π 289
Πηληϊάδεω ὄνομα πτώσεως γενικῆς· δεῖ γινώσκειν ὅτι ἔστι Πηλεὺς τὸ πρωτότυπον καὶ τὸ πατρωνυμικὸν αὐτοῦ Πηλείδης καὶ κατὰ διάλυσιν Πηλεΐδης, καὶ τροπῇ τοῦ ε εἰς ἦτα καὶ πλεονασμῷ τοῦ α, διὰ τὴν κακοφωνίαν, ἢ διὰ τὴν συνέμπτωσιν Πηληϊάδης, ἡ γενικὴ Πηληϊάδου κοινῶς, Δωρικῶς δὲ Πηληϊάδαο καὶ Ἰωνικῶς, καθὼς χρῶνται, Πηληϊάδεω· ἰστέον ὅτι τὰ εἰς δης πατρωνυμικὰ, ἢ τῷ ι παραλήγεται μόνῳ, ἢ ἓν, ἢ τῷ α· εἰ μὲν οὖν ἀπὸ τῆς γενικῆς γίνεται ἡ πατρωνυμία, τῷ ἰῶτα μόνῳ παραλήγεται, ἐν βραχεῖ ὁποίας ἂν εἴῃ καταλήξεως· χωρὶς τῶν ἀπὸ τῶν εἰς ευς καὶ ἀπὸ τῶν εἰς ης, οἷον Ἀγαμέμνονος Ἀγαμεμνονίδης, Βίαντος Βιαντίδης· τὸ γὰρ Βιαντίδης πλεονασμῷ τοῦ α· καὶ παρὰ τὴν Δευκαλίωνος γενικὴν, καὶ Ἀνθεμίωνος ὤφειλεν εἶναι Δευκαλιωνίδης καὶ Ἀνθεμιωνίδης, ἀλλὰ συγκοπὴν πέπονθεν ἐν τῷ Δευκαλίδης καὶ Ἀνθεμίδης· καὶ τὸ Χαλκοδοντιάδης καὶ Τελαμωνιάδης πλεονασμὸν ἔχουσι τοῦ α· ὁμοίως δὲ ἀπὸ τῶν εἰς ου γενικῶν, διὰ τοῦ ειδης γίνεται ἡ παραγωγὴ, οἷον Ἡρακλῆς Ἡρα κλεΐδης καὶ Ἡρακλείδης· καὶ ἀπὸ τῶν εἰς ευς εὐθέων διὰ τοῦ ειδης γίνεται· οἷον Πηλεΐδης Πηλείδης, ἐν τούτοις γὰρ συναίρεσις γίνεται εἰς τὴν ει δίφθογγον, ἐπείπερ ἀνεφάνη τὸ α ἐν τῇ γενικῇ τῶν πρωτοτύπων· εἰ δὲ ἀπὸ τῶν εἰς ος εὐθείων ἔστιν εἰ μὲν καθαρῶν ὄντων, διὰ τοῦ α, ἐκφέρονται, οἷον ἥλιος ἡλιάδης, Θυέστιος Θυεστιάδης· τὸ Πάνθηος Πανθοΐδης ἡμάρτηται· εἰ δὲ μὴ καθαρεύουσι, διὰ τοῦ ἰῶτα, οἷον Ὕλλος Ὑλλίδης, κέδρος κεδρίδης· εἰ δὲ ἀπὸ τῶν εἰς ας ἢ εἰς ης, ὧν ἡ γενικὴ εἰς ου, διὰ τοῦ αδης ποιεῖ τὸ πατρωνυμικὸν, βορέας βορέου βορεάδης, ἱππότης ἱππότου ἱπποτάδης· τὰ εἰς δης πατρωνυμικὰ εἰς τὴν ου δίφθογγον ἔχουσι τὴν γενικήν· ἐκ τοῦ Πηλείδης πατρωνυμικοῦ πλεονασμῷ τοῦ α Πηλειάδης, καὶ οἱ Ἴωνες χαίρουσι τῇ διαλύσει· καὶ διαλύεται ἡ ει δίφθογγος καὶ γίνεται Πηλεϊάδης καὶ τροπῇ τοῦ ε εἰς η Πηληϊάδης, Πηληϊάδου· τὰς εἰς ου γενικὰς, τὰς ἀπὸ τῶν εἰς ης εὐθείων γινομένας, οἱ Ἴωνες διὰ τοῦ αο καὶ διὰ τοῦ εω προσφέρουσιν καὶ ἢ ἐκτείνουσι τὴν λήγουσαν καὶ συστέλλουσι τὴν παραλήγουσαν· ἢ ἐκτείνουσι τὴν παραλήγουσαν, καὶ συστέλλουσι τὴν λήγουσαν
π 290
Πήληξ ἡ περικεφαλαία, ἀπὸ τοῦ πάλλειν καὶ κινεῖν τὸν φοροῦντα, ἐκ τοῦ φάλος γίνεται
π 291
Πηλὸς ὁ οἶνος, παρὰ τὸ πάλλειν, ὅ ἐστι πηδᾷν καὶ ταράσσειν τοὺς πίνοντας
π 292
Πηλὸς ὁ οἶνος, παρὰ τὸ πάλλω τὸ σείω, οἱ γὰρ πίνοντες αὐτὸν σείονται, ὅθεν καὶ κραιπάλη ἡ μέθη
π 293
Πηλὸς παρὰ τὸ παλάσσω τὸ μολύνω, ἡ βεβρηγμένη γῆ· καὶ Ὅμηρος παλάσσετο δʼ αἵματι θώρηξ
π 294
Πηλὸς ὁ βόρβορος, οἱ μὲν διὰ τοῦ ἰῶτα γράφουσιν· παρὰ γὰρ τὸν πιέσω μέλλοντα πιελὸν αὐτὸν εἰρήκασι καὶ πιλὸν, ἐπεὶ συμπεπίασται· Ἀπολλώνιος δὲ παρὰ τὸ πιλνῶ ῥῆμα, ἐπεὶ πιλνᾶται, φησὶ, καὶ συνάπτεται, ἡνίκα κατασκευάζεται· οἱ δὲ παρὰ τὸ πέλας καὶ πελάζω ἐτυμολογοῦσιν, ἐπὶ πελάζεται ἀλλήλοις τὰ ἔρια, οἷς μάχεται ἡ ὀρθογραφία καὶ ἡ χρῆσις· καὶ τὸ ῥῆμα πηλῶ
π 295
Πηλούσιον ὄρος, παρὰ τὸ πήλεα
π 296
Πῆμα βλαβὸς, πένθος, παρὰ τὸ πήθω, τὸ πανθάνω, γίνεται πῆμα καὶ ἐξ αὐτοῦ πημαίνω καὶ δεῖγμα δειγμαίνω· ἐκ τοῦ πήθω γίνεται πηλός
π 297
Πήματα παρὰ τὸ πήθω τὸ πάσχω· τὸ δὲ πείθω σημαίνει τρία· πείθω τὸ καταπείθω, τὸ πει διφθόγγῳ· πήθω τὸ πάσχω, ἐξ οὗ καὶ ὁ β ἀόριστος ἔπαθον· πίθω δὲ διὰ τοῦ ἰῶτα ἐξ οὗ καὶ πίθηξ
π 298
Πήματα ἁμαρτήματα, βλάβαι, κακώσεις
π 299
Πηνακίζω τὸ πάνυ αἰκίζω
π 300
Πηνίκα ἐπίῤῥημα ἐρωτήσεως πότε; ἡ ἐν πρόθεσις προσλαμβάνει τὸ ἰῶτα· καὶ γίνεται ῥῆμα ἐξ αὐτοῦ ἔνι ἀντὶ τοῦ ἦν, καὶ οὐκ ἔνι, ἀντὶ τοῦ οὐκ ἔστι· καὶ ἐκ τοῦ ἔνι γίνεται ἑνίκα καὶ ἡνίκα καὶ πηνίκα
π 301
Πηὸς ὁ συγγενὴς· τὸ πη ἦτα, ἢ ὅτι κατὰ διάλεκτον εὑρέθη παὸς, ἢ ἐκ τῆς παραγωγῆς αὐτοῦ· ἔστι γὰρ πῶ ῥῆμα σημαῖνον τὸ κτῶμαι, οὗ ὁ μέλλων πάσω, ἐξ οὗ καὶ πάμων καὶ πολυπάμων γίνεται οὖν παὸς καὶ τροπῇ τοῦ α εἰς η πηός· διαφέρει δὲ πηὸς φίλου· φίλοι μὲν λέγονται οἱ μηδὲν τῷ γένει προσήκοντες· πηοὶ δὲ οἱ κατʼ ἐπιγαμίαν συγγενεῖς
π 302
Πηκτὶς πάνδουρος, ἢ ὄργανον μουσικόν
π 303
Πηγὸς εὐτραφὴς καὶ ἰσχυρός
π 304
Πήρα ἤτοι φέρα τὶς οὖσα, παρὰ τὸ φέρειν ἢ παρὰ τὸ παρηρτῆσθαι, ἢ τροπῇ τοῦ τ εἰς π, οἶον τίσυρες, πίσυρες, οἷον τήρα τὶς οὖσα, παρὰ τὸ τηρεῖν, ἡ ἐν τῷ τηρεῖν εἰργασμένη
π 305
Πήρα σημαίνει τὸ σακκοπάθνιον, ἐκ τοῦ πήθω, οὗ ὁ μέλλων πήσω, ὁ μέσος παρακείμενος πέπηθα, καὶ κατʼ ἀφαίρεσιν τῆς πε συλλαβῆς καὶ τροπῇ τοῦ θ εἰς ρ, πήρα· ταύτην γὰρ οἱ πάσχοντες ὑπὸ τῆς ἐνδείας βαστάζουσι· γράφεται δὲ διὰ τοῦ ἦτα, διότι ἀνεφάνη τὸ α· καὶ εἰς τὸ πείρα
π 306
Πήσσω δηλοῖ τὸ πηγνύω, ὁ β ἀόριστος ὁ παθητικὸς ἐπάγην· καὶ εἰς τὸ αἴτνη καὶ παχὺς καὶ εἰς τὸ πέποσθε
π 307
Πῆχυς παρὰ τὸ πεπηγέναι ἄκρῳ τῷ βραχίονι· καὶ ἐξ αὐτοῦ πηχυαῖος
π 308
Πιαίνω παρὰ τὸ πίον, ὃ σημαίνει τὸ λιπαρόν· ἐξ οὗ καὶ τὸ πιανάτω προστακτικόν
π 309
Πιαλέα κάθυγρος, λιμάδα ἔχουσα, παρὰ τὸν πιάλαι, τοῦτο παρὰ τὸ πίω ῥῆμα, ὃ σημαίνει τὸ ποτίζω
π 310
Πίδαξ ἡ μικρὰ πηγὴ, ἐκ τοῦ πίειν, ὡς ὁ κώνωψ
π 311
Πιερία ὄνομα τόπου, ὅπου ἐγεννήθησαν αἱ Μοῦσαι
π 312
Πῖθος παρὰ τὸ πίω, ἐξ οὗ καὶ ἔστι πιεῖν
π 313
Πίθι ἐκ τοῦ πίω, ὁ β ἀόριστος ἔπιον, ἡ μετοχὴ ὁ πίων τοῦ πιόντος, καὶ τὸ προστακτικὸν πίεθι καὶ κατὰ συγκοπὴν πίθι
π 314
Πίθηκος παρὰ τὸν πιθήσω μέλλοντα, ἀπὸ τοῦ πιθῶ περισπωμένου· πείθει γὰρ ἡμᾶς τὸ ζῶον, εἰδεχθὲς ὂν, προσέχειν αὐτῷ· οὕτω Φιλόξενος ἐν τῷ περὶ περισπωμένων ῥημάτων
π 315
Πιλάτος ἐκ τοῦ σπίλος, ὃ σημαίνει τὸν ῥύπον, σπιλάτος καὶ Πιλάτος· τὸ λα μακρὸν φύσει· τὸ πι ἰῶτα διάτι; Τρώϊλος
π 316
Πίλος καὶ πίλον τὸ κέντουκλον, παρὰ τὸν πίσω μέλλοντα, ἐπειδὴ καὶ συμπεπίαται καὶ εἰς τὸ πεπλημένοι· γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ πιέζω πιέσω γέγονε πίελος, καὶ κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν πίλος, ὡς ἱερὸς ἱρός
π 317
Πιμπλάντος ἐκ τοῦ πιμπλῶ, πίμπλημι παράγωγον
π 318
Πιμπλῶ ἔστι πλῶ, καὶ σημαίνει τὸ πληρῶ καὶ μετὰ ἀναδιπλασιασμὸν πιμπλῶ, ὅταν δὲ γένηται σύμφωνον, ἀποβολῇ τοῦ μ, οἷον ἐμπιπλῶ
π 319
Πινάκιον πεῖναν κινεῖν, ἢ πείνης ἄκος, ἤγουν θεραπεία· ἢ διὰ τὸ πείνῃ ψαύειν, ἤγουν ὑπουργεῖν
π 320
Πῖνα ὁ λίθος, διὰ τοῦ ι δὲ γράφεται τῷ λόγῳ τῶν διὰ τοῦ ινα
π 321
Πινητὸς ὁ φρόνιμος, παρὰ τὸ πονῶ πονύω, πονυτὸς καὶ τροπῇ τοῦ ο εἰς ι, πινητὸς, ὁ διεγηγερμένος
π 322
Πίδαξ ὁ κώνωψ, παρὰ τὸ πίειν, τινὲς δὲ παρὰ τὸ πηδᾶν, κατὰ μεταβολὴν τοῦ η εἰς ι Βοιωτικῶς
π 323
Πῖον τὸ λιπαρὸν, ὄνομα οὐδέτερον· ἔστι πίω ἐξ οὗ καὶ πίνω, ὁ β ἀόριστος ἔπιον· καὶ λοιπὸν ἐκ τοῦ πίω γίνεται πίων τοῦ πίονος καὶ ἡ πίων καὶ τὸ πίον, ὁ γὰρ λιπαρὸς πιότητα πάλιν ἔχει· ἐξ αὐτοῦ δὲ γίνεται πιόλης καὶ πιαίνω, καὶ πῖον τὸ οὐδέτερον, καὶ εἰς τὸ λῖπος
π 324
Πίπτω διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ πτῶ γίνεται πίπτω κατʼ ἀναδιπλασιασμὸν, ὡς χρῶ κιχρῶ, στῶ ἱστῶ, δῶ διδῶ, πλῶ πιπλῶ, τρώσκω, τιτρώσκω· ἢ ἀπὸ τοῦ πίσσω Αἰολικῶς γίνεται πίπτω· τὸ γὰρ πτ εἰς δύο σς τρέπουσι
π 325
Πίσα ὁ βοτανώδης τόπος, καὶ ὁ δίυγρος· σημαίνει δὲ ὄνομα πόλεως· διὰ τοῦ ι γράφεται, παρὰ τὸν πίω πίσω μέλλοντα γέγονε Πίσα, οἱονεὶ ἡ ἔχουσα πολὺ ὕδωρ
π 326
Πίμπλαντο πλέω, πλῶ, πιμπλῶ, πίμπλημι, δευ τέρας συζυγίας τῶν εἰς μι, ὁ παρατατικός· καὶ τὸ τρίτον τῶν πληθυντικῶν πίμπλαντο
π 327
Πίσυνος πεπιστευκὼς τεθαῤῥηκὼς, πεποιθώς· παρὰ τὸ πιστὸς πιστόσυνος, ὡς δοῦλος δουλόσυνος οὕτω πιστὸς πιστόσυνος, καὶ κατὰ συγκοπὴν πίσυνος
π 328
Πίστις πίστιος κοινῶς καὶ πίστεος Ἰωνικῶς καὶ πίστεως Ἀττικῶς, ἐκ τοῦ πείθω· ἔστι δὲ γνώμη βέβαια
π 329
Πίτυρον ἔστι πτίσσω, καὶ σημαίνει τὸ κοπανίζω καὶ ἐκ τούτου γίνεται πίσυρον καὶ τροπῇ τοῦ ς εἰς τ πίτυρον, τὸ κοπανισμένον τῆς κριθῆς· τοῦτο γὰρ τὸ πτίσσω διὰ τοῦ ἰῶτα γράφεται, καὶ πτισσάνη τὸ κόπανον· πτήσσω δὲ τὸ φοβοῦμαι διὰ τοῦ ἦτα· ἐξ οὗ καὶ πτὼξ ὁ λαγῳός
π 330
Πιτύνη κύκλος ὁ τὸν τυρὸν πηγνύων
π 331
Πιέτω πίω, ἐν χρήσει οὐχ εὕρηται ῥῆμα· ἔστι δὲ ὁ δεύτερος ἀόριστος ἔπιον, καὶ τὸ προστακτικὸν πίε πιέτω
π 332
Πίειρα ἡ γῆ, ἡ λιπαρά· κατὰ μὲν τὴν ἄρχουσαν διὰ τοῦ ἰῶτα γράφεται, παρὰ γὰρ τὸ πῖον γέγονε· κατὰ δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου
π 333
Πικρὸς ὁ χολωδὴς, ἐκ τοῦ πικραίνω, παρὰ τὸ πέκος, ὃ σημαίνει τὴν πεύκην καὶ πλεονασμῷ τοῦ ρ πεκρός· καὶ τὸ ε ἡνίκα πλεωνάσῃ σύμφωνον, τρέπεται εἰς ἰῶτα· οἷον ἔχω ἴσχω, πέκος πικρὸς καὶ σημαίνει τὸν ὑπέρχολον
π 334
Πικρία χολὴ, παρὰ τὸ πικρός· ἡ μεταφορὰ δὲ ἔστιν ἀπὸ τῆς πεύκης
π 335
Πίφιγξ εἶδος ὀρνέου· γράφεται δὲ διὰ τοῦ ἰῶτα, κατὰ μὲν τὴν λήγουσαν τῷ λόγῳ τοῦ πέρδιξ· κατὰ δὲ τὴν ἄρχουσαν, ὅτι παρὰ τὸ πίω γέγονε· χαίρει γὰρ τοῦτο τὸ ὄρνεον, ἐν τοῖς ὕδασι
π 336
Πίων ὁ λιπαρὸς, ἐκ τοῦ πίω· τὸ πι μακρὸν διάτι; κανὼν ἔστιν ὁ λέγων, τὰ εἰς ων δισύλλαβα τῷ ι παραληγόμενα μὴ ὄντα κύρια, ἐκτείνει αὐτὸ, οἷον, κίων πρίων οὕτως οὖν καὶ πίων· οἱ δὲ παρὰ τὴν πόαν
π 337
Πλάζουσι πλανοῦσι, τὸ πλάζω ἐκ τοῦ πλανῶ, τοῦτο ἐκ τοῦ πλάνη· τὸ πλάνη ἐκ τοῦ ἄλη· τοῦτο ἐκ τοῦ λῶ τὸ θέλω καὶ μετὰ τοῦ στερητικοῦ α, ἀλῶ, ὁ γὰρ πλανώμενος, οὐχ ὅπη θέλων πορεύεται
π 338
Πλάκες διὰ τὸ πλατέως, ἤγουν πλαγίως κεῖσθαι
π 339
Πλάνη παρὰ τὸ πελάζω ὅπερ κατὰ συγκοπὴν πλάγω, οἱ γὰρ πελαζόμενοι πρόδηλον ὅτι ἐπλανήθησαν· ἢ παρὰ τὸ πλαγιάζειν τὸν νοῦν· ἢ ἐκ τοῦ ἀλῶ τὸ πλάνω, ἄλη καὶ πλάνη· δύο σημαίνει τὸ πλανῶ, τὸ ἀπατῶ καὶ τὸ γυρεύω
π 340
Πλατυσμὸς παρὰ τὸ πλατύνω, τοῦτο παρὰ τὸ πλα τύς· τοῦτο παρὰ τὸ πολύς· καὶ τὸ ἄτη, ὃ σημαίνει τὸ εὗρος
π 341
Πλανῆτιν ἐκ τοῦ πλανῆτις ἀρσενικοῦ· τοῦτο ἐκ τοῦ πελάζω
π 342
Πλάστιγξ ἡ ζύγη, παρὰ τὸ πλατεῖα εἶναι
π 343
Πλάστης παρὰ τὸ πλάσσω, τὸ ταῖς χερσὶ κατασκευάζω, πλάσω πέπλασμαι, πέπλασται, πλάστης καὶ σημαίνει τὸν δημιουργόν
π 344
Πλαστουργὸς παρὰ τὸ πλάσσω, πλάσω, πέπλακα, πέπλασμαι, πέπλασται, πλάστης, καὶ τὸ ἔργον, πλαστοεργός καὶ ἐν συναιρέσει πλαστουργός· ὀξύνεται· τὰ παρὰ τὸ ἔργον συντιθέμενα, εἰ μὲν μετὰ πτωτικοῦ συντέθη, ὀξύνεται, οἷον πλαστουργὸς, ξυλουργός· εἰ δὲ μετὰ ἀπτώτων προπερισπᾶται, οἷον πανοῦργος, πλὴν τοῦ ἐκάεργος· σεσημείωται τὸ συνεργὸς ὀξυνόμενον
π 345
Πλατάνιστον εἰς τὸ πρὸς ῥὰ πλατάνιστον καὶ πρώτιστον
π 346
Πλέας ὄνομα πλέον καὶ πλέας, ὥσπερ ἐστὶ χερείων ἡ αἰτιατικὴ τὸν χερείονα καὶ ἐν συγκοπῇ χέρεια καὶ τὸ οὐδέτερον τὸ χερεῖον, καὶ χερείονα καὶ συγκοπῇ χέρεια· χέρεια δὲ χειρονίδος, οὕτως ἔστι πλείων, Ἀττικῶς ἐκβολῇ τοῦ ἰῶτα πλέων καὶ τὸ πληθυντικὸν πλείονες καὶ πλέες, ἡ αἰτιατικὴ πλέονας καὶ ἐν συγκοπῇ πλέας
π 347
Πλείων ἐνιαυτὸς, διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ τὸ πλεῖον γέγονε, τὸ σημαῖνον τὸ πλῆρες, οἱονεὶ ὁ πλήρης χρόνων· ὅπερ πλείονος δέδεικται διὰ τῆς ει διφθόγγου γράφεται· ὀξύνεται δὲ ἐπειδὴ δοκεῖ περιεκτικὸν εἶναι· πλείων γὰρ ὁ ἐνιαυτὸς παρὰ τὸ περιέχειν πλήρεις χρόνους· τὰ εἰς ων περιεκτικὰ ὀξύνεσθαι θέλουσιν· ἄλλως τε, διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ παρὰ τὸ Πλείας γέγονε· καὶ γὰρ αἱ Πλειάδες σημαντικαὶ εἰσὶ τοῦ ἐνιαυτοῦ δύνουσαι μὲν γὰρ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῦσιν, ἀνατέλλουσαι δὲ τὸ τέλος· τὸ δὲ Πλείας διὰ τῆς ει διφθόγγου γράφεται ἐπειδὴ εἴρηται διὰ τῆς ει διφθόγγου κατὰ διάστασιν, καὶ ἐκτάσει τοῦ ε εἰς η Πληΐας
π 348
Πλειαὶ ἐκ τοῦ πλείων, καὶ κατὰ μεταπλασμὸν γίνεται πλεῖος καὶ πλεῖα, τὸ πληθυντικὸν πλεῖαι· πλειαί τοι χαλκοῦ κλισίαι
π 349
Πλεῖν διὰ τῆς ει διφθόγγου· ἔστι ῥῆμα πλέω πλῶ, πλέεις πλεῖς, πλέει πλεῖ καὶ τὸ ἀπαρέμφατον πλέειν πλεῖν, ὡς ῥέειν ῥεῖν καὶ νέειν νεῖν
π 350
Πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖν διαφέρει· πλεῖν μὲν γὰρ ἐστὶ τὸ κατʼ εὐθὺ πλέειν, ἀποπλεῖν δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν, παραπλεῖν δὲ τὸ τόπον τινὰ πλῶ διέρχεσθαι· περιπλεῖν δὲ τὸ ἐπὶ σκάφους ἀναστρέφεσθαι ἐπὶ τὸν αὐτὸν τόπον
π 351
Πλεῖον παρὰ τὸ πολὺς πόλεος καὶ ἐν συγκοπῇ πλέος, καὶ μετὰ τοῦ ἰῶτα πλεῖος, καὶ ὁ πλείων καὶ τὸ πλεῖον συγκριτικόν
π 352
Πλευρὸν παρὰ τὸ πέλειν εὐρὺ, ἤγουν πλατύ· λέγεται θηλυκῶς ἡ πλευρὰ, παρὰ τὸ πεπληρῶσθαι πνεύματος καὶ πλευμῶδες
π 353
Πλείων ὁ ἐνιαυτὸς, ἀπὸ τοῦ τὰ πάντα πεπληρῶσθαι· ἢ ἀπὸ τῶν Πληϊάδων, ἐξ αὐτῶν γὰρ οἱ στοχασμοὶ, τοῦ πότε δεῖ καὶ σπεῖραι καὶ θερίσαι
π 354
Πλεῖστος ἐκ τοῦ πλείων πλεῖστος τὸ συγκριτικὸν, ἐξ οὗ λέγεται τὰ εἰς ων συγκριτικὰ μεταβάντα εἰς ὑπερθετικά· τὸ δὲ πλειόνων, ἐκ τοῦ πολύς· ὁ πρῶτος τύπος τῶν συγκριτικῶν πολύτερος, ὁ δεύτερος πολείων, καὶ συγκοπῇ πλείων
π 355
Πλευρὰ ὄνομα οὐδέτερον, εὐθεῖα τῶν πληθυντικῶν· τὰ γὰρ ἀρσενικὰ ἢ θηλυκὰ, εἰς οὐδέτερον γένος μεταπλαττόμενα τοῦ αὐτοῦ σημαινομένου ὄντα, τὸν αὐτὸν τόνον φυλάττει, οἷον δεσμοὶ τὰ δεσμὰ, αἱ πλευραὶ τὰ πλευρά· γίνεται δὲ παρὰ τὸ πολύευρά τινα ὄντα, τουτ’ἔστι πλατέα· τοῦτο παρὰ τὸ πολὺς καὶ τὸ εὖρος, ὃ σημαίνει τὸ πλάτος, εὐρὰ καὶ πλευρά
π 356
Πλέκω ἐκ τοῦ πέλκω, τοῦτο παρὰ τὸ ἕλκω· καὶ γὰρ ἐν τῷ πλέκειν σύρομεν, καὶ ἐν ὑπερβιβασμῷ πλέκω
π 357
Πλεονεξία ἐκ τοῦ πλέον καὶ τοῦ ἔχω ἕξω
π 358
Πλεονάκις ἐκ τοῦ πλεονάζω· τὸ κις ἰῶτα διάτι; τὰ εἰς κις ἐπιῤῥήματα διὰ τοῦ ι γράφεται, οἷον, ἑξάκις, ἑπτάκις, ὀλιγάκις, πολλάκις, πλεονάκις
π 359
Πληγὴ διὰ τὸ ἐν πηλῷ γίνεσθαι, ἤγουν ἐν τῷ σώματι· πηλὸς γὰρ τὸ σῶμα
π 360
Πλῆθος καὶ ὄχλος διαφέρει· ὄχλος μὲν ἐστὶ κυρίως ἡ ὄχλησις, πλῆθος δὲ σύστημα τινῶν· καὶ ἄλλως ὄχλος μὲν τὸ πολὺ καὶ ἀναρίθμητον πλῆθος· πλῆθος δὲ τὸ εὐαρίθμητον καὶ μεμετρημένον
π 361
Πλύνω τὸ καθαίρω, παρὰ τὸ ἐν τοῖς πλυνοῖς καθαίρειν τὰ ἱμάτια· πλυνοὶ δέ εἰσι δοχεῖα τοῦ πλύματος, διὰ τοῦ υ· ἐκ τοῦ πλένω πλύνω, τοῦ ε τραπέντος εἰς υ· τὸ δὲ πλένω ἐκ τοῦ πλέω ἀποβολῇ τοῦ ν· τὸ πλύνω σημαίνει τέσσαρα· τὰ ἀποσμίχω καὶ ἀπονίπτω, καὶ τὸ λοιδορῶ καὶ ὑβρίζω
π 362
Πλόκαμοι ἀπὸ τοῦ φυσικῶς πλέκεσθαι, οἱ εἰς πλοκὴν ἐπιτήδειοι
π 363
Πλημμελῶ ἐκ τοῦ πάλιν καὶ τοῦ μέλλω τὸ βραδύνω, πάλιν μελῶ καὶ συγκοπῇ πλημμελῶ
π 364
Πλημμέλεια ἡ ἁμαρτία, παρὰ τὸ πλημμελής· τοῦτο παρὰ τὸ πλημμελῶ, τὸ ἐκ δευτέρου τὰ αὐτὰ φροντίζειν τοῦ λέγειν ἢ ἐπαναλαμβάνειν
π 365
Πλῆμναι αἱ σχοινικίδες, αἱ περιέχουσαι τὸν ἄξονα, παρὰ τὸ πληροῦσθαι αὐτὰς ὑπὸ τοῦ ἄξονος
π 366
Πλῆμναι αἱ συρίγγες, αἱ τροχοὶ, ἃς ἔνιοι σχοινικίδας καλοῦσι, εἰς ἃς ὁ ἄξων ἐνστρέφεται· παρὰ τὸ πληροῦσθαι ὑπʼ αὐτοῦ· ἢ παρὰ τὸ πλήθω
π 367
Πλὴν ἐπίῤῥημα χωριστικὸν, κατʼ ἀντίφρασιν ἀπὸ τοῦ πλῶ τὸ πλησιάζω· καὶ ὅμως ἔστι καὶ ἐπίῤῥημα τάξεως, καὶ σημαίνει τὸ χωρίς
π 368
Πλήρης παρὰ τὸ πλῶ τὸ πληρῶ, τοῦτο παρὰ τὸ πλήθω· καὶ κλίνεται ὁ πλήρης τοῦ πλήρεος καὶ πλήρους καὶ τὸ θηλυκὸν ἡ πλήρης, καὶ τὸ οὐδέτερον τὸ πλῆρες· ἢ ἐκ τοῦ πλείων πλειήρης καὶ πλήρης
π 369
Πλήρης ὅτε ἔχει εὐθεῖαν τῶν ἑνικῶν ἔμπροσθεν, διὰ τοῦ ἦτα γράφεται, οἷον πλήρης ἡ γῆ ἀγαθῶν· ὅτε δὲ εὐθεῖαν τῶν πληθυντικῶν, διὰ τῆς ει διφθόγγου, οἷον πλήρεις αἱ ἅλωνες σίτου· καὶ τὸ οὐδέτερον τὸ πλῆρες· ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ πλήρεα καὶ πλήρη
π 370
Πληρῶ τὸ γεμίζω, τοῦτο ἐκ τοῦ πλῶ τὸ πληρῶ· ὥσπερ ἀπὸ τοῦ φρὴν φρενὸς γίνεται φρενήρης, καὶ ἀπὸ τοῦ ξίφος ξιφήρης, οὕτω καὶ ἀπὸ τοῦ πόλος πολήρης, καὶ κατὰ συγκοπὴν πλήρης
π 371
Πλησίον ὄνομα μετήχθη εἰς ἐπίῤῥημα· καὶ ἔστι μονόπτωτον, καὶ γίνεται ἐκ τοῦ πλητὸς πλητίος καὶ τροπῇ τοῦ τ εἰς ς, πλησίος, ἡ αἰτιατικὴ τὸν πλησίον
π 372
Πλησμονὴ ἐκ τοῦ πλήθω
π 373
Πλήσσω τὸ τύπτω, ἀπὸ μεταφορᾶς τῶν πληγῶν
π 374
Πλίνθος παρὰ τὸ πήλινον θέσιν ἔχειν
π 375
Πλήσσοντος διέβαινον· πλήσσειν γὰρ ἐστὶ μεταφέρειν σκέλος πρὸς σκέλος καὶ Ἱπποκράτης πλῆγμα τὸ μεταξὺ τῶν μηρῶν
π 376
Πλούσιος παρὰ τὸ πολὺ καὶ τὸ οὐσία, πολυούσιός τις ὢν, καὶ ἐν συγκοπῇ πλούσιος· διαφέρει δὲ πλούσιος, εὔπορος, ἀφνειὸς, ὄλβιος καὶ εὐτυχής· πλούσιος μὲν ὁ πολλὴν οὐσίαν ἔχων· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀφʼ ἑνὸς ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων, ὄλβιος ὁ τελέως τὴν εὐδαιμονίαν ἔχων· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως
π 377
Πλοῖον ὡς ἐκ πολλῶν σανίδων ὄν· καὶ εἰς τὸ νῆες
π 378
Πλόκαμος ὁ πλεκόμενος βόστρυχος σειροπλόκως
π 379
Πλῶ εἰς τὸ πιμπλῶ, καὶ πίπτω, καὶ πλὴν, καὶ πλήρης
π 380
Πνεῖν τοῦ ἀποπνεῖν διαφέρει· πνεῖν μὲν γάρ ἐστι τὸ ζῇν τε καὶ πνέειν, ἀποπνεῖν δὲ τὸ ἀποθνήσκειν
π 381
Πνεῦμα παρὰ τὸν πνεύσω μέλλοντα, ἢ παρὰ τὸ πᾶν νεῦμα· σημαίνει δὲ τέσσαρα· πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι δεῖ προσκυνεῖν· πνεῦμα ὁ ἄγγελος· ὡς τὸ, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· ἡ ψυχή· ὡς τὸ ζήσεται τὸ πνεῦμα αὐτῶν· καὶ ὁ ἄνεμος, ὡς τὸ πνεῦμα βίαιον
π 382
Πλινθίον τὸ τεταχημένον· ἢ πηλὸς ὠπτημένος
π 383
Πνευματέμφορον τὸ ὑπὸ τοῦ πνεύματος πεπληρωμένον· γίνεται παρὰ τὸ πνεῦμα καὶ τὸ ἐμφορῶ ὁ σημαίνει τὸ πληρῶ
π 384
Πνεύμων ἀναλόγως διὰ τοῦ πνεύματος· ταμιὰς γὰρ τοῦ πνεύματος
π 385
Πνιγέα ἔστι χρῆσις, παρὰ τὸν πνιγέα εἰσάγεσθαι· παρὰ τοῖς κωμικοῖς ὁ φοῦρνος πνιγεὺς λέγεται· ἔστι δὲ καὶ ὑδραυλικοῦ ὀργάνου μέρος τι· σημαίνει καὶ τὸν φιμόν· γίνεται δὲ παρὰ τὸ πνίγω
π 387
Ποδάγρα διὰ τὴν πολλὴν ἀγριότητα
π 388
Ποδαλείριος οἱ μὲν παρὰ τὸν πόδα, καὶ τὸ ἀλείριος, τουτ’ἔστι τοὺς πόδας κληροὺς ἔχειν· οἱ δὲ παρὰ τοῖς ποσὶ λείρια ἐπιτιθέναι, ἅ ἐστιν ἄνθη· καὶ εἰς τὸ δαΐφρων
π 389
Ποδαλείριος κύριον, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ λείριον γέγονεν, ὅπερ δέδεικται. διαφόρως δὲ τοῦτο σχηματίζουσιν· οἱ μὲν γὰρ λέγουσιν ὅτι Ποδαλείριος λέγεται, ὁ ἔχων τὸν πόδα λείριον ἦγον ἁπαλὸν, ἄτοπον δέ ἐστιν ἥρωος πόδα λέγειν ἁπαλόν· ἕτεροι δὲ λέγουσιν, ὅτι παρὰ τὸ λείριον τὸ ἁπαλὸν γέγονεν ἀλείριον, τῆς α στερήσεως προσελθούσης, καὶ ἐκεῖθεν τὸ Ποδαλείριος, παρὰ τὸ ἔχειν τὸν πόδα παρὰ τὰ λείρια, ἤγουν παρὰ τὰ ἄνθη, βοτανικὸν γὰρ καὶ ἰατρικὸν τοῦτο
π 390
Ποδάρκης ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, διὰ τὸ ὀξὺ τοῦ δρόμου· ὤφειλε δὲ εἶναι ποδάρκης ὀξυτόνως, ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀντῶ καὶ ἀρκῶ καὶ αὐθάδης· γίνεται δὲ ἡ κλητικὴ ποδάρκες, ὡς αὐτάρκες· καὶ τὸ οὐδέτερον ποδαρκὲς ὀξυτόνως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ
π 391
Πολυέτος πολύετός τις ὤν· ἐκ τοῦ πολὺς καὶ τοῦ ἔτος, ὁ ἐκ πολλῶν ἐτῶν συναγόμενος
π 392
Πνίγω διὰ τοῦ ἰῶτα, ἐπειδὴ πέπνιγά ἐστιν ὁ μέσος παρακείμενος· εἰ δὲ ἐγράφετο διὰ τῆς οι διφθόγγου, πέπνοιγα ἂν ἦν, καὶ γὰρ ἡνίκα εὑρεθῇ τὸ ε· ἐν δισυλλάβῳ μέλλοντι, ἢ μόνον ἢ μετὰ τοῦ ἰῶτα, εἰς ο τρέπεται ἐν τῷ μέσῳ
π 393
πλῆμναι διαφέρουσι· πλῆμαι αἱ πλημμυρίδες τῶν ποταμῶν· πλῆμναι δὲ αἱ τῶν τριχῶν σύριγγες
π 394
Ποιότης ἀπὸ τοῦ ποιεῖν τι περὶ τὴν αἴσθησιν
π 395
Ποδάρκης ὁ ἐπαρκεῖν δυνάμενος διʼ ὀξύτητα τῶν ποδῶν, διώκων καὶ ἀποφεύγων τοὺς πολεμίους
π 396
Ποθεινὸς διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τοῦ ἀπεινὸς, ἢ ὅτι οἱ Αἰολεῖς ποθενὸς λέγουσι
π 397
Πόδας παρὰ τὸ παύσω μέλλοντα γίνεται παῦς, καὶ τροπῇ τοῦ α εἰς ο ποῦς· ἐκεῖ γὰρ παύεται τὸ σῶμα, τῇ καταλήξει· ἢ ἀπὸ τοῦ πορὸς ὀξυτόνως, τοῦ σημαίνοντος τὸν ἐνεργοῦντα, ἐκθλίψει τοῦ ρ καὶ κράσει ποῦς
π 398
Πόδες διὰ τὸ βαδίζειν περὶ τὰς πλατείας· ἢ διὰ τὸ παίειν τὸ ἔδαφος, καὶ παίειν τὴν ὁδόν
π 399
Ποδοστράκη ἐκ τοῦ ποδὸς καὶ τοῦ ὀστράκη εἴρηται
π 400
Ποδοκάκη ποδῶν κάκωσις, ὁ λεγόμενος κοῦσπος· ἔστι δὲ ξύλον, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται, οἷον ποδοκατοχή τις οὖσα, ἐν ᾗ πόδες κατέχονται
π 401
Ποδοστράβη τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν ξύλον, στενοφῶν τὴν τοῖς ἐλάφοις ἱσταμένην παγήν· παρὰ τὸ ποῦς καὶ τὸ στρέφω
π 402
Πόθεν ἐκ τοῦ ποῦ, κατʼ ἐπέκτασιν ποῦθεν καὶ πόθεν
π 403
Πόθος παρὰ τὸ πήθω τὸ πάσχω, ὁ β ἀόριστος ἔπαθον, καὶ ἐξ αὐτοῦ πόθος, ὁ γὰρ ποθῶν τινὰ προαιρεῖταί τι παθεῖν ὑπὲρ αὐτοῦ· ἢ παρὰ τὸ πάνυ θεῖν ἤγουν τρέχειν, ὁ γὰρ ποθῶν τινὰ πρὸς αὐτὸν καὶ συντρέχει
π 404
Ποῖα ὁ ἐνιαυτὸς, Καλλίμαχος. Αἴγυπτος προπάροιθεν ἐπʼ ἐννέα κάρφετο ποίας· εἴρηται παρὰ τὴν ποιότητα, διὰ τὸ ἅπαξ καὶ μόνον ἐν τῷ ἐνιαυτῷ τὴν βοτάνην φύεσθαι
π 405
Ποιεῖν τοῦ περιποιεῖν διαφέρει· ποιεῖν μὲν γάρ ἐστι τὸ κατασκευάζειν τί· περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν
π 406
Ποιήσειας τὰ εἰς μι εὐκτικὰ ἀόριστα ὄντα, οἱ Αἰολεῖς διὰ τοῦ ειας προσφέρουσιν, οἷον τύψαιμι τύψειας, γράψαιμι γράψειας· ζήσαιμι ζήσειας δὲ οὐ λέγουσι, διότι τῇ εὐκτικῆ εὐχὴν δηλοῦσι πράγματος, ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ὅπως εἰς τέλος ἔλθῃ τοῦ γράψαι· ὁμοίως καὶ τὰ λοιπὰ πληρωθῆναι, ὅπερ οὐ δεῖ λέγειν ζήσειας· ὁ γὰρ τοῦτο λέγων εὔχεται, ἵνα ἔλθῃ εἰς τέλος τῆς ζωῆς· καὶ λοιπὸν εὑρίσκεται καταρώμενος ἑαυτῷ· δεῖ δὲ λέγειν ζώοιν, ζώοις, ζώοι
π 407
Ποίησις ποιήματος διαφέρει, ὡς διήγησις διηγήματος διαφέρει· καὶ ποίησις μὲν ἔστιν ἡ πολλὰ πράγματα ἐν ἑαυτῷ περιέχουσα, ποίημα δὲ διήγημα ἓν μόνον πρόσωπον ἔχον, ὡς τὸ παρὰ Φυλλίδι
π 408
Ποιητὴς δημιουργοῦ διαφέρει· ποιητὴς μὲν γάρ ἐστιν ὁ ἐξ ὑποκειμένης ὕλης τὶ ποιῶν· δημιουργὸς δ, ὁ ἐκ μὴ ὄντων παραγαγών
π 409
Ποικίλον ἐκ τοῦ πέλω τὸ ὑπάρχω, γίνεται πεκίλος, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονασμῷ τοῦ ι ποικίλος
π 410
Ποιμὴν ὁ ἐπὶ πόαν τὰ θρέμματα νέμων, ποαμὴν καὶ ποιμήν· διαφέρει δὲ ποιμὴν βοσκοῦ
π 411
Ποκὰς παρὰ τὸ πείκω ἡ ἐξαμμένη ἔρια
π 412
Ποιναίῳ τιμωρητικῷ· ἀπὸ τοῦ ποινὴ γέγονε ποιναῖος, ὡς ἀπὸ τοῦ Ῥώμη Ῥωμαῖος· τὸ δὲ ποινὴ ἀπὸ τοῦ πόνος πονὴ καὶ ποινή· τὸ δὲ πόνος σημαίνει τρία τὸ γυμνάσιον, ὡς παρὰ Ἱπποκράτει, ἄσκησις ὑγιείης, ἀκο ρίη τροφῆς, ἀοκνίη, πόνον ἀντὶ τοῦ γυμνάσιον· σημαίνει δὲ καὶ τὴν ὀδυνὴν, ὡς παρὰ τῷ αὐτῷ πάλιν· ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει θανάσιμον, ἀντὶ τοῦ βλάβην· καὶ τὸ ποίημα καὶ διήγημα
π 413
Ποινὴ ἀντέκτησις, ἡ ἀπὸ φόνου τιμωρία· γίνεται οὖν ἐκ τοῦ φάνος φονὴ, ὡς ὁ ποιητὴς ἐν ἀργαλέῃσι φονῇσι· καὶ πλεονασμῷ τοῦ ἰῶτα καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν ποινή· ἐξ οὗ καὶ μετὰ τοῦ στερητικοῦ α ἄποινον· ὡς τὸ, ἄποινον ὁ θεόπτης· σημαίνει δὲ τὸ ὑπὲρ τῆς ἀπολυτρώσεως τοῦ φόνου προσαγόμενον δῶρον· καθʼ ὃν Μωϋσῆς ἦσεν ᾠδὴν τῷ θεῷ· ἄσωμεν τῷ κυρίῳ· καὶ εἰς τὸ ἄποινον, καὶ νηπηνή
π 414
Ποιπνύειν τὸ μετὰ σπουδῆς τι ποιεῖν· σύγκειται οὖν τὸ ποιπνύειν παρὰ τὸ ποιεῖν καὶ τὸ πνεῦσαι, ἀπὸ τοῦ πονῶ πονύω, καὶ ἐν συγκοπῇ πνύω καὶ ποιπνύω
π 415
Ποῖς καὶ ποῖ, καὶ πῆ, καὶ τοῦ, καὶ πῶ, καὶ τούτου διαφέρει· τὸ μὲν γὰρ ποῖς καὶ πῇ τὴν εἰς τόπον σημασίαν δηλοῖ, τὸ δὲ ποῖ καὶ ποῦ τὴν ἐν τόπῳ, τὸ δὲ πῶ καὶ τούτου, τὴν ἐκ τόπου
π 416
Πολιορκία ἡ πρὸ τῶν τειχῶν τῆς πόλεως πόρθωσις καὶ χαράκωσις, ἐκ τοῦ πόλις τοῦ σημαίνοντος τὸν ὄχλον, καὶ τοῦ ἕρκος ὃ σημαίνει τὸ τεῖχος πολιερκία καὶ πολιορκία
π 417
πόσος διαφέρει· ὅτι ὁ μὲν ποῖος ἐπὶ ποιότητος τάσσεται· τὸ δὲ πόσος ἐπὶ ποσότητος
π 418
Πολίχνη πολίχνης, ἡ μικρὰ πόλις
π 419
Πόκος παρὰ τὸ πέκω τὸ ξαίνω, καὶ σημαίνει τὸ ποκάριον· καὶ γὰρ ὁ πόκος ἐκ τοῦ προβάτου κείρεται· ἔστι δὲ τὸ κεκομμένον ἔριον
π 420
Πολεῖν οἰκεῖν, παρὰ τὸ ἀναστρέφεσθαι εἰς αὐτὸν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας
π 421
Πολεμησείω πολεμικῶς ἀπὸ τοῦ πολεμῶ πολεμήσω καὶ κατὰ παραγωγὴν πολεμησείω, ὡς βρώσω βρωσείω καὶ ἡ μετοχὴ ὁ πολεμησείων πολεμησείοντος, τὸ πληθυντικὸν πολεμησείοντες· κλίνεται δὲ μέχρι τοῦ παρατατικοῦ· τὰ γὰρ ἀπὸ ἐνεστώτων ἢ μελλόντων παρηγμένα ἄχρι τοῦ παρατατικοῦ κλίνονται
π 422
Πολεμικὸν σάκος ἀπὸ τοῦ πάλλειν τὸ σάκος, ἤγουν κινεῖν τὴν ἀσπίδα· εἴρηται δὲ σάκος ἐπειδὴ πρῶτον παρὰ σάκεσιν εὑρέθη· σάκες δέ εἰσιν, οἱ τῆς Θράκης
α 1332
αἰχμητὴς διαφέρει· πολεμικὸς μὲν γὰρ ἔστιν ὁ ἔμπειρος τοῦ πολέμου· αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος
π 423
Πόλεμος παρὰ πολλοὺς ἀμᾷν ἤγουν κόπτειν· ἢ παρὰ τὸ τὰς πόλεις μειοῦν ἤγουν ἐλαττοῦν· οἱονεὶ πολύαιμός τις ὤν· ἢ παρὰ τὸ πολλοὺς κόπτειν, καὶ ἀπολλύειν
π 424
Πολιοφάγος ὁ πολιὰς τρώγων
π 425
Πόλις παρὰ τὸ πολῶ τὸ ἀναστρέφομαι· ἢ παρὰ τὸ πολίζω τὸ οἰκῶ· ἢ παρὰ τὸ ἐκ πολλῶν συνίστασθαι
α 1333
ἄστυ διαφέρει· πόλις μὲν λέγεται τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως. πόλις λέγεται τὸ πολίτευμα, ἄστυ δὲ τὸ τεῖχος
α 1334
ἄστυ διαφέρει· πόλις μὲν ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τῶν συναμφοτέρων· ἄστυ δὲ μόνον ὁ τόπος. Ὅμηρος· φράζεο νῦν ὅπως πόλιν καὶ ἄστυ σαώσης
π 426
Πολιὰ ἡ λευκὴ θρὶξ, παρὰ τὸ παλαιοῦσθαι παλαιὰ καὶ πολιά
π 427
Πόλις πατρίδος διαφέρει· καθὸ ἡ μὲν πατρὶς πόλιν περιέχει· ἡ πόλις δὲ πατρίδα οὐκέτι
π 428
Πολιοῦχος ὁ τῆς πόλεως ἄρχων
π 429
Πολίτης καὶ πατριώτης διαφέρει· πολίτης μὲν ὁ τῆς αὐτῆς πόλεως μετέχων· πατριώτης δὲ, ὁ μὴ κατὰ νόμον ἑαυτῷ ὤν
π 430
Πολήων τῶν πόλεων, ἡ πόλις τῆς πόλιος, ποικίλλεται δὲ ἡ γενικὴ τῶν πληθυντικῶν, τῶν πόλεων κοινῶς, τῶν πολίων διὰ τοῦ ἰῶτα Ἰωνικῶς, τῶν πολήων διὰ τοῦ ἦτα Ἀττικῶς
π 431
Πολλάκις ἐκ τοῦ πολλὸς πολλοῦ πολλάκις, ἐπίῤῥημα ὥσπερ ὀλιγάκις
π 432
Πολλὸς καὶ πολὺς διαφέρει· ὅτι τὸ μὲν πολὺς διʼ ἕνος λ ἐκ τοῦ πέλω τὸ δὲ πολλὸς διὰ δύο λλ, πρὸς ἀντι διαστολήν· ἀμφότερον δὲ γίνεται ἐκ τοῦ πέλω τὸ ἀναστρέφομαι· ὡσαύτως καὶ τὸ πολλιστός
π 433
Πολλοῦ γε δεῖ πολλὰ χρὴ, οὐδαμῶς πάνυ κατὰ πολύ
π 434
Πολιτεία κατὰ μὲν τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου γράφεται· ὡς γὰρ ἀπὸ τοῦ μοιχεύω μοιχεία, οὕτως ἀπὸ τοῦ πολιτεύω πολιτεία· κατὰ δὲ τὴν παραλήγουσαν διὰ τοῦ ἰῶτα· ἀπὸ γὰρ τοῦ πολίτης γέγονε πολιτεία
π 435
Πολιοῦχος ὁ σώζων τὴν πόλιν, ἢ τοὺς ἄρχοντας
π 436
Πόλος ὁ οὐρανὸς, ἀπὸ τοῦ ἔλω τὸ ἔρχομαι, ὅλος καὶ πλεονασμῷ τοῦ π, πόλος
π 437
Πόλος ὁ οὐρανὸς, παρὰ τὸ ἀναστρέφεσθαι τὸν κόσμον περὶ αὐτόν· ἢ ἐκ τοῦ πέλω τὸ ὑπάρχω
π 438
Πολυβοτείρη πολλοὺς τρεφούση, ἡ εὐθεῖα πολιβότειρα· τὸ τει διφθόγγῳ διάτι; τὰ εἰς ρα θηλυκὰ βαρύτονα, ἐὰν ἔχωσι τὸ ἰῶτα· γίνεται ἀπὸ τοῦ πολυβότειρον· τοῦτο παρὰ τὸ πόλυς καὶ τὸ βοτὴρ, τοῦτο παρὰ τὸν βήσω μέλλοντα, οὗ ὁ ἐνεστὼς βῶ· βοτὴρ σημαίνει τὸν βόσκοντα, ἐξ οὗ καὶ μηλοβοτῆρες, οἱ τὰ πρόβατα βόσκοντες
π 439
Πολύϊδος οὕτω καὶ Ἀπολλώνιος· καὶ ἔστι φασὶ, πολυΐδμων μάντις ὤν· οὕτω καὶ τὸ δράμα ἐπιγράφεται παρὰ Ἀριστοφάνῃ· μαρτυρεῖ δὲ καὶ Φιλόξενος καὶ Σοφοκλῆς, δῶ μάντεσι συνεστίων, ὅ ῥα πρόχειρον· καὶ πολυΐδου τοῦ μάντεως· καὶ πάλιν οὔκ ἔστιν εἰ μὴ πολυΐδην τῷ τυράννῳ
π 440
Πολυπάμμονος πολυπλασίου, πάμματα γὰρ καλοῦνται παρὰ τοῖς Δωριεῦσι τὰ κτήματα, καὶ πάσασθαι τὸ κτήσασθαι, ἐκτεινομένου τοῦ α
π 441
Πολυκάθεδρος ζυγὸς, ἣν αὐτ καθέδρα
π 442
Πολύζυγος ἐκ τοῦ πολὺς καὶ τοῦ ζυγός· τὸ δὲ ζυγὸς σημαίνει τέσσαρα, τὸ ἅρμα τῶν ἵππων, ὡς τὸ ἱππείου δὲ ζυγοῦ θεὰ ἥψατο· καὶ τὸ τῆς κιθάρας πῆχυν, εἰς ὃν οἱ κάλαμοι ἐμπεπληγμένοι εἰσίν· ὡς τὸ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν· καὶ τὰς τῶν ἐρεσσόντων καθέδρας, ὡς τὸ νῆϊ πολύζυγος· διάτι προπαροξύνεται; ὅσα τὸ πολὺ ἔχει ἐν τῇ συνθέσει, κατὰ τὸ ἄρχον μέρος, ὀνόματος ἐπιφερομένου ἢ ῥήματος ἐν τέλει προπαροξύνεται· οἷον πολύκαρπος, πολύμηλος, πολύϊδος, πολύβουλος, πολύολβος· σεσημείωται τὸ πολυφάγος, ποηφάγος, ὠμοφάγος, παμφάγος, σαρκοφάγος
π 443
Πολύμητις πολύβουλος· ἔστι μῆτις καὶ ἐν συνθέσει πολύμητις ἀναβιβάζει τὸν τόνον, καὶ κλίνεται πολυμήτιδος καὶ τὸ Ἰωνικὸν πολυμήτιος, διὰ καθαροῦ τοῦ ος, οἷον Πάριδος, Πάριος, Θέτιδος, Θέτιος ἐξαίσιον ἄρην
π 444
Πολυμήχανος ἐκ τοῦ μηχανὴ, τοῦτο παρὰ τὸ μήδω τὸ βουλεύομαι, ὁ μέλλων μήσω, μηχανὴ καὶ μετὰ τοῦ πολὺ γίνεται πολυμήχανος
π 445
Πολὺς ἓν λ· καὶ διὰ τοῦ εος κλίνεται· ὁ πολὺς τοῦ πολέος, ὡς ὀξὺς τοῦ ὀξέος, ἡ δὲ δοτικὴ τῷ πολεῖ, ὡς τὸ ὀξεῖ· ἡ αἰτιατικὴ τὸν πολὺν, τὸ πληθυντικὸν οἱ πολεῖς, τῶν πολέων, τοῖς πολέσι, τοὺς πολεῖς· ἡ δὲ πολλοῦ γενικὴ οὐκ ἔστιν ἀπὸ τῆς εὐθείας τοῦ πολὺς, ἀλλʼ ἀπὸ τοῦ πολλὸς πολλοῦ, ὡς σκυλλὸς σκυλλοῦ, ὥσπερ καὶ ἡ μεγάλου γενικὴ οὐκ ἀπὸ τῆς μέγας εὐθείας, ἀλλʼ ἀπὸ τοῦ μεγάλος· ὁ μεγάλος, τοῦ μεγάλου καὶ τὸ οὐδέτερον τὸ μέγαλον καὶ τὸ μέγα· καὶ εἰς τὸ πολλά
π 446
Πολυπίδακα πολλὰς πηγὰς ἔχουσα
π 447
Πολύστονος πολυστένακτος, παρὰ τὸ πολὺς καὶ τὸ στόνος, ὃ σημαίνει τὸν στεναγμὸν· τοῦτο δὲ παρὰ τὸ στείνω τὸ στενάζω· τὸ στο μικρὸν διάτι; τὰ ἔχοντα τὸ ε
π 448
Πολυωρήσεις με φυλάξεις με· ἔστιν ὡρῶ τὸ φυλάσσω, καὶ ἐξ αὐτοῦ καὶ τοῦ πολὺ γίνεται πολυωρῶ πολυωρήσω, ἤγουν ἐπὶ πολὺ φυλάξω
π 449
Πολῶ τὸ οἰκῶ καὶ ἀναστρέφομαι, ἐξ οὗ καὶ πολίτης ὁ κατοικὸς, καὶ εἰς τὸ πυρπολούμενος
π 450
Πόμα καὶ πῶμα διχῶς λέγεται· τὸ ἁπλοῦν διὰ τοῦ ο μικροῦ· ἐν τῇ συνθέσει διὰ τοῦ ω μέγα
π 451
Πομφόλυγες αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλων καταφερομένων ὑδάτων κυρτώσεις, ἤγουν φυσήματα· ὅθεν καὶ ἐπὶ τῶν διὰ κενῆς φυσιουμένων, ἢ ἄλλως ἐπαιρομένων λαμβάνεται ἡ λέξις
π 452
πομπειὰ διαφέρει· πομπὴ μὲν γὰρ ἔστιν, ἣν τοῖς θεοῖς πέμπουσι· πομπειὰ δὲ ἡ λοιδωρία
π 453
Πομάριον παράδεισος, Ῥωμαῖα ἡ λέξις· ποῦμα γὰρ λέγουσι τὴν ὀπώραν
π 454
Πονέσω τοῦ πονήσω διαφέρει· ὁ μὲν γὰρ πονέσω ἐπὶ σώματος, τὸ δὲ πονήσω ἐπὶ ψυχῆς
π 455
Πονηρὸς ἐκ τοῦ πονῶ πονήσω πονηρὸς· πόνηρος κυρίως ὁ μώλωπας ἔχων, ὡς ἐκ τοῦ πονεῖν
π 456
Πόνηρος ὁ κατὰ ψυχὴν φαῦλος· πονηρὸς δὲ ὁ ἐπίπονος καὶ ὑπομονητικός· ἐξ οὗ ἔστι καὶ πονήρῳ ἕλκει
π 457
Πονηρὸς παρὰ τὸ πονεῖν κατὰ τὸν νοῦν· ἀπὸ δὲ τοῦ σώματος ἡ μεταφορά
π 458
Πονηρία διὰ τὸ τὸν πόνον εἰσαγαγεῖν καὶ μόχθον αὐτῷ τῷ κεκτημένῳ· διὸ καὶ ἡ σοφία λέγει· ἐὰν κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά
π 459
Πόντος παρὰ τὸ πένω τὸ ἐνεργῶ καὶ κάμνω ἀφʼ οὗ καὶ πόνος καὶ πόντος, καθὸ πεπόνηται τὸ τῶν ἀνθρώπων γένος περὶ τὸν ἁπλοῦν· πόνω οὖν ἐπώνυμον ὁ πόντος· ἢ παρὰ τὸ πνέω πνότος καὶ μεταθέσει πόντος, ἐξ οὗ αἱ πνοαί. Ὅμηρος αἶψα δὲ πόντον ἵκανον ἀήμεναι
π 460
Πόντος ἡ θάλασσα, ἀπὸ τοῦ πνέω, ἐν ἧ αἱ πνοαὶ καὶ ἄνεμοι φέρονται· ἐκ τούτου καὶ πόντιον θηρίον τὸ θαλάσσιον
π 461
Ποππύσματα ποῖα λέξις ἔστι; σημαίνει τὸν ἠθικὸν λόγον· ὡς ὅταν ἔστιν ἵππος ἄγριος καὶ θέλομεν αὐτὸν ἡμερῶσαι· τοῦτον τὸν λόγον λέγωμεν
π 462
Πορδὴ παρὰ τὸ πόῤῥω διέρχεσθαι, ἢ παρὰ τοῦ πέρα τοῦ δέοντος εἶναι· ἢ διὰ τὸ περᾷν ἤγουν πηδᾶν
θ 276
θεωρεῖν διαφέρει· ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς καὶ τῶν τοιούτων· πράττειν δὲ ἐφʼ ᾧ οὐ διαμένει τὸ τέλος, ἤγουν τὸ ἀποτέλεσμα, ὡς ἐπὶ τῆς αὐλιστικῆς, ὀρχιστικῆς· θεωρεῖν δὲ ἐπὶ τοῦ ἀστρονομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τῶν τοιούτων
π 463
Πορθμὸς στενὴ θάλασσα, ὑπὸ γῆς περιεχομένη· ἰθμὸς δὲ στενὴ γῆ ὑπὸ θαλάσσης περιεχομένη
π 464
Πόρνη παρὰ τὸ πόῤῥω ἐκ τῆς εὐνῆς ποιεῖσθαι· ἢ παρὰ τὸ πεπωρωμένον τὸν νοῦν ἔχειν
π 465
Πορνεία ἀπὸ τοῦ πορεύεσθαι, αὐτὸ δὲ τὸ πορεύεσθαι, ἀπὸ τοῦ εἰς πέραν ἔρχεσθαι· ἢ παρὰ τὸ πόῤῥω νεύειν
π 466
πορθμίον διαφέρει· πορθμεῖον δὲ διὰ τῆς ει διφθόγγου λέγεται τὸ πλοῖον· πορθμίον δὲ διὰ τοῦ ἰῶτα, τὸ ναῦλον· τὸ μι ἰῶτα διάτι; τὰ διὰ τοῦ ων δακτυλικὰ τρισύλλαβα διὰ τοῦ ι γράφεται· οἷον, σκαμνίον, βιβλίον, πορθμίον
π 467
Πορίζω παρέχω, ἐκ τοῦ πόρος πορίζω· τοῦτο παρὰ τὸ περῶ τὸ διαβαίνω
π 468
Πορίζω ποιῶ, ἐκ τοῦ πόρος, ὃ σημαίνει τὴν ὁδόν· τοῦτο δὲ παρὰ τὸ περῶ· διαφέρει πόρος καὶ πορός· πόρος μὲν λέγεται ὁ ἀδιάβατος τόπος, πορὸς δὲ ὁ περάτης· ἐξ αὐτοῦ ῥῆμα πορίζω, διὰ τοῦ ἰῶτα
π 469
Πόρκις ὁ δακτύλιος, ὁ συνέχων τὴν ἐπιδορατίδα πρὸς τὸ ξύλον
π 470
Πόρνος διὰ τὸ πονηρὸν ἔργον ποιεῖν· ἢ παρὰ τὸ πῶρος καὶ τὸν νοῦν πώρονος καὶ πόρνος κατὰ συγκοπὴν, ὃ ἔχων πόρωσιν τοῦ νοῦ· ἢ παρὰ τὸ πεπωρωμένον ἔχειν τὸν νοῦν, τουτ’ἔστιν ἐσκοτισμένον· ἢ παρὰ τὸ πόῤῥω νοὸς εἶναι
π 471
Πόρπη φίβλα, περόνη, παρὰ τὸ πείρω τὸ ἐκβάλλω, πόρη καὶ πόρπη, πλεονασμῷ τοῦ π
π 472
Πόῤῥω ἔξω, μακρὰν, ἀπὸ τῆς πρὸς προθέσεως, πρόσω καὶ ἐν ὑπερβιβασμῷ πόρσω, τὸ ἀκολουθῶ, καὶ τροπῇ τοῦ ς εἰς ρ, πόῤῥω
π 473
Πορσανεύουσα μετοχὴ, τὸ θέμα πορσαίνω, ὁ μέλλον πορσανῶ, ἡ μετοχὴ πορσανὼν, πορσανοῦσα, καὶ Ἰωνικῇ διαλύσει πορσανέουσα, ὡς τὸ πλυνέουσα· τὸ πορσαίνω ἐκ τοῦ ὄῤῥω τὸ διεγείρω, ὁ μέλλων ὀρῶ Αἰολικῶς ὄρσω. καὶ κατὰ παραγωγὴν ὀρσαίνω, καὶ πλεονασμῷ τοῦ π πορσαίνω· ἢ ἐκ τοῦ πόῤῥω τὸ παρέχω, ὁ μέλλων πορῶ καὶ Αἰολικῶς πόρσω, καὶ ἐξ αὐτοῦ πορσαίνω, οἱονεὶ ἑτοιμάζουσα δωρουμένη
π 474
Πορσύνω παρασκευάζω, εὐτρεπίζω, ἑτοιμάζω, διεγείρω, ἢ παρέχω
π 475
Πόρτις καὶ πόρτακις, ἡ δάμαλις· παρὰ τὸ ἄρτι εἰς πορείαν καὶ νομὴν ἰέναι
π 476
Πόρτακι μόσχῳ, νεογνῷ βοῒ, οἱονεὶ πόροιο, παρὰ τὸ νεωστὶ πορεύεσθαι καὶ βαίνειν
π 477
Ποσειδάων ὁ Ποσειδῶν, κλίνεται Ποσειδάωνος, ὡς παρώνυμον φυλάσσει τὸ ω, ὡς περισπώμενον μὴ συνεξακολούθησε τοῖς περισπωμένοις ὡς παρώνυμον· σεσημείωται γὰρ τὸ Ποσειδῶν καὶ περισπᾶται· διάτι ἐσημειώθη; ἐροῦμεν· ὅτι τὰ εἰς ων περισπώμενα, οὐδέποτε εἰσὶ παρώνυμα· ἐπειδὴ δὲ εὑρέθη τοῦτο παρώνυμον, τούτου χάριν σεσημείωται· ἔστι γὰρ ὄνομα Ποσειδέης καὶ ἐξ αὐτοῦ Ποσειδέων, καὶ τροπῇ Δωρικῇ τοῦ ε εἰς α, ὡς ἐπὶ ἄλλων πολλῶν, γίνεται Ποσειδάων Ποσειδάωνος, καὶ ὡς παρώνυμον φυλάσσει τὸ ω, ὡς Θέων καὶ Ἱέρων· ἐτυμολογεῖται οὖν Ποσειδῶν, παρὰ τὸ τῇ πόσει ἐνδεῖν· οὐδεὶς γὰρ γεύεται θαλαττίου ὕδατος· ἢ παρὰ τὸ τοὺς πόδας δεῖν· ἐκεῖσε γὰρ ἀφικόμενοι, βαδίζειν οὐ δυνάμεθα· ἢ παρὰ τὸ πέδον σεύειν, ὁ αὐτὸς γὰρ ἐστὶ καὶ Ἐνοσίχθων· ἢ παρὰ τὸ πόσιν τῷ δάει, τουτ’ἔστι τῷ ἡλίῳ ἀναπέμπειν· φασὶ γὰρ τὸν ἥλιον, ἐκ τῆς θαλάσσης ἀνιμᾶσθαι τὴν ὑγρότητα
π 478
Ποσειδὼν ἰστέον, ὅτι τὸ Ποσειδῶν παρʼ ἡμῖν καὶ Ἀθηναίοις διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τοῖς Ἴωσι δὲ διὰ τοῦ ι μακροῦ· καὶ παρὰ τοῖς Αἰολεῦσι καὶ Δωριεῦσι ἔστι διὰ τοῦ ι γραφόμενον· ἀλλʼ οἱ μὲν Αἰολεῖς βαρύνουσι, τρέποντες τὸ ς εἰς τ, καὶ τὴν τελευταίαν εἰς αν, οἷον, Ποτιδάν· καὶ ἡ διὰ τῆς ει διφθόγγου γραφὴ, καὶ ἡ διὰ τοῦ ι γραφὴ, ἔχει λόγον· εἰ μὲν διὰ τῆς ει διφθόγγου γράφεται, γίνεται παρὰ τὸ πέδον σείειν· ἀπὸ οὖν τοῦ πέδον σείειν, γέγονε πεδοσείων καὶ ἐν ὑπερβιβασμῷ Ποσειδέων καὶ Ποσειδῶν· ἡ δὲ διὰ τοῦ ι γραφὴ ἔχει λόγον, ὅτι Ποσιδῶν λέγεται παρὰ τὸ τοὺς πόδας δεῖν, ἤγουν δεσμεῖν· ἐν θαλάσσῃ γὰρ ἀφικόμενοι βαδίζειν οὐ δυνάμεθα
π 479
Πόσις ὁ ἀνὴρ, παρὰ τὸ τὴν πόσιν τοῦ ὕδατος· ἐπειδὴ τὸ ὕδωρ καὶ αὐτὸ μιγνύμενον τῇ γῇ γεννητικὸν γίνεται· ὁμοίως καὶ ὁ ἀνὴρ τῇ γυναικὶ μιγνύμενος, γενέσεως αἴτιος γίνεται
π 480
Πόσις δύο σημαίνει, τὸ τε πόμα καὶ τὸν ἄνδρα· λέγεται δὲ ἀπὸ μεταφορᾶς τοῦ ὕδατος ὁ ἀνὴρ πόσις, καὶ κλίνεται πόσιος
π 481
Ποστιμόριον τῶν δύο δρακῶν τῆς χειρὸς τὸ μέτρον
π 482
Πόσθη τὸ αἰδοῖον, παρὰ τὸ προκεῖσθαι καὶ προτεθεῖσθαι
π 483
Ποταμὸς παρὰ τὸ ποτιμὸν ὕδωρ ἔχειν· ἢ παρὰ τὸ ποτάζω ποτάσω ποταμὸς, οὕτως Ἡρωδιανός
π 484
Ποταμὸς ὁ ἔχων ποτὸν καὶ ἄμμον· ἢ διὰ τὸ ποτάριον· ἢ παρὰ τὸ ποτιμὸν ὕδωρ ἔχειν· ἢ ὁ ἔχων ποτιμὸν ἐνεργείαν· ὅτε μὲν ἔστιν ἐπὶ χρόνου, τότε δὲ ἐπὶ ὥρας
π 485
Ποτήριον διότι τὸ πόμα τηρεῖ
π 486
Ποτήριον παρὰ τὸ τὴν πόσιν τηρεῖν· σημαίνει δὲ τέσσαρα· τὴν τιμωρίαν, ὡς τὸ ποτήριον ἐν χειρὶ κυρίου· καὶ ὡς τὸ ποτήριον σωτηρίον λήψομαι· καὶ τὸν θάνατον· ὡς τὸ, πάτερ εἰ δυνατὸν ἀπελθέτω τὸ ποτήριον τοῦτο ἀπʼ ἐμοῦ· καὶ τὸ ἀγγεῖον, ἐν ᾧ πίνομεν
π 487
Ποτιδέγμεναι μετοχή· τὸ τι ἰῶτα διάτι; ἔστι γὰρ πρὸς καὶ Δωρικῶς τρέπεται τὸ ς εἰς τ· καὶ ἐπεὶ οὐδέποτε λέξις Ἑλληνικὴ εἰς ψιλὸν σύμφωνον καταλήγεται, τὸ τ καταλῆγον προσλαμβάνει τὸ ι· καὶ ἀποβολῇ τοῦ ρ γίνεται ποτὶ καὶ ἔστι δεδέγμεναι· συντιθέμεναι γὰρ αἱ προθέσεις τὸν τόνον ἀναπέμπουσιν. ἄλλως· ἔστι πρὸ, ἐξ αὐτοῦ κατʼ ἐπέκτασιν τῆς σι συλλαβῆς προσί· ἀναλόγως ἢ παραλόγως; ἀναλόγως· ἐπειδὴ παρέπεται ταῖς προθέσεσι, τὸ μέχρι τῆς δι συλλαβῆς ἵστασθαι, καὶ τροπῇ δωρικῇ τοῦ ς εἰς τ· ὡς περσὸς περτὸς, οὕτω καὶ προσὶ, προτὶ, καὶ ποτὶ κατʼ ἀποβολὴν τοῦ ρ
π 488
Ποτίζω παρὰ τὸ πῶ, πῶμι, πέπωκα, πέπωμαι, καὶ ἐξ αὐτοῦ ῥῆμα παράγωγον ποτίζω
π 489
Πότμος παρὰ τὸ πετῶ ποτῶ γίνεται πότος καὶ πλεονασμῷ τοῦ μ πότμος· σημαίνει, δὲ δύο, τὸν θάνατον καὶ τὴν ἐσχάτην σύμπτωσιν τοῦ βίου, ἀπὸ τοῦ πεσεῖν καὶ ἐπὶ τῆς ψυχῆς τὸ μεταπίπτειν· ἢ ὑπὸ τὴν γένεσιν τοῦ βρέφους ἐπιμεριζομένη τύχη· γίνεται δὲ παρὰ τὸ πτῶ, ὅπερ ἔστι κατὰ συγκοπὴν τοῦ πίπτω
π 490
Ποτνιᾶται κυριώτερον ἄν τις φήσειεν ἐπὶ γυναικῶν, ὅταν γυνὴ κακὸν τὶ πάσχῃ καὶ θέλει ἱκετεύειν θέον, ὦ πότνια λέγουσα· ποτνιᾷσθαι δὲ ὅταν εἴπῃ τις ἄνδρα, προφανῶς ἁμαρτάνει· ποτνιᾶσθαι δὲ ἐστὶ ἐλεεινολογεῖσθαι, καὶ μετὰ δακρύων τὶ λέγειν καὶ ὀδυρμῶν· πότνια δὲ ἡ σεμνὴ, ἄλλο γὰρ τὸ ῥῆμα σημαίνει, καὶ ἄλλο τὸ ὄνομα
π 491
Ποτνιῶ σημαίνει τὸ δυσφορῶ καὶ μετὰ λύπης ἱκετεύω τὸν θεὸν, παρὰ τὸ ποτῶ, ἐξ οὗ καὶ τὸ μήτηρ δʼ ἀμφιποτᾶτο, κατὰ παραγωγὴν ποτιῶ, καὶ πλεονασμῷ τοῦ ν ποτνιῶ
π 492
Πότος τὸ συμπόσιον, παρὰ τὸ πῶ τὸ πίνω· διαφέρει δὲ πότος καὶ ποτός· πότος βαρυτόνως λέγεται ὁ ἄριστος· καὶ ἐποίησεν Ἰακὼβ πότον μέγα τοῖς υἱοῖς αὐτοῦ· ποτὸς δὲ ὀξυτόνως τὸ πινόμενον πόμα
π 493
Ποὺς παρὰ τὸ πεπῦσθαι ἀπὸ τοῦ ὅλου σώματος, παρὰ τὸ παίω ῥῆμα, ὁ μέλλων παίσω, καὶ τροπῇ τοῦ ι εἰς υ παύσω, καὶ ἐξ αὐτοῦ ποῦς, τὸ κατώτερον μέρος τοῦ σώματος
π 494
Ποὺς παρὰ τὸ πόρος, ὁ διαπερώμενος τόπος· τὰ εἰς ος ὀνόματα δισύλλαβα ῥηματικὰ, ἡνίκα μὲν παθητικὸν ἔστι τὸ σημαινόμενον βαρύνεται· ἡνίκα δὲ ἐνεργητικὸν, ὀξύνεται· ἐκ τοῦ πόρος γίνεται κατὰ συγκοπὴν πρὸς, ἐκβολῇ τοῦ ρ πὸς, καὶ ἐπειδὴ οὐδέποτε ὀνόματα μονοσύλλαβον βραχυκαταλήγειν θέλει, πλὴν τοῦ τὶς, πλεονάζει τὸ υ καὶ γίνεται πούς· καὶ λοιπὸν ἐκ τοῦ περῶ πορὸς ὀξύτονον, τὸν ἐνεργοῦντα, ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· ὠκύπους
π 495
Πραιτώριον παρὰ τὸ πράττω, πρατώριον, ὅπου τὰ πραττόμενα ὠροῦνται, ἤγουν φυλάσσονται, καὶ ἐξανύονται· πλεονασμῷ τοῦ ἰῶτα
π 496
Πραῖδα ἐκ τῆς παρὰ προθέσεως, καὶ τοῦ αἴθω τὸ καίω
π 497
Πρανὲς καταντὲς, κατωφερὲς καὶ πρανίζει τὸ καταφέρει, πρανὲς οὖν τὸ προνενευκός· καὶ εἰς τὸ πρήνης
π 498
Πρασία ἡ τετράγωνος καὶ πεφυτευμένη γῆ, ἐν ᾗ φυτεύονται κρόμμυα· Πρασία καὶ πόλις Πελοποννήσου
π 499
Πράσις παρὰ τὸ πέρασις εἶναι, πέρασίς τις οὖσα· μεταβαίνει ἐξ ἑτέρου εἰς ἕτερον τὸ πιπρασκόμενον
π 500
Πράσον παρὰ τὸ πρίσκειν, ἢ παρὰ τὸ σαίνειν αὐτὸ ἐν τῷ σπείρειν, καὶ φυτεύειν· ἢ παρὰ τὸ ποιρέσσειν ποιεῖν
π 501
Πρᾷος παρὰ τὸ ῥᾷον, ὁ σημαίνει τὸ εὔκολον· ἔχει δὲ τὸ ἰῶτα· τὰ εἰς ον καθαρὰ δισύλλαβα, διφθόγγῳ παραληγόμενα τέσσαρά εἰσι· καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ ἰῶτα, οἷον πλεῖον δεῖον, τὰ δὲ δύο οὐχὶ, οἷον ῥᾷον πρᾷον
π 502
Πραγμάτιον τῶν πραγμάτων ἢ τοῖς πράγμασι
π 503
Πρέμνον τὸ ὑπὸ τῶν γηρασκόντων στελέχων
π 504
Πρέμνα τὰ ἰσχυρὰ στελέχη, καὶ οἱ βλαστοὶ οἱ γεγηρακότες
π 505
πρεσβεύειν διαφέρει· πρεσβεύειν μὲν τὸ πέμπειν πρέσβεις· πρεσβεύεσθαι δὲ τὸ πέμπεσθαι πρεσβευτάς
π 506
Πρέσβυς ὁ γέρων παρὰ τὸ προβεβηκέναι τὴν ἥβην, διὰ τοῦ υ ψιλοῦ· καὶ πρέσβις ὁ παρακλήτωρ, ὁ πεμπόμενος πρὸς τὸν βασιλέα διὰ τοῦ ἰῶτα· ἀπὸ τοῦ πρεσβεύειν καὶ μεσιτεύειν
π 507
Πρεσβευτὴς ὁ ἱκετεύων καὶ παρακαλῶν, ἱκέτης· ἀπὸ τοῦ πρεσβεύειν· ἐκ τούτου καὶ πρέσβις
π 508
Πρέσβειρα διὰ τῆς ει διφθόγγου, σημαίνει τὴν γεγηρακυῖαν· τῷ τῶν διὰ τοῦ εια
π 509
Πρέσβυς παρὰ τὸ προβεβηκέναι τὴν ἥβην· καὶ πρεσβεὺς παρὰ τὸ πρεσβεύω πρεσβεὺς, ὡς ἱππεύσω ἱππεύς· καὶ ὡς βασιλῆες καὶ πρεσβῆες ἔσαν· παρὰ δὲ τὸ πρεσβεύω πρεσβευτής
π 510
Πρηγορέων ὁ λαιμὸς, ἐκ τοῦ προάγω
π 511
Πρήθω τὸ καίω, ἐξ οὗ καὶ ἐμπρησμός
π 512
Πρησμῶ τὸ φυσῶ καὶ πληρῶ ἐξ οὗ καὶ ἔπρησα ἀσμόν
π 513
Πρίθω τὸ σχίζω, ἐξ ου καὶ πρίων
π 514
Πρήθω σημαίνει τὸ φυσῶ· ἔστι καὶ ἕτερον τὸ ἐμπυρίζω
π 515
Πρήθω πρῶ πρήσω, ὁ ἀόριστος ἔπρησα, τὸ δεύτερον ἔπρησας· ἔστι καὶ πρῶ τὸ πιπράσκω· εἴρηται περῶ περάσω πεπέρακα καὶ συγκοπῇ πέπρακα, τὸ πρη ἦτα διάτι; τὰ διὰ τοῦ η ῥήματα μὴ ἐν κινήσεσιν εὑρισκόμενα γεννῶντα τὸ ο, διὰ τοῦ η γράφεται, ἐπὶ βαρυτόνων καὶ περισπωμένων· ἔστιν οὖν πρῶ τὸ περῶ, πρήθω, ὁ παθητικὸς παρακείμενος ἐμπέπρησμαι καὶ ἐξ αὐτοῦ ἐμπρησμός
π 516
Πρηκτῆρος πρακτικὸς, ἀπαιτητής· ῥῆξαι πράξαι, ἐκ τοῦ πράσσω, ἐξ οὗ καὶ ἔπρηξας
π 517
Πρηνὲς ἐπίῤῥημα τοπικὸν, ἀπὸ ὀνόματος μετήχθη εἰς ἐπιῤῥηματικὴν σύνταξιν, ἔστι γὰρ πρηνής· τὸ πρη ἦτα, διότι ἀνεφάνη τὸ α ἐν τῷ πρανὲς, ὁ σημαίνει τὸ κατωφερές· λοιπὸν ἔστι πρηνὴς, καὶ τὸ οὐδέτερον πρηνὲς, παρὰ τὸ προνενευκέναι, ἢ ἀπὸ τοῦ πρόσω νενευκέναι
π 518
Πρηνὴς παρὰ τὸ προνενευκέναι, τουτ’ἔστι πεσεῖν ἐπὶ πρόσωπον
π 519
Πρίαμος ὄνομα κύριον· ἐκ τοῦ πρίημι τὸ ἀγοράζω, πρίαμαι, Πρίαμος· ἐπράθη γὰρ καὶ διὰ τοῦτο καὶ ταύτης τῆς ἐπωνυμίας ἔτυχεν, ὡς ἱστορεῖ Λυκόφρων· ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολῶν· διάτι προπαροξύνεται; τὰ διὰ τοῦ αμος ὀνόματα, εἰ μὲν ὦσι κύρια, βαρύνονται, οἷον Πρίαμος, Σίσαμος· εἰ δὲ μὴ οὕτως ἔχη, ὀξύνονται, οἷον φωριαμὸς, χηραμός
π 520
Πρῖνος εἶδος δένδρου, διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τοῦ ἀκραγαντῖνος· ἰστέον δὲ ὅτι εὕρηται καὶ ὁ πρῖνος ἀρσενικὸν, καὶ ἡ πρῖνος θηλυκόν· γίνεται δὲ παρὰ τὸ πριονῶ τὰ ἔχοντα τὸ φυλλόν
π 521
Πριβάτα τὰ τῇ βασιλείᾳ ἰδιαζόντως διαφέροντα· ἄλλα δὲ ἔστι τὰ δημόσια, ὅσα τελ ὑπὸ τὸν κόμητα τῶν λαργιτιόνων ταῖς δημοσίαις ὑπουργοῦντα χρείαις· λαργιτίονες δὲ εἰσὶ δύο, τὰ σάκρα καὶ τὰ πριβάτα· δύο γὰρ εἰσὶ βασιλικοὶ θησαυροί· οἱ ἰδιάζοντες τῆς βασιλείας, οἷον ὁ τῶν λαργιτιόνων, καὶ ὁ δημόσιος ὁ τοῦ φίσκου
π 522
Πρίημι εἰς τὸ ἀπριάτην
π 523
Πρὶν χρόνου δηλωτικὸν ἐπίῤῥημα· γίνεται ἐκ τοῦ πάρος πάριν καὶ συγκοπῇ πρὶν· τὸ πάρος ἐκ τοῦ πρὸς μικρόν· τὸ πρὸς; ἀντὶ τοῦ ἔμπροσθεν
π 524
Πρίων παρὰ τὸ πρίζω, ἰστέον ὅτι τὸ πρίζω ἀρσενικῶς λέγεται καὶ παροξύνεται, καὶ διὰ τοῦ ἰῶτα γράφεται, τῷ λόγῳ τοῦ Ἀμφίων
π 525
Προπέτεια ἡ ἀχαλίνωτος γλῶσσα
π 526
Προαίρεσις ἐκ τοῦ αἱρῶ τὸ βούλομαι, καὶ προαιροῦμαι, ἐξ οὗ καὶ προαίρεσις
π 527
Πρόβατα πάντα τὰ τετράποδα ἐκάλουν οἱ παλαιοὶ πρόβατα διὰ τοῦ πρὸ τῶν ὀπισθίων βάσεων ἑτέρας ἐμπροσθίους ἔχειν, καθὸ καὶ Ἡσίοδος φησὶ, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις
π 528
Πρόβατα λέγεται τὰ τετράποδα πάντα, διὰ τὸ προβαίνειν νεμόμενα, ἢ διὰ τὸ πρὸ πάντων βατεύεσθαι αὐτά
π 529
Πρόβατον παρότι παντʼ ἔστιν αἱρετόν· καὶ βοτὸν ἤγουν ἐπιθυμητικόν· ἢ διότι προβατεύει τῷ καιρῷ πρὸ τῶν τετραπόδων· ἢ παρὰ τὸ πρᾴως βαίνειν τὸν ἔμπροσθεν πόδα τοῦ ὀπισθίου· πᾶν γὰρ τετράποδον πρόβατον ἐκάλουν
π 530
Πρόβλημα παρὰ τὸ βλῆμι· ἢ παρὰ τὸ βλῶ βλήσω βλῆμα καὶ πρόβλημα
π 531
Πρόβλημα προτάσεως διαφέρει· πρόβλημα λέγεται ἡ ἑκατέρωθεν ἀμφισβητουμένη ζήτησις· πρότασις δὲ ἡ ἐρώτησις· ὡσαύτως καὶ παραβολὴ καὶ παράδειγμα διαφέρει, ὅτι ἡ μὲν παραβολὴ ἀπὸ ἀψυχῶν λαμβάνεται· τὸ δὲ παράδειγμα ἀπὸ ἐμψυχῶν ἢ γεγονότων
π 532
Προβλῆτι ὄνομα ἀρσενικὸν, πτώσεως δοτικῆς, ἡ εὐθεῖα προβλὴς προβλῆτος, προβλῆτι· ὁ κανὼν, τὰ εἰς ς λήγοντα ὀξύτονα σύνθετα ἀπὸ τοῦ παθητικοῦ παρακειμένου, διὰ καθαροῦ τοῦ τος κλίνεται, εἴτε εἰς ας ὦσιν, εἴτε εἰς ης, εἴτε εἰς ως, οἷον κέκραται χαλκοκρὰς, χαλκοκράτος, νεοκρὰς νεοκράτος· χαλκοκρὰς δὲ ἐστὶν ὁ χαλκῷ κεκραμένος· βέβληται, ἀβλὴς ἀβλῆτος, τέτρωται ἀτρὼς ἀτρῶτος. πέπτωκα, ἀπτὼς ἀπτῶτος, ὁ μὴ πέσων· ἔγνωται ἀγνὼς ἀγνῶτος, ὁ ἀμαθής· τέθνηκα ἡμιθνὴς, ἡμιθνῆτος· ταῦτα δὲ φησὶ, τὸ πέπτωκα καὶ τέθνηκα τῇ μὲν φωνῇ ἐνεργητικά εἰσι, τῷ δὲ σημαινομένῳ παθητικά
π 533
Προβλῆτας τοὺς θεμελίους λίθους, παρὰ τὸ προβεβλῆσθαι
π 534
Προβάλλομαι τιθῶ, προβάλλομαι ἐρωτῶ
π 535
Πρόδηλον τὸ πάνυ φανερόν
π 536
Προαστεῖον τὸ ἔξω τοῦ ἄστεως ἄστεος
π 537
Προβόλιον προβόλειον τὸ κυνηγητικὸν δόρυ
π 538
Προὲς πρόπεμψον, ἀορίστου δευτέρου προστακτικοῦ· ἀπὸ τοῦ ἵημι ὁ β ἀόριστος ἦν, καὶ τὸ προστακτικὸν ἒς, καὶ ἐν συνθέσει πρόες· ὅθεν καὶ τὸ σύνες, ἄφες, ἄνες, ποικιλλομένης τῆς προθέσεως
π 539
Πρόσχωμεν πᾶς ὁριστικὸς ἢ ὑποτακτικὸς μονοσύλλαβος εἰς ω λήγων, ἔχων τὴν μετοχὴν εἰς ς ὀξύτονον, τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει· οἷον, βῶ ἀναβῶ, θῶ καταθῶ, δῶ ἀναδῶ· εἰ δὲ μὴ εἰς ς ὀξύτονον ἔχει τὴν μετοχὴν ἀναβιβάζει τὸν τόνον, οἷον σχῶ κατάσχω, καὶ ἐξ οὗ τὸ πληθυντικὸν κατάσχωμεν καὶ πρόσχωμεν
π 540
Προοίμιον πρόλογος, ἀρχὴ λόγου, τὸ λεγόμενον πρὸ τῆς οἴμης· οἴμη ἔστιν ἡ ᾠδή
π 541
Προθέλυμνος πρόριζος, παρὰ τὸ τέλος τέλαμνος καὶ θέλυμνος
π 542
Προθεσμία ἐκ τοῦ θεσμὸς, ὃ σημαίνει τὸν νόμον· τοῦτο ἐκ τοῦ τίθημι, τίθεμαι, θεμὸς καὶ θεσμὸς ὁ νόμος· ἢ ἀπὸ τοῦ προτεθῆναι τὴν ἡμέραν, ἐν ᾗ τόδε γενέσθαι χρή· οὐκ ἀπὸ τοῦ θεσπίζειν, ἐὰν ἡμῖν προτιθῶμεν προθεσμίαν τινά· εἰ δʼ ὁ θεὸς ὁ προτιθεὶς, καὶ ἀπὸ τοῦ προθεσπίζειν εἴρηται τὸ ὄνομα, προθεσπίζοντος τοῦ θεοῦ καὶ προνομοθετοῦντος περὶ τῆς ἡμέρας ἐν ᾗ τυχὸν τόνδε δεῖ τῆς ζωῆς ταύτης ὑπεξελ θεῖν, ἢ τόνδε καταλυθῆναι τὸν ὑλικὸν σύμπαντα κόσμον· καὶ θεσπίζειν μὲν ἐπὶ θεοῦ κυρίως· καταχρηστικῶς δὲ καὶ ἐπὶ βασιλέως
π 543
Προΐαψεν ἐκ τοῦ ϊάπτω τὸ πέμπω
π 544
Προῖκα χρηστὸς ἦν ἤγουν δωρεὰν ἀγαθὸς ὑπῆρχε· τὸ δὲ προῖκα ἐπίῤῥημα ποιότητος
π 545
Προικόνησος ὄνομα νήσου, ἡ λεγομένη πρόκος, ἐν ᾗ τὰ μάρμαρα τὰ πλείω εἰσί· γίνεται δὲ ἐκ τοῦ προὶξ προικὸς καὶ τὸ νῆσος· ἡ πάσαις ταῖς νήσοις προῖκα μαρμάρων διδοῦσα
π 546
Προῖξ παρὰ τὸ προϊκνεῖσθαι τῆς γάμου· προῖξ ἐκ τοῦ πρόϊξ
π 547
Προικίζω γαμίζω καὶ φερνίζω
π 548
Προμαχίζειν τὸ σχῆμα ἐστὶ πτώσεως δοτικῆς ἀντὶ γενικῆς, ὣς τὸ ἄρχευ Ἀργείοισιν, ἀντὶ τοῦ ἄρχον τῶν Ἑλλήνων, οὕτω καὶ τοῦτο, Τρώων προεμάχει· τὸ δὲ προμαχίζω, ἐκ τοῦ πρόμαχος· τοῦτο ἐκ τῆς πρὸ προθέσεως καὶ τοῦ μάχη, πρόμαχος, προμαχίζω· καὶ τὸ πρόμαχος γίνεται κατὰ συγκοπὴν πρόχος
π 549
Προμήθεια ἡ πρόνοια, ἐκ τοῦ προμηθής· τοῦτο ἐκ τοῦ μήδω, τροπῇ τοῦ δ εἰς θ, μῆθος καὶ προμηθής· ὀξύνεται καὶ κλίνεται τοῦ προμηθοῦς· ὁ κανὼν, ὡς τὸ ἀσεβοῦς· καὶ τὸ θηλυκὸν προμήθεια· τὰ γὰρ παρὰ τὸ μαθεῖν ἅπαντα διφοροῦνται, πλὴν τοῦ ἀμαθία· τὸ δὲ προμηθὴς ἐκ τοῦ μήθω τὸ μανθάνω, μήθεια καὶ προμήθεια· τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα θηλυκὰ διὰ τοῦ εια, ἀπολύτως μὲν ληγόμενα προπαροξύνονται· ἐπὶ οὐσίας τιθέμενα παροξύνονται
π 550
Πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει· πρὸ μοίρας μὲν τὸ βιαιὼς ἀποθανεῖν, πρὸ ὥρας δὲ τὸ νέον ἀποθανεῖν
π 551
Πρόμαχος ὁ ἀντίδικος, παρὰ τὸ βῶ, πρόβατος ὁ προβαίνων· ἢ παρὰ τὸ πρόμαχος
π 552
Πρόνοια ἡ θρικὴ ἐπιμέλεια· διότι πρὸς τὸ συμφέρον καὶ χρήσιμον οἰκονομεῖν ἕκαστα· ἢ πρόνοια λέγεται τὸ ἀγαθὸν, ὡς πρὸ τοῦ νοῦ ὄν
π 553
Πρόνοια σημαίνει τέσσαρα· τὴν φροντίδα, καὶ τὴν κηδεμονικὴν τοῦ παντὸς δόσιν· τὴν προαίρεσιν καὶ τὴν πρόγνωσιν
π 554
Πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει· πρόξενος μὲν γὰρ πόλεως· ὁ δʼ αὐτὸς καὶ ἰδιόξενος· οὐκ ὀρθῶς οὖν Εὐριπίδης· πρόξενος διαφέρει τοῦ ἰδιόξενος· κακῶς τίς ἐστι προξένους σοι χρωμεν. δορύξενος δὲ, ὁ κατὰ πόλεμον γινόμενος φίλος· ἀλοὺς γὰρ εἰ ξενίων τυχὼν ἀφέθη παρὰ τοῦ πολεμίου λίτρας λαβόντα, μνὰ δὲ ἦν ἡ τεταγμένη· κομίσας δὲ καὶ φυλάξας τὴν πίστιν ἐγένετο ξένος, καὶ δορύξενος ἐκαλεῖτο
π 555
Προοῦ πρόπεμψον· ἔστιν ἵημι τὸ πέμπω, ὁ μέλλων ἥσω ὁ δεύτερος ἀόριστος ἧν, ὁ παρακείμενος ἧκα· ὁ παθητικὸς ἔμαι, ὁ μέσος ἀόριστος ἔμην, τὸ τρίτον ἔτο, καὶ τὸ δεύτερον αὐτοῦ πρόσωπον γίνεται κατʼ ἀποβολὴν τοῦ τ, ἕο καὶ οὗ, καὶ ἐν συνθέσει προοῦ· κατὰ τροπὴν τοῦ τ εἰς ς ἔσο· ἡνίκα γὰρ συντεθῆ μετὰ μονοσυλλάβου προθέσεως περισπᾶται, οἷον προοῦ, ἤγουν πρόπεμψον· ἡνίκα δὲ μετὰ δισυλλάβου βαρύνεται, οἷον, σύνθου, ἀπόθου
π 556
Προπάροιθεν ἔμπροσθεν, ἐπίῤῥημα δέ ἐστι τοπικὸν, ἐκ τῆς πρὸ προθέσεως, καὶ τοῦ πάροιθεν· τοῦτο ἐκ τοῦ πάρος πάροθεν, καὶ πλεονασμῷ τοῦ ἰῶτα πάροιθεν· καὶ κατʼ ἀναδιπλασιασμὸν προπάροιθεν· διάτι προπαροξύνεται; ἔστιν εἰς τὸ οὐρανόθι
π 557
Προπετὴς ὁ ἄγαν ἐκπίπτων τοῦ δέοντος, ἔμφρασιν δηλοῖ ἡ πρὸ πρόθεσις
π 558
Πρόσωπον τουτ’ἔστιν ἀπὸ τοῦ πρόσω ἔμπροσθεν, ἀλλʼ οὐκ ἐκ πλαγίου τοὺς ὦπας ἔχειν· διὸ καὶ μόνοις ἀνθρώποις ἐπικατηγορεῖται
π 559
Προπηλακισθέντες ἀδικηθέντες, ὑβρισθέντες, διασυρέντες· προπηλακισμὸς γὰρ λέγεται ἡ ὕβρις, κατὰ προσαφῆς τοῦ σώματος, ἀπὸ τοῦ πηλακίζω· τοῦτο δὲ παρὰ τὸ πάλλω τὸ κινῶ· ἢ παρὰ τὸ παλλάκις, ἢ παρὰ τὸ πηλὸς ὃ καὶ βέλτιον· οἱ γὰρ Ἀττικοὶ τὸν ἐπί τινι ἁλόντα πηλῷ χρίοντες ἐδημοσίευον
π 560
Πρότερος καὶ πρῶτος διαφέρει· ὁ μὲν γὰρ πρῶτος ἐπὶ δύοιν τάσσεται, ὡς Ὅμηρος ἐπὶ τοῦ Πτολεμαίου καὶ Σαρπηδόνος· καὶ τοῦ Πτολαίμου πρότερον· τὸ δὲ πρῶτος ἐπὶ πολλῶν, ὡς Ὅμηρος ἐπὶ τῶν ἔννεα ἀριστόνων, τὸ πολὺ μὲν πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
π 561
Προσδοκάσθω προστακτικόν· τὸ θέμα προσδοκῶ, δευτέρας συζυγίας τῶν περισπωμένων
π 562
Πρόσχες ἐκ τοῦ σχῶ τὸ κρατῶ, παράγωγον ῥῆμα εἰς μι σχῆμι, σχήσω, ὁ δεύτερος ἀόριστος ἔσχην, ἡ μετοχὴ σχεὶς σχέντος, καὶ τὸ προστακτικὸν σχὲς καὶ πρόσχες
π 563
Πρὸς ἡ πρὸς πολλάκις ἀντὶ τῆς παρὰ παραλαμβάνεται· καὶ εἰς τὸ πρὸς ῥὰ καὶ προσῆκον, καὶ πρόσφιν
π 564
Προσευχὴ ἔντευξις καὶ δέησις διαφέρει· προσευχὴ περὶ τῶν συμφερόντων· ἔντευξις κατὰ τῶν πλημμελησάντων· δέησις δὲ εἰς ἐκδίκησιν, καὶ εἰς τὴν εὐχήν
π 565
Προσέχειν εἰς τὸ ἀπροσεξία
π 566
Προσήκατο σημαίνει τὸ προσελάβετο· ἔστιν ἵημι, καὶ μετὰ τῆς πρὸς προθέσεως προσίημι, οἷον προσίεμαι, τουτ’ἔστι προσλαμβάνω σε· μετὰ δὲ τῆς πρὸ προθέσεως σημαίνει τὸ προδιδῶ· καὶ λοιπὸν ἐκ τούτου ἐνεστὼς προσίημι, ὁ μέλλων προσήσω, καὶ ὁ πρῶτος ἀόριστος προσῆκα, ὁ μέσος προσηκάμην προσήκατο· μετὰ δὲ τῆς πρὸ προθέσεως σημαίνει τὸ προδιδῶ, οἷον, οὐ προΐημι τὴν ψυχήν μου· τουτ’ἔστιν οὐ προδιδῶ
π 567
Προσδοκῶσι δευτέρας συζυγίας τῶν περισπωμένων· διαφέρει δοκῶ καὶ προσδοκῶ, ὅτι τὸ μὲν δοκῶ πρώτης συζυγίας τῶν περισπωμένων ἐστί· ἔστι δὲ τὸ προσδοκῶ δευτέρας
π 568
Προσῆκον τὸ πρέπον, ἐκ τοῦ ἥκω τὸ ἔρχομαι, καὶ μετὰ τῆς πρὸς προθέσεως προσῆκον· ἡ γὰρ πρὸς πρόθεσις τὸ πλησιάζον καὶ προσεγγίζον σημαίνει· τὸ γὰρ πρέπον, καὶ ἁρμόζον πλησιάζει, ὡς τὸ ἀπαρέσκον, πόῤῥω καθίσταται
π 569
Προσήλυτος ἐκ τοῦ ἐλεύθω, ἐλεύσω, ἤλευκα, ἤλευσμαι, ἤλευσαι, ἤλευσται, ἠλυτὸς καὶ προσήλυτος, ὁ μέτοικος καὶ φυγάς
π 570
Προσηνὴς ἐκ τοῦ ἡνίον, ὃ σημαίνει τὸ χαλινοτήριον· σημαίνει δὲ τὸν πρᾷον· παρὰ τὸ αἶνος αἰνὴς καὶ προσηνὴς, ὁ ἐγγὺς ὢν τοῦ αἰνεῖσθαι· καὶ εἰς τὸ ἀπηνής
π 571
Προσίεμαι εἰς τὸ προσήκατο
π 572
Προσκόπτω τὸ προσκρούω, ἐξ οὗ καὶ πρόσκομμα τὸ πταῖσμα, ὡς τὸ προσκόπτεις τῇ σαρκὶ κυρίως ἐστὶ καταχρηστικῶς, ἐπειδὴ ἡ πρὸς ἐπὶ τῶν ἐμψυχῶν τάσσεται, ἡ δὲ εἰς ἐπὶ τῶν ἀψυχῶν· καὶ ὤφειλεν εἰπεῖν, εἰς ῥα πλατάνιστον, ἀλλʼ ἔταξεν αὐτὴν καταχρηστικῶς· τὸ πλατάνιστος ὄνομα παρώνυμον· τὸ γὰρ πλα τάνιστος καὶ πρώτιστος τῇ μὲν φωνῇ εἰσιν ὑπερθετικὰ, τῷ δὲ σημαινομένῳ καὶ χαρακτῆρι ἀντὶ ἁπλῶν εἰσί· καὶ ἐστι παρώνυμον ἐκ τοῦ πλάτος· λέγουσι γὰρ αὐτὴν πλατόφυλλον εἶναι
π 573
Πρόσφατος ἡ πρὸς τὸ ἀρτὶ σημαίνει· καὶ γέγονεν ἀπὸ τοῦ σφάζω σφατὸς καὶ πρόσφατος, ὁ ἀρτίως σφαγεὶς, καὶ τὸ οὐδέτερον πρόσφατον· ἢ ἀπὸ τοῦ φένω τὸ φονεύω· ἢ παρὰ τὸ φαίνω τὸ δεικνύω, ὁ πρὸ μικροῦ φανεὶς καὶ δειχθείς· ἢ παρὰ τὸ φήγω ἔφαγον, πρόσφατον τὸ ἔμπροσθεν τρωγόμενον· καὶ εἰς τὸ νεαροί
π 574
Προσφυῶς ἐπίῤῥημα ἐκ τῆς πρὸς προθέσεως καὶ τοῦ φῦς, ὃ σημαίνει τὸ πλέκειν καὶ φιλεῖν, γίνεται προσφυῶς ἤγουν προσφιλῶς
π 575
Πρόσφυγξ πρόσφυγος ὁ ἱκέτης
π 576
Προσφάγιον τὸ προσφάτως ἐσθιόμενον
π 577
Προσπτύσσομαι εἰ μὲν σημαίνει τὸ προσκαλοῦμαι, μετὰ δοτικῆς συντάσσεται· εἰ δὲ ἀσπάζομαι, αἰτιατικῇ
π 578
Προτέλεια εὐχὴ, ἐκ τῆς πρὸ προθέσεως καὶ τοῦ τέλους, ὃ σημαίνει τὴν ἑορτὴν, ἢ πρὸ τῆς τελειώσεως· αὕτη δὲ ἐστιν ἡ περὶ νοσούντων καὶ ἀποδημούντων προσφερομένη παρʼ ἡμῖν θυσία ἐκ καρπῶν
π 579
Προτέρω ἐκ τοῦ ποῤῥοτέρω κατὰ συγκοπήν
π 580
προτεραῖα διαφέρει· προτέρα μὲν ἐπὶ τάξεως· προτεραῖα δὲ ἐπὶ μονῆς ἡμέρας
π 581
Προτόνοισι οὐδέτερον πληθυντικῶν, τὰ πρότονα, τοῖς προτόνοις καὶ προτόνοισι· καὶ προτόνια
π 582
Πρότμησις ἡ πρώτη τομὴ τοῦ ὀμφαλοῦ, παρὰ τὸ πρῶτον τῶν ἄλλων τέμνεσθαι
π 583
Προυργιαίτερον τὸ πρὸ τοῦ ἔργουν αἱρετώτερον
π 584
Πρόφρων πρὸς τὰ θεῖα φρόνιμος
π 585
Προφήτεια τὸ φη, ἦτα διάτι; ἐκ τοῦ φῶ φήσω· τοῦ τει διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων
π 586
Πρόφθασον ἐκ τοῦ προφθάζω· τοῦτο ἐκ τῆς πρὸ προθέσεως καὶ τοῦ φθῶ τὸ φθάζω· τοῦτο ἐκ τοῦ θέω τὸ τρέχω, καὶ κατὰ συναίρεσιν θῶ, καὶ πλεονασμῷ τοῦ φ, φθῶ
π 587
Προφήτης παρὰ τὸ φῶ τὸ λέγω· τοῦ προφήτης ὁ κανών· τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου, καὶ τὰ εἰς της ῥηματικὰ, εἰς ου ἔχει τὴν γενικήν· καὶ εἰς τὸ βασιλικόν
π 588
Προφητικὸν ἰστέον ὅτι ἡ νὺξ εἰς τέσσαρας διαιρεῖται φυλακὰς, ἑκάστη τρεῖς ὥρας ἔχουσα
π 589
Προχοῷ ἀγγείῳ προχευτικῷ, τινὲς ἀπὸ τοῦ χέειν τὸ ὕδωρ, τὸ καθʼ ἡμᾶς λεγόμενον ξέστον
π 590
Πρόφρων ἔστι καὶ ὄνομα ὁ πρόφρων τριγενές· ἔστι δὲ καὶ ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ προθυμώς
π 591
Πρόχνυ ἐπὶ γονάτων, παρὰ τὸ ἐπὶ γόνυ, πρόθεσις ἀντὶ προθέσεως
π 592
Πρύμνη πᾶν τὸ τελευταῖον, τὸ συνορίζον τινὶ, περίμνον τι ὄν· παρὰ τὸ πέρας
π 593
Πρύμναντες πάντες ἐκρούοντο· πρύμναν ἀνακρούεσθαι κυρίως ἔστι τὸ κατʼ ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντες τὸ πλοῖον· ὁ γὰρ ὄντως ἀναχώρων, ἐπὶ τὴν πρύμναν κωπηλατεῖ· τοῦτο δὲ ποιοῦσιν, ἵνα μὴ δόξωσι φεύγειν φανερῶς, κατʼ ὀλίγον ὑπαπρόντες· ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις δόντες τιτρώσκονται
π 594
Προὔνεικος ὁ ὑβριστὴς, ἐκ τοῦ νεῖκος γενόμενος· ἢ προὔνικος ὁ εὐκίνητος καὶ δρομεύς· καὶ ὁ νικηφόρος
π 595
Προὔνεικος καὶ προυνείκους σημαίνει τοὺς ὑβριστὰς καὶ τοὺς ἄνδρας, τοὺς ἱσταμένους ἐν τῇ ἀγορᾷ καὶ φέροντας τὰ ὤνια καὶ λαμβάνοντας ὑπὲρ τούτου μισθόν· ἐφʼ ἑκατέρων δὲ τῶν σημαινομένων τούτων, διφθόγγῳ γράφεται· καὶ εἰ μὲν τοὺς ὑβριστὰς σημαίνει, διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ νεῖκος γέγονε πρόνεικος, καὶ πλεονασμῷ τοῦ υ προύνεικος· εἰ δὲ τοὺς ἄλλους σημαίνει, διὰ τῆς ει διφθόγγου, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἐνειάκως βοιώτιον γέγονε, καὶ κράσει τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, προύνεικος, ὥσπερ τὸ ἐμὸν, τοὐ μόν· τὸ δὲ ἐνείκως ἐμάθομεν τοῦ ε στοιχείου διὰ τῆς ει διφθόγγου
π 596
Πρυμνώρεια τὸ τελευταῖον τοῦ ὄρους
π 597
Πρύμνη τὸ ἔσχατον τῆς νῆος, παρὰ τὸ πέρας εἶναι, οἷον, περιμνόν τι ὄν· περύμνητις οὖσα καὶ πρύμνη· ἢ παρὰ τὸ εἰς πέρας μένειν
π 598
Πρυτανεῖον τὸ κελλάριον· πρυτανεῖα τὰ καταβαλλόμενα
π 599
Πρυτανεῦσαι διοικῆσαι, προστατεῦσαι, φυλάξαι, βασιλεῦσαι, ταμιεῦσαι· κυρίως γὰρ ἐπὶ τούτου τοῦ σημαινομένου τάσσεται ἡ λέξις· πρύτανις γὰρ λέγεται ὁ σιτοφύλαξ, οἱονεὶ πυροταμίστης ὢν, καὶ συγκοπῇ πρύταμις, καὶ τροπῇ τοῦ μ εἰς ν, πρύτανις καὶ πρυτάνιος
π 600
Πρῶ σημαίνει τέσσαρα· τὸ προϊῶ, τὸ πράττω, τὸ πέπραγμαι καὶ τὸ ἐμπυρίζω
π 601
Πρωῒ ἐπίῤῥημα καιροῦ παραστατικόν· γίνεται δὲ παρὰ τὴν πρὸ πρόθεσιν, κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω. καὶ τὸ ῖ· ἐξ οὗ καὶ κατὰ παραγωγὴν πρώϊος, τὸ θηλυκὸν πρωΐα, ὥσπερ ὀψὲ ὄψιος ὀψία· καὶ ἡ αἰτιατικὴ πρωΐαν καὶ Ἰωνικῶς πρωΐην καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς ω πρῴην· τὸ ι ἰῶτα διάτι; τὰ καθαρειεύοντα ἐπιῤῥήματα, ἤγουν χωρὶς συμφώνου ὄντα, διὰ τῆς ει διφθόγγου γράφονται, οἷον, ἀθεεὶ, αὐτοβοεὶ, ἀεὶ, χωρὶς τοῦ πρωῒ· διάτι; ὀξύνεται; τὰ εἰς ἰῶτα λήγοντα ἐπιῤῥήματα δισύλλαβα συνεσταλμένα, ἔχοντα τὸ ἰῶτα βαρύνεται, οἷον, ὄφι, νόσφι, ἄθι, μέχρι, ἄγχι· σεσημείωται τὸ πρωΐ
π 602
Πρωτόλεια τὰ πρῶτα τῆς λείας, ἤτοι τῆς πραίδας· καὶ πρωτόλειον, ἡ ἀπαρχή· τοῦτο δὲ ἐξ ἀπολείποντος καὶ τελείου
π 603
Πρώονες οἱ προβεβλημένοι καὶ προνενευκότες τῶν ὀρῶν, καὶ ὑψηλοὶ τόποι, παρὰ τὸ ἐξέχειν
π 604
Πρωΐα ἀπὸ τοῦ προϊέναι ἡμᾶς· ἢ ἀπὸ τοῦ πρωῒ κινεῖσθαι τὴν ἡμέραν, τὸν καιρὸν τοῦτον
π 605
Πρωΐας παρὰ τὴν πρὸ πρόθεσιν χρόνον δηλοῦσαν, παρὰ τὸ προϊέναι, καθὸ ταύτης εὐεπιφανείσης προϊοῦσιν οἱ ἄνθρωποι
π 606
Πρὼν πρωνὸς, τὸ ἤδη πρωϊνόν· πρὼν ἡ μετοχὴ ὀξύνεται, κατὰ πλεονασμὸν τοῦ ο, πρώονες
π 607
Πρωτεῖον παρὰ τὸ πρωτεύω
π 608
Πρωθήβων ἐκ τοῦ πρῶτος καὶ τοῦ ἥβη
π 609
Πρωΐα ἡ πρῴην κατάστασις
π 610
Πρῶρα δισύλλαβον, παρὰ τὸ προορῶ, ἀφʼ οὗ ἐστι προορᾷν καὶ βλέπειν τὰ ἔμπροσθεν· ἢ παρὰ τὸ προέχειν τοῦ σκάφους· ἢ παρὰ τὸ πρώτην ἰέναι· ἢ παρὰ τὸ προορῶ γίνεται προόρα, καὶ κράσει τῶν δύο οο εἰς ω, πρῶρα
π 611
Πρῶτα ἐπίῤῥημα χρόνου δηλωτικόν, μετάχθεν ἀπὸ τοῦ οὐδετέρου· ἰστέον, ὅτι τὰ ἀπὸ οὐδετέρων μεταγόμενα ἐπιῤῥήματα τὸν αὐτὸν τόνον φυλάττειν θέλουσιν, ὡς τὸ σάφα, παρὰ τὸ σαφέα, συγκοπῇ τοῦ ε, καὶ τὸ ὦκα ἀπὸ τοῦ ὠκέα, σημαίνει κατὰ τὸν τόνον τὸ σφόδρα, οὗ τὸ ὄνομα ὀξύνεται, καὶ τὸ ἐπίῤῥημα βαρύνεται
π 612
Πρωτότοκος ἐκ τοῦ πρῶτος καὶ τοῦ τόκος· διαφέρει δὲ πρωτότοκος καὶ πρωτοτόκος· πρωτότοκος μὲν ὁ πρῶτος γεννηθεὶς, πρωτοτόκος δὲ ἡ πρώτη γεννήσασα
π 613
Πρωτίστῳ ὄνομα οὐδέτερον· ὑπερθετικόν ἐστιν, ἢ χαρακτηριστικὸν, ἢ σημαινόμενον· τινὰ γὰρ αὐτῶν εἰσι καὶ χαρακτηριστικὰ καὶ σημαινόμενα, τινὰ δὲ οὐχί· ἀλλὰ χαρακτηριστικὰ μὲν, σημαινόμενα δὲ οὐχί· τό, τε πρώτιστος καὶ πλατάνιστος ἀντὶ τοῦ πρῶτος καὶ πλάτανος, ἀντὶ ἁπλῶν εἰσι· πρῶτος τὸ συγκριτικὸν οὐκ ἔχει, τὸ ὑπερθετικὸν χαρακτῆρι μόνον, καὶ ἡ αἰτία ἔστιν αὕτη· ἐπειδὴ τὰ ὑπερθετικὰ τριγενῆ εἰσι· καί τι διαφέρει τὰ ὑπερθετικὰ τῶν συγκριτικῶν; διαφέρει, ὅτι τὰ μὲν ὑπερθετικὰ τὴν ἀπηρτισμένην καὶ ἀκροτάτην ἐπίτασιν ἔχοντα, οὐκ ἐπιδέχονται ἐπιτατικὰ ἐπιῤῥήματα, οἷον, τὸ μᾶλλον ἢ ἧττον, ἢ ἄγαν, ἢ λίαν, ἢ πάνυ, ἢ μάλιστα
π 614
Πταίω ἐκ τοῦ πτῶ τὸ πίπτω, κατὰ παραγωγὴν πταίω, ὥσπερ ἐκ τοῦ περῶ, τὸ τελειῶ, περαίω, καὶ πλεονασμῷ τοῦ ν περαίνω, ἐξ οὗ καὶ τὸ νέον περαίνει, καὶ ἀπὸ τοῦ βῶ βαίω, καὶ γῶ γαίω, τὸ γαυριῶ, κύδεϊ γαίων
π 615
Πτέρνα παρὰ τὸ ἐκπεπτωκέναι αὐτῇ ὅλον τὸ σῶμα· ἢ παρὰ τὸ πατεῖν τὴν ἔραν· ἢ παρὰ τὸ πατῶ πατέρνα, καὶ πτέρνα
π 616
Πτέρυξ παρὰ τὸ πτερύσσω, πτερύξω, πτέρυξ· τὸ δὲ πτερύσσω παρὰ τὸ πετῶ πετήσω, τοῦτο δὲ παρὰ τὸ πτῶ πτήσω· τί διαφέρει πτέρυξ καὶ πτερὺξ; πτέρυξ λέγεται τὸ ὅλον μέρος τοῦ σώματος, πτερὺξ δὲ τὸ ἄκρον· τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν
π 617
Πτερόεντα οὐδέτερον, τὸ ἀρσενικὸν πτερόεις καὶ πτερόεν καὶ πτερόεντα· τὸ δὲ πτερόεις τὸ ρο μακρόν
π 618
Πτερωτὸν παρὰ τὸ πτερῶ πτερώσω, πτερωτόν· τοῦτο παρὰ τὸ πετῶ πέτομαι
π 619
Πτερὺξ ἡ σὰρξ, ἧ ἐκφύονται τὰ πτέρα· πτέρυξ δὲ τὰ πτερύγια διʼ ὧν πέτονται· καὶ κλίνεται πτέρυγος, καὶ παροξύνεται, καὶ γίνεται ἐκ τοῦ πτερύσσω, τοῦτο ἐκ τοῦ πετερὸν καὶ πτερὸν, τοῦτο δὲ παρὰ τὸ ἐρύκειν τὸ πίπτειν· διάτι λέγεται ὧδε πτερὺξ ὀξυτόνως; ὅτι διαφορὰν ἔχει· πτερὺξ γὰρ ὀξυνομένη, περιεκτικήν τινα ἔννοιαν σημαίνει, ἤγουν ὅλην· βαρυνομένη δὲ μέρος τοῦ πτεροῦ τι
π 620
Πτήσσω σημαίνει τρία· τὸ φοβοῦμαι διὰ τοῦ ἦτα, ἐξ οὗ καὶ κατεπτήσσετο φόβῳ· τὸ τύπτω διὰ τοῦ ἰῶτα, ἐξ οὗ καὶ τὸ πτισσόμεναι κριθαὶ, καὶ πτισσάνη τὸ πίτυρον· καὶ πτύσσω τὸ ἀσφαλίζω, διὰ τοῦ υ ψιλοῦ
π 621
Πτίλα τὰ μικρὰ πτερὰ, παρὰ τὸ τίλλω
π 622
Πτισσόμενος ἐκ τοῦ πτίσσω, τὸ τύπτω, ἐξ οὗ καὶ πτιεάνιον
π 623
Πτισσάνη ἡ λελεπτισμένη κριθὴ, παρὰ τὸ πτίσσω τὸ καθαίρω, καὶ ἐπτισμένον τὸ κεκαθαρμένον
π 624
Πτύον παρὰ τὸ πτύω, τὸ ἀπόπτυον καὶ ἀπόῤῥιπτον τῶν καρπῶν, τὰ ἄχυρα
π 625
Πτηνὸν τὸ ὄρνεον, ἐκ τοῦ πτῶ, τὸ φοβοῦμαι, ὁ μέλλων πτήσω, καὶ ἐξ αὐτοῦ πτηνόν
π 626
Πτίλα τὰ ἅρμενα, παρὰ τὸ τίλλω τίλλα, καὶ πλεονασμῷ τοῦ π πτίλα
π 627
Πτοῖαι δειλίαι, καὶ πτώσεις, παράλογοι φόβοι, ἢ ἔκπληξις· ἄλλοι κίνδυνον, οἱ δὲ ταραχήν· ἀπὸ τοῦ πτῶ ῥήματος γίνεται πτόα, καὶ πλεονασμῷ τοῦ ἰῶτα πτοία
π 628
Πτολίεθρον ἐκ τοῦ πτόλις κατὰ ποιητικὸν ἔθος γίνεται πτολίεθρον· καὶ διαφέρει, ὅτι πόλις καὶ χωρὶς τοῦ τ, τὸ δὲ πτολίεθρον ἄνευ τοῦ τ οὐ λέγεται· γράφεται δὲ διὰ τοῦ ε· τὰ εἰς ρον οὐδέτερα μετʼ ἐπιπλοκῆς συμφώνον, ὑπὲρ δύο συλλαβὰς ὄντα, ἑνὶ φω νήεντι παραλήγεται, οἷον, πέλεθρον, φέρετρον, καὶ τὰ φέλτρα, βέρεθρον, θέρετρον, θύρετρον· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ ῥεῖθρον καὶ κλεῖθρον, ταῦτα γὰρ δισύλλαβά εἰσι· παρὰ τὸ θύρα γὰρ θύρετρον, ἐκ τοῦ θύω ἐστὶ, διʼ ἧς ὁρμῶμεν
π 629
Πτολίπορθος πόλις πορθοῦσα, πολεμικὴ, γίνεται ἐκ τοῦ πέρθω, παρὰ τὸ περιθέειν τουτ’ἔστι περιτρέχειν τὴν γῆν καὶ τὴν πόλιν· καὶ διάτι τὸ καλλιγράφος ἐκ τοῦ γράφω ῥήματος συντεθὲν πρὸ μιᾶς ἔχει τὸν τόνον; ἐπειδὴ τὰ εἰς ος ὀνόματα ἀπὸ ῥημάτων δισυλλάβων, τῶν ἀπὸ μακρᾶς ἀρχομένων, συντιθέμενα προπαροξύνεται· οἷον, συλῶ ἱερόσυλος, μυκῶ ἐρίμυκος, οὕτω καὶ πορθῶ πτολίπορθος
π 630
Πτύσμα πτύσις ἤτοι ῥίψις τοῦ ἐσμοῦ, τουτ’ἔστι τῶν ὑγρῶν
π 631
Πτοηθήσονται ἐκ τοῦ πτόω· τοῦτο ἐκ τοῦ πετῶ, ποτῶ, καὶ ὑπερθέσει τοῦ τ πτόω πτοήσω· τὸ πτο μικρόν· ἐκ τοῦ πτόω, τὸ φοβοῦμαι καὶ καταπίπτω
π 632
Πτύσσω εἰς τὸ πικυνὸν καὶ πυκνὰ καὶ πτύξ
π 633
Πτωσκαζέμεν εὐλαβεῖσθαι, ἢ καταπτήσσειν, παρὰ τὸ πτῶ τὸ σημαῖνον τὸ φοβοῦμαι, καὶ τὸ σκάζω, ὃ σημαίνει τὸ ἐκκλίνω, ἐξ οὗ καὶ σκαιὸς
π 634
Πτωχὸς παρὰ τὸ πτήσσω, πτηχός τις ὤν· πτωχὸς γὰρ οὐχ ὑφίσταται ἀπειλήν· ἢ παρὰ τὸ πτώσσω, πτώξω, πέπτωχα, καὶ ἐξ αὐτοῦ πτωχός· τοῦτο γὰρ παρὰ τὸ πτήσσω· ἢ διὰ τὸ πτῶμα πλούτου ἔχειν· καὶ εἰς τὸ πένης
π 635
Πυγμαῖος παρὰ τὸ πυγμὴ, ὃ σημαίνει τὴν πῆχυν, γίνεται πυγημαῖος, καὶ συγκοπῇ πυγμαῖος· ἢ ἐκ τοῦ πυγμὴ, ὅ ἐστιν εἶδος ἀγῶνος, παρὰ τὸ πτύσσω, πτύξω, πτυγμὴ καὶ ἀποβολῇ τοῦ τ πυγμή· σημαίνει γὰρ ὅτι κλείνοντες τοὺς δακτύλους πλήσσομεν· σημαίνει δὲ καὶ τὸν γρόνθον· λοιπὸν ἐκ τοῦ πυγμὴ, γίνεται ὄνομα παρώνυμον πυγμαῖος· τὸ μαι διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν
π 636
Πυγμὴ σημαίνει τὸν γρόνθον τῆς χειρός· γέγονε δὲ παρὰ τὸ πτυγμὴ πυγμὴ, ἐξ οὗ καὶ πτυχία, τὰ ἀσφαλιζόμενα, ἡ γενικὴ τῶν πληθυντικῶν πτυχῶν· ἐκ δὲ τοῦ πυγμὴ γίνεται πυγμαῖος· ἀνδράσι πυγμαίοισιν, ἤγουν ἴσοις γνόνθρον
π 637
Πυέλους σκαφίδας, ἐν αἷς λούονται, παρὰ τὸ πεπυθὸς, ἤγουν τὸ σεσηπὸς ἑλεῖν· κυρίως δὲ ὅπου τοὺς πυροὺς πλύνουσιν, οἱονεὶ πυρέλους τινὰς ὄντας, ἐκβολῇ τοῦ ρ, πυέλους· οὕτως εὗρον ἐν ὑπομνήματι τῆς Ὀδυσσείας
π 638
Πυθέσθαι αἰσθέσθαι, ἐρωτᾷν, μαθεῖν, ὁ ἐνεστὼς πεύθω, πεύσω, ἐπυθόμην, πυθέσθαι ἀπαρέμφατον· πᾶν εἰς σθαι λῆγον ἀπαρέμφατον, ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ, πλὴν τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ μέσου ἀορίστου δευτέρου· σεσημείωται τὸ ἔρεσθαι, ὁ β ἀόριστος ὂν, ἀλλʼ ἐθέλω σὲ φέριστε περὶ ξείνοιο ἔρεσθαι· διαφέρει πύθεσθαι καὶ πυθέσθαι· πύθεσθαι μὲν σημαίνει τὸ σήπεσθαι· πυθέσθαι δὲ τὸ ἀκοῦσαι καὶ μαθεῖν
π 639
Πυγοστόλος πυγοστόλον, οἱ μὲν τὴν μαστροπὸν λεγομένην, ἤγουν τὴν προαγωγόν· οἱ δὲ αὐτὴν τὴν γυναῖκα τὴν ἑταιρίδα, τὴν περὶ τὴν πυγὴν στολιζομένην, τουτ’ἔστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις· στέλλειν γὰρ τὸ κοσμεῖν
π 640
Πτῶξ πτωκὸς, ἡ ἔλαφος, παρὰ τὸ πτήσσεσθαι
π 641
Πτῶξ ἐπίθετον τοῦ λαγώου, παρὰ τὸ πτήσσειν καὶ δειλιᾷν, δειλὸν γὰρ τὸ ζῶον, ἢ παρὰ τὸ πτώσσω
π 642
Πύθω σημαίνει δύο, τὸ σήπω καὶ τὸ ἐρωτῶ καὶ ἀκούω
π 643
Πυκινὴν πυκνὴν, συνετὴν, ἀσφαλῆ· τὸ κι ἰῶτα διάτι; τὰ εἰς νος ὀνόματα, ἀπὸ ἐπιῤῥημάτων γινόμενα, διὰ τοῦ ἰῶτα γράφεται· οἷον, ἄληθες ἀληθινὸς, πέδον πεδινὸς, πύκα πυκινὸς, ταχὰ ταχινός· τὸ πυ βραχὺ παρὰ τὸ πετύω πετύσω, καὶ συγκοπῇ πτύσσω· ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς ἕτερον· τὸ κι βραχὺ διάτι; τὰ εἰς νος ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ἰῶτα βραχέος ἐκφέρονται, οἷον, ἀδινὸς, πεδινὸς, πυκινὸς, ταχινὸς, ἀληθινός· σεσημείωται τὸ χαλινός· τὸ μὲν χαλινὸς ἐπειδὴ εὕρηται οὐδέτερον, λέγεται γὰρ τὰ χαλινά· καὶ λοιπὸν ὡς διήλλαξε κατὰ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὸν χρόνον
π 644
Πυκνὰ ὄνομα οὐδέτερον πληθυντικόν· σημαίνει δὲ τὰ συνεχῆ καὶ συνετά· ἡ γὰρ φρόνιμος διάνοια πεπυκνωμένη ἐστίν· ὥσπερ τουναντίον ἡ ἔξοχος ἡραιωμένη· τὸ ἀρσενικὸν ὁ πυκνός· τοῦτο ἐκ τοῦ πυκινός· τοῦτο ἐκ τοῦ πύκα ἐπιῤῥήματος· τὸ δὲ πύκα παρὰ τὸ πτύσσω τὸ ἀσφαλίζω πτύκα, καὶ ἀποβολῇ τοῦ τ, πύκα· πύκα θωρηκτάων· τὸ δὲ πτύσσω παρὰ τὸ πέτω πετύσω, καὶ πτύσσω· τὸ γὰρ πτύσσειν οὐδὲν ἄλλο ἔστιν, ἢ τὸ ἐπιπίπτειν ἕτερον πρὸς ἕτερον
π 645
Πύλη ἐκ τοῦ πυλάσσω· πᾶν γὰρ τηρούμενον ἐν πύλαις τηρεῖται· ἡ γενικὴ τῶν πληθυντικῶν πυλῶν· καὶ μετὰ τῆς ἐκ προθέσεως ἐκ πυλῶν
π 646
Πύματον ἔσχατον, παρὰ τὸ πυθμὴν· καὶ αὐτὸ γὰρ ἐν τῷ ἐσχάτῳ μέρει τοῦ ἀγγείου ἔστι· καὶ εἰς τὸ ἔσχατον
π 647
Πὺξ ἐπίῤῥημα ποιότητος, γίνεται ἐκ τοῦ πτύσσω τὸ ἀσφαλίζω, ὁ μέλλων πτύξω καὶ πτὺξ, καὶ ἀποβολῇ τοῦ τ καὶ τοῦ ω, πύξ· κατακλείοντες γὰρ τοὺς δακτύλους ἐν τῇ πυγομαχίᾳ ἐπάλαιον· πὺξ δʼ αὖτε κλυτομήδεα δῖον· λέγεται γὰρ ὁ γρόνθος· ἐξ οὗ καὶ πυξίον τὸ δίπτυχον, ὃ σημαίνει τὴν δέλτον· πυξίδες αἱ δέλτοι· καὶ αἱ ὅπλαι τῶν κτηνῶν
π 648
Πτὺξ ἡ ἐξοχὴ, πτυχὸς τὸ ἀσφάλισμα, πτύξιν δίπλωσιν, πτύχας τὰ ἐλάσματα τῆς ἀσπίδος
π 649
Πύματα ἐλλείψει τοῦ θ, παρὰ τὸ πυθμὴν, ὄνομα, ἀπὸ μεταφορᾶς τῶν ἀγγείων, ὁ γὰρ πυθμὴν ἔσχατος, εἰ καὶ τὴν ἀρχὴν ἔχει· πυθμὴν οὖν πύθματα, καὶ ἀποβολῇ τοῦ θ πύματα
π 650
Πυκτεῖον τὸ τῶν πύκτων· πυκτίον δὲ τὸ πινακίδιον· ὁμοίως καὶ πυκτὶς ἡ βίβλος πᾶσα
π 651
Πῦρ φῦρ τί ἔστιν, ὅτι φυσώμενον ἐξάπτεται· ἢ παρὰ τὸ φύω, φῦρ· τί γὰρ ἐμφυέστερον πυρὸς, φύει λαβό μενον ὕλης
π 652
Πυτίνη τῷ λόγῳ τοῦ αἰητίνη· πυτίνη δὲ σημαίνει τὸ λεγόμενον φλασκίον
π 653
Πῦον τὸ ἕλκος, τὸ ἔμπυον· τὸ σεσηπὸς αἷμα τῶν ὀστέων, παρὰ τὸ πύθεσθαι ὅ ἐστι σήπεσθαι. Ὅμηρος· σέο δʼ ὀστέα πύσει ἄρουρα· πῦον οὖν τὸ σεσηπὸς αἷμα, τὸ βεβλημένον, καὶ τὸ γάλα ὁμοίως, οὕτως Ἀριστοφάνης, πῦος ἡμῖν ἔνδον, τὸ πεπηγὸς γάλα· διὰ τὸ καὶ αὐτὸ βεβλημένον καὶ ἔμπυον τὸ γαλακτῶδες τῇ ὁμοιότητι ὑγρόν
π 654
Πυραὶ πυρκαϊαὶ, τὸ γὰρ παλαιὸν, τὰ σώματα τῶν θνησκόντων πρότερον ἔκαιον, διὰ τὸ ἀπέριττα γενέσθαι, καὶ εἴθʼ οὕτω τὴν τέφραν σὺν τοῖς ὀστέοις ὑπὸ γῆν ἔθαπτον
π 655
Πυραμὶς σχῆμα οἰκοδομῆς γεωμετρικὸν, παρὰ τὸ συμβαῖνον αὐτῇ σχῆμα, πλατέως κάτωθεν καὶ ὀξυλῆγον, ὅ ἔστιν οἶκος φλογὶ ἀναφερομένη
π 656
Πυρὰ παρὰ τὸ πῦρ, τοῦτο παρὰ τὸ φύρω ἢ φύω
π 657
Πυραυνος ὁ χυτρόπους, τὸ λεγόμενον φωκὶν, παρὰ τὸ πῦρ ἐνιαύειν ἐν ἑαυτῷ
π 658
Πυρετὸς πῦρ ἐντὸς, ἐκ τοῦ ῥέω· κυρίως δὲ πυρετὸς, ὡς ἡμεῖς λέγομεν ἡ τοῦ θέρους ἔκκαυσις
π 659
Πυργοβαρεσί σου ἐκ τοῦ πῦργος καὶ τοῦ βάρος, ὃ σημαίνει τὸ φορτίον γίνεται πυργόβαρις πυργοβάρεως, τὸ Ἀττικὸν ἡ τὰ φορτία βαστάζουσα· ἔστι δὲ κάβαρος
π 660
Πῦργος παρὰ τὸ ὑπὲρ ἄνω γῆς ἵστασθαι· ἢ διὰ τὸ ὑπὲρ γῆν ἐπάνω ἕπεσθαι
π 661
Πῦργος σημαίνει δύο, τὸ τεῖχος τῆς πόλεως καὶ τὴν στρατιωτικὴν τάξιν
π 662
Πυργουμένη σημαίνει τὸ πύργου ποιουμένη· εἴρηται δὲ παρὰ τὸ πῦργος καὶ τὸ μένω τὸ ἐπιμένω
π 663
Πυρπολούμενος ἐμπυριζόμενος, παρὰ τὸ πέλειν ἐν τῷ πυρί· ἢ ἐκ τοῦ πῦρ πυρὸς, καὶ τοῦ πολῶ τὸ ἀναστρέφομαι· τὸ δὲ πολῶ παρὰ τὸ πέλω, ἐξ οὗ καὶ πόλος ὁ οὐρανός· τὸ δὲ πῦρ παρὰ τὸ φύω· τὸ φύω σημαίνει τρία, τὸ ὑπάρχω ἐξ οὗ καὶ τὸ θεὸς πεφυκώς· καὶ τὸ ἀναβλαστάνω, ἐξ οὗ καὶ τὸ, ὃς ἀνδρῶν γενεῇ· καὶ τὸ τῇ χειρὶ καταθῶ, ἔνθʼ ἄρα ὑφῆ χειρί
π 664
Πυραμὶς ἡ ἐκ πυρῶν, ὡς σησαμὶς, ἡ ἐκ σησάμων καὶ μέλιτος· τινὲς δὲ ἀπὸ τοῦ συμβαίνοντος αὐτῇ σχήματος, ποιεῖν πλάτος κάτωθεν, καὶ εἰς ὀξὺ λήγοντας, ὅ ἐστιν ἐοικὸς φλογὶ ἀναφερόμενον· τοιοῦτο δέ ἐστι, καὶ ὁ πύραμος, καὶ ὁ πῦργος· οὕτως Ἡρακλείδης
π 665
Πυρσεύει λαμπαδουχεῖ, διὰ πυρὸς σημαίνει πυρίον, θυμιαθήριον πυροφόρον, λαμπροφόρον
π 666
Πυρπολουμένη ἐμπυριζομένη, πυρπολῶ γὰρ τὸ καίω
π 667
Πυῤῥίχην τὴν σύντονον ὄρχησιν, ἀπὸ πύῤῥου ἢ πυῤῥίχου· ἢ παρὰ τὸ διάπτεσθαι τῶν ὀρχουμένων
π 668
Πυρῶδες ἦχος· ἔστι πῦρ πυρὸς, ἐξ οὗ καὶ πυρώδης, καὶ τὸ οὐδέτερον πυρῶδες· καὶ ἔστιν ὁ ἦχος ἀρσενικὸν, καὶ τὸ ἦχος οὐδέτερον
π 669
Πυρσὸς φῶς· πυρσὸς δὲ ἔστι τὸ ἐκ φρυγανώδους ὕλης ἀναπτώμενον πῦρ· καὶ πυρὸς ὁ σῖτος
π 670
Πυθεία πανήγυρις, ἑορτὴ Ἑλληνική
π 671
Πίστις εἰς τὸ ἐρώτησις
π 672
Πώγων παρὰ τὸ εἰπεῖν ἄγειν· ἔστι γὰρ ἔπω τὸ λέγω, καὶ ἄγω τὸ φέρω, καὶ ἐκ τούτων γίνεται ἐπώγων, καὶ ἀποβολῇ τοῦ ε πώγων· ὁ ἐπὶ τοῦ εἰπεῖν ἄγων
π 673
Πώγων παρὰ τὸ ἐν τῷ εἰπεῖν ἄγεσθαι· ἢ παρὰ τὸ πήσσω τὸ πηγνύω πήγων καὶ πώγων, ὁ ἐν τῷ εἰπεῖν ἑδραῖος καὶ ἀμετακίνητος ὤν
π 674
Πωλοδαμνεῖν παρὰ τὸ πῶλος, καὶ τὸ δαμνῶ, δαμνᾶς· τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἅλλεσθαι
π 675
Πῶλος ὁ ὄνος, διὰ τὸ τῇ πόᾳ πελάζειν· καὶ εἰς τὸ πόλος
π 676
Πῶλοι οἱ νέοι ἵπποι καὶ ὄνοι, πόαλοί τινες ὄντες, παράγωγον ὡς ἵππος ἵππαλος, οἱ περὶ τὴν πόαν ἁλλόμενοι
π 677
Πωλῶ τὸ πω μέγα· ἐξ οὗ καὶ πωλήτης ὁ πράτης· καταχρηστικῶς δὲ γράφεται τὸ πωλεῖν διὰ τοῦ ω, ἐκ τοῦ πώλου· διότι τὰ ἀπὸ βαρυτόνων ποιητικῷ ἔθει μεταγόμενα εἰς περισπώμενα, διὰ τοῦ ω γράφεται, οἷον νέμω, νωμῶ, νώμησαι κινῆ βὼν ἐξαλέαν βύρσαν ξηράν· στρέφω στρωφῶ· Ἕκτωρ δʼ ἀμφιπεριστρώφα· οὕτω καὶ πέλω πωλῶ, πλὴν τοῦ πέτω ποτῶ, μήτηρ δʼ ἀμφεποτᾶτο· καὶ εἰς τὸ ἀλλαντοπώλων
π 678
Πωλοδάμνης ὁ τοὺς πώλους γυμνάζων, παιδευτὴς ἵππων
π 679
Πῶμι ὁ μέλλων πώσω, πέπωκα, πέπομαι, ἐπόθην, κατεπόθη, οἱονεὶ ἐβυδίσθην
π 680
Πώποτε οἱ μὲν ἀπὸ τοῦ πούποθεν, καὶ τροπῇ τῆς θεν συλλαβῆς εἰς τε, πώποτε ἐπεκτάσει τοῦ ο εἰς ω, ἢ τῆς ου εἰς ω· οἱ γὰρ Δωριεῖς τὴν ου εἰς ω τρέπουσιν· οἱ δὲ ἀπὸ συνδέσμου
π 681
Πῶϋ τὸ ποίμνιον, παρὰ τὴν πόαν, ᾗ νέμεται· ἢ ὅτι ποτῷ ἥδεται
π 682
Πωρὸς ὁ τυφλός· Πῶρος δὲ ὄνομα κύριον
π 683
Πῶρος πενθὸς σκληροῦν καὶ λίθος, πωρὸς δὲ ὁ τυφλός
π 684
Πῶρος κύριον μέγα· πόρος δὲ ἡ διάβασις μικρόν
π 685
Πῶϋ τὸ ποίμνιον, παρὰ τὸ πῶ τὸ κτῶμαι, τὰ γὰρ κτήματα ἀπὸ τῶν θρεμμάτων λέγεται· ἢ παρὰ τὴν πόαν ἣν νέμεται· ἢ ὅτι ποτῷ ἥδεται καὶ εὐφραίνεται
π 686
Πῶ τὸ πίνω· ὁ δὲ φιλόξενος πῶ, φησὶν, ἔστι τὸ κτῶμαι, καὶ πάσασθαι τὸ κτήσασθαι κυρίως θρέμματα, καταχρηστικῶς δὲ πᾶν ὁτιοῦν, Τρῶες δʼ ὥστʼ ὀΐες πολυπάμμονος ἀνδρὸς, ἀντὶ τοῦ πολλὰ θρέμματα ἔχοντος· καὶ πασάμενος ἀντὶ τοῦ κτησάμενος. Θεόκριτος πασάμενος ποτιτάσε, Συρακοσίοις ἐπιτάσσεις, ἀντὶ τοῦ κτησάμενος· πάω γὰρ τὸ κτῶμαι, καὶ πάσω· ὄνομα ῥηματικὸν πάμμων καὶ πολυπάμμων
π 687
Πώρωσις ἡ τύφλωσις. Τέλος τοῦ Π στοιχείου. ΑΡΧΗ ΤΟΥ Ρ ΣΤΟΙΧΕΙΟΥ
ρ 2
Ῥᾷβδος παρὰ τὸ ῥάω τὸ φθείρω, ἐκβολῇ τοῦ ι ῥᾶβδος, προσγραφομένου τοῦ ἰῶτα
ρ 3
Ῥᾷβδος παρὰ τὸ ῥᾷον εἰς ὁδόν· ἢ παρὰ τὸ ῥᾷον β δίζειν· καὶ οὐδέτερον ῥαβδίον· διαφέρει ῥᾷβδος καὶ βακτηρία· ῥᾷβδος μέν ἐστιν ἡ ποιμαντική· βακτηρία ἡ τοῦ γέροντος ἀνάπαυσις
ρ 4
Ῥαβὸς ὁ πλάγιος, παρὰ τὸ ῥᾷον βαίνειν, κατʼ ἀντίφρασιν
ρ 5
Ῥάδαμνος κλαδὸς, βλαστὸς, παραφυάδιον, ἢ ἄνθος δένδρου
ρ 6
Ῥαδινὸν κοῦφον, ἐλαφρὸν, παρὰ τὸ δαμάζεσθαι ῥᾷον
ρ 7
Ῥᾴδιον τὸ ἰῶτα προσγεγραμμένον εὑρέθη· κατὰ διάστασιν ῥηΐδιον
ρ 8
Ῥαθάμιγγες ῥανίδες, σταγόνες, καὶ ὁ ἀπὸ τῶν ἵππων κονιορτός
ρ 9
Ῥᾴθυμος ἐκ τοῦ ῥᾲ καὶ τοῦ θυμὸς, ὁ εὐκόλως μεταστρεφόμενος· ἢ παρὰ τὸ ῥᾴδιος, καὶ ἀποβολῇ τοῦ δ, ῥᾴϊος, καὶ συγκοπῇ ῥᾷος, καὶ μὲν τὸ ι προσγεγραμμένον· καὶ μετὰ τοῦ θυμὸς τοῦ σημαίνοντος τὴν ψυχὴν ῥᾴθυμος
ρ 10
Ῥάθυμος ὁ μετὰ εὐχερείας ἐπιπίπτων τῇ ῥαθυμίᾳ, καὶ ἀγανάκτων ἐκ τοῦ κόσμου τῆς περιστάσεως· κυρίως δὲ ῥᾳθυμία, ἡ ἀμέλεια καὶ ὀλιγοψυχία
ρ 11
Ῥαίνω ῥαντίζω· τὸ ραι δίφθογγος, καὶ τὸ νω μέγα· τὰ εἰς νω λήγοντα ῥήματα δισύλλαβα βαρύτονα, τῇ αι διφθόγγῳ παραλήγεται· σαίνω, χαίνω, καίνω, φαίνω, μαίνω, ξαίνω, δραίνω τὸ ἰσχύω, πλὴν τοῦ σθένω τὸ δύναμαι, μένω τὸ ἐπιμένω, καὶ γένω
ρ 12
Ῥαιστὴρ ἡ σφύρα, ἡ σιδηρὰ, παρὰ τὸ ῥάσσαι καὶ συντρίψαι, ῥαϊστὴρ καὶ ῥαιστήρ
ρ 13
Ῥάκιον βαρύτονον, ὡς ὑποκοριστικὸν· καὶ γίνεται ἐκ τοῦ ῥάκος· τοῦτο ἐκ τοῦ ῥῶ ῥήσω, ῥήξω, καὶ ῥάκος, τὸ διεῤῥαγὸς ἱμάτιον
ρ 14
Ῥάμνος εἶδος φυτοῦ ἀκανθώδους, γίνεται παρὰ τὸ ῥάπτω, ὃ σημαίνει δύο· τό, τε πλήττω, καὶ τὸ τὰ διεστῶτα συνάπτω· ἐκ τοῦ οὖν ῥάπτω τὸ πλήττω, ὁ παθητικὸς παρακείμενος ἔῤῥαμμαι, τὸ πεπλῆγμαι, καὶ ῥάμμος, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ῥάμνος, ἡ πλήσσουσα
ρ 15
Ῥαβεννήσιος τῇ στολῇ συνᾴδει Βενετικῷ οὐ συμπολίτευται δὲ αὐτῷ τῇ ἀχρήστῳ γνώμῃ, καὶ τῇ οἰκήσει· ἐπεὶ πολιτεύεται ἀχρηστὼς, φιλαδελφίαν ἔχων ὡς συμπάροικος τῆς παλαίας Ῥώμης
ρ 16
Ῥάμφος ῥάγχος καὶ πρόσωπον διαφέρει· πρόσωπον μὲν ἐπὶ ἀνθρώπων, ῥάγχος ἐπὶ τετραπόδων, ῥάμφος δὲ ἐπὶ πτηνῶν
ρ 17
Ῥανθίζω ἐκ τοῦ ῥαίνω, ῥανῶ, ῥανίζω, καὶ πλεονασμῷ τοῦ τ, ῥαντίζω, τὸ δὲ ῥαντίζω τοῦ πλύνω διαφέρει
ρ 18
Ῥᾷον σημαίνει τὸ εὐχερές· καὶ γέγονεν ἀπὸ τοῦ ῥᾳδίως κατὰ συγκοπήν· καὶ οἱ Αἰολεῖς ἀποβάλλουσι τὸ ἰῶτα πολλάκις· τὸ δὲ ῥᾷον ἔχει τὸ ἰῶτα προσγεγραμμένον· ἐπειδὴ τὰ εἰς ον καθαρὰ δισύλλαβα, διφθόγγῳ θέλουσι παραλήγεσθαι· τέσσαρα δέ εἰσι ταῦτα, καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ ἰῶτα, τὸ μεῖον, πλεῖον· τὰ δὲ δύο ἀνεκφώνητον αὐτὸ ἔχουσιν, οἷον, ῥᾷον, λῷον
ρ 19
Ῥᾷον σημαίνει τὸ εὔκολον, παρὰ τὸ ῥέω· καί τι μετέχει ἐκ τοῦ ῥέω; τὸ γὰρ εὐχερῶς γινόμενον ῥεύσει ἔοικε· καὶ εἰς τὸ πραῢς
ρ 21
Ῥᾳστώνη ῥᾳθυμία, τρυφὴ, τέρψις, εὐκολία, ἀργία, ἀνάπαυσις, περίστασις, ἡσυχία πάντοθεν· παρὰ τὸ ῥᾷον, ὃ σημαίνει τὸ εὔκολον· ῥαστώνη ἡ ἡδυπάθεια, καὶ ἡ εὐκολία
ρ 22
Ῥάφανον εἰς τὸ ῥέφανον
ρ 23
Ῥάφις ῥαφίδος, παρὰ τὸ ῥάπτω
ρ 24
Ῥαχίας κυρίως μὲν πᾶς πετρώδης αἰγιαλὸς ῥαχίας καλεῖται· καὶ γῆ δέ τις ἐν τοῖς μετάλλοις οὕτω καλουμένη· παρὰ δὲ Σοφοκλεῖ ῥαχία λέγεται ἡ τοῦ ὄρους· παρʼ ἑτέροις δὲ ὁ σύνδενδρος τόπος λέγεται
ρ 25
Ῥάχις παρὰ τὸ διαχωρίζειν τὰς ψιὰς ἀπʼ ἀλλήλων, τὸ νωτίδες μέρος, ἢ ὀσφὺς, ἢ ἄκανθοι τοῦ νώτου, παρὰ τὸ ἐν αὐτῇ τῆ ῥάχει προσράσσειν πάντα τὰ πλευρά
ρ 26
Ῥάψαι παρὰ τὸ σκευάσαι, συνθεῖναι
ρ 27
Ῥαψῳδία λόγων συναφὴ, φλυαρία
ρ 28
Ῥέα κατʼ ἐναλλαγὴν ἔρα, ὄνομα θεᾶς
ρ 29
Ῥέζω σημαίνει τρία, τὸ πράττω, ὡς τὸ, νῦν δὲ τόδε μεγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξε· τὸ θύω, ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων· καὶ τὸ τῇ χειρὶ καταψῶ· χειρὶ τέ μιν κατέρεξε· καὶ εἰς τὸ ἔργον
ρ 30
Ῥέξας παρὰ τὸ ἕρδω τὸ θύω, ἐν ὑπερβιβασμῷ ῥέδω, καὶ τροπῇ τοῦ δ εἰς ζ, ῥέζω
ρ 31
Ῥέθη τὰ πρόσωπα, διὰ τὸ φαίνεσθαι τὰ ἤθη διʼ αὐτῶν
ρ 32
Ῥέθη σημαίνει τὰ μέλη· ψυχὴ δʼ ἐκ ῥεθέων, διὰ τὸ φαίνεσθαι τὰ ἤθη διʼ αὐτῶν· καὶ γὰρ ἐκ τῆς ποίας αὐτῶν συστάσεως τὰ πάθη τῆς ψυχῆς θεωροῦμεν, χαιρούσης, ἢ λυπουμένης, ἢ ὀργιζομένης· ἐτυμολογεῖται δὲ παρὰ τὸ ῥέειν τὰ ἤθη τῆς ψυχῆς· Αἰολεῖς δὲ ῥέθος λέγουσί τι πρόσωπον· ῥέεθρα ῥεῖθρα
ρ 33
Ῥεῖα δὲ ῥᾳδίως· ἐκ τοῦ ῥέω, ῥέα ἢ ῥεῖα, πλεονασμῷ τοῦ ἰῶτα· ῥεῖα μὲν βριάει, παρὰ τὸ ῥέω· τὸ γὰρ εὐχερῶς γινόμενον ῥεύσει ὑπόκειται, ὡς παρὰ τὸ ἠρεμῶ, ἠρέμα· καὶ εἰς τὸ εἶεν
ρ 34
Ῥεῖθρον τὸ ῥέον ὕδωρ, παρὰ τὸ ῥέω γέγονε ῥέεθρον καὶ κατὰ κράσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον ῥεῖθρον, διὰ τὸ ῥέειν· ἰστέον ὅτι τὰ εἰς ον λήγοντα ῥηματικὰ οὐδέτερα, ἔχοντα τὸ ρ ἐν τῇ τελευταία συλλαβῇ, ἰσοσυλλαβεῖ τῷ ῥήματι
ρ 35
Ῥεῖθρον καὶ ῥεῦμα διαφέρει· ῥεῖθρον μὲν γάρ ἐστιν ὁ τόπος διʼ οὗ φέρεται τὸ ῥεῦμα· ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ
ρ 36
Ῥεῖν τὸ ῥέειν, ὡς τὸ πνέειν, πνεῖν
ρ 37
Ῥέξας πράξας, παρὰ τὸ ἕρδω τὸ θύω, καὶ ἐν ὑπερβιβασμῷ ῥέδω, τροπῇ τοῦ δ εἰς ζ, Δωρικῶς ῥέζω, ἔρεξα ἡ μετοχὴ ὁ ῥέξας· καὶ εἰς τὸ ῥῆγος
ρ 38
Ῥεῦμα τοῦ ῥέοντος τὸ νεῦμα· καὶ εἰς τὸ ῥεῖθρον
ρ 39
Ῥέφανον καὶ ῥάφανον διαφέρει· παρὰ τοῖς Ἴωσι καὶ Ἀττικοῖς ῥέφανον μὲν γάρ ἐστιν, ὃ καὶ ἡμεῖς φαμὲν, ῥάφανον δὲ τὴν κράμβην
ρ 40
Ῥήγιον ἀπὸ τῆς ῥήξεως, ῥαγείσης τότε τῆς χθονός
ρ 41
Ῥῆγμα σχίσμα, τάσις ἀνέμου ἢ τραύματος
ρ 42
Ῥηγμὶν ὁ αἰγιαλὸς διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τῶν δικαταλήκτων· ῥὶν ὁμοίως διὰ τοῦ ἰῶτα
ρ 43
Ῥῆγος τὸ πορφυροῦν ἱμάτιον, ἢ περιβόλαιον, ῥῆξαι γὰρ τὸ βάψαι, καὶ οἱονεὶ μεταποιῆσαι, ὅτι ῥαγεῖς ἐλέγοντο οἱ βαφεῖς, καὶ ῥῆγος τὸ βάμμα σαφὲς Ἀνακρέων ποιεῖ, ἁλιπόρφυρον ῥῆγος
ρ 44
Ῥήδην εἰς τὸ διαῤῥήδην καὶ παραβλήδην
ρ 45
Ῥηξήνορα τὸν ῥηγνῦντα τὴν ἠνορέην, τουτ’ἔστι τὴν ἀνδρείαν· ἢ τὸν ῥέξαί τι καὶ πράξαι τῇ ἠνορέῃ δυνάμενον
ρ 46
Ῥήξω καὶ ῥήσω· εἰς τὸ ἀριστίνδην, καὶ εἰς τὸ διαῤῥήδην καὶ παραβλήδην
ρ 47
Ῥητορικὴ διὰ τὸ ῥεῖν τὸν λόγον ἀφθόνως
ρ 48
Ῥήτρα συνθήκη, ὁμολογία· Ταραντίνοις δὲ νόμος, οἷον ψήφισμα, οἱ δὲ σύγγραμμα· καὶ ῥητροφύλακας τοὺς συγγραμματοφύλακας, παρὰ τὸ ῥῶ ὃ σημαίνει τὸ λέγω
ρ 49
Ῥηξίφλοια ἐκ τοῦ ῥήσσω τὸ ῥηγνύω γίνεται ῥήξω
ρ 50
Ῥῆμα παρὰ τὸν ῥήσω μέλλοντα
ρ 51
Ῥίγος διὰ τοῦ ἰῶτα, ἐκ τοῦ φρίσσω φρίγος, καὶ ἀποβολῇ τοῦ φ, ῥίγος
ρ 52
Ῥήγια βάπτα ἱμάτια καὶ περιβόλαια· ῥῆξαι γὰρ ἔλεγον οἱ ἀρχαῖοι τὸ βάψαι
ρ 53
Ῥῆγος τὸ πορφυροῦν περιβόλαιον, ῥῆξαι γὰρ τὸ βάψαι, καὶ οἱονεὶ μεταποιῆσαι· ὅτι δὲ ῥαγεῖς ἔλεγον τοὺς βαφεῖς, καὶ ῥῆγος τὸ βάμμα, σαφὲς Ἀνακρέων ποιεῖ, ἁλιπόρφυρον ῥῆγος· ἄλλοι δὲ ῥῆγος τὸ βαπτὸν μαλλίον ἔλεγον
ρ 54
Ῥητῶν ὡρισμένων, φανερῶν λέξεων
ρ 55
Ῥινὴ ὀξυτόνως λέγεται, τὸ ἐν τῆ συνηθείᾳ ῥινίον
ρ 56
Ῥησείδιον τὸ σει δίφθογγος· καὶ εἰ μὲν ἀπὸ τῆς ῥήσεως γενικῆς, γράφεται διὰ διφθόγγου, ὡς λέξεως λεξείδιον· εἰ δὲ ἀπὸ τοῦ ῥήσιος διὰ τοῦ ἰῶτα, ὡς λέξιος λεξίδιον
ρ 57
Ῥιγῶ ὁ μέλλων ῥιγήσω· τὸ γη ἦτα διάτι; καὶ τὰ δίχρονα παραληγόμενα διὰ τοῦ ἦτα ἔχει τὸν μέλλοντα· ὁ μέσος παρακείμενος ἔῤῥιγα· ἐνδεῖ τοῦ ἐνεργητικοῦ παρακειμένου διάτι; ὅτε γὰρ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου συλλ. τότε καὶ ὁ μέσος παρακείμενος ἐνδεῖ τοῦ ἐνεργητικοῦ· ἔστιν οὖν ὁ δεύτερος ἀόριστος ἔῤῥιγον· δὸς χρῆσιν· χρῆσις τοῦ ἔῤῥιγα, ὅτι ἐγὼ ἔῤῥιγον μάχης, τὸ ὑποτακτικὸν ἐὰν ἐῤῥιγῶ, ἐῤῥιγῆς, ἐῤῥιγῆ, καὶ κατʼ ἐπέκτασιν ἐῤῥίγησιν· ὡς τὸ, δώοι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι· Τρῶες δʼ ἐῤῥίγησαν
ρ 58
Ῥιγῶ σημαίνει δύο· τὸ ῥιγῶ ἐκ τοῦ ῥίγος, ὃ σημαίνει τὸν φόβον, τὸ ρι μακρόν· τὰ γὰρ θεματικὰ, ἡνίκα ἀποβάλλουσι σύμφωνον, εἰς φύσει μακρὸν ἀποβαίνουσιν, οἷον γιγνώσκω, γινώσκω· καὶ ἕτερόν ἐστι ῥῆμα ῥιγῶ ἐπὶ τοῦ ψύχους, καί ἐστι τρίτης συζυγίας τῶν περισπωμένων, οὗ ὁ μέλλων ῥιγώσω· καὶ ὁ ποιητὴς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης· ἀντὶ τοῦ οὐχ ὑπέλαβον· ὅμως ῥιγῶσαι· ἀμφότερον ἐκ τοῦ ῥίγος
ρ 59
Ῥίζα διʼ ἧς ῥέει τὸ ζῆν ἄνω τοῖς δένδροις· ἢ διὰ τὸ ῥᾷον ζῇν· ἢ παρὰ τὸ ἕζω τὸ καθέζομαι, ἵζα καὶ ῥίζα· τὸ ζα βραχὺ διάτι; τὰ εἰς α λήγοντα θηλυκὰ, παραληγόμενα ἑνὶ τῶν διπλῶν, ἢ διὰ δύο σς ἐκφερόμενα, συστέλλει τὸ α
ρ 60
Ῥίζα παρὰ τὸ εἶναι αὐτὴν ἐν τῇ γῇ καὶ ζῇν· ῥίζην γὰρ ὁ Ὅμηρος τὴν ὑποκάτω γῆς λέγει· ἐξερχομένης γὰρ αὐτῆς ἐκ γῆς ἀποθνήσκει, ἤγουν ξηραίνεται
ρ 61
Ῥίνας ἡ εὐθεῖα ῥὶν, διὰ τὸ ῥέεσθαι διʼ αὐτῆς τὰ ὑγρὰ, παρὰ τὸ ῥεῖν ἄνωθεν· ἤγουν τὰ τῆς κεφαλῆς ὑγρά
ρ 62
Ῥίμφα σημαίνει τὸ ταχέως, παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους· ὡς παρὰ τὸ κρύπτω κρύπτα, καὶ πλεονασμῷ τοῦ μ, ῥίμφα
ρ 63
Ῥῖνος σημαίνει τὸ δέρμα, καὶ γράφεται διὰ τοῦ ἰῶτα, καὶ γίνεται παρὰ τὸ ῥίνῃ, ὅπερ δέδεικται διὰ τοῦ ἰῶτα γραφόμενον· ἢ παρὰ τὸ ῥίον, τὸ σημαῖνον τὸ ἄκρον, γέγονε· καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶ καὶ ἐπιφάνεια τῆς σαρκός
ρ 64
Ῥιπὴ ἄνεμος, βλεφάρων ὁρμή
ρ 65
Ῥιπὶς ἐκ τοῦ ῥίπτω, ἔῤῥιπτον, παράγωγον
ρ 66
Ῥίον τὸ ἄκρον τοῦ ὄρους· ἢ ὄρους ἀκρωτήριον, ἀπὸ τοῦ περιῤῥεῖσθαι τοῖς ὄμβροις· καὶ ἀπὸ τοῦ ῥαΐζειν καὶ λήγειν ὀξύ
ρ 67
Ῥίπτασκον οὐκ ἔστιν Ἰωνικὸν, οὐ γὰρ τῷ ε παραλήγεται· καὶ τινὲς μὲν φασὶν ἀπὸ ἐνεστῶτος αὐτὸ εἶναι· παρῆκται γὰρ ἀπὸ τοῦ ῥιπτάζω ῥιπτάσκω, ὡς παρὰ τὸ φάζω φάσκω· καὶ συγκοπῇ Ἰωνικῇ ῥιπτάζεσκον ῥίπτασκον· ἢ ὁ ἐν πολέμῳ ῥίψας τὰ ὅπλα
ρ 68
Ῥίπτω τὸ πετάζω βαρυτόνως, ῥιπτῶ δὲ τὸ ἐξουτενῶ περισπωμένως· ἐξ οὗ καὶ τὸ ἐξελεξάμην παρεῤῥιπτεῖσθαι
ρ 69
Ῥὶς καὶ ῥύγχος διαφέρει· ῥὶς ἐπὶ ἀνθρώπου, ῥύγχος δὲ ἐπὶ ἀλόγου ζώου
ρ 70
Ῥὶς καὶ μυκτὴρ διαφέρει· ῥὶς μὲν ἡ ἀπὸ μέσου φρύγου καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δὲ, αἱ τῶν ῥινῶν καταῤῥύσεις, διʼ ὧν τὸ ὑγρὸν ἐξέρχεται
ρ 71
Ῥιπὴ ἔστι κατὰ μὲν τὸν νόμον ἡ ὥρα, κατὰ δὲ ἀστρονόμους τοῦ ὀφθαλμοῦ τὸ κάμμισμα· ξ οὖν ῥιπαὶ ποιοῦσι μίαν στιγμὴν, καὶ ἓξ στιγμαὶ λεπτὸν ἓν, καὶ πέντε λεπτὰ ὥραν μίαν· ὥστε οὖν τὸ χιλιοστὸν ὀκτακοσιοστὸν τῆς ὥρας ἐστὶ στιγμή
ρ 72
Ῥίψασπις δειλὸς ἐν πολέμῳ, ὁ τὰ ὅπλα ῥίπτων καὶ φεύγων· καὶ εἰς τὸ κληΐς
ρ 73
Ῥιψοκίνδυνος παράβολος, τολμηρὸς, ἐπὶ κίνδυνος· ῥίπτων καὶ φεύγων· καὶ εἰς τὸ κληΐς
ρ 74
Ῥοάων ῥοῶν· γενικὴ τῶν πληθυντικῶν, ἡ εὐθεῖα ἡ ῥοὴ, αἱ ῥοαὶ, τῶν ῥοῶν· οἱ Αἰολεῖς τὰς εἰς ων ληγούσας γενικὰς, τὰς ἀπὸ τῶν εἰς αι εὐθείων γινομένας, διὰ τοῦ αων προσφέρουσι· μοῦσαι, μουσάων· οἱ δὲ δωριεῖς διὰ τοῦ εων, πύλαι πυλέων, ὡς εἰπὼν, πυλέων ἐξέσσυτο
ρ 75
Ῥοαῖς τοῖς ῥέουσιν ὕδατι ῥεύματα· καὶ ῥοῖα τὸ δένδρον βαρυτόνως
ρ 76
Ῥοδωνία τόπος ἐν ᾧ εἰσι ῥοδά
ρ 77
Ῥοδὸν τὸ ἄνθος, παρὰ τὸ ζώοδον, καὶ ῥοδὸν, τὸ τὴν ζωὴν δωρούμενον, διὰ τῆς εὐωδίας· καὶ ῥοδὸν κατʼ ἀντίφρασιν, τὸ μὴ ὄζον ἀλλʼ εὔοσμον ὄν
ρ 78
Ῥοῖα σὺν τῷ ἰῶτα τὸ δένδρον· ῥόα δὲ χωρὶς τοῦ ἰῶτα ὁ καρπός
ρ 79
Ῥοῖζος ἐπὶ ἀνέμου κτυποῦντος, βρόμος δὲ ἐπὶ πυρὸς καίοντος καὶ κτυποῦντος
ρ 80
Ῥομφαῖα τὸ ξίφος, παρὰ τὸ ῥομφῶ ὃ σημαίνει τὸ κτυπῶ· ἢ παρὰ τὸ ῥέπω ῥοπὸν, ῥοπαία καὶ ῥομφαία
ρ 81
Ῥόπαλον ξύλον, βάκλον, βακτηρία, ἀπὸ τοῦ ῥαπίζειν, ἢ ἀπὸ τοῦ συντρίβειν, ἢ ἀπὸ τοῦ τῇ ῥοπῆ, ὅ ἔστι τῇ φορᾷ, ἀλοᾷν καὶ συντρίβειν
ρ 82
Ῥόπτον ῥόπαλον, παγὶς, ἢ τιμωρία
ρ 83
Ῥόθιον σημαίνει τὸ ὁρμητικόν· τὸ ρο μικρὸν ἀπὸ παραδόσεως
ρ 84
Ῥόθος τὸ ῥόθον, οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιος καλεῖται τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα· πλούταρχος δὲ Βοιωτὸς ὢν, τὰς ὀρεινὰς ὁδοὺς τὰς στενὰς καὶ δυσαντεῖς ῥόθους ὀνομάζεσθαι φησί
ρ 85
Ῥοιζηδὸν παρὰ τὸ ῥοῖζος· ῥοῖζος δὲ λέγεται ὁ τοῦ πυρὸς κτύπος· γίνεται ἀπὸ τοῦ πῦρ πυρὸς πυρίζω καὶ ῥοίζω· ἢ παρὰ τὸ τρύζω τρύζος καὶ ῥοῖζος· τὸ δον μικρὸν διάτι; τὰ εἰς ον ἐπιῤῥήματα διὰ τοῦ ο γράφεται, πλὴν τοῦ χρεὼν, ἐμποδὼν ἐκδεξιών
ρ 86
Ῥύβδην ὁμοῦ, ἢ μετʼ ἠχοῦ σφοδροῦ· καὶ ῥυβδῶ τὸ ἠχῶ
ρ 87
Ῥύεται σκέπει, φυλάττει, σώζει
ρ 88
Ῥυηφένεια σημαίνει ἡ λέξις τὸν πλοῦτον, παρὰ τὸ ῥύω καὶ ἄφενος· τουτ’ἔστι τοῦ πλοίου ῥύσις, ῥυηφόνεια δὲ παρὰ τὸ ῥύω καὶ τὸ φένω τὸ φονεύω
ρ 89
Ῥύεο ῥῦσαι, ἐκ τοῦ ῥύω, ὁ παθητικὸς ῥύομαι, ὁ παρατατικὸς ἐρυόμην, τὸ δεύτερον ἐρύου καὶ τὸ προστακτικὸν ῥύου, καὶ Ἰωνικῶς ῥύεο· εἰώθασι γὰρ οἱ Ἴωνες τὰ εἰς ου προστακτικὰ εἰς εο διαιρεῖν, οἷον ποιοῦ ποίεο, ἄρχου ἄρχεο, οὕτως οὖν καὶ ῥύου ῥύεο
ρ 90
Ῥύεσθαι καὶ ἐῤῥύεσθαι διαφέρει· ῥύεσθαι μὲν τὸ ἐκ θανάτου ἕλκειν· ἐῤῥύεσθαι δὲ τὸ φυλάσσειν
ρ 91
Ῥυθμὸς ἀκολωθ. τάξις, τύπος· ἐκ τοῦ ἐρύω, τὸ ἑλκύω, ἐρυσμὸς, καὶ κατʼ ἀφαίρεσιν τοῦ ε, ῥυσμὸς, καὶ τροπῇ τοῦ ς εἰς θ, ῥυθμός· ἢ παρὰ τὸ ὀρούω τὸ ὁρμῶ, γίνεται οὐρμὸς, καὶ ἀποβολῇ τοῦ ο, καὶ πλεονασμῷ τοῦ θ, ῥυθμός
ρ 92
Ῥύτειον ἰστέον, ὅτι δύο ἀκρώρειαί εἰσι τῆς Τροίας· καὶ ἡ μὲν πρώτη, ῥύτειον λέγεται, ἡ δὲ ἕτερα, τὸ σίγειον· εἶχε δὲ τὸ μὲν Σίγειον ὁ Ἀχιλεὺς, τὸ δὲ Ῥύτειον Ἄϊας, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειον τρισύλλαβα, ἅπαντα διὰ τῆς ει διφθόγγου γράφεται
ρ 93
Ῥῦπος παρὰ τὸ λύω λῦσος καὶ ῥῦπος, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ τοῦ συμφώνου εἰς σύμφωνον
ρ 94
Ῥυπτικὸν σημαίνει τὸ καθαρτικὸν, τὸ θέμα ῥύπτω, ἐξ οὗ καὶ ῥύπος· ὁ μέλλων ῥύψω, ὁ παρακείμενος ἔῤῥυφα, ὁ παθητικὸς ἔῤῥυμμαι, τὸ τρίτον ἔῤῥυπται· ῥύπτης ἢ καθαρὸς, καὶ τὸ κτητικὸν ῥυπτικόν
ρ 95
Ῥῦσαι με εἰς τὸ σῶσον με
ρ 96
Ῥύμη ἡ ὁρμὴ, ἔκβολον λαῦρα
ρ 97
Ῥυσίον τὸ ἕνεκεν ἐνεχύρου κατεχόμενον
ρ 98
Ῥυτήματα τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπιλώματα
ρ 99
Ῥυτῆρες χαλινοὶ, ἥνιαι, ἱμάντες
ρ 100
Ῥύω παρὰ τὸ λύω, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον· καὶ εἰς τὸ ἐρυμνώσας
ρ 101
Ῥῶ εἰς τὸ ἀριστίνδην, καὶ ἄριστος καὶ ἄῤῥωστος, καὶ διαῤῥήδην καὶ εἰρήσασθαι, καὶ ῥήτρα καὶ σῆραξ ὀλογ τοῦ ρ
ρ 102
Ῥώμη ἡ ὑγεία, παρὰ τὸ ῥῶ τὸ ὑγιαίνω, ὁ μέλλων ῥώσω, ὁ παρακείμενος ἔῤῥωκα, ὁ παθητικὸς ἔῤῥωμαι, καὶ ἐξ αὐτοῦ ῥώμη ἡ ὑγεία· σημαίνει δὲ καὶ τὴν πόλιν· καὶ εἰς τὸ ἀνδρεία
ρ 103
Ῥῶπος μίγματα, χρώματα, ὅσα ζωγράφοις καὶ γραφεῦσι καὶ μυρεψοῖς χρησιμεύει, ὅθεν καὶ ῥώπαλον· τινὲς δὲ καὶ τῶν παντοδαπῶν φόρτων ῥώπαλον
ρ 104
Ῥῶσις ἡ ὑγεία, ἔστι ἐκ τοῦ ἀῤῥωστία, κατὰ στέρησιν ὑγείας· καὶ ἡ δύναμις καὶ τὸ ῥωμαλέον
ρ 105
Ῥώθων ἐκ τοῦ ῥοὺς ῥοὸς, καὶ τοῦ ὤθω
ρ 106
Ῥωννύω τὸ δύναμιν παρέχω· ὁ μέλλων οὐκ ἔχει· ποιεῖ δὲ τὸ παράγωγον εἰς μι, καὶ ἄχρι τοῦ παρατατικοῦ κλίνεται, ἐξ οὗ καὶ ἐπιρωννύω
ρ 107
Ῥωϊκὸν λέγεται τὸ ἱππικόν
ρ 108
Ῥωμαῖος ὡραῖος, κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐξεχύθη γὰρ χάρις ἐν χείλεσιν αὐτοῦ· διὰ τοῦτο εὐλόγησεν αὐτὸν εἰς τὸν αἰῶνα· περιζώννυται τὴν ῥομφαῖαν αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ, ὡς δύνατος τῇ ὡραιότητι, καὶ τῷ κάλλει αὐτοῦ· ἐντενεῖται καὶ κατευοδοῦται, καὶ βασιλεύει ἐκ θεοῦ
ρ 109
Ῥωγχάζειν παρὰ τὸ ῥοχεῖν παρῆρται· ἢ παρὰ τὸ ῥέγχω
ρ 110
Ῥωφεῖν ὕδωρ. Τέλος τοῦ Ρ στοιχείου. ΑΡΧΗ ΤΟΥ Σ ΣΤΟΙΧΕΙΟΥ
σ 7
Σαγήνη ἀπὸ τοῦ ἔσω ἄγειν γίνεται ἐσαγήνη, καὶ ἀποβολῇ τοῦ ε, σαγήνη· γράφεται γὰρ διὰ τοῦ ἦτα
σ 8
Σαγήνη περιβόλαιον, στάγμα, σκέπασμα
σ 9
Σαγάριος ποταμὸς Φρυγίας καὶ Λυδίας
σ 10
Σαθρὸς χαῦνος, ἀσθενὴς, κεκλασμένος, παρὰ τὸ σταθῆναι, σαθὸς καὶ σαθρὸς, κατʼ ἀντίφρασιν· ἢ παρὰ τὸ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα· καὶ εἰς τὸ σαπρόν
σ 11
Σαθρὸς παρὰ τὸ σεσημένα ἔχειν τὰ ἄρθρα
σ 12
Σαβιθὰ τοῦτο συριακὸν ἐστὶν ὄνομα, ὃ ἑρμηνεύεται λινιαῖον ἄντλημα, παρὰ τὸ ἀσκαλωνίτῃ· ἔστι δὲ ξεστῶν κβ· καὶ τὶ ἀρέστισι, καὶ παρʼ ἄλλοις ιη· τὸ δὲ ἕν δ
σ 13
Σαίρειν εἰς τὸ σάκορος
σ 14
Σακελλάριος συριστὶ ἐπιδέχεσθαι· σάκελλα γὰρ τὸ δέχεσθαι εἴρηται
σ 15
Σάκκος ἀπὸ τοῦ σάσσω, ὃ σημαίνει τὸ στρωννύω, γίνεται ὁ μέλλων σάξω, καὶ τοῦ παθητικοῦ παρακειμένου σέσακται τὸ τρίτον, καὶ ἐξ αὐτοῦ σάκτος καὶ τοῦ τ εἰς κ, σάκκος
σ 16
Σάκος ἡ ἀσπὶς τῶν ὅπλων, ἀπὸ μεταφορᾶς τοῦ σάκεσι· Σάκες γὰρ ἔθνος Θράκης, οἱ ταύτην ἐφεῦρον· καὶ εἰς τὸ πολεμικὸν ἱλημ
σ 17
Σάλος παρὰ τὸ ἅλς, ἁλὸς καὶ σάλος
σ 18
Σάλπιγξ σαλπίζω, τοῦτο παρὰ τὸ ἔπω τὸ λέγω, ὁ μέλλων ἔψω, ἀποβολῇ τοῦ ω ἒψ, καὶ τροπῇ τοῦ ε εἰς ο, ὂψ ὀπὸς, ὀπίζω, καὶ μετὰ τοῦ σέλας, ὃ σημαίνει τὴν λαμπηδόνα γίνεται σελαπίζω, καὶ ἐν συγκοπῇ καὶ ὑπερβιβασμῷ σαλπίζω
σ 19
Σάκρον τὸ τῷ δημοσίῳ ἀφιερωθὲν, εἴτε ἐν πόλει, εἴτε ἐν ἀγρῷ
σ 20
Σαλὴμ εἰς τὸ Ἱερουσαλήμ
σ 21
Σανὶς παρὰ τὸ τείνω, τὸ τανύω, τανὶς καὶ σανὶς, τὸ ἐπίμηκες ξύλον
σ 22
Σαλαμίνη ὅτε εὐθεῖα ἐστὶ, διὰ τοῦ ἦτα· ἐπὶ δὲ τῶν λοιπῶν πτώσεων τὰ δύο ἰῶτα
σ 23
Σαλαμῖνος γὰρ δικατάληκτον ἐν σαλαμίνῃ· φησὶ δὲ σαλαμίς· Σαλαμὶς δὲ ἦν πρὸ τῆς Ἀττικῆς, ὅθεν ἦν Αἴας ὁ Τελαμώνιος· Σαλαμὶν Σαλαμῖνος ὄνομα νήσου
σ 24
Σάλπιγξ παρὰ τὸ σαλπίζω· τοῦτο παρὰ τὸ σέλας καὶ τὸ ὀπίζω· οἱ γὰρ ἀρχαῖοι μήπω σάλπιγξι χρώμενοι, πολεμίων περιστοιχησάντων ἄφνω τὴν πόλιν αὐ τῶν, διὰ φλογὸς καὶ καπνοῦ τοὺς ἐπικούρους ἐκάλουν
σ 25
Σάξαι καὶ σάπτειν, τὸ στρῶσαι καὶ στρωννύειν
σ 26
Σάκος εἰς τὸ δόρυ, ἀπὸ Σάκων τῶν πρῶτον εὑρόντων· ἢ ἀσπὶς τὸ ὅπλον
σ 27
Σαπρὸν δυσῶδες, σηπτικόν· ἔστι σήπω, σήψω, ὁ β ἀόριστος ἔσαπον, καὶ ἐκεῖθεν σαπρὸν, κατὰ πλεονασμὸν τοῦ ρ καὶ πάλιν τροπῇ τοῦ π εἰς θ, σαθρὸν γίνεται
σ 28
Σαράβαρα ἐσθὴς Περσική· ἔνιοι δὲ λέγουσι βρακία· ἄλλοι δὲ περὶ τὰ σκέλη ἐνδύματα
σ 29
Σάρδις ἡ πόλις, ὥσπερ γὰρ παρὰ τὸ πόλιες καὶ ὄφιες γίνεται πόλις καὶ ὄφις, κατὰ κράσιν τοῦ ι καὶ ε, εἰς ἰῶτα, οὕτω καὶ παρὰ τὸ σάρδιες γίνεται σάρδις κατὰ κράσιν τοῦ ι καὶ ε· δηλονότι μακρόν
σ 30
Σάρδις ἡ πόλις καὶ οἱ πολίται, καὶ λέγουσί τινες· τὶ οὖν καὶ οἱ πολίται Σάρδις λέγονται καὶ ἡ πόλις, καὶ μὲν Σαρδανοὶ λέγονται καὶ καλέονται, πῶς οὖν φησὶ καὶ οἱ πολῖται καὶ ἡ πόλις, ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ εἶπε, σάρδις λέγονται οἱ πολῖται καὶ ἡ πόλις· ἀλλότι διὰ τοῦ ἰῶτα ἐστὶν ἡ γραφή
σ 31
Σαρωνὶς ἡ δρὺς, διὰ τὸ σεσειρέναι· ἢ σωρωνὶς διὰ τὸ ἐξ αὐτῶν σωροὺς γίνεσθαι
σ 32
Σάτον μόδιον κουλοματ. ὡς εἶναι ξέστων κβ, ὑγροῦ δὲ ξέστων ν· καὶ ἄλλως· σάτον καλεῖται ἐξ αὐτῆς τῆς ἑβραΐδος διαλέκτου μεταφρασθὲν, θηλυκῶς μὲν ἐκφωνούμενον, ἐν δὲ τῇ Ἑλλάδι οὐδετέρως· τὸ γὰρ σάτον οὐχ ἡ σάτος· τὸ σάτον δὲ μόδιόν ἐστι κουλουματ. ὡς εἶναι μόδιον, καὶ διὰ τοῦτο ὀβολ. τὸ σετρ.· ἔστι τοῦ μοδίου τὸ ὑπέργυμα· κέκληται δὲ σάτον, κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνούμενον· ἐν δὲ τῇ Ἑλληνίδι σύρως· τὸ γὰρ σάτον μόδιόν ἐστι βουλλατ
σ 33
Σαρδόνιος γέλως καθʼ ὑπόκρισιν, ἀπὸ τοῦ σεσυρέναι τοὺς ὀδόντας
σ 34
Σάρδιον βοτάνη δηλητρ ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν, σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων συσταλέντων, γυμνοῦσθαι τοὺς ὀδόντας, καὶ γέλωτος φαντασίαν παρέχειν τοῖς ὁρῶσι· ἔστι δὲ καὶ λίθος
σ 35
Σάρισσα εἶδος ἀκοντίου Ἑλληνικοῦ
σ 36
Σαρδάζων μετὰ πικρίας καὶ θυμοῦ γελῶν
σ 37
Σάτυρος δαίμονος ὄνομα χορευτικοῦ
σ 38
Σαρακηνὸς σαπρὸς, κενὸς, διὰ παντὸς γὰρ τῇ σαπρίᾳ νέος εὑρίσκεται, οὐ τελευτ. γὰρ αὐτοῦ ἡ πονηρία, σαπρῆς γὰρ μήτρος τῆς δούλης γέγονε· σαπρὸς ἧν τῷ πάλαι δικαίῳ γνωρία, τὴν δούλην καὶ τεχθῆναι παρʼ αὐτῆς· ἐξ ἐπιτροπῆς γὰρ τῆς Σάῤῥας πρὸς τὸν Ἀβραὰμ τοῦ γενέσθαι μετὰ δούλης καὶ κύησιν βρέφους ἐτέχθη ὁ Ἰσμαήλ· ὁ ἀεὶ σαπρὸς τῇ ἀμεταβλήτῳ πονηρίᾳ ἄκοσμον καθιστῶν τὸν κοσμόν· ἡ δὲ Σάῤῥα ἐξ ἐπαγγελίας τριάδος συνέλαβε, καὶ εὐλογήθη καὶ αὐτή· καὶ τὸ ἐξ αὐτῆς τεχθὲν, πρὸ τῆς κυήσεως αὐτῆς ἐν τῇ ἐπαγγελίᾳ τῆς συλλήψεως αὐτοῦ
σ 39
Σαυρωτὴρ ξυστὸν δόρυ, ἢ ὁ στύραξ, ὃν ἔνιοι οὐρίαχον καὶ σαυρωτῆρα καλοῦσι, ὅπου ἐμπήσσεται τὸ σίδηρον τοῦ δόρατος, παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ἅπαν, σταυρωτήρ τις ὤν· οἱ δὲ αὐτὸ τοῦτο τὸ σιδήρειον στύρακα καλοῦσιν· ἔστι δὲ εἶδος δένδρου ὁ στύραξ, οὗ ὁ καρπὸς ὁμωνύμως λέγεται στύραξ· λέγεται δὲ σαυρωτὴρ καὶ ἡ τοῦ δόρατος ἀρχὴ, ἐφʼ ἧς στηρίζεται
σ 40
Σάφα σαφῶς, ἐπίῤῥημα μεσότητος, διάτι βαρύνεται; ὅσα ἐν ὁμοφωνίᾳ καθέστηκε, πληθυντικοῖς βαρυτόνων ὀνομάτων, ταῦτα βαρύνεται καὶ μετάγονται εἰς ἐπιῤῥηματικὴν σύνταξιν, καὶ βαρύνεται, οἷον ταχεὼς τάχα, σαφέα, ὠκέα, ὦκα πλὴν τοῦ θαμέα θαμὰ· καὶ εἰς πρῶτα
σ 41
Σαφῶς ἐκ τοῦ σαφὴς, τοῦτο ἐκ τοῦ σαφῶ τὸ ἑρμηνεύω, τοῦτο ἐκ τοῦ σοφὸς, τοῦτο ἐκ τοῦ σέβω σοβὸς καὶ σοφός· τὸν γὰρ σοφὸν πάντες σεβόμεθα
σ 42
Σαώτερος παρὰ τὸ σάος, σαώτερος τὸ συγκριτικόν
σ 43
Σαώτερος ὁ σῶος καὶ ὑγιής· ἔστι ῥῆμα σῶ τὸ ὑγιαίνω, καὶ παράγωγον σάω, ἐξ οὗ ὄνομα σάος, ἐξ αὐτοῦ σαώτερος· τὸ δὲ σῶος εἴρηται, παρὰ τὸ σεύειν τὸ ὁρμᾷν, καὶ κινεῖσθαι
σ 44
Σεδὲκ εἰς τὸ Μελχισεδέκ
σ 45
Σειλινὸς ὁ γέρων, παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ λέγω σειρηνὸς, καὶ κατὰ μετάθεσιν τοῦ ρ εἰς, λ καὶ τοῦ η εἰς ι, σειλινός· ἢ παρὰ τὸ σείεσθαι λίαν· σειληνὸς ὁ διόνυσος, παρὰ τὸ σείεσθαι ἐν τῷ ληνῷ· σιληνὸς δὲ ὁ μωρὸς, ἐκ τοῦ σιλαίνειν τὸ μωραίνειν, καὶ φλυαρεῖν
σ 46
Σειλινὸς σειλινοὶ λέγονται οἱ γέροντες τῶν σατύρων· γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ σείεσθαι αὐτοὺς, περὶ τὸν ληνόν· ἢ παρὰ τὸ σεσυρέναι καὶ χαίρειν γέγονε σέριος καὶ προσθέσει τοῦ ἰῶτα, καὶ τροπῇ τοῦ ρ εἰς λ· σειλινός
σ 47
Σειρὰ ἡ πλοκὴ, διὰ τῆς ει διφθόγγου, τοῦτο παρὰ τὸ εἴρω τὸ συμπλέκω, γέγονεν εἰρὰ, καὶ πλεονασμῷ τοῦ ς, σειρά· οἱ δὲ Δωριεῖς διὰ τοῦ ἦτα γράφουσιν αὐτὸ, σηρὰ, καὶ ἐκ τούτου γνωρίζεται, ὅτι δίφθογγον ἔχει, τρέποντες ἐκεῖνοι πάντοτε τὴν ει δίφθογγον εἰς ἦτα
σ 48
Σείριος ὁ ἥλιος, οἱονεὶ τείριος, κατὰ τροπὴν τοῦ τ εἰς ς, ἐπειδὴ τείρει καὶ καταπονεῖ ἡμᾶς τῷ καύματι· καὶ ὅτι ἀποσείει ἡμᾶς καὶ κενοῖ ἐκ τοῦ ἱδρῶτος, οἱονεὶ σείριος ὁ ἐκζέων ἡμᾶς καὶ θερμαίνων ταῖς ἀκτίσιν· ἢ ὁ σείων καὶ ἐκπέμπων τὰς ἀκτίνας· ἢ ἐπειδὴ σειρικοῦν λέγεται τὸ ἐρυθρὸν χρῶμα· ἡ δὲ χροιὰ τοῦ ἡλίου ἀνατέλλοντος τοιαύτη ἐστί· Σείριος καλεῖται οἱονεὶ εἴριος, ὁ εἴρων καὶ προλέγων τοῖς γεωργοῖς ἰδιότητα
σ 49
Σειρὴν παρὰ τὸ εἴρω τὸ λέγω γέγονεν εἰρὴν καὶ πλεονασμῷ τοῦ ς, σειρήν