Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Etymologicum Gudianum

Library › Greek: Grammar & Reference › Etymologicum Gudianum

Etymologicum Gudianum is an anonymous Byzantine etymological lexicon, named after Marquard Gude, the seventeenth-century scholar who once owned one of its manuscripts. It is usually dated to around the eleventh century. Arranged alphabetically, it ranges from one-line glosses to longer discussions of how words are derived and formed. This text follows F. W. Sturz's edition of 1818 and E. L. de Stefani's partial edition.

The Gudianum belongs to the family of Byzantine etymologica that grew out of the Etymologicum Genuinum. It preserves glosses and scraps of grammatical learning not found elsewhere. It is useful both for rare Greek vocabulary and for seeing how medieval scholars explained the language of Homer, the dramatists and the Bible.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Sturz 1818; de Stefani 1909–20 (α–ζειαί)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Etymologicum Gudianum
Anonymous · Part 3 · every word parsed
α 1045
Ἀριθμηθήμεναι Β · ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων. τὸ θ μετὰ τοῦ μ ἐν συλλήψει ἐστί· οὐδέποτε γὰρ συλλαβὴ εἰς δασὺ λήγει. γίνεται δὲ παρὰ τὸ ἀριθμῶ· τοῦτο παρὰ τὸ ἀριθμός, ἐξ οὗ καὶ τὸ ἐναρίθμιος
α 1046
Ἀριθμητικά · εἰς τὸ Εἴκοσι καὶ Ἑβδομήκοντα
α 1047
Ἀριθμός · παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὡς τὸ Α ἄρσαντες κατὰ θυμόν“, γίνεται ἀρμός, καὶ πλεονασμῷ τοῦ δ ἀρδμός, καὶ τροπῇ τοῦ δ εἰς θ ἀρθμόσ καὶ πλεονασμῷ τοῦ ι ἀριθμόσ. οὕτως Ἡρωδιανός . ὁ δὲ Ἀπολλώνιος παρὰ τὸ ἁλίζω, τὸ συναθροίζω, ἀλισμός καὶ τροπῇ τοῦ ς εἰς θ καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἀριθμός, οἱονεὶ ἡ συνάθροισις τῶν μονάδων. ἢ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω· ἁρμογὴ γὰρ μονάδων ὁ ἀριθμός
α 1048
Ἀρηΐφιλος · εἰς τὸ Διίφιλος
α 1049
Ἀριπρεπέα Ζ · νῦν ἑνικόν. ἔστι δὲ καὶ οὐδέτερον πληθυντικὸν καὶ ἀρσενικόν· καὶ Ὅμηρος Θ ἀμφὶ σελήνην Φαίνετʼ ἀριπρεπέα“, καὶ ἀρσενικὴ αἰτιατική Ψ φράσσατο δʼ ἵππον ἀριπρεπέα“
α 1050
Ἀρισμός · εἰς τὸ Κεκορυθμένα
α 1051
Ἀριστερός · παρὰ τὸ ἄριστος κατʼ εὐφημισμόν, ὡς εὐώνυμος. καὶ εἰς τὸ Εὐώνυμος
α 1052
Ἀριστίνδην ἐκλελεγμένους · κατὰ ἀριστείαν. ἀπὸ τοῦ ἄριστος ὀνόματος ὑπερθετικοῦ· τοῦτο ἀπὸ τοῦ ἀρείων συγκριτικοῦ. τὸ δὲ ἀρείων παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν πόλεμον· κυρίως γὰρ ἀρείων, ὁ ἐν τῷ πολέμῳ κρείττων. τὸ δὲ Ἄρης παρὰ τὸ ῥῶ, τὸ λέγω, ὁ μέλλων ῥήσω, ἐξ αὐτοῦ ῥῆς καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρης· Π ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ“. τὸ δὲ ινδην. συντάσσεται μετὰ δοτικῆς. Ὁμήρου
α 1053
Ἄριστος Β · παρὰ τὸ ἀρείων· τοῦτο παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν πόλεμον, γίνεται συγκριτικὸν ἀρείων, ἄριστος. ἐξ οὗ ἄριστος κυρίως ὁ ἐν πολέμῳ ἀνδραγαθῶν, καταχρηστικῶς δὲ ὁ ἐν οἱῳδήποτε πράγματι. τὸ δὲ Ἄρης παρὰ τὸ ῥῶ, τὸ λέγω, ῥῆσ, καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρησ· ἐν γὰρ πολέμῳ οὐ λόγων, ἀλλʼ ἔργων χρεία
α 1054
Ἀρκάς · ἐκ τοῦ διαρκέσαι
α 1055
Ἀρκεῖ · εἰς τὸ Ἀλκή καὶ Αὐτάρκης
α 1056
Ἄρκιος Β ·. τὰ διὰ τοῦ ιος ὀνόματα προπαροξύτονα παρʼ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα διὰ τοῦ ι γράφεται, οἷον ἅζω ἅγιος, ἅσω ἅσιος καὶ ὅσιος, ἁρμόζω ἁρμόδιος, ἵζω ἵζιος καὶ ἀρκῶ ἄρκιος· καὶ ψιλοῦται. σεσημείωται τὸ ἅρκυς· τοῦτο δὲ δασύνεται· τοῦ γεννήσαντος γὰρ τὸ πνεῦμα ἐφύλαξεν, παρὰ τὸ εἵργω, τὸ κωλύω
α 1057
Ἄρκος · ὅτι ἀπὸ τῆς ἄρκτου ἐγένετο. ἢ διὰ τὸ αἴρειν κακῶς. Χοιροβοσκοῦ
α 1058
Ἅρκυον · παρὰ τὸ ἁρπάζω ἅρπυον καὶ ἅρκυον· ἐπιτήδειον γὰρ πρὸς τὸ ἁρπάζειν. ἐγράφη εἰς τοὺς Ἐπιμερισμοὺς τῶν Κανόνων
α 1059
Ἅρκυς · εἶδος δικτύου ἐκ παχέος σχοίνου, ὃ ἱστᾶσι πρὸς θήραν λεόντων ἢ ἄρκτων ἢ ἐλάφων. καὶ δασύνεται· ἐκ τοῦ εἵργω, τὸ κωλύω, τροπῇ τῆς διφθόγγου εἰς α καὶ δασύνεται. Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 1060
Ἀρκῶ · παρὰ τὸ ἅρκυς, ὃ σημαίνει τὸν βρόχον· ἢ παρὰ τὸ ἄλξ ἀλκός ἀλκῶ καὶ ἀρκῶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον. καὶ εἰς τὸ Ποδάρκης. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1061
Ἅρμα · παρὰ τὸ ἄρω, τὸ ἁρμόζω· σημαίνει δὲ τρία· παρʼ Ἕλλησι μὲν τὸ ζεῦγος τῶν βοῶν· παρὰ δὲ Ῥωμαίοις τὴν καρούχαν καὶ δόρυ καὶ ἀσπίδα καὶ θώρακα· σημαίνει δὲ καὶ ὄνομα πόλεως
α 1062
Ἁρμαλιήν · τὴν τροφήν· παρὰ τὸ ἁρμόζειν καὶ ἰσχυροποιεῖν τὰ μέλη
α 1063
Ἁρμάμαξα · ἡ πρὸς ἀνδρῶν καθέδραν κατεσκευασμένη ἅμαξα, οἷον ἅρμα καὶ ἅμαξα· ἢ ἀνδράμαξά τις οὖσα, ἡ ἄνδρας ἄγουσα
α 1064
Ἀρμένιος · ἀπέργης, εἰ μὴ ἄρῃ, οὐ μένει, τουτέστιν οὐκ ἠρεμεῖ, εἰ μὴ φονεύσῃ· θὴρ γάρ ἐστι καὶ πρὸς αἷμα τρέχει, ἀδελφοκτόνος, νεοκτόνος, ἀπέργων ἀπαίρων ἐκ τῆς ἰδίας πατρίδος ζῇ μὴ ἠρεμῶν τῷ βίῳ· δόλος δὲ ὅρκῳ τῇ συμπλοκῇ τῶν λόγων
α 1065
Ἀρμένιος · ἀρά σε μένει. καὶ εἰς τὸ Ὅρμος
α 1066
Ἄρμενον · τὸ ἐν τῷ ἀέρι αἰρόμενον· ἢ οἷον ἀειρόμενον, τὸ διηνεκῶς κουφιζόμενον. Ἰωάννου Λυδοῦ
α 1067
Ἀρμιλούστριον · παρὰ τὸ ἄρμα τὸ ἐπὶ τῶν ὅπλων
α 1068
Ἁρμόζω · ἐκ τοῦ ἁρμός· τοῦτο παρὰ τὸ ἀρηρέναι καὶ συνηρμόσθαι. δασύνεται· τὸ α λῆγον εἰς ρ ἐπιφερομένου τοῦ μ ἢ τοῦ π δασύνεται. τὸ μο μικρόν· τὰ διὰ τοῦ οζω ῥήματα διὰ τοῦ ο μικροῦ γράφεται, οἷον δεσπόζω ἁρμόζω, πλὴν τοῦ κρώζω πλῴζω σῴζω πατρώζω οἰμώζω. καὶ εἰς τὸ Ἀρβύλη
α 1069
ἄρνες διαφέρει· ἀρνειοὶ μὲν γὰρ οἱ τέλειοι, ἄρνες δὲ οἱ νέοι
α 1070
Ἀρνεῖσθαι · διὰ τὸ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραιτήσει
α 1071
Ἀρνειός Γ · τὸ νει δίφθογγον· τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα καὶ τὰ ἑξῆς. τὸ δὲ ἀρνός παρὰ τὸ ῥήν ῥηνός καὶ συστολῇ τοῦ η ῥανός, καὶ ἐν ὑπερβιβασμῷ ἀρνός. καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται ἀρνός ἀρνοῦ ἀρνῷ ἀρνόν καὶ ἄρνα κατὰ μεταπλασμόν, ἡ εὐθεῖα τῶν δυϊκῶν ἄρνε. ἢ ἐκ τοῦ ῥήν ῥηνός κατὰ τροπὴν τοῦ η εἰς α ῥανός καὶ ἐν ὑπερβιβασμῷ ἀρνόσ, ἡ δοτικὴ ἀρνί, ἡ αἰτιατικὴ ἄρνα, ἡ εὐθεῖα τῶν δυϊκῶν ἄρνε. διαφέρει δὲ ἀρνειός καὶ ἀρνός, ὅτι τὸ μὲν ἀρνειός σημαίνει τὸν τέλειον, τὸ δὲ ἀρνός τὸν νέον· καὶ γὰρ ὁ ποιητὴς τὴν διαστολὴν φυλάττει, καὶ ἐπὶ μὲν τοῦ τελείου λέγει ι ἀρνειούς τε τράγους τε“, ἐπὶ δὲ τῶν νεωστὶ γεγεννημένων Δ ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην“. Γεωργίου
α 1072
Ἀρνειός · ἐκ τοῦ ἀρά, ἡ εὐχή, ἀρήν ἀρῆνος, τουτέστι τὸ ἐπὶ εὐχῆς ἐπιτήδειον πρόβατον, καὶ κατὰ συγκοπὴν ἀρνός, καὶ μετάγεται αὕτη ἡ γενικὴ εἰς εὐθεῖαν, οἷον ὁ ἀρνός τοῦ ἀρνοῦ, καὶ κατὰ πλεονασμὸν τῆς ει διφθόγγου ἀρνειός, ὥσπερ καὶ ἀδελφός ἀδελφειός. Γεωργίου
α 1073
Ἀρνειός · τὸ σημαῖνον τὸν ἀρνὸν ἀπὸ τοῦ ἀρνεός, καὶ κατὰ προσθήκην τοῦ ι ἀρνειός· ἢ ὥσπερ ἀπὸ τοῦ ἀδελφός ἀδελφειός, οὕτως καὶ ἀπὸ τοῦ ἀρνός ἀρνειός κατὰ προσθήκην τῆς ει διφθόγγου. καὶ εἰς τὸ Ἀρήν
α 1074
Ἀρνίον · παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι· τὸ εἰς εὐχὴν ἐπιτήδειον
α 1075
Ἀρνός · παρὰ τὴν ἀράν, ὃ δηλοῖ τὴν εὐχήν, γίνεται ἀρήν ἀρῆνος καὶ ἐν συγκοπῇ ἀρνός
α 1076
Ἀρνῶν Γ · ἐκ τοῦ ἀρνός· πρότερον γὰρ διʼ ἀρνῶν ἐποιοῦντο τὰς θυσίας. καὶ κλίνεται ἀρνός ἀρνοῦ· ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀρνοί, κατὰ μεταπλασμὸν ἄρνες
α 1077
Ἀρνῶ · εἰς τὸ Μισθαρνία
α 1078
Ἀρνῶν Γ · ἡ εὐθεῖα ἄρνες. ἡ εὐθεῖα τῶν ἑνικῶν ῥήν, ὃ σημαίνει τὸ πρόβατον, ἐκ τοῦ ἀρά, ὃ σημαίνει τὴν εὐχήν· τὸ ὑπὲρ εὐχῆς διδόμενον πρόβατον. καὶ ὁ ποιητής Ι ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνεσ“. ἐκ τοῦ ἀρῶ, τὸ εὔχομαι, ἀρά ἀρήν καὶ ἀφαιρέσει τοῦ α ῥήν· οἱ γὰρ παλαιοὶ διʼ ἀρνῶν τὰς θυσίας ἐποίουν· ἡ γενικὴ ῥηνός, καὶ συστολῇ τοῦ η εἰς α ῥανός, καὶ ὑπερβιβασμῷ ἀρνός, καὶ μετάγεται ἀπὸ γενικῆς εἰς εὐθεῖαν
α 1079
Ἄροσιν · εἰς τὸ Ψιλὴν ἄροσιν. Ὠρίωνος
α 1080
Ἀροῦν · παρὰ τὸν Ἄρεα, ὅτι σιδήρῳ τέμνεται ἡ γῆ
α 1081
Ἄρουρα Γ · κυρίως ἡ ἠροτριασμένη γῆ· παρὰ τὸ ἀρῶ ἀρόσω ἄρορα καὶ ἄρουρα. τὸ δὲ ἀρῶ παρὰ τὸ Ἄρης, ὃ σημαίνει τὸν σίδηρον· σιδήρῳ γὰρ τέμνεται διὰ τὴν ὕνιν. διαφέρει δὲ γῆ καὶ ἄρουρα· γῆ λέγεται ἁπλῶς πᾶσα ἡ ξηρά, ἄρουρα δὲ ἡ πρὸς σπορὰν καρπῶν ἐπιτηδεία. Ὠρίωνος
α 1082
Ἄρουρα · παρὰ τὸ ἀραιοῦσθαι αὐτὴν γεωργουμένην. κυρίως δὲ ἡ πρὸς σπορὰν καὶ ἄροσιν ἐπιτηδεία. ἢ παρὰ τὸ ἀρῶ, τὸ ἀροτριῶ· ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γῆν τὴν γεωργουμένην
α 1083
ἁρπάγη διαφέρει· ὀξυτόνως μὲν ἁρπαγὴν τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλοῖ, ἁρπάγην δὲ βαρυτόνως ἡ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσα. Φωτίου
α 1084
Ἁρπάσαι · ἀπαρέμφατον ἀορίστου πρώτου. δασύνεται· τὸ ε καὶ τὸ α πρὸ τοῦ ρ ἐπιφερομένου τοῦ π δασύνεται, ἕρπω ἑρπετόν Ἅρπυια ἁρπάζω
α 1085
Ἁρπαλέως · ἁρπακτικῶς, ἀσμένως, ἡδέως, προσφιλῶς, ἐπιθυμητῶς
α 1086
Ἅρπη · παρὰ τὸ ἅρπω, τὸ ἁρπάζω, ἅρπη
α 1087
Ἁρπίς · ἁρπῖδος· τὸ ὑπόδημα· παρὰ τὸ ῥάπτω ῥαπίς καὶ ἁρπίς κατὰ μετάθεσιν
α 1088
Ἅρπυιαι · ἀνέμου εἶδος· παρὰ τὸ ἁρπάζειν. ἢ δαίμονες ἁρπακτικοί
α 1089
Ἀρραβωνίζω · ἐκ τοῦ ἀρραβών ἀρραβῶνος. τοῦτο δὲ οἱονεὶ ἀρραγών τίς ἐστιν· ἀφʼ οὗ γὰρ δοθῇ, ὁ ἀρραβὼν οὐ μετακινεῖται εἰς ἄλλον. Ὠρίωνος
α 1090
Ἀρρενικόν · ἐκ τοῦ αἴρειν τὸ νῖκος
α 1091
Ἀρρενωπός · δύο ρρ καὶ ὀξύνεται καὶ τὸ ω μέγα· ἔστι γὰρ ἄρρην ἄρρενος καὶ τὸ ὤψ, ὃ σημαίνει τὸ πρόσωπον, ἡ γενικὴ ὠπός, καὶ ἐξ αὐτοῦ ἀρρενωπός, ὁ ἄρρενος πρόσωπον ἔχων· ἔστι δὲ κατὰ συν εκδοχήν, ἤγουν ἀνδρεῖος καὶ ἰσχυρὸς καὶ δυνάμενος πρὸς ἔχθραν ἀντιταχθῆναι
α 1092
Ἀρρίχων · ἐκ τῶν ἀρρίχων ἓν ἀφαιρεῖσθαι βέλοσ“. ἄρριχοι δὲ λέγονται κόφινοι οἰσύϊνοι· ἀρσενικῶς μὲν οἱ Ἴωνες, θηλυκῶσ δὲ οἱ Ἀττικοί. οἱονεὶ οἱ ἀναίρριχοι, οἱ τὰ ἀναιροῦντα ἔχοντες, τουτέστι τὰ βέλη. τὸ ἀναιρῶ συντάσσεται πτώσει αἰτιατικῇ· τὸ δὲ ἔχω δοτικῇ καὶ αἰτιατικῇ
ο 5
ὀρρωδεῖν διαφέρει· ὀρρωδεῖν μὲν γάρ ἐστι τὸ εὐλαβεῖσθαι, ἀρρωδεῖν δὲ διὰ τοῦ α τὸ καταφρονεῖν καὶ τεθαρρηκέναι. Πτολεμαίου. Ἐρεννίου
α 1093
Ἄρρωστος ἀρρωστοῦντος διαφέρει· ἄρρωστος μὲν γάρ ἐστιν ὁ ἀδυνατῶν τι τελεῖν κατὰ τὰς ὀρέξεις· ἀρρωστεῖ δὲ ὁ νοσῶν. οὕτως Ἀριστοτέλης . Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1094
Ἄρρωστος · παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ὑγιαίνω, ὁ μέλλων ῥώσω, ῥωστός καὶ ἄρρωστος, ὁ ἐστερημένος τῆς ὑγείας
α 1095
Ἄρσαντες Α · ἁρμόσαντες ἢ ἀρεσθέντες· ἀπὸ τοῦ ἀρέσαντες ἄρσαντες. Ὁμήρου
α 1096
Ἄρσαντες Α · ἐκ τοῦ ἄρω, τὸ ἁρμόζω, ἀρῶ, ἄρσω Αἰολικῶς, ἦρσα, ἡ μετοχὴ ἄρσας ἄρσαντος. ἢ ἐκ τοῦ ἁρμόζω ἁρμόσω ἥρμοσα, ἡ μετοχὴ ἁρμόσας, κατὰ συγκοπὴν ἄρσας
α 1097
Ἄρσην · παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι· τοῦτο δὲ διὰ τὴν γονήν. ἄρδω ἄρσω ἄρσην
α 1098
Ἄρσιος · εἰς τὸ Ἀσπάσιος
α 1099
Ἄρτεμις · ἀερότεμίς τις οὖσα, ἡ τὸν ἀέρα τέμνουσα καὶ τὴν πορείαν διʼ αὐτοῦ ποιουμένη· Ἄρτεμις δὲ λέγεται ἡ Σελήνη. ἢ παρὰ τὸ ἀρτεμῆ καὶ ὑγιῆ εἶναι αὐτήν. ἢ παρὰ τὸ ἀρτεμῆ ποιεῖν, κατʼ εὐφημισμόν. καὶ εἰς τὸ Αἴ κεν
α 1100
Ἀρτηρία · παρὰ τὸ ἀεροτηρίαν αὐτὴν εἶναι τοῦ πνεύματος· καὶ πάλιν ἁλτηρίαν, παρὰ τὴν ἅλσιν
α 1101
ἀρτίως διαφέρει· ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου τελείως ἔργου· τὸ μὲν γὰρ ἀρτίως σημαντικὸν αὐτῆς τῆς ὥρας, τὸ δὲ ἄρτι παρατατικοῦ
α 1102
Ἄρτιον · σημαίνει τὸ σῶον καὶ ὑγιές. γίνεται δὲ παρὰ τὸ ἀρτῶ ἄρτιος καὶ ἄρτιον. τὸ δὲ ἀρτῶ παρὰ τὸ ἀρῶ, ὃ σημαίνει τὸ ἁρμόζω πλῆρες καὶ ὑγιές
α 1103
Ἄρτιος · σημαίνει τὸν ὑγιῆ καὶ πεπληρωμένον. γίνεται παρὰ τὸ ἀρτῶ, τὸ ἑδραιῶ, ἄρτιος, ὡς ἁρμόζω ἁρμόδιος
α 1104
Ἀρτοκόπος · διὰ τὸν τοῦ ἄρτου κόπον
α 1105
Ἄρτος · παρὰ τὸ αἴρω τὸ προσφέρω· ὁ καθʼ ἑκάστην τῷ σώματι ἡμῶν προσφερόμενος
α 1106
Ἀρτύνω Β · ἐκ τοῦ ἀρτύω· τοῦτο παρὰ τὸ ἀρτῶ· τοῦτο παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, καὶ Αἰολικῶς ἄρσω, καὶ ἄρτος ὄνομα ῥηματικόν. ἐκ δὲ τοῦ ἀρτῶ ἀρτίζω καὶ καταρτίζω καὶ ἀρτύω
α 1107
Ἀρύβαλον · τὸ μαρσίπιον· παρὰ τὸ ἀρύεσθαι καὶ βάλλειν
α 1108
Ἀρύω · εἰς τὸ Ἀφυσσόμενοι
α 1109
Ἀρχιτέκτων · παρὰ τὸ ἄρχω καὶ τὸ τέκτων. τὰ δὲ παρὰ τὸ ἄρχω συντιθέμενα διὰ τοῦ ι γράφεται, οἷον ἀρχιστρατηγός ἀρχιτέκτων. τὸ τέκτων παρὰ τὸ τεύχω, τὸ κατασκευάζω. Ὁμήρου
α 1110
Ἀρχός Α · ὡς ἀπὸ τοῦ ἄγω ἀγός, ὁ ἡγεμών, καὶ ὁ θεολόγος εἰς τὰ ἔπη καὶ γὰρ ἀγοῦ πίπτοντος ὅλος στρατὸς ἐς χθόνα πίπτει“, οὕτως καὶ ἀπὸ τοῦ ἄρχω ἀρχός
α 1111
Ἄρχων · ὁ ἀρχὴν ὅλων ἤγουν πάντων ἔχων. ἢ παρὰ τὸ ἄρχειν
α 1112
Ἄρω · εἰς τὸ Ἀρτύνω καὶ Ἐναρίζοι καὶ Ἐρίηρας καὶ Ἡρώων
α 1113
Ἀρῶ · εἰς τὸ Ἀσπάσιος καὶ Ἀραρυίας καὶ Ἄωρτο καὶ Ἀρητῆρα καὶ Ἐνείρω καὶ Ξυνωρίς καὶ Ὄργανον. Χοιροβοσκοῦ
α 1114
Ἀρωγός · παρὰ τὸ ἀρήγω, τὸ βοηθῶ, ἀρηγός καὶ ἀρωγός, ὡς ἁμαρτηλός ἁμαρτωλός. ὀξύνεται· τὰ εἰς γος ἀρσενικὰ εἴτε φύσει εἴτε θέσει μακρᾷ παραληγόμενα, μὴ διὰ τοῦ γ δισσοῦ, ὀξύνεται, εἰ μὴ κύρια ὑπάρχει, οἷον πελαργός ἀρωγός βροτολοιγός
α 1115
Ἀσάμινθος · παρὰ τὴν ἄσιν, ὅ ἐστι τὸν ῥύπον, μινύθειν, ἤγουν μειοῦν καὶ καθαίρειν. ἢ παρὰ τὴν ἄσιν τοῦ σώματος μινύθειν
α 1116
Ἀσέλγεια · ἐκ τοῦ ἀσελγής· τοῦτο παρὰ τὸ θέλγω, τὸ ἀπατῶ, μετὰ τοῦ ἐπιτατικοῦ α. οἱ δὲ λέγουσιν ἀπὸ Σέλγης πόλεώς τινος, ὅπου οἱ ἄνθρωποι κακῶς διακείμενοι ἀλλήλοις ἐκοινώνουν. μετὰ τοῦ ἐπιτατικοῦ α ἀσελγής, ὁ ἐπὶ πολὺ ἀσελγαίνων. Χοιροβοσκοῦ
α 1117
Ἄσεμνα · ἐκ τοῦ σεμνός· τοῦτο δὲ παρὰ τὸ σέβω, ὀξύνεται· τὰ εἰς μνος δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους μὴ φύσει μακράν, μονογενῆ μὲν ὄντα βαρύνεται, τριγενῆ δὲ ὀξύνεται, οἷον ὕμνος σκύμνος. τὸ μέντοι σεμνός τριγενὲς ὂν ὀξύνεται
α 1118
Ἄση · εἰς τὸ Ἀσάμινθος καὶ Ἀσωπός
α 1119
Ἀσθενής · ἄσθενος, ἤγουν ἄνευ σθένους διὰ τὸ ἐλλείπεσθαι δύναμιν
α 1120
Ἄσθμα Π · ὄνομα ῥηματικόν. παρὰ τὸ ἄω ἐστὶ πλεονασμῷ τοῦ θ. ἢ παρὰ τὸ ἄημα. πέπονθεν ἐπενθέσει τοῦ θ · τὸ γὰρ ἀνάλογον ἦν ἆσμα· ὥσπερ καὶ τὸ χθών ὄνομα, χῶ, τὸ χωρῶ, χών καὶ κατʼ ἐπένθεσιν τοῦ θ χθών· ὥσπερ καὶ τὸ θχαμαλή, παρὰ χαμαί χαμαλή καὶ χθαμαλή· καὶ τὸ φθέγγεσθαι παρὰ τὸ φῶ, τὸ εἰς φῶς ἄγω τὰ τοῦ νοῦ. οὕτως δὲ ἔχειν φαμὲν καὶ τὸν πορθμόν· παρὰ γὰρ τὸν πόρον
α 1121
Ἄσθμα · παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω ἆσμα καὶ ἄσθμα
α 1122
Ἄσιν · εἰς τὸ Ἀσάμινθος
α 1123
Ἄσιος · παρὰ τὸ αἶσα, αἴσιος καὶ Ἄσιος· ἢ παρὰ τὸν ἀΐσσω μέλλοντα, ὡς ὀρθώσω ὀρθώσιος κτήσω κτήσιος
α 1124
Ἀσίω Β · ὄνομα πτώσεως γενικῆς, ὡς Δ ἐϋμμελίω“. ἡ εὐθεῖα Ἀσίας. ἐκλήθη οὖν Ἀσίας ὁ λειμὼν ἀπὸ Ἀσίου τοῦ Κότυος, ὃς ἦν βασιλεὺς Λυδίας. κλίνεται Ἀσίας Ἀσίου, ὡς κοχλίας κοχλίου, καὶ τὸ Ἰωνικὸν Ἀσίεω. ὁ κανών· οἱ Ἴωνες τὰς εἰς ου γενικὰς τὰς ἀπὸ τῶν εἰς ας καὶ εἰς ης γινομένας διὰ τοῦ εω προφέρουσιν, οἷον Ὀρέστης Ὀρέστου Ὀρέστεω, Ἀτρείδης Ἀτρείδου Ἀτρείδεω, Πηλείδης Πηλείδου Πηλείδεω, Αἰνείας Αἰνείου Αἰνείεω Ε Αἰνείεω ἕταρον μεγαθύμου“, Ἑρμείεω, Βορέεω. οὕτως οὖν καὶ Ἀσίεω. ὁ τόνος· αἱ διὰ τοῦ εω Ἰωνικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται, χωρὶς εἰ μὴ κατὰ πάθος ὦσιν, οἷον Ὀρέστης Ὀρέστου Ὀρέστεω, Ἀτρείδεω, Πηλείδεω, Ἑρμείεω, Βορέεω καὶ κατὰ συγκοπὴν ξ Βορέω ὑπʼ ἰωγῇ“ καὶ Δ ἐϋμμελίω Πριάμοιο“. οὕτως οὖν καὶ Ἀσίας Ἀσίου Ἀσίεω καὶ συγκοπῇ Β Ἀσίω ἐν λειμῶνι“, καὶ ὅμως οὐ προπαροξύνεται, ἐπειδὴ κατὰ συγκοπήν ἐστιν
α 1125
Ἀσκελές · παρὰ τὸ ἄγαν ἐσκληκέναι, ὅθεν καὶ σκέλος
α 1126
Ἄσκησις · διὰ τὸ ὡς ἀσκὸν νεκροῦσθαι τὸν ἀσκητήν. ὅρος δὲ αὐτῆς ἐστιν ὁ πόνος τῆς μαθήσεως
α 1127
Ἀσκητής · παρὰ τὸ ἀσκῶ ἀσκήσω· σημαίνει δὲ τὸ πονῶ. ὁ τῆς ἀσκήσεως πόνος. καὶ εἰς τὸ Ἤσκειν
α 1128
Ἀσκίον · παρὰ τὸ εἶναι ἀσυνηχές· ἐκ τῶν ἀψύχων γὰρ οὐδὲν ᾄδει, εἰ μὴ ὁ οἶνος
α 1129
Ἀσκληπιός · παρὰ τὸ τὰ σκέλη ἤπια ποιεῖν· ἀπὸ μέρους δὲ ὅλον τὸ σῶμα. ἢ ὁ τὰ ἄγαν σκληρὰ ἤπια ποιῶν. καὶ εἰς τὸ Φίλος
α 1130
Ἆισμα · εἰς τὸ Αἷμα
α 1131
Ἀσμένιζε · εἰς τὸ Συνασμένιζε
α 1132
Ἀσπάζεται · ἐκ τοῦ σπῶ, τὸ κατασπῶ, κατὰ στέρησιν· ὁ γὰρ διαλυόμενος καὶ ἐχθραίνων ἀποσπᾷ ἑαυτὸν ἀπὸ τῶν φιλούντων αὐτόν
α 1133
Ἀσπάζομαι · παρὰ τὸ σπῶ σπάζω καὶ ἀσπάζω· παρὰ τὸ ἄγαν ἐπισπᾶσθαι. κυρίως δὲ ἐπὶ τῶν χειρῶν
α 1134
Ἀσπάζω · ἔστι ῥῆμα σπῶ καὶ σημαίνει τὸ διαχωρίζω· ἐξ αὐτοῦ γίνεται σπάζω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπάζω, τὸ μὴ διαχωρίζεσθαι, ἀλλʼ ὑπὸ τῆς φιλίας ἡνῶσθαι
α 1135
Ἀσπαλιεύς · ὁ ἁλιεύς· παρὰ τὸ ἀποσπᾶν τοὺς ἰχθύας ἐκ τῆς θαλάσσης, οἷον σπῶ σπαεύς, πλεονασμῷ τῆς λι συλλαβῆς σπαλιεύς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀσπαλιεύς
α 1136
Ἀσπάραγον · παρὰ τὸ ἄγαν σπᾶσθαι, ὅ ἐστι διατείνεσθαι
α 1137
Ἀσπάσιος · ὄνομα ἀρσενικόν· τὸ θηλυκὸν ἀσπασίη. λέγεται καὶ ἐπιρρηματικῶς ἀσπασίως. καὶ ῥῆμα ἀσπάζομαι καὶ ἀσπάζω, καὶ ῥηματικὸν ὄνομα ἀσπαστός καὶ οὐδέτερον ἀσπαστόν· ὁ μέλλων ἀσπάσω, ἀφʼ οὗ καὶ ἀσπάσιος. ἔστι δὲ παρασύνθετον· τὸ γὰρ ἀσπάζομαι σύνθετόν ἐστιν ἀπὸ τοῦ σπῶ ῥήματος, ἀφʼ οὗ τὸ σπῶμαι καὶ παράγωγον σπάζω, ὡς φρῶ φράζω, βῶ βάζω. καὶ προσῆλθεν ἡ α ἐπίτασις εἰς τὸ σπάζω, καὶ ἐποίησε τὸ ἀσπάζω· τὸ γὰρ ἄγαν ἐπισπᾶσθαί ἐστι τὸ ἀσπάζεσθαι. ἡ διὰ τοῦ ιος παραγωγὴ ἀπὸ μέλλοντος τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξείαν, ὀρθώσω Ὀρθώσιος, αἰνήσω Αἰνήσιος, κτήσω κτήσιος, ἄξω ἄξιος, ἄρω, τὸ ἁρμόζω, ἄρσω ἄρσιος, ὁ ἁρμοζόμενος, καὶ ἀνάρσιος, ὁ μὴ ἁρμοζόμενος, ἀρκέσω Ἀρκέσιος καὶ μετὰ τοῦ ι Ἀρκείσιος, ἅζω ἅσω ἅσιος καὶ κατὰ ἀντίθεσιν ὅσιος, καὶ θαυμάσω θαυμάσιος· οὕτως οὖν καὶ ἀσπάζω ἀσπάσω ἀσπάσιος. ὀξύνεται δὲ ἀνεψιός, δεξιός. τὸ δὲ πλησίος ἀπὸ τοῦ πλητός· ἔχομεν τὴν χρῆσιν· ὁ γὰρ ἄπληστος ἀντὶ τοῦ ἀπροσπέλαστος. πλητός πλησίος, ὡς ἄμβροτος ἀμβρόσιος, τροπῇ τοῦ τ εἰς τὸ ς. οὐ γέγονε δὲ τὸ πλησίος παρὰ μέλλοντα· οἱ γὰρ Λάκωνες τὰ παρὰ μελλόντων εἰς τὸ τ οὐ τρέπουσιν, ἀλλʼ ἀπὸ τοῦ ς εἰς τὸ τ ἐνιαυτός ἐνιαύσιος ἐνιαύτιος λέγουσιν, ὑπόμνησιν διδόντες τοῦ προτέρου τ πλοῦτος πλούσιος πλούτιος. τὸ δὲ πλησίος πλητίος λέγουσιν, ὥστε οὐ παρὰ μέλλοντα. Χοιροβοσκοῦ
α 1138
Ἄσπετος · ἐκ τοῦ ἔπω σπῶ σπετός, ὁ πολύς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄσπετος
α 1139
Ἄσπετος Γ · ἐπὶ μὲν τοῦ Θ ἄσπετος αἰθήρ“ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, σπῶ, ὡς παρὰ τὸ ἔχω σχῶ, καὶ ἐξ αὐτοῦ σπετός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπετος, οἱονεὶ ὁ μὴ δυνάμενος ἀφικέσθαι διὰ τὸ μέγεθος· ἐπὶ δὲ τοῦ ἄλλου σημαινομένου παρὰ τὸ ἔπω, τὸ λέγω, σπῶ σπετός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπετος, οἱονεὶ ὁ πολὺς καὶ μέγας καὶ δυνάμενος ἄρρητος γενέσθαι
α 1140
Ἄσπετον · τὸ πολύ. ἐγράφη
α 1141
Ἀσπίζω · εἰς τὸ Ὑπερασπιστής. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1142
Ἀσπίς Γ · σημαίνει δύο, τὸ ἑρπετὸν καὶ τὸ ὅπλον. καὶ τὸ ἑρπετὸν ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος τοῦ ὅπλου· οὕτω γὰρ συστρέψαν ἑαυτὸ πολεμεῖ καὶ μάχεται. γίνεται δὲ τὸ ὅπλον παρὰ τὸ σπίζω, ὃ σημαίνει τὸ ἐκτείνω καὶ μηκύνω· ὁ μέλλων σπίσω, σπίς καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπίς, τὸ μὴ εἰς ἔκτασιν μεμηκυνομένον, ἀλλʼ εἰς περιφέρειαν κεκυκλωμένον. ἀσπίς, ἀσπίδος. ὁ κανών· τὰ εἰς ις θηλυκὰ διὰ τοῦ π ἐκφερόμενα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ δος κλίνεται· ἀπλᾶ μέν, οἷον κρηπίς κρηπῖδος· σύνθετα δέ, οἷον βοῶπις βοώπιδος, ἑλικῶπις ἑλικώπιδοσ. διὰ τί ὀξύνεται; τὰ εἰς πις θηλυκὰ δισύλλαβα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχονται, βαρύνονται, οἷον τράμπις τράμπιδος θέσπις θέσπιδος, κάλπις κάλπιδος· εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνονται, οἷον ἀσπίς ἐλπίς ἐμπίς· σημαίνει δὲ τὸν κώνωπα
α 1143
Ἀσπίς · ὄνομα προσηγορικὸν ἐκ τοῦ σπίζω. τὸ δὲ σπίζω ἐκ τοῦ σπῶ, τὸ ἐκτείνω καὶ μηκύνω, σπίζω, σπίσω, σπίς καὶ μετὰ τοῦ στε ρητικοῦ α ἀσπίς, οἱονεὶ τὸ μὴ εἰς μῆκος ἐκτεταμένον, ἀλλʼ εἰς περιφέρειαν κεκυκλωμένον. ἢ παρὰ τὸ ἀσπαστὸν εἶναι τοῖς φοροῦσιν, ἐξ οὗ καὶ ῥίψασπις
α 1144
Ἀσπίς · παρὰ σπῶ, τὸ ἐκτείνω. στερητικὸν δὲ τὸ α. καὶ κλίνεται ἀσπίδος. ὁ κανών· τὰ εἰς ις ὀνόματα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, ἔχοντα τὸ π διὰ τοῦ δος κλίνεται· ἁπλᾶ μέν, οἷον κρηπίς κρηπῖδος· σύνθετα δέ, οἷον ῥίψασπις ῥιψάσπιδος. Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 1145
Ἀσπόρως · ἐκ τοῦ ἄσπορος
α 1146
Ἄσσω · εἰς τὸ Ἄγη ξίφος καὶ Ἀσύφηλον καὶ Ἄιττειν
α 1147
Ἄσσων · εἰς τὸ Ἐπασσύτερος
α 1148
Ἀστάρτη · ἔστιν ὄνομα εἰδώλου· λέγεται δὲ ἀπὸ μεταφορᾶς τοῦ ἄστρου· ἄστρον γὰρ ἐν τῷ οὐρανῷ ἀνάπλασμα, ἀφʼ οὗ τὸ εἶδος καλεῖται ἔχον ὄνομα ἄστρου. λοιπὸν παρὰ τὸ ἄστρον ἀστράτη καὶ ἐν ὑπερβιβασμῷ Ἀστάρτη
α 1149
Ἀστεῖος · ὁ ἐν ἄστει διατρίβων· λέγεται δὲ καὶ ὁ διὰ ἦθος χρηστὸν ἐπαινούμενος, ὡς ἦν τὸ παιδίον ἀστεῖον τῷ θεῷ.“ λέγεται δὲ καὶ ὁ γελωτοποιός
α 1150
Ἀστεμφές Β · ἐκ τοῦ στρέφω στρεφής, καὶ μετὰ τοῦ στερητικοῦ α ἀστρεφής, καὶ ἐν ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ ρ εἰς μ ἀστεμφής
α 1151
Ἀστεροπή · παρὰ τὸ στερίσκειν τοὺς ὦπας τοῦ ὁρᾶν διὰ τῆς ἀντιτυπούσης λαμπηδόνοσ
α 1152
Ἀστέρος · εἰς τὸ Ἄστρον
α 1153
Ἀστήρ · παρὰ τὸ ἄστατον ἔχειν τὸν δρόμον. ἢ παρὰ τὸ ἵστημι στήσω, στήρ καὶ ἀστήρ, ὁ μὴ ἱστάμενοσ. κλίνεται δὲ ἀστήρ ἀστέρος· σεσημείωται, ὡς καὶ τὸ πατέρος
α 1154
Ἀστίβητος · ἀπάτητος ἢ ἀδιάβατος· ἀπὸ τοῦ στείβω ὁ δεύτερος μέλλων στιβῶ, καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται στιβῶ, στιβήσω, ἐστίβηκα, ἐστίβημαι, ἐστίβηται, στιβητός καὶ ἀστίβητος μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ στείβω παρὰ τὸ στῶ στείβω· συντάσσεται μετὰ αἰτιατικῆς
α 1155
Ἀστράγαλος · παρὰ τὸ ἀστραβῆ καὶ ὀρθὴν φυλάσσειν τὴν βάσιν τοῦ ποδός
α 1156
Ἀστραπή · παρὰ τὸ ἀστάτως καὶ ῥᾷον παύεσθαι· ἢ παρὰ τὸ ἀστέρος ὦπα ἔχειν, ἤγουν διάπυρος ὡσ ἀστήρ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1157
Ἀστραπή · παρὰ τὸ ἀστράπτω, τοῦτο παρὰ τὸ ἄστρον, τοῦτο παρὰ τὸ στερρῶς ἄττειν ἐν τῷ λάμπειν
α 1158
Ἀστράπτω Β · ἐκ τοῦ ἀστεροπή τοῦ ἐκ τοῦ ἀστραπή· τοῦτο ἐκ τοῦ ἀστήρ ἀστέρος καὶ τοῦ ὄπτω ἀστεροπτή, καὶ ἀποβολῇ τοῦ τ ἀστεροπή· καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν ἀστεράπτω καὶ συγκοπῇ ἀστράπτω. Ἐρεννίου
α 1159
Ἀστρολογία ἀστρονομίας διαφέρει· ἀστρονομία μὲν γάρ ἐστιν ἡ κατάληψις τῶν ἄστρων· ἀστρολογία δὲ ἡ τὰ ἐκ τῶν κινήσεων τῶν ἀστέρων ἀποτελέσματα δηλοῦσα ἐπιστήμη
α 1160
Ἄστρον · παρὰ τὸ αἴθω πλεονασμῷ τοῦ ρ. ἢ παρὰ τὸ αἴθω, τὸ λάμπω, ὁ μέλλων αἴσω, αἶστρον καὶ ἀποβολῇ τοῦ ι ἄστρον
α 1161
Ἄστρον ἀστέρος διαφέρει· ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συνιστάμενον σχῆμα, ἤγουν ὅλον τὸ ζῴδιον· ἀστὴρ δὲ αὐτὸς ὁ λάμπων, ἤγουν ἕκαστος τῶν ἐν τῷ ζῳδίῳ
α 1162
Ἄστυ Γ · παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι ἐφʼ ὑψηλοῦ τόπου τὰς πόλεις ἐποίουν. διαφέρει δὲ ἄστυ καὶ πόλις· πόλις λέγεται ὁ τόπος καὶ οἱ κατοικοῦντες καὶ τὸ συναμφότερον, ἄστυ δὲ ὁ τόπος μόνος, καὶ Ὅμηρος Ρ φράζεο νῦν, ὅπ πως κε πόλιν καὶ ἄστυ σαώσεις.“ ἐξ αὐτοῦ γίνεται καὶ ἀστεῖος. ἐγράφη
α 1163
Ἀσύφηλον · ἄτιμον, ἢ ἀπαίδευτον, ἀδόκιμον καὶ ἀνόητον· καὶ Ὅμηρος ὁππότʼ ἐκείνων Μνήσομαι, ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν.“ ἔστι δὲ παρὰ τὸ ἄσσω, ὃ σημαίνει τὸ βλάπτω, καὶ τὸ φηλῶσαι, ὃ σημαίνει τὸ δολῶσαι καὶ ἀπατῆσαι, ἐξ οὗ καὶ φηλός, ὁ ἀπατηλός, καὶ φήληκες, τὰ σῦκα τὰ ὠμὰ μὲν ὄντα τῇ δὲ ἰδέᾳ πέπειρα· καὶ ὥσπερ παρὰ τὸ σώσω Σωσικράτης Σωσίβιος, ἀρκέσω Ἀρκεσίλαος, οὕτως καὶ παρὰ τὸ ἄσω καὶ τὸ φηλός γίνεται ἀσίφηλος καὶ ἀσύφηλος, ὡς δίφρος δύφρος καὶ τριφάλεια τρυφάλεια Μούνιχος Μούνυχος. ἢ παρὰ τὸ σοφός γίνεται σόφηλος καὶ μετὰ τοῦ στερητικοῦ α ἀσόφηλος, καὶ μεταβολῇ τοῦ ο εἰς υ ὡς ἄγορις ἄγυρις, γίνεται ἀσύφηλος
α 1164
Ἀσφάλεια · ἐκ τοῦ ἀσφαλής· τοῦτο δὲ παρὰ τὸ σφάλλω γίνεται σφαλής, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσφαλής, ὁ μὴ σφαλλόμενος. τὸ δὲ σφάλλω παρὰ τὸ σφήλω, ὃ σημαίνει τὸ ἀποτυγχάνω
α 1165
ἀσφοδελός διαφέρει· ἀσφόδελος μὲν γὰρ βαρυτόνως ὃ σημαίνει τὸ φυτὸν παρὰ τοῖς παλαιοῖς, ἀσφοδελὸς δὲ ὀξυτόνως τὸν τόπον ἐν ᾧ ἀσφόδελοι γίνονται
α 1166
Ἀσχαλάᾳ Β · ῥῆμα ἐνεστῶτος δευτέρας συζυγίας τῶν περισπωμένων· ἔστι γὰρ ἀσχάλλω, ὁ μέλλων ἀσχαλῶ καὶ ἐξ αὐτοῦ ῥῆμα περισπώμενον ἀσχαλῶ, τὸ δεύτερον ἀσχαλάεις, τὸ τρίτον ἀσχαλάει, ἀσχαλᾷ καὶ πλεονασμῷ τοῦ α ποιητικῶς ἀσχαλάᾳ, ὡς καὶ ἐν ἄλλῳ ὁ ποιητής Ξ οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ.“ καὶ ἔστι τὸ μὲν ἓν α τὸ πρὸ τέλους βραχύ, τὸ δὲ ἐπὶ τέλους μακρόν, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶσα συλλαβὴ πλεονάζουσα βραχυτέρα θέλει εἶναι τῆς ἐν ᾗ πλεονάζει συλλαβῆς
α 1167
Ἀσχάλλω · εἰς τὸ Ἔσκαλλεν
α 1168
Ἄσχετος · παρὰ τὸ ἔχω, τὸ κρατῶ, ἀφαιρέσει τοῦ ε καὶ πλεονασμῷ τοῦ ς σχῶ, σχετός, ὁ κρατητός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσχετος, ὁ ἀκράτητος. καὶ εἰς τὸ Ἄσπετος
α 1169
Ἀσωπός · ὁ σκοτεινοπρόσωπος· παρὰ τὸ ἄσις, ὃ σημαίνει τὸν ῥύπον, καὶ τὸ ὤψ ὠπός. Ὠρίωνος
α 1170
Ἀσωτία · τὸ μὴ ὂν εἰς σωτηρίαν· σωτηρία γὰρ τὸ σῶον τηρεῖν
α 1171
Ἄσωτος · παρὰ τὸ σώζω καὶ τοῦ στερητικοῦ α ὁ ἐστερημένος τοῦ σώζεσθαι. καὶ ἐξ αὐτοῦ ἀσωτία
α 1172
Ἀταλαίπωρον · ῥᾴθυμον, ὀλίγωρον· Ἀριστοφάνης Δαναΐσιν οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διάκειται.“ παρὰ τὸ α στερητικὸν καὶ τὸ ταλαίπωρος, ἐξ οὗ καὶ ταλαιπωρεῖν· σημαίνει δὲ τὸ κακοπαθεῖν καὶ ἐνεργεῖν. ταλαίπωρος δὲ κυρίως λέγεται ὁ περὶ τὸν πῶρον τλῶν, τουτέστι καρτερῶν, οἷον ταλάπωρος, καὶ πλεονασμῷ τοῦ ι ταλαίπωρος· οἱ γὰρ ἀρχαῖοι τοὺς νεφριτικοὺς ταλαιπώρους ἔλεγον, τοὺς τλῶντας περὶ τὸν πῶρον
α 1173
Ἀταλός · παρὰ τὸ ἁπαλός κατὰ μετάθεσιν στοιχείου
α 1174
Ἀταξία · τὸ μὴ ὂν ἐν τάξει καλῇ
α 1175
Ἀτάρ εἰς τὸ Αὐτάρ
α 1176
Ἀταρπός · παρὰ τὸ ἄτρεπτον καὶ ἴσον
α 1177
Ἀταρτηρός Α · παρὰ τὸ τείρω, τὸ καταπονῶ, καὶ κατὰ συγκοπὴν τρῶ, τρήσω, τρηρός, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, καὶ πλεονασμῷ τοῦ α καὶ τοῦ τ ἀταρτηρός. ἢ παρὰ τὸ ἄτην, ὃ σημαίνει τὴν βλάβην ἀτηρός καὶ ἀταρτηρός
α 1178
Ἀτάσθαλος παρὰ τὸ ἐν ἄτῃ θάλλειν, ἤγουν ἐν βλάβαις καὶ ἀδικίαις
α 1179
Ἅτε · ἐπίρρημα παραβολῆς ἀντὶ τοῦ ὥσπερ. Γεωργίου
α 1180
Ἀτειρής · ἐκ τοῦ ἀτερής γέγονε κατὰ πλεονασμὸν τοῦ ι ἀτειρής, οἱονεὶ ὁ μὴ ὢν ἁπαλός. καὶ εἰς τὸ Τριάς. Ἐρεννίου
α 1181
ἀτέλεστον διαφέρει· ἀτελὲς μὲν γάρ ἐστι τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδυνατοῦν τελεσθῆναι
α 1182
Ἀτέμβειν · παρὰ τὸ ἄτην βαλεῖν· υ οὐ γὰρ καλὸν ἀτέμβειν, οὐδὲ δίκαιον, Ξείνους Τηλεμάχου.“
α 1183
Ἀτενίζω · τὸ πάνυ βλέπω καὶ ἐκτείνω. τείνω, καὶ ὁ μέλλων τενῶ, καὶ κατὰ παραγωγὴν τενίζω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτενίζω, τὸ λίαν ἐπιτεταμένως ὁρῶ
α 1184
Ἄτερ · ἐκτός, χωρίς
α 1185
Ἀτέραμνος · παρὰ τὸ τείρω τέραμος, ὡς πλέκω πλόκαμος, καὶ πλεονασμῷ τοῦ μ τέραμνος καὶ ἀτέραμνος· ἢ παρὰ τὸ τέρεν τι μὴ εἶναι ἐν αὐτῷ
α 1186
Ἀτέραμνον · ἀπαραίτητον, σκληρόν, δεινόν, ἀκόρεστον, πολύ, τὸ μὴ τέρεν, ἀλλὰ σκληρόν. ἀτέραμνον οὖν κατὰ στέρησιν παρὰ τὸ μὴ εἶναι τέρεν τι ἐν αὐτῷ, τουτέστι τρυφερὸν καὶ ἀπαλόν, ἢ τὸ μὴ εὐχερῶς τειρόμενον, ὅ ἐστι βλαπτόμενον. λέγεται ἀτέρεμνα τὰ μὴ ἑψόμενα ὄσπρια, ἀλλὰ σκληρὰ καὶ κερασβόλα· καὶ ἀτεράμων, ὁ σκληρὸς καὶ ἀπηνὴς ἄνθρωπος
α 1187
Ἅτερος · εἰς τὸ Θάτερος
α 1188
Ἀτεχνῶς · ἀδόλως· τέχνη γὰρ ὁ δόλος
α 1189
Ἀτεχνῶς · ἀπλάστως· θ ἀμφὶ δὲ δεσμοὶ Τεχνήεντες ἔχυντο“, τουτέστι δολεροί. σημαίνει δὲ καὶ τὸ ἁπλῶς καὶ καθάπαξ. οἱ δέ, ἐν ἴσῳ τῷ ὄντι καὶ τῇ ἀληθείᾳ· οἱ δέ, τὸ παράπαν καὶ καθόλου
α 1190
Ἄτη Β · τὸ α μακρόν. οἱ μέν, ὅτι ἐστὶν ἀνάτη καὶ κατὰ κρᾶσιν γίνεται ἄτη. οὐκ ἔστι δέ· πλεονασμὸς γάρ ἐστι τοῦ α. ἔστι δὲ ἄλλως εἰπεῖν, ὅτι ἔστιν ἄετος, ὁ μάταιος καὶ ψευδής, καὶ γέγονεν ἐκ τοῦ ἐτεός· καὶ τὸ θηλυκὸν ἀέτη, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς α μακρὸν ἄτη. καὶ ἄλλως. ἔστι τῶ, τὸ λαμβάνω, ι Κύκλωψ, τῆ, πίε οἶνον“· καὶ μετὰ τοῦ στερητικοῦ α γίνεται ἄτη· οὐδεὶς γὰρ αὐτὴν λαμβάνει, ἀλλὰ πάντες ἐκφεύγουσι. καὶ εἰς τὸ Αἴτιος καὶ Ἀταρτηρός καὶ Ἀτάσθαλος καὶ Ἄτρυτα
α 1191
Ἀτύζεσθαι · παρὰ τὴν ἄτην· οἱ γὰρ ἐν ἄτῃ ὄντες ταράττονται
α 1192
Ἀτιμάζω Α · ἐξ οὗ τὸ ἠτίμασεν“· τοῦτο παρὰ τὸ ἀτιμῶ, ὡς βῶ βάζω· τοῦτο παρὰ τὸ ἄτιμος· τοῦτο παρὰ τὸ τιμή· τοῦτο παρὰ τὸ τίω. τὸ ι μακρόν. ἔστι δὲ τὸ ἀτιμῶ δευτέρας συζυγίας καὶ τρίτης. τὸ τίω σημαίνει γ· τὸ τιμῶ Ε θεὸς δʼ ὣς τίετο δήμῳ“, τὸ τιμωρῶ καὶ τὸ ἀποδίδωμι. καὶ τὸ ἀτιμῶ σημαίνει γ· τὸ ἀτιμάζω, τὸ ὑβρίζω καὶ τὸ καταδικάζω. τί διαφέρει τὸ ἀτιμῶ ἡ τρίτη συζυγία τοῦ ἀτιμάζω; ἀτιμῶ μὲν λέγεται τὸ κατὰ τὸν νόμον ὁλοσχερῶς κατακρίνω, ἐξ οὗ καὶ τὸ ἐπὶ ξύλου ἠτιμωμένος,“ τουτέστι κατακεκριμένος, λάβετε“ γὰρ αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε“· ἀτιμάζω δέ, τὸ ὑβρίζω. πάλιν διαφέρει τὸ ἀτιμῶ ἡ τρίτη συζυγία τῶν περισπωμένων τῆς δευτέρας· ἡ μὲν γὰρ τρίτη συζυγία παρασύνθετός ἐστι ἐκ τοῦ ἄτιμος, ἡ δὲ δευτέρα σύνθετος ἐκ τοῦ τιμή, ἐξ οὗ τὸ Α ἠτίμησεν.“
α 1193
ἀτιμάζεται διαφέρει· ἀτιμοῦται μέν τις ὑπὸ τοῦ νόμου ὁλοσχερῆ ἀτιμίαν, ἀτιμάζεται δέ τις ὑβριζόμενος ἔν τινι πράγματι
α 1194
Ἀτλαντικὸν πέλαγος · ὁ Ὠκεανός· ἀπὸ τοῦ Ἄτλαντος ὄρους τῆς Λιβύης. καὶ εἰς τὸ Ἑσπερία
α 1195
Ἄτλας ·. παρὰ τὸ μὴ κοπιᾶν. καὶ εἰς τὸ Τλήσομαι
α 1196
Ἀτμένες · οἱ δοῦλοι, οἱ ἄτερ μένους ὄντες διὰ κακοπάθειαν. καὶ εἰς τὸ Θής
α 1197
Ἀτμήν · παρὰ τὸ τιμήν ἀτμήν· ἄτιμον γὰρ τὸ δοῦλον
α 1198
Ἀτμίς · παρὰ τὸ ἄω, τὸ πνέω, ἄσω ἀσμίς καὶ ἀτμίς
α 1199
Ἄτομον · παρὰ τὸ τέμνω τόμος καὶ ἄτομον· ἐπιτατικὸν δὲ τὸ α
α 1200
Ἄτον · εἰς τὸ Ἧττον
α 1201
Ἄτρακτος · παρὰ τὸ ταράσσω ταρακτός καὶ ἄτρακτος
α 1202
Ἀτραπόν · τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ
α 1203
Ἀτράφαξυς · εἰς τὸ Λιγύφθογγος
α 1204
Ἀτρείδης Β · πατρωνυμικὸν ὄνομα. διαφέρει δὲ τὸ πατρωνυμικὸν τοῦ κτητικοῦ, ὅτι τοῖς μὲν πατρωνυμικοῖς ἐνδέχεται τὰ τῶν παίδων ὀνόματα συντάσσειν καὶ μή. εἰ γὰρ ἀδελφῶν ὄντων τινῶν τούτων ἕνα σημᾶναι βουλοίμεθα, τῷ πατρωνυμικῷ παρατίθεμεν τὸ τοῦ παιδὸς κύριον ὄνομα, οἷον Ἀτρείδης Μενέλαος, Πριαμίδης Ἕκτωρ· εἰ δὲ μὴ ὦσιν ἀδελφοί, οὐ χρεία προσθήκης κυρίου· ἀρκούμεθα γὰρ τῇ πατρωνυμίᾳ, οἷον Πηλείδης ἐφόνευσεν Ἕκτορα.“ τὰ γὰρ πατρωνυμικὰ αὐτόθεν ἔχει τὴν σημασίαν, κἂν μήτε τοὺς υἱοὺς ἐπάγοιτο μήτε τὸ τοῦ παιδὸς κύριον· τὰ δὲ κλητικὰ οὐχ οὕτως, ἀλλʼ ἀνάγκη προσυπακούεσθαί τι αὐτοῖς· εἰ δέ τις φαίη Πλατωνικόσ“ οὐ προσυπακουομένου τοῦ νόμος ἢ χιτών, ἀτελές ἐστι. διὸ ἀναγκαίως δεῖ ἐπιφέρειν τοῖς κτητικοῖς προσηγορικὰ ἢ κύρια, οἷον Ὁμηρικὸς λόγος, βασιλικὸς δόμος
α 1205
Ἀτρεκέως Β · ἐπίρρημα μεσότητος· παρὰ τὸ δέρκω, ὃ σημαίνει τὸ βλέπω, ὄνομα δερκές, καὶ κατʼ ἐπέκτασιν τοῦ α γίνεται ἀδερκές, τὸ λίαν ὑπερβλέπον, καὶ τροπῇ τοῦ δ εἰς τ ἀτρεκές, τὸ λίαν ὑπερβλεπόμενον. ἢ παρὰ τὸ τρέχω, ὁ μὴ τρέχων. Νικήτου
α 1206
Ἀτρέκεια · ἐκ τοῦ ἀτρεκής
α 1207
Ἀτρέμας Β · γίνεται ἐκ τοῦ ἀτρεμῶ, καὶ ἔστι παρασύνθετον ἐκ τοῦ ἀτρεμής· τοῦτο παρὰ τὸ τρέμω καὶ τὸ στερητικὸν α ἀτρεμής, καὶ ῥῆμα εἰς ω ἀτρεμῶ, καὶ ἐξ αὐτοῦ ἐπίρρημα εἰς ας ἀτρέμας. ἔστι δὲ καὶ εἰς α ἀτρέμα· ὥσπερ ἐκ τοῦ ἠρεμῶ γίνεται ἠρέμας καὶ ἠρέμα, οὕτως καὶ τοῦτο
α 1208
Ἀτρεύς · παρὰ τὸ τρῶ. ἄφοβος γάρ
α 1209
Ἄτρυτα · ἀκάματα, σκληρὰ καὶ ἰσχυρά. σημαίνει δὲ καὶ ἀβλαβῆ, οἷον ἄτρητα· παρὰ τὸ τρῶ τρήσω τρητά καὶ ἄτρυτα μετὰ τοῦ στερητικοῦ α καὶ τροπῇ τοῦ η εἰς υ ὡς ἅλμη ἁλμυρός
α 1210
Ἀτρώς · εἰς τὸ Προβλῆτι
α 1211
Ἄιττειν · τὸ ἅλλεσθαι καὶ πηδᾶν· γίνεται παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ᾄσσω καὶ τροπῇ τῶν δύο σς εἰς ττ ᾄττειν. καὶ εἰς τὸ Διάττειν καὶ Στρατός
α 1212
Ἀττική · παρὰ τὸ ἀκτή. οὕτως ἐλέγετο τὸ παλαιόν
α 1213
Ἄττω · εἰς τὸ Κάττα
α 1214
Ἀτῶ · εἰς τὸ Ἐλεηλάτει
α 1215
Αὖα · παρὰ τὸ εἰς αὖσιν καὶ καῦσιν ἐπιτήδεια εἶναι
α 1216
Αὖας · παρὰ τὸ αὔω, τὸ φωνῶ
α 1217
Αὐγή · παρὰ τὸ ἄγω· διʼ ἣν ἀγόμεθα, εἴγε σκότος διὰ τὸ ἐπισχεῖν ἡμᾶς. Ἰωάννου Λυδοῦ
α 1218
Αὔγουστος · ἀπὸ Αὐγούστου βασιλέως οὕτως ἐπικληθέντος· ἀπὸ γὰρ τῆς αὐτοῦ βασιλείας καὶ μέχρι σήμερον Αὔγουστοι οἱ βασιλεῖς κικλήσκονται. ὅθεν καὶ βῆλον ἐν τοῖς βασιλείοις μελέθροις ἐπικρέμαται· τυραννοῦντος γάρ τινος αὐτῷ ἐν τοῖς μέρεσι τῆς Ἰλλυρίας καὶ χειρωθέντος ὑπʼ αὐτοῦ, διὰ τὸ ἰταμὸν καὶ σκληρὸν τὸν ἀντίπαλον γεγονέναι πρὸς μνήμην καὶ τιμὴν τῆς ἑαυτοῦ βασιλείας τὸ κολόβιον αὐτοῦ ἐκρέμασεν καὶ ἔκτοτε οἱ βασιλεῖς βῆλον ἐπιτιθέασιν ἔμπροσθεν αὐτῶν κατὰ μίμησιν ἐκείνου, ὅθεν καὶ ἡ ἀπογραφὴ πρώτη γέγονεν. Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 1219
Αὐδῶ · παρὰ τὸ αὔω, τὸ φωνῶ. καὶ εἰς τὸ Ηὖδα
α 1220
Αὐθαίρετος · παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι, αἱρετός, καὶ μετὰ τῆς αὐτός αὐτοαιρετός καὶ συγκοπῇ αὐταίρετος, καὶ τροπῇ τοῦ τ εἰς θ αὐθαίρετος· σημαίνει δὲ τὸν αὐτοπροαίρετον
α 1221
Αὐθέντης · ἐκ τοῦ φῶ, τὸ φονεύω, φένω διὰ τοῦ ε φιλοῦ, ἐκθλίψει τοῦ δασέος ἕνω ὁ φόνος, ὄνομα ῥηματικὸν ἕντης, καὶ μετὰ τῆς αὐτός αὐτοέντης, καὶ ἐν συγκοπῇ δασέων αὐτέντης· καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, τρέπεται τὸ τ εἰς θ καὶ γίνεται αὐθέντης
α 1222
Αὖθι Β · ἐπίρρημα τοπικόν, καὶ ἔστι τῆς ἐν τόπῳ· καὶ γίνεται ἐκ τοῦ αὐτόθι· τοῦτο ἐκ τοῦ αὐτοῦ, Ὅμηρος Θ αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο“, καὶ δηλοῖ τὴν ἐν τόπῳ σχέσιν, ἀντὶ τοῦ ἐκεῖσε. καὶ ὥσπερ ἀπὸ τοῦ ἀγχοῦ γίνεται ἀγχόθι, οὕτως καὶ ἀπὸ τοῦ αὐτοῦ αὐτόθι, καὶ συγκοπῇ αὖθι. διαφέρει δὲ αὖθις καὶ αὖθι· τὸ μὲν αὖθι χωρὶς τοῦ ς τοπικὸν ἐπίρρημα ἀπὸ τοῦ αὐτόθι, τὸ δὲ αὖθις σημαίνει τὸ πάλιν καὶ μετὰ ταῦτα. τὸ θι ι · τὰ εἰς ις ἐπιρρήματα πεφυκότα λέγεσθαι χωρὶς τοῦ ς διὰ τοῦ ι γράφεται· αὖτις καὶ αὖτι, μέχρις καὶ μέχρι αὖθις καὶ αὖθι
α 1223
Αὐθιγενεῖς · εἰς τὸ Ἰθαγενεῖς
α 1224
Αὖ θώρηκα · εἰς τὸ Δεύτερον αὖ θώρηκα
α 1225
Αὐλή · παρὰ τὸ αὔω, τὸ λάμπω, αὐή καὶ πλεονασμῷ τοῦ λ αὐλή. ἢ παρὰ τὸ ἄω, τὸ πνέω
α 1226
Αὐλίδα Β · ἐκ τοῦ Αὐλίς· τὸ δὲ Αὐλίς, ἐκ τοῦ αὐλίζω αὐλίσω Αὐλίς. καὶ τί μετέχει; ἐπειδὴ ἐκεῖ συνηθροίσθη ἅπας ὁ Ἑλληνικὸς στρατός
α 1227
Αὐλός · παρὰ τὸ αὔω, τὸ φωνῶ· καὶ Ὅμηρος Υ αὖε δʼ Ἄρησ ἑτέρωθεν“. ἢ παρὰ τὸ ἄω, τὸ πνέω. ἢ παρὰ τὸ αὔω, τὸ βοῶ, ἐξ οὗ Υ αὖε δʼ Ἄρης.“ καὶ εἰς τὸ Ἔναυλος. Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 1228
Ἄϋλος · ὁ μὴ ἔχων ὕλην· παρὰ τὸ ὕλη ὗλος καὶ ἄϋλος μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ ὕλη παρὰ τὸ ὕω, τὸ βρέχω, ἡ διʼ ὑγρᾶς αὐξανομένη. τὰ δὲ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν ἀναπέμπουσι τοὺς τόνους
α 1229
Αὐλῶπις · αὐλίσκον ἔχουσα, καθʼ οὗ πήγνυται ὁ λόφος, ἵνʼ ᾖ εἶδος περικεφαλαίας λόφον εἰς ὀξὺ ἀνατεταμένον ἐχούσησ
α 1230
Αὔρα · παρὰ τὸ ἀήρ κατὰ ἀναστροφὴν παρωνύμως
α 1231
Αὐρῶ · εἰς τὸ Ἀπούρας
α 1232
Αὐστηρός · παρὰ τὸ αὔω, τὸ ξηραίνω, ὁ μέλλων αὔσω, ἐξ αὐτοῦ αὐστηρός· ὅπερ παρὰ τὸ ὕω, τὸ βρέχω
α 1233
Αὐτάρ τοῦ δέ διαφέρει· ὅτι ὁ μὲν αὐτάρ προτάσσεται, ὁ δὲ δέ ὑποτάσσεται. ὀξύνεται δὲ τὸ αὐτάρ ἢ βαρύνεται; οἱ μὲν οὖν ὀξυτόνως ἀνέγνωσαν, ὡς Καλλίμαχος οἱ δὲ βαρυτόνως λόγῳ τοιῷδε· πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται, οἷον ἄφαρ, δάμαρ, εἶθαρ, οὖθαρ, στέαρ. ῥητέον δέ, ὅτι οὐδεὶς συμπλεκτικὸς σύνδεσμος ἢ περισπᾶται ἢ βαρύνεται, πάντες δὲ σχεδὸν ὀξύνονται
α 1234
ἀτάρ · ποῖόν ἐστιν ἀναλογώτερον; καὶ λέγομεν, ὅτι κατὰ πλεονασμόν ἐστι τὸ αὐτάρ ἐκ τοῦ ἀτάρ, τὸ δὲ ἀτάρ οὐ δύναται γενέσθαι ἐκ τοῦ αὐτάρ κατὰ ἀποβολὴν τοῦ υ · κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι παρεπόμενόν ἐστι τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ μετὰ τὴν ἀπόστασιν τοῦ ὑποτακτικοῦ φωνήεντος ἐκτείνειν τὸ α οὐχ ἑτέρου λόγου ἐπικρατοῦντος, οἷον κλαίω κλάω, αἰετός ἀετός, κεφάλαιον κεφαλάδιον, οὔραιον οὐράδιον. εἴπερ οὖν καὶ ὁ αὐτάρ σύνδεσμος ἔνδειαν εἶχε τοῦ υ ἐν τῷ ἀτάρ, παρείπετο ἂν καὶ ἡ τοῦ α ἔκτασις
α 1235
Αὐτάρκης · παρὰ τὸ αὐτός καὶ τὸ ἀρκῶ, τὸ βοηθῶ, ὁ ἑαυτῷ ἐπαρκῶν καὶ βοηθῶν
α 1236
Αὖτε · εἰς τὸ Τότʼ αὖ
α 1237
Αὐτῆμαρ · ἐπίρρημα καιροῦ παραστατικόν
α 1238
Ἀϋτῆς Β · παρὰ τὸ αὔω, τὸ φωνῶ· τοῦτο παρὰ τὸ ἄω, τὸ πνέω, καὶ πλεονασμῷ αὔω, ὁ μέλλων αὔσω, ὄνομα ῥηματικὸν αὐλός, ἡ ἐπιμήκης παράτασις, καὶ παρώνυμον ὄνομα αὖλαξ, ἡ ἐπιμήκησ διαχάραξις τοῦ ἀρότρου
α 1239
Αὐτίκα · ἐπίρρημα μεσότητος καὶ χρόνου δηλωτικόν. τὸ τι ι · τὰ εἰς κα ἐπιρρήματα τῷ ι παραλήγονται, οἷον αὐτίκα ἡνίκα πηνίκα
α 1240
Αὖτις Β · ἐκ τοῦ τίς καὶ μετὰ τοῦ στερητικοῦ α τοῦ σημαίνοντος τὸ εἰς τοὐπίσω γίνεται ἄτις· καὶ ὥσπερ παρὰ τὸ ἐρύω γίνεται ἐρύσω ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ Α αὐέρυσαν“, οὕτω καὶ ἄτις, ὃ σημαίνει τὸ πάλιν, γίνεται πλεονασμῷ τοῦ υ αὖτις. τί διαφέρει τὸ αὖτις τοῦ πάλιν; διαφέρει· τὸ μὲν γὰρ πάλιν ἐστὶ τοπικόν, τὸ γὰρ εἰς τοὐπίσω δηλοῖ· τὸ δὲ αὖτις ἐστὶ χρονικόν, τὸ ἐξ ὑστέρου γὰρ δηλοῖ
α 1241
Αὐτοβοεί · τὸ παραχρῆμα συντελεσθῆναι ἐπὶ πολεμικοῖς ἔργοις, οἷον ταχέως, ἅμα βοῇ. παρὰ δὲ Θεοπόμπῳ ἐπὶ τοῦ κατὰ κράτος
α 1242
Αὐτόθι · εἰς τὸ Αὖθι
α 1243
Αὐτόματος · παρὰ τὸ μαίω, ἐξ οὗ καὶ μασθός. καὶ εἰς τὸ Μεμαῶτες
α 1244
Αὐτομάτως · αὐτοκελεύστως, αὐτοκλήτως, αὐτοβούλως· ἀπὸ τοῦ μαίω, ὃ σημαίνει τὸ ζητῶ, γίνεται μαστός, ὃν ἐπιζητοῦσι τὰ βρέφη, καὶ ἐξ αὐτοῦ αὐτόματος, ὁ μὴ ἐπιζητηθείς, ἀλλʼ αὐτὸς ἑαυτὸν ἐπαγαγών· ἀπὸ τούτου καὶ τὸ ἀπροτίμαστος γυνή, ἡ μὴ ἐπιζητηθεῖσα, Τ δ ἀλλʼ ἔμενʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ μεγάροισιν ἐμοῖσιν.“
α 1245
Αὔτως Β · ἀντὶ τοῦ ματαίως· καὶ ἔστιν ἐπίρρημα μεσότητος, καὶ ψιλοῦται πρὸς ἀντιδιαστολὴν ἑτέρου τοῦ σημαίνοντος τὸ οὕτως. καὶ τοῦτο διὰ τί ψιλοῦται; τὸ στερητικὸν α ψιλοῦται. καὶ πῶς ἐστι στερητικόν; πόθεν παράγονται τὰ ἐπιρρήματα τῆς μεσότητος; ἐκ τῶν γενικῶν ὀνομάτων. καὶ πῶς ἐστιν ἡ γενικὴ τοῦ ὀνόματος; ἔστιν ἐτός, καὶ σημαίνει τὸν ἀληθῆ, ἐξ οὗ καὶ πλεονασμῷ τοῦ ε ἐτεός. τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω, εἰμί· ἐξ αὐτοῦ γίνεται ἐτός, ὁ ἀληθής· τὸ γὰρ ἀληθὲς ὑπάρχει, τὸ δὲ ψεῦδος οὐχ ὑπάρχει· καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος, καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει. καὶ κλίνεται ἀέτου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι, ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἀέτως, καὶ ψιλοῦται ὡς στερητικόν, καὶ κράσει αὔτως. Φωτίου
α 1246
Αὐχήν · παρὰ τὸν αὐχμός· ξηρὸς γὰρ ὁ τράχηλος καὶ ὀστώδης. καὶ εἰς τὸ Δειρή καὶ Ὀσφύς
α 1247
Αὐχῶ · εἰς τὸ Εὖχος
α 1248
Αὕω · σημαίνει τὸ λάμπω. διὰ τί δασύνεται; διότι ἀπὸ τοῦ φῶ, τὸ λάμπω, γίνεται φαύω καὶ αὕω κατὰ ἀποβολὴν τοῦ φ. καὶ εἰς τὸ Αἴης καὶ Ἄνεως καὶ Ἄιττειν καὶ Αὐλή καὶ Ἀϋτῆς καὶ Ἥλιος καὶ Τηλαυγής καὶ Ὠρύω. Ὁμήρου
α 1249
Ἄφαρ Β · ἐπίρρημα μεσότητος ἀντὶ τοῦ εὐθέως· παρὰ τὸ ἅπτω, τὸ εὐθέως καὶ ἅμα τῷ ἅψασθαι γινόμενον. ἐξ οὗ καὶ οἱ Ἴωνες καὶ οἱ Ἐφέσιοι ἀφαρεί λέγουσι τὸ ταχέως καὶ ἀσκόπως ποιεῖν τι ἢ φθέγγεσθαι
α 1250
Ἀφάρτεροι Ψ · ἀπὸ τοῦ ἄφαρ ἀφάρτεροι, τουτέστι ταχύτεροι. ἢ παρὰ τὸ ἀφαρεί, ὅ ἐστιν ἐσπουδασμένως
α 1251
Ἀφαυρά · ἀσθενέστερα, ἀμαυρότερα, ἢ κουφότερα· ἀπὸ τοῦ ἀφαυρ όσ ἤτοι ἄγαν παῦρος καὶ ὀλίγος κατὰ δύναμιν. ἢ παρὰ τὸ φῶ, τὸ λέγω, φάρος, πλεονασμῷ τοῦ υ καὶ μετὰ τοῦ στερητικοῦ α ἀφαυρός, ὁ μηδενὸς λόγου ἄξιος. Χοιροβοσκοῦ
α 1252
Ἀφεγγής · ἐκ τοῦ φέγγος φεγγής καὶ ἀφεγγής· τοῦτο δὲ παρὰ τὸ φῶς ἄγειν
α 1253
Ἀφέηκα · εἰς τὸ Ἀπαιωρημένος καὶ Ἀπῃωρημένος
α 1254
Ἀφελής · παρὰ τὴν ἀπό πρόθεσιν καὶ τὸ ἑλεῖν· ὅπερ σημαίνει τὸν ἄκακον κατὰ τὸ φερόμενον ἐν τῇ κοινότητι. Ὁμήρου
α 1255
Ἄφενος Α · ὁ ποιητὴς οὐδετέρως χρᾶται τῇ λέξει, τινὲς δὲ ἀρσενικῶς. γίνεται ἐκ τοῦ ἕνος, ὃ σημαίνει τὸ ἐνιαυτόν, ἄφενος προπαροξυτόνως· ἀφενὸς δὲ ἄνθρωπος ὁ πλήρης τοῦ ἀφένου. ἕνος δέ, ὁ ἐνιαυτός, παρὰ τὸ ἕω, τὸ πληρῶ. ἄφενος οὖν ὁ ἐξ ἑνὸς ἐνιαυτοῦ συναγόμενος πλοῦτος, πλοῦτος δὲ ὁ ἐκ πολλῶν
α 1256
Ἄφενος · τὸ ἀπʼ ἐνιαυτοῦ περιὸν εἰς νέωτα· ἢ ἄπενος, τὸ μὴ ἐν πενίᾳ, ἀλλʼ ἐν περιουσίᾳ χρημάτων. Δίδυμος
α 1257
Ἀφέξει · ἐκ τοῦ ἔχω ἀπέχω ἀφέξω
α 1258
Ἄφετος · παρὰ τὸ ἀφίημι
α 1259
Ἀφέωνται · ἀφίημι, ὁ παρακείμενος ἀφῆκα, ὁ Ἀττικὸς ἀφέωκα· οἱ γὰρ Ἀττικοί, ἡνίκα πλεονασμὸν τοῦ ε κατὰ τὸν παρακείμενον ποιήσωσι, τότε καὶ τὸ ἐπαγόμενον φωνῆεν εἰς ω τρέπουσι· ὁ παθητικὸς ἀφέωμαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἀφέωνται αὐθυπότακτον
α 1260
Ἁφή · παρὰ τὸ ἅπτω, ὃ σημαίνει τὸ προσεγγίζω, ὁ μέλλων ἅψω, ὁ παρακείμενος ἧφα καὶ ἐξ αὐτοῦ ἡφή καὶ ἁφή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1261
Ἀφῆκα · παρὰ τὸ ἀφίημι ἀφήσω ἀφῆκα. εἰς τὸ Ἀπῃωρημένος
α 1262
Ἀφηνιάζω · εἴρηται ἡ λέξις ἀπὸ μεταφορᾶς τῶν ἵππων τῶν σκληρυνομένων καὶ ἄποθεν τῶν ἡνίων καθεστώτων. ἀφηνιάζειν οὖν τὸ σκληρύνεσθαι καὶ ἄπο τῆς εὐθείας ὁδοῦ εἶναι. γίνεται ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸν λῶρον, ἡνιάζω καὶ ἀφηνιάζω
α 1263
Ἀφήσω Β · ὁ παρακείμενος ἀφῆκα· καὶ οἱ Ἴωνες πλεονάζουσι τὸ ε ἥνδανε ἑήνδανε, ὥρακα ἑώρακα, οὕτως ἀφέηκα· καὶ τὸ μακρὸν εἰς μακρὸν τρέπεται, τὸ η εἰς ω καὶ γίνεται ἀφέωκα, τὸ παθητικὸν ἀφέωμαι καὶ ἀφέωνται. Νικήτου
α 1264
Ἄφθιτον · ἔστι φθίω, τὸ φθείρω
α 1265
Ἄφθιτον Β · ἐκ τοῦ φθιτός καὶ τοῦ α τοῦ στερητικοῦ· τοῦτο παρὰ τὸ φθίω· τοῦτο δὲ διφορεῖται καὶ διὰ τοῦ ι καὶ διὰ τῆς διφθόγγου γράφεται
α 1266
Ἀφίγμεθα · ἀπὸ τοῦ ἵκω ἵξω ἷχα ἷγμαι, ὥσπερ λέλεχα λέλεγμαι· καὶ λαμβάνει τὴν πρόθεσιν καὶ γίνεται ἀφῖγμαι καὶ ἀφίγμεθα τὸ πληθυντικόν. Εὐλογίου σχολαστικοῦ. Εὐλογίου
α 1267
Ἀφίγμεθα · ἀπὸ ποίου θέματος; καὶ λέγομεν ἀπὸ τοῦ ἵκω ἵξω ἷχα, ὁ παρακείμενος παθητικὸς ἷγμαι, ὥσπερ λέλεχα. ἐγράφη
α 1268
Ἀφίει Α · ἔστι ῥῆμα ἱῶ περισπώμενον καὶ δασυνόμενον· τούτου ὁ παρατατικὸσ ἵουν, τὸ δεύτερον ἵεις, τὸ τρίτον ἵει καὶ ἐν συνθέσει ἀφίει, ἐξ οὗ καὶ τὸ Α προΐει“. ἰστέον δέ, ὅτι τοῦ τίθημι καὶ δίδωμι καὶ ἵημι οἱ παρῳχημένοι μᾶλλον ἀπὸ τῶν εἰς ω εἰσὶν ἐν χρήσει ἤπερ ἀπὸ τῶν εἰς μι · Α ὧς εἰπὼν ἐν χερσὶ τίθει“ καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα.“ Γεωργίου
α 1269
Ἀμφιειμένος · ὁ ἐνδεδυμένος· παρὰ τὸ ἕω γέγονε, ὃ σημαίνει τὸ ἐνδύομαι· τούτου ὁ μέλλων ἕσω, ὁ μέσος παρακείμενος εἷα καὶ ὁ παθητικὸς εἷμαι καὶ ἡ μετοχὴ εἱμένος καὶ ἐν συνθέσει ἀμφιειμένος
α 1270
Ἀφικέσθαι · εἰς τὸ Ἱκέσθαι
α 1271
Ἄφιξις · διὰ τοῦ ι · γέγονε δὲ ἀπὸ παθητικοῦ ῥήματος τοῦ ἀφῖγμαι ἀφῖξαι ἀφῖκται καὶ ἄφιξις
α 1272
Ἀφίει · τὸ θέμα ἀφιῶ, τὸ πέμπω, ὁ παρατατικὸς ἀφίεον ἀφίουν, ἀφίεες ἀφίεις, ἀφίεει ἀφίει τρίτου προσώπου
α 1273
Ἀφλοισμός · παρὰ τὸ ἀφροισμός. Γεωργίου
α 1274
Ἀφνειός ·. ἔστιν ἕνος, ὁ ἐνιαυτός· ἐκ τούτου γίνεται ἄφενος, οἱονεὶ ὁ ἐκ τοῦ καρποῦ τοῦ ἐνιαυτοῦ συναγόμενος πλοῦτος. ἐκ τοῦ ἄφενος οὖν γίνεται ἀφενειός, καὶ κατὰ συγκοπὴν τοῦ ε ἀφνειός. καὶ εἰς τὸ Ὀλβιόδαιμον καὶ Πλούσιος
α 1275
Ἄφνω · τὸ ἐξ ἀφανοῦς· ἀφανής ἀφανῶς ἐπίρρημα, συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς ἄφνω. βαρύνεται δὲ ὡς τὸ πόρρω ἔξω
α 1276
Ἀφόρδια · παρὰ τὸ ἔξω τῆς ὁδοῦ προχωρεῖν
α 1277
Ἀφορία · εἰς τὸ Ἀπορία
α 1278
Ἀφοσιοῦται · τὸ πληροῦται· ἐκ τοῦ ἀφοσιῶ· τοῦτο παρὰ τὸ ὅσιος ὁσιῶ καὶ ἀφοσιῶ, τὸ τὰ νενομισμένα ἐπὶ τῇ ταφῇ πληρῶ
α 1279
Ἀφοσιῶ · τὸ πληρῶ καὶ ἀποδιδῶ
α 1280
Ἀφραδία Β · ἐκ τοῦ ἀφραδής μετὰ τοῦ στερητικοῦ α ὁ ἄβουλος καὶ ἄπειρος, καὶ τὸ θηλυκὸν ἀφραδία
α 1281
Ἀφροδίτη · Εὐριπίδης παρὰ τὴν ἀφροσύνην τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη γίνεται βροτοῖσ“· ἐναντία γάρ ἐστιν αὕτη τῇ φρονήσει. καὶ Ἐπαφρόδιτος παρὰ τὸ ἀφραδές, τουτέστι μὴ νομίζουσα· φρόνησιν, διὰ τὸ ἀφραδὲς καὶ ἄγνωστον τῆς μίξεως· ἢ παρὰ τὸν ἀφρὸν τῆς συνουσίας, ἢ διὰ τὸ ἐκ θαλάττης αὐτῆς τὴν γένεσιν εἶναι. ὁ δὲ Δίδυμος παρὰ τὸ ἁβρὸν τῆς διαίτης· τὸ γὰρ β τοῦ φ συγγενές ἐστι, δῆλον δὲ ἐκ τοῦ τοὺς Μακεδόνας τὸν Φίλιππον Βίλιππον καλεῖν καὶ τὸν φαλακρὸν βαλακρὸν καὶ τοὺς Φρύγας Βρύγας καὶ τοὺς ἀνέμους, διὰ τὸ φυσᾶν φυσητὰς ὄντας, βύκτας, καὶ Ὅμηρος κ βυκτάων ἀνέμων.“ διχῶς δὲ καὶ ἡ ἁβροδίαιτος, ὅτι δεῖ αὐτῇ διὰ τὸ κάλλος χλιδῆς, ἢ ὅτι οἱ κατεχόμενοι τῇδε τῇ θεῷ ἁβροὶ καὶ πολυτελεῖς. Γεωργίου
α 1282
Ἀφροδίτη · ὥσπερ ἀπὸ τοῦ φυτόν γέγονε φυτρός καὶ φιτρός κατὰ τροπὴν τοῦ υ εἰς ι ὅ ἐστι κορμός, καὶ ἀπὸ τοῦ δύο φέρειν γίνεται δυόφορος καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι δίφορος καὶ δίφροσ, ὅ ἐστιν ἅρμα, παρὰ τὸ δύο φέρειν· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀναδῦσα καὶ τοῦ ἀφροῦ ἀνέρχεσθαι γίνεται ἀφροδύτη καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Ἀφροδίτη. γέγονε δὲ παρὰ τὸν ἀφρὸν Ἀφροδίτη. Ἀφροδίτη δὲ λέγεται παρὰ τὴν ἀφροσύνην. καὶ εἰς τὸ Ἀνεπαφρόδιτος
α 1283
Ἀφροντιστήσας · ἀμεριμνήσας, ἢ ἀμελήσας. ἀπὸ τοῦ ἀφροντιστῶ· τοῦτο παρὰ τὸ φροντίζω φροντίσω πλεονασμῷ τοῦ τ μετὰ περισπωμένου τόνου φροντιστῶ, καὶ ἀφροντιστῶ μετὰ τοῦ στερητικοῦ α. τὸ δὲ φροντίζω παρὰ τὸ φροντίς· τοῦτο παρὰ τὸ τὰς φρένας τίειν, ὅ ἐστι τιμωρεῖν· οἱ γὰρ φροντίδα ἔχοντες, τὰς φρένας τιμωροῦνται. συντάσσεται μετὰ γενικῆς
α 1284
Ἄφρων ἀνοήτου διαφέρει· ἄφρων ἐστὶν ὁ ἐστερημένος φρονήσεως καὶ ὁ πρὸς τὰ κοινὰ καὶ ἀνθρώπινα διορατικῶς μὴ ἔχων καὶ ὁ ἄθεος καὶ ὁ ἐθνικῶς ζῶν· ἄνους δὲ ὁ μὴ ἔχων τὰ τοῦ ἀνθρώπου ἐξαίρετα, ἀλλὰ καὶ τὸ περὶ τὴν ζωὴν βλαβερόν, καὶ Ἰουδαϊκῶς καὶ τὴν τοῦ νόμου τήρησιν πολιτευόμενος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1285
Ἄφρων · παρὰ τὸ φρῶ, τὸ προϊῶ, μετὰ τοῦ στερητικοῦ α
α 1286
Ἀφυής · ἐκ τοῦ φυής, ὃ σημαίνει τὸν τρόπον καὶ τὴν θέσιν, Γ ἀμφοτέρων δὲ φυὴν ἐδάην,“ καὶ μετὰ τοῦ στερητικοῦ α ἀφυής, οἱονεὶ ὁ κακότροπος. εὐφυής δὲ καὶ εὐμαθής διαφέρει· εὐμαθὴς μὲν ὁ καλῶς μανθάνων, εὐφυὴς δὲ ὁ πανοῦργος καὶ σκώπτης. Φωτίου
α 1287
Ἄφυκτος · εἰς τὸ Ἐτύχθη
α 1288
Ἀφύξειν Α · παρὰ τὸ ἀφύσσω, τὸ ἀπαντλῶ· Δωρικὴ δὲ ἡ λέξις· ἐν πλεονασμῷ τοῦ λ λαφύσσω· γίνεται οὖν ἀφύξειν τὸ ἀπαρέμφατον μέλλοντοσ. τὸ ἀφύσσω ἀπὸ τοῦ φυσσῶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀφύσσω ἀπὸ μεταφορᾶς τῶν φυσωμένων ἀσκῶν
α 1289
Ἀφυσγετός · παρὰ τὸ ἀφύσσεσθαι ὑπὸ τοῦ ῥεύματος. καὶ εἰς τὸ Ἐξαιρέτως
α 1290
Ἀφυσσόμενοι Γ · μετοχὴ χρόνου ἐνεστῶτος. τὸ ῥῆμα ἀφύσσω, οὗ ὁ μέλλων ἀφύξω, Α καὶ πλοῦτον ἀφύξειν“· γίνεται δὲ ἐκ τοῦ φύω, τὸ κρατῶ, Ζ ἔν τʼ ἄρα οἱ φῦ χειρί“, μετὰ τοῦ ἐπιτατικοῦ α ἀφύω, ὁ μέλλων ἀφύσω, καὶ πλεονασμῷ τοῦ ς ἀφύσσω μεταγομένου τοῦ χρόνου εἰς ἐνεστῶτα. καὶ ἀνατρέπεται δέ, ἐπειδὴ τὰ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα παραγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. γίνεται οὖν ἐκ τοῦ ἀρύω, τὸ ἀπαντλῶ, κατὰ τροπὴν τοῦ ἀμεταβόλου εἰς φ ἀφύσσω. ψιλοῦται. τὸ α πρὸ τοῦ δασέος ψιλοῦται, χωρὶς τοῦ ἁφή
α 1291
Ἁφῶ · εἰς τὸ Ψηλαφῶ
α 1292
Ἀχαιΐδες Β · ἐκ τοῦ Ἀχαιΐς· τοῦτο δὲ ἐκ τοῦ Ἀχαιά, καὶ σημαίνει β. Ἀχαιός· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐθνικοῦ. ποσαχῶς λαμβάνονται τὰ ἐθνικά; τετραχῶς· ἐκ πόλεως, ἐκ χώρας, ἐξ ἔθνους, ἐκ βασιλείας. τὸ δὲ Ἀχαιός παρειλήφθη ἀπὸ βασιλέως ἀπὸ Ἀχαιοῦ. διὰ τί ὀξύνεται; τὰ διὰ τοῦ αιος εἰ ἔχει πρὸ τῆς αι διφθόγγου τὸ χ προπερισπῶνται, οἷον ἀρχαῖος τροχαῖος· σεσημείωται τὸ Ἀχαιός καὶ τὸ Ἐρυσίχαιος· ἔστι δὲ ὄνομα ἔθνους
α 1293
Ἀχαλίνωτον · τὸ λι ι. διὰ τί; τὰ διὰ τοῦ ινω ῥήματα. τὸ νω μέγα. διὰ τί; ἡ δὲ γνώρισις τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος· χαλινῶ, χαλινώσω
α 1294
Ἀχανές · παρὰ τὸ ἄγαν κεχηνέναι
α 1295
Ἄχερδος · βοτάνη· παρὰ τὸ χειρὶ αὐτὴν μὴ δύνασθαι λαβεῖν διὰ τὸ ἀκανθῶδες
α 1296
Ἀχέω · εἰς τὸ Ἀκέων
α 1297
Ἄχθομαι · παρὰ τὸ ἄχος ἄχομαι καὶ ἄχθομαι
α 1298
Ἄχθος · εἰς τὸ Ἀπηχθημένος καὶ Ἄχος
α 1299
Ἀχιλλεύς · παρὰ τὸ ἄχος γενέσθαι τῇ μητρί· ἢ διὰ τὸ μὴ χιλῷ ἀνατραφῆναι
α 1300
Ἀχιλλεύς · παρὰ τὸ χιλός, ὃ δηλοῖ τὴν τροφήν, χιλεύς, καὶ μετὰ τοῦ στερητικοῦ α Ἀχιλλεύς, ὁ ἐστερημένος τῆς τροφῆς· λέγουσι γὰρ αὐτὸν ἐκ μυελῶν ἐλάφων τραφῆναι
α 1301
Ἀχλάδια · ἀκράδες, διὰ τὸ ἀνέλκειν τὸ κῆρ, τουτέστι τὴν ψυχήν, ἐσθιόμενα πολλά· ἢ διὰ τὸ ἀχρεῖον
α 1302
Ἀχλύς · παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν· ἄχος γὰρ ἡ λύπη. Φωτίου
α 1303
Ἀχλύς · ἔστι χέω καὶ ἐξ αὐτοῦ γίνεται χύω χύσω, ὥσπερ ῥέω ῥύω· ἐκ τοῦ χύσω ἀποβολῇ τοῦ ω χύς, καὶ πλεονασμῷ τοῦ λ χλύς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀχλύς, ἡ πάνυ κεχυμένη· ζόφος γάρ ἐστιν. ἢ ἀπὸ τοῦ ἄχος ἀχύς καὶ πλεονασμῷ τοῦ λ ἀχλύς. ἢ παρὰ τὸ ἄγαν εἰλύειν καὶ ἀποκρύπτειν
α 1304
Ἀχνύμενοι Β · ἐκ τοῦ ἄχω· τοῦτο ἐκ τοῦ χῶ, τοῦ δηλοῦντος τὸ διαχεῖσθαι τὴν ψυχὴν ὑπὸ τῆς ἡδονῆς καὶ χαρᾶς, ἐξ οὗ γίνεται χαίρω· λοιπὸν ἐκ τοῦ χῶ γίνεται ἄχω, τὸ μὴ διαχεῖσθαι ἀλλὰ συνέχεσθαι ὑπὸ τῆς λύπησ τὴν ψυχήν. ἢ χῶ, τὸ χωρῶ, χός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος, τὸ μὴ χωρούμενον διὰ τὴν λύπην· γίνεται ἀχῶ ἀχύω, καὶ πλεονασμῷ τοῦ ν ἀχύνω, καὶ ἐν ὑπερβιβασμῷ ἀχνύω καὶ ἄχνυμαι καὶ τὰ ἑξῆς
α 1305
Ἄχος Β · ὄνομα παρὰ τὸ χέω μετὰ τοῦ στερητικοῦ α ἡ λύπη ἡ μὴ διαχέουσα τὴν ψυχὴν ἀλλὰ συγχέουσα, ὥσπερ τοὐναν τίον ἐπὶ τοῦ χαίρω παρὰ τὸ διαχεῖσθαι. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ. τὸ γενικόν ἐστιν ἡ λύπη. εἴδη δὲ αὐτῆς δ· ἄχος, ἄχθος, φθόνος καὶ ἔλεος. τί ἐστιν ἄχος; λύπη ἀφωνίαν ἐμποιοῦσα. τί ἐστιν ἄχθος; λύπη βαροῦσα καὶ ἐνοχλοῦσα ἐπὶ ἀβουλίᾳ τῶν συμβαινόντων, ἤτοι ἀφορήτοις συμβάσεσι. τί ἐστι φθόνος; λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς. τί ἐστιν ἔλεος; λύπη ἐπʼ ἀλλοτρίοις κακοῖς· πάσχει γάρ τις καὶ σὺ ἐλεεῖς
α 1306
Ἄχος · παρὰ τὸ χῶ, τὸ χέω, μετὰ τοῦ στερητικοῦ α ἄχος, τὸ μὴ διαχεόμενον. ἢ ἀπὸ τοῦ μὴ διαχεῖσθαι, ὅθεν καὶ τὸ χαίρειν παρὰ τὸ διαχεῖσθαι. καὶ εἰς τὸ Ἀχνύμενοι καὶ Ἦχος. Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 1307
Ἄχραντε · ἐκ τοῦ χραίνω, τὸ μολύνω, χρανῶ, ὁ παθητικὸς παρακείμενος. ἐγράφη
α 1308
Ἄχραντον · παρὰ τὸ μὴ χραίνεσθαι· χραίνειν γάρ ἐστι τὸ μιαίνειν
α 1309
Ἀχρεῖος Β · γίνεται ἐκ τοῦ χρεία, καὶ ὤφειλεν εἶναι ἄχρειος· κανὼν γάρ ἐστιν ὁ λέγων οὕτως· τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν συντιθέμενα προπαροξύνεται, οἷον πύλη Εὐρύπυλος, κεφαλή ἀκέφαλος· οὕτω καὶ χρεία ἄχρειος. ἀλλʼ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ειος ὀνόματα ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α μεθʼ ὅ ἐστι β σύμφωνα ἢ καὶ γ, πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον ἀστεῖος Βακχεῖος Καδμεῖος. τούτοις συνεξηκολούθησε καὶ τὸ ἀχρεῖος. ὡς οὖν εἴπομεν, ἐκ τοῦ χρεία μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος, οὗ μὴ ἔχει τις χρείαν, καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον· ἀπὸ δὲ ὀνόματος μετήχθη εἰς ἐπιῤῥηματικὴν σύνταξιν
α 1310
Ἀχρεῖος · παρὰ τὸ χρέος γέγονεν· ἢ παρὰ τὸ χρεία χρεῖος, καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος
α 1311
Ἀχρειῶ · εἰς τὸ Τελείω. Εὐλογίου
α 1312
Ἄχρι σημήνῃ· πόθεν; ἀπὸ τοῦ σημαίνω, ὁ μέλλων σημανῶ, ὁ πρῶτος ἀόριστος ἐσήμανα καὶ Ἰωνικῶς τροπῇ τοῦ πρώτου α εἰς η γίνεται ἐσήμηνα, ὁ πρῶτος ἀόριστος ὁ μέλλων τὸ ὑποτακτικὸν ἐὰν σημήνω, σημήνῃς, σημήνῃ. τὸ γὰρ ἄχρι ἀντὶ τοῦ ἕως λαμβάνεται μετὰ τοῦ ὑποτακτικοῦ
α 1313
Ἄχρι · παρὰ τὸ μέχρι ἀμοιβῇ στοιχείου
α 1314
Ἀχῶ · εἰς τὸ Ἀκηχέδαται
α 1315
Ἄψ Γ · ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ εἰς τὰ ὀπίσω πλεονασμῷ τοῦ ψ γίνεται ἄψ· καὶ ἐρύω ἀερύω, τὸ εἰς τὰ ὀπίσω, καὶ πλεονασμῷ τοῦ υ Α αὐέρυσαν μὲν πρῶτα.“ οἱ δὲ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ὁ μέλλων ἕψω, ἕψ καὶ ἄψ. σημαίνει δὲ γ·. Ν ἂψ δὲ ἦλθεν.“ σημαίνει δὲ τὸ ἔσω ρ ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο“. καὶ εἰς τὸ Ὀψιτέλεστον
α 1316
Ἅψεα · παρὰ τὸ συνῆφθαι αὐτὰ εἰς σύστασιν ὅλου τοῦ σώματος
α 1317
Ἀψίκορον · παρὰ τὸ ἄψ, ὃ σημαίνει τὸ εὐθέως, καὶ τὸ κόρος· τὸ εὐθέως κόρον λαμβάνον καὶ ταχέως πληρούμενον
α 1318
Ἄψορρον · ἐπίρρημα μεσότητος· ἀντὶ τοῦ ὀπισθόρμητον. καὶ γίνεται ἐκ τοῦ ἄψ, τὸ ὀπίσω, καὶ τὸ ὄρω, τὸ διεγείρω, πλεονασμῷ τοῦ ρ ποιητικῶς
α 1319
Ἄψορροι · σημαίνει δύο· τὸ εἰς τοὐπίσω Γ ἄψορροι προτὶ Ἴλιον“,. Μ ἄψορροι προτὶ ἄστυ λέλιχθεν.“
α 1320
Ἀψοφητί · πόθεν; ἐκ τοῦ ψόφος, ὃ σημαίνει τὸν κτύπον, γίνεται ψοφῶ, καὶ ὁ μέλλων ψοφήσω, καὶ ἐξ αὐτοῦ ἀψοφητί. τὸ τι ι. διὰ τί; τὰ εἰς τι ἐπιρρήματα διὰ τοῦ ι γράφεται, οἷον ἀναιμωτί ἀγελαστί ἀψοφητί ἀμογητί· καὶ Ὅμηρος Λ Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν“· πλὴν τοῦ ἀκηρυκτεί ἀφιετεί ἀνοητεί καὶ ἀνουτητεί
α 1321
Ἄω · εἰς τὸ Ἄημα καὶ Ἀτμίς καὶ Ἀϋτῆς καὶ Ἐριώλη καὶ Εὐώδης καὶ Ζῆθι καὶ Ἠέρι καὶ Ηὖδα
α 1322
Ἀωρία · ἔστιν ὥρα καὶ σημαίνει τὸ φῶς, καὶ μετὰ τοῦ στερητικοῦ α ἄωρος, καὶ τὸ θηλυκὸν ἀωρία, ἤγουν σκότος· τοῦτο δὲ παρὰ τὸ ὁρῶ, τὸ βλέπω
α 1323
Ἄωρτο Γ · ὁ μὲν Ἡρωδιανὸς λέγει, ὅτι σημαίνει τὸ ἥρμοστο, τουτέστι παρὰ τοῦ ξίφους κολεόν· ἐκ τοῦ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὁ ὑπερσυντέλικος ἤρμην, ἦρσο, ἦρτο, Ἰωνικῶς ἄρτο, καὶ πλεονασμῷ τοῦ ω ὥσπερ εἶθα εἴωθα, ἄρτο ἄωρτο γίνεται. τινὲς δὲ λέγουσι τὸ ἐκρέματο· καὶ γίνεται αἴρω, τὸ κουφίζω καὶ κρεμῶ, ὁ μέλλων ἀρῶ, καὶ Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὁ ὑπερσυντέλικος ἤρμην, ἦρσο, ἦρτο, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν ὦρτο, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς ἄωρτο
α 1324
Ἄωτον · εἰς τὸ Ἀέσαι καὶ Ἄκρον ἄωτον. Β
β 2
Βαάλ · εἰς τὸ Βεελφεγώρ
β 3
Βάβαξ · παρὰ τὸ βάζω, βάξω, βάβαξ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 4
Βαβυλών · Ἑβραία ἡ λέξις, Βαβέλ, τουτέστι σύγχυσις ἢ τάραχος
β 5
Βάδην · εἰς τὸ Παραβλήδην
β 6
Βάζω · παρὰ τὸ βοή βοάζω καὶ βάζω, ἢ ἀπὸ τοῦ φῶ φάζω καὶ βάζω. καὶ εἰς τὸ Ἀσπάσιος καὶ Βάκχος
β 7
Βάθρος · εἰς τὸ Βόθρος
β 8
Βαθύγειος · ἀπὸ τοῦ βαθύ καὶ τοῦ γέα γέγονε βαθύγεος, καὶ ἐκεῖθεν βαθύγειος
β 9
Βαίνειν · εἰς τὸ Αἴνυτο καὶ Βίβημι
β 10
Βαιόν · εἰς τὸ Ἀκριβής
β 11
Βαΐον · παρὰ τὸ βίᾳ τίλλεσθαι
β 12
Βακτηρία · διὰ τὸ τὸν βαίνοντα τηρεῖν
β 13
Βακχεύειν · εἰς τὸ Ἀναβακχεύειν. Χοιροβοσκοῦ
β 14
Βακχεύω · Βάκχος ὁ μέθυσος λέγεται καὶ ὁ Διόνυσος. ἐτυμολογεῖται δὲ παρὰ τὸ βοᾶν μετὰ ἤχου
β 15
Βάκχος · παρὰ τὸ βάζω βάξω βάκχος· οἱ γὰρ μέθυσοι μεγάλως κράζουσιν
β 16
Βαλακρόν · εἰς τὸ Ἀφροδίτη
β 17
Βαλανεῖον · τὸ λουτρόν· παρὰ τὸ βαλάνοις παρὰ τοῖς ἀρχαίοις ὑποκαίεσθαι
β 18
Βαλβίς · ἡ ἀφετηρία καὶ ὁ καμπτός, ἤγουν ἡ ἄφεσις τῶν δρομέων. ἦσαν δὲ ξύλα δύο, ἀφʼ ὧν σχοινία διετείνετο, ἀφʼ ἧς βαλβίδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλός, Ψ βηλῷ ἔπι λιθέῳ“, καὶ ὥσπερ παρὰ τὸ ψῆφος γίνεται ψηφίς, οὕτως καὶ παρὰ τὸ βῆλος βηλός βηλίς, καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ β βαλβίς
β 19
Βαλίος · ἵππος τοῦ Ἀχιλλέως. σημαίνει καὶ τὸ ποικίλος. Εὐρι πίδης βαλίαν ἔλαφον“ φησί, παρὰ τὸ πάλλεσθαι διὰ τὸ τάχος. ἢ φάλιός τις ὤν, ὁ λευκομέτωπος
β 20
Βάλλερις · ὁ βάλλων ἔριν ἤγουν μάχην· ἢ ὁ βάλλων ἔραν, ἥτις ἐστὶ γῆ
β 21
Βάλλετε Γ · σημαίνει τὸ τοξεύετε· βολὴ γὰρ κυρίως ἡ ἀπὸ τοῦ τόξου πεμπομένη
β 22
Βάλλον Μ · ῥῆμα ὁριστικὸν πληθυντικόν· δύναται εἶναι καὶ ἑνικόν· ἔβαλλον ἐγώ“. χρόνου παρατατικοῦ, συζυγίας πέμπτης. ἀπὸ τοῦ βάλλω βλῶ βλῆμι. ὁ δεύτερος ἀόριστος ἔβλην, καὶ τὸ εὐκτικὸν βλείην, τὸ δεύτερον βλείης, καὶ μετὰ τοῦ θα βλείησθα· ἡ μετοχὴ βλείς, ὡς θείς. ἀπὸ τοῦ βλείμην τὸ δεύτερον βλεῖο. τὸ δὲ Ι βεβολήατο“ ὡς ἀπὸ θέματος τοῦ βολῶ, ὅπερ ἐγένετο παρὰ τὸ βολή, καὶ τὸ μὲν ἀκόλουθον βεβολέατο, κατὰ δὲ ἔκτασιν βεβολήατο
β 23
Βάλλω · εἰς τὸ Ἀβελτηρία καὶ Βέλεσιν. Φωτίου
β 24
Βαλών · αἱ εἰς ων λήγουσαι μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται· δραμών, ἐλθών, πιών· οὕτως οὖν καὶ βαλών. ἀντίκειται τὸ πέφνων. αἱ γὰρ εἰς ων λήγουσαι μετοχαί ποτε ἐν ἐπιπλοκῇ ἔχουσαι σύμφωνον, ἐὰν τὸ δεύτερόν ἐστιν ἀμετάβολον, πάντως βαρύνονται· κάμνων, τέμνων· τοιοῦτον καὶ τὸ πέφνων
β 25
Βαμβαίνω · παρὰ τὸ μεταβαίνω· οἱ γὰρ ἐν φόβῳ οὐ δύνανται στῆναι. μεταφορικῶς δὲ καὶ ἐπὶ τῆς γλώττης
β 26
Βάναυσος · παρὰ τὸ τὰς βαύνους, ὅ ἐστι τὰς καμίνους, μετέρχεσθαι. καὶ εἰς τὸ Κλίβανος καὶ Τεχνίτης. Ὠρίωνος
β 27
Βάπτισμα · διὰ τὰ τοῦ βίου πταίσματα. ἢ βάπταισμα, ἤγουν ὃ βάπτει τὸ πταῖσμα, τουτέστι πλύνει
β 28
Βάπτω · παρὰ τὸ βῶ, τὸ βαίνω, παράγωγον βάπτω, οἷον ἐμβαίνειν ποιῶ
β 29
Βάρβιτος · εἶδος μουσικοῦ ὀργάνου, ψαλτήριον ἢ κιθάρα. εἴρηται δὲ οἱονεὶ βαρύμιτός τις ὤν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· μίτους γὰρ τὰσ νευρὰς ἔλεγον, ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς νευρᾶς λινοῖς τοῖς στήμοσιν ἐκέχρηντο. ὅθεν καὶ οἱ Αἰολεῖς βάρμιτον λέγουσι διὰ τοῦ μ
β 30
Βάρεις · πλοῖα, τείχη, στοαί, αὐλαί, πύργοι, σφῦραι· τινὲς δὲ λέγουσιν, αἱ μεγάλαι καὶ ὑπόβαθροι πέτραι. ἐτυμολογεῖται δὲ παρὰ τὸ μετὰ βίας πολλῆς ἀρηρέναι. βάρις, βάρεως. ὁ κανών· καὶ ὅσα τὸ ρ ἔχει. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 31
Βάρεων · ἡ εὐθεῖα ἡ βάρις, τῆς βάρεως. σημαίνει δὲ βάσταγμα. γέγονε δὲ ἀπὸ τοῦ βάρος βάρις, τὸ βίᾳ αἰρόμενον
β 32
Βασάν · εἰς τὸ Ἐκ Βασάν
β 33
Βάσανος · λέγεται ἡ κόλασις. παρὰ τὸ βιάζω βιάσω βιάσανος, καὶ κατὰ συγκοπὴν βάσανος· ἢ παρὰ τὸ βία βίβημι βήσω καὶ τὸ ἀνία, ὃ σημαίνει τὴν λύπην· ἢ ἀπὸ τῆς βασάνου τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζεται ὁ χρυσὸς κἄν τε ὄβρυζος κἄν τε κίβδηλός ἐστιν
β 34
Βασία · εἰς τὸ Ὑπερβασία
β 35
Βασιλεία · εἰς τὸ Τυραννίς
β 36
Βασιλεύς · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἄναξ ὁ βασιλεύς, προφήτης, ἄναξ, ταῦτα πρὸς μὲν τὰ προσηγορικὰ τασσόμενα τάξιν ἐπιθετικὴν ἔχει· ὁ βασιλεὺς Κωνσταντῖνος, ὁ προφήτης Σαμουήλ· ἐπιθέτοις δὲ συμπλεκόμενα προσηγορικὰ γίνεται· ὁ καλὸς βασιλεύς, ὁ εὐκλεὴς πολίτης. ἔστι γὰρ ὅτε τὰ ἐπίθετα τὰ αὐτὰ καὶ προσηγορικὰ γίνεται καὶ ἐπιθετικά, πῆ μὲν ὑποκείμενα, πῆ δὲ ἐπιτιθέμενα· δίκαιος, σοφός, μέγας· ταῦτα δὲ ἐπίθετα ὄντα πολλάκις προσηγορικῶν καὶ ἐπιθετικῶν σύνταξιν ἐπέχουσιν, ἀλλήλοις ὑποκείμενά τε καὶ ἐπιτιθέμενα, οἷον δίκαιος, σοφός, μέγας· ὁ σοφὸς δίκαιος, ὁ μέγας δίκαιος
β 37
Βασιλεῖς · ἀπὸ τοῦ βασιλέες γέγονε κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον
η 1
ἡγεμών διαφέρει· βασιλεὺς μὲν γὰρ ὁ πατρόθεν ἢ ἐκ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν, ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος
β 38
Βάσκανος · παρὰ τὸ φάσκανος, ὁ τοῖς φάεσι καίνων, τουτέστιν ἀποκτείνων· ἢ ὁ τοῖς φάεσι σαίνων, ἤγουν βλάπτων
ε 6
ἐπιβασκέμεν Β · ῥῆμα ἀπαρέμφατον ἐνεστῶτος. καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα διὰ τοῦ εμεν προ φέρουσι. γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, καὶ ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας διὰ τοῦ ασκω γίνεται, οἷον· γενειῶ γενειάσκω, ἀλῶ ἀλάσκω καὶ κατὰ παραγωγὴν ἀλασκάζω καὶ τροπῇ Σ ἠλασκάζων“
β 39
Βάσκʼ ἴθι Β · φησί ὡς ἄπιθί τινες καὶ οὐχὶ ἐν παραθέσει. ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς μι λήγοντα μετὰ προθέσεων ὀφείλει συντίθεσθαι, οἷον μέτειμι καὶ σύνειμι καὶ ἔξειμι, μετʼ ἄλλων δὲ λέξεων οὐδαμῶς. τὸ οὖν ἴθι ἀπὸ τοῦ εἶμι. καὶ πάλιν ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς θι παραχθέντα προστακτικὰ κατʼ ἀρχὴν οὐ συντίθεται πλὴν τῶν προθέσεων· ὥστε δῆλον ὅτι ἐν παραθέσει δεῖ αὐτὸ ἀναγινώσκειν. τὸ δὲ βάσκε ἀπὸ τοῦ βάσκω. τὸ δὲ βάσκω παρὰ τὸ βῶ βήσω, βήσκω πλεονασμῷ τοῦ κ. ἐπειδὴ δὲ οὐδέποτε βαρύτονος μέλλων διὰ τοῦ κ ἐκφέρεται, μετάγεται εἰς ἐνεστῶτα. βαρύτονος μέλλων“ εἶπεν διὰ τὸ πλακῶ· τὸ γὰρ κ ἔχει, ἀλλʼ ἔστι περισπώμενον. καὶ τροπῇ τοῦ η εἰς α βάσκω
β 40
Βασσαρίδες · παρὰ τὸ ὑπόδημα τὸ λεγόμενον βασσάρη, ὅπερ εἴρηται παρὰ τὸ βάσει ἀρηρέναι. Γεωργίου τοῦ Χοιροβοσκοῦ
β 41
Βάτος · κατὰ ἀντίφρασιν ἄβατός τις οὖσα, ἐφʼ ἧς οὐκ ἔστι τίς ἐπιβῆναι διὰ τὸ ἀκανθῶδες
β 42
Βάτος · διὰ τί βαρύνεται; τὰ εἰς τος λήγοντα ὀνόματα βραχείᾳ παραληγόμενα μονογενῆ πρὸ μιᾶς τὸν τόνον ἔχει, οἷον κότος κρότος σκότος βάτος πάτος πλάτος. σεσημείωται τὸ βροτός καὶ στρατός ὀξυνόμενα
β 43
Βάτραχος · παρὰ τὸ βοὴν τραχεῖαν ἔχειν· βοάτραχός τις ὤν
β 44
Βαῦνοι · αἱ κάμινοι· παρὰ τὸ αὔω αὖνοι καὶ πλεονασμῷ βαῦνοι. καὶ εἰς τὸ Βάναυσος καὶ Κλίβανος καὶ Κρίβανος
β 45
Βαφεύς · παρὰ τὸ φαιῷ βάπτω· ὁ φαρμακοποιῶν, ὁ τῷ φαιῷ, ἤγουν τῇ χροιᾷ, βάπτων
β 46
Βδέλλα · παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω
β 47
Βδελύσσω · παρὰ τὸ βδέλλα· τοῦτο παρὰ τὸ βδέλλω, τὸ ἀμέλγω· οἱ γὰρ Ἀττικοὶ βδέλλειν τὸ ἀμέλγειν λέγουσιν, ἡ γὰρ βδέλλα ἀμελγούσῃ ἔοικεν
β 48
Βεβάασι Β · βέβαα παρακείμενος τῶν εἰς μι. οἱ Ἴωνες ἡνίκα ἐν τοῖς ῥήμασιν ὕφεσιν ποιήσωνται τοῦ συμφώνου, τότε καὶ συστολὴ παρακολουθεῖ, οἷον ἕστηκα ἕσταα, βέβηκα βέβαα, βεβαώς βεβαότος καὶ βεβώσ βεβῶτος καὶ πλεονασμῷ ε βεβαῶτα“ καὶ Ε ἐμβεβαῶτα“
β 49
Βέβαιος · ἐκ τοῦ βιβῶ βίβαιος, καὶ τροπῇ βέβαιος· ἢ παρὰ τὸ βαίνω κατὰ ἀναδιπλασιασμὸν βέβαιος, κατὰ ἀντίφρασιν ὁ ἑδραῖος καὶ ἀμετακίνητος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 50
Βεβαιῶ · παρὰ τὸ βέβαιος· τοῦτο ἐκ τοῦ βαιόν, ὃ σημαίνει τὸ ὀλίγον βεβαίως τὸ ἀληθές· τοῦτο ἐκ τοῦ βίβημι, ὁ δεύτερος ἀόριστος ἔβην, ἡ μετοχὴ βάς βάντος, καὶ ἐξ αὐτοῦ βαός καὶ βαιός, καὶ κατὰ ἀναδιπλασιασμὸν βέβαιος, ὁ ἀληθὴς καὶ μὴ ψευδής
β 51
Βέβαμαι · εἰς τὸ Ὑπερβασία
β 52
Βεβολήατο Ι · ἐλυποῦντο· ἀπὸ τοῦ βάλλω γίνεται ῥηματικὸν ὄνομα βολή. ἐκ τοῦ βολή βολῶ ῥῆμα, ὁ μέλλων βολήσω, βεβόληκα, βεβόλημαι, ἐβεβολήμην, ἐβεβόλησο, ἐβεβόλητο καὶ Ἰωνικῶς βεβολέατο· λέγει γὰρ ὁ τεχνικός · οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συλλαβήν, οἷον πεποίηται πεποιέαται“. οὕτως οὖν καὶ βεβόλητο καὶ βεβολέατο, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων ἐγένετο τοῦ ε εἰς τὸ η ἔκτασις
β 53
Βεβούλαμεν Α · παρακείμενος ἐκ τοῦ βούλω. ὁ μέλλων βουλήσω, ὡς μέλλω μελλήσω. Γεωργίου τοῦ Χοιροβοσκοῦ
β 54
Βεβυσμένα ·. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 55
Βεελφεγώρ · ὄνομα εἰδώλου· τὸ λεγόμενον Βαάλ. καὶ λέγεται παρʼ Ἑβραίοις Βήλ, καὶ ὄνομα τοῦ τόπου Φαγώρ, καὶ διαλύσει τοῦ η εἰς δύο εε καὶ τροπῇ τοῦ α εἰς ε γίνεται σύνθετον Βεελφεγώρ, τουτέστι Βὴλ ἐν τῷ Φαγώρ
β 56
Βέθρος · εἰς τὸ Βόθρος
β 57
Βείω · εἰς τὸ Βοόωντας
β 58
Βελλεροφόντης · Βελλεροφόντου. ὁ κανών· τὰ εἰς της ἀρσενικὰ μὴ ὄντα κύρια σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης μηδὲ ἔχοντα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν, οἷον δεσπότης δεσπότου, πολίτης πολίτου, μητιέτης μητιέτου, Βελλεροφόντης Βελλεροφόντου. πρόσκειται ἀρσενικά“ διὰ τὸ κακότης κακότητοσ, φιλότης φιλότητοσ· πρόσκειται μὴ ὄντα κύρια σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτησ“ διὰ τὸ Ἱπποκράτης Ἱπποκράτους, Σωκράτης Σωκράτους· πρόσκειται μὴ ἔχοντα οὐδέτερον εἰς ες “ διὰ τὸ ἐνναετής ἐνναετοῦς. τοῦτο δὲ εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν, ἐνναέτης βαρυτόνως· εἰ δὲ χρόνον, ἐνναετής ὀξυτόνως. Ὁμήρου
β 59
Βέλεσι Α · παρὰ τὸ βάλλω, τὸ τιτρώσκω, ἢ παρὰ τὸ βέλλω, τὸ σημαῖνον τὸ πέμπω, βέλος κατὰ ἀφαίρεσιν τοῦ ἑνὸς λ
β 60
Βελίαρ · ἐκ τοῦ Ἄρεως καὶ τοῦ βέλη, ἤγουν σαγίτται πολέμου ἢ σιδήρου
β 61
Βέλλω · εἰς τὸ Βέλεσι
β 62
Βελόνη · παρὰ τὸ ὅλη βάλλεσθαι
β 63
Βελώνης · ὁ τὰ βέλη ὠνούμενος
β 64
Βέλος · εἰς τὸ Ὀϊστοί
β 65
Βέλτερος · εἰς τὸ Ἀβελτηρία
β 66
Βενιαμίν · ἔστι μεῖον, τὸ μικρόν, καὶ ἐκ τούτου καὶ τοῦ μόνος γίνεται μενιαμίν καὶ τροπῇ Βενιαμίν, ὁ μόνος τῶν ἄλλων ἀδελφῶν ἔσχατος
β 67
Βερέδοις · ἵπποις
β 68
Βέω · εἰς τὸ Βοόωντας
β 69
Βήλ · εἰς τὸ Βεελφεγώρ
β 70
Βηλός · ὁ οὐρανός· ἀπὸ τοῦ βαίνεσθαι, ὡς καὶ ὁδός ἀπὸ τοῦ διοδεύεσθαι. καὶ εἰς τὸ Βαλβίς
β 71
Βηλός · παρὰ τὸν βήσω μέλλοντα· εἰς ὃν ἐπιβαίνομεν
β 72
Βήσσῃς Γ · ὄνομα θηλυκὸν δοτικῆς τῶν πληθυντικῶν, ὡς Ἀθήναις Ἀθήνῃς, κορυφαῖς κορυφῇς· ἡ εὐθεῖα βῆσσα, καὶ συστέλλει τὸ α ὡς τὸ κνίσσα
β 73
Βήσω · εἰς τὸ Ὑπερβασία
β 74
Βητάρμονες · οἱ ὀρχησταί· παρὰ τὸ βαίνειν μετὰ ἁρμονίας
β 75
Βία · παρὰ τὸ ἴς, ὃ σημαίνει τὴν δύναμιν, ἴα καὶ βία. ἡ εὐθεῖα τῶν πληθυντικῶν ἶνες, ἡ γενικὴ ἰνῶν, ἤγουν τῶν νεύρων· τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω· ἡ ὑπάρχουσα ἔν τινι. Νικήτου
β 76
Βιαία · παρὰ τὸ βία γίνεται βίαιος. ἐγράφη
β 77
Βίβημι · ὁ παρατατικὸς ἔβην· Γ ἂν δʼ ἄρʼ ἔβη Πρίαμοσ“. βαίνειν γὰρ λέγεται τὸ ἁπλῶς διὰ τῶν σκελῶν βαδίζειν, ἀναβαίνειν ἡ ἐκ τῶν κάτω πρὸς τὰ ἄνω ἀνάδοσις. λοιπὸν ἐκ τοῦ βίβημι γίνεται ὁ μέλλων βήσω· μετάγεται δὲ ὁ μέλλων εἰς ἐνεστῶτα μεταγόμενα καὶ γίνεται βήσω, ὃ μέλλοντα οὐκ ἔχει· τὰ γὰρ ποιητικῶς ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μεταγόμενα ἄχρι τοῦ παρατατικοῦ κλίνονται. καὶ εἰς τὸ Ὑπερβασία
β 78
Βίβλος · διὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῇ, ἢ διὰ τὸ βαβαί, ἢ διὰ τὸ βέβαιον
β 79
Βίλιππος · εἰς τὸ Ἀφροδίτη. Ὁμήρου
β 80
Βιοῖο Α · ἐκ τοῦ βία βιός
β 81
Βιόν · εἰς τὸ Ἀντίβιον
β 82
Βιός Α · διὰ τὴν πρὸς τὸν βίον διαστολήν. ἔοικε δὲ ὑπὸ τῶν ἀρχαίων ὁμωνύμως λέγεσθαι βιὸς τὸ τόξον καὶ ἡ ζωή
β 83
Βιός · τὸ τόξον, διότι διʼ αὐτοῦ τὰ πρός τὸν βίον εἶχον οἱ ἀρχαῖοι ἐν ταῖς θήραις αὐτῷ χρώμενοι
β 84
Βιός · τὸ τόξον· παρὰ τὸ βίᾳ τείνεσθαι. Φωτίου
β 85
Βίος · παρὰ τὸ βίᾳ καὶ ἀνάγκῃ ζῆν ἢ παρὰ τὸ ἐν τῇ βάσει ἀρηρέναι
β 86
Βιός · παρὰ τὸ βίᾳ βάλλεσθαι τὸ βέλος. καὶ εἰς τὸ Ὀϊστοί
β 87
Βιῶ · εἰς τὸ Τιμή
β 88
Βιῴην · εὐκτικόν, ὡς παρὰ Ἀριστοφάνει · βιῶν βιοῦντος, βιοῖμι βιοῖς βιοῖ, καὶ κατὰ πλεονασμὸν τοῦ η βιοίην καὶ βιῴη, ὡς περιπατοῖμι περιπατοῖς περιπατοῖ περιπατοίη καὶ περιπατῴη, καὶ δοίην δῴην
β 89
Βίωμι · εἰς τὸ Τιμή
β 90
Βλάβη · παρὰ τὸ βλάπτω· τοῦτο παρὰ τὸ βάλλω βάλπτω καὶ ἐν ὑπερβιβασμῷ βλάπτω καὶ βλάβη
β 91
Βλάξ · παρὰ τὸ μαλακός μάλαξ καὶ βλάξ ὑποκοριστικῶς
β 92
Βλάπτω · παρὰ τὸ βρῶ, τὸ ἐσθίω, καὶ μεταθέσει τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον βλῶ, καὶ ἐξ αὐτοῦ βλάπτω κατὰ παραγωγήν. ἀντὶ τοῦ φθείρω ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι γινομένων ἢ μηκέτι ὑγιῶν ὄντων
β 93
Βλαστός · παρὰ τὸ βλώσκειν ἐν τῷ αὔξεσθαι
β 94
Βλάσφημος · παρὰ τὸ βλάβη καὶ τὸ φήμη γίνεται βλάσφημος, ὁ βλάβην λέγων· ἢ ὁ τὰς κακὰς φήμας κατά τινος βάλλων, ἤγουν ὁ λοίδορος
β 95
Βλαχέρναι · οἱ μὲν λέγουσιν, ὅτι ἀπὸ τοῦ βλάχνον βλαχέρναι, ἐπειδὴ βλάχνα ἦσαν εἰς τὸν τόπον ἐκεῖνον, καὶ ἔκοψαν αὐτὰ καὶ οὕτως ἐκτίσθησαν. ὁ δὲ Θεοφύλακτος ὁ ἀντιγραφεὺς λέγει αὐτὰσ Λακέρνας, ἐπειδὴ λέγουσιν, ὅτι λακέρναι λέγονται Ῥωμαϊστὶ αἱ θύνναι, καὶ λέγουσιν, ὅτι ἐν τῷ μέρει ἐκείνῳ ἐπιάσθησαν πολλαὶ θύνναι
β 96
Βλέφαρα · ὅτι τοῦ βλέπους ἐστὶ φάρη, ἢ παρὰ τὸ αἴρεσθαι αὐτὰ ἐν τῷ βλέπειν
β 97
Βλέφαρον · τρέψας τὸ φ εἰς τὸ π καὶ διαστείλας τὴν λέξιν εὗρον, ὅτι διὰ τοῦτο λέγεται βλέφαρον, διότι αἰρουμένου αὐτοῦ ἐπὶ τὰ ἄνω βλέπομεν, οἱονεὶ βλεπέαρον, ἆρον καὶ βλέπεις· ἢ μὴ διαστρέψας τι, διαστείλας δὲ μόνον τὴν λέξιν, εὗρον ὅτι ὡσανεὶ φάρος, ὅπερ περιβόλαιόν ἐστι τοῦ βλέμματος ἡμῶν
β 98
Βλέφαρον · παρὰ τὸ αἴρειν καὶ βλέπειν· ἢ παρὰ τὸ εἶναι αὐτὸ φάρος τοῦ βλέμματος ἤγουν ἱμάτιον
β 99
Βλέφαρα · παρὰ τὸ βλέμματος φάρος εἶναι· ἢ παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν, οἱονεὶ βλέπαρα ὄντα, κατὰ ἀντίστοιχον. παρὰ τὸ τοῦ βλέμματος φάρος εἶναι ἤγουν ἱμάτιον
β 100
Βλεμεαίνων Θ · ἐπιρρωννύμενος· παρὰ τὸ βρέμω βρεμεαίνω καὶ βλεμεαίνω· ἢ τῷ βλέμματι φοβῶ. βρεμεαίνω καὶ μεταθέσει τοῦ ρ εἰς λ βλεμεαίνω
β 101
Βλέπω · παρὰ τὸ λεύσσω, τὸ βλέπω, καὶ πλεονασμῷ τοῦ β καὶ ἐκβολῇ τοῦ υ βλέσσω, καὶ τροπῇ Αἰολικῇ τῶν δύο σς εἰς π βλέπω· οἱ γὰρ Αἰολεῖς τὸ νίπτω νίσσω λέγουσι καὶ βλέπω βλέσσω. σημαίνει δὲ δύο τὸ βλέπω· τὸ λέγω καὶ προφητεύω, ἐξ οὗ βλέπων, ὁ προφήτης, καὶ βλέπω, τὸ θεωρῶ καὶ φυλάσσω
β 102
Βλέσσω · εἰς τὸ Βλέπω καὶ Λεύσσετε
υ 1
ὑποβλήδην Α · ὥσπερ ἐκ τοῦ καλῶ κλῶ ἐπίρρημα κλήδην, οὕτως ἐκ τοῦ βάλλω βλῶ βλήδην καὶ ὑποβλήδην
β 103
Βλίσαι · τὸ κηρίον θλίψαι
β 104
Βλήχω · τὸ βοῶ. βληχῶ δὲ ποιὰ φωνὴ τῶν προβάτων, ἐξ οὗ καὶ βληχώμενος καὶ βλήχων καὶ βληχώνη
β 105
Βλιμάζειν · τὸ ἀποστάζειν τὸ μέλι καὶ τὸ στηθολαβεῖν, ἤγουν τὸ ψηλαφᾶν τὰ στήθη καὶ τοὺς μαστοὺς καταμανθάνειν τῇ ἁφῇ· ἢ τὸ ψηλαφᾶν τὰς ὄρνεις διὰ τὰ ὠά
β 106
Βλιμαίνω · τὸ ὀργίζομαι
β 107
Βλιμάξαι · τὸ βαστάξαι
β 108
Βλίττειν · καὶ βλιρῶ τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων, τουτέστιν ἐκπιέζειν καὶ θλίβειν. παρὰ τὸ μέλι μελίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μ εἰς β διὰ τὴν ἀσυνταξίαν βλίζω καὶ Ἀττικῶς βλίττω. ἢ τὸ μαστροπεῖν
β 109
Βλοσυρός · μανιώδης· ἀπὸ τοῦ βλέπω καὶ τοῦ σύρω βλεσυρός καὶ βλοσυρός. ἢ παρὰ τὸ σοβαρῶς καὶ ἐπηρμένως λεύσσειν ἢ παρὰ τὸ βλέπειν. καὶ βλοσυρῶπις θηλυκῶς, ἡ φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν, ἀπὸ τοῦ βάλλειν καὶ σύρειν τὰ ὄμματα· βολαὶ γὰρ τὰ ὄμματα ἐκ τοῦ βλέπειν δεινῶς
β 110
Βλοσυρός · καταπληκτικός, φοβερός, χαλεπός. οἱ δὲ λαμπρός, ἄλλοι σεμνός, οἱ δὲ γοργός
β 111
βρύω διαφέρει, ὅτι τὸ μὲν βρύειν ἐπὶ τῆς ἀναδόσεως τῶν ἀνθέων λέγεται, τὸ δὲ βλύειν ἐπὶ τῶν ὑδάτων ἀναδόσεως. οὕτως καὶ βλαστάνω βλυστάνω. καὶ εἰς τὸ Ὀμβροβλυττεῖσ
β 112
Βλωθρή. ὡς παρὰ τὸ λάμπω λαμπρός, οὕτως καὶ παρὰ τὸ μολῶ βλῶ βλωθῶ καὶ βλωθρός καὶ βλωθρή, ἡ μεγάλη καὶ ὑψηλή, παρὰ τὸ μολεῖν εἰς ὕψος, οἷον μολόθρη οὕτω καὶ βλαστάνω καὶ βλυστάννω
β 113
Βλιμάζω · τὸ ψηλαφῶ
β 114
Βλωμός · ὁ ψωμός· παρὰ τὸ βάλλεσθαι εἰς τὸ στόμα. καὶ εἰς τὸ Σῶμα καὶ εἰς τὸ Ὦμος
β 115
Βλωθρή · παρὰ τὸ λάμπω λαμπρός
β 116
Βλώσκω · τὸ αὐξάνω· παρὰ τὸ μολῶ μολίσκω, βλώσκω. καὶ εἰς τὸ Βλαστός
β 117
Βοεικός · ἐκ τοῦ βοῦς βοός γέγονε βόειος καὶ ἐκεῖθεν βοεικός
β 118
Βοή · ὄνομα προσηγορικόν, καὶ γίνεται παρὰ τὸ βέω βεή βοή, ὥσπερ παρὰ τὸ χέω χοή. βέω δὲ σημαίνει τὸ βαίνω ἢ τὸ τρέφω· ἤτοι ἡ διὰ τῆς ἀρτηρίας βαίνουσα ἢ ἡ ἀναπεμπομένη ἐκ τῶν τρεφομένων πνευμόνων. ὀξύνεται· τὰ εἰς η λήγοντα καθαρὰ δισύλλαβα τῷ ο παραληγόμενα, ὧν προκατάρχῃ ῥῆμα τῷ ε παραληγόμενον, ὀξύνεται, οἷον πνέω πνοή, χέω, χοή, βέω βοή
β 119
Βοηθός · παρὰ τὸ βοή καὶ τὸ θέω, τὸ τρέχω. βοήθεια εἴρηται παρὰ τὸ ἐν τῇ βοῇ θέειν
β 120
Βοήθεια · ἐκ τοῦ βοηθός γέγονεν. ἔστι δὲ τὸ βοηθός σύνθετον ἀπὸ τοῦ βοή καὶ τοῦ θοός, οἱονεὶ ὁ κατὰ τὴν βοὴν ταχύς· ὁ γὰρ βοηθὸς τοῖς βοῶσι ταχὺς θέλει γνωρίζεσθαι· καὶ ἐκ τούτου βοηθός. καὶ εἰς τὸ Ἐπίκουροι
β 121
Βόθρος · παρὰ τὸ βῶ βέω βέθρος καὶ βόθρος κατὰ ἀντίφρασιν, ἐφʼ ὃν οὐδεὶς βαίνει· ἢ παρὰ τὸ βάθος βάθρος καὶ βόθρος
β 122
Βόθυνος · βάθυνός τις ὤν· παρὰ τὸ βαθύς
β 123
Βοΐδιον · ὅτι βοὴν δίδει. διὰ τί τὸ βοΐδιον γράφεται διὰ τοῦ ι κατὰ διάλεκτον ἐν συλλήψει βοίδιον εὕρηται, καὶ ἐκ τούτου κατὰ διάστασιν βοΐδιον διὰ τοῦ ι
β 124
Βοῦς · παρὰ τὸ βῶ δηλοῦν τὸ τρέφω, οὗ ὁ μέλλων βόσω, καὶ βόσις, ἡ τροφή, ὡς ἀρόσω ἄροσις· ἀφʼ οὗ βοτήρ ὡς ἀροτήρ. βοῦς οὖν τὸ ζῶον ἀπὸ τοῦ τρέφεσθαι ἡμᾶς ἐξ αὐτοῦ
β 125
βόειος διαφέρει· βοὸς μὲν γὰρ πούς ἐστι ἐπὶ ζῶντος, βόειος δὲ ὁ τοῦ νεκροῦ
β 126
Βοιωτοί · ἐκ τοῦ βοῶν ἔχειν τὰ ὦτα
β 127
Βοιωτός · ὄνομα, καὶ ἀπʼ αὐτοῦ ἡ χώρα Βοιωτία. εἴρηται δέ, ὅτι Ἄρνη ἡ μήτηρ αὐτοῦ, τεκοῦσα αὐτόν, λαθεῖν βουλομένη τὸν πατέρα, ἔρριψεν εἰς βοῶνα. παρὰ οὖν τὸ μετὰ βοῶν τραφῆναι Βοωτός καὶ Βοιωτὸς ἐκλήθη. Εὐφορίων · Τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκε μήτηρ, Βοιωτὸν δʼ ὀνόμηνε Ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις.“
β 128
Βοιωτός · παρὰ τὸ εἰς βουκόλιον ῥιφῆναι αὐτὸν ὑπὸ τῆς μητρός, ἐξ οὗ καὶ Βοιωτία
β 129
Βολή · εἰς τὸ Βάλλον
β 130
Βοιωτός · ὄνομα υἱὸς θυγατρὸς Αἰόλου, ἐξ οὗ καὶ οἱ Αἰολεῖς· ἀπὸ Βοιωτοῦ δὲ Βοιωτοὶ ὠνομάσθησαν οἱ τῇ χώρᾳ ἐγχρονίσαντες
β 131
Βοιωτία · ἡ χώρα· εἴρηται ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης τῆς Αἰόλου. ἐκλήθη δὲ οὕτως, ἐπεὶ τεχθεὶς ἐξετέθη ὑπὸ τῆς μητρὸς εἰς βουκόλιον. παρὰ τὸ βοῦς οὖν εἴρηται αὐτὸν Βοιωτὸς καὶ ἀπʼ αὐτοῦ Βοιωτία. Βοιωτοὶ δὲ ὠνομάσθησαν παρὰ τὸ βοῶν ὦτα ἔχειν
β 132
Βόλος · τὸ δίκτυον καὶ ἡ δρόσος· ἀμφίβληστρον καὶ σαγήνη καὶ λίνος καὶ πολυωπόν. βῶλος δὲ ὁ τὴς γῆς προπερισπᾶται· ὅτι βαλλόμενος λύεται
β 133
Βολοσία · βολίς ἡ Εἰλείθυια· βολὰς γὰρ τὰς ὠδῖνας ὠνόμαζον. Εἰλείθυια δέ ἐστι θεὰ ἡ ἐπέχουσα τὰς ὠδῖνας τῶν τικτουσῶν γυναικῶν· εἴρηται δὲ ἀπὸ τοῦ ἐλθεῖν εἰς φῶς τὰ διʼ αὐτῆς τικτόμενα. καὶ εἰς τὸ Εἰλείθυια
β 134
Βοναλλᾶς · εἰς τὸ Ἱμαῖος
β 135
Βοόωντα Β · βοῶντας πλεονασμῷ τοῦ ο ποιητικῶς γίνεται βοόωντα. τὸ δὲ βοῶ ἐκ τοῦ βοή. τὸ βο μικρόν· τὰ ἔχοντα τὸ ε ἐγκείμενον. καὶ ἔστιν ἐκ τοῦ βέω, ἐξ οὗ καὶ κατὰ πλεονασμὸν τοῦ ι βείω· οἱονεὶ ἡ διὰ τῆς τραχείας ἀρτηρίας ἐκπεμπομένη φωνή
β 136
Βολίς · παρὰ τὸ βάλλω βαλίς καὶ βολίς
β 137
Βομβεῖν · τὸ ὄνομα γεγένηται κατὰ μίμησιν τῆς γινομένης φωνῆς
β 138
Βορᾴζω · εἰς τὸ Κεκληγώς
β 139
Βόθυνος · παρὰ τὸ βάθυνος τροπῇ τοῦ α εἰς ο · βάθυνός τίς ἐστι. παρὰ τὸ βαθύς, ὡς θρασύς θράσυνος καὶ μεταθέσει θάρσυνος· παρὰ τὸ βαθύσ ἐπὶ τοῦ ὀφθαλμοῦ οὖν βάθυνος
β 140
Βολβός · ὀφθαλμός. καὶ ὁ ἐκ τῆς γῆς βολῆς βολβός
β 141
Βολβός · ἐπὶ τοῦ ἐσθιομένου, παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι. οὕτως Ἡρωδιανὸς ἐν Συμποσίῳ
β 142
Βορά · ἡ βρῶσις· παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω βορός καὶ βορά, καὶ βότης καὶ συβώτης ἐπεκτάσει τοῦ ο εἰς ω · ἀπὸ δὲ τοῦ αὐτοῦ καὶ βούτης πλεονασμῷ τοῦ υ. καὶ εἰς τὸ Βόρβορος καὶ Λάβρος καὶ Νεβρός
β 143
Βόρειος · ἐκ τοῦ βορέας γέγονεν
β 144
Βόρβορος · παρὰ τὸ βορά βορός, ἡ ἐκ τῆς βορᾶς κόπρος, καὶ ἐν διπλασιασμῷ βόρβορος πλεονασμῷ τοῦ ρ
β 145
Βόρβορος · παρὰ τὸ βάρος, καὶ τροπῇ τοῦ α εἰς ο βόρος, καὶ κατὰ ἀναδιπλασιασμὸν βόρβορος
β 146
Βόρβορος · παρὰ τὸ βορά, ὃ σημαίνει τὴν τροφήν βόροσ καὶ κατὰ ἀναδιπλασιασμὸν βόρβορος, καὶ ἐξ αὐτοῦ βεβορβορωμένοσ“ ὄνομα μετοχικόν, ὁ βδελυκτός
β 147
Βόρδων · διὰ τὸ τὰ βάρη δονεῖν, ἤγουν βαστάζειν
β 148
Βορρᾶς · ὁ ἄνεμος· ἴσως διὰ τὸ βίᾳ αἴρειν ἤγουν ῥεῖν ἢ ῥάσσεσθαι. ἢ παρὰ τὸ εὐβορώτατα τὰ σώματα ἡμῶν ποιεῖν καὶ ἰσχυρότατα
β 149
Βορρᾶς · ὅτι βαρὺς καὶ βίαιος καὶ κρυμώδης. ἄλλοι δὲ τὸ βορρᾶς διὰ τοῦ ἑνὸς ρ γράφουσιν
β 150
Βορέας · ὁ ἄνεμος· παρὰ τὸν ἦχον τὸν γινόμενον κατὰ τὴν πνοὴν τὸ ὄνομα γέγονε. τάχα δὲ διὰ τὸ βορώτατα τὰ σώματα ἡμῶν κατασκευάζειν διὰ τὴν πύκνωσιν τοῦ σώματος
β 151
Βοσόρ · Ἑβραϊκὴ ἡ λέξις· σημαίνει δὲ ἱμάτιον ἐκ κοκκίνου βεβαμμένον. λέγεται δὲ βοσὸρ καὶ τὸ σῶμα ὡς τὸ οὗ τὸ ἐρύθημα ἐξ ἀμπέλου βοσόρ“ ἀντὶ τοῦ οὗτινος τὸ σῶμα ἐξ ἀμπέλου ἦν βεβαμμένον
β 152
Βόστρυχοι · οἷον βότρυχοι, οἱ μετὰ σχήματος βοτρυοειδοῦς ἀποκρεμάμενοι τρίχες
β 153
Βόσορ βοσόρ · τὸ βεβαμμένον
β 154
Βόστρυχος · ὁ πλόκαμος· παρὰ τὸν βότρυν
β 155
Βοτάνη · παρὰ τὸ πρὸς τὰ ἄνω βαίνειν· τὰ γὰρ ἐκφυόμενα ἀνωφερῆ πρὸς ἀέρα εἰσί
β 156
Βοτάνη · λέγεται παρὰ τὸ βίᾳ τείνεσθαι, ἤγουν αὔξειν. ἢ παρὰ τὸ βαδίζειν ἄνω, ὥσπερ καὶ ἄνθος ἐκ τοῦ ἄνω θέειν, ἤτοι τρέχειν· ἢ διὰ τὸ βέειν τὴν ἄνω
β 157
Βοτήρ · καὶ διὰ τοῦ ο μικροῦ καὶ διὰ τοῦ ω μεγάλου παρʼ Ὁμήρῳ, ὅθεν τὸ Σ κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.“ καὶ εἰς τὸ Πολυβοτείρῃ
β 158
Βοτόν · εἰς τὸ Θερείβοτον
β 159
Βότρυες · παρὰ τὸ πότρυες, ἤγουν οἱ τοῖς ποσὶ τρυόμενοι καὶ πατούμενοι
β 160
Βότρυς · καὶ ὁ περκάζων. ὄμφαξ, ὁ ἄωρος
β 161
Βοτρυδόν Β ἀγεληδόν Π · ἐπίρρημα ποιότητος
β 162
Βότρυες · ἀφʼ ὧν ἐστι πιεῖν, οἷον πότρυες· ἢ οἱ τοῖς ποσὶ τριβόμενοι, ἤγουν πατούμενοι
β 163
Βόσκω · τρέφω· ἐξ οὗ καὶ συβώτης, ὁ τοὺς σύας βόσκων, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω
β 164
Βουβῶνα · παρὰ τοῦ βῶ, τὸ βαίνω, γίνεται βῶνα καὶ μετὰ τοῦ ἐπιτατικοῦ βου γίνεται βουβών, τὸ εἰς ὕψος βαῖνον. σημαίνει δὲ τὸ πάθος
β 165
Βουβών · ἀπὸ τοῦ συμβαίνοντος οἰδήματος, παρὰ τὸ ἄγαν βαίνειν εἰς ὕψος. βῶ οὖν βῶν καὶ μετὰ τοῦ ἐπιτατικοῦ μορίου τοῦ βου βουβών, ὡς βούπαις βουγάϊος
β 166
Βουλή · παρὰ τὸ βάλλω ἢ παρὰ τὸ βέλλω βολή, καὶ ἐν πλεονασμῷ τοῦ υ βουλή, ἡ τοῦ νοὸς ἐκβολή καὶ τροπῇ τοῦ υ
β 167
Βουλή · παρὰ τὸ βέλλω, ἐξ οὗ καὶ βέλος καὶ βολίς καὶ βουλή· ἐπιβολὴ γὰρ ψυχῆσ ἐστιν ἡ τοῦ νοὸς ἐκβουλή καὶ τροπῇ τοῦ ο εἰς ου βουλή
β 168
Βούκινον · ἐκ τοῦ βοή καὶ τοῦ κίνησις· ἢ βοὴ κενή· ἢ βοὴ κοινή
β 169
Βουκόλος · βουκόνος τις ὤν, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν· ἢ βουσὶ κεκλόμενος, ὅ ἐστιν ἐγκελευόμενος
β 170
Βούβρωστις · ἡ μεγάλως ἐσθίουσα ἀνία ἢ λιμὸς τὸ σῶμα
β 171
Βουκόλοι Ν · ἤτοι βουκόνοι, παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, τροπῇ τοῦ ν εἰς λ ὡς νίτρον λίτρον· ἢ βουκόλοι, ὅ ἐστι βουσὶ κεκλόμενοι, ἤτοι ἐγκελευόμενοι, παρὰ τὸ κέλω κέλομαι Α ὦ Ἀχιλεῦ, κέλεαί με“· ἢ βουσὶ κεκολλημένοι. οὕτως εὗρον ἐν Ὑπομνήματι τῆς Ν Ὁμήρου. Ἀθήναιος δέ, τὸν βουκόλον εἰρῆσθαι παρὰ τὸ κόλον, ὅ ἐστι τροφή, ἵνα ᾖ ὁ τοῖς βουσὶ τὴν τροφὴν προφέρων. ἢ παρὰ τὸ κέλλω, ὃ σημαίνει τὸ πορεύομαι, ὁ ἅμα τοῖς βουσὶ κέλλων. Δίδυμος δέ, παρὰ τὸ κομεῖν εἰρῆσθαι, ἵνʼ ᾖ βουκόμος, ὡς ἱπποκόμος, ἐν τροπῇ τοῦ μ εἰς τὸ λ
β 172
Βούλει τοῦ βούλῃ διαφέρει· τὸ βούλει μὲν γὰρ ὁριστικῶς λέγεται, οἷον βούλει σχολάσαι μοι“· τὸ δὲ βούλῃ διστακτικῶς, οἷον ἔαν βούλῃ, πορευσώμεθα.“ βαρυτόνως. βουλῇ δὲ περισπωμένως τὴν γνώμην σημαίνει
β 173
Βουληφόρος Β · τὰ ἐκ δύο τελείων συντιθέμενα ὀνόματα ἐκ πόσων πτώσεων συντίθενται; ἢ ἀπὸ εὐθείας, ὡς τὸ ζωή ζωηφόρος καὶ ἕως Ψ ἑωσφόροσ“· ἢ ἀπὸ γενικῆς, ὡς τὸ οὐδείς οὐδενός Θ οὐδενόσωρα“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ Ἄρηϊ Γ ἀρηΐφιλοσ“· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ πόδα Β Ποδαλείριοσ“. μόνον δὲ ἀπὸ κλητικῆς οὐ γίνεται σύνθετον, ἐπειδὴ πᾶσα πτῶσις τριπρόσωπός ἐστι, πλὴν τῆς κλητικῆς· ἡ δὲ κλητικὴ αὐτοτελής ἐστι καὶ πολλάκις τέλειον λόγον ἀποπληροῖ, ὡς τὸ Γ ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον“, καὶ πάλιν Β διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ“. τὸ δὲ τέλειον μετὰ τοῦ ἀτελοῦς οὐ συντίθεται. καὶ ἀποροῦσί τινες λέγοντεσ ὅτι, ἐπεὶ ἀπὸ κλητικῆς οὐ συντίθεται, πῶς τὸ Γ γυναιμανέσ“ ἀπὸ κλητικῆς τῆς ὦ γύναι καὶ τοῦ μαίνομαι ῥήματος συνετέθη. ἔστι δὲ εἰπεῖν, ὅτι οὐκ ἀπὸ κλητικῆς συνετέθη τῆς ὦ γύναι, ἀλλʼ ἐξ ἀποκοπῆς ἐκ τῆς γυναικός γενικῆς γυναικομανές καὶ γυναιμανές. ἔστι δὲ τὸ ῥῆμα φέρω καὶ φορέω Ε ὡς δʼ ἄνεμος ἄχνας φορέει“, ἀφʼ οὗ φορητός· ἀπὸ δὲ τοῦ φέρω φερτός, ἔνθεν τὸ Ν συμφερτὴ δʼ ἀρετή“· τὸ συγκριτικὸν προφερέστερος. τὸ φέρω κατὰ τὸ τέλος συντίθεται · βουληφόρος, τελεσφόρος. ἔστι βούλω, ὅθεν τὸ βουλεύω παράγωγον, ὡς ἄρχω ἀρχεύω· ἀπὸ τούτου βουλή. τὰ εἰς η λήγοντα φυλάττει τὸ η ἢ τρέπει, οἷον γῆ γηγενής, ὀδύνη ὀδυνήφατος, κρήνη κρηνοφύλαξ. πάντα δὲ τὰ παρὰ τὸ φέρω παροξύνεται, οἷον ἑωσφόρος, βουληφόρος· εἰ μὴ ἄρα τύπος κωλύει διὰ τοῦ εὖ μορίου καὶ τῶν προθέσεων καὶ τῆς τοῦ α στερήσεως οἷον εὔφοροσ, πρόσφορος, ἄφορος
β 174
Βούλω · βαρύνεται· ἐπειδὴ τὰ εἰς λω λήγοντα καθαρὰ δισύλλαβα παραληγόμενα τῇ ου διφθόγγῳ τὰ μὲν δύο εἰσὶ βαρύτονα, τὰ δὲ δύο περισπώμενα. καὶ τὰ μὲν βαρύτονά εἰσι ταῦτα, βούλω καὶ οὔλω, ἐξ οὗ καὶ ὁ ποιητής ω οὖλέ τε καὶ μέγα χαῖρε“· ταῦτα δὲ περισπῶνται, οὐλῶ, παρὰ τὸ οὐλή, ὃ σημαίνει τὸ τραῦμα καὶ τὸ δουλῶ, παρὰ τὸ δοῦλος. καὶ εἰς τὸ Οὐλομένην
β 175
Βουνός · παρὰ τὸ βαίνειν ἄνω. ὕψωμα δέ ἐστιν ἐκ γῆς οὐκ ἐκ πετρῶν πεπυκνωμένος
β 176
Βούπαις · εἰς τὸ Γέρων
β 177
βούπληξ · διφορεῖται κατὰ τὴν τάσιν πρὸς διάφορον σημαινόμενον· ὀξυτόνως μὲν τὸ ἐνεργοῦν ὄργανον, βαρυτόνως δὲ τὸν ὑπὸ αὐτοῦ πλησσόμενον
β 178
Βοῦς · διὰ τὸ βίαιον τῆς δυνάμεως. ἢ παρὰ τὸ βῶ, τὸ τρέφω, ἐξ οὗ καὶ βόσις· διʼ αὐτῆς γὰρ τρεφόμεθα
β 179
Βοῦς μόσχου διαφέρει· βοῦς μὲν γάρ ἐστι ὁ τέλειος, μόσχος δὲ ὁ νεόγονος, ἀφʼ οὗ καὶ μοσχεία, ἡ νέα φυτεία
β 180
Βοῦτα · Λατῖνοι τὰ ἐκ τῆς πυρᾶς καλοῦσι λείψανα· παρὰ τὸ φῶ, ὃ σημαίνει τὸ λάμπω, γίνεται φῶτα· τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον καὶ τοῦ φ εἰς τὸ β γίνεται βοῦτα. συντάσσεται μετὰ αἰτιατικῆς
β 181
Βοῶπις ·. ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; προσηγορικοῦ
β 182
Βραβεῖον · παρὰ τὸ ῥάβδος ῥαβδεῖον καὶ τροπῇ τοῦ δ εἰς β καὶ ἐν ὑπερβιβασμῷ τοῦ ἑτέρου β βραβεῖον. λέγεται δὲ τὸ βασιλικὸν σκῆπτρον, ἐξ οὗ καὶ βραβευταὶ οἱ τὰς βασιλικὰς ῥάβδους βαστάζοντες καὶ τοῖς νικῶσι τοὺς στεφάνους διδόντες. τὸ βει δίφθογγον· τὰ διὰ τοῦ ειον κτητικὰ προπερισπώμενα δίφθογγον ἔχει· τεκτονεῖον, μουσεῖον, κουρεῖον, βαλανεῖον. στέφανος δὲ βραβείου διαφέρει
β 183
Βραβεύει · ἐπιψηφίζεται, διανέμει. καὶ βραβευτής· διοικητής, κριτής, ὁριστής. βραβευταὶ δὲ κυρίως οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλλου διδόντες σύμβολον τῆς νίκης, ῥαβδευταί τινες ὄντες. συντάσσεται μετὰ αἰτιατικῆς
β 184
Βραβεύεται · παρὰ τὸ ῥαβδεύεται· φοίνικος γὰρ κλάδῳ ἐβράβευον
β 185
Βραγχιάζω · εἰς τὸ Ἐβραγχίασεν. Γεωργίου
β 186
Βραδεῖς · ἀπὸ τοῦ βραδέες γέγονε κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον. Νικήτου
β 187
Βραδύς · παρὰ τὸ βάρος βαρύς. Νικήτου
β 188
Βραδύγλωσσος · παρὰ τὸ βραδύς καὶ τὸ γλῶσσα. ἐγράφη
β 189
Βράσσων · εἰς τὸ Πάσσων
β 190
Βραχίονες · παρὰ τὸ βραχεῖς κίονας εἶναι τῆς χειρός
β 191
Βραχίων · ἐκ τοῦ βραχύς καὶ τοῦ κίων. ὁ κανών· τὰ διὰ τοῦ ιων βαρύτονα τρέποντα τὸ ω εἰς ο ἐπὶ γενικῆς, εἴτε κοινὰ εἴτε μή, ἀποστρέφονται τὴν ει δίφθογγον
β 192
Βραχίων · παρὰ τὸ βραχύς καὶ τὸ κίω ῥῆμα· ὁ βραχύτερος τῶν λοιπῶν μερῶν τοῦ σώματος
β 193
Βράχος · διὰ τὸ βαρέως χεῖσθαι, ἤγουν κολάζεσθαι
β 194
Βράχος · εἰς τὸ Βρόχος καὶ Ἐβραγχίασεν. περὶ βραχυνομένων εἰς τὸ Λαπάρα
β 195
Βραχύς · σημαίνει τὸν μικρόν· γίνεται δὲ παρὰ τὸ ῥᾷον χεῖσθαι
β 196
Βραχύσ · κατὰ τὴν τοῦ ρ πρὸς τὸ λ κοινωνίαν παρὰ τὸ ἀποβεβλῆσθαι μέρος καὶ ἔλασσον γίνεσθαι. οὕτως Ἡρακλείδης
β 197
Βρέμεται Β · τὸ βρε ψιλόν· τὰ διὰ τοῦ εμω ῥήματα διὰ τοῦ ε ψιλοῦ γράφεται, πλὴν τοῦ μαιμῶ· σημαίνει δὲ τὸ ὁρμῶ· Ε διέσσυτο μαιμώωσα“, τοῦ αἵματος γευστικῶς ἔχουσα, ὁρμῶσα
β 198
Βρέμω · εἰς τὸ Ἔδραμον
β 199
Βρενθυόμενοι · δυσχεραίνοντες, ὀργιζόμενοι, θυμούμενοι. καὶ βρενθύεσθαι, τὸ διὰ θυμὸν μετεωρίζεσθαι ἢ προσποιεῖσθαι ὀργίζεσθαι. παρὰ τὸ μετὰ βάρους θύειν, ὅ ἐστιν ὁρμᾶν
β 200
Βρέτας · παρὰ τὸ βροτῷ ἐοικέναι, ἢ παρὰ τὸ βροτὸν ἀπεικάζεσθαι. Νικήτου
β 201
Βρέτας · εἴδωλον ἢ ξόανον σημαίνει, καὶ γέγονεν οὕτως· ἔστι βρετῶ, τὸ σημαῖνον τὸ φθείρω, ἐξ οὗ βροτός, καὶ ἐκ τοῦ βροτός βρέτας. ἔστι δὲ ἄκλιτον. καὶ εἰς τὸ Ξόανον. Γεωργίου τοῦ Χοιροβοσκοῦ
β 202
Βρέφος · παρὰ τὸ εἰς φῶς βεβηκέναι· ἢ παρὰ τὸ φέρβω, τὸ τρέφω, φέρβος, καὶ τροπῇ τοῦ φ εἰς β καὶ τοῦ β εἰς φ καὶ ἐν ὑπερβιβασμῷ τοῦ ρ βρέφος· ἢ παρὰ τὸ βρέχω βρέχος καὶ τροπῇ τοῦ χ εἰς φ βρέφοσ, τὸ ἐν κοιλίᾳ τῆς μητρὸς αὐτοῦ βεβρεγμένον ὄν· ἢ παρὰ τὸ τρέφω τρέφος, καὶ τροπῇ τοῦ τ εἰς β βρέφος. τὸ βρε ψιλόν· τὰ διὰ τοῦ εφος οὐδέτερα διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον νέφος, στέφος, κέπφος. σεσημείωται τὸ λαῖφος, σημαίνει δὲ τὸ ἱμάτιον. καὶ εἰς τὸ Γέρων
β 203
Βρέχει · πᾶν νόημα καὶ πᾶς λόγος τέλειος ἐξ ὀνόματος συνίσταται καὶ ῥήματος, οἷον· λέγει Θεόδωρος, ἀναγινώσκει ὁ Πλάτων, δημηγορεῖ Δημοσθένησ“. Χωρὶς τούτων οὐδέν ἐστι τέλειον· ἐὰν γὰρ εἴπω ἀναγινώσκει“, ὀφείλω εἰπεῖν καὶ τὸ ἐπαγόμενον, ἢ Θεόδωροσ“ ἢ ἄλλος τις, διότι πολλοί εἰσιν οἱ ἀναγινώσκοντες. ὅταν δὲ ἐρωτηματικῶς εἴπωμεν βρέχει“ ἢ βροντᾷ“ ἢ ἀστράπτει“, διὰ τοῦτο οὐ προστίθεμεν καὶ τὸν ἐπαγόμενον, διότι εἷς ἐστιν ὁ ταῦτα ποιῶν, τουτέστιν ὁ θεός· ὥσπερ καὶ ἐπὶ τοῦ βασιλέως, οἷον ἔδωκεν ἀξίας, ἐποίησε σπαθαρίουσ“, καὶ οὐ λέγομεν ὁ δεῖνα“, ἐπειδὴ εἷς ἐστιν ὁ ταῦτα πράττων
β 204
Βρίζοντα Δ · νυστάζοντα, κοιμώμενον· βρίξαι γὰρ κυρίως τὸ μετὰ βάρους τροφῆς νυστάζειν. ἐξ οὗ ἠρεμεῖν καὶ ἀμελεῖν
β 205
Βριμαίνειν · εἰς τὸ Ἐμβριμώμενοι
β 206
Βρίμος · εἰς τὸ Ὄβριμος
β 207
Βρίξαι · εἰς τὸ Βρίζοντα
β 208
Βρόγχος · παρὰ τὸ βρέχω· δίυγρος γὰρ ὁ τόπος
β 209
Βρόμιος · ὁ Διόνυσος, ὁ γενεσιουργὸς τῶν καρπῶν· παρὰ τὸ βορά βόριμος καὶ Βρόμιος
β 210
Βρόμος · εἰς τὸ Βροντή καὶ Ἔδραμον. Νικήτου
β 211
Βροντή · ὡς οὖσα βαρεῖα τῇ φωνῇ· ἢ παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον τοῦ πυρός, γίνεται βρομή καὶ βρονμή καὶ τροπῇ τοῦ μ εἰς τὸ τ βροντή. Γεωργίου
β 212
Βρότειος · ἐκ τοῦ βρότεος γέγονεν. Γεωργίου τοῦ Χοιροβοσκοῦ
β 213
Βροτήσιος · ἐκ τοῦ βροτός βροτόσιος καὶ βροτήσιοσ
β 214
Βροτολοιγός · ὁ Ἄρης. καὶ εἰς τὸ Ἐπιδέξια. Ὠρίωνος
β 215
Βροτός · ὅτι βρώσκει καὶ βρώσκεται θανών
β 216
Βροτός · ἐκ τοῦ μείρω, μέμορα, γίνεται μορτός καὶ ἐν ὑπερβιβασμῷ μροτός καὶ τροπῇ τοῦ μ εἰς β βροτός. καὶ διὰ τί ἐτράπη τὸ μ εἰς τὸ β ἐπειδὴ οὐδέποτε τὸ μ πρὸ τοῦ ρ εὑρίσκεται ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν. ποίου εἴδους ἐστὶ τῶν κατὰ σημασίαν; συνωνύμου. διόρισον. συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄνθρωπος, βροτός, μέροψ· μερόπων γένοσ“. Νικήτου
β 217
Βροτοσσώων · σημαίνει τῶν βροτοσωστῶν· γέγονε δὲ παρὰ τὸ βροτός καὶ τὸ σῶος, ὃ σημαίνει τὸν ὑγιῆ, βροτοσσῶος, βροτοσσώου καὶ βροτοσσώων. Ὠρίωνος
β 218
Βροχή · διὰ τὸ βαρέως χεῖσθαι. Φωτίου
β 219
Βρόγχος · ὁ λαιμός, ὃν καὶ φάρυγγα καλοῦσι· καὶ ἐπὶ τῶν ἰχθύων τῶν βράγχη ἐχόντων. εἴρηται δὲ παρὰ τὸ βρέχω βρόχος τις ὤν, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνήθεια βρόγχον λέγει, οἱ δὲ ἀρχαῖοι βράγχον· ἐξ οὗ καὶ βραγχιᾶν τὸ πάθος εἴρηται, καὶ τὸ Ε τόσσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο“. καὶ εἰς τὸ Ἐβραγχίασεν
β 220
Βρύα · εἰς τὸ Ὀμβροβλυτεῖς
β 221
Βρύγας · εἰς τὸ Ἀφροδίτη
β 222
Βρύω · εἰς τὸ Βλύω
β 223
Βρῶ · εἰς τὸ Βλάπτω
β 224
Βρῶσις · παρὰ τὸ βρῶ, τὸ ἐσθίω, οὗ ὁ μέλλων βρώσω
β 225
Βρωσείω · τὸ τρώγω· παρὰ τὸ βρώθω βρώσω
β 226
Βυζάντιον ·. διὰ τὸν τῆς Θρᾴκης βασιλέα Βύζαντα
β 227
Βυθός · παρὰ τὸ βάθος· ἢ παρὰ τὸ βύζω βυστός καὶ βυθός
β 228
Βυθός · βιαία θέα, ἤγουν θεωρία
β 229
Βύκτας · εἰς τὸ Ἀφροδίτη
β 230
Βύνη · εἰς τὸ Γυνή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου βυούσης · ἡ εὐθεῖα βύουσα· παρὰ τὸ μύω, τὸ καμμύω, καὶ ὁ περισπώμενος μέλλων μυῶ καὶ τροπῇ τοῦ μ εἰς β βυῶ καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται βύω, βύεις· καὶ ἡ μετοχὴ βύων, τὸ θηλυκὸν βύουσα, βυούσης
β 231
Βύσσος · ἔστιν εἶδος βοτάνης, ἐξ οὗ τὰ ἀπʼ αὐτῆς βαπτόμενα ἱμάτια βύσσινα λέγονται
β 232
Βύω · εἰς τὸ Ἄβυσσος καὶ Ἀκροβυστία καὶ Βεβυσμένα καὶ Παράβυστον
β 233
Βῶλος · παρὰ τὸ βῶ τὸ τρέφω· οἱ γὰρ βῶλοι τοὺς καρποὺς ἀνάγουσιν. ἢ ὅτι βαλλόμενος λύεται. καὶ εἰς τὸ Βόλος
β 234
Βώμαξ · ὁ βωμολόχος· τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. λέγεται δὲ βῶμαξ καὶ μι κρὸσ βωμὸς ὑποκοριστικῶς
β 235
Βωμολοχίαις · οὐ σύνηθες ἔμοιγε βωμολοχίαις καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι“ κολακείαις, γελοτωποιΐαις. βωμολόχοι δὲ κυρίως λέγονται οἱ ἐπὶ τῶν θυσιῶν ἐπὶ τοῖς βωμοῖς καθεζόμενοι καὶ μετὰ κολακείας προσαιτοῦντες· ἔτι δὲ οἱ παραλαμβανόμενοι ταῖς θυσίαις αὐληταὶ καὶ μάντεις· ἐκ μεταφορᾶς δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινες εὔκολοι ἄνθρωποι καὶ ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντες ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ σκώπτειν. ὥστε τρία σημαίνει
β 236
Βωμολόχος · ἱερόσυλος· παρὰ τὸ λοχᾶν εἰς τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. Ὠρίωνος
β 237
Βωμός · παρὰ τὸ βαίνειν τὸ αἷμα ἐν αὐτῷ
β 238
Βῶ · εἰς τὸ Αἴνυτο καὶ Βάπτω καὶ Βορά καὶ Βουβῶνα καὶ Βοῦς καὶ Ἐκ Βασάν καὶ Ἐρυσίβη καὶ Ἥβη καὶ Ἵλεως καὶ Στίλβω
β 239
Βωμός · δηλοῖ τὴν βάσιν, Θ ἅρματα δʼ ἂμ βωμοῖσι“· παρὰ τὸ βῶ· ὅπου τὰ ἐπιτιθέμενα βέβηκεν. καὶ ἐπὶ τοῦ τόπου οὗ θύουσι τοῖς θεοῖς· ἐπιτίθεται γὰρ αὐτῷ τὰ ἱερεῖα ἐν τῷ βαίνειν αὐτά· ἢ αὐτὸς ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς εἰς θυσίαν. Γ
γ 2
Γαγγαλίζω · παρὰ τὸ γελῶ γελίζω, τροπῇ τοῦ ε εἰς α γαλίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν γαγγαλίζω ἑτέρου γ πλεονάσαντος. Γεωργίου
γ 3
Γάδειρα · ἀπὸ τοῦ γῆ καὶ τοῦ δειρά τοῦ σημαίνοντος τὴν ἐξοχὴν γέγονε Γάδειρα, οἱονεὶ γῆς δειρά· τὰ γὰρ Γάδειρα ἡ ἀρχὴ τῆς γῆς. ἢ παρὰ τὸ δειρὰ εἶναι τῆς γῆς διὰ τὸ ὕψος
γ 4
Γαῖα · τὸ α βραχύ. τὸ μαῖα, γαῖα συνέσταλται . τὰ εἰς α λήγοντα ἐν τῇ κατʼ ἀρχὴν συνθέσει φυλάττει τὸ α ἢ τρέπει· ὀπωροπώλης, γεωμέτρης
γ 5
Γαϊδόριν · διὰ τὸ τὴν γαῖαν δέρειν τοῖς ποσίν
γ 6
Γαιήοχος · παρὰ τὸ περιέχειν τὴν γῆν διὰ τῶν τοῦ Ὠκεανοῦ· παρὰ γὰρ τὸ γαῖα παράγωγον· ὁ τὴν γῆν κατέχων Ποσειδῶν
γ 7
Γαίω · εἰς τὸ Ἀγαυρός καὶ Γαῦρος καὶ Ταῦρος
γ 8
Γάλα · παρὰ τὸ καλὸν εἰς ἀνατροφήν· οἷον κάλα
γ 9
Γαλαθηνός · παρὰ τὸν θήσω μέλλοντα δηλοῦντα τὸ θρέψω, ἐξ οὗ τὸ τιθήνη, τὸ σημαῖνον τὴν τροφόν
γ 10
Γαλήνη · παρὰ τὸ γελῶ γελάνη, ἡ τὸ γελᾶν φέρουσα· ἢ παρὰ τὸ ἐκ τῆς γῆς λίαν ἵεσθαι, ἡ ἀστασίαστος κατάστασις· ἢ παρὰ τὸ γελῶ γελάσω, γελάνη τις οὖσα, καὶ κατὰ τροπὴν τοῦ ε εἰς α καὶ τοῦ α εἰς η γαλήνη· γελῶντι γὰρ ἔοικε τότε ἡ θάλασσα
γ 11
Γαλήνη · παρὰ γὰρ τὸ γάλα· ἡ καθισταμένη θάλασσα καὶ πραεῖα. Νικήτου
γ 12
Γαληνόμορφον · ἐγράφη
γ 13
Γαλόῳ Γ · ἡ εὐθεῖα γάλως· τὸ λως μέγα· καὶ κλίνεται τῆς γάλω. ὁ κανών· τὰ δὲ βαρύτονα κατὰ ἀποβολὴν τοῦ ς. ἡ δοτικὴ γάλῳ, καὶ πλεονασμῷ τοῦ ο γαλόῳ. διὰ τί καταβιβάζει τὸν τόνον; ἐπειδὴ οὐδέποτε τοῦ ω ἐπὶ τέλους κειμένου τρίτη ἀπὸ τέλους τίθεται ἡ ὀξεῖα χωρὶς τῶν Ἀττικῶν
γ 14
Γάλλος · ὁ ἄλλος τις γενόμενος καὶ μεταβαλὼν τὴν φύσιν ἐξ ἀνδρῶν
ε 7
ἐπιθαλάμιον διαφέρει· ἐπιθαλάμιον μὲν γάρ ἐστι τὸ ἐπὶ θαλάμῳ τῆς γαμουμένης γραφὲν ποίημα, γαμήλιον δὲ ὃ οὐ περιώρισται χρόνῳ
γ 15
Γαμήλια · παρὰ τὸ γαμῶ γαμήσω γαμήλια, ὡς παρὰ τὸ δεμῶ δεμήσω δεμήλια καὶ θεμέλια, καὶ παρὰ τὸ κατοικῶ κατοικήσω κατοικήσια καὶ κατοικέσια
γ 16
Γάμος Γ · παρὰ τὸ δαμῶ δάμος καὶ γάμος. ἐτυμολογεῖται δὲ καὶ παρὰ τὸ δύο ἅμα εἶναι, κατὰ μετάθεσιν τοῦ δ εἰς γ · ἢ διὰ τὸ ἐγγαμίζεσθαι, ἤτοι ἁρμόζεσθαι· ἢ διὰ τὸ ἅμα ἄγεσθαι τὴν γαμετήν· ἢ διὰ τὸ γῆν ἅμα γενέσθαι· ἢ διὰ τὸ γόμος εἶναι
γ 17
Γαμφηλή · ἡ σιαγών· παρὰ τὸ κάμπτω, ὡς παρὰ τὸ θάπτω ταφή
γ 18
Γαμψός · παρὰ τὸ κάμπτω καμψός καὶ γαμψός, ἐξ οὗ καὶ Π γαμψώνυχεσ“, οἱ καμψώνυχες
γ 19
Γάνος · παρὰ τὸ γανῶ, τὸ λαμπρύνω. καὶ εἰς τὸ Ὄργανον
γ 20
Γανωθείς · εἰς τὸ Γεγανωμένος
γ 21
Γάρ Β · σύνδεσμος ἰσοδύναμος τῷ ὅτι. διαφέρει δὲ τοῦ ὅτι· τὸ μὲν ὅτι προτακτικόν, ὡς τὸ ὅτι ἠπαιδεύτησας, ἐτυπτήθησ“· ὁ δὲ γάρ ὑποτάσσεται, ὡς ἐτυπτήθης, ἠπαιδεύτησας γάρ“. ἵνα πλεονάσῃ τὸ αἴτιον. Φωτίου
γ 22
Γαστήρ · παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι· γῶ γάζω γαστήρ. περὶ Γαστριμαργίας· τί ἐστι γαστριμαργία; καὶ πόθεν ὠνόμασται; καὶ κατὰ ἀναγωγὴν πῶς θεωρεῖται; οὐδεὶς οὔτε γραμματικῶν οὔτε ῥητόρων ἐμνημόνευσε ταύτης. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζώων λόγῳ μέμνηται ζώου μάργου λεγομένου, καὶ ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ τῆς γῆς καὶ τοῦ ὕδατος, καὶ ἀφʼ οὗ γεννηθῇ, οὐ παύεται γαιηφαγοῦν, ἕως οὗ ἐκτρυπῆσαν τὴν γῆν εἰς ἐπιφάνειαν ἐξέλθῃ· ὅταν δὲ ἐξέλθῃ, θνήσκει καὶ κεῖται νεκρὸν τρεῖς ἡμέρας, καὶ μετὰ τὰς τρεῖς ἡμέρας ἔρχεται νέφος βροχῆς, καὶ βρέχει ἐπάνω αὐτοῦ, καὶ ἀναζῇ μηκέτι γαιηφαγοῦν. καὶ ἐκ τούτου οἶμαι τοὺς ἀρχαίους φιλοσόφους ὁρμηθέντας τοὺς πολυφάγους γαστριμάργους ἀποκαλέσαι. δύναται δέ τις εὐσεβῶς τοῖς οὖσι κατὰ θεωρίαν ἐπιβαλεῖν τὰ εἰρημένα· πᾶν γὰρ πάθος ἀπὸ σήψεως γεννᾶσθαι πέφυκεν, καὶ ἐπειδὰν γεννηθῇ, οὐ παύεται ἐσθίον τὴν ὑποστήσασαν καρδίαν, ἕως ἂν διὰ τῆς γνωστικῆς ἕξεως εἰς φανέρωσιν ἔλθῃ, καὶ ἐλθὸν θνήσκει ταῖς τρισὶ δυνάμεσι τῆς ψυχῆς· καὶ οὕτως ἡ χάρις τοῦ ἁγίου πνεύματος, ὡς διὰ νέφους τῆς διδασκαλίας ἐπιφανεῖσα, σταλαγμοὺς δίδωσι τῆς γνώσεως καὶ ζωοποιεῖ οὐ κατὰ τὴν προτέραν ἐμπαθῆ ζωήν, ἀλλὰ κατὰ τὴν ἐνάρετον καὶ θεῷ οἰκείαν
γ 23
Γαστριμαργία · ἡ περὶ τὴν γαστέρα μανία· μαργαίνειν γὰρ λέγεται παρὰ τοῖς ἔξω τὸ μαίνεσθαι καὶ μάργος καλεῖται ὁ μανιώδης· παρὰ τὸ μαργαίνειν, ὅ ἐστι μαίνεσθαι, τὴν γαστέρα. διαφέρει δὲ γαστριμαργία λαιμαργίας· γαστριμαργία μὲν γάρ ἐστιν ἡ τῆς γαστρὸς χόρτασις, λαιμαργία δὲ ἡ τοῦ λαιμοῦ ἡδονή, ἤτοι τὰ γλυκάσματα
γ 24
Γαυριᾷ · εἰς τὸ Κομᾷ
γ 25
Γαῦρος · παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἐξ αὐτοῦ γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος. προπερισπᾶται· τὰ εἰς ρος δισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἢ προσηγορικὰ ἢ ἐπίθετα προπερισπᾶται, οἷον σαῦρος μαῦρος ταῦρος γαῦρος
γ 26
Γέ · σύνδεσμος. εἰς τὸ Ὅγε
γ 27
Γέα · εἰς τὸ Ἀνώγειον καὶ Βαθύγειον καὶ Γέγειος
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top