η 145
Ἦμιν ἥτις αὐτὸν ἢ ἡμῖν. τὸ δὲ ἡμῖν πρὸ μιᾶς τὸν τόνον καὶ ἐγκλίνονται. ἡ γὰρ ἔγκλισις ἢ τῇ προηγουμένῃ συλλαβῇ, ὅταν ἔστιν ἡ λέξις ἢ μονοσύλλαβος ἢ δισύλλαβος βραχυκαταληκτὸς, οἷον, εἰμὶ καὶ ἔστιν ἄνθρωπος. ἄνθρωπος ἔστι φημὶ πεζὸς δʼ ἔνδεκά φημι, μονοσύλλαβος δὲ ὡς τὸ, ἤκουσέ μου, ὅταν δὲ ἡ λέξις σπονδειακὴ, τότε τῇ προηγουμένῃ συλλαβῇ ἀναδίδωσι τὸν τόνον. ἐλάλησεν ἡμῖν, ἤκουσεν ἡμῶν, ἔτυψεν ἡμᾶς. ἐγκλινόμεναι δὲ λέξεις εὑρίσκονται ἐν μὲν ὀνόματι τὸ τὶς, οὐ τὸ ἐρωτηματικὸν, ἀλλὰ τὸ ἀνταποδο τικὸν, οἷον, ἄνθρωπός τις, καὶ τοῦτο πᾶσαι πτώσεις καὶ τὰ ὅλα γένη. ἐν δὲ ῥήμασι τὰ ὀξυνόμενα, οἷον, τὸ φημὶ, ἐσὶ, ἐστὶ, ἐσμὲν, ἐστὲ, εἰσὶ, φαμὲν, φατὲ, φασίν. ἐν δὲ ἀντωνυμίᾳ τοῦ πρώτου προσώπου τοῦ πρωτοτύπου, ἀποβάλλοντες τὸ κατʼ ἀρχὴν φωνῆεν ἤγουν τὸ ε καὶ τοῦ δευτέρου καὶ τρίτου. ἐν δὲ ἐπιῤῥήμασι τὰ τῶν πυσματικῶν ἀποδοτικὰ, οἷον, πῶς ἦλθες, ἦλθες πῶς, πόθι ἥκεις, αἴκεν πόθι, ποῦ ἀπέρχη, ἐὰν ποῦ, πότε, εἴποτε. ἐν δὲ συνδέσμοις, ὁ τε καὶ ὁ κεν συμπλεκτικὸς, καὶ ὁ ῥα καὶ ὁ νυ, καὶ ὁ που, καὶ ὁ τοι, καὶ ὁ θην, καὶ ὁ αρ, καὶ ὁ περ, καὶ ὁ πω παραπληρωματικός. γίνεται δὲ καὶ ἔγκλισις οὕτως, ἐὰν μὲν προηγουμένη συλλαβὴ ὀξύτονος ἢ περισπώμενος, ὀξύτονος καὶ ὁ περισπώμενος τόνος φυλάττεται, μόνου τοῦ ἐγκλιτικοῦ μορίου μὴ ἐπιδεχομένου, θεός μου, βασιλεύς μου, Κοσμᾶς ἐστι, Θωμᾶς ἐστι, καλός ἐστι. εἰ δέ ἐστιν ἡ λέξις προπαροξύτονος, τότε ἐπιπίπτουσι δύο τόνοι εἰς τὴν λέξιν, εἷς μὲν ὁ κύριος τόνος, ἕτερος δὲ ὁ τῆς ἐγκλίσεως. τὸ πλεῖστον δὲ διάστασις τοῦ τόνου εὑρίσκεται, οἷον, Γρηγόριός ἐστι, ἄνθρωπός ἐστι. εἰ δὲ ἡ λέξις πρὸ μιᾶς ἔχουσα τὸν τόνον, οἷον πυῤῥιχαϊκὴ, οὐκ ἐγείρει τὸν τόνον, ἀλλὰ φυλάττεται ἰδίως ὁ τῆς προηγουμένης λέξεως, καὶ ἰδίως ὁ τοῦ ἐγκλιτικοῦ μορίου, οἷον, τόνος ἐστὶ, κόπος φημὶ, ὅτε ἐστὶ δισύλλαβον τὸ ἐγκλιτικὸν μόριον. εἰ δὲ μονοσύλλαβον, μόνος φυλάττεται ὁ κύριος τόνος, οἷον, ὁ τόπος μου. εἰ δέ ἐστι τροχαϊκὴ, εἰ μὲν περισπᾶται ἡ λέξις φυλάττεται ἡ περισπωμένη ἐν τῷ ἰδίῳ τόπῳ, καὶ ἐγείρει ἐν τῇ ἐπαγομένῃ συλλαβῇ ὀξεῖαν, οἷον, κῆπος μοὺ, δῆμος μοὺ, εἰ δὲ προπαροξύτονον, γίνονται δύο ὀξεῖαι, ἄνδρά μοι ἔννεπε, δόξα μου γένεσθαί τε. εἰ δὲ σπονδειακὴ ᾖ, ἢ ἰαμβικὴ ἡ λέξις, οὐκ ἐγκλίνει ἐν τοῖς δισυλλάβοις, οἷον, ἥρως ἐστὶ, Σόλων εἰμὶ, ἐν δὲ τοῖς μονοσυλλάβοις φυλάττεται μόνως ὁ κύριος τόνος, οἷον, λέων μοι ἐλάλησε, φύλλοις τε κατάκομος
η 146
Ἥμισυ παρὰ τὸ ἅμα ἶσον τῷ ἄλλῳ
η 147
Ἥμισυς παρὰ τὸ ἅμα καὶ τὸ ἶσος ἁμάϊσος, καὶ ἐν συγκοπῇ ἅμισος, καὶ τροπῇ τοῦ α εἰς η ἥμισος καὶ ἥμισυς κατὰ τροπὴν τοῦ ι εἰς υ. ἥμισυς γὰρ ἐτυμολογεῖται δὲ παρὰ τὸ μετέχειν τοῦ ἴσου
η 148
Ἤμονες οἱ ἀκοντισταὶ καὶ ῥήτορες καὶ ὀρχισταὶ, τὸ θέμα ἠμῶ, παρὰ τὸν ἠμήσω μέλλοντα. οὕτως Ἡρωδιανὸς ἐν τῷ καθόλου
η 149
Ἡμιθνῆτες παραπλῆγες καὶ γυμνῆτες, ἐκ τοῦ ἥμισυ καὶ τοῦ θνήσκω καὶ ἡμίθνητος καὶ ἡμιθανής
η 150
Ἡμίονος ἐκ τοῦ ἥμισυ καὶ τοῦ ὄνος. τὸ ἥμισυ παρὰ τὸ ἅμα ἶσον εἶναι, τὸ δὲ ὄνος παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ
η 151
Ἠμυνάμην αὐτοὺς ἀντὶ τοῦ ἐτιμωρησάμην αὐτούς· γίνεται παρὰ τὸ ἀμύνω. πάλιν σημαίνει ἀμύνω τρία, τὸ βοηθῶ καὶ Ὅμηρος· Αἰνεία νῦν σε μάλα χρὴ γαμβρῷ ἀμυνέμεν. καὶ τὸ ἀπείργω καὶ ἀποσοβῶ, ὡς τὸ ἀεὶ παραβέβλωκε, καὶ αὐτῷ κῆρ ἀμύνει, καὶ τὸ τιμωρῶ, ὡς τὸ ἐν Ὀδυσσείᾳ φησὶν Ὅμηρος· ἀμυναίμην Σκύλλην τε πετραίην
η 152
Ἦμος ὁ πηνικός. ὅτε ἡνίκα ἐπίῤῥημα χρόνου δηλωτικόν
η 153
Ἡμερόκοιτος ὁ ληστὴς, ὁ ἐν τῇ ἡμέρᾳ κοιμώμε νος
η 154
Ἠθμὸς ἐργαλεῖον διατετρυπημένον πολλαῖς τρύπαις, διʼ οὗ τὰ ὑγρὰ εἰώθασι διακρίνειν τῶν παχυτέρων
η 155
Ἡμεροδρόμοι οἱ ταῖς βασιλικαῖς διατάξεσι ταχύτατα διακονοῦντες μανδάτορες
η 156
Ἡμιόλιον τὸ ἥμισυ τοῦ ὅλου
η 157
Ἡμοιρηκὼς ἀποτυχὼν καὶ μὴ μετέχων
η 158
Ἦν καὶ ἔην ῥῆμα ἀορίστου δευτέρου. ἔστιν ἔω τὸ ὑπάρχω, ὁ μέλλων ἔσω, ἦον ὁ παρατατικὸς, ἦες ἦε, καὶ κράσει ἦν. καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς ἔην, καὶ ἔστι τρίτου προσώπου τῶν ἑνικῶν, καὶ πλεονασμῷ τοῦ ι εἴην, τρίτου προσώπου. ὡς δʼ ὅταν ἀΐξει νοὸς ἀνέρος ὥστʼ ἐπὶ πολὺ γαῖαν εἰληλούθεις, φρεσὶ πευκαλίμησι νοήσει. ἔνθʼ εἴη ἢ ἔνθα μενοινήσει ἔτεα πολλά
η 159
Ἦν πόθεν γίνεται; ἀπὸ τοῦ ἔω, ἔεις, ἔει. ἔστι καὶ εἰς τὸν παρατατικὸν ἦον, ἦες, ἦε, καὶ τροπῇ τοῦ η καὶ τοῦ ε, εἰς ἐκεῖνο αὐτὸ τὸ η γέγονεν ἦν. ἐπειδὴ τὸ λῆγον τὸ ἔλαττον ἀναλίσκει. καὶ ἄλλως. ἔστι ῥῆμα ἔω, καὶ ὁ παρατατικὸς ἦον, ἦες, ἦε, καὶ ἐπειδὴ τὸ ε ἐφελκυστικόν ἐστι τοῦ ν, ὡς ἀνώτερον εἴρηται, γίνεται ἦεν, τοῦ κατὰ τὴν κράσιν τοῦ η, καὶ ε εἰς η ὥσπερ τῇ ἐμῇ τἠμῇ, ἀποτελεῖται τὸ ἦν
η 160
Ἥνδανεν ἤρεσκεν, δασύνεται, παρὰ τὸ ἥδω τὸ ἀρέσκω, ἡδάνω καὶ ἁνδάνω, ὡς πήθω πανθάνω, μήθω μανθάνω, λήβω λαμβάνω, καὶ ἐγένετο ἡ φύσει μακρὰ θέσει
η 161
Ἥνδανον ἤρεσκον, παρὰ τὸ ἥδω, ἡδάνω καὶ ἁνδάνω
η 162
Ἠνίσω παρὰ τὸν ἥσω μέλλοντα, ἢ παρὰ τὸ ἑνῶ δασυνόμενον. ἑνοῦται γὰρ διʼ αὐτῶν τὰ ὑποζύγια. τινὲς δὲ καὶ ἐκ τοῦ ἑνίεσθαι, καθʼ ὑπέρθεσιν τοῦ πνεύματος
η 163
Ἤνεγκεν ἤγαγεν, ἐκ τοῦ ἐνέκω, ἐνέξω, ἤνεκα ὁ ἀόριστος, καὶ πλεονασμῷ τοῦ ν, καὶ τροπῇ πάλιν τοῦ ν εἰς γ ἤνεγκα. μὴ ἔχοντα χαρακτηριστικὸν σύμφωνον τοῦ μέλλοντος, καὶ ἴσως κατʼ ἀντιπάθειαν τοῦ ἔπεσον καὶ ἔχεσον, ἐχόντων τὸ ς χαρακτηριστικὸν τοῦ ἀορίστου
η 164
Ἠνεσχέθην πόθεν λέγομεν ἐκ συνηθείας; φαμὲν ἀπὸ τοῦ σχῶ, σχήσω, ἔσχηκα, ἔσχημαι, ἐσχέθην. εἶτα προσῆλθεν ἡ ἀνὰ πρόθεσις καὶ ἐγένετο· καὶ ἐκτάσει κατὰ Ἀθηναίους ἠνεσχέθην· καὶ οὐδὲν ξένον εἶ
η 165
Ἠνήνατο εἰς τὸ ἀπηνήνατο
η 166
Ἡνία εἰς τὸ ἐξήνιον, καὶ ἤνιον καὶ πειθήνιος
η 167
Ἡνία τὰ λῶρα, οἱ χαλινοὶ, παρὰ τὸ ἑνεῖσθαι, ἐπὶ ἑνώσει τῶν ὑποζυγίων. καὶ εἰς τὸ ἀπηνὴς καὶ ἀφηνιῶ
η 168
Ἡνίκα ἐπίῤῥημα ἀναφορικὸν, καὶ εἰς τὸ πηνίκα
η 169
Ἠνιξάμην αἰνιγματωδῶς εἶπον. ἐκ τοῦ αἰνίσσω, αἰνίξω, ἤνιξα καὶ ἠνιξάμην
η 170
Ἡνίον τὸ λωρίον, ὁ χαλινὸς, γίνεται ἐκ τοῦ ἀνύω, ἄνυον καὶ τροπῇ ἥνιον. διὰ γὰρ τῶν λώρων τῶν ἵππων ἀνύομεν τὰς ὁδούς
η 171
Ἡνιόχος ὁ ἐπιβάτης τοῦ ἅρματος ἢ τοῦ ἵππου, καὶ ὁ δεσπότης, παρὰ τὸ ἥνια ἔχειν, ἤγουν τὰ λῶρα κρατεῖν
η 172
Ἠνίπαπεν ἤβρισεν παρακείμενος. ἔστι γὰρ ὁ ἐνεργητικὸς ἐνίπτω, τὸ ἐπιπλήσσω, τοῦτο ἐκ τοῦ ἐνέπω, ἐκ τούτου οὖν γίνεται ἐνίπω, τὸ γὰρ ε ἡνίκα πλεονάσει σύμφωνον, τρέπεται εἰς ι. ὁ μέλλων ἐνίψω, ὁ παρακείμενος ἤνιφα, ὁ μέσος ἤνιπα καὶ ἐπεκτάσει τῆς πα συλλαβῆς ἠνίπαπα καὶ ἔχει τὸ π. εἰ δὲ διὰ δύο συμφώνων εἴη ὁ ἐνεργητικὸς, διʼ οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος, ἐνιπὴ, μάλα πῶς μὲν κατὰ θυμὸν ἐνιπή
η 173
Ἡνίοχος κυρίως ὁ ἔχων τὰς ἡνίας, εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἐπιβάτου ὡς ἐπὶ τοῦ Ἕκτορος
η 174
Ἠνίαλος ὁ ἐνιαυτὸς, παρὰ τὸ ἔνος ἦνις
η 175
Ἦνις ὁ ἐνιαυσιαῖος, Ὅμηρος, ἦνις ἐκ θείας ἱερεύσεμεν, καὶ βοῦν ἦνιν εὐρυμέτωπον, παρὰ τὸν ἔνον τὸν ἐνιαυτὸν, ἔνθεν τεταώνυμον δαμάσσουσι παῖδες, παρὰ τὸ ἔνος, ἔνις καὶ ἦνις, ὁ ἕνα κύκλον ἔχων, ἦνις, ἤνιος, καὶ τὸ πληθυντικὸν ἤνιες, καὶ ἐν συναλοιφῇ ἦνις, ὡς πόλιες πόλις, ἤνιες ἦνις. ἔνιοι τὸ ἦνις ἐπὶ ἡλικίας βοὸς τάσσουσιν, ὡς τὸ μόσχος, καὶ ἡ πόρτις καὶ ἡ δάμαλις. καὶ γὰρ ὁ ποιητὴς ἐπὶ βοῶν μόνον τάττει τὴν λέξιν. ἢ κατʼ ἔλλειψεν τοῦ α στερητικοῦ, ἵνʼ ᾖ αὔηνις, ἡ μηδέπω ζευχθεῖσα καὶ ἡνία δεξαμένη
η 176
Ἦνις ὁ ἐνιαυτὸς, παρὰ τὸ ἔνος, ἦνις. ἔνος οὖν ἐστιν ὁ ἐνιαυτὸς, παρώνυμον ἐνὶς, καὶ τροπῇ τοῦ ε εἰς η ἦνις
η 177
Ἠνορέην εἰς τὸ ῥηξήνορα
η 178
Ἥξουσιν ἐκ τοῦ ἥκω τὸ ἔρχομαι, καὶ ὁ μέλλων ἥξω, τὸ τρίτον τῶν πληθυντικῶν ἥξουσιν
η 180
Ἤοιαι ἔστι κατὰ λόγος Ἡσιόδου ἠοίην ὁμοίως ὀρθρίαν, ἢ τὴν πρὸς ἀνατολὴν, ἢ τὸν ἀπὸ πρωΐας μέχρι ἕκτης ὥρας χρόνον
η 181
Ἤνυστρον τὸ μέρος τῆς κοιλίας, ὅθεν διανύει ἡ τροφὴ, ἤγουν διέρχεται
η 182
Ἤνυστρον τὸ παχύτερον μέρος τῆς κοιλίας τοῦ βοός
η 183
Ἠξίωσε ναῖεν ἄξιον ἡγήσατο τοῦ οἰκεῖν
η 184
Ἠοῦς τῆς ἡμέρας, Ἀττικῶς
η 185
Ἠνώχλησε δοτικῇ συντάσσεται, αὐξάνει δὲ ἔσωθεν καὶ ἔξωθεν. τὸ ἐνοχλῶ παρὰ τὸ ὀχλῶ, τοῦτο παρὰ τὸ ὄχλος, τοῦτο παρὰ τὸ ἀχλὺς, ἄχλος καὶ τροπῇ τοῦ α εἰς ο, ὄχλος
η 186
Ἧπαρ παρὰ τὸ ἥδω, ἧδαρ καὶ ἧπαρ, διʼ αὐτοῦ γὰρ εὐφραινόμεθα. ἢ παρὰ τὸ ἄρδειν τὸ σῶμα τῷ σώματι· ἢ παρὰ τὸ ἠσθικὸν καὶ ὀρεκτικὸν ἡδονῆς εἶναι. ὁ δὲ Χρύσιππος παρὰ τὸ ἡδὺ φησὶν εἶναι, πεπηγὸς γὰρ αἷμα, τὸ δὲ αἷμα φυσικῶς γλυκύ
η 187
Ἠπεδανὸς ὁ ἀσθενὴς, παρὰ τὸ ἀπεδανὸς, ὁ ἐκ τοῦ πέδου μὴ ἀνιστάμενος ὡς ἀδύνατον
η 188
Ἠπεδανὸς ὁ ἀσθενὴς, ἢ ἄτεχνος, οἱονεὶ ἀπεδανὸς, ὁ μὴ δυνάμενος διʼ ὑπερβολὴν ἀσθενείας ἐν τῷ πέδῳ, ὅ ἐστιν ἐν τῷ ἐδάφῳ στῆναι. ἔμπεδος γὰρ λέγεται, ὁ ἐν τῷ πέδῳ διʼ ἰσχὺν ἑστὼς βεβαίως
η 189
Ἠπειγμένος ἐπείγω τὸ σπουδάζω, καὶ κατεπείγω, ἤπειγα, ὁ παθητικὸς παρακείμενος ἤπειγμαι, ἡ μετοχὴ ἠπειγμένος. τὸ γὰρ ἐπείγω γίνεται οὕτως, οἴγω τὸ ἀνοίγω, καὶ τροπῇ τοῦ ο εἰς ε εἴγω καὶ ἐπείγω
η 190
Ἤπειρος διὰ τῆς ει διφθόγγου, ἄπερος γὰρ οἱ Αἰολεῖς λέγουσι καὶ ἄπηρος, τρέποντες τὴν ει δίφθογγον εἰς η. καὶ ἐκ τῆς ἐτυμολογίας φαίη, ἠπειρωτῶν ἐκ τοῦ ἤπειρος, οἱ κατοικοῦντες τὴν ἤπειρον, ἤτοι τὴν γῆν. φαίνεται διὰ τῆς ει διφθόγγου γραφόμενον, ἤπειρος γὰρ λέγεται ἡ γῆ, οἱονεὶ ἄπερός τις οὖσα, τουτ’ἔστιν ἡ ἀπλήρωτος, καὶ μὴ ἔχουσα πέρας ὡς δηλοῖ Εὐριπίδης λέγων· ἰστέον ὅτι κυρίως ἤπειρος λέγεται ἡ γῆ πᾶσα. εἰσὶ δὲ τινὲς τόποι, οἵτινες καλοῦνται Ἤπειροι, ὥσπερ καὶ ἡ γῆ, ἐξ ἐναντίου τῆς Ἰθάκης. ἀλλʼ οἱ Δωριεῖς ἄπηρος λέγουσιν ἀπέραντος. καὶ Εὐριπίδης φησὶν, ἤπειρον ἐς ἄπειρον ἐξεπλεύσαμεν. ἤπειρος γὰρ λέγεται ἡ ξηρὰ γῆ. τριχῶς δὲ τὸ τῆς Ἠπείρου ὄνομα. Ἤπειρος κυρίως ἡ πᾶσα γῆ, πρὸς ἀντιδιαστολὴν τῆς θαλάσσης· Ἤπειρος καὶ ἡ Ἀσία, πρὸς ἀντιδιαστολὴν τῆς Εὐρώπης. Ἤπειρος καὶ ἡ Θεσπρωτίς
η 191
Ἧιπερ δὴ ὥσπερ δὴ, ὅπου ἂν, καθʼ ὃν τρόπον
η 192
Ἠπεροπευτὴς ὁ ἀπατέων. ἐκ τοῦ ἥμερος καὶ τοῦ ὂψ, ὃ σημαίνει τὴν φωνὴν, ὁ ἥμερος ὀπῇ χρώμενος. ἢ ὥσπερ παρὰ τὸ ἔχω ὀχεὺς, καὶ ἔπω τὸ λέγω, ὀπεὺς καὶ πλεονασμῷ τοῦ περ συνδέσμου περοπεὺς, καὶ μετὰ τοῦ στερητικοῦ α, τοῦ σημαίνοντος τὸ κακὸν, ἀπεροπεὺς καὶ τροπῇ τοῦ α εἰς η καὶ προσθέσει τοῦ της ἠπεροπευτής
η 193
Ἤπειρος σύνθετόν ἐστι, παρὰ τὸ α στερητικὸν καὶ τὸ πέρας ἄπερος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος, καὶ κατὰ τροπὴν τοῦ α εἰς η ἤπειρος. καὶ γράφεται ἤπειρος, ἄπερος γὰρ οἱ Αἰολεῖς λέγουσιν, οἱονεὶ ἄπερός τις οὖσα
η 194
Ἠπιώτατος ὁ ἐν λόγοις πραότατος. ἔπω οὖν τὸ λέγω, ἔπιος καὶ τροπῇ τοῦ ε εἰς η, ἤπιος καὶ τὸ ὑπερθετικὸν ἠπιώτατος
η 195
Ἠπεροπεύειν παρὰ τὸ ἡμέρως ὀπῇ χρᾶσθαι
η 196
Ἧπται εἰς τὸ ἐφῆπται
η 197
Ἠπύω τὸ κηρύσσω, ὅπερ γέγονεν ἀπὸ τοῦ ἔπω τὸ λέγω, ἐπύω καὶ ἠπύω
η 198
Ἧρα ὄνομα κύριον θεᾶς, ἐκ τοῦ ἀὴρ, ἀέρος, ἀέρα, καὶ κράσει τοῦ αε εἰς η ἧρα, ὡς Πηλέα Πηλῆ. ἡ αὐτὴ γάρ ἐστι καὶ ἀήρ. ἢ παρὰ τὸ αὐτὴν ἀὴρ εἶναι, τὴν αὐτὴν γὰρ λέγουσιν ἀέρα
η 199
Ἧρα ὅτι ἡ Ῥέα αὐτὴν ἐκάλεσεν ἀναγραμματιζομένη ἀήρ· καὶ Ἐμπεδοκλῆς, Ζεὺς γὰρ γῆς εἴρηται φερέσβιος
η 200
Ἠπίαλος ὁ ῥιγοπύρετος. σημαίνει δὲ καὶ δαίμονα τοῖς κοιμωμένοις ἐπερχόμενον
η 201
Ἦπου ὄντως δὴ καὶ ἀληθῶς
η 202
Ἡπατικοὺς τοὺς τὸ ἧπαρ πάσχοντας
η 204
Ἡ περίοδος ἡ συναγωγὴ ἡ ἐπάνω
η 205
Ἧρα εἴρηται ὁ ἀὴρ, μεταθέντος τοῦ α πρὸ τοῦ η
η 206
Ἡρακλῆς παρὰ τὸ ὀνομάζεσθαι αὐτὸν πρῶτον Ἀλκείδην, Ἡρακλῆς δὲ ἐκλήθη, παρʼ ὅσον ἀπὸ τῆς Ἥρας ἐδέξατο, ᾗ ἀφηρέθη τὸ κλέος
η 207
Ἡρακλῆς τινὲς παρὰ τὴν Ἧραν, ὅ ἐστιν ἐπικουρίας χάριν, ὅτι ἐπίκουρον καὶ κλέος τῷ βίῳ ἔσχε. τινὲς μὲν γὰρ αὐτὸν Ἀλκαῖον ἐκάλουν, ὁμώνυμον τῷ πάππῳ. οἱ δὲ, ἐπεὶ ἄλκιμος ἦν, κυριολογίᾳ χρώμενοι. πάλιν δὲ τινὲς, ὅτι διὰ τὴν Ἥραν κλέος ἔσχεν· οἱ δὲ τὸν ἀέρα, οἱονεὶ ἀέριον κλέος ἐσχηκὼς, τουτ’ἔστι μέγα καὶ περιβόητον
η 208
Ἡρακλείδης πρότερον Ἀλκείδης ἐλέγετο ἀπὸ Ἀλκαίου. ὕστερον δὲ ἡ Πυθία αὐτὸν Ἡρακλέα ὠνόμασε, παρʼ ὅσον ἐξ Ἥρας ἔμελλεν ἔχειν κλέος. Ἀστυαγὴς δὲ φησὶν, ὁ διʼ Ἥραν ἀκλεὴς γενόμενος, διὰ τὸ μὴ βασιλεῦσαι, ἀλλὰ θητεύειν τῷ Εὐρυσθεῖ. καὶ ἡ σύνθεσις τοῦ ὀνόματος τοῦτο ἀπαιτεῖ. τὰ γὰρ παρὰ τὴν Ἥραν ὀνόματα εἰς ος σύνθετα διὰ τοῦ ο λέγεται, Ἡρόδοτος, Ἡροδικός. ἔστιν οὖν Ἡρακλῆς, ὁ διʼ Ἥραν ἀκλεὴς γενόμενος. ἢ ὅτι ἕνα τῶν γιγάντων ἐπερχόμενον ὅρους φονεύσας ὠνομάσθη Ἡρακλῆς, παρὰ τὸ ἀλκεῖν ἡραλκῆς καὶ ἡρακλῆς
η 209
Ἡράκλειος καὶ τὸ κύριον καὶ τὸ κτητικὸν ἐκ τοῦ Ἡρακλῆς, Ἡραῖον τὸ Ἡράκλειον καὶ πάντα τὰ παρώνυμα προπαροξύνεται. ἐκύλλαιον, νείλαιον, εὔναιον, ἀθήναιον τὸ τέμενος κύρκαιον, οὔραιον, ἕρμαιον, τρόπαιον, ἔλαιον, νύμφαιον, περιβόλαιον
η 210
Ἤρω. ἐκ τοῦ ἀρῶ τὸ εὔχομαι, ὁ παθητικὸς παρακείμενος ἠραόμην, ἠρώμην ἤρω
η 211
Ἤρω τὸ ἀρῶ δύο σημαίνει, τὸ εὔχομαι καὶ τὸ καταρῶ παρʼ Ὁμήρῳ
η 212
Ἠράσθην εἰς τὸ ἐράσθην
η 213
Ἠροφοιτὴς αἱ ὀροφοιτίδες ὄρνις. ἐκ τοῦ ἀὴρ καὶ τοῦ φοιτῶ τὸ παραγίνομαι
η 214
Ἠρέμα εἰς τὸ ἀτρέμας
η 215
Ἠρεμία ἡ ἡσυχία, ἀπὸ τοῦ ἤρεμος ἠρεμία, ὡς ἔρημος ἐρημία, ἀτρεμία τις οὖσα καὶ ἡσυχία, κατὰ στέρησιν τοῦ τρέμειν, οἱονεὶ ἀκινησία
η 216
Ἠρεθίσατο ἐπελέξατο, ἐκ τοῦ ἐρεθίζω, τοῦτο παρὰ τὸ ἐρέθω, τοῦτο παρὰ τὸ αἱρῶ τὸ προκρίνω, αἱρετὸς γάρ ἐστιν ὁ ἐκλελεγμένος καὶ πρόκριτος
η 217
Ἠρείριστο ἀπὸ τοῦ ἐρείδω, ἐρείσω, ἐρείρικα, ἐρείρισμαι, ἠρείριστο Ἀττικῶς. ἠρώμην δὲ ἀπὸ τοῦ ἐρτῶ
η 218
Ἦρψεν ἐστέγασεν, ἐσκέπασεν, ἀπὸ τοῦ ἔρψω τὸ στεγάζω, τοῦτο παρὰ τὸ ὄροφος, οἱ γὰρ ἀρχαῖοι ὀρόφῳ τὰς οἰκίας ἐστέγαζον
η 219
Ἠρηρώμην ἐκ τοῦ ἔρημος. τοῦτο παρὰ τὸ ἔραν μόνην ἔχειν
η 220
Ἤρημαι εἰς τὸ ἠρημένη
η 221
Ἠρημένη ἀπὸ τοῦ αἰρῶ, ὃ σημαίνει τὸ καταβάλλω, ὁ παρακείμενος ἤρηκα, ἤρημαι, ἡ μετοχὴ ὁ ἠρημένος, τὸ θηλυκὸν ἡ ἠρημένη
η 222
Ἦρι ἕωθεν, ἐπὶ τοῦ ὄρθρου, ἀπὸ τοῦ αἴρεσθαι ἡμᾶς ἀπὸ κοίτης περὶ τοῦτον τὸν καιρόν
η 223
Ἠρίω παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω
η 224
Ἠρινὸς ἐαρινὸς, παρὰ τὸ ἔαρ ἔαρος, καὶ κατὰ κράσιν ἦρος, καὶ ἠρινός. τὸ ρι ἰῶτα διάτι; τὰ εἰς νος ἐπὶ καιροῦ λαμβανόμενα, διὰ τοῦ ι γράφεται, οἷον, μετοπωρινὸς ἐκ τοῦ ὀπώρα, θερινὸς καὶ τὰ ὅμοια
η 225
Ἠροφοῖτις ἐκ τοῦ ἀὴρ καὶ τὸ φοιτῶ τὸ παραγίνομαι
η 226
Ἠρίον ὁ τάφος, παρὰ τὴν ἔραν τὴν γῆν, τροπῇ τοῦ ε εἰς η, ὄρους δὲ καὶ τοὺς λουτῆρας ἔλεγον οἱ παλαιοί
η 227
Ἤρισμαι εἰς τὸ ἀμφήριστον
η 228
Ἠριτὰ ὅ ἐστιν ἐρεστά, καὶ εἰς τὸ εἴκοσιν ἠριτά
η 229
Ἠρυκέναι τὸ ὕδωρ ἐκ τοῦ ἀρύω τὸ ἀντλῶ
η 230
Ἥρωες Πλάτων ἔρωες διὰ τὸ ἠρᾶσθαι θεὸν θνητὸς, ἐξ ὧν ἐγεννήθησαν οἱ ἥρωες. Ἀριστόνικος, ὅτι γηγενεῖς ἦσαν, οἱ πρώτην περὶ τὴν ἔραν, οἷον, ἔρωες. τι νὲς δὲ ὅτι ἡ Πανδώρα ἐκ πηλοῦ ἐγένετο, ἧς Πανδώρας καὶ Ἐπιμηθεὼς οἱ ἄνθρωποι
η 231
Ἥρωες ἐκλήθησαν ἀπὸ τῆς ἔρας, ἢ ἀπὸ τῆς ἀρετῆς, ἢ ἀπὸ τοῦ ἀέρος, ὡς φησὶν Ἡσίοδος, ἀέρα ἐσσάμενοι, ἢ ἀπὸ τῆς ἐράσεως, τουτ’ἔστι τῆς μίξεως τῶν θεῶν, ἢ ἀπὸ τοῦ ἔρω τὸ κουφίζω, ἢ παρὰ τὸ ἀρῶ ὃ σημαίνει τὸ ἁρμόζω
η 232
Ἦρος ἐκ τοῦ εἶαρ κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η
η 233
Ἥρωες. ἡμίθεοι δυνατοὶ, οἱ γιγάντες, οἱ πάλαι πρωτογενεῖς ἄνθρωποι. ἢ ἀπὸ τῆς ἐρωτήσεως, διαλεκτικοὶ γὰρ διὰ τὸ ἠρᾶσθαι θνητῶν, ἐξ ὧν ἐγεννήθησαν ἥρωες. Ἀριστόνικος, ὅτι γηγενεῖς ἦσαν οἱ πρῶτοι περὶ τὴν ἔραν. τινὲς δὲ ὅτι ἡ Πανδώρα ἐκ πηλοῦ ἐγένετο, ἧς Πανδώρας καὶ Ἐπιμηθεὼς οἱ ἄνθρωποι
η 234
Ἠριγένεια διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα. καὶ γὰρ διὰ τοῦ εια
η 235
Ἦσθα ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω. ἦς καὶ ἦσθα διαφέρει. ὁ μὲν γὰρ παρωχημένον χρόνον δηλοῖ, ὡς δηΐφοβος εἰ μέν μοι τὸ πάρα πολυφίλτατος ἦσθα γνωστῶν, ὁ δὲ ἦς τὸν μέλλοντα
η 236
Ἦσε ἀορίστου πρώτου, τρίτου προσώπου. τὸ θέμα ἄδω, ὁ μέλλων ἄσω, ὁ ἀόριστος ἦσα, τὸ τρίτον ἦσε. σημαίνει δὲ τὸ ἔψαλλεν
η 237
Ἥσθην ἐχάρην, ἡδύνθην, ἡδέως ἔχω, ἀπὸ τοῦ ἥδω ῥήματος, ὁ παθητικὸς παρακείμενος ἧσμαι, ὁ ἀόριστος ἥσθην
η 238
Ἧσθα παρὰ τὸ εἰμὶ τὸ ὑπάρχω, ὁ παρατατικὸς εἲν διὰ διφθόγγου, καὶ οἱ Ἀττικοὶ τῶν παρωχημένων εἰς η τρέπουσι, καὶ γίνεται διὰ τοῦ η τὸ δεύτερον ἦς, καὶ ἐπεκτάσει τῆς θα συλλαβῆς ἦσθα
η 239
Ἠσθῆσθαι νοεῖσθαι, αἰσθάνεσθαι, ἀπὸ τοῦ αἰσθῶ, ὃ δηλοῖ τὸ αἰσθάνομαι, ὁ μέλλων αἰσθήσω, ὁ παρακείμενος ἤσθηκα, ὁ μέσος ἦσθα, ὁ β ἀόριστος ἦσθον, ὁ μέσος πρῶτος ἀόριστος παθητικὸς ἠσθόμην ἤσθου ἤσθετο, καὶ τὸ ἀπαρέμφατον ἠσθῆσθαι
η 240
Ἠρτημένος ἐλαίῳ καὶ ἅλατι
η 241
Ἧισιν ἐν τῷ ἑαυτῷ εἰς τὸ σῇσιν
η 242
Ἧς ἡ μετοχὴ, ἄρθρον θηλυκὸν, τὸ ἦς μετοχικὸν ὄνομα παρὰ τὸ μετέχω
η 243
Ἧισιν αὐταῖς, καὶ τροπῇ τοῦ α εἰς η, ὡς παλάμαις παλάμῃσιν. καὶ ἔστιν ὁ κανὼν, αἱ τοιαῦται δοτικαὶ, εἴτε ἐπεκτεταμέναι, εἴτε ἀνεπέκτατοι. τρέπουσι τὸ α εἰς η, παρὰ τοῖς Ἴωσι καὶ τοῖς ποιηταῖς, οἷον, παλάμαις παλάμῃσι, ἐν παλάμῃς φορέουσι, θοαῖς θοῇσι. σεσημείωται δύο, τὸ λιμαῖσι καὶ ἀχθαῖς, μὴ τρέψαντα τὸ α εἰς η. ταῦτα δὲ ἐκτείνονται διὰ τοῦ ι. καὶ εἴτε θεαῖς ἀγάασθε παρʼ ἄνδρασιν εὑρεθῆναι
η 244
Ἡσίοδος Αἰωλικῶς, ὁ τὴν αἰσίαν ὁδὸν πορευόμενος. ἔργα καὶ ἡμέρας ἔγραψε πρὸς τὴν τοῦ βίου ἐργασίαν καὶ νομοθεσίαν. ἢ ὅτι αἰσίως ἐβάδισε. συνέτυχε γὰρ ταῖς Μούσαις, καὶ οὐχ ὡς θαμυρες διετέτη. ὅθεν καὶ ποιητὴς ἄριστος
η 245
Ἥσκειν ἐπιμελῶς ἐργάζεσθαι, τὸ ῥῆμα ἀσκῶ, σημαίνει δὲ τὸ μετὰ πολλοῦ πόνου καὶ κόπου ἐργάζεσθαι, ἐκ τοῦ ἀσκὸς ἀσκῶ, ὁ παρατατικὸς ἤσκεον ἤσκουν, ἤσκεε, ἤσκει, καὶ τὸ ν ἐφελκύστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις, ἔτυπτεν, ἔλεγεν, οὕτως ἤσκεεν, καὶ κατὰ συναίρεσιν ἤσκειν
η 246
Ἡττῶ παρὰ τὸ ἡσσῶ, τοῦτο παρὰ τὸ ἥσσω, τοῦτο παρὰ τὸ ἡδὺς, ἡδύτερος, ἡδίων, ἥσσων, ἀπὸ γὰρ τῶν ἡδίων ἡσσόμεθα, ὁ γὰρ πορεύων διὰ τὴν ἡδύτητα τοῦ πάθους νικᾶται ὑπὸ τοῦ διαβόλου
η 247
Ἡσμένος ἔστιν ἥδω τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ἡ μετοχὴ ὁ ἡσμένος
η 248
Ἧσο καθέζου, διάτριβε, προστακτικὸν, ἐκ τοῦ ἵημι χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. ἡ παρὰ ἀντὶ τῆς πρὸς, ἡ παρὰ δηλοῖ τὸ πλησίον καὶ τὸ ἐγγύς
η 249
Ἡ συκάμινος τῆς συκαμίνου τὸ δένδρον. τὸ συκάμινον τοῦ συκαμίνου δὲ ὁ καρπὸς, ἔστι πρωτότυπον
η 250
Ἦτορ Φιλόξενος ἐν τῇ περὶ τῆς ἰάδος διαλέξει οὕτως ἐτυμολογεῖ τὸ ἦτορ. ἆτορ ἐστὶ, φησὶ, τὸ ὂν ἄτρεπτον. παρὰ γὰρ τὸν τείρω ἐνεστῶτα, μέλλοντα γίνεσθαι τερῶ, ὡς κείρω κερῶ. τοῦ δὲ ω σιγηθέντος ῥηματικὸν ὄνομα γίνεται τὲρ καὶ τὸρ μονοσύλλαβον. καὶ ὥσπερ τὸ φέρω φὲρ καὶ φὸρ, ἐπεκτάσει τοῦ ο εἰς ω φὼρ ὁ λῃστὴς, ὁ τὰ ἀλλότρια φέρων. τὲρ οὖν καὶ τὸρ, καὶ μετὰ τοῦ στερητικοῦ α ἄτορ καὶ ἦτορ ὡς το. κυρίως ἐπὶ τῆς ἀφόβου ψυχῆς. καταχρηστικῶς δὲ ἐπὶ πάσης ψυχῆς
σ 5
σιγᾷν διαφέρει. ἡσυχάζειν μὲν γὰρ τὸ ἠρεμεῖν καὶ ἀτρεμεῖν διʼ ὅλου τοῦ σώματος, σιγᾷν δὲ τὸ μηδὲν λαλεῖν
η 251
Ἥσυχος ὁ πραὸς, παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ἥσυχος ὁ μόναχος, ἥδονται γὰρ μεγάλως τῇ ἡσυχίᾳ οἱ ἀσκηταί
η 252
Ἤσω . ἀφήσω ἀκοντήσω. καὶ εἰς τὸ ἀήσυλα, καὶ προοῦ, καὶ προσήκατο
η 253
Ἤσχαλλον ἐλυπούμην, ἠνιώμην, ἀπὸ τοῦ ἀσχάλλω
η 254
Ἡταιρηκὼς ἐπὶ πόρνης ἡταιρηκὼς ἐπὶ ἑταίρου
η 255
Ἤτοι ἀπὸ τοῦ η διαζευκτικοῦ συνδέσμου, καὶ τοῦ τοι παραπληρωματικοῦ. καὶ εἰς τὸ καί
η 256
Ἢ τοιόσδε ἐὼν ὁ ἢ σύνδεσμος διαζευκτικὸς μέν ἐστι. παρελήφθη παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ συναπτικοῦ, οἷον, ἔστι καὶ ἄλλῳ, ἐπεὶ οὐ πολύμυθος ἔην, οὐ δʼ ἁμαρτοεπὴς, ἢ καὶ γένει ὕστερος ἔην. ἀντὶ τοῦ ἐὰν καὶ τῷ γένει. οὕτω καὶ τὸ, ἣ τοιόσδε ἐὼν, ἀντὶ τοῦ ἐὰν τοιοῦτος ὑπάρχω
η 257
Ἤτις καὶ Ἤτειος, τὸ Ἤτις ὄνομα πόλεως, τὸ δὲ Ἤτειος σημαίνει τὸν πολίτην. μάντις μάντιος ὁ Ἀπόλλων, ὁ ἐφορῶν τὰς μαντείας. πρόσκειται, πρὸ μιᾶς ἔχοντα τὸν τόνον, ἐπειδὴ ἀπὸ τοῦ μάντις γέγονε Μάντιος, ὄνομα κύριον διὰ τοῦ ι
η 258
Ἠτίμασε δευτέρας συζυγίας τῶν περισπωμένων, ἀτιμῶ, ἀτιμᾶς, ἀτιμᾶ. ἔστι δὲ καὶ τρίτον ἀτιμοῦται. ἀτιμοῦται γὰρ ὁ ἀπὸ νόμου καταδικαζόμενος, ἀτιμᾶται δὲ ἁπλῶς, ὁ ὑβριζόμενος ἐπί τινι πράγματι
η 259
Ἦτορ ἡ ψυχὴ, θυμός. Ἴωνες δὲ ἆτορ φασί
η 260
Ἦτορ ἡ ψυχὴ, παρὰ τὸ ἀήτης, ὁ σημαίνει τὸν ἄνεμον, ἀήτορ, καὶ κατʼ ἀφαίρεσιν τοῦ α ἦτορ. πνεῦμα γὰρ λέγεται ὁ θεὸς καὶ ἡ ψυχὴ, ὡς ἐν τοῖς θείοις εὐαγγελίοις. πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. τουτʼ ἔστιν, ἀσώματον τὸ θεῖον, καὶ τὴν τοιαύτην θέλει καὶ τὴν θυσίαν αὐτοῦ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι. τουτ’ἔστι διὰ τῆς ψυχῆς, καὶ τῆς τοῦ νοῦ καθαρότητος
η 261
Ἦτρον σημαίνει τὸ ὑπὸ τῶν ὀφθαλμῶν μέρος, καὶ τὸ ὑπογάστριον ἔντερον, ὅπερ Νίκανδρος ἐπὶ τῆς ἐντεριώνης τίθησιν, ὅ ἐστι τι ὕφασμα. παρὰ τὸ συναφᾶσθαι οὖν τὴν σάρκα τῷ λίπει ἄτρον, καὶ ἦτρον, καὶ ἤτριον
η 262
Ἧττον τὸ ὀλίγον, τὸ ο μικρόν. ἔστι τὸ τῶ λαμβάνω, οὗ τὸ δεύτερον τᾶς, τὸ τρίτον τᾶ, καὶ ἐξ αὐτοῦ τόν· καὶ μετὰ τοῦ στερητικοῦ α ἆττον κατὰ πλεονασμὸν τοῦ τ. ὁ οὐδεὶς θέλει λαβεῖν, καὶ τροπῇ τοῦ α εἰς η γίνεται ἧττον
η 263
Ἤτω ἡ δόξα κυρίου εἰς τοὺς αἰῶνας. πόθεν γίνεται; ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ εἲς ἔντος, καὶ τὸ προστακτικὸν ἔθι, τὸ τρίτον ἔτω, ὡς τιθέτω, καὶ τροπῇ τοῦ ε εἰς η ἤτω. οὐκ ἐτράπη δὲ εἰς ι. ἵνα μὴ συνεμπέσῃ τὸ ἤτω ὃ σημαίνει τὸ πορευέτω
η 264
Ἦτα τὸ δὲ ἦτα, ὅτι καὶ ἰῶτα καὶ τὸ τ ἔχει ὁ χαρακτὴρ τοῦ στοιχείου. ἡνίκα γὰρ τὸ Η πλάγιον τεθῇ Η, εὕροις μακρὰν καὶ ἀπʼ αὐτῆς τὸ ι, ὅπερ σημαίνει τὸ τ. ἄλφα δὲ εὕροι, ἢ ἀπὸ τῆς πρώτης γραμμῆς τοῦ η βαρεῖα, καὶ τῆς ἐν τῷ μέσῳ μακρᾶς, ὥστε ἀπὸ τούτου τοῦ τύπου τὸ η ὠνόμασται
η 265
Ηὖδα εἶπεν, ἔλεγεν, δευτέρας συζυγίας τῶν περισπωμένων, χρόνου παρατατικοῦ, ἀπὸ τοῦ αὐδῶ, αὐδᾶς, τοῦτο παρὰ τὸ αὐδὴ, τοῦτο παρὰ τὸ αὔω τὸ φωνῶ, ἢ παρὰ τὸ ἄω τὸ πνέω
η 266
Ηὐμοίρησεν ἔλαβεν, ἐπέτυχε, τὸ θέμα εὐμοιρῶ, τοῦτο παρὰ τὸ εὐ μόριον, καὶ τὸ μοῖρα. τὸ δὲ μοῖρα παρὰ τὸ μείρω τὸ μερίζω
η 267
Ηὖρα τὸ θέμα αὐρῶ τὸ ἀπολαύω, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηὔρησα, καὶ ἐν συγκοπῇ ηὖρα
η 268
Ηὐλίσθην ἐκ τοῦ αὐλίζω, τοῦτο ἐκ τοῦ αὐλὴ, τοῦτο ἐκ τοῦ αὔω τὸ λάμπω
η 269
Ἠὺς σημαίνει δύο τὸν γενναῖον καὶ ἰσχυρὸν, καὶ ἀγαθόν· καὶ ὁ μὲν γενναῖος γίνεται παρὰ τὸ ἔω τὸ ὑπάρχω. ὁ δὲ ἀγαθὸς ἐκ τοῦ ἡδὺς καὶ ἀποβολῇ τοῦ δ ἠῢς, καὶ τὸ θηλυκὸν ἤεια, καὶ Ὅμηρος, νῦν τις ἐνηείης Πατροκλῆος. καὶ τὸ οὐδέτερον ἠῢ καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα ἀντὶ τοῦ καθό. ἠΰτε ἔθνεα εἰσί
η 270
Ἧτε καθάπερ, ὃν τρόπον παραβολικὸν τὸ σχῆμα, ἐκ τοῦ ὦς· καὶ πῶς γίνεται. κανὼν γάρ ἐστιν ὁ λέγων, τὰ εἰς ως λήγοντα ἐπιῤῥήματα, συνυπάρχοντα τινὰ εἰς η λήγοντα καὶ ὁμοτονούμενα αὐτοῖς, οἷον, πάντως πάντη, ἄλλως ἄλλη, οὐδαμῶς οὐδαμῆ, διχῶς διχῆ, ὀξυνομένου ἄρα τοῦ ὢς ἀντίκειται τὸ η ὡς ἐν τῷ ηὖτε ξείνων θέμις ἔστι, τοῦτο ἐν πλεονασμῷ τοῦ υ, ηὖτε ἀναγκαίως τοῦ η ψιλωθέντος, τὸ γὰρ υ πλεόναζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ. πῶς δεῖ ἀναγινώσκειν ηὔτε ἢ ἠΰτε; ἐν διαστάσει δεῖ ἀναγινώσκεσθαι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι οὐκ ἔστι ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, ὡς τὸ αὐδῶ ηὔδων, αὐχῶ ηὔχων, ἀναγκαίως οὖν ἡ διάστασις τοῦ ἠΰτε. ὁμοίως τοῦ ἐνηῢς καὶ τῶν λοιπῶν
η 271
Ἠφάνισεν ἐπόρθησεν, ἀφανὲς ἐποίησεν
η 272
Ηὔφρανε τὸ θέμα εὐφραίνω. καὶ παρὰ μὲν τῇ κοινῇ διαλέκτῳ οὐ τρέπεται, παρὰ δὲ τοῖς Ἀττικοῖς τρέπεται. τὸ δὲ εὐφραίνω ἔστι φρῶ τὸ προϊῶ, ἐξ οὗ καὶ φρὴν, καὶ ἐξ αὐτοῦ φραίνω, καὶ μετὰ τοῦ εὖ μορίου εὐφραίνω τὸ καλῶς προϊῶ
η 273
Ἥφαιστος κυρίως ὁ Ἥφαιστος θεὸς, παρὰ τὸ ἅφαιστος. τὸ δὲ ἅφαιστος παρὰ τὸ ἅπτω ἐστι. τοῦ γὰρ πυρὸς οὐδεὶς δύναται ἅψασθαι. ἢ ἀπὸ τῆς τοῦ πυρὸς ἐξάψεως. Πλάτων δὲ ἀπὸ τῆς τοῦ φάους ἱστορίας
η 274
Ἥφαιστος Αἰολικῶς ἅφαιστος ὢν, οἱονεὶ ἄψαυστος τουτ’ἔστι τὸ φῶς, ἢ τὸ πῦρ. τοῦ γὰρ πυρὸς ἅψασθαι οὐκ ἔνι
η 275
Ἤφυσε διέκοψε, ἀπήντλησεν, ἐξέβαλεν
η 276
Ἠχῇ τὸ ἠχῆ ἐπίῤῥημα μεσότητος, ὅμοιόν ἐστι τῷ σιωπῇ, τριπλῇ, καὶ τετραπλῇ, καὶ κλαγγῇ, ἐνοπῇ. τὰ γὰρ παρὰ τὴν δοτικὴν γινόμενα ἐπιῤῥήματα ἔχουσι τὸ ι προσγεγραμμένον
η 277
Ἧχι ἀντὶ τοῦ ὅπου, ἐκ τοῦ ἧ ἧχι, καὶ δασύνεται καὶ περισπᾶται. ἔστιν ἧ ἐπίῤῥημα, καὶ κατʼ ἐπέκτασιν τῆς χι συλλαβῆς ᾗχι, ἔχει δὲ καὶ τὸ ι προσγεγραμμένον. διάτι; τὰ εἰς η λήγοντα ἐπιῤῥήματα ἔχουσι τὸ ι προσγεγραμμένον, οἷον, ἄλλῃ, τριπλῇ, κομιδῇ. σεσημείωται ενη. δὴ, μὴ, δηλαδὴ, ἤδη. διάτι βαρύνεται; ἔστιν εἰς τὸ ὀψιτέλεστον
η 278
Ἠχήεις ὁ ἦχον ἀποτελῶν, διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ τοῦ ἠχήεντος γενικῇ οὐδετέρου
η 279
Ἦχος παρὰ τὸ χέω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀχέω ἆχος καὶ ἦχος. ἢ παρὰ τὸ ἄχος, ὃ σημαίνει τὸν θόρυβον, τροπῇ τοῦ α εἰς η ἦχος. καὶ εἰς τὸ πυρῶδες
η 280
Ἠωρῆσθαι ἠρτῆσθαι; κρεμᾶσθαι, ἀπὸ τοῦ αἰωρῶ, ὁ μέλλων αἰωρήσω, ὁ παρακείμενος ἠώρηκα, ὁ παθητικὸς ἠώρημαι, τὸ ἀπαρέμφατον ἠωρῆσθαι. τοῦτο παρὰ τὸ ἀὴρ ἀηρῶ, καὶ τροπῇ τοῦ α εἰς ε, καὶ τοῦ η εἰς ω ἐωρῶ καὶ ἀπεορῶ. συντάσσεται μετὰ αἰτιατικῆς
η 281
Ἠὼς ἀπὸ ὥρας ὄρθρου, ἕως ὥρας ἕκτης
η 282
Ἠὼς διάφορα σημαίνει· τήν τε γὰρ σωματοειδῆ θεὸν, διὰ τὸ φᾷναι τὸν ποιητὴν Ἠὼς δʼ ἐκ λεχέων. καὶ τὸν ὄρθρον φρωνύμως κληθέντα, ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης, καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὅταν φησὶν, Ἡὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν· καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξατο ἱερὸν ἦμαρ. καὶ τὴν ὅλην ἡμέραν καθὸ σημαίνει ἡμέραν νοεῖσθαι, ὁ ἀπὸ ἀνατολῆς ἡλίου δρόμος μέχρι δύσεως. ὁπότε τὴν ὑφʼ ἡμᾶς διεξιὼν ἡμισφαίριον, οἷον, οἱ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ, ἠοῖ τῇ προτέρῃ, τότε δὲ, Ζεὺς ὦρσε μάχεσθαι· ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ. καὶ τὸ νῦν ἀμφότερον, ἡμέραν τε καὶ νύκτα, καθὸ σημαίνει καὶ παρὰ μαθηματικοῖς νοεῖται· ἠὼς δέ μοι ἐστι ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα. καὶ τὴν ἡλίου πάροδον καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος, κατὰ Ἀρίσταρχον, ὦ φίλοι οὐ γὰρ πω ἴδμεν ὅπη ζόφος, νῦν γὰρ καθά φησιν ὁ κράτης τῶν τεσσάρων μερῶν τοῦ κόσμου μέμνηται μερῶν ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἄπερ ἀλλήλοις ἐξ ἀντιθέτου ἀντίκειται. ὁ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει
η 283
Ἠὼς ὀρθρινὸς, καὶ ἕως ἡ ἀνατολὴ Ἀττικῶς. παρὰ τὸ ἀξιοῦσθαι κατὰ τὴν αὐτὴν ὥραν ἀπὸ τῆς κοίτης. ἢ Αἰολικῶς αὔως, παρὰ τὸ αὔειν πάντα τὰ ζῶα μετὰ τὴν ὥραν ἤγουν Φωνήν
η 284
Ἠὼς τὸ πρωϊνὸν φῶς τῆς ἡμέρας. ἤτοι ὅτι ἕως ταύτης ἡ νὺξ, ἢ ἀπὸ τοῦ ἐξιέναι τοὺς ἀνθρώπους πρὸς τὰ οἰκεῖα ἔργα αὐτῶν, ὅσα φαινόλης ἐσκέδασεν ἄνθρωπος. ἑώλα γὰρ λέγεται τὰ εἰς τὴν ἐπερχομένην ἠὼ λειπόμενα. καὶ εἰς τὴν ἡμέραν. καὶ οὐρανόθι. Τέλος τοῦ Η στοιχείου. ΑΡΧΗ ΤΟΥ Θ ΣΤΟΙΧΕΙΟΥ
θ 4
Θαιρὸς σημαίνει τὸν στρόφυγγα, παρὰ τὸ διʼ αὐτοῦ ἐν ἄλλῳ θέειν καὶ στρέφεσθαι τὰς θύρας
θ 5
Θαιροὶ οἱ στροφεῖς τῆς θύρας, παρὰ τὸ διʼ αὐτῶν θέειν τὰς θύρας. ἢ θεροὶ διʼ ὧν θέει καὶ τρέχει ἡ θύρα
θ 6
θαλαμὰς διαφέρει· ἐὰν μὲν ὀξύνηται, δηλοῖ τὸ τῶν Διοσκόρων ἱερόν. ἐὰν δὲ βαρύνηται, τὰς καταδύσεις καὶ μηνύσεις
θ 7
Θάλαμος ὁ κοιτὼν, ὁ οἶκος· παρὰ τὸ θάλπω, ἐξ οὗ καὶ θαλαμηπόλος, ἡ περὶ τὸν οἶκον ἤγουν τὸν θάλαμον ἀναστρεφομένη
θ 8
Θάλαμος ἐν ᾧ τρεφόμεναι θάλλουσιν αἱ γύναικες
θ 9
Θάκος ὁ θρονὸς, παρὰ τὸ θάσσω καὶ θῶ
θ 10
Θαιμὰν ἡ ἀνατολὴ· τὸ θαι διφθόγγῳ
θ 11
Θάλαμος σημαίνει δύο· καὶ εἰ μὲν σημαίνει ἐν ᾧ εἰσέρχονται ἥτε νύμφη, καὶ ὁ νύμφιος, γίνεται παρὰ τὸ θάλλω. δεῖ γὰρ ἐν αὐτῇ θάλλοντα εἰσιέναι τὰ σώματα, τουτ’ἔστιν ἀκμάζοντα
θ 12
Θάλαμος οἱονεὶ θάλαιμός τις ὢν, παρὰ τὸ θάλπειν. διότι δεῖ θάλλοντα τὰ σώματα ἔχοντας εἰς αὐτοὺς εἰσιέναι, καὶ ἀπεσβεβηκότα. καὶ Ἡσίοδος. ὡραῖος δὲ γυναῖκα μὴ ἀπεσβεβηκέναι. ἀντὶ τοῦ μὴ γεγηρακέναι
θ 13
Θάλλεια ἀπὸ τοῦ θάλλω θάλλος, ἡ θάλλειν ἡμᾶς ἐμποιοῦσα. διὰ τῆς ει διφθόγγου. τὸ δὲ ἐπὶ τῆς εὐφροσύνης διὰ τοῦ ι. ἐξ οὗ καὶ Ὅμηρος. ὅς μοι τηλύγετος τρέφεται, θαλίῃ ἔνι πολλῇ
θ 14
Θαβὼρ καὶ Ἑρμὼν, ὀνόματα ὀρέων
θ 15
Θαλαμηπόλος κοιτωνῆτις, ἡ περὶ τὸν οἶκον ἀναστρεφομένη θεράπαινα
θ 16
Θάλασσα ἡ θοῶς ἀλλασσομένη καὶ σαλευομένη
θ 17
Θάλασσα παρὰ τὸ εἰληφέναι τὴν ὀνομασίαν ἐκ τοῦ θῶ, τοῦ σημαίνοντος τὸ τρέχω, καὶ τοῦ λα τὸ ἁλμυρὸν ἤγουν τὸ ἅλας· ἐκ τοῦ ἄσσα τοῦ τινάσσεσθαι, τουτ’ἔστι θεὸν ἅλα τινασσόμενον. συναφθέντων οὖν τὸ κατὰ ἰδίωμα λέξεων αὐτῆς ἐκλήθη θάλασσα
θ 18
Θάλασσα παρὰ τὸ σάλον σάλασσα καὶ θάλασσα. παρὰ τὸ ἆσσον εἶναι θανάτου, τοὺς πλέοντας ἐν αὐτῇ· ἐγγύς
θ 19
Θάλασσα θάλαττα λέγουσιν Ἀττικοί. θεὰ ταραττομένη
θ 20
Θαλερὸς νέος, παρὰ τὸ ἐν ἀκμῇ εἶναι τοῦ θάλλειν. ἢ παρὰ τὸ θάλλω τὸ αὔξω, τοῦτο παρὰ τὸ θῶ τὸ τρέφω, ἀπὸ μεταφορᾶς τῆς ἀνθρώπων ζωῆς ἤγουν φύσεως· ὁ γὰρ θηλῶν καὶ μαστοῦ μετέχων ἄνεισιν εἰς αὔξησιν
θ 21
Θάλλω βλαστάνω, παρὰ τὸ θέειν ἄλλως. ἢ παρὰ τὸ θῶ τὸ τρέφω, ἐξ αὐτοῦ παράγωγον θάλλω. καί ἐστιν ἀπὸ τῆς τῶν ἀνθρώπων φύσεως μεταφορά
θ 22
Θαμᾶ τὸ συνεχὲς καὶ πυκνόν. παρὰ τὸ ἅμα καὶ εἰς τὸ θαμειαί
θ 23
Θαμᾶ παρὰ τὸ ἅμα πλεονασμῷ τοῦ θ. ἅμα γὰρ τὸ πυκνῶς γινόμενον, εἰς ἕνα καιρὸν γίνεται
θ 24
Θαμαψαλῶπες οἱ ἡμίφλεκτοι ἄνθρακες. θάμψαι γὰρ τὸ καῦσαι
θ 25
Θάμβος σημαίνει τὴν ἔκπληξιν· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ. γίνεται θάμβος παρὰ τὸ θάπω, καὶ πλεονασμῷ τοῦ β, καὶ τροπῇ τοῦ π εἰς μ, διὰ τὴν ἀσυνταξίαν. τὸ δὲ θάπος παρὰ τὸ θήπω τὸ ἐκπλήττομαι
θ 26
Θαμειαὶ παρὰ τὸ θαμᾶ ἐπίῤῥημα γίνεται θαμὸς, θαμειὸς καὶ θαμειὰ, τὸ θαμᾶ ἐκ τοῦ ἅμα. σεσημείωται κατὰ τὸν τόνον. οὕτως Ὠρίων. ὁ δὲ Χάραξ μᾶλλον τὸ ἅμα ἐκ τοῦ θαμᾶ παράγει, ἀποβολῇ τοῦ θ. καὶ βαρύνεται. τὸ δὲ θαμᾶ ἐκ τοῦ θαμὸς, θαμὴ, θαμεῖν, καὶ θαμᾶ ἐπίῤῥημα. γράφεται δὲ διὰ τῆς ει διφθόγγου, σημαίνει δὲ τὸν συνεχῆ θαμεῖος, καὶ τὸ θηλυκὸν θαμεῖα, τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ εια γινόμενα, ἡνίκα προπαροξύνεται. καὶ εἰς τὸ γελοῖος
θ 27
Θαμίζειν ἀντὶ τοῦ ὁμιλεῖν, καὶ θαμίζει, πυκνῶς ἔρχεται ἐνδελεχεία ἀπὸ τοῦ θαμᾶ ἐπιῤῥήματος. τοῦτο παρὰ τὸ ἅμα, πλεονασμῷ τοῦ θ θαμᾷ καὶ ἐξ αὐτοῦ θαμίζω
θ 28
Θάμνος ἡ ῥίζα τῶν δένδρων· ὅτι καὶ αὐτῆ ἔγκειται τῇ γῇ ἀπὸ τῆς θέσεως. τὸ δὲ θαμίσαι ἀπὸ αὐτῆς τὸ κατωρύξιμον. ὁ δὲ Ὅμηρος καὶ τὴν πολυπληθίαν τῶν φύλλων δυναμένην δέξασθαι λέγειν, ἀπὸ τούτου ἔφη, ἐκβὰς ἐν θάμνοισι κατέδραθον
θ 29
Θάνατος παρὰ τὸ τάνατος, τείνει γὰρ τὸ σῶμα τῇ ψύξει. ἢ διὰ τὸ θανάσιμον, ἢ ταναρός τις ἐστιν, ὡς ἐπὶ πάντας διατείνων. ἢ θείνωτος, διὰ τὸ τίθεσθαι κατὰ νῶτα τὸν ἀποθνήσκοντα
θ 30
Θάνατος τάνατός τις ἐστι. θάνατος θέσις τοῦ νοητοῦ, ὡς ἂν εἴπῃ τὶς διάζευξις τῆς ψυχῆς. ὅθεν καὶ μνημ
θ 31
Θανατῶ ὅτε μέν ἐστιν ἁπλοῦν, ἔστι τρίτης συζυγίας τῶν περισπωμένων, οἷον, θανατῶ, θανατοῖς. ὅτε δέ ἐστιν σύνθετον δευτέρας συζυγίας τῶν περισπωμένων, δυσθανατῶ, δυσθανατᾷς· ὥσπερ καὶ τὸ δοκῶ ἁπλοῦν μὲν πρώτης συζυγίας τῶν περισπωμένων, σύνθετον δὲ δευτέρας συζυγίας τῶν περισπωμένων, οἷον, προσδοκῶ προσδοκᾷς. ὅτε δὲ τὸ θανατῶ δευτέρας συζυγίας ἔστι, σημαίνει τὸ ἀποθανῶ. ἀποθανεῖν μὴ προβάλλεσθαι μάχην. ὅτε δὲ τρίτης συζυγίας ἔστι, σημαίνει τὸ φονεύω
θ 32
θανατᾷν διαφέρει. θανατοῦν μέν ἐστι τὸ ἄλλον φονεύειν. θανατᾷν δὲ τὸ ἐφίεσθαι θανεῖν αὐτὸν ἐκεῖνον
θ 33
Θάπτω ὥσπερ παρὰ τὸ βῶ γίνεται βάπτω, οὕτω καὶ παρὰ τὸ θῶ γίνεται θάπτω
θ 34
Θάπτειν παρὰ τὸ θῶ ῥῆμα καὶ τιθῶ, ὡς βῶ βάπτω καὶ θῶ θάπτω. ἀΐδιον γὰρ ἔχουσιν ἀπόθεσιν οἱ θαπτόμενοι
θ 35
Θάτερον οὐ παρὰ τὸ ἕτερον, θοὔτερον γὰρ ἦν ὡς γίνεται ἔλαιον τοὔλαιον. ἀλλὰ τὸ ἕτερον παρὰ Δωριεῦσιν ἐγένετο ἅτερον, θάτερον. τὸ δὲ ἅτερον δασύνεται. διὸ καὶ οὐ λέγουσι θάτερον ἐπὶ ἀρσενικοῦ ὀνόματος, οὐ γὰρ λέγουσι τὸ θάτερος, ἀλλὰ τὸ ἅτερος, ἐπεὶ τὸ τ ἄτρεπτον ὡς τὸ ἀγαθὸν, τἀγαθόν. τὸ δὲ ἅτερον δασύνεται καὶ ἐκεῖθεν θάτερον
θ 36
Θαρσῆσαι θαῤῥῆναι, ἀπὸ τοῦ θαρσῶ, τὸ δὲ θαρσῶ ἐκ τοῦ θάρσος· ἔστι δὲ ψυχικὸν τὸ πάθος. τὸ δὲ θάρσος ἐκ τοῦ θάῤῥος. ἡνίκα εὑρεθῆ τὸ ρ μετὰ τοῦ ς, οἱ Ἀττικοὶ διὰ τῶν δύο ρρ προσφέρουσιν. οἷον, τὸ θάρσος θάῤῥος λέγουσι, καὶ τὸ κόρσην κόῤῥην, καὶ τὴν μυρσίνην μυῤῥίνην
θ 37
Θάρσος ἀνδρεία, παρὰ τὸ θέρω τὸ θερμαίνω, θέρος. ὁ μέλλων θέρσω
θ 38
θράσος διαφέρει, ὡς ἀρετὴ κακίας. τὸ μὲν ἐπὶ ἀρετῆς τάσσεται, τὸ δὲ ἐπὶ κακίας, ὅθεν οἱ παλαιοὶ ὡρίσαντο οὕτως. θάρσος ἐστὶ ψυχῆς παράστημα μετὰ λογισμοῦ. θράσος δὲ ἡ ἀλογιστία, ὅθεν Εὐριπίδης ἁμαρτάνει λέγων, οὐ θράσος τὸ δʼ ἔστιν οὐ δὲ τόλμη κακῶς φίλους δράσαντας ἐναντίως βλέπειν
θ 39
Θεῖναι ἐπὶ τοῦ θεῖναι καὶ προσθεῖναι
θ 40
Θαλπωρὴ διάχυσις, χαρὰ, θάλψις
θ 41
Θαλύσιαι αἱ τῶν καρπῶν ἀπαρχαί
θ 42
Θαλπτοπορεῖ πλέει διὰ θαλάσσης
θ 43
Θαμά συνεχῶς, πυκνῶς, διηνεκῶς
θ 44
Θαμίζει πυκνάζει, συνεχῶς ἄγει
θ 45
Θαῦμα ἔστι τὸ ὑπὲρ φύσιν ὑπὸ θεοῦ τελούμενον
θ 46
Θάσσων ἀπὸ τοῦ ταχὺς παρήχθη. καὶ ἐγένετο ὁ πρωτότυπος τῶν συγκριτικῶν ταχύτερος, ὁ δεύτερος ταχίων, καὶ ὁ τρίτος τάσσων, καὶ τροπῇ τοῦ τ εἰς θ θάσσων
θ 47
Θάσια τὰ ἀμύγδαλα, ἀπὸ τοῦ θάσσων καρπεύειν· πρώϊμα γὰρ ὑπὲρ τὰ λοιπὰ δένδρα. θάσσον οὖν κατʼ ἀποβολὴν τοῦ ς
θ 48
Θάσια τὰ ἀμύγδαλα, διὰ τὸ πρὸ πάντων θάλλειν καὶ ἀνθεῖν
θ 49
Θάσσω ταχεῖ, παρὰ τὸ ταχὺς, θάσσων, καὶ θάσσονας ἱρήκων ἔμεναι καλλίτριχας ἵππους
θ 50
Θᾶττον ἐκ τοῦ ταχὺς, ταχύτερον, ταχεῖον, τάσσον, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ θᾶσσον. καὶ θεματικὸν θᾶττον καὶ περισπᾶται
θ 51
Θάτερος σημαίνει τὸν ἕτερον, καὶ γίνεται παρὰ τὸ ἕτερος. οἱ γὰρ Βοιωτοὶ τὸν ἕτερον ἅτερον λέγουσι
θ 52
Θαυμάζειν ἀπὸ τοῦ γινομένου κατὰ τὴν θέαν θάμβους
θ 53
Θαυμάζω γενικῇ μὲν συνταττόμενον σημαίνει τὸ καταγινώσκω, οἷον, θαυμάζω τῶν ταύτην ἐχόντων γνώμην. αἰτιατικῇ δὲ τὸ ἐπαινῶ, οἷον, θαυμάζω τοὺς οὕτω φρονοῦντας
θ 54
Θαυματουργία ἐκ τοῦ θαυματουργῶ. τοῦτο παρὰ τὸ θαῦμα καὶ τὸ ἔργον, θαυματοεργὸς καὶ ἐν συναιρέσει θαυματουργὸς, ὀξυτόνως. τὰ παρὰ τὸ ἔργον συντιθέμενα, εἰ μὲν ἀπὸ πτωτικῶν συνετέθησαν ὀξύνονται· οἷον, δημιουργὸς, τελεσιουργὸς, θαυματουργός. πλὴν τοῦ Λυκοῦργος, πανοῦργος, κακοῦργος. εἰ δὲ ἀπὸ ἀπτώτων, προπαροξύνονται, οἷον, ἑκάεργος. σεσημείωται τὸ συνεργός
θ 55
Θέα ἡ θεωρία, παρὰ τὸ θεῶ καὶ τὸ παθητικὸν θεῶμαι, βαρύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ θεὰ, ἐπὶ τῆς θεοῦ καὶ θόλος τὸ οἰκοδόμημα, θολὸς δὲ τὸ μέλαν τῆς σηπίας
θ 56
Θεὰ ἡ Μοῦσα. τὰ εἰς α λήγοντα θηλυκὰ ἔχοντα ἐπὶ τέλους τὸν τόνον, προσθέσει τοῦ ς κλίνεται, θεὰ θεᾶς, δεξιὰ δεξιᾶς
θ 57
Θεαρχικωτάτη ἔστι θεὸς καὶ ἄρχων, ἐκ τούτου γίνεται θέαρχος, καὶ κτητικὸν θεαρχικὸς, καὶ τὸ ὑπερθετικὸν θεαρχικώτατος καὶ θεαρχικωτάτη
θ 58
Θαῦμα παρὰ τὸ θαυμάζω θαύμασμα καὶ κατʼ ἔνδειαν τοῦ ς καὶ κατʼ ἀποκοπὴν θαῦμα. οἱ δὲ παρὰ τὸ θέωμι θέαμα καὶ κράσει θάμα καὶ θαῦμα. οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς
θ 59
Θεατὴς καὶ εἰς τὸ θεωρός
θ 60
Θεομαχία θεομαχίας διαφέρει. θεομαχία ἔστιν ἡ πρὸς θεὸν γινομένη μάχη. θεομαχίας δὲ ἡ αὐτῶν τῶν θεῶν πρὸς ἀλλήλους μάχη
θ 61
Θειλόπεδον διὰ τῆς ει διφθόγγου. περισσὸν τὸ θ. εἱλόπεδον γὰρ παρὰ τὴν ἡλίου αὐγήν· εἰώθασι δὲ καὶ τὴν ἕλην σὺν τῷ ι λέγειν εἵλην. τὴν μὲν γὰρ τῶν σύκων ψύξιν πρασίαν λέγουσι. πρασίης ψευδόμενον φύλακα
θ 62
Θειλόπεδον σημαίνει τὸν τόπον, ἔνθα τίθενται αἱ σταφυλαὶ ξηραντησόμεναι, ὡς φησὶν Ἀλεξίων. ἢ ὅπου ἀποπλύνεται ἡ σταφυλή. παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν θερμασίαν, γέγονεν εἵλη κατὰ πλεονασμὸν τοῦ ι, καὶ τὸ πέδον τὸ σημαῖνον τὸ χαμαὶ, εἱλόπεδον καὶ πλεονασμῷ τοῦ θ θειλόπεδον
θ 63
Θεῖν εἰς τὸ διαλλάττειν καὶ μεθύω
θ 64
Θείνω τὸ τύπτω, ἀφʼ οὗ τὸ θεναρὸν τὸ κοῖλον τῆς χειρός. καὶ εἰς τὸ παρθένος
θ 65
Θείνω τὸ τύπτω διὰ τῆς ει διφθόγγου. ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ μέλλοντι, καὶ ἐν τῷ θενὰρ ὀνόματι. θενὰρ δὲ λέγεται τὸ κατώτερον μέρος, εἰς ὅ ἐστι τύψαι
θ 66
Θεῖος παρὰ τὸ θεὸς θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος
θ 67
Θεῖον τὸ ἐπιθυόμενον εἰς κάθαρσιν, καὶ ἀβλαβεῖς ποιοῦν. ἔνθεν τὸ πάσσε δʼ ἁλὸς θείοιο. καὶ θεείου καιομένοιο φησὶν ἐπὶ τοῦ κεραυνοῦ. διὰ τοῦτο καὶ ἀπόζει τὸ οὐράνιον πῦρ τὸ τοῦ κεραυνοῦ. θεῖα δὲ τὰ οὐράνια. ὁ δὲ Εὐδαίμων ἐν τῇ ὀρθογραφίᾳ λέγει κτητικὸν, ἐπὶ τοῦ θεὸς θέειος, ἐκβαλὼν δὲ τὸ δεύτερον ε, ἐποίησε τὸ θεῖος. καὶ ὁ πατράδελφος οὕτω σεπτικὸς ὢν, ὅτι καὶ οἱ γονεῖς θέειοι ἡμῶν εἰσί
θ 68
Θείαν παρὰ τὸ θεωρεῖν τὰ παρόντα ἢ τρέχειν
θ 69
Θεία ἡ θαυμαστὴ, καὶ ἀδελφὴ πατρὸς ἢ μητρός. καὶ ἡ ἀκτὶς τοῦ ἡλίου. ὃ παρὰ τὴν θέαν εἴρηται. τὸ θει δίφθογγος καὶ τὸ α μακρόν
θ 70
Θεῖοι οἱ θαυμαστοὶ, καὶ ἀδελφοὶ τοῦ πατρός. παρὰ τὸ θεῖον, ὃ σημαίνει τὸ μέγα. καὶ θεῖον τὸ ἐπὶ τοῦ θεοῦ, καὶ θείου καὶ θαυμαστοῦ, καὶ τιαφίου. λέγεται γὰρ τὸ τιάφιον θεῖον ἄπειρον
θ 71
Θεία διὰ τῆς ει διφθόγγου. σημαίνει δὲ καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου καὶ τῆς σελήνης
θ 72
Θειάζω τὸ θαυμάζω, καὶ ἐκθειάζω τὸ θαυμάζω, διφθόγγῳ. θίασος δὲ ὁ χορὸς καὶ θιασώτης ὁ χορευτὴς, ἰῶτα
θ 73
Θεκὲλ ἡ κριθὴ, μοδ ιε, ὃ καλεῖται ἔπαρμα
θ 74
Θέλγειν κυρίως μέν ἐστιν, εἰς ὃ θέλει τὶς ἄγειν τινά. ὅθεν καὶ θελκτήρια πολλαχῶς τὰ ἄσματα· ἀπὸ τῶν ᾠδῶν, ἃ τοὺς ἀκούοντας θέλγει, καὶ εἰς τέρψιν ἄγει τῶν ᾠδῶν. διὸ καὶ ἡ Πηνελόπη τὰς ᾤδας θελγητήρια ὑπέφηνε· πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας. καὶ ἡ Κίρκη Ὀδυσσεῖ μὴ φαρμαχθέντι λέγει. θαῦμα μʼ ἔχει, ὡς οὔτι πιὼν τάδε φάρμακʼ ἐθέλχθης. Ἐνομίδης ἐτυμολογεῖ ὁ τὰ θεῖα γράψας, παρὸ φησὶ καὶ τοὺς τελχῖνας, ὥστε θελγῖνες φησὶ, ἐνόντα τοῖς ὕδασι τῆς φύσεως, καὶ αὔα ἐποίουν ἕως φυτῶν βασκαίνοντες
θ 75
Θέλυμνος εἰς τὸ προθέλυμνος
θ 76
Θέλγοντι τῷ εὐφραίνοντι, ἢ τῷ ἀπατῶντι, παρʼ Ὁμήρῳ καὶ τῷ σκοτίζοντι, οἷον, αὐτὰρ Ἀχαίων θέλγε νόον. καὶ, αὐτὰρ Ἀχαίων ὄμματα θέλγε. συντάσσεται μετὰ αἰτιατικῆς. καὶ εἰς τὸ τελχῖνες
θ 77
Θέλγειν μεταβολὴν ποιεῖσθαι τῆς ψυχῆς· εἰς τὸ θέλγειν ἄγειν
θ 78
Θέλημα καὶ θελητικὸν καὶ θελητὸν οὐ ταυτόν ἐστι. θέλημα μὲν γάρ ἐστιν οὐσίας νοερᾶς νοερὰ ὄρεξις, θελητικὸν δέ ἐστι αὐτὸ τὸ θέλησιν ἔχον, θελητὸν δὲ τὸ ἀγαπώμενόν ἐστι
θ 79
Θέλημα εἴρηται παρὰ τὸ θέειν λίαν ἅμα τὴν φύσιν. παρὰ τὸ αὐτὴν λήγειν, ἢ τοῦ θελητοῦ λῆμμα, ἤγουν κράτημα
θ 80
Θέλημος θελήσω μέλλων, ὡς ἀπὸ περισπωμένου τοῦ θελῶ, θελήσω, θέλησμος, ὡς μελῶ μελήσω μέλησμος. καὶ ἀποβολῇ τοῦ ς θέλημος. Ἡσίοδος, οἱ δʼ ἐθέλημοι ἥσυχοι ἔργα νέμοντο
θ 81
Θελκτήρια εἰς τὸ θερίκλειον
θ 82
Θέλημα παρὰ τὸ θέειν λίαν. ἢ τοῦ θελητοῦ λῆμμα, ἤγουν κράτημα
θ 83
Θέλω λέγεται καὶ ἐθέλω. ποίας διαθέσεως; οὐδετέρας. τὸ γὰρ ἐθέλω καὶ ζῶ καὶ πλουτῶ καὶ ὑπάρχω οὐδετέρας ἔστι διαθέσεως· διότι οὔτε ἐνέργειαν οὔτε πάθος δηλοῖ
θ 84
Θεμέλιον παρὰ τὸ δέμω τὸ οἰκοδομῶ, δεμέλιον καὶ θεμέλιον. ἐκ δὲ τοῦ θεμέλιον γίνεται θεμελιῶ. τὸ δὲ θεμελιῶ ἀπὸ τοῦ δέμω τὸ οἰκοδομῶ, δεμελιῶ καὶ τροπῇ τοῦ δ εἰς θ θεμελιῶ
θ 85
Θεμείλια Ἰωνικὴ ἡ διάλεκτος, καὶ θεμέλια κοινῶς
θ 86
Θέμεναι θεῖναι, ποιῆσαι, ὁ κανών· ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων, εἰώθασιν οἱ Δωριεῖς ἐπεντιθέναι τὴν με συλλαβήν· καὶ εἰ μὲν εὕρωσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλουσιν. οἷον, θεῖναι θέμεναι, δοῦναι δόμεναι. εἰ δὲ ἓν φυλάττουσιν, οἷον, γνῶναι γνώμεναι
θ 87
Θέμις τὸ δίκαιον καὶ πρέπον· ἐκ τοῦ θεμὸς, ὃ σημαίνει τὸν νόμον, γίνεται θέσμις, καὶ ἀποβολῇ τοῦ ς θέμις
θ 88
Θεμιστὶς ἡ δίκη, καὶ κλίνεται θεμίστιος, θέμιστι. θέμιστιν
θ 89
Θεμιστὰς δίκας, νόμους, καὶ κριτάς. παρὰ τὸ τίθησι θεμὸς, καὶ μετὰ τοῦ ς θεσμὸς καὶ θεσμίς. καὶ θέμις κατʼ ἀποβολὴν τοῦ πρωτοτύπου θέμιδος καὶ θέμιτα. καὶ θεμιστὰς κατὰ πλεονασμόν
θ 90
Θέναρ τὸ κοῖλον τῆς χειρὸς, διὰ τὸ σθένειν, διʼ αὐτοῦ γὰρ πάντα γίνονται. ἢ παρὰ τὸ σθένειν αὐτὸν ἐν γυμνασίοις. καὶ εἰς τὸ θείνω, καὶ ὑπάρχω
θ 91
Θεόγραφος παρὰ τὸ θεὸς καὶ τὸ γράφω γίνεται θεογράφος, ὁ ὑπὸ θεοῦ γραφεὶς, θεόγραφος δὲ ὁ τὸν θεὸν γράφων
θ 92
Θεοείκελος παρὰ τὸ θεὸς καὶ τὸ εἴκελος, ὃ δηλοῖ τὸ ὅμοιον, ὁ θεοῖς ὅμοιος. τὸ δὲ εἴκελος ἐκ τοῦ εἴκω τὸ ὁμοιῶ, ὡς παρὰ τὸ πρέπω πρέπελος
θ 93
Θεόδμητον παρὰ τὸ θεὸς καὶ τὸ δομῶ, ὃ σημαίνει τὸ κτίζω, θεοδόμητον, καὶ κατὰ συγκοπὴν θεόδμητον, καὶ κατʼ ἀναβίβασιν τοῦ τόνου. σημαίνει τὸ θεόκτιστον
θ 94
Θεόκελος εἰς τὸ ὕστατος
θ 95
Θεοκλυτοῦσιν ὡς θεοὺς ἐπικαλοῦνται, παρὰ τὸ θεὸς καὶ τὸ κλύω, ὃ σημαίνει τὸ καλῶ
θ 96
Θεομαχία εἰς τὸ θεημαχία
θ 97
Θεόπιν θέσπιν, ἐκ τοῦ θεὸς καὶ τοῦ ὂψ ὀπός. καὶ εἰς τὸ νοσφιζοίμεθα
θ 98
Θεοπρεπέων ὁ ἐκ θεοῦ μαντευόμενος. μετοχὴ συζυγίας πρώτης τῶν περισπωμένων, ὥσπερ καὶ τὸ κοιρανέων, ἐκ τοῦ θεοπρεπεύω θεοπρεπῶ· ἔστι δὲ παρασύνθετον ἐκ τοῦ θεοπρόπος· τοῦτο δὲ σύνθετον ἐκ τοῦ θεὸς καὶ τοῦ πρέπω τὸ προλέγω, ὁ τὰ ἐκ θεοῦ προλέγων. ὅτι τὰ εἰς πις ῥήματα δισύλλαβα φύσει μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχονται, βαρύνονται. οἷον, τράμπις, ἔστι δὲ βαρβαρικὴ ναῦς, κάλπις κάλπιδος, θέσπις θέσπιδος, εἰ δὲ ἀπὸ φωνήεντος ἄρχονται, ὀξύνονται, ἐλπὶς ἐλπίδος, ἐμπὶς, ὁ κώνωψ, ἐμπίδος, ἀσπὶς ἀσπίδος, καὶ εἴ τι ὅμοιον
θ 99
Θεοῖο γενικὴ κατὰ Θεσσαλούς. γέγονε δὲ παρὰ τὸ θέω τὸ τρέχω, ἢ παρὰ τὸ αἴθω τὸ καίω. ἢ παρὰ τὸ θῶ τὸ ταχὺ ἀκούω. θοὸς ὁ τοῖς κράζουσι ταχύς
θ 100
Θεοπρόπιον τὸ ἐκ θεοῦ μάντευμα, παρὰ τὸ ἔπω ἔπιον τὸ λόγιον, ὡς λέγω λόγιον, καὶ μετὰ τῆς πρὸ προθέσεως προέπιον, καὶ συγκοπῇ πρόπιον, καὶ μετὰ τοῦ θεὸς θεοπρόπιον. οὗτοι γὰρ ὡς πάντα ἐπιστάμενοι λέγουσι τοῖς ἀνθρώποις ἠγνοημένα, οἱονεὶ θεοπρόπιον, τὸ ἐκ θεοῦ λεγόμενον
θ 101
Θεοουδὴς ὁ θεοῖς ὅμοιος. ἢ θεοαδὴς ὁ θεοῖς ἀρέσκων. ἢ θεοῦ ἔχων αὐδὴν, ὅ ἐστι προσηνὴς, καὶ μειλίχιος θεοῦ ὡς τρεπόμεθα αὐδήν. ἢ θεοὺς δεδοικώς
θ 102
Θεοὺς ὁ Ἀπολλόδωρος ἀπὸ τοῦ θεῖν. τινὲς δὲ ἀπὸ τῆς θερμότητος. ὁ δὲ Ἀπολλόδωρος καὶ ἀπὸ τοῦ εἶναι τοῦ θεάσασθαι τὴν ἀκτῖνα τοῦ ἡλίου καὶ τῆς σελήνης. οἱ δὲ ἀπὸ τῆς θερμότητος λέγουσιν, ἀπὸ τοῦ θεοῦ ἄρχοντα τὸν θάνατον, ψυχρὸν ὄντα κατʼ ἀντίφρασιν, ὡς καὶ θερμοῦ θεῖν τὸ ἱερὸν Αἰγυπτίων, ψυχροποιὸν γάρ ἐστι
θ 103
Θεὸς διὰ τοῦ θέειν ἤγουν τρέχειν καὶ προφθάνειν τὰ πάντα· ἢ διὰ τὸ αἴθειν ἤγουν φλογίζειν. ἢ διὰ τὸ θεωρεῖν τὰ πάντα. ὅθεν καὶ οἱ τοῖς ὀφθαλμοῖς τῆς καρδίας θεωροῦντες αὐτὸν θεοὶ ἐκλήθησαν. ὡς τὸ ἐγὼ εἶπα, θεοὶ ἐστέ
θ 104
Θεουδεὶς οὐκ ἔστιν ὡς τινὲς θεοαδὴς, παρὰ τὸ ἄδειν καὶ ἀρέσκειν τῷ θεῷ. ἔστιν οὖν θεεδὴς ὁ τὰ ἔδη τουτ’ἔστι τὰ ἐδάφη τῶν θεῶν σέβων. θεὸς γὰρ λέγεται, παρὰ τὸ θέειν τὰ πάντα, ἤτοι τεθεᾶσθαι
θ 105
Θέσφατον εἰς τὸ νοσφιζοίμεθα
θ 106
Θεράπων παρὰ τὸ θείνω τὸ τύπτω γίνεται θενάπων, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον θεράπων· ἢ θεραπεύω, θεράπων, θεράπεια, ἢ παρὰ τὸ θεραπεύειν τὸν κρείττονα
θ 107
Θερείβοτον τόπος, πεδίον, τὸ ἔχον δόσιν ἐν τῷ θέρει. γράφεται δὲ διὰ διφθόγγου. παρὰ γὰρ τὴν θέρει δοτικὴν, καὶ τὸ βοτὸν, τὸ σημαῖνον τὴν βοσκὴν γέγονε θερείβοτον. σημαίνει δὲ τὸν τόπον τῶν χόρτων τὸν ἔχοντα βοσκήν· ἤγουν ἐν θέρει
θ 108
Θέρεια ὁ καιρὸς τοῦ θέρους διὰ τῆς ει διφθόγγου. πρῶτον μὲν τῷ λόγῳ τῶν διὰ τοῦ ειος προπαροξύνεται. δεύτερον, ὡς παρὰ τὸ θάλλω θάλεια, οὕτω καὶ παρὰ τὸ θέρω, τὸ σημαῖνον τὸ θερίζω, θέρεια
θ 109
Θερμὸς τινὲς θρέμιον, ὅτι τῶν ἄλλων ὀσπρίων θρεπτικώτερόν ἐστι. τινὲς δὲ κατʼ ἀντίφρασιν, μόνος γὰρ οὐκ ἐσθίεται θερμὸς, ἀλλὰ ψυχριζόμενος· ἢ ὅτι θερμοῦται πρότερον
θ 110
Θερὸς παρὰ τὸ θέρειν, ὅ ἐστι θερμαίνειν, τὸ δὲ θέρω, παρὰ τὸ θέω πλεονασμῷ τοῦ ρ. τὸ γὰρ ταχὺ καὶ θερμὸν λέγομεν. ὥσπερ παρὰ τὸ φθείω φθείρω, θέω θέρω
θ 111
Θερσίτης κύριον. γίνεται δὲ ἐκ τοῦ θέρσω μέλλοντος, Αἰολικῶς θέῤῥω, ὁ θερματικὸς ἐν τῷ λέγειν. τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιτης παρώνυμα. καὶ παρώνυμόν ἐστι. καί ἐστι θέρσος, ὥσπερ βάθος βένθος, πάθος πένθος, οὕτω καὶ θάρσος θέρσος, τροπῇ τοῦ α εἰς ε. τὸ σι μακρὸν, καὶ ἅπαντα τὰ διὰ τοῦ ιτης μακρά εἰσι
θ 112
Θερσίτης παρὰ τὸ θέρω τὸ θερμαίνω. θερμὸς γὰρ καὶ προπετὴς ἦν. ἢ ἀπὸ τοῦ θέρσος Αἰολικῶς γέγονε Θερσίτης
θ 113
Θέσκελον θαυμαστόν. τὸ θες ἀπὸ τοῦ τιθῶ γέγονε τίθημι
υ 2
ὑποθέσθαι διαφέρει. θέσθαι μὲν γάρ ἐστι τὸ λαβεῖν ὑποθήκην· ὑποθέσθαι δὲ τὸ δοῦναι ὑποθήκην
θ 114
Θερῶ τὸ καίω, παρὰ τὸ θέω, τὸ γὰρ ταχὺ καὶ θερμόν. φαμὲν δὲ θερῶ περισπωμένως
θ 115
Θέρω τὸ θερμαίνω. θέρων ὄντως ὁ θερμαίνων ἥλιος. ἐξ οὗ θέρος. καὶ εἰς τὸ ἀθέριξ, καὶ εἰς τὸ ἐθρόησε, καὶ θάρσος, καὶ θερμὸς, καὶ θέρος, καὶ θρῆνος, καὶ θηρός
θ 116
Θεοείκελος καὶ ἐν συγκοπῇ θεόκελος. καὶ ὤσπερ θεόφαντος θέσφατος, οὕτω καὶ θεόκελος θέσκελος. καὶ εἰς τὸ ὕστατος
θ 117
Θὲς ἀπὸ τοῦ τιθῶ γέγονε τίθημι. ἀνατεθῆναι καὶ ἀνατετείμενος, προστιτὼν, προστιτείς. ζήτει
θ 118
Θεσμὸς ὁ νόμος, ἀπὸ τῆς θέσεως. ἕκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο, ἐτίθει τοὺς νόμους. καὶ εἰς τὸ θέμις καὶ πρόθεσμα
θ 119
Θεσπεσία ἡ θεία, ἐκ τοῦ θεσπίς. πῶς θέλει λέγεσθαι θέσπις ἢ θεσπὶς, ὡς ἐλπὶς, ἐμπὶς; παροξύνεται. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ις. καὶ ἔγραψα εἰς τὸ θεοπρόπιον
θ 120
Θεσπέσιος θεῖος, θαυμαστὸς, οἷον, θεοπρέπιος, ὁ ἀκολουθῶν καὶ ἕπων θεοῖς
θ 121
Θεσπίζω σημαίνει τὸ ὁρίζω καὶ νομοθετῶ. ἀφʼ οὗ καὶ θέσπισμα τὸ θεῖον δόγμα
θ 122
Θέσπιν θείαν φωνήν· θηλυκὸν, ἐκ τοῦ θεὸς καὶ τοῦ ὂψ, ἡ φωνὴ, γίνεται θεόσπις, καὶ κατὰ συγκοπὴν θέσπις, τῆς θέσπιδος. ὁ κανὼν, τὰ εἰς ις θηλυκὰ, διὰ τοῦ π ἐκφερόμενα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ δὸς κλίνεται
θ 123
Θεσσαλονίκη παρὰ τὸ θὲς ἄλλος τὴν νίκην
θ 124
Θέσφατος ὁ ἐκ θεοῦ πεφημισμένος. καὶ εἰς τὸ ἀθέσφατος, καὶ νοσφιζοίμεθα
θ 125
Θέτι τὸ τι ἰῶτα διάτι; ὥσπερ ἀπὸ τοῦ μῆτις μήτιδος, κατʼ ἀποβολὴν τοῦ δ μήτιος, ἡ δοτικὴ μήτιϊ καὶ κράσει τῶν δύο ιι εἰς ἓν μακρὸν μήτι. οἷον, μήτι δʼ ἡνίοχος περιγίνεται ἡνιόχοιο. οὕτω καὶ ἀπὸ τοῦ Θέτις Θέτιδος, κατʼ ἀποβολὴν τοῦ δ Θέτιος, οἷον, Θέτιος δʼ ἐξαίσιον ἀρὴν, καὶ ἐκεῖθεν Θέτιϊ καὶ κράσει τῶν δύο ιι εἰς ἓν Θέτι. ὡς παρὰ τῷ ποιητῇ· πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν
θ 126
Θετταλικὸς ὄνομα ἐκ τοῦ Θετταλοῦ. τοῦτο δέ ἐστι πόλις Θεσσαλίας, καὶ Θεσσαλός
θ 127
Θέω τὸ θάλλω καὶ ἀνθῶ, ἐξ οὗ καὶ τὸ τηλεθόωντες καὶ θαλέθοντες. καὶ εἰς τὸ ἐνήνοθε, καὶ διάττειν, καὶ εὐθὲς, καὶ θόρυβος, καὶ νηγάτεον, καὶ ὀρθῶς, καὶ πτολίπορθος, καὶ θοῦ
θ 128
Θεωρία παρὰ τὸ θεῖα ὁρᾷν
θ 129
Θεωρὸς παρὰ τὸ θεὸς καὶ τὸ ὁρῶ. ἢ παρὰ τὸ θεῖον ὁρᾷν. τὰ παρὰ τὸ ὁρῶ συντιθέμενα ὀνόματα, διὰ τοῦ ω γράφεται
θ 130
θεατὴς διαφέρει. ὁ μὲν γὰρ εἰς θεοὺς πεμπόμενος ἤγουν φροντίζων, καὶ θεωρὸς λέγεται. ὁ δὲ ἀγώνων καὶ θεάτρων θεατής. διʼ ὁ ἁμαρτάνουσιν οἱ λέγοντες, θεωρῆναι με δεῖ τὸν ἀγῶνα ἐπεὶ δέον εἰπεῖν θεάσασθαι
θ 131
θεωτικὸς διαφέρει. θεωρικὸς μὲν γάρ ἐστιν, ὁ περὶ θέατρά τινα καὶ δημώδη ἀσχολούμενος. θεωτικὸς, ὁ διʼ ὑπερβολὴν φρονήσεως καλῶς δυνάμενος θεωρῆσαι λογικὰ θεωρήματα
θ 132
Θέσις ἡ εὐθεῖα ἡ θέσις, τῆς θέσιος καὶ θέσεως, αἱ θέσεες καὶ θέσεις. οἱ δὲ ἀπὸ τῆς θέσιος γενικῆς γέγονε. Ἰωνικῶς γέγονε καὶ διὰ τοῦ ι. ἐγράφη ἂν οἷον θέσιες, καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν θέσις. καὶ γὰρ τὸ ι, εἰ μὲν ἐπιφέρηται τὸ ε, τὸ ι μόνον ἐπικρατεῖ, καὶ εἰς αὐτὸ γίνεται ἡ κράσις. οἷον, ἱερὸν ἱρὸν, ἱερεὺς ἱρεὺς, ἱέραξ ἵραξ. εἰ δὲ ἐπιφέρηται τὸ ε ἐν διφθόγγῳ, ἡ δίφθογγος ἐπικρατεῖ, οἷον, ὑγίεια ὑγεῖα, Ἀπολλωνίεια, Ἀπολλώνεια
θ 133
Θεηγόροι θεολόγοι, οἱ ἐκ θεοῦ λαμπόμενοι
θ 134
Θεήλατος ὁ ὑπὸ θεοῦ πεμφθείς
θ 135
Θῖναι οἱ σωροὶ τοῦ ψάμμου, καὶ ὁ ἀδελφὸς τοῦ πατρός. καὶ ἡ ἀκτὶς τοῦ ἡλίου
θ 136
Θημωνία ω μέγα καὶ ἰῶτα. παρὰ τὸ θήμωνα γὰρ ἦν, καὶ παρὰ τὸ θεῖναι
θ 137
Θηλαμὼν ἡ τροφός. παρὰ τὸ θηλάσω ῥῆμα
θ 138
Θηλὴ ὁ μαστὸς, ὁ γαλουχῶν
θ 139
Θηεῦντο σημαίνει τὸ ἐθεώρουν. ἔστιν οὖν θεῶ, θεάσω, τὸ παθητικὸν θεάομαι θεῶμαι, ὁ παρατατικὸς ἐθεαόμην ἐθεώμην, τὸ τρίτον τῶν πληθυντικῶν ἐθεάοντο ἐθεῶντο. καὶ οἱ Δωριεῖς τρέπουσι τὸ ω εἰς τὴν οὐ δίφθογγον, καὶ γίνεται ἐθεοῦντο, καὶ συστολῇ τῆς ἀρχούσης, καὶ τροπῇ τοῦ ε εἰς η, θηεῦντο
θ 140
Θνησιμαῖος ὁ νεκρὸς, ἐκ τοῦ θνήσιμος. τὸ μαι διφθόγγῳ διάτι; τὰ διὰ τοῦ αιος καθαρὰ ἀπὸ πρωτοτύπων τῶν εἰς ος γινόμενα, διὰ τῆς αι διφθόγγου γράφεται. λῖνος λιναῖος, δρόμος δρομαῖος
θ 141
Θήλεια παρὰ τὸ θάλλειν καὶ γεννᾷν, ὅθεν καὶ ἔμβρυον τὸ τικτόμενον, διὰ τὸ βρύειν, καὶ ὕπομβρος δὲ νῦν θήλεια καλεῖται παρὰ Σοφοκλεῖ, διὰ τὸ θάλλειν ἐν αὐτῷ τοὺς καρπούς
θ 142
θήλεια. ἔστι ῥῆμα θῶ καὶ δηλοῖ τὸ τρέφω, ὁ μέλλων θήσω, παρʼ οὗ θηλὴ ὄνομα ῥηματικὸν, καὶ τροπῇ τοῦ η εἰς υ θῆλυς, οὗ γένος θηλυκὸν θήλεια. οὕτω Φιλόξενος. θηλὴ ὡς κάρη, κάρης καὶ κάρις. εἴρηται δὲ καὶ κάρη, φησὶν ὁ Καλλίμαχος
θ 143
Θηκάρη θήκη ἄρεως. ἄρης γὰρ ὁ πόλεμος λέγεται, ἢ ὁ σίδηρος
θ 144
Θηλαμὼν ἡ τροφὸς, παρὰ τὸ θῶ ὃ δηλοῖ τὸ τρέφω, οὗ ὁ μέλλων θήσω. ἢ παρὰ τὸ θεάσω
θ 145
Θηλὴ ἀπὸ τοῦ θηλῆς. τινὲς δὲ ἀπὸ τοῦ ἐντίθεσθαι, διὸ καὶ τιθὸς καὶ τιθήνη, ἀπὸ τοῦ τῶν τιτθίων
θ 146
Θῆλυς ἡ θήλεια, παρὰ τὸ θῶ τὸ τρέφω, θήσω, καὶ θηλώ, καὶ θῆλυς
θ 147
Θηριωδία ἡ πικρία, ἐκ τοῦ θηριώδης, ἐξ οὗ καὶ ἐκθηριεῖ
θ 148
Θημωνία ἡ σωρὸς, τὸ θη ἦθα, ἐκ τοῦ τίθημι θήσω γίνεται θημώνη, καὶ ἐξ αὐτοῦ θημωνία. τὸ μω μέγα διάτι; τὰ εἰς ων περιεκτικά. καὶ τὰ ἑξῆς
θ 149
Θήπει ψεύδεται, ἐκ τοῦ θωπεύω
θ 150
Θήπω τὸ ἐκπλήττομαι, ἀφʼ οὗ καὶ τάφος. καὶ ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς, καὶ τὸ, τεθηπότες ἠΰτε νεβροὶ, ἀντὶ τοῦ ἐκπλαγέντες. καὶ εἰς τὸ θάμ βος
θ 151
Θηρία ἡ πόλις καὶ ἡ ἄγρα, ἤτοι τὸ κυνήγιον
θ 152
θηρῶ τὸ συλλαμβάνω, καὶ κρατῶ καὶ κυνηγῶ. ἐξ αὐτοῦ θηρεύουσιν ἐπὶ ψυχῆς. καὶ θηρῶ, θηρᾷς, θηρᾷ, καὶ ἐξ αὐτοῦ τὸ θήρωμαι δόξαν. καὶ θηρῶνται, ὅ ἐστι ζητοῦνται
θ 153
Θηρίκλειον σημαίνει τὸ θηρικλέους ποτήριον, ὡς φησὶν Εὔμυλος· ὅθεν καὶ θελκτήρια πολλαχῶς τὰ ἄσματα, ἀπὸ τῶν ᾠδῶν, ἁ τοὺς ἀκούοντας θέλγει καὶ ἄγει εἰς τέρψιν
θ 154
Θηρίκλειον εἶδος ποτηρίου, ἀπὸ τοῦ ποιήσαντος αὐτὸ θηρικλέους, ὡς φησὶν Εὔβουλος, ὁ τῆς μέσης κακίας ποιητής
θ 155
Θήας ἔστι ῥῆμα θῶ δηλοῦν τὸ τρέφω, ὁ μέλλων θήσω, θήσεις, θήσει
θ 156
Θηλὴ παρὰ τὸν θήσω μέλλοντα, ὃ δηλοῖ τὸ θηλάζω
θ 157
Θηρίον παρὰ τὸ θήρ. τοῦτο παρὰ τὸ φθείρω, φθερῶ, φθεὶρ καὶ θήρ. παροξύνεται. τὸ ρι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιον οὐδέτερα, μονογενῆ διὰ τοῦ ι γράφεται. ζήτει εἰς τὸ κανόνας
θ 158
Θηρίον διὰ τὸ θέειν ῥᾷον ἤγουν τρέχειν· ἢ διὰ τὸ θηρεύειν τὴν θήραν, τὴν κυνηγέτην ἐπιστήμην, παρὰ τὸ θὴρ θηρὸς· τοῦτο παρὰ τὸ θήρω, ἀποβολῇ τοῦ ω. ἢ διὰ τὸ θεωρεῖν
θ 159
Θηρὸς ἡ εὐθεῖα ὁ θὴρ, τοῦ θηρός. γέγονε παρὰ τὸ θέρω τὸ θερμαίνω. κυρίως δὲ λέγεται θὴρ ὁ λέων, ὁ θερμὸς, ἐπειδὴ καὶ πάντα τὰ θηρία θερμά εἰσι
θ 160
Θήγη ἡ ἀκόνη, καὶ θήγω τὸ ἀκονῶ. ἔλλειψις τοῦ ὁ παρὰ τὸ θοῦν, θοήγω καὶ θήγω
θ 161
Θὴς παρὰ τὸ τῶ τὸ ζητῶ, ὁ ἐπὶ μισθῷ δουλεύων
α 1329
ἄτμενος διαφέρει. θὴς μὲν γὰρ ὁ ἐπὶ μισθῷ δουλεύων. λάτρις δὲ, ὁ κατὰ πολεμικὴν περίστασιν ἁλοῦς, καὶ εἰς δουλείαν ἀχθείς. ἀμφίπολον δὲ κοινὸν ἄῤῥενος καὶ θηλείας ὄνομα δούλου. ἄτμενος δὲ, οὐ μόνον ὁ δοῦλος, ἀλλὰ καὶ ὁ τεταγμένος ἐλεύθερος. καὶ εἰς τὸ ἄϊξε καὶ σέσηπε
θ 162
Θησαυρὸς ἐκ τοῦ τίθημι θήσω θησαυρὸς, ταμεῖον, κελλάριον, φυλακτήρ
θ 163
Θήσειν σημαίνει δύο τὸ ποιεῖν καὶ τὸ θηλάζειν
θ 164
Θῆτες οἱ μίσθιοι, παρὰ τὸ τηγᾶν, ὅ ἐστι σπανίζεσθαι τροφῆς, καὶ διὰ τοῦτο δουλεύειν ἐλευθέρους ὄντας, οἱονεὶ οἱ ποιητοὶ δοῦλοι. ἢ παρὰ τὸ τῶ τὸ ζητῶ, ὁ ἐπὶ μισθῷ δουλεύων
θ 165
Θῆτες παρὰ τὸ τητᾶσθαι, οἷον, τῆτες, θῆτες
θ 166
Θητικὸν θεραπευτικὸν, ὑποχείριον, ἐργαστικὸν τῶν δεόντων, μισθαρικόν. σημαίνει δὲ τὸ ἔσχατον τίμημα παρʼ Ἀθηναίοις, εἰς δεῖν τοῦ πολιτεύματος διηρημένου τέλη. γέγονε δὲ ἀπὸ τοῦ θὴς, θητὸς, θητικὸς. κτητικοῦ τύπου. τὸ δὲ θὴς παρὰ τὸ τῶ ὃ σημαίνει τὸ λαμβάνω, ὅπερ μετὰ τῆς τη στερήσεως γίνεται τητῶ τὸ οὐ λαμβάνω. θῆτες οὖν καὶ οἱ μισθῷ διὰ πενίαν ἐργαζόμενοι, παρὰ τὸ τητᾶσθαι ὅ ἐστι στερεῖσθαι, ὡς τῆτες καὶ θῆτες, κατὰ τροπὴν τοῦ τ εἰς θ
θ 167
Θῆτα εἴρηται, ὅτι τὴν τοῦ παντὸς θέσιν μιμεῖται. ἡ δὲ τοῦ παντὸς θέσις οὐρανός ἐστι, ὃς τό, τε κυκλοτερὲς ἔχων, κατὰ τὸν διὰ μέσου ἄξωνα. τῇ κατὰ τὴν μέσην οὔσῃ μακρᾷ. χαρακτηρισθὲν οὖν οὕτως· εἰκότως καὶ ἐοικυῖαν ἔλαβεν ὀνομασίαν
θ 168
Θησεῖον διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα. τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τὸ ειον παρακείμενα, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον, κουρεὺς κουρεῖον, βαφεὺς βαφεῖον, βαλανεὺς βαλανεῖον. οὕτως οὖν καὶ Θησεὺς Θησεῖον. ταῦτα δὲ προπερισπῶνται πλὴν τοῦ Θήσειον Φύσειον, ἔστι δὲ ὄνομα πόλεως, ἀπὸ Φέσεως κτίσαντος. τὸ δὲ Θήσειόν ἐστι ναὸς τοῦ Θήσεως, ἐν ᾧ οἱ δοῦλοι προσέφευγον
θ 169
Θῆβις τὸ κιβώτιον πλεκτικὸν ὡς φοινικώδη
θ 170
Θοίνη ἡ εὐωχία, ὡς παρὰ τὸ ἀγκὼν, ἀγκόνη καὶ ἀγκοίνη
θ 171
Θὶς ἐπὶ τοῦ σωροῦ δύναται· παρὰ τὸ θῶ, ἀφʼ οὗ θεῖναι καὶ ἐπιθεῖναι. θὶς διὰ τοῦ ἰῶτα, τὰ γὰρ εἰς ις δικατάληκτα διὰ τοῦ ἰῶτα γράφεται. οἷον, δελφὶς, θαλαμὶς, τελχίς. οὕτως οὖν καὶ θὶς, διότι καὶ θίν. ἰστέον δὲ ὅτι τὸ θὶς σημαίνει τὸν αἰγιαλόν. οἷον, θῖνος ἐφʼ ἁλός. σημαίνει δὲ καὶ τὸν σωρὸν, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς, ἀντὶ τοῦ σωρός. παρὰ τὸ εἰς ὕψος ἀναθέειν· ἡ θὶς, θηλυκὸν, ὁ αἰγιαλός
θ 172
Θίασος ἀπὸ τοῦ θὶν ὅ ἐστι θεύειν. τοῦτο παρὰ τὸ ἐνθουσίαν, ὅθεν θιασώτας λέγουσι. τοὺς περὶ Διόνυσον. ὤφειλε δὲ διὰ διφθόγγου γράφεσθαι. ἐτυμολογεῖται γὰρ παρὰ τὸ τὰ θεῖα ᾄδειν. ἀλλʼ ἡ παράδοσις, παρέλαβεν αὐτὸ γράφεσθαι διὰ τοῦ ι. θίασος δὲ λέγεται χορὸς, ἐξ οὗ καὶ θιασώτης ὁ χορευτής. τὸ θι καὶ τὸ σω μέγα ἀπὸ παραδόσεως
θ 173
Θιασώτας τοὺς τὰ θεῖα ᾄδοντας. ἐκ τοῦ ἄσω. θειάζω τὸ θαυμάζω, δίφθογγος ἐκ τοῦ θείνω
θ 174
Θιασώτης ἐκ τοῦ θειάζω, πολλὰ γὰρ ὀνόματά εἰσι
θ 175
Θὶς θινὸς, ὁ αἰγιαλὸς, ἀπὸ τοῦ τίθεσθαι, καὶ ἀκτὴ λέγεται ἀπὸ τοῦ κατάγεσθαι τὰ κύματα ἐν αὐτῇ
θ 176
Θῖνα τὸν εὔδιον καὶ ἥσυχον αἰγιαλὸν, παρὰ τὸ θείνω τὸ τύπτω, εἰς ὃν ἐγκρούουσι τὰ κύματα. σημαίνει καὶ τὸ φονεύω καὶ θλίβω, παρὰ τὸ θλῶ θλίβω. ἢ παρὰ τὸ θλύβω καὶ ἐξ αὐτοῦ θλίβω, τροπῇ τοῦ υ εἰς ι. τὸ δὲ θλίβω σημαίνει δύο· τὸ συντρίβω τὴν ψυχὴν καὶ τὸ πατῶ τὴν σταφυλήν
θ 177
Θνήσκω παρὰ τὸ θνῶ, θνήσω, θνήσκω, τρῶ, τρώσω, τρώσκω καὶ τιτρώσκω, καὶ βρῶ, βρώσω, βρώσκω καὶ βιβρώσκω. δηλοῦσιν οἱ Δωριεῖς θνάσκω λέγοντες
θ 178
Θνητὸς παρὰ τὸν θνήσω μέλλοντα, θνητὸς ὁ θανὼν καὶ θνησιμαῖος, παρὰ τὸ ἐν τῷ διαστέλλεσθαι ἀθανάτου. ἢ παρὰ τὸ θανῶ, θανήσω, θανητὸς καὶ θνητός
θ 179
Θνῶ εἰς τὸ θνήσκω καὶ τεθναίη
θ 180
Θοὴ ἡ ὀξεῖα καὶ ταχεῖα, παρὰ τὸ θέω. τὸ θε ψιλὸν διάτι; τὰ διὰ τοῦ εω ῥήματα δισύλλαβα, συναιρούμενα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον, ζέω, πλέω, θέω
θ 181
Θοίνη ἡ εὐωχία, παρὰ τὸ θῶ τὸ τρέφω, οὗ ὁ μέλλων θήσω, ὄνομα ῥηματικὸν θώνη, καὶ τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον θοίνη. καὶ εἰς τὸ θωρῆξαι
θ 182
Θοίνη θῆναι σημαίνει τὸ φαγεῖν, γίνεται δὲ ἐκ τοῦ θοίνη ἡ εὐωχία. τὸ δὲ θοίνη παρὰ τὸ θῶ, τὸ ἀπολαύω, ὁ μέλλων θώσω, θώνη, καὶ οἱ Δωριεῖς τὸ ω εἰς τὴν οι δίφθογγον τρέπουσι. τὸ γὰρ χελώνη χελοίνη λέγουσιν· οὕτω καὶ τὸ θώνη θοίνη, καὶ ἐξ αὐτοῦ θοινῶ τὸ εὐωχοῦμαι. ἐς δʼ αὐτοὺς προτέρω ἄγε, θοινηθῆναι
θ 183
Θοὴν νύκτα ταχέως δοκοῦσαν παρεῖναι, διὰ τὸ ἡδέως ἡμᾶς ἐν αὐτῇ ἀναπαύεσθαι
θ 184
Θορὸς ἡ ἔκχυσις τοῦ σπέρματος, παρὰ τὸ μετὰ ὁρμῆς πέμπεσθαι
θ 185
Θορὸς ὁ σπόρος ὁ ἀνθρώπινος, ὁ ἀπὸ τοῦ θορεῖν, ὁ μετὰ ὁρμῆς πεμπόμενος. θῶρος δὲ ἡ τροφὴ καὶ ἡ μέθη, παρώνυμον θώραξ, ὡς λίθος λίθαξ. θώραξ οὖν ὁ δεκτικὸς τόπος τῆς τροφῆς εἴρηται
θ 186
Θόρυβος παρὰ τὸ θέω τὸ τρέχω γέγονε θέρυβος, καὶ τροπῇ τοῦ ε εἰς ο θόρυβος
θ 187
Θορῶ τὸ πηδῶ, ἐξ οὗ καὶ θρίξ. εἰς τὸ δόρυ καὶ ἐθρόησε, καὶ ἔχθιστος καὶ ἐχθρὸς, καὶ θρόνος καὶ τρανός
θ 188
Θουκυδίδης ὁ Ἀθηναῖος συγγραφεύς
θ 189
Θοῦρον πηδητικὸν, ταχὺ, πολεμικώτερον
θ 190
Θόλος κυκλοτερὲς οἴκημα, ἀπὸ τοῦ περιθεῖν, εἰς ὃ τὰ καθʼ ἑκάστην ἡμέραν εἰς χρῆσιν πίπτοντα ἀπετίθεντο
θ 191
Θούριος ὁ πηδητικὸς, παρὰ τὸ ἐνθουσιᾷν
θ 192
Θοῦρις ἡ ἀσπὶς, ἀπὸ τῶν περιεχομένων, τὸ περιέχον
θ 194
Θοῦρος ὁ πολεμικὸς, παρὰ τὸ θόος ὁ ῥούων ἤγουν ὁρμῶν, καὶ εἰς τὸ θωρῆξαι
θ 195
Θρῆσκος ὁ ἑτερόδοξος, αἱρετικός
θ 196
Θρῆνυν ἀρσενικῶς, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, τῶ κεν ἐπισχοίης. οὐ γάρ ἐστιν οὐδέτερον εἰς υν λῆγον. εἴρηται δὲ θράνον, ὅ ἐστι μικρὸν ὑποπόδιον
θ 197
Θρῆνυς ἡ τῶν ἐρετῶν ἤγουν κωπηλατῶν σανὶς, ἀφʼ ἧς καὶ θανίται λέγονται, παρὰ τὸ ἐπʼ αὐτὴν ἵζειν
θ 198
Θραῦσις ὀργὴ, πληγή. εἴρηται δὲ ἀπὸ τοῦ κατακόπτοντος καὶ λεπτύνοντος ἡ θραῦσις
θ 199
Θρασκίας ὅτι ἀπὸ τῆς Θράκης πνεῖ
θ 200
Θράσιον διὰ τοῦ ἰῶτα. ἔστι δὲ πεδίον. ἢ γὰρ παρὰ τὸ θρία γέγονεν, ἐκεῖ γὰρ ἔῤῥιπτεν ἡ Ἀθηνᾶ τοὺς μαντικοὺς ψήφους, αἵτινες θρίαι λέγονται. ἢ ἀπὸ Θριασίου τινὸς, οὕτω λεγομένου, ἐκλήθη θριάσιον
θ 201
Θρία σημαίνει τὰ τῆς συκῆς φύλλα. παρὰ γὰρ τὸ τρία γέγονε, καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ. καὶ γὰρ τὸ φύλλον τῆς συκῆς τριμερές ἐστιν. ἢ παρὰ τὸ εἰς τρία ἐσχίσθαι. καὶ εἰς τὸ θρίαμβος καὶ θρίδαξ
θ 202
Θρασὺς τολμηρὸς, ἰσχυρὸς, παρὰ τὸ θέρω θέρσω, θρασὺς, ὡς θερμὸς, τὸν γὰρ ταχὺν θερμὸν λέγομεν
θ 203
Θρῆνος ὁ ὀδυρμὸς, θρήανος φησὶ κατὰ διαίρεσιν. ὁ ἐπὶ θάνατον αἶνος· ἢ παρὰ τὸ θραύειν τὸν νοῦν. ἢ παρὰ τὸ θέρειν ἤγουν θερμαίνειν τὸν νοῦν, καὶ εἰς τὸ ἐπικήδειον
θ 204
Θρὴς εἰς τὸ ἀθροίζω καὶ ἐπιθρύλλω
θ 205
Θρησκεία θεαρεσκία τις οὖσα, ἀπὸ τοῦ θρησκεύω· η δίφθογγος καὶ τὸ α μακρόν
θ 206
Θρησκεύειν παρὰ τοὺς Θρᾴκας, σὺν ἐπιμελείᾳ σέβειν τὸ θεῖον
θ 207
Θρῆνυς πάλιν ἡ τῶν ἐρετῶν σανὶς, ὅ ἐστιν ὑποπόδιον· καὶ ἐν τῷ μέσῳ τοῦ πλοίου σανὶς, κατὰ τοῖχον εἰς τοῖχον
θ 208
θρυσιμὸς ὁ περίβολος τῆς οἰκίας, καὶ τὸ ἐπικόσμημα τοῦ τοίχου, τὸ περίτρεχον κύκλῳ, παρὰ τὸ θρίξαι
θ 209
Θρίδαξ διὰ τὸ θείνεσθαι καὶ ἵεσθαι
θ 210
Θρίαμβος ἔν τισι πόλεσιν, ὅταν ἤνθουν αἱ συκαὶ παῖδες περιελόντες σῦκα σὺν αὐτοῖς τοῖς θρίοις ἔπαιζον, προσφερόμενα ἰαμβεῖα, τετράμετρα, καὶ ἔτι νῦν φασὶ ἐν δήμῳ τοῦτο γίνεσθαι. λέγεται δὲ θριάμβος καὶ ὁ Διόνυσος, ἐπειδὴ ἐποίησε στέφανον ἀπὸ συκῆς, καὶ ὄντως ἐθριάμβευσεν, οἷον, ἐπὶ μέσης διέβη. καὶ ἐκ τούτου γίνεται, ὅτι ἐπὶ τῶν θηρῶν τουτ’ἔστι τῶν λεόντων βέβηκεν, οἷον, θηρίαμβος. τῷ γὰρ ἅρματι αὐτοῦ λέοντας ὑποζευγνύειν φασίν· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐν αἰθρίᾳ βάζεσθαι. γίνεται ἐκ τοῦ τρία θρία, κατὰ τροπὴν τοῦ τ εἰς θ. καὶ σημαίνει τὰ φύλλα τῆς συκῆς. καὶ ἐκ τοῦτον γίνεται θριάμβος, καὶ θριαμβεύω. ἢ ὅτι καὶ συκῆς ἐστιν εὑρετής
θ 211
Θρίαμβος ἔστι ῥίαμβος, καὶ πλεονασμῷ τοῦ τ τρίαμβος καὶ τροπῇ τοῦ τ εἰς θ θρίαμβος
θ 212
Θριγκοὶ ἐπι τοξικῆς τῶν οἰκίων τὰ ἀνώτερα. μεταφορικῶς ἀπὸ ἡμῶν, ὅτι τὰ ἀνώτερα τῶν σωμάτων ἡμῶν θριξὶ περιπείρανται
θ 213
Θρίδαξ τὸ μαϊούλιον, ὅτι ἀπὸ τριῶν φύλλων σύγκειται. τρίφυλλος γὰρ καὶ κατʼ ἀρχὰς ὡς καὶ θρίδαξ. καὶ τὰ φύλλα τῆς συκῆς θρία λέγουσιν οἱ Ἀττικοὶ, τὰ εἰς τρία διηρημένα. τινὲς δὲ ὅτι τρίζει δακνομένη. ἢ ὅτι τῷ θέρει γίνεται, οἱονεὶ θερειδακίνη τὶς οὖσα, κατὰ συγκοπήν. ἢ διὰ τὸ τείνεσθαι ἐν τῇ δρακῇ τῆς χειρὸς, ἤγουν φυλλίζεσθαι
θ 214
Θρίδαξ τὸ θρι ἰῶτα διάτι; τὰ εἰς αξ ἀποστρέφονται τὴν ει δίφθογγον κατὰ τὴν παραλήγουσαν, οἷον, Φαίαξ, κλίμαξ, κόραξ, οὕτως οὖν καὶ θρίδαξ. πλὴν τοῦ εἴαξ, μείραξ καὶ λείμαξ
θ 215
Θρήσκω τὸ θρησκεύω, καὶ θρίσκω θρίξω τὸ τὰς τρίχας κόπτω. καὶ ἀπεθρίξατο. τὸ δὲ θρὶξ γέγονεν ἀπὸ τοῦ θερίζω Δωρικῶς θέριξ, καὶ ἐν συγκοπῇ θρίξ. ἢ ἀπὸ τοῦ τρέχω τρέξω, καὶ κατὰ συγκοπὴν τρὶξ, καὶ τροπῇ τοῦ τ εἰς θ. τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ ι γράφεται, οἷον θρίναξ, θρίδαξ, θρίξ. οὕτω Καλλίμαχος
θ 216
Θρινακία σημαίνει τὴν Σικελίαν, παρὰ τὸ ἐκ τριῶν σύγκεισθαι ἄκρων, λέγεται δὲ Θρινακία τρινακρία τις οὖσα. καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία, Λιλύβαιον, Πάχυνον, Πέλωρον, ἢ ὅτι Τρίνακος πρῶτος βασιλεὺς Σικελίας
θ 217
Θρίνακες τὰ τριαινώδη ξύλα τῶν γεωργῶν, οἷς λικμῶσι τὸν σῖτον
θ 218
Θρίναξ τὸ τριαινοειδὲς ἐργαλεῖον ἐργαστικὸν, παρὰ τὸ τρία γὰρ τρίναξ καὶ θρίναξ, κατὰ μετάθεσιν τοῦ ψιλοῦ εἰς δασὺ, καὶ γράφεται διὰ τοῦ ἰῶτα
θ 219
Θρὶξ ἡ τρίχα, οἱονεὶ θέριξ, ὅτι θερίζεται καὶ τέμνεται. ἢ ἀπὸ τοῦ θορεῖν ὅ ἐστι πηδᾷν· καὶ εἰς τὸ τρίχα καὶ μαλλίον. θρὶξ ἐπὶ ἀνθρώπων, μαλλίον δὲ ἐπὶ κτηνῶν
θ 221
Θρόνος ἡ καθέδρα, παρὰ τὸ θροσμὸς, ὃ σημαίνει τὸν ὑψηλὸν τόπον, ὁ ἐφʼ ὑψηλοῦ ποιεῖν ἡμᾶς. ἣ παρὰ τὸ θορῶ τὸ πηδῶ θόρος ἡ ἐπηρμένη καθέδρα. ἢ παρὰ τὸ θῶ γίνεται θὸς καὶ θρόνος κατὰ πλεονασμὸν τοῦ ρ
θ 222
Θροὸς εἰς τὸ ἀθροίζω, καὶ ἐπιθρυλλοῦντες καὶ τονθορίζω
θ 223
Θρυλλὶς παρὰ τὸ θρυαλλὶς, λέγεται δὲ ὁ σπινθὴρ ὁ τῆς προσμίξεως, καὶ γίνεται παρὰ τὸ θέρω τὸ θερμαίνω, καὶ τὸ ἅλλω τὸ πηδῶ
θ 224
Θρυλλοῦντες θορυβοῦντες, ἀπὸ τοῦ θροῦς καὶ τοῦ ἕλω, ὃ σημαίνει τὸ ἐλαύνω, οἱονεὶ θροῦν ἕλοντες τουτ’ἔστι θόρυβον ἐγείροντες
θ 225
Θρίαι αἱ μαντικαὶ ψῆφοι τρίαινες οὖσαι. τρεῖς γάρ εἰσι τὸν ἀριθμὸν, νύμφαι δὲ εὗρον ταύτας ἐπὶ τιμῇ θεοῦ. καὶ τὸ μαντεύεσθαι ἐπιτιμοῦν
θ 226
Θρύπτω τὸ κλάνω, θρύψαι γὰρ τὸ κλάσαι, καὶ Ὅμηρος, διατρυφὲν ἔκπεσε χειρὸς· καὶ εἰς τὸ θρύψαι καὶ τετρυλλούμενον καὶ τρυφή
θ 227
Θρώσκω τὸ πηδῶ, παρὰ τὸ θορῶ θορίσκω καὶ θρώσκω. ἐξ οὗ καὶ τὸ θρώσκων, τινὲς δὲ κατὰ κῦμα ἔλεγον αὐτό
θ 228
Θυῖα ὁ λάκκος, ἐν ᾧ τὰ θυμιάματα. καταχρηστικῶς δὲ αἱ λοιπαὶ θυσίαι
θ 229
Θυγάτηρ παρὰ τὸ θύειν κατὰ γαστέρα. τάχιον γὰρ τῶν ἀῤῥένων ἐν γαστρὶ κινεῖται
θ 230
Θυγάτηρ ἀπὸ τοῦ θεῖν. ἐκτρέχει γὰρ τὸ θῆλυ τὴν ἡλικίαν ῥᾳδίως. ὅθεν παρθένος, παρὰ τὸ παραθέειν τὰς τῶν ἀῤῥένων ἡλικίας γυνὴ δὲ γινομένη ταχὺ μαραίνεται πάλιν ὡς οὖν ταχέως αὔξει, ταχέως ἀναλύει τὴν ὥραν
θ 231
Θύεσθαι τοῦ σφάττεσθαι διαφέρει, ὅτι τὸ μὲν θύεσθαι διὰ σπλάγχνων θύεσθαι φασίν. τὸ δὲ σφάττεσθαι τὸ φονεύεσθαι καθʼ ἥντινα αἰτίαν. καὶ τὸ μὲν ἐπʼ ἀλόγου, τὸ δὲ ἐπʼ ἀνθρώπου τάσσεται
θ 232
Θυηλαὶ θυσίαι, ἀπαρχαί. Φιλόχορος γῆς παῖδας εἶναι θυηλὰς, ἃς πρώτας θῦσαι τοῖς θεοῖς
θ 233
Θυοσκόοι οἱ ἀπὸ τῶν θυομένων διὰ τοῦ πυρὸς μαντευόμενοι. ἱερεῖς δὲ τοὺς, ἀπὸ τῶν ἱερῶν σπλάγχνων μαντευομένους
θ 234
Θυηλὰς κυρίως μὲν τοὺς θύλακας λέγουσι, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται. τὸ τῶν θεῶν ἕνεκα ἄλιγμον ἡνωμένον. καταχρηστικῶς δὲ λέγεται καὶ πᾶσα θυσία
θ 235
Θύελλα λαίλαψ, ἄνεμος εἱλούμενος, παρὰ τὸ θύω τὸ ὁρμῶ
θ 236
Θύελλα παρὰ τὸ θύω τὸ ὁρμῶ, ἀφʼ οὗ παράγωγον θύνω, ὡς πληθύω πληθύνω, ἀντὶ τοῦ ᾧδε προελθόντος τοῦ εὖ μορίου, ὡς παρὰ τὸ ἄω, τὸ πνέω, ἄελλα
θ 237
Θῦκος κυρίως εἰς ὃν ἐμβάλλομεν τὰ θυμιάματα
θ 238
Θύμελαι τράπεζαι, ὀρχήσεις· Αἰσχύλος τοὺς βωμοὺς λέγει, ἀπὸ τοῦ θέσθαι ἢ ἀπὸ τοῦ τίθεσθαι
θ 239
Θυμίαμα ἀπὸ τῆς στύφεως τοῦ καπνοῦ, ἀφʼ οὗ καὶ θῦμα. τὸ δὲ αὐτὸ καὶ σμυχεῖν ἐλέγετο, ὡς ὁ ποιητὴς, κατά τε σμύξαι πυρὶ νῆας. στυφελίξαι γὰρ τὸ καπνιζόμενον ξύλον· τινὲς δὲ θυμίαμα, θυμοῦ ἴαμα
θ 240
Θυμιατήριον διὰ τὸ τὰ θυμιάματα τηρεῖν
θ 241
Θυμιῶ ἐκ τοῦ θῦον, ὅπερ ἔστιν εἶδος πόας μυρεψικῆς, θυμίαμα εἴρηται, παρὰ τὸ τὸν θυμὸν ἰᾶσθαι, οἷον, θυμοῦ ΐαμα. θυμίαμα δὲ ἐκ τοῦ θυμιῶ, τοῦτο ἐκ τοῦ θῦμα, διὰ γὰρ τῶν καιομένων ὀσφραινόμεθα· καὶ γὰρ οἱ παλαιοὶ ἔκαιον ἐπὶ ψυχῇ θυμιάματα
θ 242
Θύννος παρὰ τὸ θύω, τὸ ὁρμῶ, θύννος
θ 243
Θυμὸς παρὰ τὸ θύειν αἷμα, οἷον, θύεμος. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰ μὲν σημαίνει τὴν ψυχὴν γενικοῦ. εἰ δὲ σημαίνει τὴν ὀργὴν εἰδικοῦ. τὶ διαφέρει μῆνις, ὀργὴ, χόλος, κότος, καὶ θυμὸς, διαφέρει. μῆνις μὲν γάρ ἐστιν ἡ ἐπίμονος ὀργὴ, ἀπὸ τοῦ μένειν. ὀργὴ δὲ ἡ ἐπʼ ὀλίγον χρόνον, παρὰ τὸ ὀργᾷν. χόλος δὲ οἱονεὶ κίνησις χολῆς. ἀπὸ τοῦ κεῖσθαι κότος δὲ ἡ πολυχρόνιος μνησικακία. θυμὸς δὲ ζέσις τοῦ περικαρδίου αἵματος, ἀπὸ τοῦ θύειν, τουτ’ἔστι μανικῶς ὁρμᾷν. καὶ εἰς τὸ ἀποθυμία
θ 244
Θυμὸς παρὰ τὸ θύω τὸ ὁρμῶ, ἡ τοῦ αἵματος κίνησις καὶ ζέσις. ἢ παρὰ τὸ θύεμός τις ὢν, παρὰ τὸ θύω καὶ τὸ αἷμα. τὸ δὲ αἷμα παρὰ τὸ αἴθω τὸ καίω
θ 245
Θυοσκόος ὁ μάντις, παρὰ τὸ ἀπὸ τῶν θυομένων κόειν, ὅ ἐστι νοεῖν τὸ μέλλον
θ 246
Θύρα παρὰ τὸ θύω τὸ ὁρμῶ, διʼ ἧς ὁρμῶμεν ἅπαντες
θ 247
θύρις διʼ ὧν τὸ θεωρεῖν εἰσέρχεται, ἐκ γὰρ τοῦ φωτὸς τὸ θεωρῆσαι, αἱ δὲ πετασθεῖσαι τεῦξαν φαὸς. ἔνιοι δὲ τὰς θύρας σαλάμας καλοῦσιν, ἀπὸ τοῦ σέλας βάλλειν ἀνοιγομένας, ἢ διʼ ὧν τὸ σέλας βαίνει. ἄλλο δέ ἐστι τὸ θεωρεῖν καὶ ἄλλο τὸ βλέπειν. θεωρεῖν γάρ ἐστι τὸ τὰς θυσίας φυλάττειν, ἐκ τοῦ θεωρεῖν αὐτὰς, ὅθεν καὶ θεωροὶ οἱ διὰ τοῦτο ἀποστελλόμενοι, βλέπειν δὲ λέγειν. λέγεται δὲ καὶ ἡ τράπεζα ὑπό τινων, ἀπὸ τοῦ τὰ ἱερὰ ἐν αὐτῇ τιθέναι
θ 248
Θυριβόλιον ἡ ἔπαυλις, θυριβόλιόν τι ὄν
θ 249
Θυραῖος ὁ φύλαξ τῆς θύρας, ἀπὸ τοῦ κλέπτειν καὶ καλύπτειν τὸν ἐπιφερόμενον
θ 250
Θυρεὸς ὁ θύρας τάξιν ἐπέχων. ἄλλοι δὲ φασὶ τὸ ὅπλον. Ῥωμαῖοι δὲ τὸ σκουτάριον
θ 251
Θύτης ἱερουργὸς, ἐκ τοῦ θύω, τὸ ἱερουργῶ, ἐξ οὗ καὶ θυσία
θ 252
Θυμοφθόρα τὰ τὴν ψυχὴν φθείροντα
θ 253
Θυμοχεύων θυμὸν ἀχεύων, τὴν ψυχὴν λυπούμενον
θ 254
Θυμαρέα τῇ ψυχῇ ἀρέσκουσα
θ 255
Θύσθλα αἱ λαμπάδες, παρὰ τὸ θύω, θύσω, θύσθλα
θ 256
Θυσία εἰς τὸ θῦμα, διὰ τὸ θυσιάζειν τὸν ἐν αὐτῷ προσφερόμενον ἄρτον. ἢ διὰ τὸ τὰς θυσίας τηρεῖν
θ 257
Θύρσος ῥάβδος καὶ κύριον ὄνομα
θ 258
Θύω τὸ ὁρμῶ, ἐξ οὗ καὶ θύρα, διʼ ἧς ὁρμῶμεν, ἀφʼ οὗ καὶ θυγάτηρ, παρὰ τὸ τάχιον κινεῖσθαι ἐν τῇ γαστρί
θ 259
Θώμιγξ σχοινίον, σπάρτη, καννάμενος
θ 260
Θῶκος τοῦτο οἱ Ἀττικοὶ θάκον λέγουσιν. ἔστι δὲ καθέδρα
θ 261
Θῶες οἱ λυκοπάνθηρες, ταχεῖς γάρ εἰσι, καίπερ βραχυσκελεῖς ὄντες
θ 262
Θωὴ ἡ ζημία, ἣν κατατίθενται οἱ ζημιούμενοι. καὶ εἰς τὸ ἀθῶος
θ 263
Θωμᾶς ἀπὸ τοῦ θαῦμα θαυμᾶς καὶ Θωμᾶς
θ 264
Θωπεία ἡ κολακεία, καὶ θῶπες οἱ μετὰ ψεύδους τινὶ προσιόντες ἐπὶ κολακείᾳ· γέγονε δὲ ἀπὸ τοῦ θωπεύω. τοῦτο παρὰ τὸ θὼψ, ὅπερ ἐστι θηρίον ἀπατηλόν· τοῦτο δὲ παρὰ τὸ θῶ τὸ εὐωχοῦμαι, τὸ δὲ θωπεύω συντάσσεται αἰτιατικῇ
θ 266
Θώραξ ἀπὸ τοῦ θέειν αὐτὸν ὀξέως, ἤγουν κυλίεσθαι
θ 267
Θώραξ σημαίνει τέσσαρα, τὸ λωρίκιον καὶ παχὺ ἱμάτιον τοῦ πολέμου, τὸν πῦργον, τὸ στῆθος τοῦ ἀνθρώπου, καὶ ὅλον τὸ σῶμα, καὶ τὸν λαιμόν
θ 268
Θώραξ τὸ στῆθος, παρὰ τὸ φύλαξ εἶναι τῆς θορούσης καὶ πηδώσης καρδίας
θ 269
Θώραξ ὁ τὸ θεῖον ὡρῶν ἤγουν φυλάσσων. τὸ διανοητικὸν ὅ ἐστιν ἐν ἡμῖν τὸ θεῖον
θ 270
Θωρῆξαι καθοπλίσαι, ἐκ τοῦ θώραξ. τὰ εἰς αξ ἀρσενικὰ, φύσει μακρᾷ παραληγόμενα, ἐκτείνουσι τὸ α οἷον, Φαίαξ οἶαξ. τὸ δὲ θώραξ, παρὰ τὸ θῶ, θώσω, θῶρος. καὶ ὥσπερ παρὰ τὸ λίθος λίθαξ, οὕτω καὶ παρὰ τὸ θῶρος θώραξ, τὸ πολεμικὸν ἱμάτιον. ἔστι δὲ καὶ ἕτερον θῶ, καὶ σημαίνει τὸ εὐωχοῦμαι. ἐξ οὗ καὶ θώνη καὶ θοίνη ἡ εὐωχία. ἐκ τοῦ θώραξ θωρήξω, θώρηξ καὶ διαφέρει. λέγεται γὰρ καὶ ἐπὶ τῆς καθοπλίσεως, καὶ ἐπὶ τῆς οἴνου ἀκροποσίας
θ 271
Θώραξ ἐτυμολογεῖται ἐκ τοῦ ὧρος, ὃ σημαίνει τὸν φύλακα, ὥραξ καὶ θῶραξ, ὁ φύλαξ τῆς ὡρούσης, ὅ ἐστι καρδίας. ἢ παρὰ τὸ θῶ, τὸ ἐν εὐωχίᾳ εἰμὶ, ὁ μέλλων θώσω, θῶρος καὶ θώραξ. ἐπὶ δὲ τοῦ χιτῶνος ἀπὸ μεταφορᾶς. τοῦτο ἀπὸ τοῦ περιεχομένου τὸ περιεχόμενον. τίς ἐστιν ὁ τρόπος; μετωνυμία. τὸ θωρήσσω ἐκ τοῦ θοῦρος, ὁ εἰς πόλεμον ὁρμητικός. ἤγουν ἀπὸ τοῦ θέειν ῥᾷον
θ 272
Θὼψ θηρίον, ἐξ ὑαίνης καὶ λύκου γινόμενον
θ 273
Θωμὸς καὶ σωρεὸς ὁ σωρός
θ 274
Θῶμαι ἐπίθωμαι, ἀνεβίβασε τὸν τόνον. πᾶν ῥῆμα εἰς μαι λῆγον δισύλλαβον ἀναβιβάζει τὸν τόνον· δῶμαι ἀπόδωμαι, ἀπόσχωμαι ἐπὶ πολέμου. Τέλος τοῦ Θ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ι ΣΤΟΙΧΕΙΟΥ
ι 1
Ἰὰ εἰς τὸ ἴσχω. ἰὰ, εἰς τὸ ἀμφιαχυῖαν, καὶ ἄνεος
ι 2
Ἰαίνειν εἰς τὸ ἴαχον, καὶ κερδαλεόφρον καὶ λιγόφθογγος καὶ ὑγιής
ι 3
Ἰακεὶμ τοῦτο κατὰ τὴν γραφὴν ὅμοιον τῷ ἰωακείμ
ι 4
Ἰακὼς ἔστι ῥῆμα ἰάω, ἰῶ, τὸ ὑγιαίνω, ὁ μέλλων ἰάσω, ὁ παρακείμενος ἴακα, ἡ μετοχὴ ὁ ἰακὼς, τουτ’ἔστιν ὑγιάνας. εἰακὼς δὲ ῥῆμα ἐάω, τὸ συγχωρῶ, ἐάσω, εἴακα, ἡ μετοχὴ ὁ εἰακὼς, τουτ’ἔστι συγχωρήσας. ἠακὼς δὲ ὁ θρηνήσας, ἐκ τοῦ αἰάζω τὸ θρηνῶ, ὁ μέλλων αἰάσω, ἤακα, ἡ μετοχὴ ὁ ἠακώς
ι 5
Ἰάλεμος ὁ ἄνανδρος, καὶ ὁ θρῆνος ἐπὶ τοῖς ὀλωλόσι, ἴαν φέρων, ἤγουν φωνήν
ι 6
Ἴβυκος ἔστιν ὄνομα κύριον, καὶ γράφεται διὰ τοῦ ι. ὑπάγεται δὲ τῷ κανόνι τοῦ Πτολεμαίου. ἰστέον δὲ ὅτι παρὰ τὸ ἴβυξ ἴβυκος, ὅπερ ἔστιν εἶδος ὀρνέου κρακτι κοῦ. ὅθεν γέγονε τὸ ἴβυκος, ἔνθεν ἐγένετο τὸ ἰβυκινίσαι, ὅπερ κατὰ φθορὰν λέγεται βουκινίσαι
ι 7
Ἶβις εἶδος ὀρνέου ὀφιομάχου. διὰ τοῦ ι γράφεται, τῷ λόγῳ τοῦ Πτολεμαίου. τῷ εἰρηκέναι ἐν τῷ βοθυνία
ι 8
Ἴαχος ὁ Διόνυσος, ἀπὸ τῆς ἐν τοῖς πότοις ἰσχῆς
ι 9
Ἰὰς ἡ Ἀσία ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος, οὐ τοῦ Ξούθου
ι 10
Ἰάλεμος σημαίνει τὸν θρῆνον. ὅτε μὲν ἐπὶ ἡλίου λέγεται δασύνεται, ἀπὸ τῆς ἀφέσεως τῶν βελῶν, ὡς ῥα σὺ ἤϊε Φοῖβε. ἐπὶ δὲ τοῦ θρήνου ψιλοῦται. γεγόνασι δὲ ἀμφότεροι οὕτως. ἔστιν ἵημι τὸ πέμπω, ἐκ τούτου γίνεται ἴημος, τροπῇ τοῦ η εἰς ε ἴεμος, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰάλεμος. καὶ ἰηλεμῆσαι ἐπὶ τοῦ θρηνῆσαι. οὕτως Ἡρωδιανός. ἐν ἄλλοις δὲ εὗρον ἐγὼ τὸ ἰάλεμος ἐπὶ τοῦ θρήνου λεγόμενον, παρὰ τὸ ἐπὶ τοῖς ὀλωλόσιν ἰανὸν φέρειν
ι 11
Ἴανον ἐναλίζειν, παρὰ τὴν ἄλυσιν τῶν ὀφθαλμῶν ἤγουν τῶν κορῶν
ι 12
Ἰάμβη τινὲς ὅτι Ἰάμβη Ἠχοῦς καὶ Πανὸς θυγάτηρ. τὴν Δήμητραν δὲ λυπουμένην, παίζουσα καὶ ἀχρηστολογοῦσα, ἐποίησε γελάσαι
ι 13
Ἰαννουάριος μὴν ἐξ Ἰανοῦ τινὸς δαίμονος οὕτως ὀνομασθείς. ἢ αἰωνιάριος, ὁ αὐτὸς γὰρ ἄρχει τοῦ ἐνιαυτοῦ, αἰὼν γὰρ ἐνιαυτὸς. ζήτει ἱστορίαν περὶ ἰαννουαρίου
ι 14
Ἰάπτω τὸ βλάπτω, ἐκ τοῦ ἰὸς, ὃ σημαίνει τὸ βέλος
ι 15
Ἰαπετὸς ἡ τῶν στοιχείων κίνησις
ι 16
Ἰαπετὸς ὄνομα κύριον θεοῦ, ἢ γίγαντος, παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι. ἤγουν παρὰ τὸ ἴπτω τὸ βλάπτω, ἰπετὸς, καὶ πλεονασμῷ τοῦ α Ἰαπετός. ἔστι δὲ καὶ πότιμον
ι 17
Ἰάπτω εἰς τὸ προΐαψεν
ι 19
Ἰάσις διὰ τοῦ ἰάσθαι τὸ σῶμα
ι 20
Ἰάσος ὄνομα ποταμοῦ, παρὰ τὸν ἰάσω μέλλοντα· ἐξ οὗ τὸ ἰάσομαι
ι 21
Ἰατρικὴ ἰαττική τις οὖσα, πλεονασμῷ τοῦ ρ, ὡς κεντῶ κέντρον, κατὰ πλεονασμὸν τοῦ ρ
ι 22
Ἰατρὸς ὅτι τὴν ἴασιν τήρει
ι 24
Ἰαχὸν θάλπον, ἢ σαπρόν. καὶ εἰ μὲν σημαίνει θάλπον, γίνεται παρὰ τὸ ἰαίνω τὸ εὐφραίνω· εἰ δὲ τὸ σαπρὸν, παρὰ τὸ ἵημι τὸ πέμπω, οἷον τὸ ἀπόπεμπον
ι 25
Ἴαμβος στίχος ποδῶν ἕξ
ι 26
Ἰαύει κοιμᾶται, ἤγουν ἀπόθανεν
ι 27
Ἰάχω ἐκ τοῦ ἰαχὴ, τοῦτο παρὰ τὸ ἰά, ὃ σημαίνει τὴν φωνήν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἐπὶ πᾶσι τὴν ἰαχὴν ἰέναι. ἐκ τοῦ ἰαχὴ γίνεται μετὰ τοῦ ἐπιτατικοῦ α ἄϊ χος, καὶ πλεονασμῷ τοῦ υ αὔϊχος. καὶ ὁ ποιητὴς, ἄβροχοι, αὔιχοι
ι 28
Ἴαψεν ἔπεμψεν, ἀορίστου πρώτου. τὸ θέμα ἰάπτω. καὶ τὰ λοιπὰ δῆλα. τὸ δὲ ῥῆμα ποιητικὸν, ὁ ἐνεστὼς γὰρ μόνος εὑρίσκεται, ὁ γὰρ ἀόριστος ἀπὸ τοῦ ἵπτω γίνεται, τοῦ σημαίνοντος τὸ βλάπτω καὶ κατὰ πλεονασμὸν τοῦ α ἰαπτός. ὡς καὶ ἐν ἑτέρῳ λέγει ὁ ποιητὴς, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν. τὸ δὲ ἴψαο ἐκ τοῦ ἴπτω ἴψω. ὁ μέσος ἀόριστος παθητικὸς, ἰψάμην, ἴψαο, Ἰωνικῶς μόνος λεχθέν. τὸ δὲ ἴπτω παρὰ τὸ ἰὸς, ὃ σημαίνει τὸ βέλος. τὸ δὲ βέλος παρὰ τὸ ἵημι τὸ πέμπω
ι 29
Ἰάπτω πᾶν ῥῆμα εἰς πτω λῆγον βαρύνεται, εἰ μὴ προκατάρχοι ὀνόματι, ἢ διαστολὴ γένηται σημαινομένου διὰ τοῦ ὀπτῶ πρὸς ἀντιδιαστολὴν τοῦ ὄπτω. ἢ προκαταρχὴν ὀνόματος διὰ τοῦ ἄβλεπτος ἀβλεπτῶ, καὶ ἄπετος ἀπετῶ, φιλαλείπτης φιλαλειπτῶ
ι 30
Ἰγνύες τὰ σκέλη. αἱ κόξαι, τὰ ὀπίσθια τῶν γονάτων. παρὰ τὸ ἰκνύσθαι ποιεῖν
ι 31
Ἰγνύϊ ἀπὸ τοῦ κάμψιν ἰκνύσθαι τῶν γονάτων
ι 32
Ἰδαῖος ὄνομα κύριον, ἀπὸ τῆς Ἴδης, καὶ ὁ δάκτυλος. τὸ δαι διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ αιος γινόμενα, διὰ τῆς αι διφθόγγου γράφεται. δίκη δίκαιος, οὕτως οὖν Ἴδη ὃ σημαίνει τὸ ὄρος Ἰδαῖος, οἱονεὶ ὁ προειδὼς καὶ προγινώσκων τὰ προκεκηρυγμένα
ι 33
Ἱδαλιμοῦ ἱδρωτικοῦ, ἱδροῦν ποιοῦντος. ἢ τοὺς διʼ αὐτοὺς καὶ καθαρούς. Ἡσίοδος, καύματος ἰδαλιμοῦ. ἐν γὰρ τῷ χειμῶνι ἡ δύναμις τοῦ ἡλίου ἀσθενεστέρα ἐστί. γίνεται παρὰ τὸ ἰδίω τὸ ἰδρῶ, ἴδιον, ὡς ἐνόησα. ἴδιμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰδάλιμος. Ὠρίων· οὐδέτερον ἰδάλιμον, τὸ ταῖς ψύαις ἱδρῶτα ποιοῦν
ι 34
Ἴδη ὄρος ἐν Τροίᾳ, ἀπὸ γὰρ τοῦ ὕψους ἔστιν ἰδεῖν αὐτό
ι 35
Ἴβερος ἥμερος, νεότης, χαύνη, ῥάθυμος, ἀναπαυτικὴ ἀργὴ, δειλαινομένη ἐπὶ πάντα πόλεμον, ἐξερχομένῃ ἐκ τῆς γῆς αὐτοῦ ἐπὶ συμμαχίαν, αἰχμάλωτος ἕτοιμος, πολυψευδόκαυχος, καταθαύμαστος ταῖς γυναιξὶ, ἀνθρώποις διαλεκτικὸς, μαλακόζωστος, γυναικοήθεις, ἀστατόγνωμος
ι 36
Ἰδέειν ἀπαρέμφατον, ἀορίστου δευτέρου καὶ μέλλοντος. οἱ Ἴωνες ἐπὶ τῶν εἰς ειν ἀπαρεμφάτων, πλεονασμῷ τοῦ ε, διὰ τοῦ εειν προσφέρουσι, θανεῖν, θανέειν
ι 37
Ἴδη ὄρος ὑψηλότατον Τροίας. παρὰ τὸ ἰδεῖν ἀπʼ αὐτῆς τὰ μήκοθεν. καὶ εἰς τὸ Ἰδαῖος
ι 38
Ἴδηαι ἴδῃς ἢ μάθῃς, ὑπερσυντελικὸς παθητικὸς μέσος ἀορίστου δευτέρου. ὁ κανὼν, οἱ Ἴωνες ἀποβάλλοντες τὸ τ τοῦ τρίτου προσώπου, δεύτερον ποιοῦσιν· οἷον, κέλεαί με Διῒ φίλε· οὕτως ἴδηται, ἴδηαι
ι 39
Ἴδηθεν ἐπίῤῥημα τοπικόν. τὰ εἰς θεν ἐπιῤῥήματα τῆς ἐκ τόπου εἰσίν. ἐνταῦθα δὲ οὐδὲν πλέον σημαίνει τὸ ὄνομα, ὁ τῆς Ἴδης βασιλεύς· ἔνιοι γὰρ. ὁ ποιητὴς τῶν ἐκ τόπου ἐπιῤῥημάτων, ἀντὶ γενικῆς τάσσει πτώσεως
ι 40
Ἴδε παρὰ τὸ εἴδω τὸ βλέπω, ὁ παρατατικὸς εἶδον, τὸ προστακτικὸν ἴδε. τοῦτο τὸ εἴδω ἐπὶ τῶν ὁριστικῶν ἐνεργητικῶν μόνον διφθογγογραφεῖται, ἐπὶ δὲ τῶν λοιπῶν διὰ τοῦ ἰῶτα. τὸ εἴδω σημαίνει ζ. πέντε διὰ διφθόγγου καὶ δύο διὰ τοῦ η. εἴδω τὸ ὁμοιῶ, εἴδω τὸ βλέπω, εἴδω τὸ φαίνομαι, εἴδω τὸ γινώσκω, ἐξ οὗ καὶ ὁ μέσος παρακείμενος οἶδα. ἔστι δὲ καὶ ἕτερον εἰδῶ. καὶ εἴδω τὸ ὁρμῶ. τὰ δὲ διὰ τοῦ η εἰσὶ ταῦτα, ἥδω τὸ ἀρέσκω, καὶ ἥδω τὸ εὐφραίνομαι
ι 41
Ἰδέα διὰ τοῦ ι γράφεται συνεσταλμένον. ἴδιον κτῆμα, ἴδιον οἶκον διὰ τοῦ ι γράφεται, χωρὶς τοῦ εἶδος καὶ εἰδικὸν διὰ τῆς ει διφθόγγου. εἰδικὸν ἡνίκα μὲν τὸ εἶδος σημαίνει, οἷον, γενικὸν εἰδικὸν διφθογγογραφεῖται. ἡνίκα δὲ τὸν ἴδιον οἶκον, διὰ τοῦ ι γράφεται
ι 42
Ἰδίειν εἰς τὸ ἔνδιος, καὶ ἐρωδιός
ι 43
Ἴδιμος εἰς τὸ ἰδάλιμος
ι 44
Ἰδιαίτατα εἴρηται διάφορα. διὰ τὸ μὴ ἐπινοίᾳ μήδε ἐνεργείᾳ δύνασθαι συστῆναι τὰ ἀντικείμενα, ἐν ἑνὶ ὑποκειμένῳ κατὰ τ’αὐτό. τὸ γὰρ λογικὸν οὐκ ἐπινοεῖται ἄλογον. ἢ τὸ ἄλογον λογικόν
ι 45
Ἰδὲ καὶ, σύνδεσμος, ἰδὲ κλέος ἐσθλόν
ι 46
Ἴδμεν ἀπὸ τοῦ εἴδω τὸ γινώσκω, παράγωγον εἰς μι ἴσημι τὸ γινώσκω, τὸ Αἰολικὸν ἴσεμεν, ἴσμεν κατὰ συγκοπὴν καὶ συστολὴν, καὶ τροπῇ τοῦ ς εἰς δ, ἴδμεν
ι 47
Ἴδμεν ἔστιν εἴδω τὸ γινώσκω, τούτου ὁ μέσος παρακείμενος οἶδα, τὸ πρῶτον τῶν πληθυντικῶν οἴδαμεν, καὶ ἐν συγκοπῇ οἴδμεν, καὶ ἀποβολῇ τοῦ ο ἴδμεν, ἀντὶ τοῦ ἐπιστάμεθα
ι 48
Ἴγδη ἡ θυῖα, ἔνθα μίσγομεν τὰ ἀρτύσματα, παρὰ τὸ μίσγειν τὰ θύη, διὰ τοῦτο ἀπέβαλε τὸ μ, ὡς τὸ μία ΐα, ἔστι δὲ εἶδος ὀρχήσεως, ἴδισμα, ἐν ᾗ ἐλύγιζον τὴν ὀσφῦν ἐμφερῶς τῷ δοίδυκι
ι 49
Ἴδμων ἀπὸ τοῦ εἰδῶ εἰδήσω καὶ εἰδήμων· καὶ εἴδω ῥῆμα βαρύτονον, ἐξ οὗ τὸ εἴσω· ἴδμων κατὰ συγκοπήν
ι 50
Ἰδομενεὺς διὰ τοῦ ι, παρὰ γὰρ τὸ ἴδω καὶ τὸ μένος ἔστιν, οἱονεὶ ὁ ἔχων δύναμιν, ὥσπερ ἴδη. ἱδροτρόπως, ἰδίως
ι 51
Ἰδνῶ τὸ ἐπιστρέφομαι. ὁ τὸ ἰνίον δονηθείς· καὶ τὸ ἐπικαμφθῆναι, ἀφʼ οὗ τὸ ἰδνωθεὶς, ἀντὶ τοῦ ἐπιστραφεὶς, παρὰ τὸ ἵζω. δασύνεται τὸ ἵζω. καὶ γίνεται ἰδνῶ τραπέντος τοῦ ζ εἰς δ Δωρικῶς, καὶ πλεονασμῷ τοῦ ν ἀλωπάζω ἀλωπαδνῶ· τὸ δὲ ἰδνῶ ψιλοῦται
ι 52
Ἱδρυμένος παρὰ τὸ ἱδρύω, ἱδρύσω, ἱδρυμένος. τοῦτο παρὰ τὸ ἕζω, ἕδω, πλεονασμῷ τοῦ ρ, ἕδρω, καὶ ἵδρω, καὶ ἱδρύω
ι 53
Ἰδιώτης ὁ ἀγνώριστος καὶ πτωχός
ι 54
Ἰδουμαῖα ἐκ τοῦ Ἰδουμαῖος. τὸ μαι διφθόγγῳ διάτι; τὰ διὰ τοῦ αιος ὀνόματα ἐθνικὰ ὑπὲρ δύο συλλαβὰς περισπώμενα διὰ τῆς αι διφθόγγου. οἷον, Ἰδουμαῖος, Σαδδουκαῖος, Ἰουδαῖος. Ἰδουμαῖος δὲ ἐκλήθη, ὅτι ἀπόγονος τοῦ Ἠσαῦ. ἐκ τούτου ἐκλήθησαν οἱ Ἰδουμαῖοι. ἴδουμα γὰρ λέγεται εἶδος φακῆς ξανθῆς, ἧς λέγεται ἐπιθυμήσας φαγεῖν, ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ ὁ Ἠσαῦ. καὶ εἰς τὸ Ἰούδας· καὶ ἐκ τούτου ἐκλήθησαν Ἰδουμαῖοι
ι 55
Ἴδρις ἔμπειρος, παρὰ τὸ εἴδω, εἴδις καὶ ἴδρις
ι 56
Ἴδρυας σοφοὺς, ἐπιστήμονας, ἐμπείρους, ἀπὸ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, καὶ ἐξ αὐτοῦ εἴδις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ ε ἴδρυς. ἡ αἰτιατικὴ τῶν πληθυντικῶν ἴδρυας. καὶ εἰς τὸ ἵδρυσεν
ι 57
Ἱδρύνω ἴδρις, σοφὸς, ἀπὸ τοῦ εἴδω, ὃ σημαίνει τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, καὶ ἐξ αὐτοῦ εἴδις. τὸ δὲ ἱδρύνω ἐκ τοῦ ἱδρύω ἱδρύσω, τοῦτο παρὰ τὸ ἵζω, ὃ σημαίνει τὸ καθέζομαι, ἱζύω καὶ τροπῇ τοῦ ζ εἰς δ ἱδύνω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύνω. πέφυκε γὰρ πλεονάζειν τὸ ν ἐν τοῖς ῥήμασιν
ι 58
Ἵδρυσεν ἐκ τοῦ ἱδρύω, τοῦτο ἐκ τοῦ ἵζω τοῦ σημαίνοντος τὸ καθέζομαι, κατὰ τροπὴν Αἰολικὴν τοῦ ζ εἰς δ, ὣσπερ ζυγὸς, δυγός. γίνεται δὲ ἴδω, καὶ κατὰ παραγωγὴν ἰδύω, καὶ πλεονασμῷ τοῦ ρ ἱδρύω, καὶ καθιδρύω, δασύνεται. τὸ ι πρὸ τοῦ δ ψιλοῦται, χωρὶς εἰ μὴ ὑποτάσσοντο τὸ ρ μετὰ φυσικῆς μακρᾶς. Ἰδουμαῖος, Ἴδη, ἰδιώτης. δασύνεται δὲ ἱδρὼς, ἱδρύω. ποῖον δέ ἐστι τὸ φύσει μακρόν; τὸ δρω· ὡς καὶ δρυάτοι θ ἵδρυθεν, ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς. τὸ δὲ ἴδρις ψιλοῦται, διότι οὐχ ὑποτάσσεται τὸ μετὰ φυσικῆς μακρᾶς, γέρων μέν εἰμι, καὶ πολλῶν κακῶν ἴδρις
ι 59
Ἱδρὼς ἱδαρὸς, ὑγρὸς γὰρ γίνεταί τις
ι 60
Ἱδρωχόος ὁ χέων ἱδρῶτα
ι 61
Ἴει Ταλθύβιον, προΐει, ῥῆμα παρατατικόν. τὸ ἰέω ἰῶ περισπώμενον, ἴεον ἴουν, ἰέεις ἴεις, ἴεε ἴει, τὸ προστακτικὸν καὶ μετὰ τῆς πρὸ προθέσεως προΐει, ἀντὶ τοῦ προέπεμψεν
ι 62
Ἴεις εἰς τὸ ἀνίεις, καὶ εἷς. ἴεμαι εἰς τὸ προσήκατο
ι 63
Ἰέναι ἵημι, ὁ παρατατικὸς ἴην, ἡ μετοχὴ ἰεὶς ἰέντος, καὶ τὸ ἀπαρέμφατον ἰέναι
ι 64
Ἰεμένων πορευομένων, πεμπομένων, ἵημι, ἵεμαι, ἱέμενος, ἱεμένων. τὸ δὲ ἵημι ἐπὶ τὸ πέμπω δασύνεται, ἐπὶ δὲ τοῦ πορεύομαι ψιλοῦται
ι 66
Ἰέναι ἐκ τοῦ ἴημι τὸ πορεύομαι· τρία γάρ εἰσιν. ἵημι τὸ πέμπω ὅπερ δασύνεται, ἴημι τὸ πορεύομαι, ἐκ τοῦ ἔω τὸ πορεύομαι, ὅπερ καὶ ψιλοῦται. καὶ ἴημι τὸ ἐφίεμαι, ἐξ οὗ καὶ ἵμερος ἡ ἐπιθυμία. λοιπὸν ἐκ τοῦ ἴημι τὸ πληθυντικὸν ἴεμεν, καὶ τὸ ἀπαρέμφατον ἰέναι, ὡς τίθεμεν τιθέναι. ἢ οὕτως ἔστιν. ἴημι, ὁ παρατατικὸς ἴην, ἡ μετοχὴ ἰεὶς ἰέντος, καὶ τὸ ἀπαρέμφατον ἰέναι. καὶ εἰς τὸ ἄνεως καὶ ἀνία
ι 67
Ἱέντο προθυμοῦντο, ἵημι τὸ παθητικὸν ἵεμαι, ὁ παρατατικὸς ἱέμην, τὸ τρίτον τῶν πληθυντικῶν ἱέντο
ι 69
Ἱέραξ παρὰ τὸ ἵεσθαι ἤγουν φέρεσθαι ἐν τῶ ἀέρι ῥᾳδίως. ἢ ἀπὸ τῆς καθʼ ὁμοίωσιν φωνῆς
ι 70
Ἱερεὺς ὁ τὸ ἱερεῖον θύων ἤτοι προσφέρων. ἐκ τούτου οὖν ἐκλήθη ἱερεὺς, παρὰ τὸ ἵημι τὸ πέμπω, ὁ τὰς θυσίας ἀναπέμπων τῷ θεῷ· ἢ παρὰ τὸ ἱερεύω τὸ θύω, ἢ παρὰ τὸ ἱερός
ι 71
Ἱερεὺς ἐκ τοῦ ἱερεῖον καλεῖσθαι τὸ πρόβατον. ἐρίον γὰρ λέγεται τὸ μαλλίον, καὶ ἔριθος ἡ γερδία
ι 72
Ἱερὴν τὴν μεγάλην, τὸ ἱερὸν δύο σημαίνει. τὸ ἱερὸν καὶ τὸ μέγα
ι 73
Ἱερεῖον τὸ πρόβατον εἴρηται, διὰ τὸ ἵεσθαι ἤγουν φέρειν τὸ ἔριον. λοιπὸν ἱερεὺς ἐκλήθη, διὰ τὸ ἱερὸν εἶναι. ἢ ὁ τὸ ἱερὸν εὔων ἤγουν προσφέρων
ι 74
Ἱερὸν ἦμαρ παρὰ τὸ θύειν ἐν τούτῳ τῷ καιρῷ, ἤγουν ἐν τῇ μεσημβρίᾳ καὶ πρὸ μεσσημέρας ἕως πρωΐας. ἐπὶ τούτῳ γὰρ τῷ καιρῷ ἔθυον τοῖς Ὀλυμπίοις θεοῖς, ἀπὸ δὲ μεσημβρίας τοῖς Χθονίοις
ι 75
Ἱερὸν ἰχθῦν τινὲς παρὰ τὸ διαίνω. διερὸς καὶ διερὸν, τὸ ἀεὶ ἐν ὕδατι βρεχόμενον, οἷον· ἔνθʼ ἤτοι μὲν ἐγὼ διερῷ ποδὶ· οἱ δὲ παρὰ τὸ δίω τὸ διώκω διερὸς καὶ ἱερὸς, ὁ ταχὺς καὶ διωκτικός. καὶ εἰς τὸ ἰχθῦς
ι 76
Ἱέρεια διὰ τῆς ει διφθόγγου. τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται. ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι τοῦ ἱέρεια ἐκτείνουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τόνον καὶ φυλάσσουσιν
ι 77
Ἱερὸν παρὰ τὸ ἐῶ καὶ τὸ ἀφίω, ὁ ἀνειμένος τόπος εἰς τιμὴν θεοῦ
ι 78
Ἱεροφάντωρ διότι τὰ θεῖα λέγει καὶ διδάσκει, καὶ ἱεροτελεστὴς ὁμοίως
ι 79
Ἱεροφάντης παρὰ τὸ τὰ ἱερὰ ἐκφωνεῖν. μᾶλλον δὲ ἐκφαίνειν καὶ λέγειν. οὗτος δέ ἐστιν ἱερουργὸς τῶν θείων μυστηρίων
ι 80
Ἱερὸν ὀστοῦν κυρίως τὰ κατὰ τὴν ὀσφῦν τῶν ἱερείων ὀστέα δ. ταῦτα ἐπετίθεσαν ταῖς θυσίαις. οἱ δὲ, ὅτι, φασὶν, ἡ ὀσφῦς πρώτη φύεται τῶν ζώων, ἤγουν τῶν ἱερείων, ὅθεν τὰ ἐκτέρωθεν τῆς τρόπιος, ἀμφιμάτρια λέγεται, ἀπὸ τῆς μήτρας. τινὲς δὲ τὸ μέγα ὀστοῦν. ἢ παρὰ τὸ ἱερὸν τὸ μέγα, ὡς ἱερὸς ἰχθῦς
ι 81
Ἱερὸν ὀστέον τὸ ἄκρον τῆς ὀσφύος ἢ ὅτι μέγα ἐστὶ πάθος γὰρ ἀναιρετικόν. ἢ ὅτι ἱερουργεῖται τοῖς θεοῖς. Μένανδρος· οἱ δὲ τὴ ὀσφῦν ἄκραν θύσαντες
ι 82
Ἱερὸς ἅγιος, τίμιος, ἀμόλυντος, θαυμαστὸς, μέγας, καθαρὸς, κατὰ κράσιν ἱρὸς, ἡνίκα προτερεύει τὸ ι τοῦ ε εἰς ι γίνεται ἡ κράσις, οἷον, ἱέραξ ἵραξ, ὡς τὸ ἵρηξ ὠκυπέτης. ἡνίκα δὲ τὸ ε τοῦ ι, ἡ δίφθογγος ἐπικρατεῖ, οἷον, ὑγίεια ὑγεία
ι 83
Ἱερουργὸς ὁ τοῦ ἱερέως τὸ ἐπιτήδευμα ἔχων. ἢ παρὰ τὸ τὰ θεῖα ἐπιτελεῖν
ι 84
ἵζεο καθέζου. χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ προστακτικοῦ. ἔστι δὲ τὸ κοινὸν ἵζου, καὶ Ἰωνικῇ διαλύσει ἵζεο, καὶ Δωρικῶς κράσει τοῦ εο εἰς ευ δίφθογγον, ὡς ἐξ ἐρεβέος ἐξ ἐρεβεὺς καὶ Ἰδομενέος Ἰδομενεὺς, καὶ ἐκ τοῦ ἵζεο ἵζευ. λοιπὸν οὖν ἐστι τὸ ῥῆμα ἵζω, καὶ ἐπὶ ἐνεστῶτος ἔστι φύσει μακρὸν τὸ ι, ἐπὶ δὲ τοῦ παρατατικοῦ θέσει. δασύνεται. ἐκ τῆς συναλοιφῆς καθίζω
ι 86
Ἵζω τὸ κάθημαι. Ὅμηρος, Νέστορα δʼ αὐτόθι ἔφιζεν
ι 87
Ἱζῶ εἰς τὸ ἔφιζον, καὶ ἰδνῶ, καὶ ἵδρυσε, καὶ ὄζον, καὶ ῥίζα
ι 88
Ἰκμὰς ἐκ τοῦ ἥκω τὸ παραγίνομαι. ἢ παρὰ τὸ ἱκνύσθαι αὐτήν
ι 89
Ἵημι τὸ πέμπω, καὶ τὸ ἀφίεμαι, ἀπὸ διπλασιασμοῦ ἔχει τὴν ἄρχουσαν, οἷον, ὦ, ἰῶ, ἵημι, δῶ διδῶ, δίδωμι. Ὅμηρος, ἵετο γὰρ βαλέειν
ι 90
Ἰήϊε ἰατρὲ, ἐὰν δὲ δασύνεται τοξότα
ι 91
Ἰῇ τῇ μίᾳ, καὶ εἰς τὸ ἰός
ι 92
Ἵημι σημαίνει δύο, τὸ πέμπω ἐξ οὗ καὶ ἀφίεμεν· γέγονεν δὲ παρὰ τὸ ἱέω ἱῶ, ἵημι, καὶ τὸ πληθυντικὸν ἵεμεν καὶ ἀφίεμεν, καὶ τὸ ἀπαρέμφατον εἷναι καὶ ἀφεῖναι, ἐξ οὗ τὸ προστακτικὸν πρόες καὶ ἄφες. καὶ τὸ ἐπιθυμῶ, ἐξ οὗ καὶ τὸ, ἵετο γὰρ βαλέειν, ἀντὶ τοῦ ἐφίετο, καὶ ἵμερος ἡ ἐπιθυμία. καὶ ἄλλως. ἵημι τὸ πέμπω ὅπερ δασύνεται, καὶ ἴημι τὸ πορεύομαι, ὅπερ ψιλοῦται
ι 93
Ἱησοῦς τὸ τοῦ Χριστοῦ ὄνομα, παρὰ τὸ ἰέναι εἰς τὸ σώζειν
ι 94
Ἰῆτο ἰιᾶτο, ἔστι τὸ θέμα ἰῶ, τὸ δεύτερον ἰᾶς, τὸ τρίτον ἰᾶ. οὗ ὁ μέλλων ἰάσω, ὁ παθητικὸς ἐνεστὼς ἰῶμαι, ὁ παρατατικὸς ἰώμην, τὸ δεύτερον ἴω, τὸ τρίτον ἰᾶτο, καὶ τροπῇ τοῦ α εἰς η ἰῆτο. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ πρὸ τοῦ ω πάντοσε τὸ ι εὑρίσκεται, πλὴν τοῦ δηῶ, τοῦ σημαίνοντος τὸ κόπτω ἢ καίω
ι 95
Ἰθαγενεῖς οἱ γνήσιοι παῖδες καὶ μὴ ἐκ παλλακίδος. καὶ οἱ γνήσιοι πολίται, οἷον, αὐθιγενεῖς τινες ὄντες, οἱ αὐτόθι γεγεννημένοι
ι 96
Ἰθαγενὴς ἰθὺ καὶ ἀδιάστροφον τὸ γένος ἔχων
ι 97
Ἴθι ἐξ οὗ καὶ τὸ, ἀλλʼ ἴθι μὴ μʼ ἐρέθιζε. ἀπὸ τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι, ἴμεν τὸ πληθυντικὸν, καὶ τὸ προστακτικὸν ἴθι, τροπῇ τῆς μεν εἰς θι· καὶ σημαίνει τὸ ὑπάρχω, τὸ πληθυντικὸν ἔμεν, καὶ πλεονασμῷ τοῦ ς ἔσμεν. ἀπὸ γὰρ τοῦ ἔσμεν τὸ προστακτικὸν ἔθι. καὶ τὸ ε, ἡνίκα πλεονάσει σύμφωνον, τρέπεται εἰς ι καὶ γίνεται ἴθι, ὃ σημαίνει τὸ ὑπάρχω
ι 98
Ἴθι πόθεν γίνεται; ἀπὸ τοῦ εἶμι εἶ, ἔστιν· ὁ δεύτερος ἀόριστος ἦν, ἐκτάσει τῆς ει διφθόγγου εἰς η Ἀττικῶς. ἡ μετοχὴ εἲς, τὸ προστακτικὸν ἔθι, καὶ συστολῇ τοῦ ε εἰς ι Ἰωνικῶς ἴθι, ὡς μέμνω μίμνω, καὶ γένω γίγνω
ι 99
Ἴθματα τὰ βήματα, ἀπὸ τοῦ διʼ αὐτῶν ἰέναι
ι 100
Ἴθι προστακτικὸν, καὶ ἔστιν ἐνεστὼς καὶ παρατατικὸς, ὡς ἵσταμεν, ἵσταθε· καὶ εἰς τὸ βάσκʼ ἴθι, καὶ ἴτε
ι 101
Ἰθύνω διὰ τοῦ ι, παρὰ γὰρ τὸ ἰθὺς γέγονεν
ι 102
Ἴθμα βῆμα, παρὰ γὰρ τὸ ἴημι τὸ πορεύομαι, ἴμα ἴθμα, ὡς τίθημι, θέμα
ι 103
Ἰκτῖνος εἶδος πετεινοῦ, ὃ λέγουσι λούπιν, ὃς ἐτυμολογεῖται ἀπὸ τοῦ ἑαυτὸν ἐκτείνειν πανταχοῦ
ι 104
Ἴκαρος διὰ τοῦ ἰῶτα, παρὰ τὸ ἵκεσθαι πρὸς τὸν ἀέρα
ι 105
Ἱκάνω τὸ καταλαμβάνω. τὸ κα μακρὸν, πλὴν τοῦ ἱκάνω, κιχάνω. καὶ ταῦτα διάτι; ἐπειδὴ δύο ἀποδείξεις εἰσὶ περὶ τούτου. ἡ ἐπὶ τῆς ἀρχούσης φύσει μακρὰ οὖσα, εἰσῆλθεν ἐν τῇ παραληγούσῃ. ὁ δὲ ἄλλος κανὼν, οὐδέποτε παρατατικὸς ἀόριστος δεύτερος σημασίαν ἐπιδέχεται, ἤγουν ἀνεδέξατο, πλὴν τοῦ ἱκάνω, κιχάνω. εὕρηται καὶ ἐκ τῆς συναλοιφῆς δασύ. ἐκίχανε γὰρ τουτ’ἔστι κατέλαβε. καὶ οὐ λέγομεν ὅτι κατελάμβανε δασύ. τὸ ι πρὸ τοῦ κ δασύνεται, ὡς ἵκω, ἱκέτης, ἱκάνω. ἡ μὲν δὴ πρὸ τὸ τεῖχος ἐπειγομένη ἀφικάνη
ι 106
Ἱκανότης ἡ δύναμις καὶ ἰσχύς
ι 107
Ἰκαρίοιο ὄνομα Ἰκάριος, τὸ ρι ἰῶτα, ὥσπερ τὸ Αἰτωλὸς κάπριος
ι 108
Ἵκελος τὸ ἵκελος εἵκελος διφορεῖται. γίνεται ἐκ τοῦ εἴκω τὸ ὁμοιῶ, ἔστι δὲ πρός τι, καὶ συντάσσεται μετὰ δοτικῆς. τὸ γὰρ ἶσος, καὶ ὅμοιος, καὶ εἴκελος μετὰ δοτικῆς συντάσσεται, οἷον, ἶσος τῷ Πριάμῳ, ὅμοιος αὐτῷ, ἵκελος Διΐ. τὸ κε ψιλὸν διάτι; ὡς τὸ ἄμπελος
ι 109
Ἱκέσθαι παραγενέσθαι, ἀπαρέμφατον ἐνεστῶτος παθητικοῦ, παρὰ τὸ ἵκω ἱκέσθαι παραγενέσθαι. ἢ μέσου ἀορίστου β. παρὰ δὲ τοῖς ἰαμβολόγοις διὰ τοῦ ι. παρὰ δὲ τοῖς πεζολόγοις διὰ τοῦ η. γίνεται δὲ τὸ ἥκω ἐκ τοῦ ἵημι, ἥσω, ἧκα καὶ ἥκω, ἐξ οὗ καὶ δασύνεται. βαρύνεται δὲ ὅτι συνεξηκολούθησε τὸ δέρεσθαι καὶ φέρεσθαι. λέγει δὲ ὁ κανών· πᾶν εἰς σθαι λῆγον ὁμότονον ἀπαρέμφατον. σεσημείωται τὸ αἴρεσθαι παρὰ τῷ ποιητῇ. προπαροξύνεται μέσου ἀορίστου ὂν, ἀλλʼ ἐθέλω σὲ φέριστε, περὶ ξείνοιο αἴρεσθαι τοῦτο ἐπὶ μὲν τοῖς ἐνεργητικοῖς γράφεται διὰ τοῦ η, ἀπὸ γὰρ τοῦ εἶμι τὸ πορεύομαι γέγονεν ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα. καὶ ἀπὸ τοῦ παρακειμένου κατὰ Συρακουσίους γίνεται ῥῆμα ἥκω, ὡς πεποίηκα πεποιήκω. καὶ ὅτε μὲν σημαίνει τὸ παραγίνομαι καὶ ἔρχομαι, γράφεται διὰ τοῦ η, ὅτε δὲ σημαίνει τὸ κατέλαβον, γράφεται διὰ τοῦ ι. κνίσση δʼ οὔρανον ἵκεν
α 1330
ἀφίκεσθαι διαφέρει. ἵκεσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν· ἀφίκεσθαι δὲ τὸ ἀπανελθεῖν
ι 110
Ἱκετῶ ἐκ τοῦ ἱκέτης. τοῦτο παρὰ τὸ ἥκω τὸ παραγίνομαι, ὅπερ μὲν τῶν ἐνεργητικῶν διὰ τοῦ η γράφεται, ἐπὶ δὲ τῶν παθητικῶν διὰ τοῦ ι. ἢ ἐκ τοῦ εἴκω τὸ ὑποτάσσομαι, ἢ παρὰ τὸ ἵκω τὸ ἱκετεύω, ἐξ οὗ καὶ Ὅμηρος, μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών
ι 111
Ἱκετεύω ἐκ τοῦ ἱκέτης· τοῦτο παρὰ τὸ ἥκω τὸ παραγίνομαι, τὸ παθητικὸν ἵκομαι, τὸ τρίτον ἵκεται, ἱκέτης καὶ ἱκετεύω
ι 112
Ἰκόνιον ὄνομα πόλεως, παρὰ τὸ ἐκεῖσε ἀφικόμενον Περσέα, καὶ νικῆσαι τοὺς Λυκάονας, καὶ στήσας στήλην, ἐκάλεσεν αὐτὸν Ἰκόνιον· ἐκ τοῦ ἰδίου ἀπεικονίσματος κτίσαι αὐτήν
ι 113
Ἱκρία τὰ σανιδώματα, παρὰ τὸ διʼ αὐτῶν κινεῖσθαι καὶ διαβαίνειν
ι 114
Ἱκρίον τὸ ὀρθὸν ξύλον
ι 115
Ἵκω τὸ δέομαι, ἐξ οὗ καὶ ἱκέτης, κλίνεται δὲ ὁ ἱκέτης, τοῦ ἱκέτου. ὁ κανὼν, τὰ εἰς τῆς ῥηματικὰ εἰς ου ἔχει τὴν γενικήν. τὸ κε ψιλὸν διάτι; τὰ διὰ τοῦ ετης ὀνόματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς, ἅπαντα διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον, μητιέτης, ἱκέτης, νεφεληγερέτης, ἐπίθετον τοῦ Διὸς, χωρὶς τῶν παρὰ τὸ χαίτη καὶ τὸ αἰτῶ γινομένων, ὡς ἔχει τὸ προσαίτης, ὁ προσαιτῶν, καὶ εὐχαίτης, ὁ καλὴν χαίτην ἔχων ἵππος, καὶ εἴ τι ἐξ αὐτοῦ γίνεται ἤγουν σύγκειται. διάτι βαρύνεται; τὰ εἰς της λήγοντα ἀρσενικὰ βαρύτονα βραχεῖ παραληγομένῳ, καὶ ἁπλᾶ ὄντα, οἷον, γενέτης, δεσπότης, ἱκέτης. σεσημείωται τὸ εὑρετής
ι 116
Ἴκτις ὃ σημαίνει τὴν λούπην, ἀπὸ τοῦ ἐκτεταμένας ἔχειν τὰς πτέρυγας· οὗ καὶ τὸ αἰδοῖον ἤτοι τὸ κρυπτὸν ὀστέϊνον
ι 117
Ἴκτινος διὰ τοῦ ι γράφεται, σημαίνει δὲ τὴν λεγομένην λουπάδα, τὰ γὰρ διὰ τοῦ ινος προπαροξύτονα, μὴ ὄντα ἀπὸ ἁπλοῦ, ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ υ γράφεται, οἷον, φήγινος, δρύϊνος, ξύλινος, κάμινος, οὕτως οὖν καὶ ἴκτινος. πρόσκειται μὴ ὄντα ἀπὸ ἁπλοῦ
ι 118
Ἴκτερος τὸ ὄνομα, τὸ δὲ ῥῆμα ἰκτεριῶ, γίνεται δὲ ὁ ἴκτερος, ἀπὸ ξανθῆς χολῆς, πλεονάσασα γὰρ πυρωθεῖσα, εἰς τὴν ἐπιφάνειαν ἐξωθεῖται καὶ ἀναχέεται. κἀντεῦθεν τῷ ἰκτεριῶντι ἡ ὠχρίασις. ἴτερον δὲ λέγουσιν εἶναι νόσον ὠχροειδῆ, ἀπὸ θυμοῦ γενομένην, ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατημένων ὠχροὺς ἢ μελανοὺς ποιεῖν, ὡς τῶν ἰκτίνων ἀφʼ οὗ τὴν κλῆσιν ἔχει
ι 119
Ἴκωμαι ἀντὶ τοῦ ἱκετεύσω, ἐνεστῶτος παθητικοῦ ὑποτακτικοῦ
ι 120
Ἱκρύον σταυρὸς, φοῦρκα, ξύλον, ἐν ᾧ οἱ κακοῦργοι κρέμανται
ι 121
Ἶκες ζωΰφια τὰ ἐσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπελῶν
ι 122
Ἱλάδιον κατὰ ἵλας καὶ συστροφὰς, καὶ κατὰ συστροφὴν καὶ κατὰ σύστημα
ι 123
ἵλεως εὐμενὴς, πραὸς, γίνεται δὲ παρὰ τὸ ἱλαρὸς, οἱ γὰρ Αἰολεῖς ἵλαος λέγουσι, καὶ οὐχὶ ἔλλαος παρὰ τὴν ἱλαρίαν
ι 124
Ἱλαρὸς θερμὸς, ἡδὺς, παρὰ τὸ ἵλαος ὃ σημαίνει τὸν εὐμενῆ
ι 125
Ἰλλάδες σχοινία ἐξ ἱμάντων, ἀπὸ τοῦ εἱλῆσθαι. πολλὰ γὰρ εἰσὶν ὀνόματα
ι 126
Ἰλίων σημαίνει τὴν σύγγαβρον. διὰ τοῦ ἰῶτα γράφεται καὶ κατὰ τὴν ἀρχὴν, καὶ κατὰ τὴν παραλήγουσαν, τῷ λόγῳ τοῦ Ἀμφίων, κατὰ δὲ τὴν ἀρχὴν τῷ λόγῳ τοῦ Πτολεμαῖος· ἔστι δὲ παρὰ τὸν ἴλιον, τὸ σημαῖνον τὸ δῶρον. καὶ γὰρ οἱ σύγγαμβροι μετέχουσι τῶν δώρων τοῦ νυμφίου
ι 127
Ἵλη ἡ τάξις, παρὰ τὸ εἱλῶ τὸ συστρέφω· πολλὰ γὰρ εἰσὶν ὀνόματα
ι 128
Ἴλις Ἴλιδος, ὄνομα πόλεως
ι 129
Ἰλεὸς ὁ φωλεὸς, καὶ γράφεται διὰ τοῦ ι, τὰ διὰ τοῦ εἱλῶ παράγωγα