δ 465
Δημός · ὀξυτόνως τὸ λῖπος ρ πίονι δημῷ“. παρὰ τὸ δήω, τὸ καίω, τὸ και όμενον ἐ ν ταῖς θυσίαις· ὡσ παρὰ τὸ θύ ω θυ μός χύω χυμόσ οὕτως καὶ δήω δημός. καὶ ἄλλως. δημός, τὸ λῖπος, παρὰ τὸ δαίω, τὸ καίω, δαιμός καὶ δαμός καὶ τροπῇ τοῦ α εἰς η δημός, τὸ εὐχερῶς καιόμενον. σημαίνει καὶ τὸν δημότην κατὰ διάλεκτον
δ 466
Δημός · τὸ λῖπος· παρὰ τὸ δαίω, τὸ καίω. λῖπος δὲ εἴρηται διὰ τὸ καίεσθαι εὐχερῶς
δ 467
Δῆμος · τὸ πλῆθος· παρὰ τὸ δέω, τὸ δεσμῶ· τὸ συνδεδεμένον πλῆθος· δέω δέμος καὶ δῆμος. ἢ παρὰ τὸ δέμας, οἷον ἓν σῶμα ὑπάρχων. ἢ παρὰ τὸν δασμόν, τὸν μερισμόν, ἔνθεν Δημήτηρ, ἡ τῶν δασμῶν μήτηρ, καὶ δαῖς, ἡ τροφή
δ 468
Δῆμος · εἴρηται παρὰ τὸ δέω, τὸ δεσμεύω, δέμος καὶ τροπῇ τοῦ ε εἰς η Ἀττικῶς δῆμος
δ 469
Δηνάριον · νόμισμά τί ἐστι δηνάριον, ὅτι τὰ δεινὰ αἴρει παρεχόμενον
δ 470
Δηνάριον · ξ ἀσ σά ρια
δ 471
Δηνάριον · ὃ σταθμίζει λίτραν α οὐγκίας γ
δ 472
Δήνεα ·. ὁ πάντα εἰδώς· ὅθεν ἀποβολῇ τοῦ δ παρʼ Ὁμήρῳ Ε αἵμονα θήρησ“. δαίω οὖν καὶ δαίνεα καὶ δήνεα. ἀλλὰ τὸ δαίω ἔχει σημασίας διαφόρους· μερίζω καὶ καίω καὶ γινώσκω. τρεῖς τοίνυν ἔχει σημασίας τὸ δαίω
δ 473
Δήνεα · τὰ βουλεύματα, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν“. παρὰ τὸ μήδεα προπῇ τοῦ μ εἰς ν καὶ ὑπερθέσει δήνεα. ἢ παρὰ τὸ δήω, ὃ σημαίνει τὸ εὑρήσω ν δήεις τόν γε σύεσσι παρήμενον“, δῆνος ὡς κτήσω κτῆνος
δ 474
Δήπουθεν · δηλονότι· λέξις συναπτική
δ 475
Δήπουθεν · πάντως. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 476
Δῆσαι · δίδημι, ὁ μέλλων δήσω. ἔστι δὲ καὶ δέω, τὸ δεσμεύω, δέω δῶ δήσω
δ 477
Δηφενσίων · Ῥωμαϊστὶ γὰρ δεφενσίων. οὕτως καὶ δηληγάτωρ· Ῥωμαϊστὶ γὰρ δελεγάτωρ
δ 478
Δηώ · ἡ Δημήτηρ, ὅτι πολλὴν ἐδῄωσε γῆν, τουτέστι διέκοψε, ζητοῦσα τὴν θυγατέρα. ἢ γηώ τίς ἐστι, καὶ κατὰ τροπὴν τοῦ γ εἰς δ Δηώ. ἢ ἀπὸ τοῦ Δημήτηρ καθʼ ὑποκορισμὸν Δηώ, ὡς ἡ Εἰδοθέα Εἰδώ καὶ Ὑψιπύλη Ὑψώ. ἢ ὅτι λυπουμένη διὰ τὴν θυγατέρα ἐδαίετο τὴν ψυχήν. ἢ Δηώ παρὰ τὰς δήας· οὕτω γὰρ δήαι προσαγορεύονται ὑπὸ Κρητῶν αἱ κριθαί
δ 479
Δῃῶ · κόπτω, καίω, πραιδεύω. Δ δῃώσωσιν“ πολεμήσωσιν
δ 480
Δῃώσας · πορθήσας, χειρωσάμενος
δ 481
Διαβόητοσ ·. Ἀνακρέων καί μʼ ἐπιβόητον κατὰ γείτονας ποιήσεισ“. τοῦτον δὲ ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν
δ 482
Διάθεσις · πολλὰ σημαίνει· τὴν ἀ γά πην καὶ προαίρεσιν καὶ τὸ σχῆμα καὶ τὴν ἐπίθεσιν καὶ τὴν τιμωρίαν καὶ κόλ ασιν
δ 483
Διαίνειν · τὸ ὑγραίνειν ἀπὸ μεταφορᾶς τοῦ ὑετοῦ
δ 484
Διαίρεσις · παρὰ τὸ διαιρεῖν καὶ διαχωρίζειν τόδε ἐκ τοῦδε
δ 485
Δίαιτα · παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ἰέναι· οὕτως καὶ διαιτητής· σημαίνει δὲ τὴν διαγωγὴν καὶ τὴν κρίσιν
δ 486
Διάκονος · παρὰ τὸ κονεῖν, τουτέστι δουλεύειν
δ 487
Διακριδόν · ἐκ τοῦ ἀποκρίνω
δ 488
Διάκτορος · ἤτοι διάγορός ἐστι, διὰ τὸ λόγιον εἶναι, ἢ παρὰ τὸ ἄγω ἄξω ἄκτωρ· ἄγγελος γὰρ τῶν θεῶν ὁ Ἑρμῆς
δ 489
Διάκτορος · πλεονασμῷ τοῦ κ διάτορος γάρ
δ 490
Διαλεκτική · διὰ τὸ ἐν τῷ διαλέγεσθαι ἀναφαίνεσθαι
δ 491
Διάλεκτος · ἤτοι καθʼ ἣν ἕκαστοι ἄνθρωποι διαλέγονται πρὸς ἀλλήλους κατὰ τὴν ἰδίαν συνήθειαν· ἢ ἀπὸ τοῦ διαλελέχθαι καὶ διακεκρίσθαι ἀπὸ τῶν ἄλλων· ἑκάστη γὰρ αὐτῶν διακέκριται τῆς ἑτέρας· ἢ ἀπὸ τοῦ διειλέχθαι καὶ ἐξειλέχθαι ὡς κρατιστεύουσαν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 492
Διαμετρήσω · τὸ θέμα διαμετρῶ πρώτης συζυγίας τῶν περισπωμένων· γίνεται δὲ παρὰ τὸ μέτρον· τοῦτο παρὰ τὸ μείρω, τὸ μερίζω
δ 493
Διάμετρον · τὸ ἀπὸ πέρατος εἰς πέρας κατὰ πλάτος διάστημα
δ 494
Διάμησεν · διέκοψεν· παρὰ τὸ ἀμᾶν, τὸ θερίζειν
δ 495
Διαμπερές · οἷον ἀπʼ ἀρχῆς ἕως τοῦ πέρατος, τουτέστι τοῦ τέλους
δ 496
Διαμπερές · παρὰ τὸ πέρας· ἀντὶ τοῦ διόλου, οἷον ἀπʼ ἀρχῆς ἕως τοῦ πέρατος
δ 497
Διάνοια · ἡ ἐνθύμησις· διάνοά τις οὖσα, ἡ διανοουμένη
δ 498
Διαπεφώνηκεν · ἐκ τοῦ φῶνος γίνεται. κατὰ παράδοσιν διὰ τοῦ ω μεγάλου
π 700
παραπλεῖν διαφέρει· τὸ μὲν διαπλεῖν τὸ ἐπὶ τοῦ μέσου πλεῖν, τὸ δὲ περιπλεῖν τὸ κύκλῳ πλέειν, τὸ δὲ παραπλεῖν τὸ παρὰ τὴν γῆν πλέειν. οὕτω καὶ τὸ διαρρεῖν τὸ διὰ μέσου ῥεῖν, τὸ δὲ παραρρεῖν καὶ παραμείβεσθαι τὸ κατὰ μίαν τοῦ τόπου πλησίον ῥέειν, τὸ δὲ περιρρ εῖν πανταχόθεν καὶ κύκλῳ περιρῥέειν. τὸ Διαπονεῖσθαι τοῦ ἀγανακτεῖν διαφέρει· διαπονεῖσθαι τὸ περί τι γίνεσθαι καὶ ἐνεργεῖν, ἀγανακτεῖν δὲ τὸ ὀργίζεσθαι
π 701
πρύσιον · ἐ ξάκουστ ον καὶ μέγα· παρὰ τὸ πεύθομαι ἐπυθόμην π ύσιον καὶ ἐν πλεονασμῷ τοῦ ρ πρύσιον καὶ δια πρύσιον· ἢ ἀπὸ τοῦ περῶ περάσω περάσιος καὶ κατὰ συγκοπὴν π ράσιος καὶ ἐν τροπῇ πρύσιος, ὡς μάθω μύθιος, καὶ διαπρύσιος διαπρύσιον γὰρ Θ Ο διαπρύσιον βοόων Δαναοῖσι κέλευε“
δ 499
Διάπυρος · ἐκ τῆς διά προθέσεως καὶ τοῦ πυρός γίνεται διάπυρος, ὁ ἐκκαυ στικὸσ καὶ ὁ ἐκκαιόμενος τὴν ψυχήν. διάπυρος δὲ καὶ θερμὸς διαφέρει. ζήτει
δ 501
Διαρρήδην · ἀπὸ τοῦ ῥῶ δηλοῦντος τὸ λέγω, οὗ ὁ μέλλων ῥήσω, ἔνθεν ῥῆσις καὶ ῥήτωρ καὶ ἐπίρρημα ῥήδην ἀπὸ τοῦ ῥήσω καὶ σύνθετον διαρρήδην καὶ ἐπιρρήδην
δ 502
Δίας · ὁ ἥρως, εἷς τῶν Πελοπιδῶν· γέγονε παρὰ τὸ δέος Δεέας καὶ ἐν συναλοιφῇ Δείας διὰ τῆς ει διφθόγγου, ὁ δέος ἐμποιῶν· ἢ παρὰ τὴν Διός γενικήν
η 289
ἡ πρώτη τοῦ ἱμα τίου ἐρ γασία· ἀπὸ τῆσ δαίσ εως, τοῦ μ ερ ι σμ οῦ, ἐ πεὶ τοὺς στήμονας διαμερίζουσι· δέδασμαι οὖν δάσμα καὶ πλεονασμῷ τοῦ ι δίασμα. ἢ παρὰ τὸ ἄσσ ω ἄσσα καὶ ἆσμα καὶ δί ασ μα· τοῦ το τὸ ἄσ σ ω γίνεται Αἰολικῶς ἄ ζ ω καὶ δι άζομαι· οἱ γὰρ Αἰολεῖς τ ὰ δύ ο σς εἰ ς ζ τρέπουσι καὶ τὸ μέσ σ ων ἀπὸ τοῦ μέγας μέζων φασὶ καὶ μείζων, καὶ τὸ ὀλίσσων ἀπὸ τοῦ ὀλίγος ὀλίζων
δ 503
διαφέρεσθαι διαφέρει· διάφορος ὁ ἐχθρός, καὶ διαφορὰ ἡ ἔχθρα καὶ ἡ διαχώρησις, καὶ διαφέ ρεσθαι τὸ ἐχθρωδ ῶς δια κεῖσθαι
δ 504
Διδάσκαλος · παρὰ τὸ διδάσκω
δ 505
Δίδραγμον · ἄγει γράμματα ἕξ
δ 507
Δίδυμος · ὁ ὄρχις· εἴρηται παρὰ τὸ δύο τὸ τοῦ ἀριθμοῦ σημαντικὸν δύμος καὶ ἐν διπλασιασμῷ δίδυμος· ἢ παρὰ τὸ δίς ἐπίρρημα γίνεται δισσός καὶ δίσσυμος καὶ κατὰ ἀντίθεσιν δίδυμος. καὶ δίδυμος ὁ μεθʼ ἑτέρου τεχθείσ
δ 508
Δίδυμος · παρὰ τὸ δύο· σημαίνει δὲ τὸ ἄστρον
δ 509
Διδώ · ὄνομα κύριον. ζήτει
δ 510
Δίδωμι · πόθεν; ἐκ τοῦ διδῶ
δ 511
Διεὶς τὰς πτέρυγας · τρία μέρη λόγου εἰσί· διείς μετοχή, τάς ἄρθρον, πτέρυγας ὄνομα. δίημι τὸ ἐξαπλῶ, ὁ παρατατικὸς δίην, ὁ δεύτερος ἀόριστος διῆν, ἡ μετοχὴ διείς
δ 512
Διεξοδικῶς · πλατέως. διεξῳδηκώς, ὁ διωγκωμένος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 513
Διεπέτασα · ἐκ τοῦ πετάζω· πετῶ γὰρ οὐκ εἴρηται, ἀλλὰ πέτω
δ 514
Διερός · ὁ ὑγρός· παρὰ γὰρ τὸ διαίνω, τὸ πλύνω ἢ θερμαίνω, ἀποβολῇ τοῦ ι διανός καὶ κατὰ Ἰ ωνικὴν μετάθεσιν τοῦ α εἰς τὸ ε καὶ τοῦ ν εἰσ τὸ ρ διερός
δ 515
Διερόσ ·. διανός καὶ κατὰ Ἰωνικὴν. Ὠρίωνος
δ 516
Διερούς · διύγρους· παρὰ τὸ δεύω, τὸ βρέχω
δ 517
Διερρύηκεν · ἀντὶ τοῦ διεξέπεσεν καὶ διεφθάρη. εἴρηται δὲ ἀπὸ τῶν ἀνθέων
δ 519
Διζῶ · τὸ ζητῶ. δίζω δὲ τὸ φροντίζω καὶ μεριμνῶ. ἐξ οὗ καὶ ἐδίζησα
δ 520
Διηγήσομαι · ἐκ τοῦ διηγῶ. τοῦτο παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ἄγω
δ 521
Διηθημένον · ἐκ τοῦ διηθῶ διηθήσω. τὸ δὲ διηθῶ παρὰ τὸ σήθω, τὸ κο σκιν ίζ ω
δ 522
Διήρης · ναῦς, ἡ ὑπὸ δύο ἐρετῶν ἐλαυνομένη. καὶ διήρεις. οὕτως καὶ τριήρης
σ 443
ς · λέγεται καὶ ὁ Διόνυσος καὶ ὁμωνύμως τῷ θεῷ ὁ εἰς αὐτὸν ὕμνος. εἴρηται δὲ ὁ Διόνυσος ἀπὸ τοῦ δεύτερον τετέχθαι, ἀπό τε τῆς μητρὸς καὶ ἀπὸ τοῦ μηροῦ τοῦ Διός, ἵνʼ ᾖ ὁ δὶς θύραζε βεβηκώς. Πίν δαρος δέ φησιν, ὅτι τίκτων αὐτὸν ἐπεβόα ὁ Ζεὺς λῦθι λῦθι ῥάμμα“, ἵνʼ ᾖ λυθίραμμος καὶ ἐν τροπῇ διθύραμβος. Ἡρωδιανὸς δὲ τὴν Πινδάρου ἀποδοκιμάζει φάσκων τὰ προστακτικὰ μὴ συντίθεσθαι
δ 524
Διθύραμβος · ὁ Διόνυσος· ὁ δὶς βεβηκὼς τὴν θύραν, τουτέστι τὴν τῆς μητρὸς καὶ δεύτερον τὸν τοῦ Διὸς μηρόν. καὶ ὕμνος εἰς Διόνυσον
δ 525
Διΐει · ἐκ τοῦ ἵ ω, τὸ πέ μπω
δ 526
Διϊπετέος Π · τοῦ ἐκ τῶν τοῦ Διὸς ὄμβρων πληρουμένου ποταμοῦ
π 702
παριππεύω · τὸ διέρχομαι. Γεωργίου
δ 527
Διίφιλος · διὰ τοῦ ι · ὥσπερ γὰρ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἐν συνθέσει ἀρηΐφιλος, οὕτως καὶ παρὰ τὴν Διΐ διΐ φι λ οσ καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν Δίφιλοσ, ὡς Θέτ ιϊ Θέτι
δ 528
Δίκαιος · διὰ τὸ διακρίνειν τὸν λογισμὸν δικαίως
δ 529
Δίκαιος · παρὰ τὸ δίκη. τὸ δὲ δίκη παρὰ τὸ δύο διχ άζω · ἡ γὰρ δίκη τὰ δύο μέρη δι ΐστησι
δ 530
Δικαιοσύνη · παρὰ τὸ διχάζειν καὶ διαχωρίζειν τοῦ ἀδίκου τὸ δίκαιον
δ 532
Δικασπόλοι Α · δικασταί, οἱ περὶ τὸ δικάζειν ἀναστρεφόμενοι ὅθεν καὶ δίκτυον καὶ δίσκος εἴρηται. Ὁμήρου
δ 533
Δικασπόλοι Α · οἱ περὶ τὰς δίκας ἀναστρεφόμενοι βασιλεῖς καὶ κριταί
δ 534
Δικαστήσ ·. χάριν. Μένανδρος εἴ τις δικαστὴσ ἢ δια ιτητὴς θε ῶν“
δ 535
Δίκη · ἀπὸ τοῦ διʼ αὐτῆς τὰς πλείστας διεξιέναι πράξεις
δ 536
Δίκη · ἡ ἀγωγή. καὶ δίκη ὁ τρόπος
δ 537
Δίκη μὲν περὶ τῶν ἰδίων, γραφὴ δὲ περὶ τῶν κοινῶν, εὐθύνη δὲ ἐπὶ τῶν ἀρξάντων
δ 538
Δίκη · σημαίνει δ. ζήτει. Ἡσιόδου
π 703
π αρὰ τὸ δί κω, τὸ ῥίπτω, δίσκος, ὁ ῥιπτόμενος, καὶ τὸ κατὰ τῶν ἰχθύων ῥιπτόμενον δίχθυον καὶ δίκτυον
δ 540
Δίκω · τὸ τιτρώσκω. δήκω, τὸ δάκνω καὶ λυπῶ, η. δῃῶ, τὸ ἀφανίζω
δ 541
Διμίτριος · ὁ πολεμικὸς Ἄρης· παρὰ τὸ δύο μίτρας, ὅ ἐστι πολεμικὰ ὅπλα, ἔχειν. καὶ Διμήτριος ὁ Διόνυσος. Δημήτριος δὲ ὄνομα κύριον
δ 542
Δῖνος · σημαίνει ε τὸ δῖνος· ὁ ποταμὸς καὶ εἶδος ὀρχήσεως καὶ ποτηρίου καὶ ὁ τόρνος καὶ τὸ ἔντερον
δ 543
Δινωτή ·. δῖνος δὲ ὁ τόρνος παρὰ τὸ δονεῖσθαι καὶ κυκλοῦσθαι
δ 544
Διόβολον πλῆκτρον πυρὸς κεραυνίου · καὶ διόβολον, τὸ ὑπὸ Διὸς βαλλόμενον, τὸ διο μικρὸν· διώβολον δέ, οἱονεὶ δύο ὀβολούς, τὸ διω μέγα
δ 545
Διόνυσος · ὅτι ἐκ Διὸς ἐγένετο καὶ ἐν ἄντρῳ τῆς Νύσης ἐτράφη. καὶ Διόνυσος παρὰ τὸ τὰς δύο νύσους τῶν κέντρων ὁρίζειν. ζήτει
δ 546
Διόνυσος · παρὰ τὸ δάος Δαόνυσος καὶ Διόνυσος, τοῦ α εἰς τὸ ι τραπέντος· παρὰ γὰρ Δηλίοις ὁ αὐτὸς τῷ ἡλίῳ νομίζεται, ἵνʼ ᾖ ὁ δαίων, ὁ τοῦ δάους, ὅ ἐστι πυρὸς ἢ φωτός, αἴτιος. ἢ Διόνυσος παρὰ τὸ πολλὰ διαλῦσ αι διάλυ σος καὶ ἐν τροπῇ τοῦ α εἰς ο καὶ τοῦ λ εἰς ν Διόνυσος. ἢ παρὰ τὸν νοῦν Διόνυσος, φησίν, ὁ περὶ πάντα νοῦς. ἢ ὅτι ἐκ Διὸς ἐγένετο καὶ ἐν Ν ύσῃ ἀνετράφη. ἢ ὅτι Διὸς ὕον τος ἐτέχθη
δ 547
Διοπομπή · ἡ πέμψις· ἐκ τοῦ πέμπω. ἀποδιοπομπή, ἡ ἀπόπεμψις
δ 548
Δίοπος · ὁ βασιλεὺς ἢ ἐπόπτης· ἀπὸ τοῦ διέπειν ἢ διοπτεύειν. παρὰ τοὺς ὄπας, ἔνθεν καὶ ὀφθαλμὸς βασιλέως ὁ κατάσκοπος
δ 549
Διόπτρα · κάτοπτρον, καθρυπτ., ἔνοπτρον, ἔσοπτρον, ἔστι καὶ ὄργανον γεωμετρικὸν καὶ ἰατρικὸν ἐργαλεῖον
δ 550
Διορίαν · προθεσμίαν. εἰ δὲ διὰ τοῦ ω καιρὸν δηλοῖ
δ 551
Διόρισον · χώρισον. Γεωργίου
δ 552
Δῖος · ἀπὸ τοῦ Ζεύς Διός δίϊος τὸ κτητικὸν καὶ δῖος, ὡς Χίϊος καὶ κατὰ κρᾶσιν Χῖος· ὅθεν καὶ μακρὸν τὸ ι
δ 553
Δῖος · τὸ ἐπίθετον κτητικοῦ τύπου ἀπὸ τῆς Διός γενικῆς δίϊός ἐστιν καὶ συναλοιφῇ δῖος· διὸ καὶ μακρὸν τὸ ι. οὕτως Ἡρωδιανός
δ 554
Δίσκος · παρὰ τὸ δίκειν, τὸ ῥίπτειν· λέγεται δὲ πᾶν τὸ τροχοειδές
δ 555
Δισπενσάτωρ · ὁ οἰκονόμος
δ 556
Διστοιχία · ἐπὶ τῶν ὀδόντων. δυστυχία δέ
δ 557
Διφένσωρ · διφένσωρος· ὁ ἔκδικος
μ 386
μηλωτὴ διαφέρει· διφθέρα μὲν αἰγῶν, μηλωτὴ δὲ προ βάτων
δ 558
διφρελάτης · παρὰ τὸ δύο ἄγ ειν
δ 559
Δίφρον · τὸν ἁρμάτειον, ἢ ὃν ἡμεῖς λέγομεν ταπεινὸν καὶ οὐχὶ θρόνον
δ 560
Δίφρος Γ · τὸ ἅρμα. δίφρος δὲ εἴρηται ὅτι δίφορος ἢ δυόφορός ἐστι· δύο γὰρ φέρει τὸν ὁπλίτην καὶ τὸν ἡνίοχον
δ 561
Διφῶσαν · ἐρευνῶσαν· ἐκ τοῦ δίζω, τὸ ζητῶ. σημαίνει καὶ ψηλαφῶ
δ 562
Διχῆ · τὸ αὐτὸ καὶ δίχα· παρὰ τὸ δίς ἐπίρρημα διχῆ καὶ δίχα ὡς τρίς τριχῆ τρίχα. γ ξ δίχα φρεσὶν ἥνδανεν βουλή.“
δ 563
Διχῶ · τὸ διχάζω. Φωτίου
δ 564
Δίψα · παρὰ τὸ ἵπτω, τὸ βλάπτω, ἵψα καὶ δίψα, ἡ βλάπτουσα τὸ σῶμα· ἢ παρὰ τὸ διψῶ, τὸ ἐπιθυμῶ· δίψα γὰρ τὸ ἐπιποθεῖν
δ 565
Διωλύγιον · τὸ διʼ ὅλου ἰόν, ἐκτάσει τοῦ προτέρου ο εἰς ω καὶ ἀνα χωρήσει τοῦ ἑτέρου ο καὶ πλεονασμῷ τοῦ γ καὶ μεταβάσει τοῦ τόνου διω λύ γι ον. καὶ σημαίνει τὸ ἐξάκουστον
δ 566
Διωλύγιον · σημαίνει τὸ μεγάλως φωνοῦν καὶ ὀλολυγή. ἐκ τούτου διωλύγιον· διαολύγιον καὶ τροπῇ τοῦ αο εἰς ω διωλύγιον. Ἡσιόδου
δ 567
Διώνη · ἡ διὰ πάντων φορά
δ 568
Διώνυμον · παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ὄνομα διαόνυμον καὶ διώνυμον. ἔστι δὲ ὄνομα ἔχον δύο ὀνόματα κύρια
δ 569
Διώνυσος · διώνυμός τις ὤν. Διονύσιος δὲ ο μικρόν
δ 570
Διωρία · ἡ ἄδεια· ἐκ τοῦ ὤρα, ὃ σημαίνει τὴν ἔνδειαν. ἡ προθεσμία
δ 571
Δμῶες · οἱ δοῦλοι· παρὰ τὸ δεδμῆσθαι, ὅ ἐστιν ὑποτετάχθαι
δ 572
Δμῳή · γυνὴ μεγάλη. δμωΐς· θεράπαινα, δούλη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 573
Δμώς · ἀπὸ τοῦ δμῶ ὁ μέλλων δμήσω
δ 574
Δμώς · δμωός· παρὰ τὸ δμῶ, τὸ δαμάζω, ἐξ οὗ καὶ δμῶος, ὁ δοῦλος· παρὰ τὸ δαμάζεσθαι καὶ κακοπαθεῖν· γέγονε δὲ παρὰ τὴν δμῶ συγκοπήν. σημαίνει δὲ δύο· δμώς δμωός, ὁ δοῦλος, καὶ δμώς δμωός, ὁ ἐργάτης ὁ ἔχων μακέλην“
δ 575
Δνοφερόν · παρὰ τὸ κενὸν φάους εἶναι
δ 576
Δοιάζειν · τὸ διστάζειν παρὰ τὸ εἶναι ἐν δύο στάσεσιν, ἢ παρὰ τὸ δεδέσθαι τὴν ψυχήν
δ 577
Δοίδυξ · ὁ ἀλετρίβανος· ὁ ταρακτικός
δ 578
Δοκίμιον · ἐκ τοῦ δόκιμος, τοῦτο παρὰ τὸ δοκῶ ἢ δέχω
δ 579
Δοκῶ · τὸ νομίζω καὶ ἐπιτηρῶ
δ 580
Δολόμητισ ·. καὶ ἰστέον ὅτι τὰ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ ι γράφονται ἐν τῇ ληγούσῃ
δ 581
Δόλος · ἐστὶ πᾶν τὸ δελεάζον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 582
Δόλος · παρὰ τὸ δέ λω, τὸ δελεάζω ἤγουν πλανῶ
δ 583
Δόξα · τιμή, ἔπαινος, ὑπόληψις, φήμη καὶ γνῶσισ
δ 584
Δοξούμενοι ·. ἐκ τοῦ δοξέω δοξῶ καὶ οὐχὶ δοξόω δοξῶ. ἡ γὰρ σύνθεσις ἐδήλωσεν τὴν ἀκρίβειαν· κεν ο δοξῶ γὰρ κεν ο δοξήσω καὶ οὐ κενοδοξώσω. γίνεται δὲ ἐκ τοῦ δόξα, τοῦτο ἐκ τοῦ δοχῶ, τοῦτο ἐκ τοῦ δέχω, τὸ λαμβάνω
δ 585
Δορά · παρότι ἐκ τοῦ δέους τοῦ θηρὸς ἐκδάρη· παντὸς γὰρ θηρίου τὸ ἔκδαρμα δορὰ λέγεται παρὰ τὸ εἶναι αὐτὸν φοβερόν· δέος γὰρ ὁ φόβος ἐστίν
ο 419
ορίαλλος · τὸ γυναικεῖον αἰδοῖον. Ἀριστοφάνης αἱ γυναῖκες τὸν δορίαλλον φράγνυνται“. παρὰ τὸ δέρειν, τὸ τυπτόμενον ἢ τὸ τιλλόμενον τὰς τρίχας καὶ οἱονεὶ ἐκδερόμενον· οὕτως γὰρ πάλαι ἐψίλουν, ὡς δῆλον ἐκ τοῦ παρὰ Ἀριστοφάνει ἡβυλλιῶσαι κἄρτιον παρατετιλμέναι“
δ 586
Δόρπον · τὸ καθʼ ἡμᾶς δεῖπνον. τρισὶ δὲ τροφαῖς ἐχρῶντο, καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας σχεδὸν ἔτι σκοτίας οὔσης· καὶ ὠνομάσθη ἄριστον ἢ παρὰ τὸ λαμβάνοντας αὐτοὺς εἰς ἀριστείαν ἀπέρχεσθαι ἢ ἀπὸ τοῦ προσφέρεσθαι ταύτην πρώτην τὴν τροφήν, παρὰ τὸ ἄειρε ὠνομασμένης τῆς λέξεως Ζ μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μήτηρ“. τὴν δὲ δ ευ τέρ α ν δεῖπνον, τὸ καθʼ ἡμᾶς λεγόμενον ἄριστον, καὶ ἔστι κατὰ τὸ ἔτυμον δείπονον, μεθʼ ὃ δεῖ πονεῖν, ὅπερ ἐστὶν ἐνεργεῖν· λαμβάνοντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόν ουν. τὴν δὲ τρίτην δόρπον, τὸ καθʼ ἡμᾶς λεγόμεν ον δεῖ πνον καὶ ἔστι κατὰ τὸ ἔτυμον δαύερπον, ὅταν εἰς τὸ δαύειν πορευώμεθα, ὅπερ ἐστὶ κοιμᾶσθαι. Αἰσχύλος δὲ καὶ τῆς τ άξεως καὶ τῶν ὀνομάτων μάρτυς ἐστὶ λέγων ἄριστα δεῖπνα δόρπα αἱρεῖσθαι“
δ 587
Δόρπος · ἡ περὶ τὴν ἑσπέραν ἑστίασις· παρὰ τὸ ἕρπειν ἡμᾶς εἰς τὸ δαύειν, ὅ ἐστι κοιμᾶσθαι
δ 588
Δόρυ · δρύον ἂν εἴη παρὰ τὴν δρῦν, οἷον δρύϊνον. οὕτως εὗρον ἐν Ὑπομνήματι Θέωνος εἰς τὴν Ὀδύσσειαν
ε 844
ἐκ τοῦ δί δωμι δ ώσω, δέ δωκα δέδομαι, δότειρα
δ 590
Δοτική · παρὰ τὸ δῶ δώσω δοτική, ἡ τὰς δόσεις παρέχουσα καὶ τὰ ἀποστελλόμενα
δ 591
Δοῦλος · πάντοτε δελεάζω ν
δ 592
Δοῦλος · παρὰ τὸ δέω, τὸ δεσμεύω· ἢ παρὰ τὸ δύη, ὃ σημαίνει τὴν κακοπάθειαν, ὁ ἐν κακοπαθείᾳ ὤν
δ 593
Δοῦλος · πόθεν παρήχθη; ἀπὸ τῆς κακοπαθείας, δύηλός τις ὤν, καὶ συγκοπῇ καὶ κατὰ πλεονασμὸν τοῦ ο δοῦλος, ὁ κακοπαθῶν ἐν τῷ δουλεύειν
δ 594
Δοῦπος · ὁ ἦχος, ὁ δέος ἐμποιῶν, ἤγουν φόβον· ἢ ὁ δέους ἔχων ὄπα, ἤγουν φωνήν. καὶ εἰς τὸ Ἐρίγδουπος. ζήτει
δ 595
Δοχή · ἡ δεξίωσις. ἐξ οὗ καὶ ἐδεξιοῦτο“ τὸ ἐδέχετο
δ 598
Δράγμα · πληθυντικῶς δὲ λέγεται τὰ δράγματα· σημαίνει τοὺς στάχυας, ὅσους δύναται ὁ θεριστὴς τῇ ἀριστερᾷ περιλαβεῖν θερίζων. εἴρηται παρὰ τὸ δράξασθαι, τὸ σημαῖνον τὸ λαμβάνειν. οὕτως καὶ δραγμὴ καλεῖται τὸ πλῆθος τῶν κερμάτων ἢ τῶν ὀβολῶν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 599
Δράγματα · παρὰ τὸ δράσσω δράξω δέδραχα δέδραγμαι δράγμα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 600
Δράκων · παρὰ τὸ δέρκω, τὸ βλέπω, ἐξ οὗ καὶ δέργματα, τὰ βλέμματα
δ 601
Δρὰξ ἀλεύρου · χειρὸς ἡ κράτησις. καὶ εἰς τὸ Ποστημόριον
δ 602
Δραπέτης · παρὰ τὸ δρῶ, τὸ σημαῖνον τὸ ὑπηρετῶ, καὶ τὸ πετῶ ῥῆμα δραπέτης, ὅτι οἱ φεύγοντες τὴν δεσποτικὴν ὑπηρεσίαν ὑπὲρ τοῦ μὴ ληφθῆναι ὡς οἷοί τέ εἰσι τάχει χρῶνται. Φιλόξενος ἐν δευτέρῳ τῶν Περὶ μονοσυλλάβων ῥημάτων
η 290
ἡ δραχμή. ἡ δὲ δραχμὴ σταθμός ἐστιν ὀβολῶν ἕξ, ἢ εἶδος μέτρου ἀν τὶ νομίσματος. αἱ δὲ ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν. δραχμὴ δέ ἐστιν ἡ ἔχου σα γράμματα τρία
δ 603
Δραχμή · σταθμὸς ὡρισμένος ἢ τὸ συνάθροισμα τῶν ἓξ ὀβολῶν. παρὰ τὸ δέδραγμαι δραγμή· τὸ παλαιὸν γὰρ τῶν ἀνθρώπω ν ὀβολοῖς κεχρη μένων ἀν τὶ νομίσματος ὅσον τῇ χειρὶ δραξαμένους δυνατὸν ἦν περιλαβεῖν, τούτους δραχμὰς ἐκάλουν παρὰ τὸ δράξασθαι
δ 604
Δρέπανον · ἐκ τοῦ δρέπω
δ 605
Δρομαίως · τὰ εἰς ως ἐπιρρήματα καὶ διὰ τοῦ ο καὶ διὰ τοῦ ω μεγάλου γράφονται. δρομαῖος ἐπὶ ἑνικοῦ μικρόν, ὡς τὸ δρομαῖος ἔθει ὁ Θύαμισ“· δρομαίως δὲ ἐπὶ πληθυντικοῦ μέγα, ὡς τὸ οἱ δὲ πολέμιοι πρὸς τὸ τεῖχος δρομαίωσ ᾔεσαν“
δ 606
Δρομεύς · δρομέως· ὁ ἡνίοχος
δ 607
Δρόσοσ ·. ἢ παρὰ τὸ δρῶ τὸ πράττω καὶ τὸ σῶον, ἡ σώους δρῶσα τοὺς καρπούς
δ 608
Δρόσος · κατὰ παράλειψιν τοῦ ι · δίοσις ἡ ὑπὸ Διὸς ὑομένη, δίοσός τις οὖσα, καὶ πλεονασμῷ τοῦ ρ καὶ συγκοπῇ τοῦ ι δρόσος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 609
Δρυμός · παρὰ τὸ δρῦς δρυός καὶ τοῦτο ἐκ τοῦ δέρω, τὸ ἐκδέρω· οἱ γὰρ παλαιοὶ πᾶν δένδρον δρῦν ἐκάλουν
δ 610
Δρύφακτος · θρύβακτος· τὸ ἀπὸ σανίδων σύμπηγμα
δ 611
Δρυφάς · δρυφάδος· ἀμυχή, ξέσις. παρὰ τὸ δρυφῶ, ὃ σημαίνει τὸ ἀποξέω. τοῦ Δρῶ τὰ σημαινόμενα ζήτει εἰς τοὺς Ἐπιμερισμοὺς εἰς τὸ Δράξασθε
δ 612
Δρωπακίζω · συνάγω τρυγῶ· δρωπὰ γὰρ τὰ δρέπανα
δ 613
Δυάς · παρὰ τὸ διϊέναι καὶ διαπορεύεσθαι· πρώτη γὰρ ἡ δυὰς διεχώρισεν ἑαυτὴν ἀπὸ τῆς μονάδος. τῆς γὰρ μονάδος ἕνωσιν δηλούσης ἡ δυὰς διαχωρισμὸν δηλοῖ, διὸ καὶ τόλμαν αὐτὴν οἱ Πυθαγόρειοι καλοῦσιν, ὡς τολμήσασαν ἐκστῆναι τῆς μονάδος, καὶ ἀποφράδα, ὡς ἐπὶ κακῷ λαμβανομένην. διὸ καὶ οἱ Ῥωμαῖοι τὸν δύο ἀποστρεφόμενοι κατὰ ἀντίφρασιν αὐτὸν ὀνομάζουσιν σεκοῦνδον, ὃ σημαίνει τὸ αἴσιον, ὡς ἀπαίσιον αὐτὸν ὄντα. ζήτει
δ 614
Δυάς · παρὰ τὸ συνδεδέσθαι ἄλλῳ ἀριθ μῷ τῷ ἑνί· τὸ γὰρ ἓν ἀπολελυμένον ἐστί, παρὰ τὴν ἕσιν καὶ ἄφεσιν
δ 615
Δύη · ἡ κακοπάθεια· εἰσδύεται γὰρ εἰς τὸν παθόντα
δ 616
Δύναμαι · πολλὰ σημαίνει· ζήτει
ι 324
ἰσχὺς διαφέρει· ἡ μὲν γὰρ δύ ναμ ις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύ σε ως καὶ εὐτροφίας τῶν σωμάτων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 617
Δύναμις · παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δύαμις καὶ δύναμις
δ 618
Δυναστείαις · ἡ εὐθεῖα δυναστεία· παρὰ τὸ δυναστεύω· τοῦτο παρὰ τὸ δυνάστης· τοῦτο παρὰ τὸ δύνημι
δ 619
Δύο · ἐπίρρημα ἀριθμητικόν· γίνεται δὲ παρὰ τὸ συν δε δέσθαι ἑτέρῳ ἀριθ μ ῷ
δ 620
δεύτερος διαφέρει· τὸ μὲν γὰρ δύο ἐπὶ προσώπων τάσσεται, οἷον δύο ἦσαν οἱ Διόσκουροι“, τὸ δὲ δεύτερος ἐπὶ τάξεως
δ 621
Δυοῖν · ἐπὶ γενικῆς καὶ δοτικῆς
δ 622
Δυρράχιον · παρὰ τὴν ῥαχίαν
δ 623
Δυρράχιον · πόλις Ἠπείρου ἡ ὕστερον κληθεῖσα Ἐπίδαμνος, πάλιν δʼ ἔτι νῦν καλουμένη Δυρράχιον, ὅτι κατὰ τὸν τόπον προεχούσης ἄκρας γεωλόφου τὸ κῦμα προσπίπτον καὶ σχιζόμενον ῥαχίαν π οιεῖ μεγάλην· ὅθεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον Δυρράχιον ὠνόμασαν τὸν τόπον
δ 624
Δύσις · δύσεως· ἡ ἑσπέριος γῆ· παρὰ τὸ δύνειν τὸν ἥλιον ἐν αὐτῇ, ὅ ἐστι κρύπτεσθαι
δ 625
Δύσις · τὴν ἑσπέραν σημαίνει· παρὰ τὸ δύο εἴρηται
δ 626
Δύσις · παρὰ τὸν δύο εἴρηται ἀριθμόν, καὶ γὰρ τὸ φῶς περὶ αὐτὴν τῷ σκότει συνδυάζεται
δ 627
Δυσκάθαρτος · ὁ ἀκάθαρτος. ἀντὶ τοῦ α γὰρ τὸ δύς μόριον
δ 628
Δύσκολος · ὁ δυσάρεστος· παρὰ τὸ κολλῶ δύσ κολος, ὁ δυσχερῶς τινι ἑνούμενος, ἀπὸ τῆς συνδεούσησ καὶ ἑνούσης κόλλης. καὶ ἄλλως· δύσκολος οἱονεὶ δύσκολλός τις ὤν, ὁ δυσχερῶσ τινι κολλώμενος καὶ συναπτόμενος, ὥσπερ ἐκ τοῦ ἐναντίου κόλαξ, κόλλαξ τις ὢν καὶ συνάπτεσθαι σπουδάζων
δ 629
Δυσμενής · ἐχθρός. καὶ δυσμένεια ἡ ἔχθρα
δ 630
Δυσμή · παρὰ τὸ δέω δεσμός καὶ δύο δυσμή, ὅτε συνδεῖται τῷ φωτὶ τὸ σκότος καὶ συνάπτεται
δ 631
Δύσμηνις · βαρύθυμος, ὀργίλος, μνησίκακος
α 2254
ἀπειθοῦς διαφέρει· δυσ πει θὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς δέχεται τὸν πιστικὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι
δ 633
Δύστηνος · ὁ δυστυχής· παρὰ τὸ στένω καὶ τὸ δύς ἐπίρρημα καὶ ἐν ἐκτάσει δύστηνος καὶ ἀποβολῇ τοῦ ς · ὁ ἀεὶ κακῶς στένων. τὸ δʼ αὐτὸ καὶ ἄστηνος, τοῦ α ἐπίτασιν σημαίνοντος
δ 634
Δυσφορώτατος · παρὰ τὸ δύς καὶ τὸ φορά, ὃ σημαίνει τὸ βάρος
δ 635
Δυσχερές · τὸ δυσκόλως ὑπὸ τῶν χειρῶν ἐργαζόμενον, ὡς τὸ εὐκόλωσ εὐχειρές
δ 636
Δυσωδία · ἐκ τοῦ ὄζω. δυσοδία δέ
δ 637
Δυσωπῶ · παρὰ τὸ δύς ἐπίρρημα, ὃ σημαίνει τὸ πολύ, καὶ τὸ ὀπῶ, τὸ βλέπω· ὁ τὸ πρόσωπον βλέπων καὶ παρακαλῶν. γράφεται δὲ τὸ ω μέγα κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω · ὦπα γὰρ ὁ ὀφθαλμὸς διὰ τοῦ ω μεγάλου
δ 638
Δύω Α · Ἀττικῶς, διὸ καὶ μέγα τὸ ω. εἴρηται δὲ παρὰ τὸ διϊέναι· μόνη γὰρ πρῶτον διΐσταται ἀπὸ τῆς μονάδος, ὅθεν οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον
δ 639
Δύω · πολλὰ σημαίνει τὸ ῥῆμα. σημαίνει καὶ τὸ ἐνδύσασθαι ἱμάτιον, Ὅμηρος Ρ ὄφρʼ ἂν ἐγὼ δύω κλυτὰ τεύχεα Πηλεΐωνοσ“· ἀπὸ τοῦ δέω, τὸ δεσμῶ, ὡς χέω χύω, καὶ ἐν συνθέσει ἐνδύω ἔνδυσις· δοκεῖ γὰρ δεδέσθαι τῇ ἐσθῆτι
δ 640
Δύω · σημαίνει τὸν ἀριθμὸν εἷς δύο καὶ τὸ ἐνδύσασθαι ἱμάτιον
δ 641
Δύω · τὸ τοῦ ἀριθμοῦ ὄνομα παρὰ τὸ δῶ, τὸ δεσμῶ, ἵνʼ ᾖ ὁ ἐκ συνδέσεως πρῶτος ἀριθμὸς πρὸς ἀντιδιαστολὴν τῆς μονάδος. τὸ Δύω σημαίνει γ· τὸ ἐνδύσασθαι ἱμάτιον, τὸ εἰσελθεῖν καὶ δύο ἀνθρώπους
δ 642
Δῴη σοι · ἔστι δίδωμι, ἡ μετοχὴ δούς δόντος, τὸ εὐκτικὸν δοίην καὶ ἐπʼ αὐξήσει τοῦ ο εἰς ω μέγα δῴην, καὶ μένει τὸ ι προσγεγραμμένον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 643
Δώματι · ἡ εὐθεῖα δῶμα· παρὰ τὸ δομῶ δομήσω, δόμημα καὶ ἐκβολῇ τοῦ μ δόημα καὶ δῶμα, τοῦ μακροῦ εἰς μακρὸν τραπέντος
δ 645
Δωρίς · Δωρίδος· ἡ Πελοπόννησος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 646
Δῶρον · παρὰ τὸ δίδωμι δώσω δῶρον
δ 647
Δῶρον · παρὰ τὸ δῶ, δῶόν τι ὄν, καὶ ἐν πλεονασμῷ τοῦ ρ δῶρον, τὸ διδόμενον
δ 648
Δωρῶ · τὸ παρέχω. καὶ δῶρα τὰ διδόμενα
δ 649
Δὼς ἀγαθή · ἀπὸ τοῦ δώσω. δόσ δότε· μετάδος ἐνδεεῖ ἄρτον“, μὴ δῶτε τὸ.“
δ 650
Δωτίνη · ἡ δωρεά· Ὅμηρος ι δώῃ δωτίνην, ἥ τε ξείνων δόσις ἐστί“· παρὰ τὸν δώσω μέλλοντα δωσίνη, καὶ κατὰ τροπὴν τοῦ ς εἰς τὸ τ δωτίνη. Ἀλέξανδρος δὲ σύνθετον εἶναι τὴν λέξιν παρὰ τὸ τὴν δόσιν τίνειν, ἵνʼ ᾖ ἡ ἀποτινομένη δόσις
δ 651
Δώτωρ · δώτορος. καὶ δοτήρ δοτῆρος. Ε τὸ Ε θαυμάσαιμι ἂν τῆς ὀνομασίας· τήν τε γὰρ ἐπέκτασιν καὶ τὸ κυκλοτερὲς τοῦ αἰῶνος ἐν τῷ ἰδίῳ τύπῳ δηλοῖ· ἐπέκτασιν μὲν τὴν εἰς μέσον μακρὰν ἔχον, κυκλωτερὲς δὲ τὸ περὶ τὴν μακρὰν πέριξ, ὅτι τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ
ε 845
Ἔα Α · ἐνεργητικοῦ παρατακτικοῦ καὶ προστακτικοῦ ἐνεστῶτος· ἀπὸ τοῦ ἐῶ δευτέρας συζυγίας τῶν περισπωμένων
ε 846
Ἑά · τὰ ἀγαθά· τὰ εἰς ἄνεσιν καὶ διάχυσιν ἡμᾶς φέροντα
ε 847
Ἑαδότα · παρὰ τὸ ἥδω, τὸ εὐφραίν ομαι, ὁ μέλλων ἥσ ω, ὁ παρακείμενος ἧκα, ὁ μέσοσ ἧδα καὶ διαλύσει ἕαδα καὶ ἡ μετοχὴ ἑαδό τα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 848
Ἐὰν μὴ προανατάξωμαι · ὑποτακτική· τὸ θέμα προανατάσσω
ε 849
Ἑανόν Ε · νῦν πέπλον παρὰ τὸ ἕννυσθαι· ὅταν δὲ εἴπῃ Σ ἑανοῦ κασσιτέροιο“, τοῦ εὐχύτου καὶ ἁπαλοῦ λέγει
ε 850
Ἔαρ · παρὰ τὸ ἔω, τὸ πέμπω· ἐν ᾧ οἱ καρποὶ πέμπονται. ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐὰ ὀρούειν
ε 851
Ἔαρ · τὸ ε ψιλόν, καὶ πάντα τὰ τοιαῦτα· στέαρ φρέαρ κέαρ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 852
Ἑαυτῇ · παρὰ τὸ ἐμέ σέ ἕ καὶ τὸ αὐτῇ γίνεται ἑαυτῇ. δασύνεται, ἐπειδὴ ἀναλαμβάνει τοῦ προαρκτικοῦ φωνήεντος τὸ πν εῦμα
α 2255
ἀλλήλους διαφέρει· τὸ μὲν γὰρ ἑαυτούς ἐπὶ τῶν καθʼ ἑαυτοὺς λεγομένων τάσσεται, οἷον Αἴας ὁ Τελαμώνιος καὶ Μενοικεὺς ὁ Κρέοντος ἑαυτοὺς ἀπέκτειναν“, τουτέστιν ἑκάτερος ἑαυτόν· τὸ δὲ ἀλλήλους ἐπὶ τῶν συμπεπλεγμένων, οἷον Ἐτεροκλῆς καὶ Πολυνείκης ἀλλήλους ἀπέκτειναν“, τουτέστιν ὁ ἕτερος τὸν ἕτερον
ε 853
Ἑάων · ὁ Ἡρωδιανὸς ἑόσ ὁ ἀγαθὸς· θ θεοὶ δωτῆρες ἑάων.“
ε 854
Ἔβαλον · ἀορίστου δευτέρου· ἐκ τοῦ βάλλω
ε 855
Ἔβαν · ἀορίστου δευτέρου τῶν εἰς μι · ἀπὸ τοῦ βίβημι κατὰ συγκοπὴν καὶ συστολὴν κατὰ Δωρι εῖ ς καὶ Αἰολεῖσ
ε 857
ἐβάψατο δὲ ὁ ἐκδ ύσ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 858
Ἐβλήθην · ἐκ τοῦ βάλλω βαλῶ, ὁ μ έλλων βλήσω, ὁ ἀόριστος παθητικὸς ἐβλήθην
ε 859
Ἐγγαστρίμυθος · ἡ ἐκ τῆς γαστρὸς μαντευομένη
ε 860
Ἔγγιον · τὸ ἐγγύς, διὰ τοῦ ι ἐκ τοῦ ἐγγίζω· ἔγγειον δέ, τὸ ἔχον γῆν, διφθόγγῳ, ὡς εὔγειον μεσόγειον· καὶ ἔγγυον καὶ ἐχέγγυον, τὸ ἀσφαλές, διὰ τοῦ υ
ε 861
Ἔγγονα · διὰ τῶν δύο γγ σημαίνει τὰ τέκνα τῶν τέκνων· ὅτε δὲ διὰ τοῦ κ γράφεται ἔκγονα, τὰ ἴδια τέκνα
ε 862
Ἔγγραπτον · παρὰ τὸ γράπτω ἔγγραπτον· τοῦτο παρὰ τὸ γράφω
ε 863
Ἐγγυαλίξαι Α · τὸ εἰς τὸ κοῖλον τῆς χειρὸς δοῦναι· γυῖα γὰρ λέγονται αἱ χεῖρες καὶ οἱ πόδες
ε 864
Ἐγγύη · εἴρηται τὸ εἰς ἑαυτὴν περιάγειν καὶ λαμβάνειν ἢ σῶμα ἢ πρᾶγμα τὸ ἀπιστούμενον
ε 865
Ἔγγυος · ἀνάδοχος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 866
Ἐγγύς · ἐπίρρημα τοπικόν· γίνεται δὲ παρὰ τὸ γῆ καὶ τὴν ἔν πρόθεσιν, ἣ σημαίνει τὸν πλησίον· ὁ πλησιαίτερος γῆς
ε 867
Ἐγγύς · τὸ ἐπίρρημα παρὰ τὴν ἔν πρόθεσιν καὶ τὸ γύη, ἣν γῆν καλοῦμεν, ἐγγύς· ὡς ἂν εἴποι τις, ἐν γῇ, ἧς οὐδὲν τῶν ἄλλων στοιχείων πλησιαίτερον ἀνθρώπῳ χερσαίῳ ὄντι
ρ 119
ρον · οἷον ἔ γειρον τὸν λίθον“. ἔγειραι δὲ ἀντὶ τοῦ ἐγέρθητι
ε 869
Ἔγκατα · ἀπὸ τοῦ ἐγκατέχειν τὴν τροφήν· λέγει δὲ τὸ ἧπαρ καὶ τὸν σπλῆνα καὶ τὰ περὶ τὸν πλεύμονα. ἔντερον δὲ οὐκ ἔγκατον· τὸ δὲ ἔντερον οἷον ἕτερον καὶ οὐχ ὅμοιον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 870
Ἔγκατα · παρὰ τὸ ἔνδοθεν κατέχειν τὴν τροφήν
ε 871
Ἔγκατα · παρὰ τὸ ἔσω κεῖσθαι. μετοχή· τὸ θέμα ἵζω, ὃ σημαίνει τὸ καθέζομαι
ε 873
Ἐγκέλαδοσ ·. ἢ ἀπὸ τοῦ κελαδῶ τοῦ σημαίνοντος τὸ μελῳδῶ
ε 874
Ἐγκέφαλοσ ·. διαφέρει δὲ μυελοῦ. ζήτει
ε 875
Ἐγκέφαλος · παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ καὶ τῷ κάρᾳ. ἢ ἔγκρανον, οἷον ἐγκράνιος, διὰ τὸ ἐγκεῖσθαι ἰδιώτερον τῷ κρανίῳ. Ὠρίωνος
ε 876
Ἐγκέφαλος · παρὰ τὸ εἶναι αὐτὸν ἔσωθεν τῆς κεφαλῆς καὶ ἅμα τῇ κεφαλῇ
ε 877
Ἐγκόμβωμα · ὁ δεσμὸς τῶν χειρίδων, ὁ λεγόμενος ὑπὸ Ἀθηναίων ὄχθοιβος, ὑπὸ δὲ ἄλλων κοσύμβη. εἴρηται δὲ παρὰ τὸν κόμβον· κόμβος γὰρ ὁ ὑψηλὸς τόπος, ἀφʼ οὗ καὶ τὸ κομπάζειν τινὲς λέγουσι
ε 878
Ἐγκονεῖν · σπεύδειν· οἱ γὰρ σπεύδοντες κονιορτοῦνται τὰ γυμνὰ τοῦ σώματος
ε 879
Ἐγκονεῖν · τὸ σπεύδειν· ἀπὸ τῶν κόνιν ἐγειρόντων ἐν τῷ σπεύδειν
ε 880
ἐγκρόταφος · ὁ ἀντικέφαλος
ε 881
Ἔγκτηνες · οἱ Βοιωτοὶ οὕτως ὠνομάζοντο, ὥσπερ καὶ Ὕαντες, διὰ τὸ κτηνώδεις εἶναι καὶ χοιρώδεις
ε 882
Ἐγκύκλιον · τὸ ἁπανταχοῦ καθολικόν
ε 883
Ἐγκυτί · παρὰ τὸ κύτος
ε 884
Ἐγκώμιον · λόγος μεμπτικός, ἐνίοτε καὶ ἐπαινετικός
ε 885
Ἐγκώμιον · τὸ ἐν κώμαις ᾀδόμενον· κῶμαι δὲ τὰ τοῦ δήμου συστήματα
ε 886
Ἔγνωκα · ἐκ τοῦ γνῶμι, ὁ μέλλων γνώσω, ἔγνωκα
ε 887
Ἐγόγγυσαν · ἐκ τοῦ γρύζω τὸ γογγύζω
ε 888
Ἔγρετο · ἔγρω καὶ τὸ παθητικὸν ἔγρομαι καὶ ὁ παρατατικὸς ἐγρόμην ἔγρου Β ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν“
ε 889
Ἐγχέασα εἰς κέρας · πρὸ γὰρ τοῦ εὑρεθῆναι αὐτὴν τὴν τῶν ποτηρίων χρῆσιν εἰς κέρας ἔπινον οἱ παλαιοί
ε 890
Ἔγχει · καὶ Ὅμηρος Δ ἔγχει ὀρεξάσθω“, τῷ δόρατι πληγείτ ω
ε 891
Ἐγχειρίδιον · σημαίνει καὶ βιβλίον μικρὸν καὶ ξίφος· παρὰ γὰρ τὴν χειρί δοτικήν, ἢ παρὰ τὴν ἔγχει καὶ τὸ ἴδιον, οἱονεὶ τὸ ἴδιον τοῦ ἔγχους, κατὰ πλεονασμὸν τοῦ ρ. ἰστέον δὲ ὅτι αἱ ἀπὸ δοτικῶν τῶν εἰς ος οὐδετέρων συντιθέμεναι λέξεις κατὰ μέρος τοῦτον τὸν τρόπον γίνονται· ἐὰν ἐπιφέρηται φωνῆεν ἢ ἓν ἁπλοῦν σύμφωνον, φυλάττεται ἡ ει οἷον ὀρείαυλος, ὁ ἐν τ οῖς ὄρεσι διατρίβων, ὀρειγε νής, ὁ ἐν τῷ ὄρει γεννηθείς, Ὠρεί θυια κατʼ ἐπέκτασιν τοῦ ο εἰ ς ω · σεσημείωται τὸ ὀρ ίγανον· ἐὰν δὲ σύμφωνα δύο, ι ὀριβρεμέτησ
ε 892
Ἐγχειρίδιον · ἢ παρὰ τὸ ἐν χειρὶ εἶναι, τὸ διὰ χειρὸς ἐχόμενον, πρὸς ἀντιδιαστολὴν τῶν ἐκπεμπομένων βελῶν
υ 135
υς · ὄνομα ἰχθύος· παρὰ τὴν ἰλ ύν· ἐν ταύ τῃ γὰρ λέγουσι τὸν ἰχθῦν ἔχεσθαι καὶ κρ ατεῖσθαι τοῦτον. Ἀρι στοφάνης Ἱππεῦσιν ὅ περ γὰρ οἱ τὰς ἐγχέλεις θηρ ώμενοι πεπόνθασιν· ἂν μὲν ἡ λίμνη καταστῇ, λαμ βάνουσιν οὐδέν· ἐὰν δὲ ἄνω τε καὶ κάτω τὸν βόρβορον κινῶσιν, αἴρουσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃσ.“
ε 893
Ἐγχεσιμώρων Β · περὶ τὰ ἔγχη μεμορηκότ ων, πολεμικ ῶν
ε 894
Ἐγχέσπαλος · πολεμικός, γενναῖος· παρὰ τὸ πάλλειν καὶ σείειν τὸ δόρυ
ε 895
Ἐγώ · ἀντωνυμία πρωτότυπος πρώτου προσώπου τῶν ἑνικῶν πτώσεως εὐθείας
ε 896
Ἑδανῷ Ξ · ἡδεῖ, ὅ ἐστιν εὐώδει, εὐόσμῳ. δασύνεται τὸ ἑδανός. παρὰ τὸ ἥδω ἡδανός ἦν καὶ κατὰ μεταβολὴν ἑδανός· τὰ γὰρ διὰ τοῦ ανος ῥηματικὰ βραχεῖ αν θέλουσιν ἔχειν τ ὴν ἄρχουσαν, οἷον τραγανός πἀγανός πιθανός
ε 897
Ἔδαφος · ἡ καλὴ γῆ· ἢ παρὰ τὸ ἔδω, τὸ ἐσθ ίω ἡ ἐσθιομένη καὶ θρυπτομένη· ἢ παρὰ τὸ ἡ δύ· πάντα γὰρ τὰ ἐξ αὐτῆς ἥ διστα
ε 898
Ἔδει · εἰς τὸ Δεῖπνος καὶ Χρή
ε 899
Ἐδειλίασαν · παρὰ τὸ δειλιῶ· τοῦτο παρὰ τὸ δειλός
ε 900
Ἔδεται · παρὰ τὸ ἔ δω τὸ ἐσθίω, ἔδομαι ἔδῃ ἔ δεται
ε 901
Ἐδητύς · ἐδητύος· καὶ ἐδετύς ἐδετύος· ἡ εὐωχί α
ε 902
Ἕδνα · οἱονεὶ ἕδρα, τὰ εἰς τὴν ἕδραν τῆς νύμφης διδόμενα ὑπὸ τοῦ μνηστῆροσ
ε 903
Ἕδνον · ἤ τοι παρὰ τὸ ἥδω ἥδ ανόν ἐστι καὶ ἀποβολῇ τοῦ α ἧ δνον καὶ ἕδνον· ἥδον ται γὰρ τούτοις αἱ γ αμούμεναι · ἢ παρὰ τὸ ἕ ζω ἕδω καὶ ἕδομαι ἕδονον καὶ ἕδνον, παρὰ τὸ αἴτιον εἶναι τοῦ παρέζεσθαι καὶ παραμένειν τὴν νύμφην τῷ νυμφίῳ
ε 904
Ἐδοκίμασαν · ἐκ τοῦ δοκιμάζω· τοῦτο παρὰ τὸ δόκιμος· τοῦτο παρὰ τὸ δοκῶ δοκήσω δόκιμοσ, ὡς φρονῶ φρονήσω φρόνιμος. τὸ κι ι. διὰ τί; τὰ διὰ τοῦ ιμος διὰ τοῦ ι γράφεται
ε 906
Ἕδρα · εἴρηται παρὰ τὸ ἕζω· ἡ καθέδρα. σημαίνει δὲ δύο· τὴν ξύλινον καθέδραν· εἴτε τις τύχοι, καὶ τὸν ἀφεδρῶνα τοῦ ἀνθρώπου. ζήτει καὶ εἰς τὸ Ἀφεδρών
η 291
ή · ἔδω, ἔδη, διπλασιασμῷ ἐδηδή καὶ ἐδωδή κατὰ τροπὴν τοῦ η εἰς ω
ε 907
εἱστιακότες ἤσθιον · τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων κατὰ πρόσληψιν συλλαβῆς γινόμενα διὰ τοῦ ω μεγάλου γράφεται, οἷον ζῶ ζωή, φῶ φωνή, ἔδω ἐδωδή. ἐκ τοῦ ἔδω, τὸ ἐσθίω, ὁ μέλλων ἐδήσω, ἔδηκα καὶ τὸ Ἀττικὸν ἐδήδοκα
ε 908
Ἐδώδιμον · ἐκ τοῦ ἔδω ἐδωδή καὶ ἐδώδιμον
ε 909
Ἑδώλια · ἐπὶ τῶν ναυτικῶν καθεδρῶν· παρὰ γὰρ τὸ ἕζω. κυρίως τὰ τῆς νηὸς ζυγά. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 910
Ἐδώμ · ἔστιν ὄνομα, καὶ σημαίνει τὴν θερμασίαν
ε 911
Ἐέλδωρ · ἐκ τοῦ θέλω δέλω, ἐδέλω, καθʼ ὑπερβιβασμὸν ἐέλδωρ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 912
Ἐζήλωσα · ἐκ τοῦ ζηλῶ· τοῦτο ἐκ τοῦ ζῆλος· τοῦτο παρὰ τὸ ζέειν ὅλω ς
ε 913
ἐκ τοῦ ζηλ ῶ · τοῦτο παρὰ τὸ ζῆ λ οσ. Διαφέρει Φ θόνοσ καὶ Ζῆλος. ζήτει εἰς τὸ ζ στ οιχεῖον
ω 120
Ω γ · ἤρεσκ εν · παρὰ τὸ ἁνδάν ω ὁ παρατατικὸς ἥνδανον καὶ τὸ τρίτον πρόσωπον ἥν δ ανε καὶ πλεονασμῷ τοῦ ε ἑήνδανεν
ε 914
Ἐθάς · φίλος, συνήθης· ἐκ τοῦ ἔθος ἐθάς
ε 915
Ἔθειρα · ἐκ τοῦ ἔθω· ἡ θρίξ, ἡ ἐπιμελουμένη. ἢ ἀπὸ τοῦ ἐξ ἔθους εἴρεσθαι τουτέστι πλέ κεσθαι
μ 387
μοί · ἐθελουσίως ἔζ ων καὶ κατὰ βούλησιν ἀπέλαυ ον τ ῶν γινο μένων. ἐθ ελη μοὶ ἥσυχοι“, ἡσύχως καὶ ἑκουσίᾳ γνώμῃ
ε 917
Ἐθελουσίως · ἑκου σίωσ · παρὰ τὸ θέ λω
ε 918
Ἔθνος · ἀπὸ τοῦ ἔθους καὶ τῆς συνηθείας
ε 919
Ἔθος · παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἐξ οὗ καὶ ἔθνος· ἑκάστῳ γὰρ ἔθνει ἴδιον ἔθος ἕπεται
ε 920
Εἶ · μετὰ δευτέρου προσώπου δίφθογγον, ὡς τὸ σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ“· μετὰ δὲ τρίτου προσώπου η ὡς τὸ ὁποῖα δὲ ᾖ τὰ τῶν ἀνθρώπων πράγματα, ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν“. εἰ δέ καὶ εἰ μέν οἱ σύνδεσμοι. ἰδέ
ε 921
Εἴ · ὁ συναπτικὸς σύνδεσμος διὰ τῆς ει · αἴ γὰρ λέγουσιν οἱ Δωριεῖς καὶ ἔθος ἔχουσι τὸ ε εἰς α τρέπειν· τρέχω τράχω, Ἄρτεμις Ἄρταμις· οὕτως εἴ αἴ
ο 420
ὁ ἔνυλος καὶ βοτανώδης τόπος· εἴρηται δὲ εἱαμ ενή, οἱονεὶ ῥειαμενή τις οὖσα, ὁ καταρρεόμενος τόπος, κατὰ ἀφαίρ εσιν τοῦ ρ. ἢ γέγονεν ἀπὸ τοῦ ἥμενοσ ἡμενή, ὁ ὁμαλὸς τόποσ, ὡσ δ εξάμενοσ δεξαμενή, ἀκεσσάμενος Ἀκε σσ αμεναί· εἶτα κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α ἑαμενή, ὡς ἥλ ω ἑάλω, ἤ νασσ εν ἐ ά νασσεν, καὶ πλείστοις ἐά νασσ ε λαοῖσ“ Ἀλκαῖος καὶ κατὰ πλεονασμὸν τοῦ ι εἱ αμε νή. ἢ παρὰ τὴν ἕσιν τ ῶν βοταν ῶν αὐτομά τως, ἢ ἐξ οὗ ἵενται αἱ νομαί. Γεωργίου
η 292
ή · ὁ κά θυ γρ ος τ ό πος· παρὰ γὰρ τὸ ῥεῖν ῥεια μ έν η καὶ κατὰ ἀποβολὴν εἱαμενή. ἢ παρὰ τὴν ἕσιν, τὴν ἀν άδοσιν, ἑσαμενή καὶ πλεονασμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ ς εἱαμενή
ε 923
Εἶαρ · τὸ αἷμα· παρὰ τὸ ῥόδον, ὅτι φοινικοῦν· καὶ Πίνδαρος φοινικέασ τὰς Ὥρας ἐκάλεσε· πολὺ γὰρ τὸ ῥόδον τ ῷ ἔαρ ι, καὶ τὸ πολὺ δὲ ῥόδον ἔαρ καλοῦμεν
ε 924
Εἴασκεν ·. τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ τὰ τοιαῦτα ἀποβά λλουσι τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε τύ πτεσκε, ἦγον ἦγες ἦγε ἄγεσκε
β 409
βει · διὰ τῆς ει διφθόγγου· ἐκ τοῦ λείβω κατὰ πλ εονασμὸν τοῦ λ καὶ ἀποβολῇ τοῦ λ εἴβω καὶ τὸ τρίτον εἴβει. διὰ τί δὲ τὸ λείβω διὰ τῆς ει διφθόγγου γράφεται ἐν τῷ λ στοιχείῳ μαθησόμεθα
ε 925
Εἴγε · τὸ εἴ ἄρθρον συντακτικὸν καὶ τὸ γέ σύνδεσμος παρασυναπτικός
ε 926
Εἰ δʼ ἄγε νῦν Π · φέρε νῦν ἄρτι
ε 928
Εἰδεχθής · ἐκ τοῦ εἶδος καὶ τοῦ ἔχθος, ὃ σημαίνει τὸ μῖσος. Γεωργίου
ε 930
ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ οἶδα. καὶ λοιπὸν ἐκ τοῦ εἴδω εἶδος. τινὲς δὲ λέγουσι διὰ τοῦ ι ὡς ἀπὸ τοῦ ἰδεῖν ἀπαρεμφάτου· οὐ καλῶς δὲ λέγουσιν. ἰστέον δὲ ὅτι τὸ εἶδος σημαίνει τὴν μορφήν
ε 931
Εἶδος · τὸ ἀπὸ τοῦ γένους διαιρεθέν
ε 932
Εἶδος · τὸ εἰδοποιοῦν τὴν ὕ λην· τὸ ει δίφθογγον. λέγει δὲ Ὦρος
ε 933
Εἴδυια · κύριον. εἰδ υῖα ἡ μετοχή
ε 934
Εἰδυλίς · ἐπιστήμων, εἰδυῖα· Καλλίμαχος ὤκουσον ὀφθαλμο ὶ γὰρ ἀ π ευ θέ εσ ὅσσ ον ἀ κου ὴ εἰδ υλίσ “. παρὰ τὸ εἴδω, τὸ γινώσκω· εἴδ ω ε ἴδ υ λ ο ς εἰδύ λη εἶτα παρωνύμως εἰ δ υλ ίσ
ε 935
Εἴδω · τὸ βλέπω· εἴδω τὸ γινώσκω· εἴδω τὸ ὁμοιῶ, Γ εἰδομένη γαλόῳ“· εἴδω τὸ φ αίνω καὶ δοκῶ, Α τὸ δέ τοι κὴρ εἴδεται εἶναι“· εἴδω τὸ ὁρμῶ καὶ πηδῶ, Μ εἴσατο γὰρ νηῶν“, θ εἴσατο Λῆμνον“· εἵδω τὸ σκοτίζω, ἐκ τοῦ ἕδος. ἔστι καὶ εἰδῶ ῥῆμα περισπώμενον, οὗ ὁ μέλλων εἰδήσω καὶ ἐν παραγωγῇ εἰδήμων. εἴδω τὸ βαρύτονον, ἐξ οὗ καὶ εἴσω καὶ ἴδμων· ἔστι δὲ ὁ ἔμπειρος
ε 936
Εἴδωλα · αἱ ε ἰς τὸ ἰδεῖν μόνον εἰκ όνεσ οὐ μέντοι καὶ εἰς ἄλ λην αἴ σθησιν
ε 937
Εἰδωλολατρεία · παρὰ τὸ εἴδωλον καὶ τὸ λατρεία. εἴδωλον δὲ παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, καὶ τὸ ὅλον· ὅλον μὲν ὁμοιούμενον ἀνθρώπῳ χωρὶς τῆς ψυχῆς
λ 284
λ · εἰ μὲν ἀπὸ τοῦ εἰ δεῖν διὰ μόνου τοῦ ι γραπτέον, εἰ δὲ ἀπὸ τοῦ εἶδος, προσλήψ εται τὸ ε
ο 421
ὁμοίωμα διαφέρει· τὸ μὲν γὰρ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει, τὸ δὲ ὁμοίωμά τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα· ἐπειδὴ Ἕλλ ηνες ἀνα πλάττουσι τὰς οὐχ ὑφεστώσας μορφάς, Σφίγγας Τρίτωνας καὶ Κενταύρους, εἴδωλα λέγοντες τὰ τῶν οὐχ ὑφε στώτων μιμήματα, ὁμοι ώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου σελήνης ἄστρων ἀνθρώπων θη ρίων ἑρπετῶν, ὡσαύτως καὶ ζωδίων
ε 938
Εἴδωλον ·. τί διαφέρει εἴδωλον καὶ δείκηλον; διαφέρει οὐ κατὰ τὴν σημασίαν ἀλλὰ κατὰ τὴν φωνήν. γίνεται δὲ. καὶ τὸ δείκηλον ὁμοίως παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκηλον καὶ δεί κ ηλ ον τὸ ἄ γαλμα. Γεωργίου
ε 939
Εἴθε · παρὰ τ ὸ εἴ, ὅπερ ὡς εἴ ρηται, διὰ τῆς ει διφθόγγου, πλεονασμῷ τῆσ θε συ λλαβῆς. ἰστέον δὲ ὅτι τὸ εἴθε πολιτικώτερον τοῦ αἴθε Δωρικῶσ
ε 940
Εἰκάδιος · ὄνομα κύριον· ἔστιν δὲ παρὰ τὸ εἰκάς. εἰκὰς δὲ διὰ τῆς ει διφθόγγου γράφεται παρὰ τὸ εἴκοσιν. Εἰκάδιος δὲ ἐκλήθη, ἐπειδὴ ἐν τῇ εἰκάδι τοῦ μηνὸς ἐγεννήθη
ε 942
Εἴκελος · διὰ τῆσ ει · ὥσπερ ἀπὸ τοῦ ἄγ ω ἄγελος καὶ ἄγγελος, οὕτωσ καὶ ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, εἴκελος. ἐν μὲν τῇ ἁπλότητι διὰ τῆς ει γράφεται οἷον Ξ εἴκελος ἀστεροπῇ“, διὰ τοῦ ι δὲ οἷον Δ ἡ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσαθʼ ὅμιλον“· ἐν δὲ τῇ συνθέσει μόνον διὰ τῆς ει οἷον θεοείκελος πανείκελος ἀνδρείκελος
ε 943
Εἰκός · εἰκό το ς· σημαίνει ἡ λέξις τὸ εὔλογον, τὸ ἀκ όλου θον, τὸ δίκ αιον, τὸ π ρ έπ ον, τὸ ἀρ κοῦ ν, τὸ ἀληθέσ
ε 944
Εἰκός · τὸ ἀκόλουθον καὶ πρέπον· εἰκὸς τὸ ἐνί οτε καὶ συμβαῖνον ἢ τὸ μὴ πάντως ὄν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 945
Εἰκοστός · παρὰ τὸ εἴκειν ταῖς δύο δεκάσιν. ὀξύνεται. διὰ τί; ζήτει
ε 946
Εἰκότως · τὸ ἀληθῶς, τὸ πρ επόντωσ. Εὐλογίου τὸ Ἐΐκτην ἀπὸ τοῦ εἴκω, ὅ ἐστιν ὁμοιῶ, ὁ παρατατικὸς εἶκον, ὁ παρακείμενος εἶκα, ὁ ὑπερσυντέλικος εἴκειν εἴκεις εἴκει, δυϊκῶς εἴκετον εἰκέτην καὶ ἀναλύσει τῆς ει διφθόγγου καὶ συγκοπῇ τοῦ ε ἐΐκτην
ε 947
Εἰκών ·. τὰ δὲ ἔχοντα τὸ ο ἀ ν τιπαρακεί μενον ἔχουσι τὸ ε ἐγκ είμενον, οἷον λείβ ω λοιβ ή, ἀ γείρω ἀγο ρά, εἴ κω οἶκος· οὕτως καὶ εἴ κω ἔοι κα
ε 948
Εἰκών · παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ζήτει
ε 949
Εἰκώσ ·. εἰκώς δὲ καὶ εἰκός τὸ ὁμοίωμα καὶ ἐοικώς καὶ ἐοικός
ε 950
Εἰλαπίνη · εἰλαδὸν θοίνη. ζήτει
ε 951
Εἰλαπίνη · ἡ εὐωχία· ἀπὸ τοῦ δαψιλῶς δαπανᾶν. λάπτειν γὰρ τὸ ἐκκενοῦν, ἀφʼ οὗ καὶ λαγόνες· ἐκκεκενωμέναι γάρ εἰσιν· ὡς πλευραὶ ἀπὸ τοῦ πληροῦσθαι. Γεωργίου
ε 952
Εἰλαπίνη · σημαίνει δὲ τὴν εὐωχίαν. διὰ τῆς ει · ἐλλαπίνη γὰρ οἱ Αἰολεῖς
ε 953
Εἰλαπίνη · ἡ μεγάλη εὐωχία, ἐν ᾗ κατὰ εἴλας καὶ συστροφὰς εὐωχοῦνται. Γεωργίου Εἶλαρ · ἐκ τοῦ εἰλῶ· σημαίνει δὲ τὸ κατακλείω· τοῦτο παρὰ τὸ ἕλος πλεονασμῷ τοῦ ι
ι 325
ἶλαρ · τὸ ὀχύρωμα καὶ τὸ ἕρκος· ἐκ τοῦ εἱλεῖν
ε 954
Εἰλείθυια · ἀπὸ τοῦ κατὰ τὴν εἴλησιν τῆς πορείας θύειν, ὅ ἐστι μεθʼ ὁρμῆς θύνειν. οἱ δὲ ἡ εἰς ἔλευσιν ἄγουσα τὰ βρέφη
ε 955
Εἰλείθυια · ὄνομα θεᾶς τῶν τικτουσῶν γυναικῶν ἔφορος. ἔστι καὶ ἑορτή
ε 956
Εἰλειθυίας Τ · τὰς ὠ δίνας μετωνυμικῶς, ὡς Ἄρην τὸν σίδηρον. Γεωργίου
ε 957
Εἰλεόν · σημαίνει τὴν μαγειρικὴν τράπεζαν· παρὰ γὰρ τὸ ἔλαιος γέγονεν ἐλεός καὶ πλεονασμῷ τοῦ ι εἰλεόσ
ε 958
εἰληφώς · παρὰ τὸ λαβεῖν
ε 959
Εἰλιγγιῶ ·. ὁ μὲν ἴλιγγος τὸ ὄνομα διὰ τοῦ ι τὸ δὲ ῥῆμα δίφθογγον
π 704
παρὰ τὸ κρίνω καὶ τὸ ἕλη. καὶ ὤ φειλεν τρέψαι τὸ η εἰς ο ἢ φυλάξαι αὐτό· τὰ γὰρ εἰς η θηλυκὰ τρέπουσι τὸ η εἰς ο · τιμή Τιμόθεος, νύμφη νυμφοστόλος· ἢ φυλάξαι, οἷον γῆ γ ηπόνος, βουλή βουληφόρος, βοή βοη θός. ἔστιν οὖν εἰπεῖν ὅτι εἰλοκρινής καὶ τροπῇ τοῦ ο εἰς ι εἰλικρινήσ. Ὁμήρου
ε 960
Εἰλιπόδεσσι · εἰλίποδας τὰς βοῦς, ὅτι ἑλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν
ε 961
Εἰλίπους. διὰ τῆς ει ἡ ἄρχουσα· παρὰ γὰρ τὸ εἰλῶ εἰλήσω ἢ παρὰ τὸ εἰλίσσω. ἡ δὲ δευτέρα συλλαβὴ διὰ τοῦ ι · τὰ εἰς ω λήγοντα τρισύλλαβα. Γεωργίου
ε 962
Εἰλίπους · παρὰ τὸ εἰλῶ εἰλήσω. Γεωργίου
ε 963
Εἶλκον · διὰ τῆς ει · ἕλκω γὰρ ὁ ἐνεστώσ. Γεωργίου
ε 964
Εἴλυμα · τὸ σκέπασμα· διὰ τῆς ει · παρὰ τὸ εἰλῶ εἰλύω εἰλύσω καὶ ἐξ αὐτοῦ εἴλυμα
ε 965
Εἰλυφάζω · τὴν φλόγα συστρέφω καὶ τὸ σείω τοὺς ὀφθαλμοὺς καὶ τινάσσω. Γεωργίου
ε 966
Εἰλῶ · διὰ τῆς ει · ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἑλίσσω καὶ ἐν τῷ ἐλλεδανός, ὃ σημαίνει τὸν δεσμόν
ε 967
Εἴλως · εἵλωτος· ὁ μισθωτός, ὁ δοῦλος· παρὰ τὸ ἕλω, τὸ λαμβάνω ἕλως καὶ εἵλως. ἰστέον δὲ ὅτι παρὰ Λακεδαιμονίοις εἵλωτες λέγονται οἱ ἐπὶ μισθῷ δουλεύοντες ἐλεύθεροι, οἱ αὐτοὶ δὲ παρὰ Ἀθηναίοις θῆτες λέγονται, παρὰ Ἀργείοις γυμνῆτες, παρὰ Θεσσαλοῖς πενέσται, παρὰ Κρησὶ πελάται, παρὰ Σικυωνίοις κορυνηφόροι, παρὰ δὲ Συρακουσίοις καλλικύριοι
ε 968
Εἵλως · εἵλωτος· πῶς μακρᾷ παραληγόμενον διὰ τοῦ τος κλίνεται; ἕλως γὰρ ἕλωτος ἦν καὶ ὡς βραχείᾳ παραληγόμενον διὰ τοῦ τος ἐκλίθη. εἵλωτες δέ εἰσιν οἱ κατοικοῦντες τὴν Μεσσηνιακήν
ε 969
Εἵλωσ ·. εἵλωτες δὲ καὶ οἱ δοῦλοι παρὰ Ἀθηναίοις· ἀπὸ τοῦ ἕλως ἕλωτος πλεονασμῷ τοῦ ι
ε 970
Εἱλωτεύειν · δουλεύειν. Γεωργίου
ε 971
Εἷμα · ἔμμα γάρ φασιν οἱ Αἰολεῖς
ε 972
Εἷμα · παρὰ τὸ ἕω ῥῆμα, τὸ ἐνδύομαι, οὗ ὁ μέλλων ἕσω καὶ ἐσής καὶ πλεονασμῷ τοῦ θ ἐσθής, τὸ ἱμάτιον
ε 973
Εἵμαρται · μείρω, μερῶ, μέμαρκα, μέμαρται καὶ ἀποβολῇ τοῦ μ καὶ ἐν πλεονασμῷ τοῦ ι εἵμαρται. Γεωργίου
ε 974
Εἱμένοι · διὰ τῆς ει · σημαίνει δὲ τὸ ἐνδεδυμένος· ἐκ γὰρ τοῦ ἔμμενοι γέγονε καὶ ἀμφιέμμενοί φασιν οἱ Αἰολεῖσ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ὁμήρου
ε 975
Εἶμι Α · χρόνου ἐνεστῶτος τῶν εἰς μι καὶ σημαίνει τὸ πορεύομαι· τούτου τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἴμεν καὶ τὸ προστακτικὸν ἴθι, τὸ πορεύου. καὶ τὰ λοιπὰ δῆλα
ε 976
Εἰμί · μέρος λόγου ῥηματικὸν καταλήξεως τῶν εἰς μι ἐγκλίσεως ὁριστικῆς, διαθέσεως ἐνεργητικῆς, εἴδους παραγώγου, σχήματος ἁπλοῦ, ἀριθμοῦ ἑνικοῦ, πρώτου προσώπου τῶν ἑνικῶν, χρόνου ἐνεστῶτος, συζυγίας πρώτης τῶν εἰς μι
ε 977
Εἰμί · τὸ ὑπάρχω τὸ δεύτερον εἶ, τὸ τρίτον ἐστί· τὸ ὑποτακτικὸν ὦ ᾖς ᾖ ὦμεν ἦτε ὦσιν, ὁ παρατατικὸσ ἤμην ἦσθα, ἦν ὁ δεύτερος ἀόριστος
ε 978
Εἶν · τὸ μέγα μέτρον ἐστὶν οἴνου ξεστῶν ιη· τὸ δὲ ἅγιον οἴνου ξεστῶν θ
ε 979
Εἶναι ·. ἰστέον δὲ ὅτι ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀορίστου εἰώθασιν οἱ Δωριεῖς ἐπεντιθέναι τὴν με συλλαβήν, καὶ ἂν μὲν ὦσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλουσιν, οἷον δοῦναι δόμεναι, θεῖναι θέ μεναι, βῆναι βήμε ναι
ε 980
Εἰνάτηρ · παρὰ τὸ εὐνή εὐνάτηρ καὶ εἰνάτηρ, ἡ σύννυμφος, καὶ Αἰολικῶς τροπῇ τῆς ει εἰς η ἠνάτηρ, ὡς χείρ χήρ. ἄμεινον δὲ παρὰ τὸν ἕνα ἀριθμὸν ἑνάτηρ καὶ εἰνάτηρ, ἡ ἡνωμένη διὰ τῆς ἐπιγ αμ ίας καὶ εἰς συ γγένειαν ἀχθεῖσα. Γεωργίου
ε 981
Εἰνάτηρ· παρὰ τὸ εὐνή εὐνάτηρ καὶ εἰνάτηρ τροπῇ τοῦ υ εἰς ι
ε 982
Εἵνεκα τοῦ οὕνεκα διαφέρει· τὸ μὲν οὕνεκα σημαίνει τὸ διότι Γ οὕνεκα καλ ὸν εἶδοσ“, τὸ δὲ εἵνεκα τὸ χάριν σημαίνει
ε 983
Εἴπατε · καὶ εἰπέ καὶ εἶπον καὶ εἴπῃς. εἶπον τὸ προστακτικόν, ὡς τὸ εἶπον τῇ ψυχῇ μου· σωτηρία σού εἰμι ἐγώ“· τὸ γὰρ ἐγὼ εἶπα διὰ τοῦ α. ἡ δὲ μετοχὴ ὁ εἰπών, οἷον ὁ θεὸς ὁ εἰπών“. τί εἴπομεν;“ τὸ πο μικρόν· τὸ δὲ συμβουλευτικὸν μέγα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 984
Εἰπάτω · τὸ θέμα ἔπω, τὸ λέγω, ὁ ἀόριστος εἶπα, τὸ δεύτερον εἶπες, τὸ τρίτον εἶπε, καὶ τὸ προστακτικὸν εἶπον ὡς τύψον, καὶ τὸ τρίτον εἰπάτω. καὶ ὤφειλεν εἶναι εἰπέτω· ἀλλʼ ἐπεὶ πανταχοῦ ὁ ἀόριστος φιλεῖ διχρόνῳ παραλήγεσθαι
ε 985
Εἶπεν · ἐπὶ δύο· ἐπιλεχθῆναι ἐπὶ πλειόνων
ε 987
Εἰραφιώτης · ἐπιθετικῶς ὁ Διόνυσος, ὡς ἐν τῷ μηρῷ τοῦ Διὸς ῥαφείς. γέγονε δὲ παρὰ τὸ ἐρέφω· ἐστεφάνωτο γὰρ κισσῷ· ἢ ἀπὸ τοῦ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὴν Ἐρέφαν τροφὸν αὐτοῦ γενομένην· ἢ παρὰ τὸ ἐρίφῳ αὐτὸν συνανατραφῆναι
ε 988
Εἴργω ·. ἢ ἐπειδὴ ἀντιπαράκειται τῇ ὀργῇ· ἡ γὰρ ὀργὴ εἴργει τινὰ τοῦ καλῶς βουλεύεσθαι
ε 989
Εἴρερος · ἡ δουλεία· ἡ εἴργ ουσα ἢ ἡ ἔρια ποιοῦσα ἐργ άζ εσθαι
ε 990
Εἴρερος · ἡ δουλεία· παρὰ τὴν ἔραν, τὴν γῆν· ἡ περὶ τὴν γῆν δουλεία. ἢ παρὰ τὸ ἔριον ἔρος καὶ ἐν διπλασιασμῷ καὶ πλεονασμῷ τοῦ ι ἔρερος καὶ εἴρερος. ἢ παρὰ τὸ τείρω τείρερος καὶ ἀποβολῇ τοῦ τ εἴρερος. ἢ παρὰ τὸ εἴρω τὸ λέγω, εἴρερος διπλασιασμῷ καὶ κατὰ ἀντίφρασιν ὁ παραιρούμενος τὸ λέγειν μετὰ παρρησίας· δεδειπλασίασται δὲ ὡς τρόμος τέτρομος, κραγμός κεκραγ μ ός. ἢ παρὰ τὸ εἴργειν καὶ τὸ εἴρειν εἴργερος, ὁ εἴργων τὸ εἴρειν· δούλων γὰρ οὐκ ἔστι τὸ παρρησιάζεσθαι. ἢ παρὰ τὸ ἔρρειν ἔρρερος καὶ εἴρερος
ε 991
Εἴρερος θ · ἡ δουλεία· παρὰ τὸ ἔρρειν καὶ φθείρεσθαι ἐν αὐτῇ καὶ πλεονασμῷ τοῦ ι καὶ τοῦ ε · ἔρρω καὶ ἔρρος καὶ ἔρερος καὶ εἴρερος. καὶ Ὅμηρος θ εἴρερον εἰσανάγουσα“
ε 992
Εἴρερος · ἡ δουλεία· παρὰ τὸ τείρειν· ἢ ὅτι τοῦ ἔρειν, τὸ λέ γειν, ἢ εἴργειν, ὅ ἐστι κωλύει. ἢ καὶ ἐπὶ μὲν ἀρρένων παρὰ τὸ ἔραν ἐργάζεσθαι ἐπὶ δὲ θηλειῶν διὰ τὰ ἔρια
ε 993
Εἰρεσία · ἐκ τοῦ ἐρέσσω
ε 994
Εἰρεσιώνη · δάφνη· ἀπὸ τοῦ αἴρεσθαι. ἢ. Γεωργίου
ε 995
Εἰρεσιώνη · πλέγμα ἀπὸ ἐρίων συναναπεπλεγμένον κλάδῳ ἐλαίας, ἅπερ ἐτίθεσαν τῷ Ἀπ όλ λωνι· γίνεται δὲ παρὰ τὸ ἔριον πλεονασμῷ τοῦ ι ἢ ἐκ τοῦ ἐρέφεσθαι, τὸ σκέπεσθαι
ε 996
Εἴρετο · ἔστι παρατατικὸς παθητικὸς τρίτου προσώπου τῶν ἑνικῶν, οὗ τὸ θέμα εἴρω, τὸ σημαῖνον τὸ λέγω· ἐντεῦθεν γέγονε καὶ Εἴρων, τὸ κύριον ὄνομα, καὶ μει ράκιον, τὸ ἐπι τήδειον τοῦ λαλ εῖν τρανῶσ
ε 997
Εἴρην · ὄνομα ἡλικίας παρὰ τὸ εἴρειν, τὸ λέγειν· ὁ ἤδη λέγων καὶ δημη γορῶν. καὶ γὰρ τὰς ἐκκλησίας Ὅμηρος εἴρας προσηγόρευσε Σ εἰράων προπάροιθε καθήμενοι“, ἵνʼ ᾖ εἴρην ὁ αὐτὸς τῷ μειρακίῳ
ε 998
Εἰρήνη · παρὰ τὸ εἴρω, τὸ λέγω· ἡ πανταχοῦ λαλουμένη. ἢ παρὰ τὸ εἴρω, τὸ συμπλέκω
ε 999
Εἰρήνη · παρὰ τὸ ἠρεμεῖν τὸν νοῦν
ε 1000
Εἰρηνόδοτος · ὁ τὴν εἰρήνην διδούς
ε 1001
Εἰρηνῶ · τὸ εἰρηνοποιῶ. μεσίτης, ὁ εἰρηνοποιός
ε 1002
Εἱρκτή · φυλακή· ἐκ τοῦ εἵργω, τὸ κωλύω, οὗ ὁ μέλλων εἵρξω καὶ εἱρκτή. Ὁμήρου
ε 1003
Εἰροκόμῳ Γ · ἐρίων ἐπιμελουμένῃ, ἐριουργῷ· εἴρια γὰρ τὰ ἔρια
ε 1004
Εἰροπόκοις Ε · ἐρίων πόκους ἐχούσαις. πόκοι δὲ εἴρηνται παρὰ τὸ πέκειν, ὅ ἐστι ξαίνειν
ε 1005
Εἰρύαται · ἑλκυσμέναι εἰσί
ε 1006
Εἰρυκέναι τὸ ξίφος · ἐκ τοῦ ἐρύω, τὸ ἕλκω
ε 1007
Εἵρω ·. ἀφʼ οὗ καὶ εἱρμός καὶ ὅρμος. τὸ δὲ ὅρμος ἐκ τοῦ εἵρω εἷρμος ἕρμος καὶ ὅρμος κατὰ τροπὴν τοῦ ε εἰς ο · σημαίνει δὲ τὸν περιτραχήλιον κόσμον· ὅθεν καὶ δασύνεται. τὸ Εἴρω σημαίνει δ· εἴρω, τὸ τύπτω, ἐξ οὗ καὶ εἴρ ειν ἐστί, τὸ τύπτειν· εἴρω, τὸ λέγω, ἐξ οὗ καὶ εἰρήνη καὶ εἰρωνεία· εἵρω, τὸ συμπλέκω, ἐξ οὗ καὶ εἱρμός· εἴρω, τὸ κουφίζω, ἐξ οὗ καὶ ἀειρόμενος, ὁ κουφιζόμενος
ε 1008
Εἴρω · τὸ συμπλέκω, διὰ τῆς ει διφθόγγου, διότι ἀνεφάνη τὸ ε καὶ ἐν τῷ εἱρ μόσ. ὁμοίως καὶ εἴρ ω τὸ λέγω, διὰ τῆς ει καὶ αὐτό· κ αὶ γὰρ ἀνεφάνη τὸ ε ἐν τῷ ἐρῶ μέλλοντι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1009
Εἰς αὔραν · εἴσ πρόθεσις, αὔ ρα ὄνομα· γίνεται παρὰ τὸ α ὔω, τὸ πνέω· νῦν δὲ σημαίνει τὴν γα λήνην
ε 1010
Εἷς · διὰ τῆς ει διφθόγγου τὸ ὄνομα· τὰ γὰρ εἰς εις ἔχοντα οὐδέτερον εἰς εν διὰ τῆς ει διφθόγγου γράφεται, οἷον χαρίεις χαρίεν, ἀστερόεις ἀστερόεν. οὕτως οὖν καὶ εἷς ἕν
ε 1011
Εἷσ · διὰ τί τὸ εἷς περισπᾶται καὶ οὐκ ὀξύνεται; ἵνα μὴ ἀνα δέξη ται παρασχηματισμὸν οὐδετέρου. καὶ διὰ τί οὐ βαρύνεται; ἐπειδὴ οὐδὲν μονοσ ύλλαβον κατʼ ἰδίαν βαρύνεται. διφο ρεῖται δὲ τὸ εἷς· διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ η παρὰ Δωριεῦσιν, ὡς τὸ χαρίεις χαρίης
ε 1012
Εἷς · παρὰ τὴν ἕσιν καὶ ἄφεσιν τοῦ μεμονωμένου ἀριθμοῦ, ἢ παρὰ τὸ . τὸ ἀπολελυμένον καὶ μεμονωμένον
ε 1013
Εἷς · περισπᾶται διότι μονοσύλλαβόν ἐστι· τὰ δὲ μονοσύλλαβα ἢ ὀξύνονται ἢ περισπῶνται
ε 1014
Εἵς · ἡ μετοχὴ διὰ τῆς ει διφθόγγου· ἐξ ἧς τὸ ἀφείς ἀφέντος· τὰ γὰρ εἰς εις ἔχοντα τὴν γενικὴν διὰ τοῦ εντος ἐκφερομένην διὰ τῆς ει διφθόγγου γράφεται, οἷον τυφθείς τυφθέντος, νυγείς νυγέντος, τυπείς τυπέντοσ · οὕτως καὶ εἵς ἕντος καὶ ἀφείς ἀφέντοσ
ε 1015
Εἵς · διὰ τῆς ει · δεῖ γινώσκειν ὅτι τὸ εἵς ἡ μετοχή, ἐξ οὗ τὸ ἀφείς ἀφέντος, διὰ τῆς ει γράφεται· τὰ γὰρ εἰς εις ἔχοντα τὴν γενικὴν διὰ τοῦ εντος διὰ τῆς ει γράφεται, οἷον τυφθείς τυφθέντος, νυγείσ νυγέντος, δαρείς δαρ έντοσ
ε 1016
εἰσεφθάρη, εἰσεπήδ ησεν εἰσῆ λθεν
ε 1017
Εἰσηγητής · διδάσκαλος, πρόξενος· παρὰ τὸ εἰσ άγειν
ε 1018
Εἰσί · ῥῆμα ἀριθμοῦ πληθυντικοῦ, χρόνου ἀορίστου, τρίτου προσώπου, συζυγίας πρώτης τῶν εἰς μι · ἀπὸ τοῦ ἴημι ἴ σι καὶ συγκ οπῇ τοῦ ι καὶ καταβιβάσει
ε 1019
Εἰσίθμη · εἴσοδος· ἀπὸ τοῦ εἰσ ιέναι
ε 1020
Εἰσόκεν · τρία μέρη λόγου εἰσίν· εἴς πρόθεσις, ὅ ἄρθρον ἀναφορικὸν καὶ τοῦ κέ σύνδεσμος. ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν
η 293
ήκειν · διὰ τῆς ει · περὶ δὲ τῆς ἀρχούσης ὁ λόγος. κατὰ δὲ τὴν λήγουσαν ὥσπερ ὁ ὑπερσυντέλικος ἐνεργητικὸς καὶ ὁ μέσος, οἷον ἐτετύφειν ἐπεποιή κειν ἐγεγρ άφειν ἐν ενο ήκειν ἐλελοίπειν ἐ πε ποι ήκειν καὶ εἴ τι ὅμοιον. κατὰ δὲ τὴν ἄρχουσαν διὰ τῆσ ει ἐπειδὴ ἀπὸ τ οῦ ἕ στ ηκα γέγονεν ἑστήκειν, ὥσπερ καὶ ἀπὸ τοῦ ἔσταλκα ἐ στ άλκειν, καὶ πλεονασμῷ τοῦ ι εἱστήκειν. ἐπλεόνασε δὲ τὸ ι διʼ αἰτίαν τοιαύτην· ἔστιν ὁ ἐνεστὼς ἑστήκω ἑστ ήκεις ἑστήκει, ἐξ οὗ καὶ ἑστήξω ὁ μέλλων καὶ ὁ π οιητής ἑστήξειν δὲ τὸ τεῖχος ἐπαρ ἐπʼ ἀρχαίοισι θεμέθλοισ“· εἰ ἐγίνετο οὖν ὁ ὑπερσυντέλικοσ ἑστήκειν, ἔ με λλ ε συνεμπί πτει ν κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ ἐ νεστῶτι · τούτου χάριν προσλαμβάνει τὸ ι ἵνα μὴ συνεμπέσῃ αὐ τῷ
ε 1021
Εἱστιακότες · ἐκ τοῦ ἑστία, ὃ σημαίνει τὴν οἰκίαν
ε 1022
Εἶτα · σύνδεσμος τακτικὸς καὶ ἀριθμητικός
θ 279
θα · διὰ τῆς ει · ἀνε φάνη γὰρ τὸ ε ἐν τῷ ἔθος καὶ ἐν τῷ ἔωθα· οἱ γὰρ Αἰ ολεῖς τὸ εἴωθα ἔωθα λέγουσι. γέγονε δὲ παρὰ τὸ ἔθω τὸ ἐξ ἔθους τι πράττω, ἐξ οὗ τὸ ἔθων, οἷον Ι ἔθων Οἰνῆος ἀλωήν“
θ 280
θα · ἐκ τοῦ ἔ θω ὁ μέσοσ παρακείμενος εἶθα καὶ πλεονασμῷ τοῦ ω εἴωθα
ε 1023
Ἑκαέργη · ἡ Ἄρτεμις· παρὰ τὸ ἑκ ὰσ εἴργειν· τοξότ ισ γὰρ ἦν
ε 1024
Ἑκάεργος · ὁ Ἀπόλλων, ὁ τοξότης· ὁ ἑκατέρωθεν εἵργων τοὺς πολεμίους· ἢ ἑκάεργος ὁ πόρρωθεν ἐργαζόμενος
ε 1025
Ἐκάη Α · παρὰ τὸ καίω ὁ δεύτερος ἀόριστος ἔκαον καὶ ἐκάην ὁ παθητικός
ε 1026
Ἐκάθησεν · παρὰ τὸ καθῶ καθήσω ἐκάθησα. ἐκ ά θι σε δὲ ἐκ τοῦ καθίζω· τὸ δὲ καθίζω ἐκ τῆς κατά προθέσεως καὶ τοῦ ἵζω ῥήματος· διὰ τοῦ ι γράφεται
ε 1027
Ἑκάλη · ἡ πρὸς ἑαυτὴν καλοῦσα· ἔχε γὰρ τέγος ἀκλήϊστον“
ε 1028
Ἐκάπυσσεν Χ · ἐξέπνευσεν· κάπω ἐστὶ ῥῆμα δηλοῦν τὸ πνέω, ἔνθεν καὶ κᾶπος, ὁ κάθυγρος τόπος, καὶ κῆπος
ε 1029
Ἕκαστον ·. διὰ τί διασύνεται; τὸ ε πρὸ τοῦ κ δασύνεται
ε 1030
Ἕκαστος · ὁ καθεῖς, καθʼ ἕνα ἰδίᾳ πάντες
ε 1031
Ἕκαστος · παρὰ τὸ ἑκάς ἕκαστος, ὁ μὴ πέλας, ὁ οἷον κεχωρισμένος καὶ μὴ συλλήβδην ὢν πρὸς ἕτερον· ἐπιμερίζοντες γὰρ τὸ πλῆθός φασιν ἑκάτερος ἕκαστος
ε 1032
Ἕκαστος · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐπιμεριζομένου. ποσαχῶς ἐπιμερίζονται τὰ ἐπιμεριζόμενα
ε 1033
Ἑκάστοτε · ἐπίρρημα· παρὰ τὴν ἑκάστου γενικὴν παραγώγως ἑκάστοτε, ὡς ἄλλος ἄλλοτε
ε 1034
ἕκαστος διαφέρει· τὸ μὲν ἑκάτερος ἐπὶ δυοῖν, τὸ δὲ ἕκαστος ἐπὶ πολλῶν
ε 1035
ἕκαστος · τὰ ἐπιμεριζόμενα· παρὰ τὸ ἑκάς συγκριτικῷ τύπῳ ἑκάτερος καὶ ἐν ὑπερθέσει ἕκαστος, ὡς ἡδύτερος ἥδιστος ὠκύτερος ὤκιστος
η 294
ης · ὁ τοξότης· παρὰ τὸ ἑκάς καὶ τὸ βέλος ἑκαβελέτης καὶ τοῦ τη πλεονάσαντος ἑκ ατηβελέτης, ὡς ἔτυμ ον ἐτήτυμον. ἀναπλάττουσι γάρ τι νεσ ὡς ἑκατὸν βέλεσιν τὴν Δελφὺν ὁ Ἀπόλλων ἀπέκτει νεν. οὐκ ἔστιν οὖν παρὰ τὸ ἑκατόν, ἀλλὰ παρὰ τὸ ἑκάς· ὅθεν καὶ ἑκάεργος καὶ ἑκηβόλος, ὃ δὴ καὶ ἑκατηβόλος λέγεται. ἢ ἀκατόβελος παρὰ τὸν ἄκατον
ε 1036
Ἑκάτη ·. ἡ αὐτὴ ἡ Εἰλείθυια, ἐπεὶ γενέσεώς ἐστιν ἔφορος· Ἄρτεμις δέ, ἐπεὶ σύνεστιν ἡμῖν ἀρτεμεῖς καὶ ὑγιεῖς ποιοῦσα
ε 1038
Ἑκατομβαιών · ἔστι δὲ μὴν παρὰ τοῖς Ἀθηναίοις Κρονίων πρότερον καλούμενος ἀπὸ τῆς γινομένης τῷ Κρόνῳ θυσίας. Ἑκατομβαιὼν δὲ ὠνο μάσθη διὰ τὰς τοῦ Ἀπόλλωνος θυσίας· θύουσι γὰρ αὐτῷ Ἑκατομβοίῳ, τουτέστι πολυτιμήτῳ, μᾶλλον δὲ ἑκατὸν βόας ἐχομένῳ
ε 1039
Ἑκατόμβη · θυσία· τὸ μὲν ἑκατόν σημαίνει τὸ μέγα καὶ πολύ, τὸ δὲ βοιόν τὸ τίμιον, ὡς καὶ ἐπὶ τῶν παρθένων τὸ Σ ἀλφεσίβοιαι“. λέγεται δὲ ἑκατό μβη οὐχ ἡ ἑκατὸν βοῶν ἀλλὰ καὶ ἡ ἐξ ἄλλων ἱερείων· Δ ἀρνῶν εἰ πρωτογόνων ῥέξειν κλειτὴν ἑκατό μβην “
ε 1040
Ἑκατόμβοιος · οἱ μὲν πολύτιμος καὶ μεγαλότιμος, οἱ δὲ περισσὸς τιμῇ. ἀπὸ τῆς βοός· πρὸς γὰρ τὰς βοῦς τὰ ὤνια ἦν, ὡς ἐπὶ λέβητος Ψ τὸν δὲ δυωδεκάβοιον“. τινὲς δὲ ὅτι ἐν Ἑκατομβαιῶνι μηνὶ πολλὰς θυσίας ἐποίουν Ἀθηναῖοι
ε 1041
Ἑκατόν · ὁ ἀριθμός· παρὰ τὸ ἔχω ἐχατόν καὶ τροπῇ ἑκατόν· ὡς γὰρ οἱ ἐπὶ πέρας ὁδοῦ ἐ ρχόμεν οι, οὕτω καὶ οἱ ἐπὶ πέρας ἀριθμοῦ ἐρχόμενοι ἐπέχονται. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1042
Ἐκ βαθέων · ἡ εὐθεῖα τὸ βαθύ. πόθεν γίνεται; παρὰ τὸ βίᾳ θύειν· ἢ παρὰ τὸ θύω, τὸ ὁρμῶ, θ ύσ ω, ἀ ποβ ολῇ τοῦ ω θύς καὶ μετὰ τοῦ στερητικοῦ α ἀθύς, ἐν ᾧ τις τρέχειν οὐ δύναται, καὶ πλεονασμῷ τοῦ β βα θύ σ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1043
Ἐκ δεξιῶν · ἐπίρρημα τοπικόν. τὸ ω μέγα. διὰ τί
ε 1044
Ἔκδικος · ὁ ἄδικος, ὁ ἔξω τοῦ δικαίου
κ 944
κεῖ · ἐπίρρημα τοπικόν
ε 1045
ἐκεῖσε διαφέρει· τὸ μὲν ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε τὸ εἰς τόπον. οὕτως ἐροῦμεν· ἐκεῖ κατέλαβον αὐτόν“ καὶ ἐκεῖσε πορεύσομαι“
ε 1046
Ἐκεῖθεν · παρὰ τὸ ἐκεῖνοθεν συγκοπῇ ἐκεῖθεν· τὸ δὲ ἐκεῖθι ἐκ τοῦ ἐκείνοθι, καὶ τὸ ἐκεῖσε ἐκ τοῦ ἐκείνοσε
ε 1047
Ἐκεῖθεν · συγκοπῇ παρὰ τὸ ἐκείνοθεν· οὐδὲν γὰρ τῶν εἰς θεν τῇ ει παραλήγεται διφθόγγῳ
ε 1048
Ἐκεῖνος · ἀντωνυμία παράγωγος τρίτου προσώπου τῶν ἑνικῶν πτώσεως εὐθείας· παρὰ τὸ ἑκάς ἐπίρρημα
ε 1049
Ἐκεῖνος · ἡ ἀντωνυμία· παρὰ τὸ ἑκάς ἐπίρρημα, ὃ σημαίνει τὸ πόρρω· τὴν γὰρ πόρρω δεῖξιν σημαίνει. καὶ οἱ Δωριεῖς κῆνος αὐτήν φασι, καὶ τὴν τῆνος ἀντιδιαστέλλοντες διαστέλλοντες αὐτὴν ἐπὶ τῆς πλησίον δείξεως παραλαμβάνουσιν αὐτήν. εὑρίσκεσθαι μέντοι φησὶν Ἀπολλώνιος καὶ τὴν τῆνος ἐπὶ τῆς πόρρω δείξεως
ε 1050
Ἔκηα Α · ἀορίστου πρώτου· ἔστιν ἀόριστος πρῶτος ἔκ αυ σα, ἐκθλίψει τοῦ ς καὶ ἀποβολῇ τοῦ υ ἔκαα, καὶ τροπῇ τοῦ α εἰς η ἔκηα
ε 1051
Ἔκηα · ἔκαυσα, ἐκβολῇ τοῦ υ καὶ τοῦ ς καὶ τροπῇ τοῦ α εἰς η ἔκηα
ο 422
οὕ τωσ Ἀπόλλων, ὅτι ὁ αὐτὸς ἐστὶ τῷ ἡλίῳ καὶ τὰς ἀκ τῖνασ ἕκαθεν β άλλει, ἢ ὅτι ἑκατὸν βέ λη ἐ παφῆκε τ ῷ Δελ φύ νῃ
ε 1053
Ἐκίσσησε ·. ἐκ τοῦ κίττα κιττᾶν λέγουσιν, ὅταν ἐν γαστρὶ ἔχουσα γυνὴ περὶ τὸν δεύτερον καὶ τρίτον μῆνα ὀρέγηται ἀτόπων καὶ δεινῶν, οἷον ὀστράκων ἢ λίθων ἢ ὀμφάκων. γίνεται δὲ ἀπὸ τῶν μοχθηρῶν τῆς μήτρας ἀτμῶν φερομένων ἐπὶ τὸν στόμαχον
ε 1054
Ἐκκαθαριεῖ · καθαρίζω καθαρίσω καθαριῶ· τοῦτο ἐκ τοῦ καθαρός· τοῦτο ἐκ τῆς κατά προθέσεως καὶ τοῦ θαρρῶ· ὁ γὰρ καθαρὸς καταθαρρεῖ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1055
Ἐκκενοῦτε · ἐκ τοῦ κενῶ· τοῦτο παρὰ τὸ χέω χενός καὶ κενός. Ὠρίωνος
ε 1056
Ἐκκλησία · διὰ τὸ ἐκκλησιάζεσθαι ἤγουν συνάγεσθαι· ἐκκλησία γὰρ ἡ συναγωγὴ καὶ ἡ βουλὴ τῶν ἀνδρῶν. ἢ διὰ τὸ ἐκλελεγμένον εἰς ἕν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1057
Ἐκκλησία · ἐκ τοῦ καλῶ καλέσω καλεσία καὶ ἐκκλησία. ἐκκλησία συνόδου διαφέρει· ἐκκλησία μέν ἐστιν, ἐν ᾗ πάντες ἐκεῖσε συνάγονται· σύνοδος δὲ. πόθεν Ἐκκλησία; παρὰ τὸ κλῶ κλήσω κλησία καὶ μετὰ τῆς ἔξ προθέσεως ἐκκλησία
ε 1058
Ἐκκλησιάσας · συνωθήσας, συναγωγὴν ποιήσας. καὶ παρὰ Ἀθηναίοις ἡ ἐκκλησία τὸ ἄθροισμα, παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτῇ
ε 1059
Ἐκλογεῖον · ἡ ἐκλογάς
ε 1060
Ἐκμαγεῖον · ἡ φαντασία, φησὶν ὁ Πλάτων διὰ τὸ ἐκμάττεσθαι καὶ ὑποσυλᾶν τὰ εἴδη ἀπὸ τῆς ὕλης
ε 1061
Ἐκμαγεῖον · τὸ ἀντίτυπον
ε 1062
Ἐκ μέσου · ἔξω τοῦ μέσου· ἡ γὰρ ἔξ πρόθεσις τὸ ἔξω δηλοῖ. ὁμοίως καὶ τὸ ἐκποδών
ε 1063
Ἐκόκκυσεν · ζήτει ὄπισθεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1064
Ἐκολλήθη · παρὰ τὸ κολλῶ δευτέρας συζυγίας τῶν περισπωμένων· τοῦτο παρὰ τὸ κόλλα· τοῦτο παρὰ τὸ κεκομμένην οὖσαν εἰς οὐλότητα μετελθεῖν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1065
Ἐκόπασεν · ἀντὶ τοῦ ἔπαυσεν· γίνεται δὲ ἐκ τοῦ κοπάζω. τοῦτο παρὰ τὸ κόπος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1066
Ἑκουσίως · ἐκ τοῦ ἑκούσιος· τοῦτο παρὰ τὸ ἑκών. διὰ τί ὀξύνεται; ζήτει
ε 1067
Ἔκπλαγος · ὁ καταπληκτικός· παρὰ τὸ πέλαγος· φοβερὸν γάρ
ε 1068
Ἔκπωμα · τὸ ποτήριον· παρὰ τὸ ἐκπιεῖν ἢ διὰ τὴν κοιλότητα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1069
Ἐκρεμάσαμεν · ἐκ τοῦ κρεμῶ δευτέρας συζυγίας τῶν περισπωμένων. ἔστι δὲ καὶ κρέμημι, ἐξ οὗ καὶ τὸ Ο ἐκ ρέμω ὑψόθεν“. γίνεται δὲ ἐκ τοῦ ἐκρεμάμην ἐκρέμασο, ἀποβολῇ τοῦ ς ἐκρέμαο καὶ κράσει ἐκ ρέμω
ε 1070
Ἔκριζον · ἀπὸ ῥιζῶν τὴν ἁμαρτίαν καταβάλλων· ἐπιρρηματικῶς δέ
ε 1071
Ἐκσκέπτωρ · νοτάριος
ε 1072
Ἐκσκουβίτωρες · τῶν παρεξόδων τοῦ παλατίου ὑπάρχουσι φύλακες
ε 1073
Ἐκ σοῦ · πόθεν γίνεται; ἐκ τῆς ἔκ πρόθεσις καὶ τῆς σοῦ ἀντωνυμίας· σημαίνει δὲ τὸ ἀπὸ τῆς σῆς σαρ κός. ἐξ οὗ δὲ σημαίνει τὸ ἀφʼ οὗ χρόνου. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου ἐκσπασθῆναι · ἐκ τῆς ἔξ προθέσεως καὶ τοῦ σπῶ
σ 445
σις · γίνεται παρὰ τὸ σ τάσις· τοῦτο παρὰ τὸ ἵστημι· τοῦτο παρὰ τὸ στῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1074
Ἐκτίλαι · ἐκ τοῦ τίλλω, ἐπειδὴ κ τίλοσ λέγεται ὁ κριός· καὶ γίνεται ἐκ μεταφορᾶς τοῦ κ ριοῦ καὶ σημαίνει τὸ ξηραίνω. ἢ ἐκ τοῦ τείνω, τὸ τανύω· ὁ γὰρ ξαίνων τείνει
ε 1075
Ἔκτισις · τὰ δύο ιι ι · παρὰ τὴν ἔκ πρόθεσιν
ε 1076
Ἔκτοτε · ζήτει εἰς τὸ Τότε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1077
Ἐκ τοῦ κλίτουσ σου · πόσα σημαίνει; γ· τὴν συνέλευσιν καὶ τὴν συνάθρ οισιν, καὶ γίνεται παρὰ τὸ κλῶ, τὸ καλῶ, ὡς τὸ σήμερον τὸ κλῆτος τῶν θείων πατέρων“· καὶ διὰ τοῦ ι τὸ μέ ρ ος τῆς οἰκίας, τὸ καλούμενον πρόσκλιτ ον, ὡς τὸ ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου“· καὶ τὸν εὐώνυμον τόπον, ὡς τὸ πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάσ“. ἔστι δὲ καὶ ἀρσενικὸν διὰ διφθόγγου ὅπερ καὶ ὀξύνεται
ε 1078
Ἔκτρωμα · τὸ ἐκ τῆς μήτρας ἀτελὲς ἐξιὸν ἀμβλωθρίδιον. Χ
ε 1079
Ἐκτύπωμα · ἐκσφράγισμα· ἐκ τοῦ ἐκμάσσω ῥήματος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
η 295
ἡ ἔξ πρόθεσις μετὰ γενικῆς ἀεί
ε 1080
Ἐκφάντορες · κυρίως λέγονται οἱ τῶν μυστηρίων τὰ ἄρρητα σαφηνίζοντες συμβολικῶς
δ 652
διαφέρει· ἐκώκυσε μὲν τὸ ἐθρήνησεν ἐπὶ ἀνθρώπου, ἐκόκκυσε δὲ ἐπὶ ὀρνέου, ἐξ οὗ καὶ κόκκυξ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1081
Ἐλατή · παρὰ τὸ ἐλῶ ἐλάσω, ἤλακα, ἤλασμαι, ἤλασται, ἤλαται, ἐλατή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1082
Ἐλαττῶ · ἐκ τοῦ ἐλάττων· τοῦ το παρὰ τὸ ἐλαχύς, ἐλαχύτερος, ἐ λαχί ων, ἐλάσσων καὶ ἐλάττων
ε 1083
Ἔλαφοσ ·. ἢ ὅτι τὸ κέρας αὐτοῦ θυμιώμενον ἐλαύνει τοὺς ὄφεις· ἢ διὰ τὴν κουφότητα καὶ τὸ τάχος, ἐλαφρός τις ὤν. ἔλαφος ἀπὸ τοῦ ἕλκειν τοὺς ὄφεις· τάχα δὲ ὅτι ἐλαφρά ἐστιν
ε 1084
Ἔλαφος · ἔλοφός τις οὖσα παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις· ἢ ὁ ἐν ἕλει τὰς διατριβὰς ἔχων· ἢ ἀπὸ τοῦ ἐλλός, τὸ ἔλαφος, παρήχθη παραγ ώγ ως ἔλ α φος, ὡς κ όρ σ η κό ρ σαφος καὶ ἐν ὑ περβιβασμῷ καὶ τροπῇ τοῦ ς εἰς τ κρό τα φος. οὕτως οὖν ἔλαφοσ
ε 1085
Ἐλεγεῖα · τὸ μέτρον · καὶ ἀρσενικῶς ἔλεγος. ἢ ὅτι ἐπιλέγεται τῷ ἑξαμέτρῳ τὸ πεντάμετρον· ἢ παρὰ τὸν ἔλ εον καὶ τὸν γόον · οἱ δὲ παρὰ τὸ λέγεσθαι ἐπὶ τῶν θανόντων· εἰς ἐπικήδεια γὰρ ἐγράφοντο· Δημολέων δὲ ἐν τῷ Περὶ μέτρων παρὰ τὸ εὖ λέγειν τοὺς τε θνεῶτας ἢ παρὰ τὸν ἔλεγον, τὸν θρῆνον· Δίδυ μ ος δὲ ὅτι διὰ τ οῦ το τῷ ἡ ρώῳ αὐτῷ ἐπῇδον ὡς πεντάμετρον λεγόμενον τῷ ἡρώῳ μιμούμενοι τὴν τ ῶν ἀπο θ ν ησκόντων ἀπόπαυσιν· ἐπὶ γὰρ μόνοις νεκροῖς πάλαι ᾔδετ ο. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου ἐλ εγ μός · παρὰ τὸ ἐλέγχω· τοῦτο παρὰ τὸ ἔλεγχος
ε 1086
Ἔλεγος · καὶ ἐλεγεῖον τὸ τοιόνδε μέτρον καὶ θρῆνος· ὁ τοῖς τε θνεῶσιν ἐπιλεγόμενος· ὑποτάττεται δὲ τῷ ἡρῴῳ. εἴρηται παρὰ τὸ ἒ ἔ σχετλιαστικὸν ἐπίρρημα καὶ τὸ λέγειν
ε 1087
Ἔλεγος · ὁ θρῆνος, διὰ τὸ διʼ αὐτοῦ τοῦ θρήνου εὖ λέγειν τοὺς κατοιχομέ νουσ. εὑρετὴν δὲ τῆς ἐλεγείας οἱ μὲν τὸν Ἀρχίλοχον, οἱ δὲ Μίμνερμον, οἱ δὲ Καλλῖνον παλαιότερον. καὶ πεντάμετρον τῷ ἡρωϊκῷ συνῆπτον οὐχ ὁμόδρομον τῇ τοῦ προτέρου δυνάμει, ἀλλʼ οἷον συ νεκπνέοντα καὶ συναποσβεννύμενον ταῖς τοῦ τελευτήσαντος τύχαισ
ε 1088
Ἔλεγος · ὁ θρῆνος, διὰ τὸ διʼ αὐτοῦ τοῦ θρήνου εὖ λέγειν τοὺς κατοιχομένους. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου · ἀπὸ τοῦ ἐλεῶ· τοῦτο παρὰ τὸ ἔλεος· τοῦτο δὲ παρὰ τὸ ἕλω, τὸ λαμβάνω
ε 1089
ἐλήφθη · τὸ πρῶτον, τὸ ἐπὶ τῆς ἐλλείψεως, διὰ τοῦ ει · τὸ δεύτερον, τὸ ἐπὶ τῆς καταλήψεως, διὰ τοῦ η
ε 1090
Ἐλεοί · ἢ οἱ ἀπὸ τῆς πιμελῆς ἠλαιωμένοι ἢ οἱ ἐξ ἑλείων ξύλων κατεσκευασμένοι
ε 1091
Ἐλεοῖσι Ι · μαγειρικοῖς τραπεζίοις
ο 423
ον αὐτῶν · ὁ ἔλεος ἀρσενικῶς. ἰστέον ὅτι τὸ Ἔλεον καὶ κρίσιν καὶ τὸ Ἔλεον αὐτῶν ἔμπροσθεν δεῖ γράφεσθαι μικρόν τι
κ 945
κρίσιν · ἡ εὐθεῖα ἔλεος· γίνεται δὲ παρὰ τὸ ἕλω, τὸ λαμβάνω, ἔλος ἔλεος· πέφυκε δὲ τὸ ε πλεονάζειν ἐν τοῖς ὀνόμασιν, οἷον στερός στερεός
θ 281
θέρα · παρὰ τὸ ἐλεύθειν οὗπερ ἂν ἐθέλῃ τις
ε 1092
Ἐλευθερία · ἀπὸ τοῦ ἐᾶν ἐλεύθεσθαι, ὅ ἐστιν ἔρχεσθαι, ὅπου βούλεται
ε 1093
Ἐλευσίσ ·. καὶ ἐν Ἐλευσῖνι ἔμεινεν, ὅθεν καὶ ὁ τόπος Ἐλευσίν καὶ ὁ ἀγὼν τὰ Ἐλευσίνια ἀρχαιότατος. γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τῶν δικαταλήκτων· ἡ Ἐλευσίς γὰρ καὶ ἡ Ἐλευσίν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1094
ἐκ τοῦ ἐλεφάντινον· τοῦ το ἐκ τοῦ ἐλέφας
ε 1095
Ἐλέφασ ·. ἢ παρὰ τὸ λευκός γίνεται λεύκας καὶ λέκας, καὶ τροπῇ τοῦ κ εἰς φ λέφας, καὶ πλεονασμῷ τοῦ ε ἐλέφας· πάνυ γὰρ λευκὸν τὸ ὀστοῦν αὐτοῦ. ἢ ἀπὸ τοῦ ἐλίσσω ἐλίξω γίνεται ἐλίφας καὶ ἐλέφας, ὁ εἰλιγμένην ἔχων ῥῖνα. ἢ παρὰ τὸ ἐλεφαίρω, τὸ βλάπτω· βλαπτικὸν γὰρ τὸ ζῶον
β 410
Β · παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν καὶ βλάπτειν τοὺς πολεμίους
τ 280
τὸ θερ μόν· π αρὰ γὰρ τὴν ἕλ ην
ε 1096
Ἐληλύθειν · ἐλεύθω, ὁ μέλλων ἐλεύσω, ὁ παρακείμενος ἤλευκα καὶ ἐλήλυκα, ὁ μέσος ἤλευθα καὶ ἐλήλυθα, ὁ ὑπερσυντέλικος ἠλεύθειν καὶ ἐληλύθειν
ε 1097
Ἑλίκη · ἡ ἄρκτος· ἀπὸ τοῦ ἐν ἑαυτῇ εἱλεῖσθαι· περιγράφει γὰρ τὸν ἀρκτικὸν κύκλον
ε 1098
Ἑλίκωπεσ ·. αἱ δὲ δύο ἄρκτοι ἀνὰ ἑπτὰ ἀστέρας ἔχ ου σιν, ἥ τε μεγάλη ἐπὶ τὸν βορρᾶν ἥ τε μικρὰ ἐπὶ τὸν νό τον
ε 1099
Ἑλίκωψ · ὁ μεγαλόφθαλμος, ἢ μελανόφθαλμος, ἢ εὐόφθαλμος καὶ μελανὰς τὰς κόρας τῶν ὀφθαλμῶν ἔχων, ἀφʼ οὗ εὐπρεπής· ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ἢ οἱ ἑλικοειδῶς κινοῦντες τοὺς ὦπας, ἤγουν τοὺς ὀφθαλμούς, εὐειδεῖς
ε 1100
Ἐλινύειν · ἀργεῖν· διὰ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι. Γεωργίου
ε 1101
Ἐλινύω · τὸ ἡσυχάζω· διὰ τοῦ ι. ζήτει
ε 1102
Ἕλιξ · ἕλικος· τὸ κλῆμα. καὶ ἕλιξ ὁ τῆς ἀμπέλου κλάδος
ε 1103
Ἕλιξ · ἕλικος· τὸ ψέλιον ἤτοι τὸ σχολαρίκιον· ἢ τὸ κλῆμα· ἢ ὁ τῆς ἀμπέλου κλάδος
ε 1104
Ἕλιξ · τὸ τῆς ἀμπέλου νευρῶδες ἔκφυμα, ᾧ ἐπιλαμβάνεται τῆς χάρακος ἡ ἄμπελος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1105
Ἑλίξεις · παρὰ τὸ ἑλίσσω
ε 1106
Ἕλκος · ἀπὸ τοῦ μετὰ τρῶσιν ἕλκεσθαι τὸ σῶμα
ε 1107
Ἕλκος · παρὰ τὸ συνέλκεσθαι τῷ δέρματι
ε 1108
Ἑλκῶ · ἥλκουν, ἐξ οὗ καὶ ἡλκωμένος διὰ τοῦ η. πόθεν Ἕλλη ν; παρὰ τὸ Ἑλλ άς, ὃ σημαίνει τὴν πόλιν. Ἑλλὰ ς δὲ εἴρη ται ἀπὸ Ἕλλου τιν ὸς βασιλ εύσ αντος ἐν αὐτ ῇ
ε 1109
Ἕλλην · τὸ ἐθνικόν· παρὰ τὸ ἄλλος ἄλλην καὶ Ἕλλην· πλεῖον γὰρ τῶν ἄλλων ἐθνῶν ἀλλήλους φιλοῦσι ἢ διακέκρινται
ε 1110
Ἑλλήσποντος · ἡ ἐν τοῖς στενοῖς θάλασσα παρακειμένη τῇ Τροίᾳ, οὕτω προσαγορευθεῖσα ἀπὸ Ἕλλης τῆς Φρίξου θυγατρὸς τῷ ἐκεῖσε πελάγει διαρριφείσης
ο 424
ὁ διείργων τ ὴν Θρᾴ κην καὶ τὴν Τ ρωάδα πορ θμὸς ἢ ποταμ όσ · Ἑλλήσποντος δὲ εἴρηται ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθ ά μ αν τος δὲ θυγα τέρα ἢ, ὡς ἕτεροι, τοῦ Ξ ούθου
ε 1111
Ἐλλόβια · τὰ ἐνώτια, ἅ ἐστι σχολαρίκια. λοβὸς γὰρ τὸ ὠτίον
ε 1112
Ἔλλοψ · ἔλλοπος· ὁ ἰχθὺς ὁ ἐλλει πόμενοσ τῇ ὀ πὶ ἤγουν τῇ ἀνθρωπίνῃ φωνῇ
ε 1113
Ἑλλώτια · ἑορτὴ Ἀθηνᾶς· ἀπὸ τοῦ ἕλους Μαραθῶνος. Ὁμήρου
ε 1114
Ἑλοῦσα · ἔστι μετοχὴ θηλυκὴ ἀορίστ ου δευτέρου · τὸ θέμα αὐτῆς ἕλω· ἡ λα βο μένη
ε 1115
Ἐλπίς · ἑλκίς τίς ἐστιν, ἀπὸ τοῦ παρέλκειν ἡμ ᾶσ τῷ χρόνῳ· ἢ ἀπὸ τοῦ ἐλλείπειν τι τῷ ἐλπ ίζοντι ἐλλειπίς τίς ἐστι, καὶ συγκοπῇ ἐλπίς
ε 1116
Ἐλπίς · ἡ τὰ ἐλλείποντα προσαναπληροῦσα· ἢ ἡ εἰς ὑπόνοιαν ἡμᾶς ἀγαθὴν ἕλκουσα, ἑλκίς τις οὖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1117
Ἐλυμήνατο · ἐκ τοῦ λυμαίνω· τοῦτο ἐκ τοῦ λύμη. διαφέρει λύμη καὶ λήμη καὶ λοιμική, ὅτι ἡ μὲν λύμη φθορά τις ἐστιν ἐπὶ ψυχῶν διαβαίνουσα· σημαίνει δὲ καὶ τὴν ἀκαθαρ σί αν· καὶ γίνεται παρὰ τὸ λύω λύσω λύμη, καὶ λύματα, καὶ Ὅμηρος Α εἰς ἅλα λύματʼ ἔβαλλον“. ἡ δὲ λήμη λευκόν ἐστι καὶ ὑγρὸν κατὰ τῶν ὀφθαλμῶν συνιστάμενον· γίνεται δὲ παρὰ τὸ λάω, τὸ βλέπω, καὶ τὴν μή ἀπαγόρευσιν· καὶ γὰρ κωλύει τοῦ βλέπειν· ἢ παρὰ τὸ λήθω, τὸ λανθάνω, λήμη· τοὺς γὰρ λημῶντας καὶ μὴ βλέποντας παρερχόμεθα. ἡ δὲ λοιμικὴ νόσος τίς ἐστι φθ αρτικὴ σωμάτων, παρὰ τὸ λοιμός γινομένη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1118
Ἐλυτρώσω · ἐκ τοῦ λυτρῶ· τοῦτο παρὰ τὸ λύτρον· τοῦτο παρὰ τὸ λυτήριον εἶναί τινος πράγματοσ
ε 1119
Ἕλωρ · ἕλκυ σμα ἄγρευμα, ἀνεύρημα· ἐσχημ άτισται δὲ παρὰ τὸ ἑλεῖν
β 411
βαδόν Ο · διὰ τὸ εἰς ν αῦ ν ἐμβῆναι
ε 1120
Ἔμβολος · ὁ ἐμβαίνων λαός
ε 1121
Ἐμβριμώμενος · ἐπιτιμῶν· δεῖ δὲ γινώσκειν, ὅτι ἀπὸ μεταφορᾶς ἐστιν ἡ λέξις τῶν μασωμένων χαλινὸν ἵππων διʼ ἀγανάκτησιν τοῦ βάρους. κεῖται ἡ λέξις ἐν τῷ Εὐριπίδῃ
ε 1122
Ἔμβρυον · παιδίον τὸ ἐντὸς βροτοῦ ὄν, τουτέστιν ἐν τῇ γαστρὶ τῆς γυναικὸς ἔτι διάπλασμα
ε 1123
ἐμοῖο διαφέρει· ἐμ εῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, καὶ Ὅμηροσ ρ ἐμεῖο δὲ σύνθεο μῦ θον“ Ἑλληνικώ τατά φ ησι · τὸ δὲ ἐμοῖο σύναρθρον, οἷον τοῦ ἐμοῦ. καὶ Ω μνῆσαι πατρὸσ ἑοῖο, θεοῖς ἐπιεί κε λʼ Ἀχιλλεῦ“ ἀντὶ τοῦ σοῦ πατρόσ. ζήτει ἔμπροσθεν τὸ Ἐμεῖο. Ὁμήρου
ε 1124
Ἐμεῖο Α · δεῖ γινώσκειν ὅτι τὸ ἐμεῖό ἐστιν ἀντωνυμία ὀνόματος καὶ σημαίνει τὸ ἐμοῦ· γράφεται δὲ διὰ τῆς ει διφθόγγου. ἔστι δὲ ὁ ἐμός ἡ γενικὴ ἐμοῦ σοῦ οὗ. αὗται αἱ γενικαὶ καὶ γίνονται κατὰ διάλυσιν ἐμέο σέο ἕο· ἐπειδὴ δὲ αἱ διαλυόμεναι γενικαὶ οὐδέποτε τὰ δύο φω νήεντα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἓν μακρὸν τὸ δὲ ἕτερον βραχὺ ἢ τὸ ἓν βραχὺ καὶ τὸ ἕτερον μακρόν, οἷον Ἀτρείδεω Πηλείδεω Ὠκεανοῖο ποταμοῖο, ἐπλεόνασεν τὸ ι ποιητικῶς καὶ ἐγένετο ἐμεῖο σεῖο εἷο
ε 1125
Ἐμεῖο ·. Ὅμηρος Φ ἐμῇς ἐν χερσίν“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1126
Ἐμετεωρίσθησαν · ἐκ τοῦ μετεωρίζω
ε 1127
ετος · ἐκ τοῦ ἕω, τὸ πέ μπω. Γεωργίου
ε 1128
Ἐμίχθην · τινὲς δὲ διὰ τῆς ει γράφουσι βιαζόμενοι τὴν παράδοσιν· διὰ τοῦ ι δὲ γράφεται, ἐπειδὴ μέμιγά ἐστιν ὁ μέσος παρακείμενος. εἰ δὲ ἐγράφην διὰ τῆς ει ὤφειλεν ὁ μέσος παρακείμενος διὰ τῆς οι εἶναι, οἷον μέμοιγα· ἐὰν γὰρ εὑρεθῇ τὸ ε ἐν δισυλλάβῳ μέλλοντι ἢ μόνον ἢ μετὰ τοῦ ι τότε γὰρ τρέπει αὐτὸ εἰς τὸ ο ὁ μέσος παρακείμενος, οἷον λείβω λείψω λέλοιβα, λείπω λείψω λέλοιπα, πείθω πείσω πέποιθα. εἰ οὖν τὸ μίσγω μίξω διὰ τῆς ει ἦν, μέμοιγα εἶχεν εἶναι ὁ μέσος παρακείμενος. ἀλλὰ μὴν μέμιγά ἐστι· δηλονότι καὶ τὸ μίσγω μίξω διὰ τοῦ ι
μ 388
μανουήλ · τὸ ἥμ ισυ Συριστί ἐστι, καὶ τὸ ἥμισυ Ἑβρα ϊστί · τὸ γὰρ ἐμμά Συριστ ὶ ἑρμηνεύ εται μεθʼ ἡμῶν, τὸ δὲ νου ήλ ἑρμηνεύεται Ἑβρα ϊστὶ θεός. Ὁμήρου
ε 1129
Ἔμμορε Α · ἔστι μέσου παρακειμένου τρίτου προσώπου τῶν ἑνικῶν· ἀπὸ θέματος τοῦ μείρω τοῦ σημαίνοντος τὸ μερίζω, ἀφʼ οὗ καὶ μέρος, ὁ μέλλων μερῶ, ὁ μέσος παρακείμενος μέμορα, τὸ τρίτον μέμορε καὶ καθʼ ὑπερβιβασμὸν ἔμμορε
ε 1130
Ἐμόγησα Α · ἔκαμον· παρὰ τὸ μόγος βαρύτονον γέγονε μογός ὀξύτονον· ἐκ τούτου ῥῆμα μογῶ, ὁ μέλλων μογήσω, ὁ ἀόριστος ἐμόγησα· πρώτης συζυγίας τῶν περισπωμένων
ε 1131
Ἐμπαγῶ · ὑποτακτικόν· ἐκ τοῦ πήσσω πήξω, ὁ δεύτερος ἀόριστος ἔπαγον, ἐπάγην ὁ παθητικός, ἡ μετοχὴ παγείς παγέντος, καὶ τὸ ὑποτακτικὸν ἐὰν παγῶ
ε 1132
Ἐμπαθής · ὁ σαρκικός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1133
Ἔμπαιγμα · ἐκ τοῦ πάϊς πάϊδος παΐζω, καὶ κατὰ κρᾶσιν παίζω καὶ ἐμπαίζω, καὶ ἐξ αὐτοῦ ἔμπαιγμα
ε 1134
ἑδραῖα, βέβαια καὶ ἀσφαλῆ, ἐν γῇ ἐρηρεισμένα· πέδ ον γὰρ ἡ γῆ
ε 1135
Ἔμπλην · πλησίον, ἐγγύς· παρὰ τὸ πέλω ῥῆμα τὸ δηλοῦν τὸ πλησιάζω, καὶ κατὰ συγκοπὴν πλῶ
ε 1136
Ἐμπολήσομεν · ἐκεῖθεν ἡ ἐμπολὴ καὶ τὸ ἐμπόλημα, ἡ συναγ ωγὴ τοῦ κέρματος. ἐμπολᾶν δὲ τὸ ῥῆμά ἐστι δευτέρας συζυγίας τῶν περισπωμένων
ε 1137
Ἔμπορος β · ἀλλοτρίας νεὼς ἐπιβά τησ μὴ ἔχων ἰδίαν ναῦν. ἔμπορος δὲ ὁ ναύλου πλέων ἐπʼ ἀλλοτρίας νεώς
ε 1138
Ἔμπορος · ὁ διὰ παντὸς τοῦ βίου τὴν πορείαν ποιούμενος ἔκδημος
ε 1139
Ἔμπορος · σημαίνει τὸν πραγματευτήν· καὶ ὁ τόπος, ἐν ᾧ ἡ πραγμα τεία ἐστίν, ἐμπορεῖον λέγεται
ε 1140
Ἔμπουσα · φ άσμα Ἑκατήσιον· ἐκ τοῦ ἕνα πόδα ἔχειν, ἢ παρὰ τὸ ἐμ ποδίζειν ὄν ου σκέλος τὸ ἕτ ερον ἔχου σαν
ε 1141
Ἐμπρησμός · παρὰ τὸ πρήθω, τὸ καίω
ε 1142
Ἔμπυον · τὸ ἕλκος. ἄπυος, ὁ δίχα ἕλκους. πῦον, καὶ χίμεθλον
ε 1143
Ἕν · κατὰ μίμησιν, ὡς τὸ ἅπαξ
ε 1144
Ἐναβρύνεται · ἐντρυφᾷ, ἐγκαυχᾶται· ἁβρὸς γὰρ ὁ τρυφερός
ε 1145
Ἐναίρειν · ὅ ἐστι φονεύειν. τὸν Ἄρην Διὸς εἶναι καὶ παρέπεσθαι αὐτῷ τὴν Ἐνυώ, ὡς Ἀθηνᾷ τὴν Νίκην, ὡς Ἀρτέμιδι τὴν Ἑκάτην. Δημήτριος δὲ τροφὸν Ἄρεός φησιν Ἐνυώ, Σιμμίας δὲ θυγατέρα αὐτοῦ, οἱ δὲ Διὸς καὶ Ἐνυοῦς γενέσθαι τὸν Ἄρεα
ε 1146
Ἐναλίγκιος · ὁ ὅμοιος· παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ζήτει
ε 1147
Ἐναλλάξ · παρὰ τὸ ἐναλλάξω ῥῆμα, ὡς παρὰ τὸ ἐπιμίξω ἐπιμίξ
ε 1148
Ἔναρα Ζ . τὰ ἀπὸ πολέμου λάφυρα · ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν, καὶ διὰ τοῦτο καὶ οἱ νεκροὶ ἔνεροι
ε 1149
Ἐνάργεια · ἡ λόγων μὲν λευκότης καὶ φαινότης· ἐνέργεια δὲ ἡ ἐν τοῖς λόγοις ταχυτής
ε 1150
Ἐναργέστατος · καὶ ἐναργῶς, τὸ φανερῶς· παρὰ τὸ ἀργός τὸ σημαῖνον τὸν λευκόν καὶ κα θαρόν, ἐξ οὗ καὶ φανερόν, γίνεται ἐναργής μετὰ τῆς ἔν προθέσεως, καὶ ἐναργῶς ἐπίρρημα· ἐκ τούτου καὶ ἐνάργεια, ἡ φανε ρότησ
ε 1151
Ἐναργής · φανερός· παρὰ τὸ ἀργόσ τὸ σημαῖνον τὸν λευκόν γίνεται ἐναργής καὶ ἐνάργεια, ἡ φανερότης,. φανερὸν καὶ
ε 1152
Ἔναυλον · οὐ πρὸ πολλοῦ μνημονευόμενον, ἔστι ἐνηχούμενον· οἱονεὶ π αρὰ τὸ αὐλεῖν
ε 1153
Ἔναυλος · ποταμὸς διὰ στενοῦ ῥέων. καὶ ἔναυλα μνημονεύματα
ε 1154
Ἔν γε δή · τὸ ἔν πρόθεσις, τὸ γὲ δή σύνδεσμοι
ε 1155
Ἑνδέκατος · ἐκ τοῦ εἷς ἑνός τὸ οὐδέτερον ἕν, καὶ μετὰ τοῦ δέκα ἀριθμοῦ γίνεται ἑνδέκατος
ε 1156
Ἐνδελέχεια · ἡ συνέχεια
ε 1157
Ἐνδήμῳ · παρὰ τὸ εἶναι ἐν τῷ δήμῳ. ἐνδημῶ δὲ
ε 1158
Ἔνδινα Ψ · τὰ ἔντερα· ἢ ἔνινά τινα ὄντα, τὰ ἐντὸς τῶν ἰνῶν
ε 1159
Ἔνδινα Ψ · τὰ ἔντερα· ἔνινά τινα ὄντα
ε 1160
Ἐνδίνοισιν · ἐγράφη ἔμπροσθεν εἰς τὸ Ἐντόσθια
ε 1161
Ἐνδίνοισι · τοῖς ἐντοσθίοις μέλεσι· παρὰ τὴν ἔνδινος εὐθεῖαν
ε 1162
Ἐνδίνοισιν · ἐν τοῖς ἐγκάτοις. ἔστι δίνη, ἡ συστρ οφή καὶ οὐδέτερον τὸ δῖνος τ οῦ δίνους τοῖς δίν εσι καὶ κατὰ τροπὴν καὶ πλεονασμὸν δίν οισιν · ἢ τὸ δῖνον τοῦ δί νου τοῖς δίνοις καὶ δίν οι σιν
ε 1163
Ἐνδίνων Ψ · σημαίνει δὲ τὰ ἐντόσθια σπλάγχνα, καὶ γράφεται διὰ τοῦ ι ὅτι τὰ διὰ τοῦ ινος προπαροξύτονα διὰ τοῦ ι γράφεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον, οἷον ξύλινος κόφινος δρύϊνος λίθινος ἀνθρώπινος μαρμάρινος· οὕτως οὖν καὶ ἔνδινος διὰ τοῦ ι καὶ ἐκεῖθεν ἔνδινοι καὶ ἐνδίνων. ἔστι δὲ παρὰ τὸ ἔνδον
ε 1164
Ἐνδίνων · τῶν ἐντέρων τῶν ἐντός, ὡς Δίδυμος μαρτυρεῖ. Ψ ψαύσῃ δʼ ἐνδίνων“. καὶ ἔστι παρὰ τὸ ἔνδον ὄντων
ε 1165
Ἐνδοιάζειν · ἀπὸ τοῦ δύο ἀριθμοῦ εἴρηται, ὃ καὶ διὰ τῆς οι διφθόγγου γράφεται· οἱονεὶ παρὰ τὸ ἐν δύο γνώμαις ἀμφιβάλλειν ὁποτέρα κρείσσ ων
ε 1166
Ἔνδον ·. Σοφοκλῆς τὴν διαφορὰν συγχεῖ· φησὶ γοῦν ἐν Τραχινίαις γυναῖκες, αἵ τʼ ἔ σ ω στέγ ησ αἵ τʼ ἐκτόσ“, δέον εἰ πεῖν αἵ τε ἔνδ ον γυναῖκεσ “· καὶ Εὐριπίδης καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δρόμων“, ἀντὶ τοῦ ἔνδον· Εὔβουλος ὁ τῆς νέας κωμῳδίας ποιητὴς ἐν Καλαθηφόρ οισ ὅπ ως δὲ πεύσεσθʼ εἴτε τισ γέρ ων ἔσ ω “, δέο ν εἰ πεῖν ἔνδον “
ε 1167
ἐπίδοξον διαφέρει· ἔνδοξον σημαίνει τὸ ἐπίσημον, ἐπίδοξον δὲ τὸ προσδόκιμον. ἄμφω δὲ ἀπὸ τῆς δόξης εἴρηνται, τὸ μὲν ἀπὸ τοῦ ἐν δόξῃ καὶ περιφανείᾳ εἶναι, τὸ δὲ ἀπὸ τοῦ καραδοκεῖν καὶ προσδοκᾶν καὶ διὰ δόξης ἔχειν τὸ μέλλον ὡς ἥξει
ε 1168
ἐπίδοξος διαφέρει· ἔνδοξος μὲν γάρ ἐστιν ὁ ἐπίσημος, ἐπίδοξος δὲ ὁ ἐλπιζόμενος καὶ προσδοκώμενος
ν 192
νέγκατε · ζήτει εἰς τοὺσ Ἐπιμερισμούς
ε 1169
Ἐνεγκοῦσαν · μητέρα ἢ πατρίδα
ε 1170
Ἐνεῖκαι ·. διὰ τῆς ει. καὶ ὥσπερ ἀπὸ τοῦ αἰεί γίνεται αἰέν τροπῇ τοῦ ι εἰς ν οὕτω καὶ ἀπὸ τοῦ ἤνεικα γίνεται ἤνεγκα. διὰ τοῦ γ δὲ γράφεται, ἐπειδὴ ἐπιφέρεται τὸ κ · τὸ δὲ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ χ ἢ ξ ἐν μιᾷ λέξει τρέπεται εἰς γ ο ἷον συγγένεια συγξηρᾶναι ἐγκέφ αλοσ ἔγχος. πρόσκειται ἐν μιᾷ λέξει“ διὰ τὸ ἐν χειρί
ε 1171
είκασθαι · ἐνεγκεῖν
κ 946
κα · ἐκ τοῦ ἕνεκεν. τὸ Ἕνεκα ἐπὶ ἐχθροῦ, τὸ χάριν ἐπὶ φίλων, οἷον Ὀδυσσεὺς ἐστράτευσεν εἰς Ἴλιον Ἀγαμέμνονος χάριν“. ζήτει. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1172
Ἕνεκα · σύνδεσμος αἰτιολογικός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1173
Ἐνεκαυχήσαντο · ἐκ τοῦ καυχῶ καυχήσω· τοῦτο παρὰ τὸ καῦχος· τοῦτο παρὰ τὸ αὐχήν· τοῦτο παρὰ τὸ αὔω, τὸ ξηραίνω, αὐήν καὶ αὐχήν· τοῦτο παρὰ τὸ ὕω, τὸ βρέχω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀΰω, τὸ οὐ βρέχω, καὶ κατὰ κρᾶσιν αὔω
ε 1174
Ἐνεός · ὁ ἄφωνος· ἀπὸ τοῦ τὴν ἰωὴν παρʼ ἑαυτῷ ἔχειν
ε 1175
Ἐνέπω · λέ γω ἀπαγ γέ λλω
ε 1176
Ἐνέργεια · παρὰ τὸ ἐνεργεῖν τι ἢ πράττειν
ε 1177
Ἐνέργεια · λέγεται διὰ τὸ ἐν ἔργοις ἰέναι ἤγουν φαίνεσθαι
ν 193
νεροι · οἱ ν εκροί· παρὰ τὴν ἔραν, ἥ ἐστι γῆ· ἔν θεν τὸ πί πτω ἔραζε
ε 1178
Ἐνερόχρωτεσ ·. ἔνθεν καὶ τὸ πίπτειν ἔραζε, τουτέστιν εἰς τὴν γῆν
ε 1179
Ἔνερσεν · συνέπλεξεν
ε 1180
Ἔνεστι · τὸ πλῆρες ἔνι ἐστί. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1181
Ἐνεφράγην · ἐκ τοῦ φράσσω φράξω, ὁ δεύτερος ἀόριστος ἔφραγον, καὶ ὁ παθητικὸς ἐφράγην
ε 1182
Ἐνηής · ὁ πρᾶος καὶ ἡδύς· παρὰ τὸ αἰνῶ καὶ τὸν αἰνήσω μέλλοντα
ε 1183
Ἐνῄκισεν · ἐμάστιξεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1184
Ἐν ἡμίσει · ἔν πρόθεσις, ἡμίσει ὄνομα πτώσεως δοτικῆς· ἡ εὐθεῖα τὸ ἥμι συ, τοῦ ἡμίσεος, τῷ ἡμίσεϊ καὶ ἡμίσει· τοῦτο παρὰ τὸ ἥμισυς· τοῦτο παρὰ τὸ ἅμα καὶ τὸ ἴσος, ἁμάϊσυς ἅμισυσ καὶ ἥμισυς καὶ ἥ μισυ
ε 1186
Ἐνθαδί. τὸ λεῖπον τοῦ ἐνθαδί. ἄλλως δέ· διὰ τοῦ ι ἐπειδὴ κα τʼ ἐπέκτασίν ἐστιν. αἱ δὲ ἐπεκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, οἷον ἐκεῖνος ἐκεινοσί, νῦν νυνί, οὗτος οὑτο σί· οὕτως καὶ ἐνθάδε ἐνθαδί. τὸ δὲ οἱονεί καὶ ὡσ περεί διὰ τῆς ει διφθόγγου γράφεται· οὐ γὰρ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὔκ εἰσι κατʼ ἐπέκτασιν, ἀλλὰ διάφορα μέρη λόγου εἰσί. τὸ μὲν γὰρ οἱονεί δύο μέρη λόγου· ἔστι γὰρ τὸ οἷον ὄνομα καὶ τὸ εἴ συναπτικὸς σύνδεσμος. τὸ δὲ ὡσπερεί τρία μέρη λόγου· τὸ γὰρ ὥς ἐπίρρημα παρα βολῆς, τὸ δὲ πέρ σύνδεσμος παραπληρωματικός, τὸ δὲ εἴ σύνδεσμος συναπτικός. ἰστ έον δὲ ὅτι, ὥς φησιν ὁ τεχνικός , ἔθοσ ἔχουσιν αἱ λέξεις αἱ εἰς σύμ φωνον λήγουσαι δέχεσθαι ἐπέκτα σιν τὴν διὰ τοῦ ι οἷον νυνί δευρί· αἱ δὲ εἰς φω νῆεν λήγουσαι λέξεις ἢ τὸ φω νῆεν τρέπουσιν εἰς ι οἷον ἐν θάδε ἐνθ αδί, ἢ τὸ ι προσλαμβάνουσι κατὰ διάστασιν, οἷον αὕτη αὑτηΐ το ύτου τουτο υΐ
ε 1187
Ἔνθους · κατὰ συναλοιφήν· ὁ ἐνθεαζόμενος. ἔνθεος ἔνθους
ε 1188
Ἐνιαυτός · ὅτι ἐν ἑαυτῷ πάντα ἔχει
ε 1189
Ἐνιαυτός · παρὰ τὸ ἐν ἑαυτῷ διειληφέναι τοὺς καιροὺς καὶ τροπάς
ε 1190
Ἐνιαυτός · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἐπιμεριζομένου. ἡ κλητική; οὐκ ἔχει. διὰ τί; ἡ γὰρ κλητικὴ αὐτὴ πρὸς παρόν ἐστι πρόσωπον
ε 1191
Ἐνιπεύσ ·. καὶ γὰρ οὗτος ὁ πο ταμὸς ἄ γριός ἐστι καὶ ἀπειλοῦντι ἔ οικεν. Γεωργίου Ἐνιπή· διὰ τοῦ ι · ἀπὸ γὰρ τοῦ ἐνίπτω γέγονε. τὰ εἰς πτω λήγοντα ἀποστρέφονται τὴν ει δίφθογγον, οἷον ῥίπτω λίπτ ω· σημαίνει δὲ τὸ ἐπιθυμῶ· οὕτως οὖν καὶ ἐνίπτω· χωρὶς τοῦ φιλαλείπτω καὶ ἐρείπτω, ἐξ οὗ τὸ ἀν ηρείπτ ω ὅ ἐστι τὸ ἁρπάζω
ε 1192
Ἐνιπή · ἡ ἐπίπληξις καὶ ἡ λοιδορία καὶ ἡ διὰ λόγων ἀτι μί α· ἐκ τοῦ ἐ νί πτω
ε 1193
ἐγκεκρατημένον· ἐκ τοῦ ἴσχω. Σελεύκου
ε 1194
Ἐννέα · ἀπὸ τοῦ ἐνδεῖν εἰς τὸν τῶν δέκα ἀριθμόν
ε 1195
Ἐννεάς · ἐννεὰς λέγεται παρὰ τὸ ἓν νέον· αὕτη γὰρ πολυπλασιαζομένη ἐπὶ τοὺς ἑξῆς ἀπὸ μονάδος ἀριθμ οὺσ ἕνα νέον ἀριθμὸν φέρει λήγοντα κατὰ ὕφεσιν μι ᾶς μονάδος ἀπὸ τοῦ ἐννέα ἄχρι τῆς μονάδος, οἷον ἅπαξ θ ἐννέα, δὶς θ ιη τρὶς θ κζ, τετράκις θ λ, πεν τάκ ισ θ με, ἑξάκις θ νδ, ἑπτάκις θ ξγ ὀκτάκις θ οβ, ἐννάκις θ πα. ὅρα οὖν πῶς ὁ ἔνατος πολυπλασιαζόμενος κατὰ πρόσβασιν ἀφαίρεσιν πάσχει μιᾶς μονάδος· θ δὶς ιη, θ τρὶς κζ, θ τετράκις λ, ἐννέα πεντάκις με, θ ἑξάκις νδ, θ ἑπτάκις ξγ, θ ὀκτάκις οβ, θ ἐννάκις πα
ε 1196
Ἐννεάς · παρὰ τὸ ἓν νέον· αὕτη γὰρ πολυπλασιαζομένη ἐπὶ τοὺς ἑξῆς ἀπὸ μονάδος ἀριθμοὺς ἕνα νέον ἀριθμὸν φέρει λήγοντα κατὰ ὕφεσιν μονάδος ἀπὸ ἐννέα ἄχρι τῆς μονάδος
ε 1197
Ἐνοπή · κραυγή, φωνή· εἴρηται δὲ παρὰ τὸ ἐνέπειν, ὅ ἐστι λέγειν. ἐνωπὴ δὲ ἡ πρόσοψις
ε 1198
Ἐνοσίχθων · ὁ τὴν γῆν κινῶν Ποσειδῶν· ἔνοσις γὰρ ἡ κίνησις λέγεται. δοκοῦσι γὰρ οἱ σεισμοὶ ἐξ αὐτοῦ εἶναι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1199
Ἐνταῦθα · ἐπίρρημα τοπικόν
ε 1200
Ἔντεα ·. οἷον σκεπαστήριά τινα ὄντα. λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη ἔντεα, ὡς ἐκεῖ μνηστῆρες η ἀπεκόσμεον ἔντεα δαιτόσ“
τ 281
τὸ εἶδος κα τ ὰ Ἀρ ιστ ο τέλην
ε 1201
Ἔντερα · παρὰ τὸ ἐντὸς ἀρηρέναι
ε 1202
Ἐντεριῶναι · καὶ θριδακῖναι
ε 1203
Ἐντεριώνη · τὸ ἐντὸς καὶ εἶδος βοτάνης. ὁ φλοιὸς τοῦ δένδρου
ε 1204
Ἔντευξις · ἡ ἐντυχία καὶ ἡ παράκλησις· ἐκ τοῦ τεύχω τοῦ σημαίνοντος τὸ ἐντυγχάνω· δύο γὰρ σημαίνει ἡ λέξις, τὸ κατασκευάζω καὶ τὸ ἐντυγχάνω. καὶ εἰς τὸ Ἐτύχθη καὶ Τέτυκται
ε 1205
Ἐν τῇ ἐκστάσει μου · ἡ εὐθεῖα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1206
Ἐν τοῖς κλίτεσι · ἡ εὐθεῖα τὸ κλίτος· σημαίνει δὲ τὴν γω νί αν· παρὰ τὸ κλίνειν
ε 1207
Ἔντομα · τὰ τοῖς κατοιχομένοις θυ όμενα· ἐντέμνεται γὰρ τού των ὁ τρ άχηλος. τὰ δὲ τοῖς οὐρανίοις θεοῖς ἀνακλᾶται
ε 1208
Ἐνυάλιοσ · ὁ Ἄρης ἢ ὁ πο λε μι στὴς ἢ ὁ πολεμι κὸ ς ἢ ὁ π όλεμος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἔ ν ὕμνοις · ἔν πρόθεσις, ὕμνοις δοτικὴ τῶν ἀρσενικῶν πληθυντικῶν. πόθεν γίνεται ὕμνος; παρὰ τὸ ὑπομ ένειν. ἐγράφη εἰς τὸ Ὕμνος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1209
Ἐνύσταξαν · τὸ θέμα νυστάζω· τοῦτο παρὰ τὸ νευστάζω· τοῦτο παρὰ τὸ νεύω. τί διαφέρει τὸ κινεῖν καὶ νευστάζειν; τῇ μὲν φωνῇ διαφέρει, τῷ δὲ σημαινομένῳ οὐδαμῶς· ἴσον γάρ ἐστι καὶ τὸ κινεῖν καὶ τὸ νευστάζειν, καὶ Ὅμηρος Υ νευστάζων κόρυθι βριαρῇ“ καὶ τὸ νευστάζων κάραν Ἰούδασ“
ν 194
νυώ · ὁ πόλεμος· παρὰ τὸ ἐναΰειν, ὅ ἐστι βοᾶν
ε 1211
Ἐνυώ · παρὰ τὸ ἐναΰειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν. τινὲς δὲ παρὰ τὸ ἔνω, ὅ ἐστι φονεύω, ἔνθεν καὶ αὐτοέντης· παρʼ αὐτὸ δὲ καὶ ὁ Ἐνυάλιος
ε 1212
Ἕνωσις · διὰ τὸ εἰς ἓν συνωθεῖσθαι τὰ πράγματα
ε 1213
Ἕξ · διὰ τὸ ἔξωθεν εἶ ναι τῶν πέντε
ε 1214
Ἐξαίρετος · εὐειδ ήσ καλό σ πρόκ ριτοσ λίαν ἐπίλεκτος
ε 1215
Ἐξαιρέτως · πλεί ω πάντων. Νικήτου
ε 1216
Ἐξαιρουμένους · τὸ θέμα ἐξαιρῶ ἐξαιροῦμαι
ε 1217
Ἐξαίσιον · παρὰ τὸ καθῆκον γε νό μενον μέγα, ἢ οὐκ ἀ γ αθόν
ε 1218
Ἐξαίσιον · ποτὲ μὲν δηλοῖ τὸ μέγα ποτὲ δὲ τὸ ἄδικον, τὸ ἔξω τοῦ πρέποντος
ε 1219
Ἐξαίσιον · τὸ ἄδι κον τὸ ἔξω τῆς αἴσης ἤγουν μοίρας, καὶ τὸ μέγα
α 2256
αίφνης · ἐκ τοῦ φαίνω ἀφανής, καὶ ἐξ αὐτοῦ ἄ φνης καὶ ἐξαίφνης
ε 1220
Ἐξακεύμενον · ἐξιώμενον· παρὰ τὸ ἀκέω ῥῆμα. κατὰ τὸν παρατατικὸν Ἰωνικῶς ἀπὸ τοῦ αὐτοῦ ἤρξατο στοιχείου
ε 1221
Ἐξαλαπάξαι · εἰς τὸ Ἀλαπάζοντα
ε 1222
Ἐξαλαπάξαι Α · πορ θ ῆσαι. παρὰ τὸν λ ά παθον· ἔστι βοτάνη κενωτική, καθαρτικὴ γαστρός, καὶ γίνεται παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ πάθος, παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη. ἐκ τούτου γίνεται λαπάζω καὶ πλεονασμῷ τοῦ α ἀλαπάζω καὶ ἐξαλαπάξαι
ε 1223
Ἐξαμείβεο · παράλλαξον, ἀποδίδου
ε 1224
Ἐξανθήσουσιν · ἐκ τοῦ ἀνθῶ· τοῦτο παρὰ τὸ ἄνθος· τοῦτο δὲ παρὰ τὸ ἄνω θέειν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1225
Ἐξάπινα · ἐκ τοῦ ἄφν ω ἄφινα καὶ ἄπινα · τὸ δὲ ἄφνω ἐκ τοῦ ἀφανής, ἀφανῶς καὶ κατὰ συ γκοπὴν ἄφνω καὶ ἐξ αίφνησ ἐξ αὐ τ οῦ καὶ διὰ τῆς αι διφθόγγου. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1226
Ἐξάπινα · ἐπίρρημα· γίνεται δὲ παρὰ τὸ ἀφανής ἄφινα καὶ ἄπινα
ε 1227
Ἐξαπιναίως · ἐκ τοῦ ἐξάπινα, ὃ σημαίνει τὸ εὐθέως
ε 1228
Ἐξαρτῶ · τὸ κρεμῶ· καὶ ἐξαρτήσαντες, τὸ κρεμάσαντες· ἐξ οὗ καὶ ἐξάρτια τὰ βαστάζοντα σχοινία τὴν ὀθόνην τοῦ πλοίου. καὶ ἐξαρτίζω, τὸ τελειῶ, καὶ ἐξαρτίσαντες, τὸ τελειώσαντες, ἐξ οὗ καὶ ἄρτιον, τὸ τέλειον
ε 1229
Ἑξάς · οἱονεὶ ἐξισάς· παρὰ τὸ ἐξισοῦσθαι τοῖς οἰκείοις μέρεσιν· εἴρηται γὰρ ὅτι ὁ ἓξ τέλειός ἐστι, διότι ἴσος ἐστὶ πᾶσι τοῖς ἑαυτοῦ μέρεσι· τὸ ἥμισυ γ, τὸ τρίτον β καὶ τὸ ἕκτον α συντεθέντα τὸν ἓξ ἀποτελεῖ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1230
Ἐξεῖρψε σκνίψ · ἐκ τοῦ ἕρπω ἕρψω εἷρψα εἷρψε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1231
Ἐξελοῦ με · παρὰ τὸ ἕλω, τὸ λαμβάνω, ὁ μέλλων ἑλῶ, ὁ δεύτερος ἀόριστος εἷλον καὶ ὁ μέσος ἀόριστος εἱλόμην καὶ τὸ προστακτικὸν ἑλοῦ καὶ ἐξελοῦ. Ὁμήρου
ε 1232
Ἐξ Ἐρέβευς Θ · ἐκ τοῦ Ἐρέβους, ὅ ἐστι τοῦ σκότους· ἔστι δὲ ὁ πρὸ τοῦ Ταρτάρου τόπος. καὶ εἰς τὸ Ἔρεβος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1233
Ἐξερευνησάτω · τὸ θέμα ἐξερευνῶ· γίνεται παρὰ τὴν ἔρευναν· τοῦτο παρὰ τὸ ἐρῶ, τὸ ἐρευνῶ, ἢ παρὰ τὸ ἐρῶ, τὸ ἐρωτῶ, καὶ τὸ εὐνή, ὃ σημαίνει τὴν διατριβήν· καὶ γὰρ ὁ ἐρευνῶν ἐπὶ πολὺ ἐρωτῶν ἐνδιατρίβει
ε 1234
Ἐξ ἐρημέων · ἐξ ἐρήμων· Ἰωνικῶς, ὥσπερ αὐτῶν αὐτέων. εἰ δὲ διὰ τῆς αι γράφεται τὸ με ἔστι κτητικόν
ε 1235
Ἐξ ἔρον ἕντο · ζήτει. Ὁμήρου
ε 1236
Ἐξ ἔρον ἕντο Α · ἔστι πτώσεως αἰτιατικῆς· κλίνεται δὲ οὕτως, ὁ ἔρος τοῦ ἔρου. τὸ δὲ ἕντο σημαίνει τὸ ἐξέβαλον τὸν τῆς τροφῆς ἔρωτα, ὅ ἐστιν ἐκορέσθησαν. τὸ δὲ ἕντο γέγονεν ἀπὸ τοῦ ἵημι, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἦν, ὁ μέσος ἕμην ἕμ εθα ἕσθ ε ἕν το. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1237
Ἐξετινάχθην · ἐκ τοῦ τινάσσω· τοῦ το ἐκ τοῦ ἰνάσσω· τοῦτο παρὰ τὸ ἴς ἰνός. οὐ γάρ ἐστιν ἀπὸ τοῦ τείνω
ε 1238
Ἑξήκοντα · ἐκ τοῦ ἕξ γέγονε ἑξάκις, καὶ ἐκ τοῦ ἑξάκις ἑξήκοντα Δωρικῶς τοῦ α εἰς η τραπέντος
ε 1241
Ἐξίτηλον · τὸ ἐκβεβηκὸς καὶ ἀλλοῖον, ὅθεν καὶ ὤκειλεν
ε 1242
Ἐξίτηλος · ἐκ τοῦ ἴημι, τὸ πορεύομαι, ἐν πλεονασμῷ τοῦ τ καὶ ἀποβολῇ τῆς μι συλλαβῆς καὶ προσθέσει τοῦ λος γίνεται ἐξίτηλος. ἢ ἐκ τοῦ ἔξωθεν τοῦ θάλλειν ἐξίθηλος, καὶ τροπῇ τοῦ θ εἰς τ ἐξίτηλος. σημαίνει δὲ τὸν ἀμαυρὸν καὶ ἀφανῆ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1243
Ἐξιχνίασας · ἐκ τοῦ ἐξιχνιάζω· τοῦτο ἐκ τῆς ἔξ προθέσεως καὶ τοῦ ἰχνιάζω· τοῦτο παρὰ τὸ ἴχνος· τοῦτο παρὰ τὸ ἱκνοῦμαι
ε 1244
Ἐξκέπτωρ · νοτάριος
ε 1245
Ἐξκούβιτος · ἐξ οὗ ἡ ζωή· βῖτα γὰρ ἡ ζωή
ο 425
ουσᾶτος · παρῃ τη μένος· ἔστι δὲ ῥῆμα συλλογιστικόν
ε 1246
Ἐξόδιον · οἱονεὶ ἐξόβιον, ἔξω παρερχόμενον τοῦ βίου
ε 1247
Ἔξοδος · διὰ τὸ εἶναι ἔξω τῆς ὁδοῦ, ἤγουν ἔξω τοῦ βίου
ε 1248
Ἐξοιστρημένου · ἠρεθισμένου ἐν κακοῖς· παρὰ τὸ οἰστρῶ ῥῆμα τὸ σημαῖνον τὸ ἐρεθίζω, ἔνθεν καὶ οἶστρος
ε 1249
Ἐξολοθρεύσει · ἐκ τῆς ἔξ προθέσεως καὶ τοῦ ὀλοθρεύω· τοῦτο παρὰ τὸ ὄλεθρος· τοῦτο παρὰ τὸ ὅλως θραύειν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1250
Ἐξολοθρεύω · ἐκ τῆς ἔξ προθέσεως καὶ τοῦ ὄλεθρος· τοῦτο παρὰ τὸ ὅλος καὶ τὸ θραύω
ε 1251
Ἐξοστρακισθείη · ἐξορισθ είη· τὸ παλαιὸν γάρ, φησίν, ἐν ὀστράκῳ αἱ ἐξορίαι γραφόμεναι τοῖς ὑπεροριζομένοις ἐδίδοντο, ὅθεν καὶ ὀστρακίδ ης ὁ ἔξορος ἤκουεν
ε 1252
Ἐξουδένωμα · ἔστι δείς καὶ μετὰ τῆς οὔ ἀρνήσεως οὐδείς, ἐξ αὐτοῦ παράγωγον οὐδενῶ οὐδενώσω οὐδένωκα οὐδένωμαι, καὶ ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα ἐξουδένωμα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1253
Ἐξουδένωται · ἐκ τοῦ οὐδείς οὐδενός γίνεται ῥῆμα περισπώμενον οὐδενῶ οὐδενώσω οὐδένωκα οὐδένωμαι οὐδένωται καὶ ἐξουδένωται
ε 1254
Ἐξουθένημα · ἔστιν εἷς καὶ σημαίνει τὸν ἀριθμόν, καὶ μετὰ τῆς οὔ ἀρνήσεως καὶ τοῦ τέ συνδέσμου γίνεται οὐτεείς, καὶ ἐν συγκοπῇ οὐτείς· καὶ κλίνεται οὐτείς οὐτενός, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ γίνεται οὐθενός· καὶ γίνεται ῥῆμα ἐξ αὐτοῦ παράγωγον οὐθενῶ οὐθενήσω, ὁ παθητικὸς παρακείμενος οὐθένημαι, οὐθένημα καὶ ἡ ἔξ ἐξουθένημα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1255
Ἐξουθενῶ · ἐκ τῆς οὔ ἀρνήσεως καὶ τοῦ τέ συνδέσμου καὶ τοῦ εἷς ἑνός γίνεται οὐτενῶ, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ οὐθενῶ καὶ ἐξουθενῶ. οὐδὲν καὶ οὐθὲν διαφέρει. εἰς τὸ ο στοιχεῖον
ε 1256
Ἔξοχος · παρὰ τὸ ἐξέχω ἔξοχος καὶ οὐδέτερον ἔξοχον καὶ ἔξοχα καὶ ἀποβολῇ τῆς ἔξ ὄχα, ἔνθεν τὸ ὄχʼ ἄριστοσ“, ὡσ κατ αι γί σ αἰ γίς, εὐηνορέα ἠνορέα. οὕτως Ἡρωδιανόσ
ε 1257
Ἐξπλωράτωρες · κατάσκοποι
ε 1258
Ἐξσκουλκεῦσαι · παρακροάσασθαι
ε 1259
Ἐξῴδηκεν · οἰδῶ, οἰδήσω, ᾤδηκα
ε 1260
Ἐξώκειλα · ὀκέλλω, ὁ μέλλων ὀκελῶ, ὁ ἀόριστος ὤκειλα καὶ μετὰ τῆς ἔξ προθέσεως ἐξώκειλα
ε 1261
Ἐξωμίς · Ἀττικὸν τὸ λεξείδιον· σημαίνει δὲ χιτῶνα ἐλευθέριον οὐκ ἐπισκεπάζοντα τοὺς βραχίονας
ε 1262
Ἐξώρουσεν · ἐξώρμησεν· παρὰ τὸ ὄρω ῥῆμα τὸ σημαῖνον τὸ ὁρμῶ. πόθεν τὸ Ἐξώρουσεν; ἀπὸ τοῦ ὀρούω ὀρούσω, ὁ ἀόριστος ὤρουσα ὤρουσας ὤρουσεν καὶ ἐξώρουσεν
ε 1263
Ἐξωτέρω · ἔξω ἐξ ωτέρω
ε 1264
Ἐοικώς Α · παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, ἢ εἴδω γίνεται ὁ παρακείμενος οἶκα, καὶ ἐν πλεονασμῷ τοῦ ε ἔοικα, καὶ μετοχὴ ἐοικώς. πόθεν τὸ Ἔοργα; ἀπὸ τοῦ ῥέζω ῥέξω, ἔρρογα ὁ μέσος παρακείμενος, καὶ ἐν ὑπερβιβασμῷ ἔοργα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1265
Ἑορτάζω · ἐκ τοῦ ἑορτή· τοῦτο παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ
ε 1267
Ἑορτάζω · τὸ ορ μικρόν. ἑώρταζον δὲ τὸ ωρ μέγα
ε 1268
Ἑορτή · ἀπὸ τοῦ ἑόν τοῦ σημαίνοντος τὸ ἀγαθόν καὶ τοῦ ὄρω τοῦ σημαίνοντος τὸ ἐγείρομαι· ἑορτή γὰρ ἀπὸ τοῦ εἰς τὸ ἀγαθὸν ἡμᾶς ἐγείρειν
ε 1269
Ἑορτή · παρὰ τὸ ἑόν, ὃ σημαίνει τὸ ἀγαθόν, καὶ τὸ ὀρούω, τὸ ὁρμῶ· καὶ Ὅμηρος θ θεοὶ δωτῆρες ἑάων“
ε 1270
Ἑορτή · παρὰ τὸ ἐρᾶν αὐτῆς· ἢ παρὰ τὸ ἔρωτι παρωνύμως ἐρωτή καὶ ἑορτή. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1271
Ἐπάγην · ἐκ τοῦ πήσσω, τὸ πηγνύω, ὁ δεύτερος ἀόριστος ἔπαγον καὶ ὁ παθητικὸς ἐπάγην
ε 1272
Ἐπαγωγὴ ἀπαγωγῆς διαφέρει· ζήτει
ε 1273
Ἐπαίνει · ἐγκλίσεως προστακτικῆς· τὸ θέμα ἐπαινέω ἐπαινῶ, ὁ παρατατικὸς ἐπῄνεον ἐπῄνουν, τὸ τρίτον ἐπῄνεε ἐπῄνει, τὸ προστακτικὸν ἐπαίνεε ἐπαίνει
ε 1274
Ἔπαινος · ἐκ τῆς ἐπί προθέσεως καὶ τοῦ αἶνος
ε 1275
Ἔπαινος · ἐπὶ βραχύ· ἐγκώμιον ἐπὶ πολύ
ε 1276
Ἐπαινῶ · λέγω· ἐπαινῶ, συγκατατίθεμαι
ο 426
οἱ κυνηγέται· ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. ἐντεῦθεν καὶ ἡ ναῦς ἡ γαλέα ἐπακτρία καὶ ἐπακτροκέλλης ἐν συνθέσει
ε 1277
Ἔπαλξις · ἐφʼ ᾗ βεβηκότες τῇ ἀλκῇ χρώμεθα
ξ 46
ξις · ἐφʼ ἧς ἀλέγουσι τοὺς ἐπιό ντας. Γεωργίου
ε 1278
Ἐπαλξίτης · λίθος ὁ ὢν ἐπάνω τῆς ἐπάλξεως· γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τοῦ Ἀσκα λωνί τησ
α 2257
ανιτέον · ἐκ τοῦ εἶ μι, τὸ πορεύομαι, τὸ δεύτερον. ἰτέον καὶ ἐπα νι τέον
ο 427
ο · ἐκ τοῦ παρρησιάζω· τοῦτο παρὰ τὸ παρρησία· τοῦτο παρὰ τὸ ῥῆσις, ῥη σί α καὶ παρρησία, οἱονεὶ παντορησία τις οὖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
π 705
παυλις · ἐκ τοῦ αὐλή· τοῦτο ἐκ τοῦ αὐλίζω
ε 1280
Ἐπαυτοφῶρος · ὁ φανερός, ἢ ὁ πόρνος φανερῶς καταληφθεὶς ὑπεύθυνος γενόμενος ἢ καταφανής· σημαίνει δὲ δύο, τὸν κλέψαντα καὶ τὸν πορνεύσαντα καὶ κρατηθέντα
ε 1281
Ἐπαυτοφώρῳ · σημαίνει τὸν ἐπὶ τῇ αὐτῇ τῇ κλοπῇ καταληφθέντα
ε 1282
ἐκ τοῦ ἐπιβλ έπω · τοῦτο παρὰ τὸ βάλλειν τοὺς ὦπας. Γεωργίου
ε 1283
Ἐπεί · διὰ τῆς ει · ἀπὸ γὰρ τοῦ εἴ συνδέσμου γέγονεν καὶ τῆς ἐπί προθέσεως. ἱστέον δὲ ὅτι, ἡνίκα τὸ ἐπεί χρονικόν ἐστιν, ἔστιν ἐπίρρημα, οἷον α πλάγχθη, ἐπεὶ Τροίησ“ ἀντὶ τοῦ ἀφʼ οὗ καὶ πάλιν Γ αὐτὰρ ἐπεὶ κόσμηθ εν “ ἀντὶ τοῦ ὅταν· ἡνίκα δὲ καὶ αἰτιολογικῶς παραλαμβάνεται, σύνδεσμός ἐστιν οἷον ἐπεὶ ἡμέρα ἐστὶ φῶς ἐστιν“
ε 1284
Ἐπεί · ἐπίρρημα χρονικὸν ἀντὶ τοῦ ἀφʼ οὗ
ε 1285
Ἐπεί · σύνδεσμος παρασυναπτικὸς δηλῶν τὸ ἐπειδή. Γεωργίου
ε 1286
Ἐπείγω · διὰ τῆς ει · ἀντιπαράκειται γὰρ αὐτῷ τὸ οἴγω
ε 1287
Ἐπειγωλή · ἡ ἔπειξις. Γεωργίου
ε 1288
Ἐπειός · τὰ διὰ τοῦ ειος κύρια ὀξύτονα τρισύλλαβα διὰ τῆς ει γράφεται, οἷον Πηνειός Ὀλμειός
ε 1289
Ἔπειραν Α · σημαίνει τὸ ἐπερόν ησαν · ἔστι τὸ θέμα αὐτοῦ πείρω, ὁ μέλλων περῶ
ε 1290
Ἔπειτα · ἔστιν εἶτα, μετὰ τῆς ἐπί προθέσεως ἐπίειτα, καὶ κατὰ κρᾶσιν ἔπειτα
ε 1291
Ἔπειτα · τῇ ἐπί τὸ εἶτα προσετέθη· ἡ ἐπί πρόθεσις· λο ιπὸν γέγονεν ἐπίειτα, καὶ κατὰ κρᾶσιν ἔπειτα καὶ ἐτελέσθη σύνδεσμος
ε 1292
Ἐπέραστος · ἐράσμιος, πολυπόθητος, πάνυ ἀγαπώμενος· ἐρᾶν γὰρ τὸ ἐπιθυμεῖν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1293
Ἐπερρίφην · οἱ μὲν ἐκ τοῦ ῥίπτω ῥίψω ἔρριφα ἔρριμμαι ἐρρίφ θ ην καὶ ἀποβολῇ τοῦ θ ἐρρίφην· οἱ δὲ ἀπὸ τοῦ ἔρριφον δευτέρου ἀορίστου καὶ τὸ παθητικὸν ἐρρίφην
ε 1294
Ἐπεσβόλος · ὁ λοίδορος, ὁ τοῖς ἔπεσι βάλλων
ε 1295
Ἐπεσβόλος · ὁ φλύαρος καὶ λοίδορος, ὁ διὰ τῶν ἐπῶν λωβῶν, τουτέστιν ὑβρίζων, ἐπεσλῶβος καὶ κατὰ ἐναλλαγὴν ἐπεσβόλος
ε 1296
Ἐπεσκεμμένοι · σκέπτω ῥῆμα
ε 1297
Ἐπεσπῶντο · ἐπισπῶμαι, τὸ δέχομαι· ἐκ τοῦ ἕπω, τὸ ἀκολουθῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 1298
Ἐπεστηρίχθην · ἐκ τοῦ στηρίζω στηρίξω ἐστήριχα ἐστήριγμαι ἐστηρίχθην. τὸ δὲ στηρίζω ἐκ τοῦ ἵστημι στήσω
ε 1299
Ἐπέτειον · ἐκ τοῦ ἔτος ἔτειον καὶ ἐ πέ τει ον
ε 1300
Ἐπέτειος · ἐπὶ τοῦ νῦν ἔτους· ἐπέτος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρόν· οὐχὶ διὰ τοῦ φ ἀλλὰ διὰ τοῦ π ὥς φησι Πίνδαρος καὶ Δημοσθένης
ε 1301
Ἐπήβολος · ὁ ἐπιτυγχάνων ἢ ἐπιτυχεῖν μέλλων· βολεῖν γὰρ τὸ ἐπιτυγχάνειν
ν 195
νίδες ε · αἱ πλατεῖ αι σαν ί δες, οἷον ἐπιτενεῖς οὖσαι, κρόκης τάξιν ἐπέχουσαι. ἔστι δὲ παρὰ τὸ ἐνέγκω ῥῆμα καὶ ἤν ε γκον, Ε ἀλλ ά μʼ ὑ πή νεγ καν τα χέες πόδεσ“· παρὰ τὸ ἐνέγκω ποδηνεκέσ“ ἐστιν· ἐνέγκω οὖν ἐνεγκίς καὶ ἐπενεγκίς καὶ ἐπηνεγκίς τροπῇ τοῦ ε εἰς η τὸ παρατεταμένον καὶ δ ιελ ηλυθὸς καὶ μα κρὸν ξύλον· ὑπερ θέσει καὶ μεταθέσει τοῦ ν καὶ τοῦ ε ἐπηγκενίς, ἡ μακρὰ σανίς
ε 1302
Ἐπήγω · βαστῶ. ἐπείγω δὲ
η 296
ηλυγάζοντες · ἐκ τοῦ ἠλύγη, ὃ σημαίνει τὴν σκό τωσιν
ε 1303
Ἐπηλυδῶντες · ῥῆμα ἐπηλυδῶ· ἐκ τοῦ ἐλεύθω γίνεται ἤλυσις καὶ ἐπήλυσις, ταχήλυσις, προσήλυσις· ἔπιλυς δὲ ὁ ἔχων ἰλύν
ε 1304
Ἔπηλυς · παρὰ τὴν ἐπί πρόθεσιν καὶ τὸ ἠλύθω ῥῆμα, ὃ σημαίνει τὸ ἔρχομαι ἀπὸ ξένης, ἐπίηλυς καὶ ἔπηλυς, ὁ ξένος. καὶ εἰς τὸ Νέηλυς
ε 1305
Ἐπʼ ἤματι · ἐν ἡμέρᾳ
ε 1306
Ἐπήν · ἐπειδάν ἢ προσῆν