ι 130
Ἱλασμὸς διαλλαγὴ, εὐμένεια. ἔστιν ἱλῶ, ἱλᾷς, ἱλᾷ. ὁ μέλλων ἱλάσω, ὁ παρακείμενος ἵλακα, ὁ παθητικὸς ἵλαμαι, καὶ ἐξ αὐτοῦ ἱλασμός. ἐκ τοῦ ἱλῶ γράφεται ἵλαος, καὶ τροπῇ τοῦ α εἰς ε ἵλεως τὸ Ἀττικὸν. τὸ ἵλεως παρὰ τῇ κοινῇ διαλέκτῳ δασύνεται. καὶ εἰς τὸ ἐξίλασμαι
ι 131
Ἰλαδὸν διὰ τοῦ ι. παρὰ γὰρ τὸ ἴλη, τὸ σημαῖνον τὴν ἄθροισιν γέγονεν, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα
ι 132
Ἱλασσάμενος ἐξιλεωσάμενος, μετοχὴ παθητικὴ συζυγίας δευτέρας τῶν περισπωμένων. τὸ θέμα, ἱλῶ, ἱλᾶς ἱλᾶ. ὁ μέλλων ἱλάσω, ἐκ τούτου ἱλάσθητι καὶ ἱλασμὸς, καὶ ἐκ τούτου ἱλασσόμενοι, πλεονασμῷ τοῦ ς, διὰ τὸ μέτρον. ἐκ τοῦ ἱλῶ ἵλημι, ἐξ οὗ καὶ τὸ ἱλάσθητι, καὶ γράφεται διὰ τοῦ ἰῶτα
ι 133
Ἱλάσσω τὸ ἱκετεύω, ἐξ οὗ καὶ, τὶς δʼ αὐτὸν ἱλάσσεται
ι 134
Ἰλεὺς ὁ Αἴαντος πατήρ. ἐτυμολογεῖται ὑφʼ Ἡσιόδου τὸ, Ἰλέα τόν ρʼ ἐφίλησεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, καὶ οἱ τοῦτʼ ὀνόμῃνʼ ὄνομʼ ἔμμεναι, οὕνεκα νύμφην εὑράμενος ἵλεων, ὄχθῃ ἐρατεινῇ φιλότητι, ἤματι τῷ ὅτι τεῖχος ἐϋδμήτοιο πόληος ὑψηλοῦ ποίησε Ποσειδάων καὶ Ἀπόλλων. ταῦτα παρατίθεται ἐν δέλτα Σιμωνίδης
ι 135
Ἰλεὸς ἡ κατάδυσις, παρὰ τὸ ἀπολωλέναι ἐκεῖ τὸ φῶς
ι 136
Ἵλεως ὁ εὐπαράκλητος, ἀπὸ τοῦ ἔλεος κατὰ τροπὴν τοῦ ε εἰς ι, καὶ τοῦ ο εἰς ω. ἐκ δὲ τοῦ ἵλεως γίνεται ἱλεῶ, ἱλεώσω, καὶ ἐξειλεωσάμην, ἐκ δὲ τοῦ ἱλεῶ γίνεται κατὰ συγκοπὴν ἱλῶ, ἱλᾶς, ἐξ οὗ καὶ τὸ ἵλαθι, καὶ ἱλασάμεθα, καὶ ἱλασσάμενοι. ἐκ δὲ τοῦ ἱλῶ, ἱλάσω, ἱλάσκω, ὥσπερ φῶ φάσκω, βῶ βάσκω
ι 137
Ἰλιγγιᾷ ἀτονεῖ, σκοτοῦται, συστρέφεται, παρὰ τὸ ἰλιγγιῶ, τοῦτο παρὰ τὸ ἴλιγξ ἴλιγγος, τοῦτο παρὰ τὸ εἱλίσσω εἱλίξω, ἐξ οὗ καὶ ἕλιξ τὸ τῆς ἀμπέλου περί φραγμα. ὤφειλε γὰρ τὸ ἰλιγγιῶ διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἀλλὰ διὰ τὸ μέτρον γράφεται διὰ τοῦ ἰῶτα
ι 138
Ἴλιγξ κυρίως συστροφὴ ὕδατος
ι 139
Ἴλιοι παρὰ τὸ Ἶλος ὄνομα κύριον, τὸ ι μακρόν. τὸ ι ἐπιφερομένου συμφώνου ἑνὸς ἁπλοῦ, ᾧ ὑποτάσσηται τὸ ι, ἢ τὸ υ φιλεῖ ἐκτείνεσθαι· χωρὶς τῶν ἀπὸ κλίσεως· ἐγράφη εἰς τὸ δίχρονον
ι 140
Ἶλλος ὁ ὀφθαλμὸς καὶ νόσος, καὶ Ἶλος ὄνομα κύριον, ἀφʼ οὗ καὶ Ἴλος πόλις ὠνόμασται
ι 141
Ἴλλω τὸ δεσμεύω, ἐξ οὗ καὶ ἰλλὰς ὁ δεσμός
ι 142
Ἰλλάσσω τὸ δεσμεύω, ὡς τὸ, τὶς δʼ ἀστῶν ἰλάσσεις
ι 143
Ἴλλοι οἱ ὀφθαλμοὶ, κυρίως δὲ αἱ κόραι τῶν ὀφθαλμῶν ἀπὸ τῆς εἱλήσεως, καὶ παρὰ τὸ εἰλῆσθαι τὰς κόρας τῶν ὀμμάτων
ι 144
Ἰλὺς ὁ ῥύπος, παρὰ τὸ ὕω, τὸ βρέχω, ὕλη, καὶ ἐν ὑπερβιβασμῷ ἰλὺς ἰλύος, καὶ ἴλις ἴλιος, καὶ ἴλεως. ὤφειλε γράφεσθαι διὰ τοῦ η. ἀλλὰ κανών ἐστιν ὁ λέγων, τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλαβὴν, ἔχοντα ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι ἢ τὸ υ, διὰ τοῦ ι ἔχει τὴν πρώτην. κλίνεται δὲ τριχῶς, ὕλη ὕλης, καὶ ἰλὺς ἰλύος, καὶ ἴλις ἴλιος καὶ ἴλεως, καθὼς εἴρηκα ἄνω
ι 145
Ἱλάσκεσθαι τὸ θέμα ἱλῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ σημαῖνον τὸ ἐξιλεοῦμαι, καὶ ἐξευμενίζω, ὁ μέλλων ἱλάσω καὶ πλεονασμῷ τοῦ κ ἱλάσκω, καὶ μετῆλθεν εἰς ἐνεστῶτα. καὶ ἱλάσκοντο τὸ παθητικὸν, καὶ τὸ ἀπαρέμφατον ἱλάσκεσθαι
ι 146
Ἰλὺς παρὰ τὸ ἴζω τὸ καθέζομαι, ἢ παρὰ τὸ ἱλῶ τὸ συστρέφω γίνεται ἰλύς· σημαίνει δὲ τὸν ῥύπον, ὅθεν καὶ ἰλύδοδας λέγουσιν τοὺς ὄφεις, παρὰ τὸ ἰλὺν ἐν τοῖς ποσὶν αἴρειν. ἢ παρὰ τὸ ὕλη ἰλύς. τὸ δὲ ὕλη παρὰ τὸ ὕω τὸ βρέχω, ἐκεῖθεν γὰρ ἔχει καὶ τὸ υ μακρόν. καὶ εἰς τὸ ὕλη
ι 147
Ἰλυσπῶντο εἷρπον, ἐκυλίοντο. ἰλυσπᾶσθαι δέ ἐστι τὸ παραπλησίως τοῖς σκώληξι, καὶ τοῖς ὄφεσιν ἰέναι, οἱονεὶ ἐν τῇ ἰλύϊ σπᾶσθαι, τουτ’ἔστιν ἐν τῇ γῇ κυλίεσθαι
ι 148
Ἰλλούστριος ἔνδοξος, εὐγενὴς, ἔντιμος
ι 149
Ἰλὺς πηὸς βορβορώδης, ῥύπος
ι 150
Ἰλυσπώμενος ἕρπων, εἴρηται δὲ παρὰ τὸ ἐν τῇ ἰλύϊ κατασπᾶσθαι
ι 151
Ἰλὺς παρὰ τὸ ἰλύσσω, ἀποβολῇ τοῦ ω
ι 152
Ἱμὰς ὁ λῶρος, μάστιξ, παρὰ τὸ ἐνίεσθαι ὅ ἐστιν ἐνδύεσθαι, ὡς ἀπὸ τοῦ ἐνίημι. δασύνεται· τὸ ι συνεσταλμένον ἐπιφερομένου ἑνὸς λ ἢ ἑνὸς μ δασύνεται, οἷον, ἵλαος, ἱλαρός
ι 153
Ἰμαῖος εἴτε ἐπιμέλιος ὠδὴ, ἢ ὄνομα κύριον· τὸ μέντοι ἱμῶ μακρὸν ἔχον τὸ ι, ψιλοῦται. σημαίνει δὲ τὸ ἀντλῶ, ὅθεν τὸ ἀνομῶ, καὶ ἰμονία τὸ ἀντλητήριον. διάτι σεσημείωται τὸ ἱμὰς καὶ ἀνδριὰς; τὰ εἰς ας ὀνόματα ὑπὲρ μίαν συλλαβὴν μακρὸν ἔχοντα τὸ α, ἢ βαρύνεται, ἢ περισπᾶται. οἷον, βοναλλᾶς, ἔστι δὲ εἶδος πλακοῦντος, ἐξ οὗ καὶ βαλλαντοπῶλαι, καὶ πελεκᾶς. τὸ δὲ ἱμὰς καὶ ἀνδριὰς, ὡς διαλλάξαντα κατὰ τὸν χρόνον ἤγουν τοῦ ἀρκὰς, διήλλαξαν καὶ κατὰ τὴν κλίσιν. ἐπὶ μέντοι γενικῆς ἱμάντος. οἱ μέντοι Ἀττικοὶ τῷ χρόνῳ τῆς εὐθείας ἀκολουθοῦντες περισπῶσι τὰς γενικὰς, ἡ δὲ κοινὴ συνήθεια οὐ παρέλαβε τοῦτο, διὰ τὸν κανόνα, πάντα τὰ διὰ τοῦ ντ κλινόμενα. καὶ ἐπάνω θέσει μακρᾶς περισπωμένη οὐ τίθεται
ι 154
Ἱμάτιον παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, ἑμάτιον καὶ ἱμάτιον, ἐξ οὗ γίνεται ἱματίζω, ἱματίσω, ἱματισμὸς, ἐκ τούτου καὶ ἱματίδιον, ἀπὸ τοῦ ὀνάριον ὀψαρίδιον
ι 155
Ἱμείρω σημαίνει τὸ ἐπιθυμῶ, ἀπὸ τοῦ ἵμερος, τοῦτο παρὰ τὸ ἵημι, ὃ σημαίνει τὸ προθυμοῦμαι, ἵετο γὰρ βασιλεύειν. ὁ γὰρ ποθῶν ἴεται τὸ ποθούμενον. ἢ ἀπὸ τοῦ ἳ, τρίτου προσώπου ἀντωνυμίας, οἷον, ἐγὼ, σὺ, ἵ. ἀπὸ οὖν τοῦ ἳ καὶ τοῦ μέρος γίνεται ἵμερος, οἷον, ἐκείνου μέρος τὸ ἐπιθυμούμενον· καὶ εἰς τὸ ἱμερτόν
ι 156
Ἴμεν πορευόμεθα, εἶμι τὸ πορεύομαι, τὸ πληθυντικὸν ἴμεν, τὸ ἀπαρέμφατον ἶναι, διὰ τοῦ ι, ἵνα φυλάξῃ τὴν παραλήγουσαν τοῦ πρωτοτύπου, ἤτοι τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν, τοῦ ἰδίου ὁριστικοῦ τοῦ ἴμεν. Ἀττικῶς οὖν ἴμεναι, Ἰωνικῶς ἴμεν, ὡς καὶ τὸ ἔμμεναι ἔμεν. ἕρκος ἔμεν πολέμοιο. καὶ εἰς τὸ ἀπρόσιτον, καὶ εἶναι, καὶ εἶσι, καὶ ἰθμός
ι 157
Ἵμερος ὁ πόθος, Δωρικῶς. τὰ γὰρ ἄνθη λέγεται ἵμερα, ἐπεὶ ἐν τῷ ἀέρι φύονται, ὅτε καὶ τὰ ἐρωτικὰ θερμότερά εἰσι. τούτου χάριν καὶ ὁ Ἀλημαῖος ζεφύρου καὶ ἴριδος τὸν ἔρωτα φασίν. ἵμερος δὲ ἀπὸ τοῦ ἴεσθαι καὶ ποθεῖν. Λύκιοι δὲ ἐαρινοὺς θεοὺς, Ἀφροδίτην καὶ Ἔρωτα καὶ τὰς ἄλλας Νύμφας καλοῦσι
ι 158
Ἵμερος παρὰ τὸ ἵκεσθαι, τὸ σημαῖνον τὸ προθυμεῖσθαι, καὶ γὰρ ὁ ἐπιθυμῶν προθυμεῖται. ὅπερ διὰ τοῦ ι γράφεται, καὶ ὡς ἀπὸ τοῦ ἵημι, ὅπερ, ὡς δειχθήσεται, διὰ τοῦ ἰῶτα γράφεται, ἐξ οὗ γίνεται καὶ τὸ ἱμείρω τὸ ἐπιθυμῶ διὰ τοῦ ι. κατὰ τὴν ἄρχουσαν γραφόμενον. ἰστέον δὲ ὅτι λέγει ὁ Τρύφων, ὅτι ἡμάρτηται τὸ ἵμερος καὶ ἵλαος καὶ ἱμονία, ὅτι μακρὸν ἔχοντα τὸ ι δασύνεσθαι. καὶ γὰρ πᾶν ὄνομα ἀπὸ μακρᾶς ἀρχόμενον ψιλοῦσθαι θέλει· Ἴνω, Ἰαπετὸς, ἰχώρ· πλὴν τούτων· ταῦτα γὰρ δασύνεται. οὐ καλῶς δὲ λέγει. καὶ γὰρ τὸ ἱμάτιον ἐκτείνει τὸ ι, καὶ ὅμως δασύνεται
ι 159
Ἱμερτὸν τὸ ἐπιθυμητὸν, παρὰ τὸ ἱμείρω ἱμερῶ, ἵμερκα, ἵμερμαι, ἱμερτὸς καὶ ἱμερτὸν τὸ οὐδέτερον. τὸ δὲ ἱμείρω παρὰ τὸ ἵμερος, τοῦτο παρὰ τὸ ἴημι τὸ πορεύομαι, τὸ γὰρ ἵμερον παντὶ πορεύεται
ι 160
Ἱμῶ τὸ ἀντλῶ καὶ ἀναπέμπω, ἐκ τοῦ ἱμὰς ἱμάντος, ὃ συστέλλει τὸ ι. ὡς παρὰ τῷ ποιητῇ, ῥῆξεν ἱμάντα βοὸς ἰφικταμένοιο. καὶ τὸ ἀνιμῶμαι δὲ διὰ τοῦ ι γράφεται. παρὰ γὰρ τὸ ἱμὰς ἱμάντος γέγονεν ἱμᾶς, καὶ ἀνιμῶ τὸ ἀνασπῶ
ι 161
Ἱμονία ἐκ τοῦ ἱμὰς, ὃ σημαίνει τὸν λῶρον. σημαίνει δὲ σχοινίον ἀντλήματος. ἢ ἱμονία τὸ δέρμα εἰς ο ἀντλοῦμεν τὸ ὕδωρ, ἀπὸ γὰρ τοῦ ἱμὰς ἱμάντος, ἐξ οὗ καὶ τὸ ἀνιμῶμαι διὰ τοῦ ι γράφεται
ι 163
Ἶνα σημαίνει δ. τὴν δύναμιν ἶνʼ ἀπόλεθρον ἔχοντες. τὸ ὅπως ἵνα γνωῶσι καὶ οἵδε. τὸ νεῦρον, ἵνα τάμῃς πᾶσαν διὰ πρό. σημαίνει δὲ καὶ τὸ ὅπου, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι. ἔστι δὲ καὶ ἐπίῤῥημα τοπικόν· καὶ εἰς τὸ κινῶ
ι 164
Ἴνα κρατοῦντος γίνεται ἐκ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν τῶν νευρῶν δύναμιν. καὶ οὐχ ὡς τινὲς νομίζουσι σύνδεσμον, ἔνθεν καὶ ψιλοῦται, ὁ γὰρ ἵνα σύνδεσμος δασύνεται
ι 165
Ἲν διὰ τοῦ ι, ἐπειδὴ δικατάληκτόν ἐστιν, ἲς γὰρ καὶ ἲν, οἷον ῥὶν καὶ ῥὶς, Σαλαμὶν Σαλαμὶς, Ἐλευσὶν Ἐλευσὶς, ἀκτὶν ἀκτὶς, οὕτως οὖν ἲν ἲς. ἰστέον ὅτι τὸ ἲς, οὐ τὴν δύναμιν σημαίνει μόνον, ὡς παρὰ τῷ ποιητῇ, ἱερὴ ἲς Τηλεμάχοιο, ἀλλὰ καὶ ὄνομα ποταμοῦ, ὡς φησὶν Ἡρόδοτος, καὶ Θύλαξ ὁ ἱστορικός
ι 166
Ἰνὼ διὰ τοῦ ι. παρὰ τὸ ἲς ἰνός. ἢ παρὰ τὸ δύνειν γέγονε δύνω κατʼ καὶ ἀποβολὴν τοῦ δ ὔνω, καὶ τροπῇ τοῦ υ εἰς ι Ἰνὼ, ὥσπερ δύφρος δίφρος· καὶ γὰρ εἰς θάλασσαν ἔδυσεν ἡ Ἰνώ
ι 167
Ἰνίον διὰ τοῦ ι γράφεται. ἰστέον δὲ, ὥσπερ ἀπὸ τοῦ σφὴξ, σφηκὸς γίνεται σφήκιον, σημαίνει δὲ τὴν μικρὰν σφῆκα, οὕτω παρὰ τὸ ἲς ἰνὸς ἰνίον, σημαίνει δὲ τὸ πλατὺ νεῦρον
ι 168
Ἴναχος ὄνομα ποταμοῦ, παρὰ τὸ ἲς ἰνὸς καὶ τὸ χέεσθαι γίνεται, οἱονεὶ ὁ μετὰ δυνάμεως φερόμενος καὶ χεόμενος
ι 169
Ἴνδαλμα ὁμοίωμα, ἐκ τοῦ ἰνδάλλω ὅπερ ἐκ τοῦ εἴδω τὸ ὁμοιῶ, καὶ κατὰ παραγωγὴν ἰνδάλλω. γράφεται διὰ τοῦ ἰῶτα· διάτι; ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι ἐν τοῖς παραγώγοις εἰώθασι πολλάκις τὴν φύσει μακρὰν εἰς θέσιν μεταβαλεῖν, ὡς πένης πενιχρὸς, λήβω λαμβάνω, ἥδω ἁνδάνω, δήκω δαγκάνω, οὕτω καὶ εἴδω ἰνδάλλω τὸ ὁμοιῶ, ἐξ οὗ καὶ ἴνδαλμα
ι 170
Ἴνες τὰ νεῦρα, παρὰ τὸ ἔω τὸ ὑπάρχω, ὄνομα ἲς, ὡς θέω θὶς, καὶ ῥήσω ῥηγμὶς, αἱ δὲ ἶνες παρὰ τὸ εἶναι καὶ συνεστάναι παρέχουσαι τῷ σώματι δύναμιν
ι 171
Ἴνις σημαίνει τὸν νεὸν υἱόν. ἢ παρὰ τὸ ἲς ἰνὸς γέγονε, δύναμις γὰρ τῶν πατέρων οἱ υἱοὶ, ἢ παρὰ τὸ ἰαίνειν γέγονε, τὰ γὰρ τέκνα τοὺς πατέρας εὐφραίνουσιν· ἢ παρὰ τὸ ἰνοῦν τὸ σημαῖνον τὸ θηλάζειν, καὶ γὰρ τοῖς πατράσι τὸ θηλάζειν παρέπεται
ι 172
Ἰνίον τὸ πλατὺ νεῦρον, ἀπὸ τοῦ διήκειν ἀπὸ τῆς τοῦ ἐγκεφάλου βάσεως τὰ πλατέα νεῦρα, ἃ δὴ τὴν ἰσχὺν ἡμῖν ἔχειν δοκεῖ
ι 173
Ἰνωπὸς ὄνομα ποταμοῦ, παρὰ τὸ ἲς ἰνὸς, καὶ τὸ ὂψ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, τροπῇ τοῦ ο εἰς ω
ι 174
Ἴξαλος πηδητικὸς, παρὰ τὸν ἵξω μέλλοντα
ι 175
Ἰξὺς ἡ ὀσφῦς, οἱονεὶ ἄξις τὶς οὖσα, ἣν οὐχ οἷον τε ξύσαι τῇ χειρὶ, ἣν ἀλλαχῶς λέγουσιν ἄκνηστιν, μεγάνωτον τὸν τόπον λέγων
ι 176
Ἰξίων ὄνομα κύριον· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω ἄξω ἄξιος, οὕτω καὶ ἀπὸ τοῦ ἵκω ἵξω γίνεται ἴξιος· καὶ ὥσπερ ἀπὸ τοῦ ἔχις ἔχιος γίνεται ἐχίων, οὕτω καὶ ἀπὸ τοῦ ἴξις ἴξιος γίνεται Ἰξίων
ι 177
Ἰξὸς παρὰ τὸ ἄξος εἶναι, κατέχει γὰρ τὰ ὄρνεα. ἢ παρὰ τὸ ἄγειν τὰ ὄρνεα εἰς ἑαυτὸν, ἢ παρὰ τὸ ἵκω, ἵξω, ἰξός
ι 178
Ἰοδόκος ἡ ἰοῦς δεχομένη, τουτ’ἔστι τὰ βέλη
ι 179
Ἰόμοροι τοξόται, πολέμιοι, παρὰ τὸ μόραν, ὃ σημαίνει τὴν εἱμαρμένην, ἢ παρὰ τὸ ἐν τοῖς ἰοῖς μεμοραμένοι, ὡς τό· τρίγληνα μορόεντα. καὶ εἰς τὸ ῥόεντα
ι 180
Ἴονθος ἡ ἔκφυσις τῶν τριχῶν. ἡ δὲ ὀνομασία ἀπὸ τοῦ ἄνω ἰέναι τὴν τρίχα, ὡς ἄνθος βλάσθησαν
ι 181
Ἰνδικτικὸν καλεῖται Ῥωμαϊστὶ θέσπισμα ἢ μήνυμα. μηνύει γὰρ ἡ ἀρχὴ τοῦ μηνὸς τὴν τοῦ χρόνου περίοδον, ἢ τοῦ μηνός
ι 182
Ἴνδικτος ἡ κατὰ δέκα πέντε ἐνιαυτῶν ἀρχομένη
ι 183
Ἰξίον ἡ βοτάνη, ἤτοι ὁ κίσσος, παρὰ τὸ ἐξικνεῖσθαι
ι 184
Ἰξὸς παρὰ τὸ ἄξειν τὰ ὄρνεα, ἢ ἐκ τοῦ ἵκω, ἵξω, ἰξὸς, ὁ φθάνων μέχρι τῶν ὀρνέων
ι 185
Ἱόντα πορευόμενον, ἐρχόμενον, μετοχὴ ἀορίστου δευτέρου. σεσημείωται τρία βαρυνόμενα ἐπὶ τοῦ ἐνεστῶτος, καὶ ὀξυνόμενα ἐπὶ τῆς μετοχῆς. ἕκων ἑκὼν, ἕω ἑὼν, καὶ ἴω ἰών. καί ἐστι κανὼν ὁ λέγων, πᾶσα μετοχὴ τὸν ἴδιον τόνον φυλάττει τοῦ ἰδίου ὁριστικοῦ, πλὴν τοῦ ἕκω ἑκὼν, ἕω ἑὼν, ἴω ἰών. καὶ οἱ μὲν λέγουσιν αὐτὸ β ἀόριστον, οἱ δὲ ἐνεστῶτα καὶ παρατατικόν
ι 186
Ἰὸν παραγενόμενον. ὅρᾳ δὲ μὴ τὸν τοῦ ὄφεως ὧδε ἐπιλάβῃς ἰόν· ἀλλὰ τὸ ἐν τῷ κανόνι τῆς πεντηκοστῆς εἰρημένον αὐτοδεσπότως ἰὸν, τουτ’ἔστι τὸ ἅγιον πνεῦμα, ἵνα ᾖ μετοχή
ι 187
Ἰόπη διʼ ἑνὸς π καὶ διὰ τοῦ ι. ἔστι δὲ πόλις Παλαιστίνης· συστέλλεται δὲ τὸ ι. εἴρηται δὲ Αἰθιόπη τις οὖσα, κατεῖχον γὰρ αὐτὴν Αἰθίοπες
ι 188
Ἰορδάνης ποταμός ἐστιν, ἐκ δύο πηγῶν συνάπτει. λέγεται ἡ μία Ἰὸρ, ἡ δὲ ἑτέρα Δάνης, εἶτα Ἰορδὰν συνετέθη γὰρ, καὶ κατὰ συνήθειαν ἐγένετο Ἰορδάνης
ι 189
Ἰορδάνης Ἰορδάνου, παρὰ τὸ Ἰὸρ καὶ τὸ Δάνης, ὄνομα ποταμῶν, δύο γάρ εἰσι ποταμοὶ ἐνταῦθα μεμιγμένοι
ι 190
Ἴος ὁ μόνος, πλεονασμῷ τοῦ ο οἶος, ἔνθα καὶ παρατατικός. οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς. τὸ ι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος δισύλλαβα διαφόρως τονούμενα διὰ τοῦ ι γράφεται, οἷον, βίος βιὸς, χίος, θρίος, μνίος ὁ ἁπαλὸς παρὰ Εὐφορίωνι
ι 192
Ἰὸς σημαίνει τὸ βέλος, παρὰ τὸ ἵημι τὸ πέμπω, τὸ πρὸς βλάβην ἐκπεμπόμενον· ἢ παρὰ τὸ ἰὸν τοῦ ὄφεως· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ. ἢ παρὰ τὸ ἰέναι γέγονε, καὶ γὰρ τοὺς τιτρωσκομένους ποιεῖ πορεύεσθαι εἰς τὸν ᾅδην. τὸ δὲ ἰέναι διὰ τοῦτο, ἐπειδὴ παρὰ τὸ ἵημι, καὶ γὰρ λίαν πορεύεται τὸ βέλος, τὸ δὲ ἰέναι παρὰ τὸ ἵημι ἔστιν
ι 193
Ἰοχέαιρα παρὰ τὸ χαίρειν ἐπὶ τὸν ἰόν. ἢ παρὰ τὸ τῇ ἰῷ χαίρειν
ι 194
Ἰὸς τὸ φάρμακον, οἱ γὰρ ἀρχαῖοι ἐπὶ τοῖς ἰοῖς αὐτῶν φάρμακα ἔβαλλον. γίνεται δὲ παρὰ τὸ ἵημι, τὸ πέμπω, ἰὸς, τὸ πεμπόμενον βέλος
ι 195
Ἰὸς παρὰ τὸ βλαπτικὸν εἶναι, ὥσπερ γὰρ ἰὸς τοῦ σιδήρου, οὕτω καὶ οὗτος τοῦ σώματος. γέγονε δὲ παρὰ τὸ ἵημι τὸ πέμπω. ἢ παρὰ τὸν ἰὸν, δηλοῦντα τὸ φάρμακον τοῦ ὄφεως. καὶ γὰρ ἔχριον αὐτὰ ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως
ι 196
Ἰδουμαῖοι διαφέρουσιν. Ἰουδαῖοι γάρ εἰσιν οἱ ἐξ ἀρχῆς φυσικοί. Ἰδουμαῖοι δὲ, τὸ μὲν ἀρχῆθεν οὐκ Ἰουδαῖοι, ἀλλὰ Φοίνικες καὶ Σύροι. κρατηθέντες δὲ ὑπʼ αὐτῶν καὶ ἀναγκασθέντες περιτέμνεσθαι καὶ συντελεῖν εἰς τὸ ἔθνος, καὶ τὰ αὐτὰ νόμιμα ἡγεῖσθαι, ἐκλήθησαν Ἰδουμαῖοι. ἢ ἐξ Ἰούδα τετάρτου παιδὸς Ἰσραὴλ ἐκλήθησαν. οὗτοι δὲ ἐκ γένους εἰσὶν Ἀβραὰμ, Ἰδουμαῖοι δὲ, ἐκ τοῦ Ἠσαῦ ἀδελφοῦ Ἰακὼβ, παιδὸς Ἰσαὰκ, υἱοῦ Ἀβραὰμ, ἀπόγονοι πεφυκότες ἐξ Ἐδώμ
ι 197
Ἰούδας ἀπὸ τοῦ οὔδας, ὃ σημαίνει τὸ ἔδαφος, καὶ πλεονασμῷ τοῦ ι Ἰούδας· ἢ ἀπὸ Ἰούδα φιλάρχου. Ἰούδας Ἰούδα, ὁ κανὼν, τὰ εἰς δας λήγοντα ὀνόματα ἀρσενικὰ, ὑπὲρ δύο συλλαβὰς, ἀποβολῇ τοῦ ς, ποιεῖ τὴν γενικὴν, οἷον, Ἰούδας Ἰούδα, πλακίδας πλακίδα, γεννάδας γεννάδα
ι 198
Ἰούλιος ὁ πέπειρος, δὴ τότε μὴ λιπέσθαι τὶ τῶν καρπῶν τῶν γηΐνων, ἀπὸ Ἰούλου τοῦ Αἰνείου τῆς Ἀφροδίτης
ι 199
Ἰούνιος ὁ νεάζων, ἢ νεὸς, ἢ ἀπὸ τοῦ χωρισμοῦ τῶν τε νέων καὶ μειζόνων, μαΐορες γὰρ οἱ μείζονες λέγονται κατὰ Ῥωμαίους· ἰουνίορες δὲ οἱ νέοι. καὶ ἐκ τούτου λέγεται ἰούνιος, ἵνα ἐν τῷ πολέμῳ, οἱ μὲν μείζονες ταῖς βούλαις, οἱ δὲ νέοι τοῖς ὅπλοις τὴν ἑαυτῶν διαφυλάττουσι διακράτησιν
ι 200
Ἴουλοι παρὰ τὸ αἰολῶς κινεῖσθαι, ἢ παρὰ τὸ ἴουλον τὸ ζῶον, ἢ παρὰ τὸ ἵεσθαι λίαν ἤγουν φέρεσθαι ἰούλους τὰς κατὰ τῶν γενύων πρώτας τρίχας ἰούλους λέγομεν, διὰ τὸ τοὺς ἤδη καὶ ἀπάρτι τούτους ἔχοντας, ἄρχεσθαι ἰέναι ἐπὶ τὸν ἴουλον
ι 201
Ἰοχέαιρα ἡ τοξότις, παρὰ τὸ χέειν τοὺς ἰοὺς, τοξότις γάρ ἐστι οἱονεὶ ἐν τοῖς ἰοῖς χαίρουσα. ἢ ἡ τὸν ἰὸν χέουσα
ι 202
Ἴπος ἡ παγὶς τῶν μυιῶν καὶ τὸ πραιτώριον. διὰ τοῦ ι γράφεται, ἀπὸ γὰρ τοῦ ἴπτω γέγονε τὸ σημαῖνον τὸ βλάπτω. καὶ γὰρ τοῦτο τὸ εἶδος φθαρτικόν ἐστι τῶν μυιῶν. τὸ δὲ ἴπτω διὰ τοῦ ἰῶτα. ἐπειδὴ τὰ εἰς πτω λήγοντα ῥήματα ἀποστρέφονται τὴν ει δίφθογγον. ἰστέον δὲ ὅτι ἀπὸ τοῦ ἴπτω γέγονε τὸ ἰψάμην, ἴψω, ἴψατο, ἐξ οὗ καὶ τὸ, μέγα δʼ ἴψατο λαὸν Ἀχαιῶν. ἢ παρὰ τὸ ἴπτω τὸ φθείρω, ἴπος. φθαρτικὸν δέ ἐστιν ἐργαλεῖον, ἐξ οὗ καὶ τὸ ἰάπτω. καὶ εἰς τὸ ἱππόβοτον
ι 203
Ἱππόβοτος ἱππότροφος. διάτι ἀναβίβασε τὸν τόνον; γίνεται ἐκ τοῦ βῶ βώσω βωτὸς καὶ ἱππόβωτος. τὰ εἰς ος ὀξύτονα δισύλλαβα ἐν τῇ συνθέσει προπαροξύνεται. οἷον φατὸς ἀρηΐφατος, αἳ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι. βατὸς ἄβατος, ἔνθα μάλιστʼ ἄβατός ἐστι πόλις. χωρὶς εἰ μὴ παρασύνθετα ὦσι· οἷον μετρῶ μετρήσω μετρητὸς, διαμετρητῷ ἐνὶ χώρῳ· τὸ δὲ ἵππος παρὰ τὸ ἴεσθαι τοῖς ποσί. γράφεται δὲ διὰ δύο ππ, πρὸς ἀντιδιαστολὴν τοῦ ἴπος, ὃ σημαίνει τὴν τῶν μυιῶν παγίδα. δασύνεται. τὸ ἰῶτα πρὸ τῶν δύο συμφώνων τῶν αὐτῶν ψιλοῦται, οἷον, ἴλλος ὁ ὀφθαλμὸς, ἰλλὰς σημαίνει δὲ τὸν δεσμόν. σεσημείωται τὸ ἵππος ἐκ τῆς συναλοιφῆς, ἐπέβηςʼ ἐφʼ ἵππους
ι 204
Ἱπποδάμοιο ἵππους δαμάζοντας. διάτι προπαροξύνεται; αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαὶ, εἰ μὲν ἀπὸ περισπωμένων γενικῶν ὦσι, προπερισπῶνται, οἷον, καλοῦ καλοῖο, εἰ δὲ ἀπὸ βαρυτόνων προπαροξύνεται. οἷον, Ἀλέξανδρος, Ἀλεξάνδροιο, ἄχραντος, ἀχράντοιο
ι 205
Ἱπποκορυσταὶ ὄνομα σύνθετον ἐκ τοῦ ἵππος καὶ τοῦ κορυστής· τὸ δὲ κορυστὴς ἐκ τοῦ κορύσσω· τοῦτο ἀπὸ τοῦ κορυθή. ἔστι δὲ ἐπικαμπὲς ῥόπαλον. γίνεται οὖν μετὰ τοῦ ἵππος ἱπποκορυστής. καὶ διάτι οὐκ ἀναβίβασε τὸν τόνον; ἐπειδὴ τὰ εἰς της ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει τοῦ ἁπλοῦ φυλάττουσι τὸν τόνον. οἷον, λῃστὴς ἀρχιλῃστὴς, μισοδανειστὴς, ἐρανιστὴς, ἀρχιερανιστής. χωρὶς τοῦ κριτὴς καὶ ἀληθὴς, καὶ δικαιοκρίτης, φιλαλήθης, ὁ κανὼν, τὰ εἰς της ἀρσενικὰ μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ
ι 206
Ἵππος παρὰ τὸ ἴεσθαι ἢ πέτεσθαι τοῖς ποσί
ι 207
Ἱππότα ἱππικὸς, ἡ εὐθεῖα ἱππότης· κατὰ μεταπλασμὸν ἱππότα
ι 208
Ἵππουριν ἐκ τοῦ ἵππος καὶ τοῦ οὖρα, ἐξ ἱππείας οὐρᾶς. ἡ εὐθεῖα ἵππουρις. διάτι προπαροξύνεται; τὰ εἰς ρις λήγοντα ὑπὲρ δύο συλλαβὰς, διφθόγγῳ τῇ διὰ τοῦ υ ψιλοῦ παραληγομένῃ, ἅπαντα ὀξύνονται. οἷον, μολυρὶς, σημαίνει δὲ τὴν σιτοφαγὸν ἀκρίδα, κινοσουρὶς. σεσημείωται τρία τὸ λάμπαρις σημαίνει δὲ τὴν ἀλώπεκα καὶ τὸ τοίμουρις, σημαίνει δὲ ὄνομα πόλεως, κλίνεται δὲ ἱππούριδος
ι 209
Ἵππουρις ἐξ ἱππείων τριχῶν ἔχουσα τὸν λόφον, ἤγουν τὸ προνεῦον τῆς περικεφαλαίας· ἀνάστημα κόσμου ἕνεκα
ι 210
Ἰπῶ σημαίνει τὸ θλίβω, γέγονε δὲ παρὰ τὸ ἴπος
ι 211
Ἴρις τὸ τόξον ἢ τῶν θεῶν ἄγγελος, ἢ ἡ τὸν θεὸν ἀγγέλλουσα· ἢ ἀπὸ τοῦ εἴρειν ὃ σημαίνει τὸ λέγειν καὶ προλέγειν. ἢ παρὰ τὸ ῥεῖν καὶ κινεῖν τὸν ὄμβρον
ι 212
Ἴρις σημαίνει τὸν ἄγγελον· καὶ τὸ τόξον τὸ ἐν τῷ ἀέρι γινόμενον, καὶ ποταμὸν ὡς παρὰ Ἀπολλωνίῳ. καὶ γράφεται διὰ τοῦ ι. ἐπειδὴ τὰ εἰς ρις θηλυκὰ ῥηματικὰ δισύλλαβα, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι. οἷον χαίρω χάρις, εἴρω ἴρις. ὁμοίως καὶ ἔρις ἔριδος. ἔρις δὲ κυρίως ἡ μάχη, ἡ διὰ λόγων γινομένη λέγεται
ι 213
Ἱρὴ ἱερὰ, μεγάλη, τίμια
ι 214
Ἱρὸς σημαίνει τὸν ἱερὸν, ἀπὸ τοῦ εἴρω τὸ λέγω. ἢ παρὰ τὸ ἱερὸν ἱρὸς, κατὰ κράσιν τοῦ ι καὶ ε εἰς ι μακρόν
ι 215
Ἲς σημαίνει τὸ νεῦρον. γίνεται παρὰ τὸ ἔω τὸ ὑπάρχω, ὁ μέλλων ἔσω. ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἲς, ὡς θήσω θὶς, καὶ ῥήσω ῥηγμίς· καὶ εἰς τὸ ἀΐδι, καὶ βία, καὶ ἐκτινάξας, καὶ ἶφι, καὶ κινῶ καὶ μαστίζειν, καὶ σινά
ι 216
Ἴσαν σημαίνει τὸ ἐπορεύοντο. ἔστι δὲ εἶμι τὸ πορεύομαι· καὶ γίνεται ἐκ τοῦ εἶμι βαρύτονον, καὶ τὸ μὲν πληθυντικὸν διὰ τοῦ ι γράφεται, ὡς ἀπὸ τοῦ ἴω διὰ τοῦ ἰῶτα. καὶ ὁ παρατατικὸς ἦν, τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ἰῶτα. ἀλλʼ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι, καὶ ἡ παραλήγουσα συστέλλεται διὰ τὴν προς. τὸ τρίτον ἴσαν
ι 217
Ἴσθι σημαίνει τὸ γίνωσκε, παρὰ τὸ ἴσημι τὸ γινώσκω, ὁ μέλλων ἴσω, τὸ πληθυντικὸν τοῦ ἐνεστῶτος ἴσαμεν, καὶ ἐν συγκοπῇ ἴσμεν, τὸ δεύτερον ἴσατε καὶ ἐν συγκοπῇ ἴσθε, τὸ τρίτον ἴσασι
ι 218
Ἴσθι σημαίνει τὸ γίνωσκε, παρὰ τὸ ἴσημι τὸ γινώσκω, τὸ προστακτικὸν ἴσθαι, καὶ ἐν συγκοπῇ ἴσθι, τὸ τρίτον ἴσατω καὶ συγκοπῇ ἴστω. ἴστω νῦν τόδε γαῖα
ι 219
Ἴσθι σημαίνει τὸ ἴσω τὸ γινώσκω, παρὰ τὸ ἴσημι, ὁ μέλλων ἴσω. τὸ πληθυντικὸν ἴσαμεν, ἡ μετοχὴ ἴσας, ἴσαντος, καὶ τὸ προστακτικὸν ἴσαθι, καὶ κατὰ συγκοπὴν ἴσθι
ι 220
Ἴσθμια ἑορτὴ Ἑλλήνων. λέγονται δὲ καὶ τὰ περιτραχήλια, καὶ τὰ στενὰ τοῦ τραχήλου, παρὰ τὸ εἰσιέναι διʼ αὐτῶν τὴν βρῶσιν
ι 221
Ἴσθμια σημαίνει τρία, τὴν ἑορτὴν, τὰ περὶ τὸν τράχηλον κόσμια, καὶ αὐτὸν τὸν τράχηλον
ι 222
Ἴσθμιον ὁ περιτραχήλιος κόσμος, ὡς τῷ ἰσθμῷ περιτιθέμενος, παρὰ τὸ ἰσθμῶ, ἴσθμιον. ἰσθμὸς δὲ ὁ τράχηλος παρὰ τὸ εἰσιέναι διʼ αὐτοῦ τὰ ποτὰ καὶ τὰ βρώματα, ὅθεν καὶ παρίσθμια
π 7
πορθμὸς διαφέρει, ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχόμενος. πορθμὸς δὲ στενὸς θαλάσσης πόρος ἑκατέρωθεν ὑπὸ γῆς περιεχόμενος
ι 223
Ἰσημοιρία ἐκ τοῦ ἶσος καὶ τοῦ μοῖρα
ι 224
Ἶσις παρὰ τὸ ἶσον, ἡ αὐτὴ γάρ ἐστι τῇ γῇ, ἤ ἐστι σφαιροειδής
ι 225
Ἰσοπάλη ἶσα ἐν κλήρῳ, πάλος δὲ ὁ κλῆρος
ι 226
Ἰσοσθενὲς ἐκ τοῦ ἶσος καὶ τοῦ σθένος γίνεται ἰσοσθενές. τοῦτο ἐκ τοῦ ἰσοσθενὴς ἀρσενικοῦ
ι 227
Ἶσις ὄνομα δαίμονος, διὰ τοῦ ι γράφεται. τιμᾶται οὖν παρὰ τοῖς Αἰγυπτίοις. οἱ μὲν λέγουσιν, ὅτι αὕτη ἔστι τῇ γῇ, ἐπειδὴ παρὰ τὸ ἶσον ἔστι· καὶ ἡ γῆ σφαιροει δὴς γάρ ἐστιν. ἕτεροι δὲ λέγουσιν, ὅτι αὔτη ἐστιν ἡ Ἰώ· καὶ διὰ τοῦτο διὰ τοῦ ι γράφεται, ἐπειδὴ παρὰ τὸ ἴεσθαί ἐστι· πολλὰ γὰρ ἐπλανήθη ἡ Ἰὼ, μεταβληθεῖσα εἰς βοῦν
ι 228
Ἰσίδωρος παρὰ τὸ ἶσος καὶ τὸ δῶρον, τὸ τῆς Ἴσιδος δῶρον
ι 229
Ἶσος διὰ τοῦ ι. εὑρίσκεται συνεσταλμένη ἡ ἄρχουσα. καὶ ἔστιν εἰπεῖν ὅτι παρὰ τῷ ποιητῇ ἀεὶ ἐκτείνεται· οἷον, ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ, καὶ πάλιν, ἶσος Ἄρηϊ. παρὰ δὲ τοῖς ἄλλοις ἐποποιοῖς εὑρίσκεται συνεσταλμένον τὸ ι, ὡς παρὰ Καλλιμάχῳ. ἤλασε Κιμμερίῳ ψαμάθῳ ἶσον. παρὰ δὲ τραγικοῖς ἐν συστολῇ τοῦ ι, οἷον, παρὰ κρηπίδος, πολεμίοισιν ἀρτήθεις. ἰστέον δὲ ὅτι παρὰ τοῖς κωμικοῖς σπανίως εὑρίσκεται ἐκτεινόμενον τὸ ἰῶτα
ι 230
Ἶσος γέγονε παρὰ τὸ εἴδω τὸ ὁμοιῶ, ὁ μέλλων εἴσω, ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα, συστολῇ τοῦ ε, ἶσος
ι 231
Ἰσόῤῥοπον πόθεν ποιεῖς; παρὰ τὸ ἶσον καὶ τὸ ῥέπω τὸ ὁρμῶ, γίνεται ἰσόρεπον, καὶ τροπῇ τοῦ ε εἰς ο ἰσόῤῥοπον
ι 232
Ἰσοβαρὲς ἀκλινές. γίνεται παρὰ τὸ ῥέπω. ἶσος, ὁ ὅμοιος, τὸ ι κατὰ μὲν τὸν ποιητὴν μακρόν. κατὰ δὲ τοὺς πεζολόγους βραχυκατάληκτον· κατὰ ἰαμβικοὺς ἐπαμφοτερίζει. ἴσως δὲ ὁ ποιητὴς Δωρικῶς ἐκτείνει τὰ δίχρονα, ὡς τὸ ὕδωρ καὶ ἰλύς. κεῖσθαι ὑπʼ ἰλύος· καὶ Ἀρες Ἄρες
ι 233
Ἰσόψυχος ἐκ τοῦ ἲς καὶ τοῦ ψυχή
ι 234
Ἰσραὴλ ἔστιν ἲς ἰνὸς, καὶ σημαίνει τὴν δύναμιν, καὶ ὁρῶ τὸ βλέπω, καὶ ἢλ λέγεται παρʼ Ἑβραίοις ὁ θεός. Ἰσραὴλ δὲ ὁ μετὰ δυνάμεως βλέπων τὸν θεόν. Ἰσραὴλ δὲ ὁρῶν τὸν θεὸν, ἢ ἀνὴρ ὁρῶν θεόν
ι 235
Ἶσος παρὰ τὸ ἴημι τὸ πορεύομαι, ὁ μέλλων ἴσω καὶ ἐξ αὐτοῦ ἶσος, ὁ τοὺς λοιποὺς ἀκολουθῶν. ἢ ἶσος διὰ τοῦ ἰῶτα, ὤφειλε διὰ διφθόγγου, παρὰ γὰρ τὸ εἴδω, τὸ σημαῖνον τὸ ὁμοιῶ, ὁ ὅμοιος ἑτέρῳ τινὶ· πολλὰ γάρ εἰσιν ὀνόματα
ι 236
Ἴστε ἐπίστασθε, γινώσκετε, οἴδατε, ἐκ τοῦ ἴσατε καὶ κατὰ συγκοπὴν ἴστε
ι 237
Ἵστη ἔστι ῥῆμα ἵστημι, καὶ ὁ παρατατικὸς ἵστην, ἵστης, ἵστη. καὶ ὤφειλε δὲ τὸ προστακτικὸν ἵσταθι, ὡς ἐκ τῆς μετοχῆς του πρώτου προσώπου τῶν πληθυντικῶν, ἀλλʼ οἱ Αἰολεῖς μιμοῦνται τὰ εἰς ω, καὶ ποιοῦσιν ἐξ αὐτοῦ ἢ ἐκ τοῦ παρωχημένου, ἢ ἀπὸ τοῦ ἱστῶ, τὸ προστακτικὸν ἵστα καὶ ἵστη, ἱστὰς καὶ ἵστησι τρίτου προσώπου
ι 238
Ἰστέον δὲ γνωστέον, τοῦτο εἰς ἀρχὴν λόγου λέγεται
ι 239
Ἱστία τὰ ἅρμενα, παρὰ τὸ ἵζω ῥῆμα, οὗ ὁ μέλλων ἵσω· καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἱστὸς, καὶ ἱστία, καὶ ἱστίον
ι 240
Ἱστὸς τὸ κατάρτιον τῆς νεὼς, καὶ ἱστὸς τὸ ἱστάριον
ι 241
Ἱστοριογράφος συγγραφεὺς καὶ ζωγράφος διαφέρει. καὶ ἀμφότεροι πεζῷ χρῶνται λόγῳ. ἱστοριογράφος μὲν γάρ ἐστι, ὁ τὰ πρὸ αὐτοῦ συγγραφόμενος, ὡς Ἡρόδοτος. συγγραφεὺς δὲ, ὁ τὰ ἀφʼ ἑαυτοῦ, ὡς Θουκυδίδης. ζωγράφος δὲ ὁ ζώων εἰκόνας γράφων
ι 242
Ἰσχάδες παρὰ τὸ ἴσχω τὸ ξηραίνω ἰσχνῶ, ἰσχνάδες καὶ ἰσχάδες
ι 243
Ἰσχανόων σημαίνει τὸ ἐπιθυμῶ, καὶ γράφεται διὰ τοῦ ι. ὥσπερ ἀπὸ τοῦ φῶ φαίνω καὶ παμφαίνω, οὕτω καὶ ἀπὸ τοῦ ἴσχω ἰσχάνω· καὶ ἰσχανόων
ι 244
Ἰσχάνω σημαίνει τὸ ἐπιθυμῶ. καὶ γὰρ τὸ ε πολλάκις ἐν τοῖς ῥήμασιν, ἐπιφερομένων δύο συμφώνων τρέπεται εἰς ἰῶτα. ὡς τὸ τέκω τίκτω, οὕτω καὶ ἔχω ἴσχω. καὶ ὥσπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω καὶ παμφαίνω, καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ ἀπὸ τοῦ ἴσχω γίνεται ἰσχάνω καὶ ἐκεῖθεν ὁ μέλλων ἰσχανῶ. ἀποβληθέντος τοῦ ς καὶ ἐκταθέντος τοῦ ἰῶτα ἰσχάνω. καὶ ὥσπερ ἀπὸ τοῦ εἴρω, ὁ μέλλων γίνεται ἐρῶ, καὶ μετάγεται εἰς ἐνεστῶτα, ἐξ οὗ καὶ ἐρῶ ὁ ἐνεστὼς, καὶ εἴρηκα παρακείμενος, τὸν αὐτὸν τρόπον καὶ ἰσχανῶ ὁ μέλλων, ἅμα τῇ ἀποβολῇ τοῦ ς μετάγεται εἰς ἐνεστῶτα
ι 245
Ἰσχίον τὸ ὄπισθεν μέρος τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον, εἰς ὃ ἐγκεῖται τὸ ἱερὸν ὀστοῦν· τὸ κοῖλον ὅπου ἡ κοτύλη στρέφεται· ἢ τὸ ὑπὲρ ἄνω τῶν μηρῶν κοιλὸν ὀστοῦν· εἰς ὃ ἐμμένει τὸ ἄκρον τοῦ μηροῦ, ὅπερ καὶ γλοῦτος καλεῖται, καὶ κοτύλη, παρὰ τὸ τὴν κοιλότητα· κοτύλαι δὲ αἱ τῆς ἰσχίας κοιλότητες εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται
ι 246
Ἰσχὺς παρὰ τὸ ἔχω, τὸ κρατῶ, πλεονασμῷ τοῦ ς ἔσχω· ἢ παρὰ τὸ ἰσχύω, ἰσχύσω, ἰσχύς
ι 247
Ἰσχὰς ἀπὸ τῆς ἰσχύος· ἐπειδὴ μετὰ τὸ τὴν κρεωδοσίαν δοθῆναι τοῖς Ἀθηναίοις, ἐχρῶντο ταῖς ἰσχάσι
ι 248
Ἰσχὰς ἔστι τὸ κατισχώμενον σῦκον. ἔστι δὲ καὶ βαρεῖα τροφή. ἢ ὅτι ἕως τούτου προβαίνει ὁ καρπός. πρῶτον γάρ ἐστιν ὄλυνθος, εἶτα φῆλιξ, εἶτα σῦκον, καὶ λοιπὸν ἔσχατον ἰσχάς. ἡ ἴσχειν ποιοῦσα τὴν αὔξησιν, φθινόπωρον γάρ ἐστιν
ι 249
Ἰσχνὸν θαλπεινὸν, ἢ σαπρόν. καὶ εἰ μὲν σημαίνει τὸ θαλπεινὸν γίνεται παρὰ τὸ ἰαίνω τὸ εὐφραίνομαι. εἴδε τὸ σαπρὸν παρὰ τὸ ἵημι τὸ πέμπω
ι 250
Ἰσχνὸς παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν τὸν πόδα· καὶ παρὰ τὸ ἀνέχεσθαι τῆς γῆς
ι 251
Ἰσοστάσιον ἶσον τῶν βαθμῶν
ι 252
Ἰσχυρίζεται ἐνίσταται, φιλονεικὼς διαβεβαιοῦται
ι 253
Ἰσχυρὸς ὁ ἴσχειν καὶ ἀντέχειν δυνάμενος. τὸ σχυ ψιλὸν διάτι; τὰ διὰ τοῦ υρος ὀνόματα ἀρσενικὰ, ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ γράφεται
ι 254
Ἴσχω εἰς τὸ αἴσχιστος, καὶ ἰσχνὸς, καὶ ἰχὼρ, καὶ μίμνω
ι 255
Ἴσχω πόθεν γίνεται; ἐκ τοῦ ἔχω. καὶ διάτι οὐκ ἐτράπη εἰς τὴν ει δίφθογγον, ἀλλʼ εἰς ἰῶτα; ἐπειδὴ τὸ ε, ἡνίκα πλεονάσει σύμφωνον, τρέπεται εἰς ἰῶτα. οἷον, ἔχω ἴσχω, μένω μίμνω, πέκω πίκνω
ι 256
Ἰσχὺς παρὰ τὸ ἴσχω, τὸ σημαῖνον τὸ ἀντέχω καὶ δύναμαι. ἢ παρὰ τὸ ἰσχύω τὸ κρατῶ, ἐξ οὗ καὶ διϊσχυρίζω, τὸ διὰ λόγου κρατῶ καὶ πείθω
ι 257
Ἰσχνότης ὀλιγοσαρκία, φθίνει τὸ σῶμα ὀλιγαρκεῖ
ι 258
Ἰταλιῶται διαφέρουσιν. Ἰταλοὶ μὲν γάρ εἰσιν, οἱ ἐξ ἀρχῆς τὴν χώραν οἰκήσαντες· Ἰταλιῶται δὲ, ὅσοι τῶν Ἑλλήνων ὤκησαν μετʼ αὐτῶν. τὸ αὐτὸ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιώτων
ι 259
Ἰτέα φυτὸν, διὰ τοῦ ι παρὰ τὸ ἰέναι. καὶ γὰρ ταχέως αὔξεται, τὸ δὲ ἰέναι διὰ τοῦ ι, ἐπειδὴ παρὰ τὸ ἵημί ἐστιν, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα
ι 260
Ἰτέον πορευτέον. ἔστι δὲ ἐπίῤῥημα ποιότητος· ἐκ τοῦ εἶμι ῥήματος, ὁ β ἀόριστος ἦν, ἡ μετοχὴ εἲς ἔντος, καὶ τὸ προστακτικὸν ἔθι, καὶ τροπῇ τοῦ ε εἰς ι ἴθι, καὶ ἐξ αὐτοῦ ἰθέον, καὶ τροπῇ τοῦ θ εἰς τ ἰτέον. συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς πτώσεως
ι 261
Ἴτριον ἀπὸ τοῦ ἰέναι, ἐπεὶ γὰρ ἕλκεται
ι 262
Ἰτέος παρὰ τὸ ἰτὴς, ὃ σημαίνει τὸν πορευτὸν, ὁρμητικὸν γὰρ τὸ φυτόν
ι 263
Ἴτυς ἡ περιφέρεια τοῦ ἅρματος, τοῦ τρόχου ἡ ἀψίς
ι 264
Ἴτων ὄνομα κύριον, διὰ τοῦ ι γράφεται
ι 265
Ἴτης σημαίνει τὸν πλούσιον, καὶ τὸν πένητα
ι 266
Ἴυγγι φωνῇ, βοῇ, καὶ ἰΰζει τὴν βοὴν καὶ κραυγὴν ποιεῖ. λέγεται δὲ καὶ ΐυγξ σύριγξ μονοκάλαμος καὶ ὄρνεον ἐπαγωγὸν φίλτρων, καλούμενον σεισοπύγης. σημαίνει δὲ καὶ ᾠδήν· καὶ ἰϋγμὸς φωνὴ καὶ συριγμός. καὶ Ὅμηρος· οἱ δʼ ϊύζοντες ἕποντο, τουτ’ἔστι συρίζοντες· ἔστι δὲ πεποιημένη ἡ λέξις
ι 267
Ἴφθιμος ὁ ἰσχυρός. ὁ μὲν Ἡρωδιανὸς σύνθετον αὐτὸ λέγει. οἱ δὲ λοιποὶ διϊσχυρίζονται λέγειν ἁπλοῦν αὐτὸ εἶναι, ὥσπερ παρὰ τὸ πρωῒ πρώϊμος, καὶ ἀΐθιμος ἄνθιμος, ὄψε ὄψιμος, οὕτω καὶ παρὰ τὸ ἴφι ἴφιμος, καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος. τὸ ι πρὸ τῶν δύο συμφώνων κατʼ ἀρχὴν συστέλλεται. χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, διὰ τὸ ἰδνώθεις, ἴδρις, ἱστάς. πρόσκειται εἰ μὴ ἐν κλίσει ῥήματος διὰ τὸ ἱππεύω, καὶ ἵστημι, ἵστην. τὰ δὲ παρὰ τὸ ἴφι εἴτε παρηγμένα, εἴτε συντεθειμένα ἅπαντα ἐκτείνονται. οἷον ἰφιγενὴς, ἰφιγένειον, Ἰφικλῆς Ἴφικλον
ι 268
Ἴφθιμος διὰ τοῦ ἰῶτα. ὥσπερ ἀπὸ τοῦ ἄνθος ἄνθιμος, καὶ κύδος κύδιμος, οὕτω καὶ ἀπὸ τοῦ ἶφος ἴφιμος καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος, καὶ ὁ χρόνος ὑπερεβιβάσθη. καὶ ἡ μὲν ἄρχουσα θέσει μακρά ἐστι, ἡ δὲ παραλήγουσα φύσει. τινὲς δὲ λέγουσιν, ὅτι σύνθετός ἐστιν, παρὰ τὸ ἴφι καὶ τοῦ θυμὸς, ἰφίθυμος καὶ κατὰ συγκοπὴν ἴφθιμος. εἰ γὰρ ἦν σύνθετον, ὤφειλεν εἶναι κοινὸν τῷ γένει, χωρὶς εἰ μὴ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ. οἷον ὁ πάνσοφος καὶ ἡ πάνσοφος, ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, ὁ ἄοικος καὶ ἡ ἄοικος. πρόσκειται εἰ μὴ μηδὲν πλέον σημαίνει τοῦ ἁπλοῦ, διὰ τὸ ἐναντίος ἐναντία, ἐναλίγκιος, ἐναλίγκια, καὶ ἐναντίβιος ἐναντίβια, ταῦτα γὰρ οὐκ εἰσὶ κοινὰ τῷ γένει. ἀλλʼ οὐκ ἀντίκειται ἡμῖν, οὐ πλέον σημαίνουσι τοῦ ἁπλοῦ. τὸ γὰρ ἐναντίος ἐναντία καὶ ἐναλίγκιος ἐναλίγκια, καὶ ἀντίβιος ἀντίβια, τὸ αὐτὸ σημαίνουσι
ι 269
Ἰφιγένεια ἀπὸ τοῦ ἴφι καὶ τοῦ γένος· ἐκ γὰρ ἡρώων κατάγεται
ι 270
Ἰφιγένεια Εὐφορίων αὐτὴν ἐτυμολογεῖ, ἀγνοῶν αὐτὴν Ἀγαμέμνονος, ὡς οἴεται δὲ αὐτὴν Ἑλένης καὶ Θησέως ὑποβλῆθιν δοθῆναι Κλυταιμνήστραν οὕνεκα δʼ ἡμῖν ἶφι βιασαμένη Ἑλένη ὑπεγείνατο Θήσει· ἐξ Ἑλένης καὶ Θησέως
ι 271
Ἴφικλος ὁ ἥρως, ἰφίκολός τις ὢν, ἱστορεῖται γὰρ ταχύτατος. καὶ οἱ παῖδες αὐτοῦ Πρωτεσίλαος καὶ Ποδάρκης
ι 272
Ἴφια μῆλα· τὰ ἀσθενῆ πρόβατα
ι 273
Ἰφίκλης ὄνομα κύριον, διὰ τοῦ ι γράφεται, παρὰ τὸ ἴφι γάρ ἐστι. πάντα δὲ τὰ παρὰ τὸ ἶφι διὰ τοῦ ι γράφεται. οἷον ἰφικράτης, ἔστι δὲ εἶδος ὑποδήματος, Ἰφιάνασσα, Ἰφιμέδουσα, Ἰφιγένεια, Ἰφίκλης. ἡ τῷ λόγῳ τῶν Βιθυνίων
ι 274
Ἰσχανᾷν οἷον ἰσχανόων φιλότητος. σημαίνει δὲ τὸ ἐπιθυμῶν. παρὰ τὸ λίαν ἔχεσθαι γέγονεν ἰσχαλῶ, καὶ τροπῇ ἰσχανῶ. ἢ τὸ ε ἡνίκα πλεονάσει σύμφωνον. καὶ ὥσπερ παρὰ τὸ φῶ γίνεται φαίνω καὶ παμφαίνω, καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ παρὰ τὸ ἴσχω ἰσχάνω, καὶ ὁ μέλλων ἰσχανῶ. καὶ ὥσπερ τὸ γινώσκω ἅμα τῇ ἀποβολῇ τοῦ ν ἐξετάθη τὸ δίχρονον, καὶ μετῆλθεν ἡ θέσει μακρὰ εἰς φύσει μακρὰν, οὕτω ἀπὸ τοῦ ἰσχανῶ μέλλοντος γίνεται ἰσχανῶ, ἀποβληθέντος τοῦ ς καὶ ἐκταθέντος τοῦ ι. καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ γίνεται ἰσχανῶ ἐνεστὼς, ὡς παρὰ τὸ εἴρω, ἐρῶ γίνεται ἐν τῷ μέλλοντι, ἐξ οὗ ὁ εἴρηκα παρακείμενος
ι 275
Ἶφι σημαίνει τὸ ἰσχυρῶς. ὥσπερ ἀπὸ τοῦ νόστος γίνεται νοστόφι, καὶ κατὰ συγκοπὴν νόσφι, οὕτω καὶ ἀπὸ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἰνόφι, καὶ κατὰ συγκοπὴν ἶφι. ἐπὶ δὲ τοῦ ἶφι κατʼ ἀντίφρασίν ἐστι· σημαίνει τὰ ἀσθενῆ καὶ τὰ ἰσχυρά. τὸ δὲ ἲς παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἔσω, ῥηματικὸν ὄνομα ἲς, οἱονεὶ ἡ ὑπάρχουσα ἐν τινί. τὸ δὲ ἔω σημαίνει ζ. ἔω τὸ ὑπάρχω, ἐξ οὗ καὶ ἐῢς ὁ ἀγαθὸς, ὁ γὰρ ἀγαθὸς βέβαιος· ἔω τὸ περιπατῶ, ἐξ οὗ καὶ ὁδός· ἕω τὸ καθέζομαι, ἐξ οὗ τὸ ἥσω, παρʼ αὐτὸν ἰοῦσα· ἕω τὸ ἐνδύομαι, ἐξ οὗ καὶ τὸ, ἐπιείμενε· ἔω τὸ τελειῶ, ἐξ οὗ καὶ τό, ἐξ ἔρον ἔντο· ἔω τὸ εὐφραίνομαι, ἐξ οὗ καὶ ἥδω τὸ εὐφραίνομαι, ἔω τὸ κορεννύω· ἐξ οὗ καὶ τὸ, ἐπεί χʼ ἑῶμεν πολέμοιο
ι 276
Ἰχθὺς παρὰ τὸ ἰθύειν πλεονασμῷ τοῦ χ. ἢ διὰ τὸ ἴεσθαι ἀπὸ τῆς χλόης, ἤγουν φέρεσθαι ἀπὸ τοῦ βάθους
ι 277
Ἰχθὺς ἱερὸς ὁ ἐν τῷ ὑγρῷ θυόμενος
ι 278
Ἰχὼρ ἔλκος, σημαίνει τὸ σεσηπὸς αἷμα, παρὰ τὸ ἴσχω, τὸ σημαῖνον τὸ λεπτύνω, γίνεται παράγωγον ῥῆμα ἰσχανῶ, καὶ ἐξ αὐτοῦ ἰσχὼρ, τὸ λεπτύνον τὸ σῶμα ἐν τῷ καταστάζειν· καὶ ἀποβολῇ τοῦ ς ἰχώρ
ι 279
Ἰχὼρ ὑγρασία τὶς διεφθαρμένη σαρκός. γέγονε δὲ τὸ ἰχὼρ οὕτως, ἔχω, ἴσχω καὶ ἰχὼρ, κατʼ ἐκβολὴν τοῦ ς, φύσει μακρὸν γινόμενον, τῆς θέσει μακρᾶς ἀναχωρησάσης. ἰχὼρ δὲ τὸ σεσηπὸς αἷμα, παρὰ γὰρ τὸ ἴσχω ἔστιν οἱονεὶ τὸ ἐσχευμένον
ι 280
Ἴσχανον καὶ ἰσχάνω, ἐπεθύμουν, παρὰ τὸ ἔχεσθαι λίαν, οἱονεὶ χαλᾷν τὴν γῆν
ι 281
Ἰσχάνει ἐπιθυμεῖ, μετῆκται ἀπὸ τῶν θηρίων καὶ μετὰ τὸ κεχηνέναι ἰεμένων
ι 282
Ἴχνος ὁδὸς, πόρος, βῆμα, ποῦς
ι 283
Ἴχνος παρὰ τὸ ἴσχειν, ὅ ἐστι συνέχειν ὅλον τὸν πόδα· ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς. οὕτως Ὠρίων
ι 284
Ἰχνίον ἴχνος, πάτημα· παρὰ τὸ ἵξω, ἷκμαι, ἰχνίον, ὡς παίζω παιγνίον· τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα, ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ, οἷον, τυρὸς τυρίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δὲ ἀπὸ βραχείας οὐκ ἔτι· φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον, νάκος νάκιον, οὕτως ἴχνος ἰχνίον
ι 285
Ἰχῶ ἀπὸ ἰχῶ χειρὸς, ὂν ὡς βραχὺ τὰ δὲ ἴχνια ὡς σύμφωνα ὑγρῷ συνεζεύγμενα ποιεῖ τὰ πρὸ αὐτοῦ, ὀμόργνυ ἔστι. ἡ εὐθεῖα ἰχὼρ, ἡ γενικὴ ἰχῶρος, ἡ αἰτιατικὴ ἰχῶρα καὶ κατʼ ἀποκοπὴν ἰχῶ, ὡς Ποσειδῶνα Ποσειδῶ
ι 286
Ἰεντῶος ὄνομα πόλεως, παρὰ τὸ ἐντὸς ἔχειν τὸν ἰόν
ι 287
Ἰωγὴ ἡ σκέπη βορέου, ὑπιογὴ, ἀπὸ τοῦ ἰέναι. τὸ γὰρ σκέπον ἐπὶ πᾶν ὃ σκέπει ἴεται, καὶ ὑπιωγαὶ δὲ, αἱ ὑπαγωγαὶ καὶ σκέπαι
ι 288
Ἲψ σημαίνει τὸν σκώληκα, καὶ γίνεται παρὰ τὸ ἴπτω, ὃ σημαίνει τὸ βλάπτω. ἶπες δέ εἰσιν οἱ σκώληκες, οἱ ἐσθίοντες τὰ κρέατα· σῆτες δὲ οἱ ἐσθίοντες τὰ ἱμάτια· θρίπες δὲ οἱ ἐσθίοντες τὰ ξύλα· ἴκες δὲ οἱ ἐσθίοντες τὰς ἀμπέλους. κλίνονται οὕτως· ἲψ ἰπὸς καὶ ἴπες, θρίψ θριπὸς καὶ θρίπες, ἲξ ἰκὸς καὶ ἴκες, σὴψ σηπὸς καὶ σῆπες
ι 289
Ἰωὴ ἡ φωνὴ, παρὰ τὸ ἴω ἰωὴ, ἡ διϊκνουμένη εἰς τὰς ἀκοὰς, οὕτως Ἡρωδιανὸς, παρὰ τὸ ἰέναι καὶ περιήχησίν τινα ποιεῖν
ι 290
Ἰώμενος παρὰ τὸ ἰῶ δευτέρας συζυγίας τῶν περισπωμένων
ι 291
Ἰὼν πορευόμενος, ἀορίστου δευτέρου μετοχῆς. τὸ θέμα ἴω, ὁ δεύτερος ἀόριστος ἴον, ἡ μετοχὴ ἰών. ἢ ἔστιν ἔω τὸ πορεύομαι, καὶ πλεονασμῷ τοῦ ι εἴω ὡσαύτως τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ β ἀόριστος ἴον, ἡ μετοχὴ ἰών. τοῦτο δὲ ἕνεκεν ἴων βαρυτόνου πέμπων
ι 292
Ἰωή σημαίνει τὴν πνοήν. παρὰ τὸ ἴημι ἰὴ, καὶ πλεονασμῷ τοῦ ω ἰωὴ, καὶ ἡ φωνὴ, παρὰ τὸ ἴω γίνεται ἰωὴ, ἡ διϊκνουμένη εἰς ἀκοήν
ι 293
Ἰωκὴ ἡ δίωξις, παρὰ τὸ διώκω διωκὴ καὶ ἀποβολῇ τοῦ δ ἰωκή. οὕτως Ὠρίων. σημαίνει δὲ καὶ τὴν δίωξιν καὶ ἀπειλήν
ι 294
Ἰῶτα ἰστέον ὅτι τὸ ἰῶτα καὶ ἰάσων τινὲς ἐν συλλήψει λέγουσιν εἶναι. ἔστι δὲ ἀνατρέψαι αὐτοὺς, ἐπειδὴ τὰ ὑποταττόμενα τινὶ συλλήψει, ἐὰν ἀντιπροηγήσωνται, ἐν διαστάσει θέλουσι προηγεῖσθαι, οἷον, πρῶτος ἕρπω, κλέος, ἕλκω. εἰ ἆρα οὖν τὸ ἰῶτα ὑποτέτακται τὸ ω κατὰ σύλληψιν. οἷον, τῷ κοχλίᾳ τῷ καλῷ, δηλονότι ἀντιπροηγησάμενον αὐτῷ ἐν τῷ ἰῶτα, καὶ ἰάρδανος καὶ ἰὰς, κατὰ διάστασιν αὐτοῦ, ἀντιπροηγήσαντο. δεῖ δὲ γινώσκειν, ὅτι τὸ ι καὶ τὸ υ τότε δὲ περιστίζειν, ἡνίκα προηγεῖσθαι αὐτῶν φωνῆεν προτακτικὸν, καὶ κατὰ διάστασιν, οἷον, ἀΰω, πάϊς, Δημοσθένεϊ, ὁ ϊωάννης. τοῦτο δὲ γίνεται, ἵνα μὴ νομισθῇ εἶναι δίφθογγος. ὅτε δὲ οὐ προηγεῖται προτακτικὸν φωνῆεν, οὐ δεῖ περιστίζειν αὐτὸ, οἷον, ἰαχὴ, ὕλη. τὸ ι παράγωγόν ἐστι, μονόγραμμα γάρ ἐστιν, ἀλλὰ κατὰ παραγωγὴν ἰῶτα γράφεται
ι 295
Ἰστοδόκη τὴν ὑποδεχομένην, τὸν ἰστὸν θήκην
ι 296
Ἴωνες τινὲς τοὺς τὴν Ἀσίαν οἰκοῦντες, ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος ὀνομασμένοι. καὶ Ἴωνες οἱ Ἀττικοὶ, ἤτοι Ἀθηναῖοι, ἀπὸ Ἴωνος τοῦ Ξούθου
ι 297
Ἰωάννης ἰὼν ἄνωθεν, ἢ χάρις θεοῦ, ἢ ὑπήκοος κυρίῳ
ι 298
Ἰωνᾶς τὸ ω διάτι; πᾶν ὄνομα, Ἑλληνικόν τε καὶ βάρ βαρον ἀπὸ τῆς ιω συλλαβῆς ἀρχόμενον, τὴν πρώτην συλλαβὴν διὰ τοῦ ι ἔχει, τὴν δὲ μετὰ ταύτης διὰ τοῦ ω. πλὴν τοῦ Ἰορδάνης καὶ Ἰόππη, καὶ Ἰοκάστη, καὶ Ἰόλαος. τοῦ Ἰωνᾶ ὁ κανὼν, τὰ εἰς ας περισπώμενα, ἀποβολῇ τοῦ ς κλίνεται
ι 299
Ἰσχανόωσι σημαίνει τὸ κατέχουσι καὶ κωλύουσι· τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν· ἀπὸ τοῦ ἔχω τὸ κρατῶ πλεονασμῷ τοῦ ς ἔσχω. τὸ γὰρ ε πλεόναζον τὰ ἀμφότερα τρέπεται εἰς ἰῶτα· καὶ παράγωγον ἰσχάνω
ι 300
Ἰσχία ὅτι ἴσχει τοὺς καθημένους. σημαίνει τὸ ὑπὸ τὸ ὀστέον εἰς ὃ ἔγκειται τὸ ἱερὸν, ὅπερ καὶ γλοῦτος καλεῖται, καὶ κοτύλη, παρὰ τὴν κοιλότητα
ι 301
Ἵσταο ὥσπερ παρὰ τὸ ἐφάμην ἐφάσο, γίνεται ἔφαο, καὶ κατʼ ἔνδειαν τοῦ ς, οἷον ἐπίφαο, καὶ μάρναο ἀντὶ τοῦ μάρνασο καὶ ἔσσυο ἀντὶ τοῦ ἔσσυτο, οὕτω καὶ ἵσταο, ἵστασο· περὶ παθῶν
ι 302
Ἵστη ποικίλον ἔστιν. οἱ μὲν λέγουσιν, ὅτι ὅταν ἀποκοπὴ γίνεται τῶν εἰς θι προστακτικῶν, ἐπαύξησις ἀκολουθεῖ, ἵσταθι καὶ ἀποβολῇ ἵστα, καὶ ἐκτάσει ἵστη. μέγεθος δʼ ὃς ἵστη. τὸ δὲ μείζονα δεῖ κρατῆρα Μενοιτίου υἱὲ καθίστα, ἀντὶ τοῦ εὐτρέπιζεν. ἐὰν μὲν βραχὺ ἀποκοπή ἐστιν· ἐὰν δὲ κατʼ ἔκτασιν, ἀπὸ τοῦ ἱστῶ ἱστᾶς, ὡς βοῶ βοᾶς· οὕτω Φίλων καὶ Τρύφων. λέγομεν δὲ ἡμεῖς, ὅτι οὐ μόνον ἐπὶ τῶν εἰς ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς μι, τὰ τρίτα πρόσωπα τῶν παρατατικῶν δεύτερα πρόσωπα τῶν προστακτικῶν γίνεται, οἷον, νόει, φίλει, βόα. οὕτως οὖν καὶ οἱ Ἀττικοὶ, ἐὰν μὴ χρήσωνται τῇ θι καταλήξει, χρῶνται τοῖς τρίτοις προσώποις τῶν παρατατικῶν ἐν προστακτικοῖς. οἷον ἐτίθην, ἐτίθης, ἐτίθη, τίθη. ἐπίμπλην, ἐπίμπλης, ἐπίμπλη, πίμπλη· καὶ τοὺς κοφίνους ἅπαντας ἐπίμπλη πτερῶν. οὕτως ἵστη· ἵστη δὲ μέγα κῦμα ποτιῤῥοόν. ὅτι τὰ τοιαῦτα καὶ Δωρικά εἰσιν. οἱ γὰρ Δωριεῖς λέγουσι πίμπλη καὶ κόα· καὶ γὰρ τὸ ὅρα, ὅρη λέγουσιν. οὕτω πίμπλα πίμπλη. Ἡρωδιανὸς περὶ παθῶν
ι 303
Ἱμονία σημαίνει τὸ δέρμα, εἰς ὃ ἀντλοῦσι τὸ ὕδωρ· παρὰ τὸ ἱμὰς, ἱμάντος γέγονε. τὸ δὲ ἱμὰς διὰ τοῦ ι γράφεται, ἐπειδὴ συστέλλεται τὸ ἰῶτα, ὡς παρὰ τῷ ποιητῇ καὶ τὸ ἀνιμῶμαι διὰ τοῦ ι γράφεται, παρὰ τὸ ἱμὰς γὰρ ἱμάντος γέγονεν, οἷον, ἱμὰς, ἱμῶ, ἀνιμῶ. οἱ γὰρ ἀρχαῖοι, διὰ τὸ μὴ κλᾶσθαι ταχὺ τὰ ἀγγεῖα, ἐκ δερμάτων αὐτὰ, ἤγουν ἀσκοῦ κατεσκεύαζον. ἱμῶ οὖν καὶ ἀνιμῶ τὸ ἄνω ἀναλέγομαι· καὶ πάλιν· ἱμάντα θοῶς ἀπέλυσε κορώνῃ, ἱμάντα λέγει τὸ ἐπιζύγωμα τῆς θύρας, ὅπερ ἔστι σανίδιον ἄνωθεν ἐφηλουμεταῖς θύραις· Ἀθηναῖοι τοῦτο καλοῦσιν ἐπιζύγωμα. κορώνη δὲ τὸ λεγόμενον ἐν τῇ συνηθείᾳ κοράκιον
ι 304
Ἰερὸν ἰχθὺν τινὲς δὲ παρὰ τὸ διαίνω διαιρὸς, καὶ ἱερὸν, τὸν ἀεὶ ἐν ὕδασι βρεχόμενον, κατὰ ἀποβολὴν, οἷον, ἐνθʼ ἤτοι μὲν ἐγὼ διερῷ ποδί. οἱ δὲ παρὰ τὸ δίω τὸ διώκω διερὸς καὶ ἱερός, ὁ ταχὺς, διωκτικὸς γὰρ· οὕτως Ἡρωδιανὸς περὶ παθῶν. ὁ δὲ Ὠρίων, ἱερὸν ἰχθὺν τὸν μέγαν, ὥσπερ καὶ ἱερὸν ὀστοῦν· τὸ δὲ μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί
ι 305
Ἱερὸν τέλος τὸ μέγα τάγμα λέγουσιν οἱ γλωσσογράφοι, ὡς ἱερὸν ἰχθὺν τὸν μέγαν. ἱερὸν μὲν οὖν τέλος τὸ θεῖον τάγμα, ἱερὸν δὲ ἰχθὺν τὸν ἀνετὸν, ὡς ἱερὸν βοῦν, ἀπὸ τοῦ ἵεσθαι
ι 306
Ἰκτὴρ ἐκ τοῦ ἰῶ, ἴημι, ἰκτὴρ, ὁ ἰώμενος
ι 307
Ἰθύνω παρὰ τὸ ἰθύς. ἰθύνω σημαίνει τὸ ὁδηγῶ, αὐτὴ δʼ αὖτʼ ἴθυνε
ι 308
Ἰθὺς ἀντὶ τοῦ ἐπʼ εὐθείας ὥρμησαν. ἀπὸ τοῦ ἰθὺς ἰθύω
ι 309
Ἰθείας ἐπʼ εὐθείας, ὀρθῶς· ἀπὸ τοῦ ἰθὺς ἰθεῖα
ι 310
Ἰθὺς παρὰ τὸ ἰέναι γέγονεν ἰθύς. γράφεται διὰ τοῦ ι τῷ λόγῳ τοῦ Βιθυνία· καὶ γὰρ ἔχει τὸ υ ἐπιφερόμενον. σημαίνει δὲ τὸ ἐπʼ εὐθείας
ι 311
Ἱκάνω τὸ ἱκετεύω, ἡμεῖς δʼ ἱκάνομεν τὰ σὰ γούνατα. σημαίνει καὶ τὸ παραγίνομαι καὶ καταλαμβάνω· ἢ μέγα πένθος Ἀχαιΐδα
ι 312
Ἴκαρος παρὰ τὸ ἵκεσθαι πρὸς τὸν ἀγῶνα
ι 313
Ἱματίδιον ὥσπερ ἀπὸ τοῦ ὀψάριον γίνεται ὀψαρίδιον, οὕτω καὶ ἀπὸ τοῦ ἱμάτιον γίνεται ἱματίδιον, διὰ τοῦ ἰῶτα
ι 314
Ἰλίων σημαίνει τὸν σύγγαμβρον, παρὰ τὸ ἴλιον, ὃ σημαίνει τὸ δῶρον, γέγονε· καὶ γὰρ οἱ σύγγαμβροι μετέχουσι τῶν δώρων τοῦ νυμφίου. γράφεται δὲ καὶ διὰ τοῦ ι, καὶ κατὰ τὴν ἄρχουσαν, καὶ κατὰ τὴν παραλήγουσαν· καὶ κατὰ μὲν τὴν ἄρχουσαν τῷ λόγῳ τοῦ Βιθυνία, καὶ γὰρ ἔχει τὸ ι, καὶ κατὰ τὴν δευτέραν συλλαβήν· κατὰ δὲ τὴν παραλήγουσαν τῷ λόγῳ τοῦ Ἀμφίων
ι 315
Ἰλλάδες σχοινία, ἀπὸ τοῦ εἱλῆσθαι, ἐξ ἱμάντα ἰλλασία οὐκ ἐθέλοντα
ι 316
Ἰνδάλλω ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω γίνεται ἀγάλλω, ἴω τὸ πέμπω ἰάλλω, οὕτω καὶ παρὰ τὸ εἴδω τὸ ὁμοιῶ γίνεται εἰδάλλω· ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ν ἰνδάλλω, ἐξ οὗ καὶ ἴνδαλμα
ι 317
Ἲς τὸ δὲ ἲς, διὰ τοῦ ἰῶτα, ὃ σημαίνει τὴν δύναμιν, ὡς δικατάληκτον. τὸ δὲ ἲς οὐ σημαίνει μόνον τὴν δύναμιν, ἀλλʼ ἔστι καὶ ὄνομα ποταμοῦ, ὡς φησὶν Ἡρόδοτος, καὶ Γύλαξ ὁ ἱστορικός
ι 318
Ἰνίον ὥσπερ παρὰ τὸ σφὴξ σφηκὸς γίνεται σφηκίον, σημαίνει δὲ τὸν μικρὸν σφῆκα, οὕτω καὶ παρὰ τὸ ἲς ἰνὸς γίνεται ἰνίον. σημαίνει τὸ νεῦρον, τὸ ὂν ὀπίσω τοῦ τραχήλου· τὰ γὰρ ἡνία διὰ τοῦ η γράφεται, παρὰ τὸ ἀνύω γίνεται γὰρ ἀνίον καὶ ἠνίον. διὰ γὰρ τῶν λώρων τῶν ἵππων ἀνύομεν τὴν ὁδὸν· τὸ δὲ ἶς γέγονε παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἲς, ὡς ῥήσσω ῥηγμίς. καὶ γὰρ ἶνες τὸ εἶναι καὶ συστᾶναι παρέχουσι τῷ σώματι· ἢ παρὰ τὸ ἰέναι ἡμῖν
ι 319
Ἴουλος τὸ πολύπουν ζῶον, ἀπὸ τοῦ ἰέναι, καὶ τῆς λειότητος τῆς πορείας. ἢ παρὰ τὸ οὐλῶς καὶ κυκνῶς εἱλῆσθαι. ὅθεν ἀπὸ μεταφορᾶς καὶ αἱ πολύκοποι νῆες, ἰουλόπεζοι ἀπʼ αὐτοῦ κέκληνται, ὡς παρὰ Λυκόφρονι. ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις. Τέλος τοῦ Ι στοιχείου. ΑΡΧΗ ΤΟΥ Κ ΣΤΟΙΧΕΙΟΥ
κ 3
Κάβειροι ὀνόματα θεῶν· καὶ τὰ ὀνόματα αὐτῶν τρία τὸν ἀριθμόν· Ἀξιέρος, Ἀξιόκερσα, Ἀξιόκερσος. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ. Ἀξιόκερσα ἡ Περσεφόνη. Ἀξιόκερσος μὲν οὖν δὲ ὁ Ἅιδης. Κάβειροι δὲ δοκοῦσιν προσηγορεῦσθαι ἀπὸ Καβείρων ὀρέων Φρυγίας, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. οἱ δὲ δύο εἶναι τοὺς Καβείρους. πρεσβύτερον μὲν Δία, νεώτερον δὲ Διόνυσον
κ 4
Καμβάλλης κάμβαλος λέγεται ὁ καταβάλλων, οἷον, ἀπʼ ἄλλης κάμπης ἐσθίων
κ 5
Κάβιροι ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡσαύτως δὲ Φιλόξενος. καὶ Ἡρωδιανὸς λέγει, τὴν παραδ δίφθογγον ἔχειν. καὶ ἴσως συνέδρασε τὸ μάγειρος, αἴγειρος, πέπειρος, ὄνειρος. Κάβιροι δέ εἰσι δαίμονες περὶ τὴν Ῥέαν οἰκήσαντες τὴν Σαμοθράκην, ὧντινων οἱ μεμυημένοι τὰ μυστήρια ἐν καιρῷ ἀνάγκης εἰσακούονται. ὡς δηλοῖ Ἀριστοφάνης ἐν εἰρήνῃ λέγων· ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθράκῃ τυγχάνει μεμυημένος, νῦν εὔξαιο καλλον ᾖ
κ 6
Κάγκανα τὰ ξηρὰ ξύλα, καὶ εἰς καῦσιν ἐπιτήδεια, οἱονεὶ κατακαλά τινα ὄντα· παρὰ τὸ καίνειν τὸ κόπτειν, συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ κάγκανα. ἢ ὥσπερ ἀπὸ τοῦ τέκω γίνεται τέκανον, καὶ κατὰ συγκοπὴν τέκνον, οὕτω καὶ παρὰ τὸ καίω ῥῆμα, γίνεται κάνον, καὶ κατʼ ἀναδιπλασιασμὸν, καὶ πλεονασμῷ τοῦ γ κάγκανον. οἷον, ἔνθεν ἔπειθεν, οἱ μὲν ξύλα τῆ δε λεχαίην
κ 7
Καγχαλᾷν χαίρειν· ὡς παρὰ τὸ χῶ γίνεται κατὰ παραγωγὴν χαίρω, οὕτω καὶ παρὰ τὸ χῶ χλῶ καὶ καὶ καγχαλῶ, διὰ τὸ ἐν χαλάσμασι εἶναι τὴν ψυχὴν χαίρουσαν· ἔστι δὲ ὅτε καὶ τὸ ἐν τῇ λύπῃ συστέλλεσθαι σημαίνει τὴν λέξιν
κ 8
Κάδος σκεῦος τὶ, παρὰ τὸ χαδῶ τὸ δηλοῦν τὸ χωρῶ, ὁ μέλλων χαδήσω, ἀφʼ οὗ τὸ καχεδήσω κατὰ ἀναρίον· ὁ χάδος καὶ κάδος, καὶ τὸ χωρητικὸν ἀγγεῖον· κάδος μέτρον, ἡμικάδιον ἡμίμετρον
κ 9
Κάδης σημαίνει τὸν ἁγιασμὸν παρὰ τῷ Δαβίδ. καὶ σύσσεικεν κύριος τὴν ἔρημον κάδης. κάδης ἑρμηνεύεται ἡ ἁγία παρὰ τῷ ἁγίῳ βασιλεῖ· Κάδης ὄνομα τόπου
κ 10
Κάδμος λέγεται ὁ Ἑρμῆς παρὰ τοῖς Τυρσινίοις. διὰ τοῦ ι γράφεται
κ 11
Κάζω εἰς τὸ κάσσια καὶ Κάστορα, καὶ κόσμος, καὶ σκαῖος
κ 12
Καθεὶς ἐκ τοῦ ἵημι τὸ πέμπω, ὁ β ἀόριστος ἦν· ἡ μετοχὴ εἲς ἔντος, καὶ μετὰ τῆς κατὰ προθέσεως καθείς
κ 13
Καθεῖλες ἐκ τοῦ εἴλω καὶ τῆς κατὰ προθέσεως καταεῖλες καὶ καθεῖλες
κ 14
Κάθεκτον εἰς τὸ δυσκάθεκτον
κ 15
Καθέζει με ἐπὶ μὲν τοῦ ἐνεστῶτος ψιλοῦται· ἐπὶ δὲ τοῦ μέλλοντος δασύνεται
κ 16
Καθήλωσον κράτησον, ἔστιν ἵημι τὸ πέμπω, ὁ μέλλων ἥσω ἧλος, ἡλῶ, ἡλώσω, καὶ μετὰ τῆς κατὰ προθέσεως καθηλῶ, καθηλώσω
κ 17
Καθʼ ἡμέραν δύο μέρη λόγου εἰσὶν ἐν μίᾳ λέξει
κ 18
Καθεὶς χαλασθεὶς, σημαίνει καὶ καθʼ ἕνα ἕκαστον ἐὰν περισπᾶται
κ 19
Κάθῃ ἰστέον ὅτι τὸ κάθῃ καὶ τὸ μέμνῃ καὶ τὸ δύνῃ παράλογά εἰσι. τὸ μὲν γὰρ κάθη καὶ τὸ δύνη ἐνεστῶτος παθητικοῦ εἰσι, τῶν εἰς μι. ὁ δὲ ἐνεστὼς παθητικὸς τῶν εἰς μι, τροπῇ τοῦ τ τοῦ τρίτου προσώπου εἰς ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον, τίθεται, τίθεσαι, ἵσταται, ἵστασαι. οὕτως οὖν καὶ ἀπὸ τοῦ κάθημαι κάθησαι, καὶ ἀπὸ τοῦ δύναμαι δύσασαι. παράλογον ἄρα τὸ κάθη καὶ τὸ δύνη. τὸ δὲ μέμνη παθητικός ἐστι παρακείμενος· πᾶς δὲ παθητικὸς παρακείμενος τροπῇ τοῦ τ τοῦ τρίτου προσώπου εἰς ς ποιεῖ τὸ δεύτερον. οἷον, πεποίηται πεποίησαι, νενόηται νενόησαι· οὕτως οὖν καὶ μέμνηται μέμνησαι· παράλογον ἄρα καὶ τὸ μέμνη. ἔστι δὲ εἰπεῖν περὶ αὐτῶν οὕτως· ἔστι μέμνημαι, τὸ δεύτερον μέμνησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς Ἰωνικῶς γίνεται μέμνηαι, καὶ κατὰ συστολὴν μέμνεαι καὶ κατὰ κράσιν τῶν φωνηέντων μέμνῃ· καί ἐστι τὸ ι ἀνεκφώνητον, διὰ τὸ μέγεθος τοῦ η καὶ πάλιν· ἔστι δύναμαι. δύνασαι, δύναται, καὶ κατὰ συστολὴν δύνεαι, καὶ κατὰ κράσιν δύνῃ. καὶ πάλιν τὸ κάθημαι, ἀπὸ τοῦ ἕω, ὃ σημαίνει τὸ κάθημαι, γίνεται παράγωγον τῶν εἰς μι, ἕημι, ὁ παθητικὸς ἐνεστὼς ἔεμαι, καὶ κατὰ κράσιν τῶν δύο εε εἰς η ἦμαι, καὶ ἐν συνθέσει κάθημαι, τὸ δεύτερον κάθησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ς κάθηαι, καὶ κατὰ συστολὴν κάθεαι, καὶ κατὰ κράσιν τοῦ ε καὶ α εἰς η κάθῃ· οὕτως ὁ Χοιροβοσκός
κ 20
Καθῆσθε ἀπὸ τοῦ ἕω, τοῦ σημαίνοντος τὸ καθέζομαι, τὸ παραγωγὸν ἕημι, ἕης, ἕησι, τὸ δυϊκὸν ἕετον, τὸ παθητικὸν ἕεμαι, καὶ κράσει ἧμαι, ὁ παρατατικὸς ἥμην, τὸ πληθυντικὸν ἥμεθα, τὸ δεύτερον ἧσθε καὶ καθῆσθε
κ 21
Καθῆσθαι ῥῆμα ἐγκλίσεως ἀπαρεμφάτου. σημαίνει δὲ τὸ καθέζεσθαι. τὸ θέμα ἕημι τὸ καθέζομαι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ἧσαι, ἧσται, καὶ τὸ ἀπαρέμφατον ἧσθαι. καὶ μετὰ τῆς κατὰ προθέσεως καθῆσθαι. διάτι προπερισπᾶται; πᾶν εἰς θαι λῆγον ἀπαρέμφατον
κ 22
Κάθοδος εἰς τὸ ἐπάνοδος
κ 23
Καθειργνὺς ἀπὸ τοῦ εἴργω, τὸ κωλύω, εἰργνύω, καὶ εἰργνὺς, καὶ καθειργνύς
κ 24
Καθίστησι καθιστᾶ, χειροτονεῖ, προχειρίζεται
κ 25
Καὶ σύνδεσμος συμπλεκτικὸς, ἰσοδυναμῶν τῷ τε· διαφέρει δὲ αὐτοῦ κατὰ τάξιν, ὁ μὲν γὰρ τὰ ὄπισθεν συμπλέκει, ὁ δὲ τὰ ἐπιφερόμενα, οἷον, ἀρκεσίλαός τε καὶ λέων. πᾶς σύνδεσμος συμπλεκτικὸς ὀξύνεται, πλὴν τοῦ ἤτοι, οὗτος δὲ βαρύνεται, ἐπειδὴ σύνθετόν ἐστιν, συντίθεται γὰρ ἐκ τοῦ ἢ διαζευτικοῦ, καὶ τοῦ τοι παραπληρωματικοῦ
κ 26
Καὶ σύνδεσμος συμπλεκτικὸς, συνδεῖ γὰρ τὰ ὀνόματα· πατέρα, υἱὸν καὶ ἅγιον πνεῦμα· τὸ κοινὸν τῆς ἐνεργείας παρίστησι
κ 27
Καθʼ ἡμῶν δεῖ γινώσκειν, ὅτι δασέος φωνήεντος ἐπιφερομένου τρέπεται τὸ ψιλὸν σύμφωνον εἰς ἀντίστοιχον τοῦ δασὺ, οἷον, κατὰ ἡμῶν, καθʼ ἡμῶν, ἐπὶ ἡμᾶς, ἐφʼ ἡμᾶς. ψιλουμένου δὲ φωνήεντος ἐπιφερομένου οὐ τρέπεται τὸ δασὺ σύμφωνον εἰς ψιλὸν, οἷον, ἀμφὶ ἀγαθὸν, ἀμφʼ ἀγαθόν· τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ δασέα ἐπικρατέστερά εἰσι, καὶ ἰσχυρότερα τῶν ψιλῶν
κ 28
Καθῆστο ἕω, ὁ μέλλων ἕσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ὁ ὑπερσυντελικὸς ἥσμην, ἧσο, ἧστο, καὶ ἐν συνθέσει καθῆστο. ἢ ἀπὸ τοῦ ἕημι, ὁ μέλλων ἥσω. οὐκ ἀνεδόθη ὁ τόνος· ἐπειδὴ κανών ἐστιν ὁ λέγων· ὅτι πᾶς παρωχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος, καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, χωρὶς τοῦ οἶδα, σύνοιδα Αἰολικῶς, καὶ τοῦ εἶξα ὑπόειξα, καὶ τοῦ εἶκον ὑπόεικον· ἔστωσαν δὲ κανονίσματα ταῦτα· εἶχον κατεῖχον, εὗρον ἐφεῦρον, ᾦγε ἀνῷγε. πρόσκειται πᾶς παρωχημένος ὁριστικὸς, διὰ τὸ εἰπὲ ἔξειπε. εὗρε ἔφευρε, ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ὅτι οὐκ εἰσὶν ὁριστικὰ ἀλλὰ προστακτικά· οὕτως οὖν καὶ τὸ ἦς ὁριστικὸν ὂν οὐκ ἀνεβίβασε τὸν τόνον ἐν τῇ συνθέσει. οἷον ἐν τῷ καθῆστο. πρόσκειται ἀπὸ φωνήεντος ἀρχόμενος, διὰ τὸ κεῖτο κατέκειτο, χεῦε κατέχευεν ὁμίχλην. ταῦτα γὰρ ἀνεβίβασε τὸν τόνον, ἀλλʼ οὐκ ἔρχεται ἀπὸ φωνήεντος, ἀλλʼ ἀπὸ συμφώνου. πρόσκειται ἀπὸ φύσει μακρᾶς, διὰ τὸ ἵζε ἔφιζε, οἷον, Νέστωρ δʼ αὐτὸς ἔφιζε· τοῦτο δὲ τὸ ἵζε κοινῶς μὲν φύσει μακρὸν ἔχει τὸ ι, ἐξ οὗ τὸ ἐφῖζε προπερισπᾶται. Ἀττικῶς δὲ καὶ ποιητικῶς συστέλλουσιν αὐτό· τουτ’ἔστι θέσει μακρὸν αὐτὸ ἔχουσιν· ἐξ οὗ τὸ ἔφιζε προπαροξύτονον
κ 29
Καινεὺς ὁ ἥρως διὰ τὸ καινὸν τοῦ γένους
κ 30
Καινὸς ὁ νέος· οἶμαι ὅτι κραινός τις ὢν, κατʼ ἔλλειψιν τοῦ ρ καινὸς, οἱονεὶ ὁ ἤδη ἐπιθελεσθείς
κ 31
Καίριον τὸ ἐπικίνδυνον· οἶμαι ἀπὸ τοῦ Κὴρ, ὂ σημαίνει τὴν θανατηφόρον Μοῖραν, γίνεται καρὸς καὶ καίριον, ἤγουν τὸ θανάσιμον καὶ ἐπικίνδυνον
κ 32
Καιρὸς κάρη λέγεται ἡ ὥρα, ὅθεν καὶ ἀκαριαῖος· ἐκ τοῦ κάρη καρὸς καὶ καιρός
κ 33
Καιροσέων οἱ μὲν τῶν κροσσοτῶν, οἱ δὲ ἀπὸ τῶν κερωμάτων, οὕτω δὲ καλεῖται καιρὸς καὶ κερωμα, ἡ περιπλοκὴ τοῦ στήμονος, ἡ διαπλεκομένη ὑπὲρ τοῦ μὴ συγχεῖσθαι αὐτόν. καὶ τὰς ἐρίθους Καλλίμαχος εἶπε, καὶ τὸ δειλίων ὕφασμα ὑδάτινον
κ 34
Καί σφεας ἰστέον, ὅτι τὸ καί σφιν οὐκ ἔστιν ἀπὸ τοῦ σφίσιν βαρυτόνου, ἀλλʼ ἀπὸ τοῦ σφὶν ἐγένετο καί σφιν. καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος, καὶ γέγονε καί σφισι. καὶ πάλιν τὸ καί σφεας, οὐκ ἔστιν ἀπὸ τοῦ σφέας βαρυτόνου, ἀλλʼ ἀπὸ τοῦ σφᾶς γέγονε καί σφας, καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος καί σφεας· καὶ πάλιν, τὸ, ἐπεὶ οὐ ἕθεν ἔστι χερείων, οὐκ ἔστιν ἀπὸ τοῦ ἕθεν, ἀλλʼ ἀπὸ τοῦ οὗ, τρίτου προσώπου, τοῦ σημαίνοντος τοῦ αὐτοῦ, γέγονεν, οὖεν, τουτ’ἔστιν οὐδαμῶς, καὶ μετὰ τὴν ἔγκλισιν παρηκολούθησε πάθος, καὶ γέγονεν οὐ ἕθεν
κ 35
Καικίας ἄνεμος, ὅτι κυνὸς δίκην ὑλάκτων πνεῖ· ἀπὸ τῆς μέσης ἀνατολης
κ 36
Καινίζω παρὰ τὸ καινὸν, τὸ νεωστὶ κατεσκευασμένον
κ 37
Καινοτομία ἔστι πράγμα, παρὰ τοὺς τῆς φύσεως ὄρους καὶ νόμους παρηλλαγμένον
κ 38
Καινίσας παρὰ τὸ καινίζω καινίσω, τοῦτο παρὰ τὸ καινός· τοῦτο παρὰ τὸ καίνειν, ὃ σημαίνει τὸ καινουργεῖν· τὸ δὲ καινὸν γέγονεν οὕτως, παρὰ τὸ ἀεὶ ὢν, καὶ ἀποβολῇ τοῦ ε καὶ συναιρέσει τοῦ α ι εἰς τὴν αι δίφθογγον αἰὼν, καὶ πλεονασμῷ τῶν συμφώνων καινὸν, καὶ καινίσας. καὶ εἰς τὸ καινούμενος
κ 39
Καίριον εὔστοχον, μέτριον, εὔκαιρον, σημαίνει δὲ καὶ ἐπικίνδυνον. καὶ Ὅμηρος οὐκ ἐν καιρῷ ὀξὺ πάγη βέ λος, ἀντὶ τοῦ ἐν ἐπικινδύνῳ· παρὰ τὴν Κῆρα, ὃ σημαίνει τὴν θανατηφόραν Μοῖραν· σημαίνει δὲ τὸ ἐπιτήδειον τῷ καιρῷ. καίριον μὲν οὐδὲν, ὅτι οὖν λέγω, ἀντὶ τοῦ οὐδὲν ἐπιτήδειον τῷ καιρῷ. τὸ ρι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ος ὀξυτόνων διὰ τοῦ ιον γινόμενα οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται, οἷον, βωμὸς, βώμιος· καὶ ἐπιβώμιον αἷμα ξαινομένου ταῖς μάστιξι. καιρὸς καίριος καὶ καίριον· σημαίνει δὲ τὸ μέγα καὶ ἐπωφελὲς πρᾶγμα
κ 40
Κάκη τὴν κάκην, ἐπὶ τῆς κακίας τάττει, περὶ τοῦ μετὰ κακίας τὸ ζῆν περιποιοῦμεν· διὰ τὸ ῥίπτειν τὰ ὅπλα
κ 41
Κακάβη σκεῦος πρὸς ἕψησιν ἐπιτήδειον, παρὰ τὸ κάπτω ῥῆμα τὸ δηλοῦν τὸ κοιλαίνω, ἀφʼ οὗ ῥηματικὸν ὄνομα κάβη, καὶ κατʼ ἀναδιπλασιασμὸν τοῦ κ κακάβη· ἀναλογώτερον δὲ θέλουσι λέγειν ἡ κάκαβος θηλυκῶς. τὸ γὰρ ἀρσενικὸν πάντως ἀδόκιμον, οὕτως Ὠρίων
κ 42
Κακκείοντες εἴρηται εἰς τὸ κώδιον, καὶ εἰς τὸ κιχάνω
κ 43
Κάκιθος σημαίνει τὸν κακιζόμενον, παρὰ τὸ κακίζω κάκιτος, καὶ ἐκεῖθεν κάκιθος, ὁ καθεζόμενος. καὶ γράφεται διὰ τοῦ ἰῶτα
κ 44
Κακὸς ἐπὶ τοῦ δειλοῦ· παρὰ τὸ χάζω χάζομαι γίνεται χακὸς καὶ κακὸς, ὁ ὑποχωρῶν καὶ φεύγων. ἐπὶ δὲ τοῦ ἄλλου καταχρηστικῶς, ἐκεῖ γὰρ πάντες ὑποχωροῦσι
κ 45
Κάκτανε ἡ κατὰ συγκοπτομένη, ἐὰν ἐπάγηται τὰ δύο σύμφωνα παντελῶς ἀποβάλλεται τὸ τ κατάκτανε κάκτανε, κατάσχεθε κάσχεθε, εἰ μέντοι τῶν δύο συμφώνων τὸ ἕτερον ἀμετάβολον εἴη πάλιν τὸ τ τηρεῖται τῷ ἰδίῳ ἔθει τρεπόμενον, οἷον, καταδραθέτην καδδραθέτην, κατὰ τʼ ἥματα καττἥματα· κασσἥματα δὲ λέγεται παρὰ Αἰολεῦσι
κ 46
Κακόχαρτος ἀμφίβολον. ἤτοι γὰρ ἡ ἐπὶ κακοῖς χαίρουσα· ἢ ἐφʼ ᾗ οἱ κακοὶ χαίρουσι. Ἡσίοδος ἐν ἔργοις καὶ ἡμέραις ὦ Πέρση σὺ δὲ ταῦτα τεῷ ἐνικάττεο θυμῷ, μηδέ ςʼ ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι, νείκεʼ ἐπιπτεύοντʼ ἀγορῆς ἐπακουὸν ἔοντα. σχόλιον· κακὴ φιλονεικία μή σε κωλύση ἀπὸ ἔργου, εἰς τὸ περιβλέπεσθαι φιλονεικίας καὶ ἀκράσεις ῥητόρων· καί φησι παρακατίων, ὅτι ὁ μὴ ἔχων πλοῦτον φησὶ ἐν τῷ οἴκῳ αὐτοῦ, ὀφείλει ποτὲ μὲν ἐργάζεσθαι, ποτὲ δὲ ἀκροᾷσθαι. κάμνε φησὶ καὶ τότε φιλονείκει, τοῦτο εἶπεν, ἵνα κατὰ μέρος ἐπάρει αὐτῷ τὸ φιλονεικεῖν, ἐπὶ τὸ ἐργάζεσθαι
κ 47
Καλαμάριον ὅτι κάλαμον αἴρει
κ 48
Καλαῦροψ καλαύροπα, βουκολικὴ ῥάβδος, μακροτέρα οὖσα τῇ κεφαλῇ, ἀπὸ τοῦ καταῤῥέπειν
κ 49
Καλάμη τὸ γῆρας, τὸ λείψανον ὥσπερ τοῦ σώματος κατὰ μεταφορὰν· καὶ γὰρ τὸν εὐγενῆ πυρὸν ἐκ τῆς ὑπολειφθείσης καλάμης δυνάμεθα νοῆσαι. ἔστι δὲ καλάμη ἡ ὑποστάθμη ὑπολειπομένου σίτου
κ 50
Κακόσχημος ὁ χρόνος διατιθέμενος ἐπὶ τὸ χεῖρον. ἢ σκώπτων, ἢ σινόμενος
κ 51
Καιριώτερον σημαίνει τὸ ἀναγκαιότερον, ἐκ τοῦ καίριος, τοῦτο ἐκ τοῦ Κὴρ, ὃ σημαίνει τὴν θανατηφόρον Μοῖραν, κλίνεται κηρὸς καὶ συστολῇ καρός. τίω δέ μιν ἐν καρὸς αἴσῃ· κατὰ παραγωγὴν κάριος, καὶ πλεονασμῷ του ι καίριος, ὁ ἐπικινδυνότατος
κ 52
Καιρὸς χρόνου διαφέρει καιρὸς μὲν γάρ ἐστι μέτρον χρόνου, οἷον· μεμετρημένων ἡμέρων σύστημα. χρόνος δὲ πολλοῦ καιροῦ περιοχὴ καὶ σύλληψις
κ 53
Καιρὸς παρὰ τὸ καρὸς, ἐξ οὗ καὶ ἀκαριαῖος· ἐκ τούτου καρὸς καιρὸς κατὰ πλεονασμὸν τοῦ ἰῶτα
κ 54
Καί τις ἀνὴρ σκέτρις · ἡ τῆς χειρὸς ἢ τοῦ ποδὸς ἀσκέτρας φαμεν
κ 55
Καισάρειος ὁ ἀπὸ Καισαρείας· τὸ δὲ κύριον ι καί ἐστιν ἐκ τοῦ Καίσαρ
κ 56
Καινὸς πρὸς διάφορον σημαινόμενον, διάφορον καὶ γραφήν· ἐπὶ μὲν γὰρ τοῦ νέου διὰ τῆς αι διφθόγγου. ἐπὶ δὲ τοῦ κούφου καὶ τοῦ ματαίου ψιλὸν τὸ κε
κ 57
Καίω ὁ μέλλων καύσω, ἔκαυσα, ἐκλείψει τοῦ ς καὶ ἀποβολῇ τοῦ υ καὶ τροπῇ τοῦ α εἰς η, ἔκηα. ἢ παρὰ τὸ καίω ὁ μέσος παρακείμενος κέκηα, καὶ ἀποβολῇ τοῦ πρώτου κ ἔκηα
κ 58
Καινοτάφια τινά εἰσιν εἱλισσόμενα ὡς ἐν τύπῳ νεκροῦ
κ 59
Κακοσσόμενος ἐκ τοῦ ὄπτω τὸ βλέπω, Αἰολικῶς ὄσσω, ὥσπερ βλέπω καὶ λέσω καὶ λεύσω, πλεονασμῷ τοῦ υ. ἐκεῖνοι γὰρ τρέπουσι τὰ δύο ττ σύμφωνα εἰς δύο σς
κ 60
Κακὸς παρὰ τὸ χάζω τὸ ὑποχωρῶ, τὸν γὰρ κακὸν τρέπεσθαι χρή. σημαίνει δὲ τρία, τὸν δειλὸν, τὸν εὐτελῇ, καὶ τὸν πονηρόν
κ 61
Κακία παρὰ τὸ κακὸς, ὡς σοφὸς σοφία· ἢ παρὰ τὸ κεκρατηκέναι
κ 62
Κακοδαίμων ὁ θεῷ ἐπαχθεὶς, καὶ τὴν ψυχὴν ἔχων ἐμπαθῆ
κ 63
Καλινδοῦμαι κυλίω, καὶ τροπῇ τοῦ υ εἰς α, Αἰολικῶς, καλίω. οἱ γὰρ Αἰολεῖς τὸ υ εἰς α, τρέπουσιν, τὰς σάρκας σύρκας λέγουσιν, ἐπεὶ οὖν τρέπουσι τὸ α εἰς υ, δῆλον ἔστι καὶ τὸ υ εἰς α τρέπουσι, οὕτως γὰρ καλίω καὶ πλεονασμῷ τῶν συμφώνων καλινδῶ. καὶ εἰς τὸ καλινδοῦτο
κ 64
Κάλλη τὰ πορφυρὰ ἱμάτια. Εὔπολις, βάπτε τὰ κάλλη, καὶ κέραμος
κ 65
Κάλαμος καὶ καλάμη, ἀπὸ τοῦ καλάμου αὐτοῦ τοῦ ξύλου· αὐτὸ δὲ ἀπὸ τῆς καύσεως
κ 66
Κάλαμος διὰ τὸ καλῶς ἁμᾷσθαι
κ 67
Κάλαθος εἰς ὃν τὰ κάλλη ἀποτίθενται. κυρίως κάλλη τὰ βεβαμμένα ἔρια. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ δεκτικοῦ τῶν ὀπώρων καὶ σταφυλῶν· ἢ γάλαθος, εἰς ὃν τὸ γάλα ἐπετίθουν τυρεύοντες, γάλαθος καὶ κάλαθος
κ 68
Καλήζω κατὰ διάλεκτον, οἱ Αἰολεῖς τὰ τῆς πρώτης συζυγίας διὰ τοῦ η προσφέρουσιν. οἷον, ἀδικαίω, οἱ Ἴωνες ἀδικήω. οἷον, ὄψαθʼ ἀδικίη, ποθέω ποθήω· οἷον, καὶ ποθήω καὶ μάομαι. οὕτω οὖν καὶ παρὰ μὲν Ἴωσι καλέω, παρὰ δʼ Αἰολεῦσι καλήω, παρὰ δὲ Κυπρίοις καλήζω, τουτ’ἔστι τὸ λέγω. τοῦτο δὲ ἡγοῦνται κατὰ συγκοπὴν γεγονέναι κλήζω. οὐκ ἐστι δέ· εὑρίσκομεν γὰρ αὐτὸ σὺν τῷ ἰῶτα. ἀλλʼ ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, ὡς χρέος χρεΐζω χρηΐζω καὶ χρῄζω. τὸ δὲ κλήδων οὐκ ἔχει τὸ ἰῶτα, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κληΐζω, ἀλλʼ ἀπὸ τοῦ κλῶ, τοῦ σημαίνοντος τὸ καλῶ, γέγονε κλήσω καὶ κλήδων· οὕτως Ἡρωδιανὸς περὶ παθῶν
κ 69
Καλαύροψ καλαύροπα ἡ βουκολικὴ ῥάβδος, παρὰ τὸ ῥέπειν τὸ καλὸν εἰς τὸ ἓν μέρος, ἐν ᾧ ἐστι τὸ πάθος. καὶ ἡ καλουμένη κονδύλα, καὶ κορύνη, ἡ κατὰ τὸ κάρα νεύουσα. καὶ ῥόπαλον δὲ παρὰ τὸ ῥέπειν εἰς τὸ ἒν μέρος· ἔνθʼ αὐτῷ δαρειδʼ μὲν ἐΰστιππον θέτο φάρος, λεπτὰ λέοντα ῥὰ οἱ τ’ίσε ξεινήϊον, ὤπασε λημνιάδων, ὁ δʼ ἂρ ἔμνην δίστυχα χωπὴν αὐτῆς περόνησι καλαύροπα τετρήχειαν, κάββαλε, τὴν φορέεσκεν ὀριτρεφεὸς ἐσκοτείνοιο, αὐτίκα δʼ ἐγγύθι χῶρον ἐαδότα παραστήνας, ἐρεμνὴν δίπτυχα λώπην πορφύραν ἢ με λάνην χλαμύδα· κοτίνοιο δὲ τὴν ἀγριελαῖαν· ἐαδότα ἄρεστόν ἐστιν ὅτʼ ἄργος
κ 70
Καλία κυρίως ἡ ἐκ κάλων ὅ ἐστι ξύλων κατασκευαζομένη οἰκία, μήπω εὑρεθέντων λίθων εἰς ἐργασίαν. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν διὰ λίθων οἰκιῶν Ἡσίοδος, μήδʼ ἀναβάλλεσθαι ἐς τʼ αὔριον, ἐς τʼ ἔννηφιν, οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλίην
κ 71
Καλλιέρημα τὸ μὲν ῥῆμα καλλιερῶ, τὸ δὲ ὄνομα καλλιέρημα. καλλιέρημα δέ ἐστιν ἕκαστον ὃ τῷ θεῷ προσάγωσι φίλον θυμάτων· καὶ Χριστιανοὶ μὲν τότε καλλιεροῦσιν, ὅταν ἑαυτοὺς τῷ θεῷ προσάγωσι πνεῦμα καὶ καρδίαν συντετριμμένην· Ἕλληνες δὲ τότε καλλιερεῖν νομίζουσιν, ὅταν δαίμονι φίλον τὸ θῦμα τῶν φαινομένων ἀπατηλῶν ὀφθείη σημείων
κ 72
Κάλλος ὡραιότητος διαφέρει. ζήτει αὐτὸν εἰς τὸν ψαλμὸν τὸν λέγοντα, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου
κ 73
Κάλλος παρὰ τὸ κάζω τὸ κοσμῶ, ἢ παρὰ τὸ θάλλω κάλλος, διὰ τὸ πρὸς αὐτὸ καλεῖν
κ 74
Καλύβη ἡ καλύπτουσα καὶ σκέπουσα τὸν ἔνοικον. σημαίνει δὲ τὴν ξύλινον καὶ χόρτινον οἰκίαν· γίνεται δὲ ἀπὸ τῶν κάλων τῶν ξύλων
κ 75
Καλόπους ὁ ξύλινος ποῦς· κάλον τὸ ξύλον
κ 76
Κάλως τὸ σχοινίον, πόθεν γίνεται; παρὰ τὸ χαλῶ χάλως καὶ κάλως
κ 77
Καλαμᾶται ῥηγολογεῖ, ἐπανατρυγᾶ, ἢ τὰ ἀπόρισμα συλλέγει
κ 78
Κάλυξ τὸ κεκαλυμμένον ῥόδον
κ 79
Καλωπάρηος παρὰ τὸ καλὰς παρείας ἔχειν, γίνεται καλωπάρηος, ὁ καλὰς παρείας ἔχων. τὸ λω μέγα διάτι; τὰ παρὰ τὸ κάλλος συγκείμενα ὀνόματα ἅπαντα διὰ τοῦ ω γράφεται, οἷον, καλλωπισμός· καλωπάρηος, τὸ ρη ἦτα διάτι; ὤφειλεν εἶναι διὰ τῆς ει διφθόγγου, ἀλλὰ ποιητικῶς ἐγένετο τροπῇ τοῦ ει εἰς η
κ 80
Καλλιπάρηος ἡ καλὰς παρειὰς ἔχουσα, ἐκ τοῦ κάλλος καὶ τοῦ παρεία. τοῦτο παρὰ τὸ ἐπαίρω, τὸ ἀνεσταλμένον μέρος τοῦ σώματος. τὰ δὲ παρὰ τοῦ κάλλος ἐν συνθέσει γινόμενα διὰ τοῦ ἰῶτα γράφεται· τὸ ρη ἦτα διάτι; οἱ Αἰολεῖς τὴν ει δίφθογγον εἰς η τρέπουσιν, οἱ δὲ Δωριεῖς τὸ ε εἰς ἦτα
κ 81
Κάμηλος ὅτι χάμαι καθημένη αἴρει τὸ φόρτιον, χάμηλος καὶ κάμηλος. ἐτυμολογεῖται δὲ παρὰ τὸ κάμπτειν τοὺς μηρούς· ἢ παρὰ τὸ κάμνειν μᾶλλον
κ 82
Κάμηλος χαλάμηλος, ὅτι χαμαὶ καθήμενος γομοῦται καὶ αἴρει τὸ φορτίον. τινὲς κάμειν μῆρος, ἀπὸ τοῦ κάμτειν τοὺς μήρους, κάμηλος κατὰ συγγένειαν πρὸ τοῦ ρ πρὸ τοῦ λ κάμηρός τις ἐστιν, ἀπὸ τοὺς μήρους κάμπτειν, ἐν τῷ καθέζεσθαι, οὕτως Ἡράκλειτος
κ 83
Κάμνειν ἐπὶ τοῦ πονεῖν καὶ ἐργάζεσθαι. καὶ ἐπὶ τοῦ πονεῖν καὶ ἐπὶ τῶν ἀποθανόντων· προσλαβὼν καὶ τὴν ἀπὸ πρόθεσιν σημαίνει τὸ ἀπείπειν καὶ ἀπαγορεῦσαι καὶ ἀπογνῶναι, οἷον, ἀπέκαμον νουθετῶν, ἀποκάμνω παραινῶν· καὶ εἰς τὸ ἀκμῆτες
κ 84
Κάμοντας ἀποθανόντας, ἢ κατασκευάσαντας, μετοχὴ δευτέρου ἀορίστου. κάμω, ὁ μέλλων καμῶ, ὁ μέσος παρακείμενος κέκαμα. πρὸ δὲ τοῦ α τὸ σύμφωνον ἔχει τοῦ ἐνεστῶτος. τὸ κάμειν τριχῶς λαμβάνεται, ἐπὶ τῶν ἀποθανόντων, ἐπὶ τῶν κοπτομένων, καὶ ἐπὶ τῶν πολεμίων
κ 85
Καλλάτις πόλις ἔστι κτισθεῖσα ὑπὸ Ἡρακλειωτῶν. ὠνομάσθη δὲ ἀπὸ τῆς παρακειμένης αὐτῇ λίμνης· οὕτως Ὦρος
κ 86
Κάλλη τὰ ἄνθη, ἢ τὰ πορφυρὰ ἱμάτια ἢ τὰ βάπτα ἔρια, ἐξ οὗ καὶ κέραμος καλλάϊνος
κ 87
Καλλιγύναικα εἰς Ἕλλαδα, ἀντὶ τοῦ καλὰς γυναῖκας ἔχουσαν. ἀπὸ τῆς καλλιγύναιξ συνθέτου εὐθείας, ὅθεν ἀποβολῇ τοῦ ξ, τὸ ἁπλοῦν λέγεται ὦ γυναῖ ἐπὶ κλητικῆς, ὥσπερ τὸ ἄναξ, ὦ ἄνα· Ζεῦ, ἄνα, Δωδωναῖε
κ 88
Κάλλιμος παρὰ τὸ κάλλος κάλλιμος· ἥ δε διὰ τοῦ ιμος παραγωγὴ ἐκ τριῶν γενῶν γίνεται, οἷον, σπόρος σπόριμος, ἀγωγὴ ἀγώγιμος, κῦδος κύδιμος, οὕτω κάλλος κάλλιμος γίνεται· καὶ ἀπὸ ῥήματος προσδοκῶ προσδόκιμος
κ 89
Καλλιπάρηος ἡ καλὰς παρειὰς ἔχουσα, παρὰ τὸ κάλλος καὶ τὸ παρεῖα γίνεται καλλιπάρηος, κατὰ τροπὴν Βοιωτικὴν τῆς ει διφθόγγου εἰς η. τὸ δὲ παρειὰ διὰ τῆς ει διφθόγγου γράφεται. τὰ γὰρ διὰ τοῦ εια τρισύλλαβα ὀξύτονα, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον, φορβειὰ, παρειὰ πλὴν τοῦ καλιὰ καὶ ἱμονιά
κ 90
Καλοκᾳγαθία ἀπὸ συνθέτου τάξεως ὄνομα γίνεται, οἷον, θεοῖς ἐχθρὸς, θεοεχθρία, οὕτω καλὸς καὶ ἀγαθὸς καλοκαγαθία
κ 91
Κάλπιν οἷον, τίκτε δέ μιν νύμφη λειμωνιὰς, οὐ δὲ ᾗ ὕβρις ἥνδανεν, ἀλλὰ θέλημος ἐφʼ ὕδατι πατρὸς ἐῆο μητέρι συναίεσκεν ἐπακτὶ πώεα φεβωκίον ου λέγεσθαι Ἀχιλέως δρόμους· ἄλπη καὶ κάλπις. κάλπη μὲν οὖν λέγεται, ἡ ὑδρία παρθενική. Κάλπις δὲ πόλις Βιθυνίας
κ 92
Κάλυμνος ὁ ἐν Αἰγύπτῳ σῖτος, ἀντὶ τοῦ καλύμνιος. ὁ γὰρ Φιλάδελφος ἐκ Καλυδνῶν μετήνεγκε τὸ σπέρμα, νήσους περὶ Καλυδρὰς, ἃς Ἀπολλόδωρος φησὶ λέγεσθαι Καλύδρας, ὡς καλύβας
κ 93
Καλυψὼ ἡ μὴ ἁπλὴ, καλύπτουσα δέ τι διανοούμενον. διὸ καὶ Ὅμηρος. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δολόεσσα Καλυψώ
κ 94
Κάλχας παρὰ τὸ κάλχη. κάλχη δέ ἐστι βοτάνη, ἀφʼ ἧς πορφύρα βάπτεται. Κάλχας δέ ἐστιν ὁ τὰ βάθη τῶν μαντείων ἐρευνῶν· ἢ ὁ τοῖς βασιλεῦσιν τὰ ἐκ θεοῦ φανερῶν
κ 95
Καλχηδὸν περὶ τὸν ποταμὸν πόλιν κτίζουσι, καὶ ὁμωνύμως αὐτῷ τὴν πόλιν ὠνόμασαν. οὕτως Ὦρος ὁ μαίων
κ 96
Καλῴδιον σημαίνει τὸ σχοινίον, καὶ διὰ τοῦ ι γράφεται. καὶ ὤφειλεν εἶναι καλίνδιον, ἐπειδὴ ἡ τελευταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, οἷον, κάλος κάλου. τότε γὰρ διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ, οἷον, γνώμη, γνώμης, γνωμίδιον, ψυχὴ, ψυχῆς, ψυχίδιον. ἀλλὰ συνεξηκολούθησε τὸ λαγῴδιον, στῴδιον, κῴδιον. σημαίνει δὲ τὸ στῴδιον τὴν στοάν
κ 97
Καλλωπίζω ἀπὸ τοῦ κάλλος καὶ τοῦ ὢψ, ὁ σημαίνει τὸ πρόσωπον
κ 98
Κάμαξ ἀρσενικῶς μὲν σημαίνει ὄρυγμα, ἡ τοὺς πασσάλους τοὺς ἐν τῷ τάφρῳ πεπηγμένους πρὸς τὴν τῶν πολεμίων ἐρωήν· θηλυκῶς δὲ τὰς ῥάβδους, ἢ δόνακας παραπεπηγότας ταῖς ἀμπέλοις· ὡς παρʼ Ἡσιώδῳ· σειόμενος φύλλοισι καὶ ἀργυρέοισι κάμαξι. παρὰ τὸ κάμνειν ἐν τῷ βαστάζειν τὴν ἄμπελον, οἱονεὶ κάμναξ τις οὖσα. κατʼ ἀποβολὴν τοῦ ν
κ 99
Καμελαύκιον ῥηθήσεται εἰς τὸ κασανία
κ 100
Κάμινος παρὰ τὸ τὴν ὑποκειμένην ὕλην καίειν. ἢ παρὰ τὸ ὑπὸ μνήμην εἶναι
κ 101
Κάμμορος οἱονεὶ κακόμορος, καὶ κατὰ συγκοπὴν κάμμορος
κ 102
Καμπανοὶ ὅτι Καμπὸν ἔκτισαν πρὸς τὴν Κάμην τόπον οὕτω λεγόμενον, ὅθεν καὶ Καμπανοὶ ἐκλήθησαν· οὕτως Ὦρος
κ 103
Κάμπτω ἐκ τοῦ γόνυ γονάπτω κατὰ παραγωγὴν, καὶ ἐν συγκοπῇ γνάπτω, καὶ τροπῇ τοῦ γ εἰς κ, καὶ ἐν ὑπερβιβασμῷ κάμπτω
κ 104
Καμπὴ · καμπὴ μὲν οὖν ἡ καμπτομένη καὶ κεκαμμένη. καὶ καμπασμένων φαμὲν τόπων, ὡς κλάσιν πεπονθότων χωρίων. λέγεται καὶ ζωδάριον κάμπη ἡ κάμπτουσα παρὰ τὸ ἑαυτὴν κάμπτειν ἐν τῷ ἕρπεσθαι. τὰ γὰρ ζωδάρια τὰ μὲν τελευταῖα μέρη ὑποτείνει· τὰ δὲ πρὸς τῷ τραχήλῳ κάμπτει, καὶ εἴθʼ οὕτω ἐπισύρει τὰ ὀπίσθια, κάμπτουσα ἑαυτήν
κ 105
Κανδῆλα ὅτι καιομένη δηλοῖ πάντα
κ 106
Κάνδυλος βρῶμα διὰ γάλακτος καὶ μέλιτος κατασκευαζόμενον, καὶ ἀβυτάκην θροικὸν βρῶμα
κ 107
Κανθὸς ἐπὶ τοῦ ὀφθαλμοῦ, οἱονεὶ κνηθός τις ὢν, ἀπὸ τοῦ κνήθεσθαι συνεχῶς δακνομένους ὑπὸ τοῦ παρεισρέοντος ὑγροῦ. ἢ κανθὸς ἀπὸ τῆς κνησμονῆς τῆς περὶ αὐτὸν γινομένης
κ 108
Κάναστρα ἀκρωτήρια τῆς Παλαιστίνης
κ 109
Καμψάκης ὕδατος στάμνιόν ἐστι, δώδεκα ξέστων τῷ μέτρῳ. τὸ δὲ τῷ ἠλίᾳ ἑτοιμασθὲν τεσσάρων ξέστων
κ 110
Κανίσκιον κάνεον καὶ κάνειον κατὰ πλεονασμὸν τοῦ ἰῶτα, καὶ ποταίνιον τὸ ξένιον
κ 111
Κανθήλιος ὁ ὄνος, παρὰ τὸ ἑλεῖν τὰς ἀκάνθας
κ 112
Κανὼν διάφορα σημαίνει. τὸν εἱρμὸν, τὸν ῥυθμὸν, τὸν ἔντεχνον λόγον, καὶ ἔμμετρον, καὶ τὴν τεκτονικὴν στάθμην, καὶ τὸν τρόπον, καὶ τὸ διδόμενον τέλος, καὶ διάταξιν τῶν ψαλλομένων, καὶ σύστημα τῶν ἱερέων καὶ μοναχῶν, καὶ τὴν ἔκθεσιν τῶν ἐκκλησιαστικῶν κεφαλαίων
κ 113
Κανόνας ῥάβδους, ἃς ἐκρότουν τὰς ἀσπίδας· τοῦτο γὰρ ἐχρῶντο τοῖς πόρπαξι, οὓς ὄχανα ἐκάλουν. ὕστερον γὰρ ὑπενοήθησαν ὑπὸ Καρῶν. ὡς καὶ Ἀνακρέων, καριοεργέος ὀχώνοιο
κ 114
Κανοῦν κυρίως τὴν μάχαιραν, οἱονεὶ τὸ καίνειν ἔχων κείμενον, ὅ ἐστι κόπτειν, ἀπὸ τῶν γινομένων ἐν ταῖς θυσίαις σφαγῶν. σημαίνει δὲ καὶ κανίσκιον, παρὰ τὸ χαίνειν χανοῦν καὶ κανοῦν, ἀπὸ τοῦ κεχηνέναι
κ 115
Κάνωβος ἱστορεῖται ὁ Κάνωβος δίσκῳ ἀνηρῆσθαι, ὑπὸ Μενελάου ἐν Αἰγύπτῳ ἐν ὑπομνήματι ἀλέσχης Ἡρακλεῖδος. Νίκανδρος δὲ ἐν θηριακοῖς φησὶν, ὅτι ὑπὸ μοῤῥοϊδὸς ἐπλήγη. οἷον, ἦμος ἀποψύχοντα κυβερνητῆρα Κάνωβος θώνιος ἐν ψαμάθοις ἀθροίσατο· οὕτως Ὦρος
κ 116
Κάπη ἡ φάτνη, παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν, γέγονε κάπτη καὶ κάπη, ἢ παρὰ τὸ κάπος κάπη. κάπος δέ ἐστι τὸ πνεῦμα ἐν τῷ, ἀπὸ δὲ ψυχὴν ἐκάπησεν· ἢ καὶ ὑπὸ τῶν ἀσθμάτων τῶν ἵππων καταπνεόμενον· ἢ παρὰ τὸ ἐκάφθαι κοιλάνθαι
κ 117
Κάπηλος ὁ μετάβολος καὶ οἰνοπώλης, παρὰ τὸ χέειν τὸν πηλὸν, ἤγουν τὸν οἶνον, τινὲς οἴονται ἓν ἄνθʼ ἑνὸς εἶναι, οἷον, ἐκ τοῦ παρὰ Σοφοκλεῖ, πολὺς δὲ πηλὸς ἐκ πίθων τυρβάζεται, ὁ μὲν οὖν Σοφοκλῆς εὐεπίφορος εἰς τὸν πηλόν. ὁ μέντοι οἶνος οὐκ ἔστι πηλός· πόθεν δὲ ἐν τῷ καπήλῳ ὁ οἶνος ἔγκειται; καὶ γὰρ ἕτερόν ἐστιν οἰνοπῶλος, καὶ ἕτερον κάπηλος. καθόλου γὰρ τοὺς πωλοῦντας τὶ καπήλους ἔλεγον· ὁ δὲ Αἰσχύλος τὰ δόλια πάντα καλεῖ κάπηλα· κάπηλα προσφέρονται τεχνήματα
κ 118
Κάπηλος ὁ οἰνοπώλης, τὸ πη ἦτα. πηλὸν γὰρ τὸν οἶνον λέγουσι, τὸν πάλλοντα καὶ βλάπτοντα τὰς φρένας. ἄλλως τε, τὰ διὰ τοῦ ελος προπαροξύτονα τῷ η παραλήγεται, οἷον, κάμηλος, ἀσύφηλος, νούφηλος καὶ νούσηλος, κίβδηλος καὶ βέβηλος ὁ ῥερυπωμένος
κ 119
Κάππα καπυός ἐστιν εὕρεμα, καπάτιον γὰρ τὸ ἔχον τὴν ὄπα, ἤγουν τὴν φωνήν· τὰ γὰρ ψιλὰ ἀπὸ τῆς κατωτάτης τῆς γλώσσης ἔχει τὴν προσφορὰν τῆς φωνῆς, ὅθεν καὶ κῆπος καὶ χῆπος τὶς ὢν, ὁ ἔχων τὴν πησμονὴν διὰ τοῦ ὕδατος τοῖς φυτοῖς
κ 120
Κάππεσε πᾶσι δὲ παρὰ ποσὶ κάππεσε θυμὸς, τὰς ψυχὰς φησὶν, ἐταπεινώθησαν ἅπαντες, λειποψυχήσαντες, τὴν σωτηρίαν παρὰ τοῖς ψυχοῖς εἶχον
κ 121
Κάππαρις ὅτι καλὴ καὶ πολλὴ καὶ μεγάλη ἐν κάμποις φύεται. οὐχ οὕτως γὰρ ἐν κρημνῷ· εἴη ἂν οὖν κάμπαρις, παρὰ τοὺς κάμπους, καὶ μεταβολῇ τοῦ μ εἰς π, κάππαρις, οὕτως Ὦρος
κ 122
Καππαδόκαι φαῦλοι ἀεί · ζῶνες δὲ τυχόντες φαυλότεροι· κέρδους ἕνεκα ἔτι φαυλότατοι. ἣν δʼ ἄρα δὶς καὶ τρὶς δράξοντα μεγάλως ἀπηνεῖς δὴ ῥα τό τις· ὅρα φαῦλοι ἐπὶ φαυλόπους
κ 123
Κάπετος ἡ τάφος, παρὰ τὸ σκάπτω, σκάπετος καὶ κάπετος, παρὰ τὸ ἐσκάφθαι
κ 124
Καπνίζω παρὰ τὸ καπνὸς, τοῦτο παρὰ τὸ καίω καὶ τὸ πνοὴ, κυρίως γὰρ καπνὸς λέγεται ἡ ἐκ τῆς καύσεως πνοή. καὶ ἐξ αὐτοῦ ῥῆμα τὸ καπνίζω
κ 125
Καπνὸς παρὰ τὸ κάπτω, τοῦτο παρὰ τὸ κάμνω τὸ ἐκπνέω. ἢ παρὰ τὸ κάπος, ὃ σημαίνει τὸ πνεῦμα. κάπος καὶ καπνός· καὶ εἰς τὸ λυγκῶδες
κ 126
Κάρα τὴν κεφαλὴν, ἀπὸ τοῦ κέρας κέρα καὶ κάρα, ἀπὸ τοῦ τετριχᾶσθαι κάρα εἴρηται· κέρας γὰρ ἡ θρίξ. τὸ δὲ κάρα λεῖπαρ ἀλεῖφα ἀποκοπὴν πεπονθυῖαν ἀπὸ τοῦ κάρανον λιπαρὸν ἀλείφαρον. ἄλλοι δὲ ἀπὸ ἄκρα, καὶ καθʼ ὑπερβιβασμὸν κάρα, ἡ ἀποτερμάτωσις τοῦ ἀνθρώπου
κ 127
Κάραβος τὸ θαλάσσιον ζῶον, παρὰ τὸ τῇ κάρᾳ βαίνειν, τῆς κεφαλῆς προεχούσης· ἢ καὶ τὴν ναῦν ὡσαύτως· κάρα γὰρ ἡ τροπίς
κ 128
Κάραβος διὰ τὸ ἀκεραίως βαίνειν. ἢ ὁ τὴν κεφαλὴν κινῶν, αἱ γὰρ χηλαὶ καὶ τῇ κεφαλῇ καὶ τὰ λοιπὰ ποδάρια ἐνήρεισται
κ 129
Καραδοκεῖν τὸ τοῦ πράγματος κεφάλαιον ἐπιτηρεῖν ὅπη χωρήση. παρὰ τὸ κάρα καὶ τὸ δοκῶ τὸ ἐπιτηρῶ. συντάσσεται μετὰ αἰτιατικῆς
κ 130
Καραδοκία ἐπιτήρησις, προσδοκία, ἐλπὶς, ἐκδοχὴ, ὑπόληψις
κ 131
Καράμβις ἀκρωτήριον Παφλαγωνίας, παρὰ τὸ κάρα καὶ τὸ βαίνειν· τὸ γὰρ ἄκρον αὐτῆς, ἔξω εἰς τὸ πέλαγος βέβηκεν. οἷον, ἰθὺ διαγραφθέντα· μέση δέ τοι ἔστι Καράμβις γραμμῆς ἐκτὸς ἐοῦσα, καὶ ἐς βορέην ὁρόωσα. Διονύσιος ὁ περιηγητής
κ 132
Καρβάνοι βάρβαροι, οἱ ἔχοντες Καρὸς βοήν. Λυκόφρων, Κάρβανον ὄχλον. ἐν δὲ γυναικὶ ταῖς πέπλοις
κ 133
Κάρδοπος λίθος, ἢ μάκτρα. Νίκανδρος ἐν θηριακοῖς, σπέρματος ὃν κυμβοῖο περιφεροῦς ὀξυβάφου· ἐπεὶ καὶ κοῦφον ἔστι
κ 134
Καρδομύττειν τὸ συνεχῶς βλέφαρα κινεῖν· καὶ εἰς τὸ ἐπίμυσιν ἄγειν· ἰδίως οἱ Ἀττικοὶ λέγουσιν. εἴρηται δὲ ἀπὸ τοῦ καρδάμου, ὃ ἐάν τις προσενέγκηται. συνεχῶς τὰ βλέφαρα μύει. ἢ παρὰ τὸ τὰς κόρας μύειν
κ 135
Καρδία ἐκ τοῦ κραδαίνεσθαι διὰ παντὸς, ὅ ἐστι σείεσθαι
κ 136
Καρδία παρὰ τὸ κράτος αὐτὴν ἔχειν. ἔστι δὲ ἡγεμονική
κ 137
Κάρδαμον παρότι τὴν καρδίαν μειοῖ· πινόμενον καὶ βλάπτει
κ 138
Κάρη κεφαλὴ, ὄνομα οὐδέτερον, αἰτιατικοῦ τῶν πληθυντικῶν, ἐκ τοῦ κάρηνα, οὗ ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ κάρηνον, καὶ ἡ γενικὴ τῶν πληθυντικῶν τῶν καρήνων· ὡς τὸ, βῆναι δὲ κατʼ Οὐλύμποιο καρήνων. σημαίνει δὲ ἀκρωτήριον, ὅ ἐστι τῶν κεφαλῶν· ὅτι δὲ πεπονθός, ἐστι κάρη, καὶ οὐχ ὑγιὲς δηλοῖ. τὰ εἰς η λήγοντα οὐδέποτε πτώσεως ἑνικῆς εἰσι, ἀλλʼ ἢ δυικῆς ἢ πληθυντικῆς· ὡς τὰ τείχη, βέλη, σκέλη, τοῦτο δὲ τὸ κάρη, οὔτε εὐθείας ἔστιν ἑνικῆς, οὔτε πληθυντικῆς· κατὰ συγκοπήν ἐστι τὸ κάρη, ἀπὸ τοῦ κάρηνα
κ 139
Καρήνων κλίνεται τὸ κάρηνον τοῦ καρήνου· γίνεται παρὰ τὸ κάρη, κάρανον καὶ κάρηνον, τροπῇ τοῦ α εἰς η
κ 140
Κάρηνα ἀκρωτήρια, ἀκρόπολα, ἐξοχὰς, ἐξ οὗ βασίλεια. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα, ἀπὸ τοῦ κάρα. κάρην οὐδέτερον· τὰ μὲν ὑπὲρ δύο συλλαβὰς ἅπαντα, διὰ τοῦ τος κλίνεται· οἷον, ὄνειαρ ὀνείατος, σημαίνει τὸ ὠφελοῦν καὶ τὸ βρῶμα, ἀλείφαρ ἀλείφατος, σημαίνει τὸ ἄλειμμα, οὕτως καὶ κάρηαρ καρήατος, καὶ κατὰ συγκοπὴν κάρητος, καὶ οὐδέτερον κάρκιον. τῶν δὲ δισυλλάβων τὰ μὲν φύσει μακρὰ διὰ τοῦ τος κλίνεται, οἷον, ἧπαρ ἥπατος, ἦμαρ ἤματος, εἶδαρ εἴδατος, σημαίνει δὲ τὸ βρῶμα, οὖθαρ οὔθατος, σημαίνει δὲ τὸν μαστόν. τὰ δὲ βραχείᾳ ἢ θέσει μακρᾷ παραληγόμενα διὰ τοῦ ρος κλίνεται, οἷον, θέναρ θέναρος, σημαίνει δὲ τὸ κοῖλον τῆς χειρὸς, παρὰ τὸ σθένειν ἤγουν τύπτειν, ὕπαρ ὕπαρος, σημαίνει τὸ ἀληθινὸν ἐνύπνιον τὴν λεγομένην ὀπτασίαν. ἔαρ ἔαρος καὶ κατὰ κράσιν ἦρος, κέαρ κέαρος καὶ κῆρος, ἄλκαρ ἄλκαρος, σημαίνει δὲ τὴν βοήθειαν. σεσημείωται τὸ φρέαρ φρέατος, καὶ στέαρ στέατος, ὅτι βραχείᾳ παρα ληγόμενα διὰ τοῦ τος ἐκλίθη. ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι φρεῖαρ καὶ στεῖαρ ἦν, καὶ ὡς ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν, τούτου χάριν ἐκλίθη διὰ τοῦ τος. οἷον, φρείατος, στείατος· ἐξ οὗ, καὶ φρείατα μακρὰ νάουσιν· καὶ ἀποβολῇ τοῦ ι φρέατος καὶ στέατος. λέγει δὲ ὁ Ἡρωδιανὸς ἐν μονοβίβλῳ, ὅτι τὰ εἰς αρ οὐδέτερα παραληγόμενα τῷ ω ἄκλιτά εἰσι, μῶμαρ σημαίνει τὸν μῶμον, μῶμον σημαίνει τὸν μέγαν· νῶκαρ σημαίνει τὴν στέρησιν τῆς ψυχῆς· οὕτως ὁ Χοιροβοσκός
κ 141
Καρὶς ὡς παρὰ τῷ Κρατίνῳ, ἔχον πρόσωπον κάριδος μασθλητίνης, ἀντὶ τοῦ δερματίνης· λέγεται δὲ καρὶς, παρὰ τὸ σκαίρω σκαρίς· ἢ παρὰ τὸ κάρα καρίς. καὶ γὰρ ὅλη ἡ καρὶς σχεδὸν κεφαλή ἐστι. τινὲς δὲ λέγουσιν, ὅτι τὸ καρὶς σύνθετόν ἐστι, παρὰ τὸ κάρα καὶ τὸ ἲς ἰνὸς, οἱονεὶ ἡ ἔχουσα ἐν τῇ κεφαλῇ ἴνας, οἷς τισι καὶ ὁ τόνος καὶ ἡ κλίσις ἀντίκειται. ὁ τόνος μὲν, ὅτι εἰ ἦν σύνθετον ἀπὸ τοῦ ἲς ἰνὸς, ἤμελλε βαρύνεσθαι· πᾶν γὰρ ὄνομα μονοσύλλαβον ἐν τῇ συνθέσει βαρύνεται. οἷον, χθὼν αὐτόχθων, Θρὰξ, Σαμώθραξ, χωρὶς τοῦ πτῶξ πολυπτὼξ, ὡς παρὰ Καλλιμάχῳ· πολυπτῶκες τὲ Μέλαιναι. Μέλαιναι δέ εἰσι τόπος τῶν Ἀττικῶν. ὥστε οὔκ ἐστι σύνθετον· ἡ δὲ κλίσις, ἐπειδὴ τὸ μὲν καρὶς διὰ τοῦ δος κλίνεται, τὸ δὲ ἲς διὰ τοῦ νος. εἰ δὲ ἦν ἀπʼ αὐτοῦ εἶχεν ἂν κλίνεσθαι διὰ τοῦ νος· τὰ γὰρ εἰς ις σύνθετα τὴν τοῦ ἁπλοῦ φυλάττουσι κλίσιν. οἷον, ἀκτὶς ἀκτίνος, εὐάκτιν εὐάκτινος, γλωχὶν γλωχῖνος, τριγλώχιν τριγλώχινος
κ 142
Καρκίνος ζῶον θαλάσσιον· καρκίνος ἐλθὼν ἐκ βυθοῦ θαλαττίου. ὁ λεγόμενος πάγουρος, καράκινός τις ὢν, ὁ κινῶν ἐπὶ συχνῷ τὴν κάραν. διὰ τί προπαροξύνεται; τὰ γὰρ διὰ τοῦ αντινος προπερισπᾶται· οἷον· Κωνσταντῖνος, Ταραντῖνος· πλὴν τοῦ Φαυστίνος καὶ καρκίνος. καρκίνος δὲ λέγεται καὶ ζῴδιον ἐν τῷ οὐρανῷ, καὶ νόσος οὕτω καλουμένη, καὶ μέλος ἀνθρώπου
κ 143
Καρκίνος παρὰ τὸ κάρα κινεῖν πυκνῶς, ἢ καράκινός τις ὢν, οἷον κάραβος, ἀπὸ τοῦ τὸ κινούμενον αὐτοῦ κάρα εἶναι
κ 144
Κάρος σημαίνει τὴν θανατηφόρον Μοῖραν, ἀπὸ τοῦ Κὴρ Κηρὸς, συστολῇ τοῦ η κάρος. διάτι τοῦ κὴρ τὸ η εἰς α ἐτράπη, καὶ οὐκ εἰς ε, ὥσπερ φρὴν, φρενός; ὅτι οὐκ ἔστι τὸ κάρος κατὰ ἀνάλογον κλίσιν, ἀλλὰ συστολὴ ποιητική· καὶ τούτου χάριν οὐκ ἐφύλαξε τὴν ἀκολουθείαν τοῦ φρὴν φρενός
κ 145
Καῤῥόον κατὰ τὸ ῥεῦμα
κ 146
Καρπαλίμως ἀντὶ τοῦ ταχέως, ὡς παρὰ τὸ γονὸς γίνεται γόνιμος, καὶ πόμπος πόμπιμος, οὕτω καὶ παρὰ τὸ κάπτω τὸ πνέω, ἐξ οὗ καὶ τὸ καπύω, οἷον, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε, γίνεται κάπος, καὶ πλεονασμῷ τοῦ ν καπνός. εἶτα κατὰ πρόθεσιν τοῦ ρ πάλιν γίνεται κάρπνος καὶ κάρπνιμος, ἀποβολῇ τοῦ ν, καὶ προσθέσει τῆς αλ συλλαβῆς καρπάλιμος, καὶ τὸ ἐπίῤῥημα καρπαλίμως
κ 147
Καρπὸς ἀπὸ τοῦ κεκάρφθαι, ὅ ἐστιν ἐξηράνθαι ἔνθα τῆς χειρὸς ξηρὸς ὢν ὁ τόπος καὶ ἄσαρκος. καρπὸς δὲ λέγουσι κάρφος τὶς ὤν· καρπὸς παρὰ τὸ κατάξηρον, οἷον, κάρφος
κ 148
Καρπὸς παρὰ τὸ φυῆναι αὐτὸν ἐκ τῆς κάρας, καὶ τοῦ ὀποῦ τοῦ δένδρου. τὸ γὰρ ἄκρον τοῦ σώματος ἡ κεφαλή. καὶ ἡ τοῦ δένδρου κεφαλὴ τὸ ἄκρον ἐστι καρπὸς τὸ καίριον παντὸς πράγματος, ἢ ὁ τοῦ καιροῦ παντὸς ἴδιος καρπός
κ 149
Καρπὸς σημαίνει δύο· τὸν πρὸς ἄμετρον ἠτοιμασμένον ἄσταχυν, καὶ γίνεται παρὰ τὸ κεκάρφθαι, ὃ σημαίνει τὸ ἐξηράνθαι, καὶ ὁ ποτὶ καρπῷ βριθομένη. σημαίνει δὲ καὶ τὸν τῆς χειρὸς καρπὸν, ὡς ἡ χρῆσις μαρτυρεῖ· Ὀδυσεὺς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρποῦ· πλὴν καὶ τοῦτο ὡς οἶμαι, παρὰ τὸ κάρφος ὃ σημαίνει τὸ ξηρόν· κατάξηρον γὰρ τῶν λοιπῶν μερῶν ἐστιν ὁ καρπὸς τῆς χειρός
κ 150
Κάρταμον κλωβεῖον, ξύλινον, ἢ σπυρίδιον πλεκτόν
κ 151
Καρτερῶ ἀπὸ τοῦ κράτος καρτερῶ. τοῦτο παρὰ τὸ κρῶ τὸ τελειῶ
κ 152
Κάρρων οἷον, ναὶ κάρρων βώς· τρίτος τύπος ἐστι τῶν συγκριτικῶν. ὡς παρὰ τὸ βαθὺς, γίνεται βαθύτερος βαθίων, ὁ τρίτος τύπος βάσσων, ἔνθεν παρʼ Ἐπιχάρμῳ, βάσσων τὸ χωρίον· ἐλαχὺς ἐλαχίων, ἐλάχιστος, ἐλάσσων, ταχύτερος ταχίων, τάχιστος, ὁ τρίτος τάσσων καὶ θάσσων, βραχὺς βραχύτερος, βραχίων, βράσσων, ὅπερ συνεμπίπτει ἀπὸ τοῦ βραδὺς, διὰ τὸ ἀμαυρῶσαι τὸ σύμφωνον, γλυκὺς, γλυκύτερος, γλυκίων, γλύκιστος, ὁ τρίτος τύπος γλύσσων. κέχρηται δὲ Ξενοφάνης τῷ ὀνόματι, οἷον, γλύσσωνα σῦκα. καὶ πάλιν παχὺς, παχύτερος, παχίων, πάχιστος, ὁ τρίτος τύπος πάσσων· μείζονα τῶν εἰς ἰδέειν, καὶ πάσσονα ἀντὶ τοῦ μείζονα καὶ παχύτερον. καὶ πάλιν, μακρότερος, οἷον, μῆκος, μηκίων, μήκιστος, ὁ τρίτος τύπος μάσσων, οἷον, ἥσειν, ἢ τοσσοῦτον, ὀΐομαι, ἢ ἔτι μᾶσσον, ἀντὶ τοῦ μακρότερον· οὕτως οὖν καὶ κρατὺς, κρατύτερος, κρατίων, κράτιστος, ὁ τρίτος τύπος κράσσων, ὑπερθέσει κάρσων καὶ κάῤῥων, ὡς ἡ μυρσίνη, μυῤῥίνη. οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν
κ 153
Καρυκεύουσα ἡδύνουσα, γλυκαίνουσα. καρύκη γὰρ βρῶμα Λύδιον, ἐκ πολλῶν ἡδυσμάτων συνεστηκός. ἔστι δὲ εἶδος ὑποτρίμματος, ἐκ πολλῶν ἀρτυμάτων συντιθέμενον· καρυκεύειν δὲ τὸ πράττειν
κ 154
Κάρφη παρὰ τὸ ἐξηράνθαι, καὶ καρπὸς, καὶ κατάξηρος στάχυς, καὶ τῆς χειρὸς ὁ καρπὸς, ὀστώδης ὢν καὶ ἄσαρκος. καὶ τὸ καρπῶσαι τὸ κατακαῦσαι τὰ ἐναντιζόμενα
κ 155
Κάρτος νῖκος, ἰσχὺς, κράτος
κ 156
Κάρτα παρὰ τὸ κρατὺς κρατέα, ὡς ταχὺς ταχέα· καὶ κατὰ συγκοπὴν καὶ μετάθεσιν κάρτα
κ 157
Καρύκη ἕψημά τι διʼ αἵματος καὶ ἀρτυμάτων παντοίων. ὁ δὲ Δίδυμος Λύδιον βρῶμα φησὶν εἰς πολυτελοῦς σκευασίας συγκείμενον· ἐγὼ δὲ οἶμαι καρύκην αὐτὴν λέγεσθαι, ἐπειδὴ μέλαν ἔστι. φησὶ γὰρ ἐν τῷ κωμικῷ λέγεσθαι οὕτω, καρύκειον καρυοβαφεύς. καὶ κάρυος ῥοῦς ὁ μέλανος ῥόος, οὔκουν ἐκ τούτου οἶμαι λέγειν καρύκην. Ὦρος
κ 158
Καρχαρόδους τὰ ζῶα, τοὺς κεχαραγμένους ἔχοντας τοὺς ὀδόντας· τουτ’ἔστι στρογγύλους καὶ ὀξεῖς, καὶ ἐναλλάσσοντας ἑαυτῶν, ὡς λύκος, λέων, πάρδαλις· εἴρηται παρὰ τὸ χαράσσω, ῥῆμα, ὅπερ ἐν συνθέσει μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους καὶ κατʼ ἀναδιπλασιασμὸν χαρχαρόδους καὶ καρχαρόδους. ἀμφόδοντα δὲ λέγονται ζῶα, ὅσα οὐκ ἐνηλλαγμένους ἔχουσι τοὺς ὀδόντας, στρογγύλους καὶ ὀξεῖς, ἀλλὰ παχεῖς καὶ πλατεῖς, ὡς ἔστιν ἄνθρωπος, ἵππος καὶ τὰ ὅμοια. χαυλιόδοντα δὲ ὅσα ἔξωθεν ἔχει τοὺς ὀδόντας ὑπερφερεῖς, ὡς ἔστι σὺς, ἐλέφας, ἀπάλαξ
κ 159
Κασσαβὰς εἴρηται ἡ πόρνη, παρὰ τὸ καλὸν καὶ σοβεῖν
κ 160
Κασίγνητος καὶ αὐτοκασίγνητος, ποίου σχήματος; συνθέτου. σύνθετον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων λέξεων συγκείμενον. τοῦ γὰρ παρασυνθέτου κατὰ τὸ τέλος γίνεται κίνησις· οἷον, Φίλιππος, φιλιππίζω· τὸ δὲ κατʼ ἀρχὴν γινόμενον, μένει ὡσαύτως σύνθετον. γίνεται δὲ τὸ κασίγνητος, ἐκ τοῦ κάσου, ὁ σημαίνει τὸν ἀδελφὸν καὶ τοῦ γνητὸς, τοῦτο ἐκ τοῦ γέννα, κασίγνητος· Ἡσίοδος, μὴ δὲ κασιγνήθῳ ἶσον ποιεῖσθαι ἑταῖρον, εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς, μηδὲ ψεύδεσθαι γλώσσης χάριν, εἰ δέ κεν ἄρχῃ ἤ τε ἔπος εἰπὼν ἀποθύμιον, ἠὲ καὶ ἕρξας, δὶς τόσα τίννυσθαι μεμνημένος, εἰ δέ κεν αὖθις ἡγεῖται φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν, δέξασθαι, δειλός τοι ἀνὴρ φίλον ἀλλοτʼ ἐς ἄλλον ποιῆσαι, σὲ δὲ μή τι νόος κατελεγχέτω εἶδος, μηδὲ πολύξεινον μήδʼ ἄξεινον καλέεσθαι, μηδὲ κακῶν ἕταρον, μήδʼ ἐσθλῶν νειητῆρα. σχεδὸν τοῦ ἀδελφοῦ μου μὴ προτίμᾳ τὸν φίλον σου. ἐὰν δὲ καὶ ποιήσῃς φίλον, μὴ σὺ πρῶτον αὐτὸν ἀτιμάσῃς. μηδὲ καταψεύσῃς αὐτόν. ἐὰν δὲ αὐτὸς ἀρχὴν ποιήσῃ τοῦ ἀτιμάσαι σε, διπλάσιον αὐτῷ κακὸν ἀπόδος, μεμνημένος ὧν εἰς σὲ διεπράξατο. ἐὰν δὲ πάλιν βουληθῇ διαλλαγῆναι καὶ φιλιωθῆναι σοι, καὶ προσπέσῃ σοι, δέξαι αὐτόν. ἄθλιος γὰρ ἐκεῖνος, ὅστις ἀπὸ τούτου εἰς τοῦτον μεταβαίνει φίλον. σὺ δὲ ὑπερέχων καλὴν ἰδέαν, μὴ ἔσο μωρὸς, ἵνα μὴ ἡ μωρία σου, ἀτιμάσῃ τὴν ἰδέαν σου· μηδὲ πολύξεινον, εὐκαταφρόνητον γὰρ τοὺς πολλοὺς ξενίζειν, τὸ δὲ ἄξεινον φιλιῶδες. μὴ δὲ κακοὺς εἴπῃς τοὺς ἀγαθούς· εἴρηται κασίγνητος παρὰ τὸ κάσις ὁ ἀδελφὸς καὶ τὸ γνὴς γνητὸς, ὃ σημαίνει τὸν γνήσιον· καὶ ὀγνῆται οἱ ῥόδιοι
κ 161
Κασσίτηρος ὁ τὴν κόσμησιν τηρῶν· ἢ ὁ κοσμῶν καὶ λαμπρύνων
κ 162
Κασία εἶδος μυρεψικοῦ. γέγονε δὲ παρὰ τὸ κάζω τὸ κοσμῶ, οὗ ὁ μέλλων κάσω, καὶ ἐξ αὐτοῦ πλεονασμῷ τοῦ ι, κασία, ἡ κοσμοῦσα διὰ τῆς εὐοσμίας τὰς αἰσθήσεις
κ 163
Κάσσα ἡ πόρνη, ἡ κατωφέρης· παρὰ τὸ καίω καύσω, κάσσα. Λυκόφρων, λείποντος κάσσης ἐκβαλὼν πελειάδος
κ 164
Καστρέσιον πεκούλιον ἰδιόκτητον, ἐξ οὗ καὶ κάστρον
κ 165
Κάστορα θʼ ἱππόδαμον πόσα σημαίνει; δύο· ὄνομα κύριον, καὶ τὸ ζῶον· καὶ γίνεται παρὰ τὸ κάζω τὸ κοσμῶ. τὸ δὲ ζῶον παρὰ τὸ γαστὴρ γάστωρ καὶ κάστωρ, ὑπογάστριον γὰρ τὸ ζῶον, καὶ σχεδὸν ὅλον κοιλία
κ 166
Κασσωρὶς ἡ πόρνη, ἡ κατωφέρης· κασσαβὰς λέγεται ἡ πόρνη, παρὰ τὸ καλεῖν καὶ σοβεῖν· ἐξ αὐτοῦ γίνεται κατὰ παρασχηματισμὸν κασωρίς. Λυκόφρων· ὅταν κόρη κασωρὶς εἰς ἐπείσιον χλεύην ὑλακτήσασα κηκάσῃ γάμους νυμφεῖα πρὸς κηλοστὰ βαρβάρων τελεῖν. ἐπεί σιον σημαίνει δὲ τὸ γυναικεῖον καὶ ἀνδρεῖον αἰδοῖον· κηλοστὰ δὲ τὰ ἀκόλαστα. τὸ ἑξῆς. ὅταν ἡ τοῦ Νηλέως θυγάτηρ τύπτουσα εἰς τὸ αἰδοῖον χλευάσῃ τὰ νυμφεῖα, πρὸς τὰ τῶν βαρβάρων κηλοστὰ, τουτ’ἔστιν εἰς τὴν παρὰ τὴν κάρβασιν κοινοὺς τόπους, ἐν οἷς αἱ ἑταιρίδες διατρίβουσι· κηλοστὰ γὰρ ἐκαλοῦντο
κ 167
Κατὰ βόστρυχος κοσμῶν τοῖς βοστρύχοις· τὸ γὰρ κατὰ πλήθους ἐμφαντικόν ἐστιν
κ 168
Καταράκτης ἐκ τοῦ ῥάσσω τὸ φθείρω, ἐράκτης καὶ καταράκτης
κ 169
Καταπέψῃ ἐκ τοῦ πέπτω τὸ δαπανῶ καὶ μαγειρεύω· ἀορίστου πρώτου ὑπερσυντελικοῦ παθητικοῦ, δευτέρου προσώπου· ἐὰν πέψωμαι, ἐὰν πέψῃ, ἀπεψίαν πέπονθεν ἐξ ἀπληστίας
κ 170
Κατάπληξις εἰς τὸ ἐκπάγλως, καὶ φόβος
κ 171
Καταρδεῖν εἰς τὸ δραθεῖν
κ 172
Καταρτίζω ἁρμόζω· ἐκ τοῦ ἀρτῶ ἀρτίζω
κ 173
Κᾴτα ἀπὸ τοῦ καὶ συνδέσμου, καὶ τοῦ εἶτα ἐπιῤῥήματος γίνεται, καὶ ἀποβολῇ τῶν δύο ιι κάετα, καὶ κράσει κᾴτα
κ 174
Κατάγαγε κατάβαλε· ἔστι κατάγω, ὁ β ἀόριστος κατῆγον, καὶ διὰ τὸ μὴ εἶναι τὴν παραλήγουσαν φύσει μακράν
κ 175
Καταιγὶς ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ αἲξ αἰγὸς, καταιγίς. τὸ δὲ αἲξ παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ
κ 176
Καταίρειν ἀντὶ τοῦ ἀναχωρεῖν καὶ ἀποπλεῖν, ἀπὸ τοῦ συμβαίνοντος. συμβαίνει γὰρ ἀποπλεούσης τῆς νέως, ἀπαίρειν τὰ ἱστία. τὸ δὲ καταίρειν συντάσσεται μετὰ πτώσεως γενικῆς
κ 177
Καταποντωθῆναι κινδυνεῦσαι. κλυδώνισμα ὁ κίνδυνος
κ 178
Καταιγὶς ἡ μεγάλη πνοὴ, συντίθεται ἐκ τῆς κατὰ προθέσεως, καὶ τοῦ αἰγὶς ὄνομα, ὃ σημαίνει τὸν ἄνεμον. ἢ ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι τὸν Δῖα. λέγουσι γὰρ αὐτὸν τῶν ἀνέμων δεσπότην εἶναι οἱ Ἕλληνες, ὃς καλεῖται αἰγιοῦχος· ἢ ἀπὸ μεταφορᾶς τοῦ ζώου. ὁ γὰρ Ζεὺς αἲξ αἰγὸς σκεπαστήριον ἀνεδύετο· καὶ εἰς τὸ αἰγιοῦχος
κ 179
Κατάλληλον ὄνομα, παρὰ τὸ ἀλλήλοις ἐοικέναι
κ 180
Κατὰ κόῤῥης · κατὰ κόῤῥης λέγεται τὸ τὴν σιαγόνα πλῆξαι· ὁ δὲ Ἐρατοσθένης ἅπασαν τὴν τῆς κεφαλῆς πλήγην· κόρσην γὰρ τὴν κεφαλὴν λέγουσι. μεταβεβλῆσθαι δὲ τὸ ς εἰς ρ Ἀττικῶς, ὡς ἐπὶ τῆς μυῤῥίνης καὶ ταῤῥοῦς, ἔστι γὰρ μυρσίνη καὶ ταρσός
κ 181
Κατακύστιν κατὰ τὴν φύσιν, ὅπερ ἐστιν οὐροδόχον ὄργανον
κ 182
Κατάκρας ἀντὶ τοῦ κατὰ κράτος, ἀπὸ τοῦ ἀκὴ, ὃ σημαίνει τὴν ὀξύτητα, ἄκα, καὶ πλεονασμῷ τοῦ ρ ἄκρα
κ 183
Κατάντημα ἀπάντημα καὶ τέλος ὁδοῦ· ἐκ τοῦ καταντάω καταντήσω
κ 184
Καταργῶ σημαίνει τὸ ἀποπαύω. ὡς τὸ κατηργήθη ὁ νόμος, ἀντὶ τοῦ ἀπεπαύθη, ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἀργῶ· τοῦτο δὲ ἐκ τοῦ ἀργὸς ὃ σημαίνει τὸν ἄπρακτον, ὅπερ ἀπὸ τοῦ ἄεργος, κατὰ συγκοπήν
κ 185
Κατατρύχων μετοχή. τὸ ῥῆμα τοῦτο ἐστι βαρύτονον καὶ περισπώμενον· τὸ δὲ περισπώμενόν ἐστι τρίτης συζυγίας τῶν περισπωμένων, τρυχῶ, ἐξ οὗ γίνεται μετοχὴ παθητικὴ τετρυχώμενος. φέρεται τὸ αὐτὸ καὶ βαρύτονον, οἷον, τρύχω τρύχας, καὶ διὰ τὴν εὐρυθμίαν ἐνταῦθα τῆς συνθήκης βαρυτόνως ἀναγνωστέον τὸ ῥῆμα. καὶ ἀπὸ μὲν τοῦ τρυχοῖς τρυχοῖ, τετρυχώμενος, ἡ παθητικὴ μετοχή· ἀπὸ δὲ τοῦ τρύχω βαρυτόνου τρυχώμενον ἡ μετοχή· τέτρυμμαι γάρ ἐστι, ὅπερ ἐκεῖ τὸ τετρύχωμαι
κ 186
Καταθύμιος κατὰ ψυχὴν, κατὰ νοῦν
κ 187
Καταΐγδην ἀπὸ τοῦ καταΐσσω, ἡ εἰς τὸ ἔμπροσθεν ὁρμῶσα καὶ ἀΐσσουσα. οἷον, ἡ δʼ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ, προπροκαταΐγδην κοίλης ἁλός· ἐν δʼ ἄρα μέσσαις
κ 188
Κατακᾶσα ἡ κατωφερὴς καὶ πόρνη, Καλλίμαχος· σκύλα γυνὴ κατακᾶσα καὶ οὐ ψύθος οὔνομʼ ἔχουσα. εἴρηται ἢ παρὰ τὸ καταχέεσθαι ἐπὶ παντί· ἢ ἡ τοῦ καυθῆναι ἀξία διὰ τὴν ἀσέλγειαν
κ 189
Κατάκλεις κλεὶς καὶ κατάκλεις, ἀπὸ τοῦ ἐγκεκλεῖσθαι μέχρι αὐτῆς τὰ ἐντός. καὶ αἱ μὲν τοῦ σώματος ἐπικλείδες εἴρηνται, διὰ τὸ ἐπικαμπεῖς εἶναι, καὶ ἐοικέναι ταῖς τῶν θυρῶν κλείσι. καὶ ὅτι μέχρι αὐτῆς τὰ ἐντὸς ἐγκλείονται, παρὰ τὸ κλείς. κατακλείδες ἐπὶ τῶν ἐρεσσόντων, ὅτι ἐπʼ αὐταῖς ἑζόμενοι τὸ σῶμα ἔκλων
κ 190
Κατακλῶσθαι αἱ ἐπικλώσεις τῶν Μοιρῶν, παρὰ τὸ κλώθω· τοῦτο δὲ παρὰ τὸ κάτω καθέλκειν τοὺς τῶν νημάτων ὁλκούς· κλώθουσι γὰρ καὶ νήθουσιν· ὅθεν καὶ κλῶσις παρὰ τὸν κλώσω μέλλοντα εἴρηται
κ 191
Καταίτυξ εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον κατωφεροῦς ἀλλὰ κοίλης οὔσης, κάτω νευούσης, παρὰ τὸ κάτω τετύχθαι, ὡς πρὸς τὴν ἀλώπιδα τὴν ἀνάστασιν ἔχουσα
κ 192
Καταφυγὴ προσφυγὴ, ἐκ τοῦ φεύγω φυγὴ καὶ καταφυγή
κ 193
Κάτεισι παρὰ τὸ κάτω καὶ τὸ εἶμι, τὸ πορεύομαι, γίνεται κάτειμι, τὸ δεύτερον κάτεις, τὸ τρίτον κάτεισιν, ἤγουν κάτωθεν ἦλθεν
κ 194
Καταδίκασεν ὁ διαιτητὴς κατεδικάσθη ὁ καταδικαστὴς, κατεδικάσατο ὁ ἀντίδικος
κ 195
Κατασκηνώσεις τρίτης συζυγίας τῶν περισπωμένων. γίνεται δὲ παρὰ τὸ σκηνῶ, τοῦτο παρὰ τὸ σκῆνος, τοῦτο παρὰ τὸ σκήνη. τοῦτο παρὰ τὸ σχῶ σχήσω, σχῆνος καὶ σκῆνος. καὶ ἐξ αὐτοῦ σκήνη· ὡς ῥῶ ῥήσω Ῥῆσος. ἔστι δὲ τοῦτο τὸ ὄνομα κύριον βασιλικόν
κ 196
Κατακυριεῦσαι ἐκ τοῦ κατακυριεύω· τοῦτο ἐκ τοῦ κύριος. διαφέρει δὲ κύριος δεσπότου. κύριος μὲν λέγεται, ὁ ἐπὶ μητρὸς καὶ παίδων πατήρ· δεσπότης δὲ ὁ ἐπὶ ἀργυρωνητῶν
κ 197
Καταρχὰς ἀρχὴ σημαίνει τρία· πρῶτα μὲν τὴν προάναρχον ἀρχήν· καὶ τὴν χρονικὴν ἀρχὴν, τὴν ἐπὶ τοῖς πράγμασι ἡμῶν ἐπιβαλλομένην, καὶ τὴν βασίλειαν ταύτην· καὶ τὴν εἰς τοὺς ἀρχομένους καθόλου ἐπιστασίαν
κ 198
Καταβήσεται ἐκ τοῦ βίβημι βήσω, βήσομαι βήσῃ βήσεται, καὶ καταβήσεται· τοῦτο παρὰ τὸ βῶ τ βαίνω
κ 199
Κάττα παρὰ τὸ ἄττω τὸ πηδῶ γίνεται ἄττα· καὶ προσθέσει τοῦ κ κάττα
κ 200
Κατακάθετον ἀπὸ βάθους εἰς ὕψος διάστημα
κ 201
Καταφιλοσοφῶν διὰ σιγῆς νικῶν
κ 202
Κατάπληξις ἔστι φόβος ἐκ μεγάλης φαντασίας
κ 203
Κατακρῆθεν παρὰ τὸ καρὴ ὀξυνόμενον γίνεται καρῆθεν· καὶ κατὰ συγκοπὴν κρῆθεν. τοῦτο καὶ Ἡσιόδος ἐξεδέξατο εἰπών· τῆς καὶ ἀπὸ κρῆθεν, βλεφάρων
κ 204
Κατὰ μῆρʼ ἐκάη · Πτολεμαῖος ἐν τελευταίῳ παραλαμβάνει μῆρε, ἵνα Ἰωνικῶς ἐκάη, μεταπλασμὸν γὰρ λέγει ἐκ τοῦ μῆρα μῆρε, ὡς τὸ ὄσσα ὄσσε, καὶ ὄψ ὀψέ· οὐκ ἔχυρον δὲ τοῦτο, ἀλλὰ μᾶλλον ἀποκοπὴν φαμὲν τοῦ μῆρα, ἅπερ εἰσι τὰ ἁγιαζόμενα τοῖς θεοῖς τὸ δὲ μῆρα ἀπὸ τοῦ μηρία κατὰ συγκοπήν
κ 205
Κατεμύξατο κατημάτωσε, κατέξυσεν· εἰς τὸ ἀμύσσω ἡ ἐτυμολογία
κ 206
Καταπροΐξασθαι ἀπὸ τοῦ προικὸς, ἢν διαιροῦντες οἱ Ἴωνες πρόϊκα λέγουσιν· ὥσπερ οὖν ἡ προίξ δωρεὰν δίδοται· οὕτω φασὶν, οὐ δωρεὰν ἐμοῦ καταγνώσεταί τις, ἀλλʼ ἀποδώσει μισθὸν ὧν ἔπραξα. καὶ ἐπαίτης, καὶ ὁ προῖκα αἰτῶν προΐκτης λέγεται. οὕτως εὗρον ἐν ὑπομνήματι ἐπῳδῶν Ἀρχιλόχου
κ 207
Κατάσχεσιν ἀπὸ τοῦ σχῶ, σχέσις καὶ κατάσχεσις
κ 208
Καταχήνη ἡ χάσμησις, παρὰ τὸ χαίνω ῥῆμα γίνεται χήνη καὶ καταχήνη
κ 209
Καταψήχειν τὸ ἠρέμα κολακεύειν καὶ κρατεῖν. εἴρηται ἀπὸ τοῦ καταψῶ καταψήσω, καὶ ἀνεδόθη εἰς ἓν καταψήχω. τὸ δὲ καταψῶ σύνθετον ἀπὸ τοῦ ψῶ καταψῶ, καὶ τοῦ ψαύω. καὶ ἐκ τούτου τὸ ψήχω. καὶ τὸ ἠμφιεσμένον ἐν αὐτῷ
κ 210
Καταθρῆσαι ῥᾷον κατιδεῖν, εὐχερῶς
κ 211
Κατακερτομοῦντες καταφλυαροῦντες, λοιδοροῦντες, σκώπτοντες
κ 212
Καῦμα οἱονεὶ τὸ κεκαυμένον ἄημα
κ 213
Κατέκταθον ἀπὸ τοῦ κτείνω, κτενῶ, ἀόριστος παθητικὸς ἐκτάνθην, ὡς φαίνω ἐφάνθην. τὸ πρῶτον τῶν πληθυντικῶν ἐκτάνθημεν ἐκτάνθητε, ἐκτάνθησαν ἔκτανθεν, ὡς ἐφάνθημεν, ἐφάνθησαν, ἔφανθεν. ἢ ἔστιν ἕτερον θέμα κτῶ, ὁππότε κεν τοῦτον κτέομεν· ἀπὸ τούτου γίνεται παράγωγον τῶν εἰς μι, κτῆμι, ὁ β ἀόριστος ἔκτην, ὅπερ γίνεται ἔκταν, οἷον, τὸν σὸν κατέκταν παῖδα. καὶ πάλιν· ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. τὸ δεύτερον ἔκτας, τὸ τρίτον ἔκτα, οἷον, Ζεὺς ὃς κατέκτα. ἡ μετοχὴ κτὰς ἄνδρα κατακτὰς, ὁ μέσος ἀόριστος ἐκτάμην, ὡς ἔφην ἐφάμην, τὸ τρίτον ἔκτατο καὶ ἀπέκτατο. δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος, ὁ β ἀόριστος ἐκτάθην, ὡς ἐφάθην, τὸ πρῶτον τῶν πληθυντικῶν ἐκτάθημεν, ὡς ἐφάθημεν, τὸ τρίτον ἐκτάθησαν ὡς ἐφάθησαν, καὶ ἔκταθεν· ἕταροι δὲ κατεκτάθη
κ 214
Κατʼ ἐμαυτὸν ἰστέον, ὅτι ἡ εὐθεῖα τούτων ἡ ἐμαυτὸς εἶχεν εἶναι, ὡς ἐγαυτὸς καὶ ἐμαυτὸς μὲν ὅτι πᾶσα σύνθετος ἀντωνυμία θέλει εἶναι, καὶ ὁμοιόπτωτος, καὶ ὁμοιοπρόσωπος, καὶ ἰσάριθμος, οἷον, τὸ ἐμαυτοῦ ἐστιν ἀπὸ τοῦ ἐμοῦ αὐτοῦ· τὸ δὲ ἐμαυτοῦ καὶ ἰσάριθμόν ἐστι καὶ ὁμοιόπτωτον, καὶ ὁμοιοπρόσωπον. ἀμφότερα γὰρ τό, τε ἐμοῦ καὶ αὐτοῦ ἑνικά ἐστι, καὶ τρίτου προσώπου καὶ πτώσεως γενικῆς. ἐὰν οὖν γένηται ἡ εὐθεῖα τούτων ἐμαυτὸς, ἔμελλεν ἂν εἶναι ὁμοιόπτωτος, ὅπερ ἐστιν ἀδύνατον ἐπὶ συνθέτου ἀντωνυμίας· τὸ γὰρ αὐτός ἐστιν ἡ εὐθεῖα, τὸ δὲ ἐμὲ οὐκ ἔστιν ἡ εὐθεῖα· ἀπὸ γὰρ τοῦ ἐμὸς οὐκ ἠδύνατο γενέ σθαι, ἐπειδὴ οὐδέποτε κτητικὴ ἀντωνυμία ποιεῖ σύνθετον ἀντωνυμίαν. ἀπὸ γὰρ τῶν πρωτοτύπων ἀντωνυμίων γίνονται αἱ σύνθετοι ἀντωνυμίαι, οἷον ἐμοῦ, αὐτοῦ ἐμαυτοῦ, ἐμοὶ αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτὸν ἐμαυτόν. ἐμαυτὸν δὲ οὐκ ἠδύνατο εἶναι· ἐπειδὴ αἱ σύνθετοι ἀντωνυμίαι πρότερον ἐν τῇ ἁπλότητι τὰς δύο συνθέσεις ἀναδέχονται, τήν τε αὐτοπαθῆ καὶ τὴν ἀλλοπαθῇ καὶ οὕτω συντίθεται· οἷον, ἐμοῦ ἤκουσας, καὶ αὐτοῦ ἤκουσα. διὰ τοῦτο γὰρ ἐπενοήθησαν αἱ σύνθετοι ἀντωνυμίαι, ἵνα καὶ διάκρισιν ποιήσωσι τοῦ ἀλλοπαθοῦς, καὶ σχῶσι τὸ αὐτοπαθὸν μόνον, αἱ δὲ ἁλπαὶ τὸ ἀλλο παθές. τὸ οὖν ἐγὼ αὐτὸς, ἐπειδὴ ἐν τῇ ἁπλότητι οὐκ ἐπιδέχεται τὰς δύο συντάξεις, τήν τε αὐτοπαθῆ καὶ ἀλλοπαθῆ, εἰκότως οὐ δύναται ποιῆσαι σύνθετον ἀντωνυμίαν. ὅτι γὰρ ἡ ἐγὼ αὐτὸς τὴν ἀλλοπαθῆ μόνην ἔχει, καὶ οὐχὶ τὴν αὐτοπαθῆ, δῆλον ἐντεῦθεν· λεγόντων γὰρ ἡμῶν ἐγὼ αὐτὸς ἤκουσα, λέγοντός τινος ἄρα Σωκράτους, ἄρα Ἀλκιβιάδου· ὥστε οὖν ἀλλοπαθής ἐστιν, αὐτοπαθὴς δὲ οὐ δύναται εἶναι ἡ ἐγὼ αὐτὸς, ἐπειδὴ οὐδέποτε εὐθεῖα εἰς εὐθεῖαν δρᾷ, ἤγουν, ἐνεργεῖ. οὐδεὶς γὰρ λέγει Σωκράτης Πλάτων ἤκουσεν, ἀλλὰ Σωκράτης Πλάτωνος ἤκουσεν. ἐπεὶ οὖν ἐν τῷ ἐγὼ αὐτὸς εὐθεῖαι εἰσι δύο ἡ ἐγὼ καὶ αὐτὸς, τούτου χάριν οὐ δύνανται εἶναι αὐτοπαθεῖς. τοιαῦτα ἔχομεν εἰπεῖν, καὶ περὶ τοῦ μὴ δύνασθαι συστῆναι τὸ ἐγὼ αὐτὸς, εὐθεῖαι τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν· οὕτω ζήτει
κ 215
Καΰστριος τὸ στρι, ἰῶτα διάτι; ὡς κάπριος· ἔστι δὲ ἐκ Καΰστρου. Κάϋστρος δέ ἐστιν υἱὸς Πενθεσιλείας τῆς ἀμαζόνης, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δαρκετὼ, καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ τὰ Βαβυλώνια τείχη κατεσκεύασε. λοιπὸν δὲ Καΰστριος καὶ γράφεται διὰ τοῦ ἰῶτα, ἢ ὅτι τὰ εἰς ος, διὰ τοῦ ιος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα
κ 216
κατοίκησις διαφέρει. κατοίκισις μὲν διὰ τοῦ ἰῶτα ἔστιν ἡ ὑφʼ ἑτέρων γινομένη ἵδρυσις, παρὰ τὸ οἰκίζω. κατοίκησις δὲ διὰ τοῦ η ὅταν αὐτοὶ ὑφʼ ἑαυτῶν οἰκήσωσι πόλιν τινὰ καταλαβόντες
κ 217
Κατοικεσία ἐκ τοῦ κατοικῶ, κατοικήσω, κατοικησία, καὶ τροπῇ τοῦ η εἰς ε κατοικεσία
κ 218
Κατεπόθησαν τὸ θέμα πῶμι, πώσω, πέπωκα, πέπωμαι, ὁ ἀόριστος ἐπόθην, τὸ πληθυντικὸν ἐπόθησαν, καὶ μετὰ τῆς κατὰ προθέσεως κατεπόθησαν. καὶ εἰς τὸ πῶμι
κ 219
Καυχήσονται παρὰ τὸ καυχῶ καυχήσω, τοῦτο παρὰ τὸ καῦχος. τοῦτο παρὰ τὸ εὖχος, τοῦτο παρὰ τὸ εὔχω τὸ καυχῶμαι. ἢ παρὰ τὸ αὐχήν
κ 220
Καχεξία ἡ ἀρχὴ τῶν λοιμικῶν νόσων. γίνεται ἐκ τοῦ καχέκτης
κ 221
Καχέσπερος ἐκ τοῦ καχεσπέρου. τοῦτο ἐκ τοῦ κακὸς καὶ τοῦ ἕσπερα, ὃ σημαίνει τὸ σκότος, γίνεται κακέσπερος· καὶ ἐπεὶ ψιλὰ ψιλῶν προηγοῦνται, ἐτράπη τὸ κ εἰς χ, καὶ συγκοπῇ τοῦ ο καχέσπερος, σημαίνει δὲ τὴν κακίστην καὶ σκοτεινὴν νύκτα τῆς ἁμαρτίας
κ 222
Κατεκήλησε κατεπράϋνε, κατέθελξε ἢ κατεμάρανε· καὶ κηληθμὸς λέγεται ἡ διὰ τῆς ἀκοῆς ἡδονὴ καὶ θέρψις. εἴρηται παρὰ τὸ χαλήθυμός τις ὢν, καὶ συγκοπῇ χαλαθμὸς, καὶ τροπῇ κηληθμός. τὸ δὲ κηλῶ παρὰ τὸ χαλῶ, ἢ παρὰ τὸ χῶ, ὁ μέλλων χήσω· καὶ ἐξ αὐτοῦ χηλῶ καὶ κηλῶ· οἱ γὰρ παραγενόμενοι διακεχυμένοι καὶ ἐφηπλωμένοι γίνονται
κ 223
Κατέλευσαν ἀντὶ τοῦ ἔχωσαν λίθοις, τὸ θέμα καταλεύω, τὸ κατά τινας λάας βάλλω ἤγουν λίθους. ὁ ἀόριστος κατέλευσα, καὶ τὸ τρίτον τῶν πληθυντικῶν κατέλευσαν. γίνεται ἐκ τῆς κατὰ προθέσεως, καὶ τοῦ λάας, ὃ σημαίνει τὸν λίθον
κ 224
Κατήριπτο ἔστι τὸ θέμα ῥίπτω ὃ σημαίνει τὸ πίπτω· ἤριπε δʼ ὡς ὅτε τις δῦς. σημαίνει δὲ τὸ καταβάλλω· ῥεῖ ὄχθας καπέτοιο βαθείης ποσὶ καὶ χερσὶν ἐρίπτων, ἀντὶ τοῦ καταρίπτων καὶ καταβάλλων. οὐ γίνεται παθητικὸν ἐρίπτομαι ἀντὶ τοῦ καταβάλλομαι, καὶ ἤριμμαι παθητικὸς παρακείμενος· καὶ ἠρίμμην ὑπερσυντελικὸς ἤριπτο· κατὰ Ἀττικὸν διπλασιασμὸν ἐρήριπτο, καὶ κατὰ συστολὴν ἐρέριπτο
κ 225
Κατηρτίσω ἐκ τῆς κατὰ προθέσεως, καὶ τὸ ἄρτιον, ὃ σημαίνει τὸ ὑγιές
κ 226
Κατεπανουργεύσαντος ἐκ τοῦ πανουργεύω· τοῦτο παρὰ τὸ πανοῦργος, τοῦτο παρὰ τὸ εἰς πᾶν ἐνεργῆσαι καὶ πράξαι. πόσα σημαίνει πανοῦργος; δύο· τὸν φρόνιμον καὶ νοήμονα ἐπὶ καλοῖς· σημαίνει δὲ καὶ τὸν κακοποιεῖν δυνάμενον, διὰ τῆς αὐτοῦ σοφίας καὶ κακίας
κ 227
Κατέστυξαν ἐφόβησαν, ἐφοβήθησαν, ἀπὸ τοῦ στύγω ἢ στυγῶ ἐξ οὗ καὶ στυγνὸς, παρὰ τὸ στύγω ἢ τὴν στῦγα. οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀειδὴ καὶ λυπηρὰ ἀπὸ τῶν ψυχῶν ὠνόμαζον, τὰ δὲ ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. τὸ δὲ στύγειν ἀπὸ τοῦ στυγὸς, ἥπερ μυθεύεται ψυχρότατον παρέχειν ὕδωρ. ὁμοίως ὁ στυγνὸς παρʼ αὐτὸν εἴρηται· τὴν δὲ θέρψιν θαλπωρεῖν, καὶ τὸ τέρπεσθαι ἰαίνεσθαι· καὶ φόβου κρυόεντος, ἀπὸ τοῦ κρύους τοῦ ψυχροῦ
κ 228
Κατέχευε κατεξέχεε, καταχεθῆναι ἐποίησι
κ 229
Κατενώπα ὡς κατὰ δῶμα, ἀπὸ εὐθείας τῆς ὢψ, ἥτις ἔχει τὴν αἰτιατικὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ πλείους κατενῶπα, οἷς καὶ δεῖ πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ ἐνώπια, καὶ ἐν συγκοπῇ ἐνῶπα. καὶ τῷ Ἀριστάρχῳ τοῦτο ἐστιν ἐνώπη ἡ πρόσοψις. παρʼ ἣν ἡ αἰτιατικὴ ἐνώπην. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάσας, οὕτως οὖν καὶ τὴν ἐνώπην ἐνῶπα