστίν· καὶ ὅτι ὁ μὲν ἤτοι κατʼ ἀρχὴν τίθεται, ὁ δὲ μέν κατὰ τὸ μέσον παραλαμβάνεται
α 546
Ἀλλʼ ἄγετε Β · τὸ ἄγετε ῥῆμά ἐστι ἢ ἐπίρρημα; καὶ λέγομεν ἐπίρρημα. ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ ἀριθμὸν ἀναδεχόμενα μετὰ τῆς δεούσης τῶν προσώπων καταλήξεως ῥήματά εἰσι· καὶ ὀφείλει εἶναι ῥῆμα. ἀλλʼ ἕτερος κανών ἐστιν ὁ ποιῶν αὐτὸ ἐπίρρημα· ὥσπερ γὰρ τὸ δεῦρο, ὁμολογουμένως ὂν ἐπίρρημα, ἐχόμενον δὲ προστακτικῆς ἐννοίας, κατὰ συνεκδρομὴν ἀριθμὸν ἀνεδέξατο, ὡς ἐν τῷ θ δεῦτε, ὦ φίλοι, τὸν ξεῖνον ἐρώμεθα“, οὕτως τὸ ἄγε, ἐπίρρημα ὄν, κατὰ συνεκδρομὴν τοῦ ῥήματος ἔσχε παρακείμενον τὸ ἄγετε
α 547
Ἀλλαντοπωλῶν · σαλσικοπωλῶν· παρὰ τὸ ἀλλᾶς ἀλλᾶντος καὶ τὸ πωλῶ γίνεται ἀλλαντοπώλης. τὸ δὲ ἀλλᾶς παρὰ τὴν ἀόλλησιν τῶν κρεῶν· ἢ παρὰ τὴν ἄλησιν, τουτέστι συγκοπήν. συντάσσεται τὸ πωλῶ πτώσει δοτικῇ καὶ αἰτιατικῇ. καὶ εἰς τὸ Ἱμάς
α 548
Ἀλλήλοισιν Β · ἡ εὐθεῖα τῶν πληθυντικῶν οὐκ ἔστι. διὰ τί; διότι ἡ τοῦ ῥήματος σύνταξις τὴν ἐν τοῖς δύο προσώποις μετάβασιν δηλοῖ· τὸ γὰρ ἀλλήλων ἤκουσαν“ τοιοῦτόν τί ἐστιν ἄλλοι ἄλλων ἤκουσαν“, ἀλλήλους ἔτρωσαν“ οἷον ἄλλοι ἄλλουσ“. ἐγγινομένης δὲ τῆς εὐθείας ἐν τῷ ἄλληλοι νοηθήσεται τὸ ἄλλοι ἄλλοι, ὅπερ ἄλογον διὰ τὸ ἀλλεπάλληλον τῶν δύο εὐθειῶν
α 549
Ἄλλο · ἀσύναρθρόν ἐστιν ἢ σύναρθρον; ποτὲ μὲν σύναρθρον, ποτὲ δὲ ἀσύναρθρον. καὶ πότε ἐστὶν ἀσύναρθρον καὶ πότε σύναρθρον; ἡνίκα τοῦ κατηγορουμένου πλήθους ὅλου ἐστὶν ἐμπεριληπτικὸν τήν τε διαίρεσιν μερικὴν ποιεῖται, ἕξει καὶ τὸ ἄρθρον παραλαμβανόμενον· ὅτε δὲ ἀόριστόν ἐστι, τότε ἐμποδίζει καὶ τὰς τῶν ἄρθρων παρεμπτώσεις
α 550
Ἄλλο, τοῦτο · διὰ τί σεσημείωται; τὰ ἐπὶ τῶν οὐδετέρων παρασχηματιζομένων ἀρσενικῷ καὶ ὁμοφωνούντων τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ τὸ ἄρθρον ἐστὶ τὸ διακρῖνον. ἐὰν γὰρ εἴπω σοφόν, τοῦτο ἄδηλον, εἴτε εὐθεῖά ἐστιν οὐδετέρου εἴτε ἀρσενικόν. προσερχομένων δὲ τῶν ἄρθρων διαφορὰν ποιοῦσιν. ἐὰν γὰρ εἴπω τὸν σοφόν, τοῦτό ἐστιν αἰτιατικὴ τῶν ἀρσενικῶν· ἐὰν δὲ τὸ σοφόν, εὐθεῖα οὐδετέρου. ἐπεὶ οὖν ἡ ἄλλο τοῦτο ἀντωνυμία οὐ δέχεται ἄρθρα τὰ ὀφείλοντα διάκρισιν ποιεῖσθαι τῇ τε αἰτιατικῇ τοῦ ἀρσενικοῦ καὶ τῇ εὐθείᾳ τοῦ οὐδετέρου, τούτου χάριν σεσημείωται
α 551
Ἀλλʼ ὅ τι οἱ Β · δ μέρη λόγου εἰσίν· ἀλλά σύνδεσμος, τὸ ὅ ἄρθρον, τὸ τί ὄνομα ἀόριστον, τὸ οἵ ἀντωνυμία
α 552
Ἀλλοδαπῷ Τ · γίνεται ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν, ἤγουν τῶν ἄλλων, καὶ κατὰ παραγωγὴν ἀλλοδαπός. χρὴ μέντοι κἀκείνῳ ἐπιστῆσαι, διʼ ἣν αἰτίαν ἐκ μόνων τῶν πληθυντικῶν ἐγένετο ἡ παραγωγή, τῶν κτητικῶν ἀντωνυμιῶν καὶ οὐ καθʼ ἕκαστον ἀριθμὸν παρηγμένων. καὶ λέγομεν, ὅτι ἐπειδὴ ἀνέφικτόν ἐστιν ἐξ ἑνικοῦ ἢ δυϊκοῦ ἀριθμοῦ ἐθνικὴν παραγωγὴν γενέσθαι· οὐ γάρ ἐστιν ἐπινοῆσαι ἔθνος ἐν ἑνὶ ἀνθρώπῳ ἢ δυσίν, ἀλλʼ ἐν ἀπείροις. διὰ ταύτην τὴν παραγωγὴν ἔδοξεν καὶ τὸ ἄλλος ἐν τῷ ἀλλοδαπὸς γενόμενον ἀντωνυμίαν εἶναι. οὐκ ἔστι δέ, ἐπειδὴ μάχεται τῇ ἐννοίᾳ τῶν ἀντωνυμιῶν· ἃ γὰρ ὁρίζει ἡ ἀντωνυμία, ταῦτα ὑπὸ τοῦ ἄλλος αἰναιρούμενα ἀοριστοῦνται, οἷον ἄλλος, οὐκ ἐγώ· ἄλλος, οὐ σύ“
α 553
Ἀλλόθρους · παρὰ τὸ ἄλλος καὶ τὸ θροῦς· ἀλλόθρους γάρ ἐστιν ὁ ἀλλοτρίαν φωνὴν ἔχων, ἤγουν ὁ βάρβαρος
α 554
Ἀλλοιῶ · εἰς τὸ Ἠλλοιωμένοι καὶ Ἀλοιῶ
α 555
Ἀλλοίωσις · εἰς τὸ Μεταβάλλεσθαι