α 1518
Ἀκόνιτον · βοτάνη δηλητηριώδης· ὅτι ἐν τοῖς Ἀκοναίοις ὄρεσι τῆς Μαριανδυνίας φύεται. ἢ ὅτι ἀκαταπάλαιστον καὶ ἀήττητόν ἐστιν· ἀπὸ με ταφορᾶς τῶν ἀθλητῶν, ὧν οἱ νικηταὶ ἀήττητοι ὄντες οὐ κονιορτοῦνται· κονιοῦσθαι γὰρ τὸ πα λ αίειν· Θεό κρ ιτος κισσὸς ἑλι χρύσῳ κεκονιμένοσ“. τὸ μὴ νικώμενον οὖν ὑπὸ τῶν πι νόντων. καὶ Εὐφο ρίων θηλυκῶς λέγει τὴν βοτάνην. ἣν οὐδεὶς δύναται κονίσαι, τουτέστι νικῆσαι· κονιορ τοῦνται γὰρ οἱ νικώμενοι τῶν παλαιστῶν
α 1519
Ἀκόνιτον · εἶδος βοτάνης
α 1520
Ἀκονῶ · ἐκ τοῦ ἀκόνη
α 1521
Ἄκος · θερα πεία · κυρίως δὲ τὸ σιδήρῳ θεραπεύειν εἰ ς ἀ κὴν ἀπ ωξυμμένῳ· ἔνθεν καὶ τὸν ἰατρὸν Φρ ύγες ἀκεσ τὴν λέγουσι. τὴν δὲ διὰ τῶν ὀξειῶν ῥ αφίδων ἰωμένην τὰ ς τῶν ἱματίων λακίδασ ἀκέσ τριαν Ἀ θηναῖοι καλοῦσιν. οὕτως εὗρον ἐν Ὑπομνήματι τῆς Ἰλιάδοσ . Ὁμήρου
α 1522
Ἀκοστήσας Ζ · ἄκος τῆς στάσεως λαβών, τουτέστιν ἴαμα, καὶ κριθιάσας. κυρίως δὲ πᾶσαι αἱ τροφαὶ τῶν ζώων ἀκοσταὶ κ αλοῦνται, παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ, καιρῷ παραλαβών. βελτίον δέ, δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. φάτνη δὲ ὁ τ όπος ἐν ᾧ ἐσθίει τὰ κτή νη ἢ τὰ τετράπωδα, ὥσπερ ἡ τράπεζα. καὶ εἰς τὸ Φάτνη
α 1523
Ἀκοστήσας Ζ · ἐπὶ τῇ στάσει δυσχεράνας. ἀκοσταί, αἱ κριθαί
α 1524
Ἀκοστήσας Ζ · ἤτοι παρὰ τὰς ἀκοστάς, αἵ εἰσι κατὰ γλῶσσαν κριθαί. ἢ ἀκοστήσας, ἐπὶ τῇ στάσει δυσχεράνας· ἐπιφέρει γὰρ Ζ δεσμὸν ἀπορρήξασ“. ὅτι δὲ ἀκοσταὶ αἱ κριθαί, μαρτυρεῖ Νίκανδρος λέγων πολλάκις δʼ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖσ“
α 1525
Ἀκοστήσας Ζ · π αρὰ τὰς ἀκοστάς, τὰς κριθάς, ἵνʼ ᾖ κριθιάσας ἢ ὑψαυχενίσας καὶ ἀ τιμαγέλης γεγονώσ. ἢ ἀπὸ τοῦ ἀγός ἀγοστήσας, ὁ ἀγὸς θέλων εἶναι. ἢ ἀχθοστήσας καὶ ἄρσει τοῦ θ ἀχοστ ήσας καὶ ἀκοστήσασ
α 1526
Ἀκράγας · Ἀκράγαντος. Ἀκραγαντῖνος
α 1527
Ἀκραιφνής · ἀκεραιοφανής
α 1528
Ἀκραιφνής · ὁ καθαρός καὶ περιφανής· ἀκεραιοφανής καὶ ἀκραιφνής. ἀλλʼ οὐδέποτε γίνεται δύο συλλαβῶν συγκοπή. ἢ παρὰ τὸ ἀκροφαν ὴς καὶ ἀκρ αιφνής, τοῦ ο εἰς αι τραπέντος, ὡς μεσοπόλιος μεσαιπόλιος
α 1529
ατος · κερῶ ἐστι ῥῆμα καὶ κατὰ συγκοπὴν κρῶ, οὗ μέλλων κράσω καὶ ὄνομα ῥηματικὸν κρατός καὶ μετὰ τοῦ α στερητικοῦ ἄκρατος. ἀπὸ δὲ τοῦ αὐτοῦ κρατήρ, ἀφʼ οὗ κιρνᾶται ὁ οἶνος
α 1530
Ἀκρέμων · ἀκρέμονος· καὶ ἀκρέμονες κυρίωσ μὲν οἱ βλαστοὶ καὶ οἱ κλάδοι τῶν δένδρων οἱ κάλλιστοι· καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀνθρώπων οἱ ἐξοχώτατοι. παρὰ τὸ ἄκρον, ὃ σημαίνει τὸ πέρας τοῦ σώματος, ἢ κεφαλήν
α 1531
Ἀκρέμων · ὁ κλάδος· εἴρηται δὲ καὶ κρέμων δισυλλάβως. παρὰ τὸ ἄκρον καὶ παρὰ τὸ κρεμῶ ἑκάτερος
π 690
παρὰ τὸ κάρα ὑπερβι βασμῷ τοῦ α ἄκρα ἀκρίς· μείζων γὰρ ἡ κεφαλὴ τούτου τοῦ λοιποῦ μέρους τοῦ σώματοσ
α 1533
Ἀκρίς · σημαίνει δὲ τὴν ἀκ ρίδα · παρὰ τὸ τὰς ἄκ ρας τῶν ἀσταχύων ἐσθίειν
α 1534
Ἄκριτον ·. παρὰ τὸ μὴ διαχωρίζεσθαι. ἐξ οὗ καὶ Β ὄρος ἀκριτόφυλλον“
α 1535
Ἀκροβυσσία · ἡ ἀπεριτμησία. ἀκροβυστία δὲ ἡ περιτομή
α 1536
α · ἡ ἀ περιτμη σία. ἀκροβυστία δὲ ἡ περιτομὴ κατά τινας. ἐκ τοῦ ἄκρον καὶ τοῦ βύω ἀκρόβυστον, τὸ μὴ κεκομμένον ἀλλʼ ὑγιὲς καὶ σῶον καὶ ἀκέραιον εἶναι τὸ τοῦ ἀνδρὸς κρυπτόν, οἱονεὶ ἀκρόκρυπτον
ρ 113
ροθίνια · κυρίως ἀπαρχὴ θινῶν, τουτέστι σωρῶν γενν ημάτων· καταχρηστικῶς δὲ καὶ πᾶσα ἀπαρχή
α 1537
Ἀκροθίνια · τὰς τῶν ἐνιαυσιαίων καρπ ῶν ἀπαρχάς. κυρίως δὲ ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας· παρὰ τὸ ἀπὸ τοῦ θινός, τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν π ολέμων, ἀπὸ τοῦ σί νεσθαι ἐν τῷ πολέμῳ πολλά, τουτέστι βλάπτεσθαι
α 1538
Ἀκροθίνιον · ἡ ἀπαρχὴ τῶν καρ πῶν, ἤγουν τὰ ἐκλεκτά· ἄκρον γὰρ ἡ ἀρχή. ἀκροθίνια ἀπαρχαὶ προ βάτων
α 1539
Ἄκρον · ὄνομα ῥηματικὸν ἀπὸ τοῦ ἥκειν· ἐπί τι ἐξέχον ἐληλυθός
α 1540
Ἄκρον ·. καὶ Ὅμηρος α ὀϊὸς ἀώ τῳ “, τουτέστι τῷ ἄνθει καὶ τῷ καλλίστῳ τοῦ προβάτου· λέγει δὲ τῷ ἐξ ἀπαλῶν ἐρίων γεγονότι περιβολαίῳ. καὶ ἀλλαχοῦ
α 1541
Ἀκροπήνιον · ἐκ τοῦ ἄκρον καὶ τοῦ πήνιον, ὃ σημαίνει τὸν ἄτρακτον, γίνεται ἀκροπήνιον· τὸ στρεφόμενον οὖν ἀκροπήνιον καλεῖται
α 1542
Ἀκρότομος · ὑψ ηλὴ πέτρα καὶ σκληρά
ρ 114
ρώρεια · τὸ ὑψηλὸν ἄκρον τοῦ ὄρουσ
α 1543
Ἀκρωτήριον · ἐκ τοῦ ἄκρον καὶ τοῦ ὦς ὠτός
α 1544
Ἀκταίνειν · τὸ μετεωρίζεσθαι καὶ ἐπαίρεσθαι· παρὰ τὸ ἦκται ἀκτός καὶ ῥῆμα ἐξ αὐτοῦ ἀκτῶ, ἀφʼ οὗ καὶ ἀκταίνω καὶ ἡ μετοχὴ ἀκταίνων· καὶ ἀκταῖνον μένοσ“, τὸ ἀνάγον καὶ δυνάμενον ἀνορθοῦν
α 1545
Ἀκτέριστος · ἀσκύλευτος, ἄκτη τος, ἢ ἄταφος· ἐξ οὗ καὶ κτερίσαι, τὸ θά ψαι καὶ ἐν ταφιάσαι
α 1546
Ἀκτή · ἡ Ἀττική· ἀπὸ τοῦ τὰ πλείονα μέρη αὐτῆς εἰς θάλασσαν ἐκνενευκέναι. Ὠρίωνος
α 1547
Ἀκτή · παρὰ τὸ κατάγνυσθαι τὰ κύματα, ἤγουν κεκλᾶσθαι
α 1548
Ἀκτίσ · δεῖ γινώσκειν, ὅτι τὸ ἀκτίς ἐτυμολογεῖτ αι διαφόρως· ἢ γὰρ παρὰ τὸ ἄγω γίνεται ἀκτίς, ἡ πανταχοῦ ἀγομένη, ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πανταχοῦ φέρεται· ἢ παρὰ τὸ ἐκτείνω ἐκτίς καὶ ἀκτίς, παν ταχοῦ γὰρ ἐφήπλωται· ἢ παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἡ γὰρ τοῦ ἡλίου λαμπηδὼν ὁρμητική ἐστιν· ἢ παρὰ τὸ ἄγω ἄξω ἀκτόσ καὶ ἀκτίς, ὡς παρὰ τὸ ν ῥήξω ῥηγμός καὶ ῥηγμίν, ὁ αἰγιαλός, παρὰ τὸ ἐκεῖ ῥήγνυσθαι τὰ κύματα. τὸ δὲ θίς καὶ ῥίς ὁ Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου ἀξιοῖ γράφεσθαι καὶ ἀκολουθῶν τῇ ἐτυμολογίᾳ ἔλεγεν, ὅτι τὸ θείς παρὰ τὸ θείνεσθαί ἐστι, καὶ γὰρ ἐν τῷ αἰγιαλῷ θείνονται καὶ τύπτονται τὰ κύματα· ἢ παρὰ τὸ θέειν, καὶ γὰρ ἐν τῷ αἰγιαλῷ τρέχει τὰ κύματα. τὸ δὲ ῥείς παρὰ τὸ ῥεῖν γέγονε, καὶ γὰρ ἐκ τῆς ῥινός ῥέουσι καὶ κατέρχονται τὰ περιττώματα τῆς κεφαλῆς. ἀκολουθῶν οὖν ταύτῃ τῇ ἐτυμολογίᾳ εἴρηκεν αὐτὰ διὰ τῆς ει διφθόγγου. ἡ δὲ παράδοσις οἶδεν αὐτὰ διὰ τοῦ ι
ι 321
ίς · διὰ τοῦ ι · καὶ ὅσα διφορεῖται περὶ τὴν κατάληξιν, οἷον γλωχίς δελφίς θίς ῥίς. τε ῥινός ἡ γενική. τὰ εἰς ν λήγοντα πάντα ἀρσενικὰ τε καὶ θηλυκὰ ἑνὶ φωνήεντι χρῆται, οἷον Ἕλλην τέρην αὐχήν λιμήν Ἀλκμάν Τιτάν Πυθών Σιδών ἀμπελών. τὸ θίν, κἂν παρὰ τὸ θέω ἐστί, διὰ τοῦ ι γράφεται· κἂν παρὰ τὸ ῥέειν, ἡ ῥίν
α 1549
Ἀκύμων · ἀκύμονος· ὁ ἄνευ κύματος καὶ κυήματος. καὶ εἰς τὸ Κῦμα
ω 118
ῶ · τὸ θεραπεύω· ἐξ οὗ καὶ ἄκος, ἡ θεραπεία, καὶ ἄ κος, τὸ φάρμακον, καὶ ἀνή κεστος, ὁ ἀθεράπευτος
α 1550
Ἀκωκή · ἐπιδο ρ ατίσ ἡ ὀ ξύτης τ οῦ β έλουσ
α 1551
Ἀκωκή · ἡ ὀξύτης τοῦ δόρατος
α 1552
Ἄκωλος · ζήτει ὄπισθεν εἰς τὸ ο
α 1553
Ἅλα · τὴν θάλασσαν· παρὰ τὸ ἅλισ· ἀθροῦν γὰρ ὕδωρ ἐστὶν ἡ θάλασσα
α 1554
Ἀλάβαστρον · ἡ μυροθήκη· εἴρηται κατὰ πλεονασμὸν τοῦ ρ ἀλάβαστόν τι ὄν, οὗ λαβέσθαι διὰ λει ό τητα ἀδύνατον
λ 281
λάβαστρον μύρου · βησσίον ἐστὶν ὑελοῦν στρογγυλοειδὲς χωροῦν λ ίτραν μίαν ἤγουν ἡμίναν. καὶ ἄλλως· τῷ δὲ μέτρῳ ἐστὶ ξέστου τὸ ἥμισυ. ἀλάβαστρον δὲ λέγεται διὰ τὸ εὔθρυπτον, ἁλὶ ἀπεικαζόμενον
α 1555
Ἀλαζών · ὁ προσποιούμενος ἃ μὴ ἔχει
α 1556
Ἀλαίνω · τὸ πλανῶμαι· παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν πλάνην
η 285
ἠλακάτη · ἀπὸ τοῦ ἄγω ἄξω ἀκτός εἴρηται καὶ ἀκτή, καὶ κατὰ πλεονασμὸν ἐν μέσῳ τοῦ α ἀκάτη· καὶ ἐπεισελθόντος πάλιν τοῦ αλ μορίου, ὡς ἐπὶ ἄλλων πλείστων, ὠνομάσθη ἀλακάτη καὶ ἠλακάτη κατὰ Ἴωνας τὸ ἀγωγὸν τοῦ περιάγοντος αὐτὴν καὶ γινομένου νήματος ἐρίου ἢ λίνου. ἠλακάτη οὖν κατὰ Ἴωνας, ὡς ἀπεδανός καὶ ἠπεδανός. οὕτω Φ ι λόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ
α 1557
Ἀλαλαγμὸς ὀλολυγμοῦ διαφέρει· ἀλαλαγμός ἐστιν ἐπινίκιος ἐν πο λέμῳ κρότος· ὀ λολυγ μὸς δὲ κραυ γὴ θρη νητι κὴ καὶ ὀ δυρμοῦ σημεῖον
α 1558
Ἀλαλάζω · ὁ μέλλων ἀλαλάξω· γέγονε δὲ παρὰ τὸ λαλεῖν λαλαγή καὶ ἀλαλάζω, ἐξ οὗ καὶ τὸ ἀλαλάξατε“, τουτέστιν ὑμνήσατε τὸν θεόν
α 1559
Ἀλαλάξατε. ἢ ἐκ τοῦ ἀλαλή, ὃ σημαίνει τὸν θόρυβον
α 1560
Ἀλαλητός · ὁ θόρυβος· διὰ τὸ πολλῶν λάλημα εἶναι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1561
Ἄλαλος · ἐκ τοῦ λῶ λάλ ος καὶ μετὰ τοῦ στ ερητικοῦ α ἄλαλοσ
α 1562
Ἀλαλύκτημαι · τεθορύβημαι, ἀδημονῶ· ἀπὸ τοῦ ἀλ ᾶ σθαι τὴν διάνοιαν
α 1563
Ἀλαός · ὁ τυφλός· καὶ ἀλαῶσαι, τὸ τυφλῶσαι
α 1564
Ἀλαός · ὁ τυφλός, κατὰ διάλεκτον
α 1565
Ἀλαπάζω · κενῶ καὶ ἀναλίσκω· οὗ ὁ μέλλων ἀλαπάξω, ὁ ἀόριστος ἠλάπαξα καὶ τὸ ἀπαρέμφατον ἀλαπάξαι, τὸ ἐκκενῶσαι· ἐξ οὗ καὶ ἀλαπαδνός, ὁ κεν ὸς τῆς δυνάμεως· λάπαθος γὰρ βοτάνη κενωτικὴ γαστρός
π 691
πάξαι · ἐκπορ θῆσαι · παρὰ τὴν λάπαθον β οτάτην κενωτικὴν γαστρός. καὶ Δημόκριτος τοὺσ βόθρους τοὺς παρὰ τῶν κυνηγετῶν γινομένους λαπάθους καλεῖ διὰ τὸ κεκενῶσθαι. ἀλαπάξαι οὖν κυρίως τὸ ἐκκενῶσαι. καὶ εἰς τὸ Κενεών καὶ Λαπάρα
α 1566
Ἄλαστα · τὰ κακά· ἀνεπίληστά τινα ὄντα. ἢ παρὰ τὸ λάζεσθαι, ὅ ἐστι τὸ λαβεῖν· ἃ οὐκ ἄν τις λάβοι, φευκτά. ἐκ δὲ τοῦ ἐναντίου εἴρηται ἐσθλόν, ἐθέλον τ ι ὄν, ὃ θέλει τις ἔχειν
α 1567
Ἀλάστωρ · ὁ Ζεύς, ὁ ἐποπτ εύων τὰ ἄλαστα καὶ χαλεπά· ἢ ἀσεβής, ἢ κακοποιός
α 1568
Ἀλάστωρ · ὁ Ζεύς, ὁ ἐποπτεύων τοὺσ τὰ ἄλαστα καὶ χαλεπὰ ποιοῦντας. οὕ τως Ἡρωδιανόσ
α 1571
Ἀλαῶ · σημαίνει δύο· ἀλαῶ τὸ ληφθῶ, ἤτοι τὸ κρατῶμαι· ἀλαῶ δὲ τὸ τυφλῶ, κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν, ἐξ οὗ καὶ α ἀλάωσεν“, τὸ ἐτύφλωσεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1572
Ἀλγηδών · παρὰ τὸ ἀλγῶ ἀλγήσω ἀλγηδών· τὸ δὲ ἀλγῶ παρὰ τὸ ἄλγος· τοῦτο παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἄλεγος καὶ ἄλ γοσ
α 1573
Ἀλγίων, αἰσχίων · ι · καθόλου τὰ τοιαῦτα συγκριτικῷ τύπῳ παρηγμένα διὰ τοῦ ι μόνου γράφεται, ὅτε ἐστὶν ὑπὲρ δύο συλλαβάς, οἷον ταχίων βραδίων ἡδίων κακίων καὶ κάκιον ἥδιον βράδιον τάχιον
α 1574
Ἀλδαίνειν · τὸ αὔξειν· παρὰ τὸ ἅλλεσθαι καὶ π ηδᾶν κατὰ τὴν αὔξησιν
α 1575
Ἀλεγεινός · ει · παρὰ τὸ ἀλέγειν· καὶ τὸ ἀλέγειν καὶ τὸ ἀλεγεινός παρὰ τὸ ἀλεείνω. οὕτως καὶ ἐρεείνω φαείνω. τὸ μέντοι ὀρίνω διὰ τοῦ ι ἐπεὶ Αἰολεῖς ὀρίννω
α 1576
Ἀλεγίζεις Α · ἀποστρέφεις, φροντίζεις· παρὰ τὸ ἀλέγω, τὸ φροντίζω· τοῦτο δὲ παρὰ τὸ λέγων, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀλέγω, τὸ φροντίζω
α 1577
Ἀλεείνω Γ · τὸ ει δίφθογγον· διὰ τί; τὰ διὰ τοῦ εινω ῥήματα ὑπὲρ δύο συλλαβὰσ τὴν ει δίφθογγον ἔχει· ἐρεείνω, φαείνω, ἀλεείνω. τὸ δὲ ἀλεείνω μέλλοντα οὐκ ἔχει· τὰ γὰρ διὰ τοῦ εινω ῥήματα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφονται καὶ μέλλοντας οὐκ ἔχουσιν. τὸ δὲ ἀλεείνω γίνεται παρὰ τὸ ἀλέα, ὃ σημαίνει τὴν θέρμην
α 1578
Ἀλειπής · πηγὴ ἐν Ἐφέσῳ · οὕτως καλεῖται διὰ τὸ μὴ λείπειν ποτέ
α 1579
Ἀλείπτης · ει · παρὰ τὸ ἀλείφω ἀλείπτης. ὁμοίως· λέγεται ὁ συνήγορος
α 1580
Ἄλεισον · ει · παρὰ γὰρ τὸ ἁλές ἐτυμολογοῦσιν· ἐξ οὗ ἔστιν ἀθρόως πιεῖν
α 1581
Ἄλεισον · ἔκπωμα ἐκτετορνευμένον· οἷον εὐάλιον ὑπάρχον ἢ πλατύ, ὅθεν ἔστιν ἅλις πιεῖν. ὁ δὲ Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου ὅτι παρὰ τὸ λεῖον γέγονεν ἄλειον καὶ ἐπενθέσει τοῦ ς ἄλ εισον τοῦ α ἐπιτατικοῦ ὄντ οσ ἢ στερητικοῦ. καὶ εὐλό γως τὴν ει δίφθογγον ἔχει
α 1582
Ἀλείτης · πλανήτης ἢ ἁμαρτωλός· ἀλίτης δὲ ὁ ἁλιευτής. καὶ πό θεν γίνεται; ἐκ τοῦ ἄτη, ὃ σημαίνει τὴν βλάβην
α 1583
Ἀλείφω · χρίω· τ ἤλειψεν“, ἔχρισεν
α 1584
Ἀλείφω · διὰ διφθόγγου· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον
α 1585
Ἀλέκτωρ · διὰ τὸ ἅλλεσθαι καὶ τινάσσεσθαι καὶ δηλοῦν τὴν ὥραν· τὸ γὰρ ἄλα Ῥωμαῖοι πτέρυγας λέγουσι. κατάγων καὶ ἀνάγων τὰς πτέρυγας λέγει τὴν ὥραν
α 1586
Ἀλέκτωρ · εἶδος ὀρνέου ἀγρυπνητικοῦ· ἀλέκτωρ δὲ εἴρηται παρὰ τὸ ἀπὸ τῶν λέκτρων, τουτέστι τῶν κοιτῶν, ἐγείρειν ἡμᾶς
α 1587
Ἀλέκτωρ · ὁ ἄρσην. ἀλεκτωρὶς δὲ ὄρνις θήλεια
α 1588
Ἀντιόχεια ·. καὶ ὅσα παρεσχημάτισται τοῖς εἰς ευς διὰ διφθόγγου γράφεται
α 1589
Ἀλέξανδρος · παρὰ τὸ ἐπαλέξειν τῇ πατρίδι τοὺς πολεμίους
ξ 45
ξῶ · ἐκ τοῦ ἀλέγω, τὸ βοηθῶ· ἀλεξήσω ὁ μέλλων· ἀλέξημα, τὸ ἰατρικὸν βοήθημα, ἐξ οὗ καὶ τὸ ἷκται γὰρ αὐτὴν ἐξαλεξῆσαι θέλων“· σημαίνει δὲ τὸ ἐξ ἀσθενείας ὑγιᾶναι
α 1590
Ἀλεξῶ · τὸ βοηθῶ· παρὰ τὴν ἄλοχον. κυρίως τὸ γυναικὶ βοηθῆσαι, καταχρηστικῶς δὲ καὶ τὸ ὅπως δήποτε. ἢ ἀπὸ τοῦ ἄλκω ἄλξω καὶ πλεονασμῷ τοῦ ε ἀλέξω, ὅπερ εἰς ἐνεστῶτα ἀναχθὲν βαρύνεται ὑπὸ Ἀττικῶν
α 1591
Ἀλεύατο · ἀλέω, τὸ πλανῶ καὶ ἐκκλίνω
α 1592
Ἄλευρος · ὄνομα θηλυκόν· παρὰ τὸ ἀλήθω ἀλεύθω καὶ ἄλευρος. Ὠρίωνος
α 1593
Ἀλευρόττησις · σήθω, σήσω ὁ μέλλων, ὄνομα ῥηματικὸν σῆσις, τροπῇ τοῦ κατʼ ἀρχὴν ς Ἀττικῶς τῆσις καὶ πλεονασμῷ τοῦ τ ἀλευρόττησις, ὁ κόσκινος. οὕτως Φιλόξενος
α 1594
Ἀλεωρή · ἡ φυλακὴ καὶ ἡ φυγή. ἡ μὲν φυλακὴ παρὰ τὴν ἀλέαν, τὴν θερμασίαν, καὶ τὸ ὠρεῖν, τὸ φυλάτ τειν· ἡ δὲ φυ γὴ παρὰ τὸ ἀλέασθαι εὐπ αραφυλά κτως. λέγεται δὲ καὶ τὸ συνάθροισμα τοῦ λαοῦ
η 286
ή · ἐκ τοῦ ἀλεύω, τὸ ἐκκλίνω, καὶ τοῦ ὠρῶ, τοῦ φυλάσσω. κλίνεται δὲ ἡ ἀλεωρή τῆς ἀλεωρῆς καὶ τὰ λοιπά
α 1595
Ἀληθές · παρὰ τὸ λήθη· τὸ μὴ λήθῃ τοῦ δικαίου ὑποπίπτοντος
α 1596
Ἀληθές · παρὰ τὸ λήθω· τὸ μὴ λήθῃ τοῦ δικαίου ὑποπίπτον. Ἡσίοδος περὶ τοῦ Νηρέως οὕνεκα νημερτής τ ε καὶ ἤπιος, οὐδὲ θ εμιστέων Λήθεται“· καὶ πάλιν Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντοσ“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1597
Ἀληθινός · ἐκ τοῦ ἄληθες γίνεται ἀληθινός· τὸ θι ι. ζήτει
α 1598
Ἀληθινός · τὸ λι ι · διὰ τί; τὰ εἰς ιν ος ὀνόματα ἀπὸ ἐπιρρημάτων γινόμενα διὰ τοῦ ι γράφεται, οἷον τάχα ταχινός
α 1599
Ἀληθῶς · ἐπίρρημα βεβαιώσεως. Νικήτου
α 1600
Ἄληπτος · ἔστι λήβω, τὸ λαμβάνω, διὰ τοῦ η · ἐκ τούτου ληπτόσ καὶ μετὰ τοῦ στερητικοῦ α ἄληπτος, ὁ μὴ κρατούμενος
α 1601
Ἄληπτος · ἐκ τοῦ ἀλῶ, τὸ πορθῶ
α 1602
Ἀλησία · ἡ Ἀφροδίτη· διὰ τὸ ἀλᾶν
α 1603
ἀλητήριος Ζεύς · ὅτι λιμοῦ συντόνου γινομένου τοὺς ἀλήθοντας πάντασ ἐφύλαττον διὰ τὸ μὴ κλέπτειν τι τῶν ἀλουμένων· ὡς οὖν ἐπόπτας καὶ τηρητὰς τῶν ἀλουμένων τοὺς θεοὺς οὕτως ἐπωνόμαζον
α 1604
Ἀλητήριος · ὁ Ζεύς· τὰ δύο ηη η . ἀλιτήριος δὲ ὁ ἁμαρτωλός, ἤτοι ὁ τὰς λιτὰς μὴ τηρ ῶν · διὰ τοῦ ι τὸ λι
α 1605
Ἀλήτης · ὁ πλανήτης· ἀπὸ τοῦ ἄλη, ἐξ οὗ καὶ ἀλητεία, ἡ πλάνη, καὶ ἀλητεύω, τὸ πλανῶμαι. ἀλῆτις δὲ ὄνομα θηλυκόν
α 1606
Ἄλθετο · τὸ ὑγιανθῆναι καὶ τὸ θεραπευθῆναι· παρὰ τὸ ἀλδαίνειν, ὅ ἐστιν αὐξάνειν· τὸ γὰρ ὑγιὲς αὔξεται
α 1607
Ἁλίαρτος · ἡ πόλις· ἢ ὅτι ἐκ τῶν ἁλιέων καὶ τοῦ ἄρτου
α 1608
Ἀλίβας · ὁ νεκρὸς καὶ ξηρός, ὁ μὴ ἔχων νοτίδα καὶ λιβάδα τινά· οἱ γὰρ ζῶντες ὑγροί
σ 433
ς · ὁ νεκρός· ὁ ξηρός, ὁ μὴ ἔχων νοτίδα καὶ λιβάδα τινά· οἱ γὰρ ζῶντες ὑγροί. ἀλίβας δὲ καὶ τὸ ὄξος, τινές φασι· Καλλίμαχος, ἔβηξαν οἷον ἀλίβ αν τ α πίνοντεσ“· παρὰ τὸ μὴ λείβεσθαι καὶ σπένδεσθαι
α 1609
Ἁλιβδύειν · τὸ καταδύνειν εἰς θάλασσαν, καταχρηστικῶς δὲ καὶ μεταφορικῶς καὶ τὸ ἀφανίζειν· παρὰ τὴν ἅλα καὶ τὸ βδύ ειν Αἰολικῶς πλεονασμῷ τοῦ β ὡς σίδη σίβδη, ἁλιδύειν ἁλιβδύειν
α 1610
Ἅλιον · τὸ μάταιον· τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον· ἢ παρὰ τὴν ἅλα, ἀπὸ τοῦ μὴ εὐχρηστεῖν εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ
α 1611
Ἅλιον ·. ἅλιον δέ, τὸ θαλάσσιον, δασύνεται
α 1612
Ἁλίπεδον · ὁμαλὸν ἔδαφος παρὰ τῇ θαλάσσῃ, πεδίον
α 1613
Ἁλιρρόθιον · τὸ ἐκ θαλάσσης κῦμα· ἢ ὄνομα υἱοῦ Ποσειδῶνος
α 1614
Ἅλις · ἐπίρρημα σημαῖνον τὸ πολύ· παρὰ τὴν ἅλα πολλὴν οὖσαν
α 1615
Ἅλις · τὸ ἐπίρρημα δηλοῦν τὸ δαψιλῶς καὶ πολύ· παρὰ δὲ τὸ ἅλις τὸ ἅλιθα καὶ τροπῇ τοῦ α εἰς η Λ ἤλιθα πολλήν“ ἐκ παραλλήλου
α 1616
Ἀλῖσαι ·. παρὰ τὸ κυλίω τροπῇ τοῦ υ εἰς α καλίω, καὶ ἐν πλεονασμῷ τοῦ ν καὶ δ καλίνδω, ὅπερ καὶ περισπᾶται καὶ βαρύνεται. τοῦτο κατὰ ἀφαίρεσιν τοῦ κ ἀλίω γίνεται καὶ ἀλίνδω· ἀπὸ τοῦ ἀλ ίω ἤλικα καὶ ἤλισα. καὶ ὡς κολυμβήθρα οὕτως ἀλινδήθρα
α 1617
ἀλιτρία · ἡ ἁμαρτία. καὶ ἀλίτρι α ἡ ἁμαρτωλή καὶ ἀλ ιτρὸς ὁ ἁμαρ τωλός
τ 272
τήριος · ὅ ἐστιν ἀπὸ τοῦ ἀλιτρόσ · σημαίνει δὲ τὸν ἁμαρ τωλόν. τὸ λι ι κ αὶ τὸ τη η. ἀλιτρός ἐστι π αρὰ τὸ στέ ρησιν ἔχειν τ ῆς λιτῆσ. τὸ λιτή δὲ διὰ τοῦ ι γράφεται · τὰ γὰρ εἰς τη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι
α 1618
Ἀλιτηρίου · ἀθέου, ἁμαρτωλοῦ, πλανήτου, θανάτῳ ἐνόχου
α 1619
Ἀλκαία. ἔχει γὰρ ἐπὶ τῇ οὐρᾷ κέντρον, ὑφʼ οὗ παροξύνεται, κ αθά φησιν Ἱερώνυμος καὶ Ἐπαφ ρόδιτοσ ἐν Ὑπομνήματι Ἀσπίδος Ἡσιόδου
α 1620
Ἄλκαρ · ἴαμα καὶ βοήθημα
α 1621
Ἀλκυονίδας ἡμέρας · εὐδινάς
α 1622
Ἀλκυών · ἁλικυών τις οὖσα· παρὰ τὸ κύειν παρὰ τῇ ἁλί. ἔστι δὲ εἶδος ὀρνέου
α 1623
Ἀλκυών · ἁλικυών τις οὖσα· παρὰ τὸ κύειν παρὰ τῇ ἁλί, τουτέστι παρὰ τῇ θαλάσσῃ. καί φασιν, ὅτι κύματος αὐτῆς ἀεὶ τὰ ὠὰ ἐπικλύζοντος καὶ οὔσης ἀτέκνου ὁ Ζεὺς ἐλεήσας αὐτὴν ὥρισεν ἡμέρας τινὰς εὐδινάς, ἃς καλοῦσιν ἀλκυονίδας. Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 1624
Ἀλλʼ ἄνα · ὁ ἀλλά σύνδεσμος συμπλεκτικός. τοῦ ἄνα δὲ ἡ εὐθεῖα, ὅ ἐστιν ἄναξ, σημαίνει δὲ γ· τὸν βασιλέα, ὡς τὸ Α ἄναξ ἀνδρῶν“, καὶ τὸν θεόν, ὡς τὸ Α ὄφρʼ ἱλασσόμεσθα ἄνακτα“, καὶ τὸν οἰκοδεσπότ ην ὡς τὸ α αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι“. καὶ ἡ κλητικὴ ὦ ἄναξ, ἀπέβαλε δὲ τὸ ξ ποιητικῶς ἀλλʼ ἄνα“, ὥσπερ καὶ τὸ Γ Ζεῦ ἄνα“ ἀποβολῇ τοῦ κλ ητικοῦ ὦ
α 1625
Ἀλλὰ κακῶς ἀφίει Α · ἱέω ἱῶ, καὶ δασύνεται· καὶ ὁ παρατατικὸς ἵεον ἵουν, τὸ δεύτερον ἵεες ἵεις, τὸ τρίτον ἵεε ἵει καὶ ἐν συνθέσει ἀφίει, ἐξ οὗ καὶ τὸ Α προΐε ι “
α 1626
Ἀλληγορία · παρὰ τὸ ἄλλο ἀγορεύεσθαι παρὰ τὸ κείμενον
α 1627
Ἀλληλούϊα · ἑρμηνεύεται τῇ Ἑβραΐδι διαλέκτῳ τὸ ἄλ κραταιός, τὸ λή θεός καὶ τὸ λούϊα οὗτος μόνος· τὸ λοῦ οὗτος καὶ τὸ ἴα μόνος. πέντε συλλαβαί· ἔχει δὲ μέρη λόγου δ. καὶ ἄλλως· ἀλληλοῦ αἰνεῖτε, ἰά δὲ τὸ κύριον. καὶ ἄλλως· τὸ ἄλ μεθʼ ἡμῶν, τὸ λή θεός, τὸ οὔϊα νῖκος. καὶ ἄλλως· ἄλ θεός, λή ἰσχυρός, οὔϊα κραταιός. καὶ ἄλλως· τὸ ἄλ ἔρχεται ἢ ἐφάνη, τὸ λή θεός, τὸ λούϊα ζῶν
α 1628
Ἀλλόθρους · ἀλλόφωνος
α 1629
Ἄλλοι μὲν ῥά Β · οἱ μὲν δὴ ἄλλοι
α 1630
Ἀλλοιῶ · τὸ μεταβάλλω καὶ μεταμορφῶ· καὶ ἀλ λοιῶ, τὸ τύπτω, ἐξ οὗ καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων
α 1631
ἀλλοιῶ διαφέρει· ἀλλοιῶ σημαίνει τὸ τύπτω, ὡς τὸ Ι πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλλοία“. καὶ περισπώμενον σημαίνει τὸ ἀλλάσσω, ὡς τὸ αὕτη ἡ ἀλλοίωσισ“
κ 938
κοτος · παρη λλαγμέν ος
α 1632
ἁμαρτωλός· παρὰ τὸ ἀλ ιτῶ ἀ λιτός καὶ ἐπενθέσει τοῦ ο ἀλοίτης. ἢ ὁ ἀνδροφόνος· παρὰ τὸ ἀλοιᾶν, τὸ τύπτειν, ἔνθεν πατραλοίασ
α 1633
Ἀλλότριος · πλεονασμῷ τοῦ τ · ἀλλόριος γάρ ἐστιν, οἷον ὁ ἄλλων ὁρίων ὑπάρχων
α 1634
Ἅλλω · εἰς τὸ Ζάλη καὶ Θρυλλίς καὶ Ὅλμος
α 1635
Ἁλμυρός · τροπὴν ἔχει τοῦ η εἰς υ
α 1636
Ἀλοιφή · εἰ μὲν ἁπλοῦν, δίφθογγον· εἰ δὲ σύνθετον, οἷον πισσαλιφήσ ὑπαλιφήσ συναλιφή, ι · εἰ δὲ ἔχει π δίφθογγον, ἄλειπτον καὶ δυσάλειπτον ἀσυνάλειπτον ἐξάλειπτον ἀπόλειπτον
α 1637
Ἁλοσύδνησ δ · τῆς θαλάσσης· οἱ δέ, τῆς Ἀμ φιτρίτης· ἀπὸ τοῦ ἐν ἁλὶ σεύεσθαι, ὅ ἐστιν ἐν θαλάσσῃ ὁρμᾶν
α 1638
Ἄλοχος · γυνή, γαμετή· καὶ κατʼ ἐπίτασιν τὸ α ἐνταῦθα, οἱονεὶ πολύλοχός τις οὖσα
α 1639
Ἄλοχος · ἡ γαμετή· παρὰ τὸ ὁμόλεχον εἶναι. καὶ εἰς τὸ Λέχος
α 1640
Ἄλοχος · κυρίως ἡ ἑτέρου λέχους ἄπ ειρος, ἢ ἡ ἐκ παρθενίας· καταχρηστιχῶς δὲ καὶ ἡ οἵα δηποτοῦν ὁμόλεχος, τοῦ α τὸ ὁμοῦ δηλοῦντος
α 1641
Ἄλοχος · τὸ α σημαντικόν ἐστι τοῦ ὁμοῦ καὶ τοῦ ἅμ α · ἡ οὖν ἄλοχ οσ ὁμόλεχ όσ ἐστι, ὡσ καὶ ἀγάλα κτες, οἱ ἀδελφοί, ὁμογάλακτές τινεσ ὄντες, οἱ τὸ αὐτὸ γάλα σπάσαντες
α 1642
Ἅλς · ἡ θάλασσα· παρὰ τὸ ἁλές, τὸ συνεστραμμένον καὶ ἠθροισμένον· Καλλίμα χος εἰς τὸ πρὸ τείχους ἱερὸν ἁλέες δεῦτε“· καὶ τὸ ἅλις, τὸ σημαῖνον τὸ ἀρκοῦν, καὶ τὸ ἀλε ίς, τὸ συστραφείς. ἅλς οὖν τὸ συστραφὲν ὕδωρ, ἤγουν συνηθροισμένον
α 1643
Ἀλύσιον · εἰς τὸ Ἠλύσιον
α 1644
Ἀλῶ · σημαίνει τὸ πλανῶ· τὸ παθητικὸν ἀλ ῶμαι ἀλώμενος ἡ μετοχή· παρὰ τὸ λῶ γέγονεν, ὅπερ ἀφαιρέσει ἀπὸ τοῦ θέλω τὸ αὐτὸ σημαίνοντος· ὅπερ κατὰ σύνθεσιν τὸ ἀλῶ· οἱ γὰρ πλανώμενοι, ὧν οὐ θέλουσιν ἐπιτυγχάνουσιν. ἁλῶ, τὸ συλλαμβάνω, εἴρηται παρὰ τὴν ἅλα, τὴν θάλασσαν, ἀπὸ τῶν τοὺς κατὰ θάλατταν λαμβανομένους πρῶτον ἁλίσκεσθαι νομιζόντων
α 1645
Ἁλῶ · τὸ κρατῶ· ἀφʼ οὗ καὶ τὸ Φ ἁλ ώμεναι“· οὗ ὁ δεύτερος ἀόριστοσ ἥλων ἥλως ἥλω, ὃ γίνεται ἐν διαιρέσει ἑάλω
α 1646
Ἀλῳάς Ε · νῦν τοὺς τόπους, ὅπου ὁ πυρὸς πατεῖται, τουτέστιν ἀλοᾶται· σημαίνει δὲ τὴν δενδροφόρον γῆν. γέγονε δὲ παρὰ τὸ ἀλοιῶ ἐστιν ἀλῳή· διὸ σὺν τῷ ι γράφεται. τὸ δὲ ἅλωας ἀπὸ τῆς ἅλως ἐστὶν ἄνευ τοῦ ἰῶτα
α 1647
Ἁλώνητα · τὰ βά ρβαρα ἀνδράποδα· τοὺς γὰρ ἅλ ας δι δόντες τοῖς Θραξὶν ὠνοῦντο τὰ ἀνδρά ποδα
α 1648
Ἀλώπηξ · ὅτι ἀλλοι ωπεῖ τὰς ἕξεισ ἢ ὅτι ἀλλοι ωπεῖ τὴν ὅρασιν καὶ τοὺς ὀφθαλμούσ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1649
Ἀλώπηξ · παρὰ τὸ ἀλῶ, τὸ πλανῶ. ἀλώπεκος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1650
Ἅμα · ἐπίρρημα συλλήψεως· γίνεται δὲ ἐκ τοῦ θαμά. διὰ τί δασύνεται; ἀ να χωρήσαντος τοῦ θ ἔμεινεν ἡ ἀ ναλογοῦσα δασεῖα. βαρύνεται. Ἐρεννίου Φίλωνος
ο 412
ὁμοῦ διαφέρει · ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλ ων μὲν γὰρ ἅμα μὲν ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλʼ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει· Θ ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν“ κατὰ τὸν αὐτὸν χρόνον, καὶ Γ αὐτὰρ ἐπεὶ κό σμη θεν ἅμʼ ἡγε μό νεσσιν ἕκαστοι“, καὶ Ψ οἱ δʼ ἅμα πάν τεσ ἐφʼ ἵππ οισιν μάστι γας ἄειραν “
α 1651
Ἅμα · παρὰ τὸ θαμά, τὸ συνεχές, κατὰ ἀφαίρεσιν τοῦ θ · τὸ γὰρ πυκνῶς γινόμενον κατὰ τὸν αὐτὸν ἀποτελεῖται χρόνον
ο 413
Ὅμηρος Ἅμα δʼ ἠελίῳ καταδύντι Α · μετοχὴ ἀορίστου δευτέρου
σ 434
ς · ἐπιρρηματικῶς, ἅμα τῷ προελθεῖν· ἀπὸ τοῦ ἅμα παράγωγον καὶ τοῦ διος · καὶ πολὺς ὁ τοιοῦτος χαρακτήρ
α 1652
Ἁμάδισ ·. Ὅμηρος Η ἁμάδιος πέσεν“
α 1653
Ἀμαζών · ὄνομα ἔθνους· παρὰ τὸ ἕνα μαζὸν ἔχειν· τὸ γὰρ α ἐνταῦθα τὸ ἓν δηλοῖ. καὶ Ἀμαζόνες· οἱ πένητες, οἱ μάζαν μὴ ἔχοντες, ἤτοι τροφήν
α 1654
Ἀμαζών · παρὰ τὸ μάζῃ μὴ χρῆσθαι μήτε ἡμέρῳ τροφῇ, ἀλλὰ σαύραις καὶ ὄφεσιν· ὅθεν αὐτὰς καὶ Σαυροπάτιδας λεχθῆναι παρὰ τὸ σαύρας πατεῖν καὶ ἐσθίειν, κατὰ δὲ μετάθεσιν τοῦ π εἰς τὸ μ Σαυρομάτιδας κληθῆναι
α 1655
Ἄμαθος · ἡ τῆς πεδιάδος ἄμμος ἢ κόνις· ἧς οὐκ ἔστι μαθεῖν μέτρον ἢ ἀριθμόν
ν 186
νειν · παρὰ τὴν ἄμαθον κόνιν, ποιεῖν· Ὅμηροσ Ι ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει“
α 1656
Ἀμαλή · ἁπαλή· ἡ δὲ λέξις Μακεδόνων. ἔστι δὲ ἁπαλή καὶ τροπῇ ἀμαλή. ἢ παρὰ τὸ μαλεῖν, ὅθεν καὶ πρόμαλος εἴρηται ἡ πρὸ τοῦ δέοντος αὐξομένη, ἡ μυρίκη· μαλεῖν γὰρ τὸ αὔξειν, καὶ ὁ τριχῶν ἔχων αὔξησιν τόποσ μάλη
α 1657
Ἀμάλθεια · ἡ τροφὸς τοῦ Διός· Καλλίμαχος σὺ δὲ θήσαο πίονα μαζὸν Αἰγὸς Ἀμαλθείησ“. εἰσὶ δʼ οἵ φασι πεπλάσθαι τὸ ὄνομα· εἶναι γὰρ αὐτὴν ἀμαλακιστίαν, παρὰ τὸ μὴ μαλάσσεσθαι. διὰ τοῦτο καὶ Ἡρακλέα καρτερικώτατον γενόμενον ἔχειν αὐτῆς τὸ κέρας ἐμυθολόγησαν
α 1658
Ἅμαξα · ἀπὸ τοῦ ἅμα ἄγειν· ἁμάαξα τις οὖσα. καὶ ἄλλως· ἄξω ἄξα ἅμαξα σύνθετον
α 1659
Ἅμαξα · παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ ἅμαξα. κυρίως οἱ τροχοὶ καλοῦνται ἅμαξα· παρὰ τὸ ἅμα ἄγειν, ὡς δόξω δόξα, βήσω βῆσα καὶ βῆσσα, καὶ γνώσω γνῶσσα καὶ ἀμοιβῇ καὶ διπλασιασμῷ γλῶσσα· ἢ παρὰ τὸ ἄγεσθαι ὑπὸ τῶν ταύρων
α 1660
Ἁμαξιτόν · ὁδὸν δημοσίαν
α 1661
Ἀμάρα · τὸ ὑδραγώγιον τὸ ἐπὶ τοῦ ἐδάφους· διὰ τὸ περὶ τὰς αἰμασιὰς ῥεῖν, ἢ ὅτι οὐκ ἐᾷ τὰ παραπεφυτευμένα αὐτῇ μαραίνεσθαι
α 1662
Ἀμάρη · ἡ ὑδρορροά· καὶ ἀπόρροια ἡ ἀπορροὴ τοῦ ὕδατος
τ 273
τάς · ἁμαρτάδος· ἡ ἁμαρτία
α 1664
Ἁμαρτία. ἐξ οὗ καὶ τὸ ἥμαρτον, ὃ σημαίνει τὸ ἀπέτυχον τῶν ἀγαθῶν. Πόθεν
α 1665
ἁμαρτία ἐκ τοῦ βροτός βροτία καὶ μετὰ τοῦ στερητικοῦ α ἀβροτία καὶ ἁμαρτία
κ 939
κυρίως ἡ ἀποτυχία· παρὰ τὸ μάρπτω ἁμαρπτία καὶ ἐ λλ είψ ει τοῦ π ἁμαρτία, ἡ ὃ βούλεται μ ὴ μάρπτουσα ὅ ἐστιν ἐπι τελοῦσα· ἔνθεν καὶ μάρτυς, ὁ μάρψας καὶ εἰδὼς τὸ ἀληθές. ἢ ἀπαρτία παρὰ τὸ ἀρτῶ σημαῖνον τὸ ἁρμόζω, ἡ πόρρω οὖσα τοῦ συνηρμόσθαι ᾧ βούλεται, τῆς ἀπό τὸ ἄπωθεν δηλούσης
α 1666
Ἁμαρτοεπής · τὸ το μικρόν. διὰ τί; τὰ παρὰ τὸ ἁμαρτῶ συντιθέμενα διὰ τοῦ ο μικροῦ γράφεται καὶ διὰ τοῦ ι · διὰ μὲν τοῦ ο ὡς ἁμαρτοεπής· διὰ δὲ τοῦ ι ὡς ἁμαρτίνοος
α 1667
Ἁμαρτόντας · ἐκ τοῦ ἁμάρτω βαρυτόνου
α 1668
Ἁμαρτωλός · ἐκ τοῦ ἅμα ἐπιρρήματος καὶ τοῦ ἀρτῶ ῥήματος, τοῦ σημαίνοντος τὸ διαχωρίζομαι, ἁμααρτῶ καὶ ἐν συγκοπῇ ἁμαρτῶ καὶ ἁμαρτωλός· ἔχει καὶ τὸ ι προσγεγραμμένον, καὶ Ὅμηρος Φ ἁμαρτῇ δούρασιν ἀμφίσ“
α 1669
Ἀμαυρούμενοι · σκοτιζόμενοι· ὅθεν καὶ μαῦρον, τὸ μὴ διαφανές
α 1670
Ἀμβλύς · ὁ μὴ εὐθετῶν εἰς πόλεμον σίδηρος· καὶ ὡς ἵππος Ἵππος Ἵππυς, οὕτω μῶλος μωλύς, καὶ κατὰ στέρησιν ἀμωλύς, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ β ἀμβλύς
α 1671
Ἀμβλυωπέστερος · ἐκ τοῦ ἀμβλύς καὶ τοῦ ὦπα
α 1672
Ἀμβλυώττειν · τὸ μὴ ὀξυδερκεῖν· παρὰ τὸ ἀμβλεῖς ἔχειν τοὺς ὄσσους, τῶν δύο σς εἰς ττ μεταβληθέντων
α 1673
Ἀμβλῶσαι · τὸ ἀτελ ὲσ βρέφος ἀπο βαλεῖν· καὶ τὰ πρὸς τοῦτο φάρμακα ἀμβλωθρίδια καλοῦσιν ἰατροί. ἀπὸ μεταφορᾶς τῶν ἀμπέλ ων· ὁπότε γὰρ αὗται τοὺσ λεγομένους ὀφθαλμοὺς ἀποκαυθεῖεν, λέγομεν αὐτὰς ἀμβλυώττειν ἀντὶ τοῦ οὐ τελεσφοροῦσι καρπόν. καὶ ἐπὶ τῶν γυναικῶν τῶν ἀτελῆ τὰ βρέφη ἐκβαλλουσῶν λέγομεν ἀμβλυώττειν καὶ μετὰ συγκοπῆς ἀμβλώττειν. ἢ ἐκ τοῦ ἀ μαλ ῆ σαι, ὅ ἐστιν τὴν γονὴν ἀφανίσαι, ἀμβλῆσαι καὶ τροπῇ τοῦ η εἰς ω ἀμβλῶσαι. Ἡσιόδου
α 1674
Ἀμβολιεργός · ὁ τὰ γεώργια ἀναβαλλόμενος. καὶ ἀμβολιεργὸς ὁ ὑπερτιθέμενος καὶ βραδύνων εἰς τὰς πράξεις
α 1675
Ἀμβροσία · οἱονεὶ ἀβροσία· Ε οὐ γὰρ σῖτον ἔδουςʼ, οὐ πίνουςʼ αἴθοπα οἶνον“. ἢ παρὰ τὸ μὴ βροτοῖς δεδό σθαι, ὃ καὶ βέλτιον
α 1676
Ἀμβροσία · τὸ τῶν θεῶν βρῶμα· ἧς οὐχ οἷόν τε βροτὸν ἅψασθαι
α 1677
Ἀμβρόσιος · τὰ διὰ τοῦ ιος κτητικὰ ἀπὸ πρωτοτύπων τῶν εἰς τος γινόμενα, εἰ μὲν μεταβάλλει τὸ τ εἰς ς διὰ τοῦ ι γράφεται οἷον ἀκήρατος ἀκηράσιος, ἄμβροτος ἀμ βρόσιοσ · εἰ δὲ φυλάττει τὸ τ διὰ τοῦ ει γράφεται, οἷον Ἀρχέστρατος Ἀρχεστράτειος, Καλλίστρατος Καλλι στράτειοσ · χωρὶς εἰ μὴ ὦσιν ἐθνικά, ὡσ τὸ Βοιωτός Βοιώτιος. γίνεται δὲ παρὰ τὸ ἄμβροτος· τοῦτο παρὰ τὸ βροτός καὶ τὸ στερητικὸν α καὶ πλεονασμῷ τοῦ ν γίνεται ἄμβροτος, καὶ τρέπει τὸ ν εἰς μ. τὸ θηλυκὸν ἡ ἀμβροσία, καὶ σημαίνει τ ὴν ἀθανασίαν
α 1678
Ἄμβων · κυρίως τὸ χεῖλος τῆς λοπάδος· πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξασ“. λέγ ονται δὲ καὶ οἱ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι ἄμβωνεσ· ἐπʼ οὔ ρεοσ ἀμβώνεσσι“. παρὰ τὸ βῶ βών, ὡς γηρύω Γηρυών, καὶ ἀνάβων καὶ συγκοπῇ ἄμβων· παρὰ τὸ ἄνω βαίνειν
α 1679
Ἄμβων · παρὰ τὸ ἄνω βαίνειν
ρ 115
ρτον · ποτὲ μὲν δηλοῖ τὸ εὐ τελὲ ς καὶ μὴ ἄξιον φθό νου, ὡς ρ ἀμέγαρτε συβῶτα“· ποτὲ δὲ τὸ πολύ, ὡς τὸ Β πόνον δʼ ἀμέγαρτον ὄφελλεν“
α 1680
Ἀμέγαρτος · ὁ εὐτελής· ρ ἀμέγαρτε συβῶτα“. παρὰ τὸ μεγαίρω, τὸ φθονῶ, μεγαρτός καὶ ἀμέγαρτος· φθόνος γὰρ τοῖς εὐτελέσιν οὐ προσγίνεται
α 1681
Ἀμείβω · ει · ἀμοιβή γάρ
α 1682
Ἀμείβω · ἀμείψω, ἤμειψα καὶ ἡ μετοχὴ ἀμείψας. σημαίνει δὲ τὸ ἀλλάσσω καὶ ἀποκρί νο μαι καὶ περιπατῶ
ε 835
ει διὰ τὸ ἔχει ν ἀντιπαρακείμενον τὸ ο ἐν τῷ ἀμοιβή· ὡς λεί βω λοιβή, ἀλείφω ἀλοιφή, οὕτω καὶ ἀμείβ ω ἀμοιβή
τ 274
τὸ α βραχύ. διὰ τί; τὸ α πρὸ τοῦ β ἢ μ συστέλλεται
α 1683
Ἀμειδές · σκοτεινόν· ἐκ τοῦ εἴδω, τὸ βλέπω· ἢ ἐκ τοῦ μειδ ῶ, τὸ γε λῶ, μει δές καὶ ἀ μει δέσ
α 1684
Ἀμειδές · στυγνόν, σκυθρωπόν· μειδιᾶν γὰρ τὸ γελᾶν. ἀμείδητον οὖν ἐστιν, ἐφʼ ᾧ οὐκ ἄν ποτε χαρείη τις ἢ γελάσειεν
α 1685
Ἀμείνων · ει · ἤτοι παρὰ τὸ μείων, ὃ διὰ τῆς ει διφθόγγου γράφεται, ἀμείνων, γὰρ ὁ μὴ ἐλάσσων τινός, καὶ ἐν πλεονασμῷ τοῦ ν ἀμείνων
α 1686
Ἄμειψις · ει · ὁμοίως
ν 187
νηνός · ἄμε νος κατὰ στέρησιν, ὁ οὐ δυνάμεν ος, καὶ πλεονασμῷ τῆς νη συλλαβῆς ἀμενηνόσ
α 1687
Ἀμεριμνία · ἐκ τοῦ μὴ μερίζεσθαι εἰς πολλὰ τὸν νοῦν
α 1688
Ἄμη · τὸ γεωργικὸν ἢ οἰκο δομι κὸν ἐργαλεῖον · παρὰ τὸ ἅ μα, ὅτι πλατ ὺ ὂν ἅμα καὶ ὑφʼ ἓν πολλὰ ἕλκει· ἢ παρὰ τὸ ἀμᾶν ὅ ἐστι κόπτειν καὶ θερίζειν
α 1689
Ἀμής · ἀμῆτος· ὁ πλακοῦς
α 1690
Ἄμητος · προ παροξυτόνως μὲν ὁ ἀμώμενος καὶ θερι ζόμενος καρπὸς τοῦ σίτου· ἀμητός δὲ ὀξυτόνως ὁ καιρὸς τοῦ θέρους, ὡς καὶ τρυγητ ός ὁ και ρὸς τῆς τρύγ ησ
α 1691
Ἀμήχανα · ἀδύνατα, ἄπορα
α 1692
Ἀμήχανον · ὑπὲρ λόγον, ὑπέρλαμπρον
α 1693
Ἅμιλλα · ἡ ἔρις καὶ ὁ δρόμος· παρὰ τὸ ἅμα εἰλεῖσθαι. καὶ εἰς τὸ Ὅ μιλος
σ 435
σός · πόλις· παρὰ τὸ εἶναι καρποφόρος εἰς ὀπώραν παντοῖαν
α 1694
Ἀμιχθαλόεσσαν · Ω καὶ Λῆμνον ἀμιχθαλόεσσαν“, τὴν ἀπρό σμικτον διὰ τὸ μὴ ἔχειν λιμένα, ἢ διὰ τὸ τῶν ἐνοικούντων ἀνήμερον
α 1695
Ἄμμε ·. ἧμας καὶ ἡμέας, ἡμᾶς, Ἰωνικῶς· ἁμᾶς δὲ Δωρικῶς. καὶ εἰς τὸ Ἡμῖν
α 1696
Ἄμμος · παρὰ τὸ ἄμικτον αὐτὴν εἶναι
α 1697
Ἀμνάς · τὸ μικρὸν καὶ θηλυκὸν πρόβατον
α 1699
Ἀμνηστεία · τὸ μὴ μνηστεύεσθαι. ἀμνηστία δὲ ἡ λήθη
α 1700
Ἀμνίον ·. ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις· σημαίνει δὲ ἀγγεῖον, ὅπου τὸ α ἷμα τοῦ ἱερείου δέχονται. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἀμένιον, στερητι κὸν τοῦ μένους, τουτέστι τῆς ψυ χῆς. οἱ Ἀ ττικοὶ δὲ σφάγιον αὐ τὸ καλοῦσιν
α 1701
Ἀμνίον γ · ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις· σημαίνει δὲ ἀγγεῖον, ὅπου τὸ αἷμα τοῦ ἱερείου δέχονται. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἀμένιον, στ ερητικὸν τοῦ μένουσ τουτέστι τῆς ψυχῆς. οἱ δὲ Ἀττικοὶ σφάγιον αὐτὸ καλοῦσι. καὶ ἄλλως. ἀμνίον, τὸ αἱμοδόχον ἀγγεῖον· παρὰ τὸ αἷμα αἱμνίον καὶ ἀμνίον, ὡς Σ αἴητον“ Φ ἄητον“. φασὶ δὲ διὰ τῆς αι γράφε σθαι
ν 188
νός · στερητικὸν τὸ α ἔγκειται· ὁ ἐκ τοῦ μνοῦ μεταβεβηκώς. μνοῦς δὲ λέγεται ἡ μαλακὴ θρὶξ ἡ ἐκ γενε τῆσ π αν τὸς ζώου
α 1702
Ἀμνός · τὸ ἐνιαύσιον πρόβατον
α 1703
Ἄμοιρος · ἐκ τοῦ ἀμοιρῶ
α 1704
Ἀμολγόν ·. καὶ Ὅμηρος Λ μολὼν ἐν νυκτὸς ἀμολγῷ“, τουτέστιν ἀωρίᾳ
α 1705
Ἀμολγός · τὸ μέσον τῆς νυκτός, καθʼ ὃ οὐκ ἀ μέλγουσι
α 1706
Ἀμόργη · ἡ τρυγία. τρύγη δὲ
δ 342
διὰ τοῦ ο μικροῦ καὶ δύο ρρ . Ἀ μω ραῖος δέ ὁ ἀπὸ τῆς μητροπόλεως, διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ κατὰ παράδοσιν
α 1707
Ἄμοτον · ἀπλήρωτον ἢ ἀκόρεστον· ἀφʼ οὗ καὶ μότα τὰ πληρωτικὰ τῶν τραυμάτων εἴρηται ῥάκη
α 1708
Ἄμπελος ἀμπελῶνος διαφέρει· ἄμπελος τὰ ὀλίγα καὶ σπάν ια κλή ματα, ἀμπελὼν δὲ ὁ περικλείων πολλὰς ἀμ πέλουσ
α 1709
Ἄμπελος · διὰ τὸ εἶναι πᾶσι φιλητή· ἢ διότι ἅμα αὐτῇ ἐστι πάλος, ἤγουν χάραξ. Πόθεν
α 1710
ἄμπελος παρὰ τὸ ἔχειν ἐν ἑαυτῇ τὸν πηλόν, τουτέστι τὸν οἶνον
σ 436
σημαίνει τ ὸ κλῆμα, τὸν οἶνον, τὴν β οτάνην καὶ κατὰ ἀναγωγὴν τὸν Χριστόν
α 1711
Ἀμπεχόμενος · σκεπόμενος ἢ καλυπτόμενος
α 1712
Ἀμπεχόνιον · τὸ λεπτὸν ἱμάτιον
α 1713
Ἀμπίσχω · τὸ ἐνδύω· ἠμπέσχετο“ ἐνεδύσατο, καὶ ἠμπίσχετο“ ἐνεδέδυτο. ἀμφίασις δὲ
α 1714
Ἄμπυξ · ἀνάδεσμος τριχῶν, ἀπὸ τοῦ εἰς τὰ ἄνω πεπυκνῶσθαι· καὶ τοιοῦτός τις κόσμος· ἢ χαλινός
α 1715
Ἄμπωτις · ἀμπώτεως· ἀνάποσις καὶ πάλιν ἀνάδοσις
α 1716
Ἄμπωτις · ἡ ξηρότης. κυρίως δὲ λέγεται ἡ ἀναχώρησις, οἷον ἀναπέμπουσα· καταχρηστικῶς καὶ ἐπὶ τῶν ἡμετέρων σωμάτων, ἡ ἐκ τῆς ἐπιφανείας εἰς τὸ βάθος ὑποχώρησις τῆς ὕλης
α 1717
Ἄμυδις · Αἰολικόν· παρὰ τὸ ἅμα ἅμαδις, καὶ ἄμυδις τροπῇ τοῦ α εἰς υ οἱ Αἰολεῖς, ὡς σάρκες σύρκες παρʼ αὐτοῖς
α 1718
Ἄμυδισ · ἅμαδις καὶ ἄμ υδις, ὡς σάρκες σύρκες· ἔστι δὲ παρὰ τὸ ἅμα, τὸ δὲ πνεῦ μα ἐννήλλαξεν
α 1719
Ἀμύθητον · ἄλεκτον, ἀδιήγητον. Ὁμήρου
α 1720
Ἀμύμων Α · ἀρσενικῶς καὶ θηλυκῶς· ὁ ἄψογος. παρὰ τὸν μῶμον μώμων καὶ ἀμώμων, καὶ τροπῇ τοῦ ω εἰς υ ἀμύμων· ἢ παρὰ τὸ μύω μύμων καὶ ἀμύμων, ὁ μὴ ταπεινούμενος
α 1721
Ἀμῦναι · τὸ ἀποσοβῆσαι, ἢ τὸ βοηθῆσαι. παρὰ τὴν μύνην, τὴν πρόφασιν, ἀμῦναι, κυρίως τὸ ἀπροφασίστως βοηθῆσαι· ἢ μῦναι σημαίνει τοὺς μελλησμούς, ἔνθεν ἀμύνειν, τὸ ἀμελλητὶ βοηθεῖν· ἢ παρὰ τὸ ἀμεύω, τὸ πορεύομαι, ἀμεύνω, ὡς θύω θύνω, κλίω κλίνω, καὶ ἐνδείᾳ τοῦ ε ἀμύνω, τὸ μετὰ δρόμου βοηθεῖν· ἢ παρὰ τὸ ἀμείβω ἀμεύω γίνεται, τοῦτο προσθέσει τοῦ ν καὶ ὑ πο στολῇ τοῦ ε γίνεται ἀμύνω, τὸ ὑπὲρ χάριτος βοηθ ῶ. ἀναγκαία δὲ ἡ τοῦ ε ὑποστολή· τὸ γὰρ ν τῇ ευ διφθόγγῳ οὐκ ἐπεντίθεται, ἐπὶ δὲ τοῦ υ γίνεται πυκνῶς, ὡσ δύω δύνω, ξύω ξύνω, ἀρτύω ἀρτύνω
α 1722
Ἀμύσσω · παρὰ τὸ αἷμα αἱμάσσω, τροπῇ τοῦ α εἰς υ καὶ ἐκβολῇ τοῦ ι ἀμ ύσσω, ὡς μά θω μάθο σ μῦ θοσ
α 1723
Ἄμυστις · ἡ ἀπνευστὶ πόσις· παρὰ τὸ μὴ μύειν, ὅ ἐστι καμμύειν
α 1724
Ἄμυστις · πόσις, ἐν ᾗ οὐδεὶς ἀναπνέει· παρὰ τὸ μὴ μύειν
τ 275
τις · ἡ φιά λη, ἐξ ἧς ἔστιν ἅμα πι εῖν χωρὶς τοῦ διαπνεῦσαι, ὅ ἐστιν ἀπνευστί
α 1725
Ἀμφεπονεῖτο · ἔσπευδεν
φ 257
φηκες · ξίφος δίστομον, ἠ κ ον ημένον ἀμφοτέρωθεν
α 1726
Ἀμφὶ περί ·. ἡ γὰρ ἀμφί καὶ ἡ περί τὸ αὐτὸ σημαίνουσι καὶ ἐν τῷ ἅμα εὑρίσκο νται οἷον Θ Ἕκτωρ δʼ ἀμφιπεριστρώφα“. διαφέρει ἡ ἀμφί τῆς περί προθέσεως κατὰ τρόπους τρεῖς· ἡ μὲν γὰρ ἀμφί ἀποβάλλει τὸ ι οἷον Π ἀμφʼ ἀγα θὸν θεράποντα“, ἡ δὲ περί οὐδέποτε· καὶ πάλιν ἡ περ ί ἀ ναστρέφεται, ο ἷον ζ κεῖνος δʼ αὖ πέρι κῆ ρι μακάρτατοσ“, ἡ δὲ ἀμφί οὐδέποτε ἀναστρέφεται· καὶ ὅτι ἡ μὲν περί μετάγεται εἰς μέρος λόγου, τουτέστιν εἰς ἐπίρρημα μεσότητος, ὡς ἐν τῷ Δ Ἰδομεν εῦ πέρι μέν σε τίω“, ἀντὶ τοῦ περισσῶς, ἡ δὲ ἀμφί οὐδέποτε
α 1727
Ἀμφίβληστρον · ἐν πλεονασμῷ τοῦ ς · βλῶ βλήσω βλῆτρον· ἀμφίβλητρον ἔδει
α 1728
Ἀμφίγυα · Ὅμηρος Ν ἔγχεσιν ἀμφιγύοισιν“· τὸ ἀμφοτέρωθεν γυῶσαι δυνάμενα διὰ τὸ τῆς ἐπιδορατίδος καὶ τοῦ σαυρωτῆρος
α 1729
Ἀμφιγυήεις · ὁ Ἥφαιστος, ὁ βραδὺς ἐν τῷ πορεύεσθαι· παρὰ τὰ γυῖα, ὅ ἐστιν ἄκρα, χεῖρες καὶ πόδες. καὶ Ὅμηρος Ν καὶ ἔγχεσιν ἀμφιγύοισιν“
α 1730
Ἀμφιειμένοι · ει · ἀμφιεμμένοι γάρ
α 1731
Ἀμφικτύονες · οἱ περιοικοῦντες· τὸ γὰρ κτίσαι ἐπὶ τοῦ οἰκῆσαι ἔλεγον οἱ ἀρχαῖοι Β · ἐϋκτίμενον πτολίεθρον“ καὶ ω ἐϋκτιμένην κατʼ ἀλ ωήν“, ἐν ᾗ καλῶς διάγουσιν ἄνθρωποί τε καὶ τὰ θρέμματα εὐχερείας χάριν ποτισμῶν τε καὶ νομῶν. Ἀμφικτύονας δὲ ἔλεγον τοὺς τὴν Δελφῶν περιοικίαν νεμομένους Ἕλ ληνασ τροπῇ τοῦ ι εἰς υ
α 1732
Ἀμφικτύονες · οἱ τὴν Δελφῶν περιοικίαν νεμόμενοι Ἕλληνες
α 1733
Ἀμφικύπελλον · τὸ περιφερές καὶ περιαγές· το ιοῦτον δὲ τὸ ποτήριον
α 1734
Ἀμφικύπελλον Α · τουτέστιν ἀμφοτέρωθεν κοῖλον καὶ περιφερές. ἢ οἱονεὶ ἀμφιχύπελλον, ἔνθα χεῖται ὁ πηλός, τουτέστιν ὁ οἶνος, καὶ τροπῇ τοῦ χ εἰς κ ἀμφικύπελλον· ὅθεν καὶ κάπηλος, ὁ τὸν οἶνον πωλῶν. εἴρηται δὲ πηλὸς ὁ οἶνος ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν ἡμῶν τὴν κάραν, ὅθεν καὶ ἡ μέθυσις κραιπάλισμα λέγεται
α 1735
Ἀμφιλάχαινεν ω · περιέσκαπτεν· ὅθεν καὶ λάχανα διὰ τὸ ἐπίσκαπτον εἶναι τὴν γῆν αὐτῶν. καὶ εἰς τὸ Λάχανα
α 1736
Ἀμφιλύκη · ἡ μήποτε πεφωτισμένη νύξ, ὁ βαθὺς ὄρθρος· λύκη γὰρ τὸ φῶς
α 1737
Ἀμφιλύκη · σκοτεινή· λυγαῖον γὰρ τὸ σκοτεινόν, παρὰ τὸ λύειν τὴν αὐγὴν καὶ μὴ ἐᾶν συστῆναι αὐτήν. λέγεται δὲ καὶ λύκη ἡ σκιά
α 1738
Ἄμφιος · ὄνομα. διὰ τοῦ ι · οὕτως καὶ ἡ παράδοσις· παρὰ γὰρ τὴν ἀμφί παρῆκται, ὡς παρὰ τὴν ὑπό Ὕπι οσ καὶ παρὰ τὴν ἔν ἔνιος· οὕτως ἀμφί Ἄμφιος, καὶ ἔκτασις τοῦ ι · Ε ἔβαλεν Ἄμφιον Σελάγου υἱόν“
α 1739
Ἀμφίπολις · ὄνομα πόλεως Θράκης
α 1740
Ἀμφιρύτη · περιρρεομένη κύκλῳ
α 1741
Ἀμφισβητεῖν · παρὰ τὸ χωρὶς βαίνειν, ὅ ἐστι μήτε συμφωνεῖν μήτε συμβαίνειν
α 1742
Ἀμφισβητεῖν · τὸ ζητεῖν· πλεονασμῷ τοῦ β ἔστι γὰρ ἀμφισητεῖν. ἢ παρὰ τὸ ἀμφίς καὶ τὸ βάζειν, ἵνα σημαίνῃ τὸ ἀμφιλογεῖν. πολλάκις δὲ πλεονάζει τὸ β ὡς ἐν τῷ Ἄβδηρος καὶ σίβδαι
α 1743
Ἀμφισβήτησις · ἐκ τῆς ἀμφί προθέσεως καὶ τοῦ βῶ, τὸ λέγω· σημαίνει τὴν φιλονεικίαν. καὶ ἀμφισβητήσιμον παρὰ τὸ ἄμφω καὶ ἐρῶ ῥῆμα
α 1744
Ἀμφισβητῶ · εἴρηται παρὰ τὸ ἀμφὶς βαίνειν, τουτέστι κεχωρισμένως ἰέναι, ὅπερ συμ βαίνει τοῖς ἀμφι σβητ οῦσιν
α 1745
Ἀμφιτρίτη. ὤφειλε διὰ τῆς ει διφθόγγου· εἴτε γὰρ παρὰ τὸ ῥεῖν εἴτε παρὰ τὸ τρεῖν. ὑπεβλήθη δὲ τῷ κανόνι τῶν εἰς τη θηλυκῶν καὶ διὰ τοῦ ι γράφεται
β 242
βος · ὄνος, γαείδαρος
δ 343
δυοῖν · φαμὲν οὖν καὶ ταῦτα θεματικὰ εἶναι. τὸ μέντοι δυοῖν εὕρηται καὶ δυεῖν
α 1746
Ἀμφορεύσ. ἔστι δὲ μέτρον ξεστῶν κδ
ο 414
ορεύς · τὸ ἑ κατέρ ωθεν φερόμενον δίωτον στ αμνίον ξεστῶν κδ ἢ ἀσκίον
α 1747
Ἀμφότεροι · σημαίνει ἕνωσιν δύο ἀνδρῶν· ὅταν δὲ θέλῃς χωρίσαι, ἑκάτερος χωριζέσθω. ἐπὶ μέντοι τριῶν ἢ πλήθους οὐκέτι λέγεις ἑκάτερος αὐτῶν, ἀλλʼ ἕκαστος αὐτῶν. τὸ Ἄμφω δύο θεματικά“ · ἀπὸ ποίας εὐθείας τὸ δύο ἐστί; καὶ λέγομεν, ὅτι οὐκ ἔχει, ἐπειδὴ ἐὰν ἔλθῃ εἰς ἑνικά, ἀπο λεῖ τὸ σημαινόμενον, ὥσπερ καὶ τὸ εἷς ἑνός τὸ δυϊκὸν οὐκ ἔχει· καὶ πάλιν τοῦτο οὐκ ἐγένετο ἀπὸ ἑνι κοῦ, τὸ γὰρ σημαινόμενον κωλύει. πῶς γὰρ ὁ δύο ἀριθμὸς ἐν ἑνὶ δύναται θεωρηθῆναι ἀριθμῷ; ἰστέ ον δὲ ὅτι τὸ μὲν ἄμφω διὰ τοῦ ω μόνον ἀεί, τὸ δὲ δύο καὶ διὰ τοῦ ω καὶ διὰ τοῦ ο καὶ τὸ μὲν διὰ τοῦ ο κοινόν, τὸ δὲ διὰ τοῦ ω Ἀττικόν. ἀναλόγως δὲ τὸ δύω τῷ δυϊκῷ ἀριθμῷ· εὕρηται καὶ διὰ τῆς οι διφθόγγου δοιώ· Γ δοιὼ δʼ οὐ δύναμαι ἰδέειν“
δ 344
δύο διαφέρει· ὅτι τὸ μὲν δύο μετὰ τοῦ ἄρθρου συντάσσεται, οἷον οἱ δύο· τὸ δὲ ἄμφω ἄνευ τοῦ ἄρθρου. Φωτίου Ἀμφʼ ὤμοισιν · σύνθετον ἐκ τῆς ἀμφί προθέσεως, ἥτις σημαίνει τὴν περί, καὶ τοῦ ὦμος, τοῦ σημαίνοντος τὸ μέρος τοῦ σώματος, γίνεται ἀμφὶ ὤμοισιν καὶ ἀμφʼ ὤμοισιν. τὸν δὲ κανόνα τοῦ ὦμος ζήτει εἰς τὸ Ὦμος. σημαίνει δὲ περὶ τοῖς ὤμοις ἀποκοπῇ τοῦ τοῖς ἄρθρου
α 1748
Ἀναβάτης · παρὰ τὸ βίβημι βήσω, βέβηκα, βέβημαι, βέβησαι, βέβηται, βάτης καὶ ἀναβάτης
α 1749
Ἀνάγκη · πλε ονασμὸς τοῦ γ · ἀγνάσσω ἀνάσσω ἀνάξω ἀνάκη καὶ πλεονασμῷ τοῦ γ ἀνάγκη, ἡ πάντων ἀνάσσουσα καὶ κρατοῦσα
σ 437
σει Α · πρώτης συζυγίας τῶν περισπωμένων. θαλέω θαλῶ, ὁ μέλλων θαλήσω καὶ τροπῇ θηλήσω
α 1750
Ἀναθήματα · κειμήλια, ἀγάλματα καὶ τὰ τῷ θεῷ παρατιθέμενα
α 1751
Ἀναίδεια · ει · καὶ καθόλου τὰ ἀπὸ ὀξυτόνων εἰς ης ἐπὶ γενικῆς εἰς ους περατουμένων εἰσ τὰ τοιαῦτα μεταπίπτοντα οὐδέποτε μακρὸν ἔχει τὸ ι ἀλλʼ ἢ συνεσταλμένον, ἢ τὴν ει δίφθογγον
α 1752
Ἀναίδεια · κοινῶς· ἀναιδείην Ἰωνικῶς
α 1753
Ἀναίμων · εἰς τὸ Ἀνείμονος
α 1754
Ἀνακόλουθον · ἐναντίον
α 1755
ἀνακτόριον · τὸ τοῦ ἄνακτος οἴκημα. Γεωργίου
α 1756
Ἀνακωχή · ἡ ἀνάπαυσις καὶ ἀνάκλισις. ἀνάκλησις δὲ ἀνακάλεσις
α 1757
Ἀναλίσκω · ἐκ τοῦ ἁλῶ ἁλίσκω καὶ ἀναλίσκω· σημαίνει δὲ τὸ δαπανῶ
α 1758
Ἀναλογία · δηλοῖ τὸ ἀκόλουθον καὶ τὸ κατὰ λόγον. δύο στερήσεις ἔχει ἡ λέξις, αἵτινες ὁμοῦ οὖσαι συνκατάθεσιν δηλοῦσιν· ἔστι δὲ παρὰ τὸ λόγος ἄλογος, παράγωγον ἀλογία μετὰ τῆς α στερήσεως, καὶ ἄλλη στέρησις ἀναλογία, ὡς πυστά ἄπυστα ἀνάπυστα, τὰ περιβόητα, πηρός ἄπηρος ἀνάπηρος, ὁ πεπηρωμένος. ἐπλεόνασεν δὲ τὸ ν ὡς ἐν τῷ ἀναιδής καὶ ἀναίσχυντος
ν 189
νάλογος · παρὰ τὸ λόγος ἄλογος, εἶτα δευτέρᾳ συνθέσει μετὰ πλεονασμοῦ τοῦ ν ἀνάλογος, ὁ λόγου ἐχόμενος, ὅ ἐστιν ὁ κατὰ λόγον ὅμοιος. γίνονται δὲ πολλάκις ἐν ταῖς συνθέσεσι στερήσεις τῶν προλαβουσῶν στερήσ εων ἀναιρετικαί, αἵτινες καλοῦνται ἐπιστερ ή σεισ
α 1759
Ἀνάλυσις · ἀνάπλω σισ
α 1760
Ἀνάνευσις ἐκ τοῦ ἀνανεύω · τοῦτο δὲ παρὰ τὸ ἄνω νεύειν
α 1761
Ἄναξ · βασιλεύς· εἰς ὃν πάντα ἀναφέρομεν
α 1762
Ἄναξ · ὁ τὴν ἄνω τά ξιν ἔχων καὶ ἄγων· παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὸν ἄξω μέλλοντα
α 1763
Ἀνάργυρος · ὁ ἄμισθος. ἀναργύρως, ἀμίσθως
α 1764
Ἀνάρρυσις · ἡ θυσία, ἐπειδὴ θύοντες ἀνέκλων τοὺς τραχήλους τῶν θυομένων ἐπὶ τὰ ἄνω τρέποντες. οὕτως δὲ καὶ ἑορτὴ ἐκαλεῖτο παρὰ Ἀθηναίοις
α 1765
Ἀνάρρυσις · καὶ ἡ τῶν αἰχμαλώτων ἐλευθέρωσις
α 1766
Ἀνάρσιος · παρὰ τὸν ἄρσω μέλλοντα, ὅ ἐστιν ἁρμόσω· ὁ ἀνάρμοστός τινι καὶ ἀσύμφωνος, ὥστε τὸ α εἶναι στερητικόν
α 1767
Ἄνασσα · ἡ βασίλισσα· ἀνάσσω ἄνασσα, ὡς νεύσω ἢ νύσσω νύσσα, μελίσσω καὶ μειλίσσω μέλισσα· οὐ γὰρ παρὰ τὸ ἄναξ. τὰ γὰρ ἀπὸ ἐθνικοῦ οὕτως παράγονται, Κίλιξ Κίλισσα, Φοῖνιξ Φοίνισσα, τὸ ἐθνικόν· ἐπὶ δὲ τοῦ χρώματος οὐκέτι
α 1768
Ἀνάσσω · τὸ βασιλεύω· ὡς πατῶ πατάσσω, σαλῶ σαλάσσω, ἀνῶ ἀνάσσω, τὸ σημαῖνον τὸ ἀνύω, ἐξ οὗ καὶ ἀνήρ καὶ ἀνύτω παράγωγον
α 1769
Ἀνάστα · ῥῆμα προστακτικὸν ἢ ἐπίρρημα παρακελεύσεως. ζήτει. Ὁμήρου
α 1770
Ἀναστάς Α · μετοχή ἐστι δευτέρου ἀορίστου τῶν εἰς μι · ἀπὸ τοῦ στῆμι ἐστὶ στάς καὶ ἀναστάς
α 1771
Ἀνάστασισ. παρὰ τὸν στήσω μέλλοντα
α 1772
Ἀναστῆναι · ἐγρηγορότας. ἐγερθῆναι, ἐξ ὕπνου
α 1773
Ἀνατεῖλαι · ἐκ μεταφορᾶς τῆς τῶν βοτάνων ἀνθήσεως
α 1774
Ἀνατολή · διὰ τὸ ἀνατέλλειν ἤγουν ἀνέρχεσθαι τὸν ἥλιον ἐξ αὐτῆς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1775
Ἀνατολή · ἐκ τοῦ ἀνατέλλω ἀνατολή
α 1776
Ἀνατολή · λέγεται ἡ τοῦ ἡλίου λάμψις
α 1777
Ἄναυρος · ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός· παρὰ τὸ αὔρας μὴ ἔχειν
α 1778
Ἀναχαιτίσαι · ἀνακόψαι
α 1779
Ἀναψύξω . ἐκ τοῦ ψύχω, τὸ ζωογονῶ
α 1780
Ἄνδηρα · τὰ χείλη τοῦ ποταμοῦ· παρὰ τὸ εἶναι ἄνω τῶν διερῶν ὅ ἐστιν ὑγρῶν
α 1781
Ἄνδηρα · τὰ χώματα τὰ ἀνέχοντα τὸν ποταμόν
α 1782
Ἀνδραγαθία · καλοκἀγαθία, ἔπαινος· γίνεται δὲ ἐκ τοῦ ἀνδρία καὶ τοῦ ἀγαθός ἀνδριαγαθία καὶ ἀνδραγαθία, ἡ ἀγαθὴ ἀνδρία, ἥτις λέγεται ὁ θαυμαστὸς ἔπαινος
α 1783
Ἀνδρακάσ ·. παρὰ τὴν ἀνδρός παράγωγον. ἢ παρὰ τὸν ἄνδρα καὶ τὸ κάσω σύνθετον, ὅπερ παρὰ τὸν κάσω μέλλοντα γίνεται, ἵνʼ ᾖ κατὰ ἄνδρα, κοσμίως, τεταγμένως· κάσω κάς, ὡς δάξω δάξ καὶ ὀδάξ. Ὅμηρος
σ 438
ς ν · ὡς ἑκάς, ἐπιρρημα τικῶς· καὶ σημαίνει κατʼ ἄνδρα. δύναται δὲ καὶ ἴση μερὶς κατʼ ἄνδρα εἶναι· κοι ν ωνίαν γὰρ ἔχει τὸ δ πρὸς τὸ κ ὡς τὸ δαίνειν καίειν· ἀνδρακάς οὖν οἷον ἀνδραδάς
α 1784
Ἀνδράποδον ἀνδραποδιστοῦ διαφέρει· ἀνδράποδον, ὁ φυγάς δοῦλος· ἀνδραποδιστής, ὁ τοὺς φυγάδας λαμβάνων καὶ ἀπάγων
α 1785
Ἄνδραχλος · πόα ἐν τοῖς κήποις γινομένη· παρὰ τὸ ἀνδρὶ εἴκελος εἶναι ἀνδραείκελος καὶ ἄνδραχλος κατὰ συγκοπὴν καὶ τροπήν
α 1786
Ἀνδρεία · ἀνανδρία δέ
α 1787
Ἀνδρεῖος · ῥωμαλέος, θαρραλέος. οὕτως καὶ γηραλέος
α 1788
Ἀνδρειφόντης · ει ἡ παράδοσις. καὶ ἴσως παρὰ τὴν ἀνδρεῖος φωνὴν συντέθειται, ἀνδρειοφόντης τις ὤν. ἢ ἀνδριφόντης παρὰ τὴν δοτικήν, ὡς γαστρίμαργος δοριάλωτος· καὶ ποιητικῶς ἐκτέταται τὸ ι ἀνδρειφόντης κατὰ Αἰολεῖς. οὕτως ἔχειν καὶ τὸ ἀργειφόντης μαρτυρεῖ ἡ παράδοσις
α 1789
Ἀνδριάς · ἀναίσθητος. καὶ ἀνδρειάντες τὰ τῶν ἀνδρῶν ὁμοιώματα
α 1790
Ἀνδρειάς · ἀνδρειάντος· ὁμοίωμα ἀνδρὸς ἢ ἀνθρώπου
α 1791
Ἀνδριάς · τὸ τοῦ ἀνδρὸς εἰκόνισμα ἐν ξύλῳ ἢ λίθῳ
α 1792
Ἀνδρόκμητος · ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· καμόντας γὰρ τοὺς τεθνεῶτάς φασι. ζήτει καὶ εἰς τὸ Καμεῖν
α 1793
Ἀνέβη · ἐκ τοῦ βίβημι βήσω, ὁ δεύτερος ἀόριστος ἔβην, τὸ τρίτον ἔβη καὶ ἀνέβη
α 1794
Ἀνέδην ·. ἀναίδην δέ, τὸ ἀναισχύντως, διὰ τῆς αι διφθόγγου
α 1795
Ἀνέδην · ἐπίρρημα· τὸ ἐξ ἑδρῶν ἀνατραπῆναι. διὰ τοῦ ε γράφεται· οὐ γάρ ἐστι παρὰ τὸ ἀναίδεια, ἀλλὰ κατὰ στέρησιν τοῦ ἕδους, ἤγουν τῆς καθέδρας καὶ τοῦ ἐδάφους
α 1796
Ἀνέδην · παρὰ τὸ ἵημι ἥσω ἐπίρρημα γέγονεν ἕδην καὶ ἀνέδ ην
α 1797
Ἀνέδυ Α καὶ ἀνεδύσατο Α · ἀνῆλθεν
α 1798
Ἀνείκαστον · ἐκ τοῦ εἰκάζω
α 1799
Ἀνειμένοσ ·. ἐξ οὗ καὶ τὸ ἀνειμένων πόλοιο“, ἀντὶ τοῦ ἀνεῳγμένων
α 1800
Ἀνείσθω · ἐκ τοῦ ἕω, τὸ συγχωρῶ, ὁ μέλλων ἕσω, ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι, ὁ ὑπερσυντέλικος εἵμην, τὸ δεύτερον εἷσο, τὸ προστακτικὸν εἷσο εἵ σθω καὶ ἀνείσθω
α 1801
Ἀνέκαθεν · ἐκ τοῦ ἄνω καὶ τοῦ ἑκάσ ὃ σημαίνει τὸ μακράν. σημαίνει δὲ τὸ μακράν καὶ ἄνωθεν, ἐκ παλαιοῦ χρόνου
μ 382
μοι · οἱονεὶ ἄμενοί τινες, οἱ μὴ ἐν ἑνὶ τόπῳ μένοντες· καὶ ὑπερθέσει τοῦ μ εἰς τὸ ν καὶ τοῦ ν εἰς τὸ μ ἄ νεμοι, οἱ μὴ ἐν τῷ αὐτῷ μένοντες
α 1802
Ἄνεμος · ὅτι φυσῶν πάλιν ἀναμένει
α 1803
Ἄνεμος · παρὰ τὸ ἄω, τὸ πνέω· ἢ μετὰ τοῦ στερητικοῦ α ἄμενος, ὁ μὴ ἔχων δύναμιν, ἢ μετὰ τοῦ ἐπι τατικοῦ α ὁ πάνυ ἔχων δύναμιν, ἐπὶ τοῦ ἐναντίου· ἢ ἀνάμενος, ὅτι μέν ων πνεῖ
α 1804
Ἀνεμώλιος · ὁ μάταιος. παρὰ τὴν ἀνέμων γενικὴν ἀνεμώνιος καὶ τροπῇ ἀνεμώλιος. οὐκ ἔστι δὲ σύνθετον· οὐ δεῖ γὰρ αὐτὸ σύνθετον ἡγεῖσθαι· τὰ ὑπὸ ἀνέμων ὀλλύμενα. καὶ εἰς τὸ Ἐτώσιος
ν 190
νη · τὸ ἄνθοσ διὰ τὸ τὰ φύ λλα εὐδιά σειστα εἶναι παντὶ ἀνέμῳ
α 1805
ἄφετος · παρὰ τὸ ἵημι ἀνίημι καὶ ἀφίημι καὶ ἄφετος καὶ ἄνετος
α 1806
Ἀνεχαίτισεν · ἀνεκρούσατο, ἠπείθησεν, ἢ εἰς τοὐπίσω ἤγαγεν. ἡ μεταφορὰ ἐκ τῶν ἵππων. καὶ εἰς τὸ Χαίτη
α 1807
Ἀνεψιός · ὁ ἄνωθεν συνημμένος εἰς συγγένειαν
α 1808
Ἄνεως · ἰή, ἡ φωνή, καὶ πλεονασμῷ τοῦ ω ἰωή, ἀπὸ τοῦ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· καὶ κατὰ στέρησιν ἄνιος, ὡς χῶρα ἄχωρος· μεταθέσει τοῦ ι εἰς ε ἄνεος καὶ Ἀττικῶς ἄνεως. δύναται καὶ παρὰ ῥῆμα τὸ αὔω, Υ αὖε δʼ Ἄρης ἑτέρωθεν“· ὄνομα ῥηματικὸν ἄναυος, ἀποβολῇ τοῦ υ ἄναος, Ἀττικῶς ἄνεως. αὔω δὲ ἄναυος, ὡς αὐδῶ ἄναυδος
α 1809
Ἄνεως · ὁ ἄφωνος, ὁ ἄνευ ἰωῆς καὶ πνοῆς· οἱ γὰρ ἐκπεπληγμένοι ἄφωνοι γίνονται
α 1810
Ἀνήῃ Β · ῥῆμα ὑποτακτικὸν τῶν εἰς μι · ἀνῶ ἀνῇς ἀνῇ, καὶ πλεονασμῷ τοῦ η ποιητικῶσ, ὡς τὸ στῶ στῇς στῇ στήῃ, γίνεται ἀνήῃ. ἀνήσειεν τῶν εἰς μι ὥσπερ τὸ τύψειεν, ὡς τὸ Β οὐ θήν μιν πάλιν αὖτισ ἀνήσει θυμὸς ἀγήνωρ“
α 1811
Ἄνηθον · ἐκ τοῦ ἄνω ἰθύνεσθαι, οἷον ἀνορμᾶσθαι
α 1812
Ἄνηθον · καὶ ἄνησον καὶ ἡ μίνθα
α 1813
Ἀνήκεστον · παρὰ τὸ ἀκῶ, τὸ θεραπεύω, ἔνθεν τὸ Ν ἀκεώμεθα θᾶσσον“· ἀκῶ ἀκέσω ἀκεστός, Ν ἀκεσταί τοι φρένες ἐσθλῶν“, ὡς τελῶ τελέσω τελεστός ἀτέλεστος. ἀκεστός οὖν καὶ τροπῇ τοῦ α εἰς η ἠκεστός, καὶ μετὰ τῆς α στερήσεως, ἥτις πολλάκις λαμβάνει τὸ ν ἀνήκεστος, ὡς ἀναιδής καὶ ἀναίσχυντος
α 1814
Ἀνηκέστως · ἐκ τοῦ ἀκῶ, τὸ θεραπεύω
α 1815
Ἀνήκετον · ἐκ τοῦ ἥκω, τὸ παραγίνομαι
α 1816
Ἀνήλατος · ὁ ἀπειθής· ἀπὸ τῶν ὑποζυγίων· ὁ μηδέποτε δαμασθείς
α 1817
Ἀνήνυτον · ἀνωφελές, ἀκατόρθωτον, καὶ μὴ ἀνυόμενον. εἰς τὸ Ἀνύω
α 1818
Ἀνήνυτον · τὸ ἀνωφελές. εἰς τὸ Ἀνύω
α 1819
Ἀνήπυστον · ἀνήκοον
α 1820
Ἀνήρ · παρὰ τὸ ἄνω, ὅ ἐστιν ἀνύω. Ὅμηρος Κ μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώσ“. παρὰ δὲ τὸ ἄνω ἀνή ρ · πρακτικὸς γάρ ἐστιν ὡς πρὸς τὴν γυ ναῖκα. Ὁμήρου
α 1821
Ἀνηρείψαντο Υ · ἀνήρπασαν. παρὰ τὴν ἔραν, τὴν γῆν, ἀνήρεψαν καὶ ἀνηρέψαντο, καὶ ἐν πλεονασμῷ τοῦ ι διὰ τὸ μέτρον ἀνηρείψαντο. κυρίως τὸ ἐκ γῆς ἀναλαβεῖν
α 1822
Ἀνηρίναστος · ὁ μὴ κρατῶν ἃ ἔχει, ἀλλὰ ἀποβάλλων. ἀπὸ τῶν συκῶν τῶν ἀποβαλλουσῶν τὸν καρπὸν διὰ τὸ μὴ ἐπιβληθῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἐρινεῶν· τοῖς γὰρ ὀλύνθοισ τῶν ἀγρίων συκῶν ἐντίκτεσθαι ψῆνας, οἵτινες ἐπιδεσμούμ ενοι ταῖς ἡμέροις συκαῖς ὑπὸ τῶν γεωργῶν ἐνδυόμενοι τοῖς φήληξι στερεοὺς καὶ εὐπεπάν τους αὐτοὺς ποιοῦσιν. ἐπὶ τῶν οὖν ἀπολλύντων ἃ ἔχουσιν ἐπέλεγον τὸ ἀνηρίναστοσ
α 1823
Ἀνησίδανος · ἡ τὰ δῶρα ἀναδιδοῦ σα · δάνος γὰρ τὸ δῶρ ον ὅθεν κατὰ ἀντίφρασιν δάνειον, τὸ μὴ δῶρον
α 1824
Ἄνηστις · ὁ ἄσιτος. παρὰ τὸ ἔδω ἐστός, παρώνυμον ἔστις, ὡς πιστός πίστις, καὶ κατὰ σύνθεσιν ἄνεστις καὶ ἄνηστις· ἢ παρὰ τὸ νῆστις ἄνηστισ, τῆς στερήσεως μηδὲν πλέον σημαινούσης, ὡς ἐν τῷ ἄσταφις. καὶ εἰς τὸ Νῆστις
α 1825
Ἄνθεια · ἡ Ἥρα, ὅτι ἀνίησι τοὺς καρποὺς ἡ αὐτὴν οὖσα τῇ Δήμη τρι
α 1826
Ἀνθέξεται · ἀντιλήψεται· ἐκ τοῦ ἀντέχω ἀνθέξω
α 1827
Ἀνθερεών · ὁ ὑπὸ τὸ γένειον τόπος, ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖται ὁ λάρυξ· ἐνθερεών τις ὤν, ὁ ὀρούων κατὰ τὴν ἔνθεσιν καὶ κατὰ πόσιν. ἢ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν
α 1828
Ἀνθηδών · ἀνθηδόνος· ἡ μέλισσα, παρὰ τὸ τὰ ἄνθη ἔδειν. ἢ πόλις Βοιωτίας, παρὰ τὸ τὰ ἄνθη μὴ ἐνδεῖν ἐν αὐτῇ. ἁπλὰ γὰρ τρυγὸς γλυκείης, ἣν ἔτικτεν Ἀνθηδών“
α 1829
Ἄνθος · παρὰ τὸ ἄνω θεῖν, ὅ ἐστι τρέχειν, καὶ αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι· οὐ γάρ, εἴ τι ἄνω τρέχει, τοῦτο ἄνθος. καὶ ἔλαφος παρὰ τὸ ἐλαύνειν τοὺς ὄφεις, ὅπερ ποιεῖ τὸ κέρας αὐτ ῆσ θυμιώμενον· καὶ οὐκ, εἴ τι τοῦτο ποιεῖ, ἔλαφος καλεῖται· καὶ γὰρ δίκταμνος ἡ βοτάνη τοῦτο ποιεῖ καὶ οὐ διὰ τοῦτο ἔλαφος λέγεται
α 1830
Ἄνθος · παρὰ τὸ ἄνω θεῖν καὶ τρέχειν ἐν τῷ αὔξεσθαι
α 1831
Ἄνθραξ · παρὰ τὸ ἀναθέρω, τὸ θερμαίνω, ἀναθ έραξ καὶ ἐν συγκοπῇ ἄνθραξ
α 1832
Ἄνθραξ ·. σημαίνει δὲ τὸ πῦρ ἤτοι τὸ πεπυρωμένον ξύλον λέγεται ἄνθραξ· τὸ δὲ ἐσβεσμένον κάρβωνον λέγεται. ἔστι δὲ καὶ λίθος οὕτω καλούμενος τῇ χρόᾳ πύρινος
α 1833
Ἄνθρωπος · κατὰ Πλάτωνα παρὰ τὸ ἁθρεῖν καὶ λογίζεσθαι, ἅπερ ὄπωπε καὶ εἶδε, τῶν ἀλόγων ζώων μὴ λογιζομένων καὶ προνοουμένων· οὐ γὰρ ἂν ἰχθὺς εἰς κύρτον εἰσῆλθεν ὁρῶν ἄλλον κρατούμενον, οὐδὲ ὄρνις εἰς λίνα. οἱ δὲ παρὰ τὸ ἀνακλῶντα τὴν ὄψιν ἄνω ἀθρεῖν. τινὲς δὲ παρὰ τὸ ἄνω θρεῖν· ἢ παρὰ τὸ ἔναρθρον ἔχειν ὄπα, τουτέστι φωνήν. καὶ ἄλλως. ἄνθρωπος, ὁ ἐνάρθρῳ ὀπὶ κεχρημένος· ἢ ἀπὸ τοῦ ἁθρεῖν, ἃ ὄπωπε, καὶ λογίζεσθαι, τῶν ἀλόγων τοῦτο μὴ ἐχόντων· ἢ ἀνώροπός τις ὤν, ὅτι ἄνω ῥέπει
α 1834
Ἄνθρωπος · παρὰ τὸ ἀναθρώσκειν καὶ ἀναλογίζεσθαι, ἃ ὄπωπεν
α 1835
Ἄνθρωπος · παρὰ τὸ ἄνω ἀθρεῖν τὰς ὦπας, ἤγουν ἄνω ὁρᾶν τοὺς ὀφθαλμούς· ὦπες γὰρ οἱ ὀφθαλμοὶ λέγονται
α 1836
Ἄνθρωπος · παρὰ τὸ ἄνω ἀθρεῖν τὴν ὦπα, ἤγουν ἄνω θεωρεῖν τὸ βλέμμα· πάντων γὰρ τῶν κτηνῶν κάτω βλεπόντων, μόνος ὁ ἄνθρωπος βλέπει ἄνω. οἷον ἀνώθρωπος
α 1837
Ἀνία · ἡ βάσανος καὶ ἡ λύπη
α 1838
Ἀνιγρός · ὁ λυπηρός καὶ βλαβερός. παρὰ τὸ ἀνία ἀνιαρός καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ ἀνιγρός
α 1839
Ἀνιῶ · ι · ἀνιᾶν γὰρ οἱ Αἰολεῖς πολλάκις κατὰ συστολήν. ἔστι γὰρ καὶ ἡ ἐτυμολογία αὐτοῦ παρὰ τὴν ἴασιν, ἥτις διὰ τοῦ ι γράφεται
α 1840
Ἀννῶνα · ἡ παρὰ τοῦ βασιλέως διδομένη ἑκάστῳ ἐνιαυτῷ ῥόγα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1841
Ἀνοίγω· ἐκ τοῦ οἴγω τὸ ἀ
ε 836
εὕρηται κατὰ διάστασιν· α ὤϊξεν δὲ θύρασ“
κ 940
κατόπιν · ἐκ τοῦ ἕπω, τὸ ἀκολουθῶ, καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνόπιν, καὶ μετὰ τῆς κατά προθέσεως κατόπιν
α 1842
Ἀνορθῶ · ἐκ τοῦ ὀρθός· τοῦτο παρὰ τὸ ὀρῶ, τὸ διεγείρω
α 1843
Ἀνοχή · ὑπομονή, συγχώρησις, μακροθυμία· παρὰ τὸ ἀνέχειν ἢ ἀνέχεσθαι
α 1844
Ἄντα · ἔμπροσθεν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1845
Ἀνταναιρεθῇ · ἐκ τοῦ αἱρῶ ὁ μέλλων αἱρήσω, ὁ παρακείμενος ᾕρηκα, ὁ παθητικὸς ᾕρημαι, ὁ ἀόριστος ᾑρέθην. καὶ ὤφειλεν εἶναι ᾑρήθην, ἀλλʼ ἀεὶ ὁ παθητικὸς ἀόριστος τὴν παραλήγουσαν θέλει φυλάττειν τοῦ παθητικοῦ παρακειμένου, πλὴν τῶν παρὰ τὸ αἱρῶ περισπωμένων, διαιρῶ διῄρημαι διῃρέθην, καθαιρῶ καθῄρημαι καθῃρέθην, καὶ τῶν ὁμοίων· καὶ πλὴν τοῦ ἐπαινῶ ἐπῄνημαι ἐπῃνέθην, καὶ τοῦ εὑρῶ εὕρημαι εὑρέθην, καὶ τοῦ ῥῶ ἔρρημαι ἐρρέθην, καὶ τοῦ μέμνημαι ἐμνήσθην προσλαμβάνοντος τὸ ς καὶ τοῦ σέσωσμαι ἐσώθην ἀποβάλλοντος τὸ ς · καὶ χωρὶς τῶν ἐχόντων τὸ ρ καὶ ε μετʼ ἐπιπλοκῆς συμφώνου τῆς πρώτης συζυγίας τῶν βαρυτόνων· ταῦτα γὰρ ἐν μὲν τῷ παθητικῷ παρακειμένῳ τρέπει τὸ ε εἰς τὸ α ἐν δὲ τὸ παθητικῷ ἀορίστῳ ἀναλαμβάνει τὸ ε στρέφω ἔστραμμαι ἐστρέφθην, τρέφω τέθραμμαι ἐτρέφθην. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1846
Ἀνταναιρεῖται · ἐκ τοῦ. αἴρω, τὸ ἐπαίρω, ὡς τὸ αἴρεται ἀπὸ τῆς γῆς τὸ μνημόσυνον αὐτοῦ“· αἴρω, τὸ προσφέρω, ἐξ οὗ καὶ ἄρτος, ὁ τῷ σώματι ἡμῶν προσφερόμενος· αἱρῶ, τὸ διαχωρίζω, ὡς τὸ διαιροῦνται αἱ προσῳδίαι“· αἱρῶ, τὸ προαιροῦμαι, ἐξ οὗ καὶ προαίρεσι ς καὶ προαι ρετικός· αἱρῶ, τὸ καταβάλλω, ὡς τὸ Β φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμοιο πόλιν“
α 1847
Ἀντήρειδες · τὰ ἐν ταῖς στέγαις λαβδώματα· παρὰ τὸ ἐρείδω ἐρείσω. Γεωργίου
α 1848
Ἀντήρεις · τὸ ρεις δίφθογγον. ὤφειλεν δὲ διὰ τοῦ ι ἐπειδὴ τὰ εἰς ις θηλυκὰ κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον οἷον κρηπίς βολίς ἀσπίς, χωρὶς τοῦ κλεῖς καὶ τῶν παρʼ αὐτό. πρόσκειται κ οινολεκτούμενα“ διὰ τὸ ἀφανής· τοῦτο γὰρ οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου γράφουσι. ἔδει οὖν καὶ τὸ ἀντήρεις διὰ τοῦ ι γράφεσθαι, ἀλλʼ ὑπὸ τῆς ἀφορμῆς τῆς ἐτυμολογίας διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ ἐρείδω ἐρείσω γέγονεν ἐκβολῇ τοῦ ω ἔρεις, καὶ ἐκτά σει τοῦ ε εἰς η ἤρεις καὶ ἀντήρεισ
α 1849
Ἀντίβιον · παρὰ τὸ τὴν βίαν εἰς τὸ ἐναντίον ἐνεγκ εῖν τὸν μαχόμενον. οὕτως εὗρον ἐν Ὑπομνήματι τῆς Ἰλιάδος
α 1850
Ἀντίβιον · τὸ ἐναντίον τόξευμα
α 1851
Ἀντιβολῆσαι · κατὰ μετάθεσιν τοῦ μ εἰς τὸ β οἷον ἐναντίον μολῆσαι
α 1852
Ἀντιβολῶ ·. κατὰ συγγένειαν τοῦ β πρὸς τὸ μ. σημαίνει δὲ τὸ παρακαλῶ καὶ ὑπαντῶ
α 1853
Ἀντιβολῶ · παρὰ τὸ μολεῖν καὶ τὴν ἀντί πρόθεσιν ἀντιμολήσασ καὶ τροπῇ ἀντιβολήσας, ὡς μεμόληκεν μέμβλωκεν καὶ μελίττειν βλίττειν
α 1854
Ἀντίον · παρὰ τὸ ἄντω βαρύτονον ῥῆμα. ἔστι δὲ καὶ ἀντῶ περισπώμενον, ἀφʼ οὗ τὸ ἀντήσω καὶ ἄντην ἐπίρρημα καὶ ἀντίος
α 1855
Ἀντιόωσαν · παρὰ τὴν ἀντί πρόθεσιν γίνεται ἀντίος· ἐκ τούτου ἀντιῶ ἀντιᾷς. ἀντιῶ οὖν καὶ ἡ μετοχὴ ἀντιῶν, καὶ τὸ θηλυκὸν ἀντιῶσα, καὶ πλεονασμῷ τοῦ ο ἀντιόωσα, ὡς γελόωσα κυδιόωσα
α 1856
Ἀντίπαις · εἰς τὸ Γέρων
α 1857
Ἀντίπαλος · ὁ ἐναντίος, ἢ ὁ ἀντιπαλαίων, ἢ ὁ κατὰ πάλον, τουτέστι κλῆρον, ἐναντιούμενος
α 1858
Ἀντίπηξ · ἡ κιβωτός· παρὰ τὴν ἀντί πρόθεσιν καὶ τὸ πήσσω
α 1859
Ἀντισήκωσις · ἐκ τῆς ἀντί προθέσεως καὶ τοῦ σάκος, ὃ σημαίνει τὴν ἀσπίδα
α 1860
Ἀντίστοιχον · τὸ ἴσον· σκιᾶς γὰρ ἀν τίστοιχος ὢν φωνὴν ἔχεισ“, τουτέστιν ὢν σκιᾶς ἴσος φω νὴν ἔχεις
α 1861
Ἀντιτορήσας · διατρήσας, διορύξας· Κ πυκινὸν δόμον ἀντιτορήσασ“. ἀπὸ τοῦ τορῶ τορήσω, ὡσ τρῶ τρήσω
α 1862
Ἀντιφερίζει · ἀντίσταται, ἀντιλέγει ἢ ἐξισοῦται
α 1863
Ἀντιφερίζω · τὸ ἐξισοῦμαι· παρὰ τὸ φέρω φερίζω καὶ ἀντιφερίζω
α 1864
Ἀντίχειρ · ἤτοι ὅτι ἀντίκειται τοῖς ἄλλοις, ἢ ὅτι τὸ ἴσον δύναται τῇ ὅλῃ χειρί· ἀργοὶ γάρ εἰσιν οἱ ἄλλοι χωρὶς αὐτοῦ ὄντες
α 1865
Ἄντυγες · αἱ ἄνω τετυγμέναι περικεφαλαῖαι· καὶ γὰρ ἡ εἰς τὸ κάτω τετυγμένη καταῖτυξ καλεῖται
α 1866
Ἄντυξ · ἡ ἁψίς, ἀπὸ τοῦ ἄνω τετύχθαι. καὶ ἡ περιφέρεια τοῦ ἅρματος
α 1867
Ἀνύω · σημαίνει τὸ πράττω, τὸ τελειῶ καὶ τὸ ὁδεύω καὶ τὸ ὠφελῶ καὶ τὸ κατορθῶ
α 1868
Ἄνω · ἐκ τοῦ ἀνά συνδέσμου γίνεται ἄνω, καὶ σημαίνει τὸν ὑψηλὸν τόπον, ὥσπερ καὶ ἡ κατά πρόθεσις προσλαμβάνουσα τὸ ω γίνεται κάτω. ὁμοίως καὶ ἡ ἔξ προσλαμβάνει τὸ ω καὶ γίνεται ἔξω, καὶ ἡ ἔν ὁμοίως ἔνσω καὶ ἔσω. τὸ δὲ δεξιά καὶ ἀριστερά λέγεται. Ὁμήρου
α 1869
Ἄνωγεν Α · ἀορίστου δευτέρου τρίτου προσώπου κατὰ συστολὴν τοῦ η. καὶ ἔστι πρώτης συζυγίας τῶν περισπωμένων· ἔστι γὰρ τὸ θέμα αὐτοῦ ἀνωγῶ, ὁ παρατατικὸς ἠνώγουν καὶ τὸ τρίτον ἠνώγει, ὁ μέλλων ἀνωγήσω, ὁ πρῶτοσ ἀόριστος ἠνώγησα, ὁ δεύτερος ἤνωγον, ὥσπερ ὀλισ θῶ ὀλισθήσω ὤλισθον, καὶ ἁμαρτῶ ἁμαρτήσω ἥμαρτον
α 1870
Ἄνωγεν Α · ἐκέλευεν
α 1872
Ἀξίνη · παρὰ τὸ ἄγω, τὸ κλάω, ἄξω ἀξίνη
α 1873
ἀξία · παρὰ τὸν ἄξω μέλλοντα
α 1874
Ἀξιῶ · τὸ παρακαλῶ· καὶ ἀξιῶ, τὸ τιμῶ καὶ δοξάζω· καὶ ἀξιῶ, τὸ ἰσῶ, τὸ εὐπρεπῶ καὶ τὸ ἐπιτυγχάνω
α 1875
Ἆξον Ζ · ἄγω, τὸ κλάω, ὁ μέλλων ἄξω, ἦξα καὶ τὸ προστακτικὸν ἆξον
α 1877
Ἀοίδιμος · μακάριος, διαβόητος· παρὰ γὰρ τὸ ἀείδω
α 1878
Ἀοίδιμος · ὁ ᾠδῆς ἄξιος
α 1879
Ἀοιδός α · ὁ Φήμιος δηλονότι· ἢ ὁ κιθαρῳδός· ἢ ὁ θρηνῳδός
α 1880
Ἄορες ρ · αἱ γυναῖκες· κατὰ ὑπέρθεσιν παρὰ τὸ ὀαρίζειν, ὅθεν καὶ τὸ Ι ὀάρων ἕνεκα“
α 1881
Ἄορες · αἱ γυναῖκες, κατὰ ὑπέρθεσιν
η 287
ης ἕν εἰσιν. ἕν εἰσιν
α 1882
Ἀοσσητήρ · ὁ βοηθός, ὁ ἄνευ ὄσσης καὶ κληδόνος αὐτόματος βοηθός· παρὰ τὴν ὄσσαν ὀοσσητήρ καὶ ἀοσσητήρ
α 1883
Ἀπαγορεύειν · ἐκτὸς γίνεσθαι τοῦ λέγειν
α 1884
Ἀπαγορεύειν · πάλιν ἡ ἀπό δηλοῖ τὸ χωρίζεσθαι· ὁ γὰρ ἀπαγορ εύων ἐκτός ἐστι τοῦ λέγειν. παρὰ τῆς ἀπό προθέσεως καὶ τοῦ λόγοσ
α 1885
Ἀπᾴδει · ἐναντιοῦται, οὐ συμφωνεῖ
α 1886
Ἀπάλαμνος · ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνήσασθαι· ἢ ὁ ἐν πάλῃ μὴ μένων, ὅ ἐστι μάχῃ
θ 278
Θ · ἀλθέω ἀλθῶ πρώτης συζυγίας τῶν περισπωμένων· ὁ μέλλων ἀλθήσω, ἀλθήσομαι, ἀλθήσῃ, ἀλθησόμεθον, ἀλθή σεσθον· σημαίνει δὲ τὸ ἰ αθήσεσθον. τὸ δὲ ἀλθῶ παρὰ τὸ ἄλδω, ὃ σημαίνει τὸ αὐξάνω
α 1887
Ἁπαλόν. ἰστέον, ὅτι παρὰ τὸ ἅπτω ἐστὶ καὶ τὸ ἁψίνθιον, καὶ διὰ τοῦτο δασυνόμενον εὕρηται. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1888
Ἁπαλύνω · ἐκ τοῦ ἁπαλός· τοῦτο ἐκ τοῦ ἁφή ἁφαλός καὶ ἁπαλός
α 1889
Ἀπαμείρεται · ἀποκεχώρισται· ἐκ τοῦ μείρω, τὸ μερίζω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμείρω καὶ ἀ παμείρω
α 1890
Ἅπαξ · ἐπίρρημα ἀριθμητικόν
α 1891
ἀπαρασκεύαστον ·. τὸ μὲν γὰρ διὰ τὸ παθητικὴν ἔχειν ἔμφασιν τὸ αὐτεξού σιον. ὁ οὖν ἐ ναλ λ άσσων ταῦτ α ἀ κυρ ολογεῖ
α 1892
Ἀπάργματα · αἱ μεγάλαι ἀπαρχαὶ τῶν θυσιῶν· καὶ γίνεται παρὰ τὸ ἄρχω ἀπάρχω, ἄπαργμα καὶ ἄργμα. Ὅμηρος ξ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσιν“
α 1893
Ἀπαρκτίαις · ταῖς ἀπὸ τῆσ ἄρκτου πνοαῖς. Ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖσ“
ρ 116
ρκτίας · ὅτι ἀπὸ τῆσ ἄρκτου πν εῖ
α 1894
Ἀπαρτία · ὁ κατὰ τὸν οἶκον κόσμος, τὰ λεγόμενα ἔπιπλα. ἔστιν ἀπαρτῶ, παρά γωγον ἀπ αρτίζω, τὸ ἀρτ ίως συμπληρῶ, καὶ ἀπαρτία
α 1895
Ἄπαστος · ὁ ἄγευστος. παρὰ τὸ πῶ, τὸ ἐσθίω, ἐξ οὗ καὶ πόα, ἡ βοτάνη, καὶ πηγός καὶ φ ηγ ός· ἡ πρώτη γὰρ τροφὴ ἀπὸ δρυῶν. ὡς οὖν ἀπὸ τοῦ μῶ τοῦ σημαίνοντος τὸ ζητῶ γίνεται μαστός, οὕτω παρὰ τὸ πῶ παστός καὶ ἄπαστος
α 1896
Ἀπάτερθεν · ἄνευθεν καὶ χωρίς· ἀπὸ τοῦ ἄτερ ἐπι ρρ ήματοσ ἄ τερ θ εν καὶ ἀπά τερ θεν
α 1897
Ἀπάτη · ἐκ τοῦ ἀπαφῶ. τὸ δὲ ἀπαφ ῶ παρὰ τὸ φῶ τὸ σημαῖνον τὸ λέ γω, καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἀφῶ καὶ ἀπαφῶ
α 1898
Ἀπατηλός · ἐκ τοῦ ἀπάτη ἀπατηλός
α 1899
α · ἑορτὴ ἐπιτελουμένη τῷ Πυανεψιῶνι τῷ Διονύσῳ. φασὶ δὲ καὶ τὸν Διόνυσον Ἀπατούριον καὶ τὴν ἑορτὴν Ἀπα τούρια ἢ ἀπὸ τῆς ἀπάτης, ἢ ἐπειδὴ ἐν ταύτῃ τῇ ἑορτῇ τοὺς γεννωμένους ἐν τῷ ἐνι αυτῷ ἐκεί νῳ παῖδας τότε ἐνέγραφον ὀμνύντες οἱ πατέρες, ἦ μὴν Ἀθηναίους ἐξ Ἀθηναίων, καὶ πρὸ τούτου ἀπάτορες ὄντες τότε πατέρας ἔχειν παῖδες οἱ Ἀ θηναίων ἐδόκουν
α 1900
Ἀπατῶ · πλανῶ, βουκολῶ καὶ ἀποβουκολῶ
α 1901
Ἀπαυθαδιάζω · ἀπὸ τοῦ αὐθάδης αὐθαδιάζω· . τοῦτο κακὴν κακῶσ“
α 1902
αυλία · ἑορτὴ παρὰ Ἀθηναίοις, ὅτι τότε ἄρχεται ἡ κόρη χωρὶς πατρὸς αὐλίζεσθαι
α 1903
Ἀπειλή · ἡ μετὰ ὀργῆς ἐπίπληξις. παρὰ τὸ ἀπείλλειν, ὅ ἐστιν ἀπείργειν· ὁ γὰρ ἀπειλῶν τὸν θέλοντά τι πράττειν ἀπείργει. ἢ παρὰ τὴν ἀπό καὶ τὸ εἰλῶ, ἡ ἀποκλείουσα τῶν μὴ δεόντων· ἔστι γὰρ ἀπειλὴ λόγος συστρέφων τὸ μὴ δέον, ἢ λόγος ἀπείργων τῶν ἁμαρτημάτων
α 1904
Ἀπειλή · παρὰ τὸ ἄποθεν εἶναι ἐλέους. τὸ πει δίφθογγον. διὰ τί; τὰ εἰς λη θηλυκὰ ὀξύτονα τῇ ει διφθόγγῳ παραλήγονται, οἷον ἀπειλή ὠτειλή ὀφειλή
ε 837
ειλῶ · διὰ τῆς ει διφθόγγου γράφεται· ἐφανέ ρωσαν γὰρ τὸ ε οἱ Αἰ ολεῖς εἰπόντες ἀπελλῶ, ὡς κείρω κέρρω
α 1905
Ἀπεληλαμένος · ἐκ τοῦ ἐλῶ ἐλάσω ἐλήλακα ἐλήλαμαι
α 1906
Ἄπελος · τὸ ἕλκος. παρὰ τὸ μὴ προσπελάζειν τὴν σάρκα, ἀλλὰ διῃρῆσθαι· καὶ γὰρ ἕλκος παρὰ τὸ διειλκ ῦσθαι τὴν σάρκα ἐκ τῆς τομῆσ. ἢ ἀπὸ τῶν Θεσ σα λικῶν ἀπελῶν, ἅ ἐστι πολυφάρμακα, ἵνα δηλοῖ τὸ ἀθεράπευτον
α 1907
Ἄπελος · τὸ τραῦμα, οὗ ἀπείληπται τὰ ἡδέα διὰ τὸ ἀφῃρῆσθαι τὴν σάρκα. ἢ ἀπὸ τῶν Θεσσαλικῶν ἀπελῶν, ἅ ἐστι πολυφάρμακα, ἵνα δηλοῖ τὸ ἀθεράπευτον
α 1908
Ἀπεκτόνει · κτείνω, κτενῶ, ὁ μέσος παρακείμενος ἔκτονα ἀπέκτονε“, ὁ ὑπερσυντέλικος ἐκτόνειν, ἐκτόνεις, ἐκτόνει καὶ ἀπεκτόνει
α 1909
Ἀπενεχθήσονται · ἐκ τοῦ ἐνέγκω ἐνέξω, ἤνοχα, ἤνεγμαι, ἠνέχθην ἐνεχθήσομαι
α 1910
Ἀπέχθηαι Ι · ἀπέχθω, ἀπῆχθον, ἐὰν ἀπέχθω, ἐὰν ἀπέχθωμαι, ἐὰν ἀπέχθηται, καὶ ἀποβολῇ τὸ τ ἀπέχθηαι
α 1911
Ἀπηνήνατο · μέσου ἀορίστου πρώτου παθητικοῦ· τὸ θέμα ἀπαναίνω. καὶ ἔστιν ἀναίνω, ὁ ἀόριστος ἤνηνα, ὁ μέσος ἠνηνάμην, ἠνήνατο καὶ ἀπηνήνατο
α 1912
Ἀπόβλητος · ὁ ἀφεστὼς τοῦ ἐπιβάλλοντος καὶ δέοντος
α 1913
Ἄπο δόξης λ · ἄποθεν ἧς ἔχομεν διαθέσεως
α 1914
Ἀπόειπε Γ · διὰ τί προπαροξύνεται; τὰ γὰρ προστακτικά, εἰ μὲν ὦσι δυσύλλαβα καὶ βραχυκατάληκτα, ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, οἷον ἐλθέ πρόελθε, βαῖνε ἀνάβαινε, εἰπέ ἀπόειπε
α 1915
Ἀποθανεῖν · εἴρηται, ὅτι ἡ ἀπό χωρισμὸν δηλοῖ, οἷον ἀπέρχεσθαι, τὸ χωρίζεσθαί τινα ἀπερχόμενον, Χ αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔποσ“ ἀντὶ τοῦ ἐκτὸς ἀκοῆσ γένοιτο. καὶ τὸ ἀποθανεῖν οὕτως ἔχει, καθʼ ὃ χωρίζονται οἱ τεθνεῶτες τῶν ζώντων. οὕτως Ἀπολλώνιος ἐν τῷ Περὶ προθέσεων
α 1916
Ἀποθανεῖται · ἐκ τοῦ θνῶ θνήσω, ὁ δεύτερος ἀόριστος ἔθανον, καὶ ἐξ αὐτοῦ Φ ἔθανʼ“· καὶ γίνεται θανῶ θανοῦμαι καὶ θανεῖται
α 1917
Ἀποθύμια. ἀηδῆ καὶ οὐκ ἀρεστά, ἐξ οὗ καὶ τὸ Ξ ἀποθύμια ἔρδοι“, ἐχθρὰ πράξοι
α 1918
Ἀποκλήρωσις · ἡ οἰκειότης καὶ σχέσις τοῦ πράγματος. εἴρηται δὲ ἀποκλήρωσις ἀπὸ τοῦ κλήρου, εἴτε τῆς κληρονομίας εἴτε τοῦ μέτρου τῆς γῆς· ἐν ἀμφοτέροις γὰρ σχέσις ἐστὶ καὶ οἰκειότης τοῖς κληρονόμοις καὶ κληρούχοις. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1919
Ἀπὸ κοπρίας · πόθεν γίνεται; ἐκ τοῦ κόπρος. ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐκεῖσε ῥεῖν τὸν κόπον ἡμῶν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1920
Ἀποκτέννω · διὰ δύο νν καὶ διὰ τοῦ ε ψιλοῦ· οὐ γάρ ἐστι κταίνω κτανῶ, ἀλλὰ κτέννω κτεννῶ. Ὠρίωνος
α 1921
Ἀπολαύω· λῶ ἐστι, τὸ θέλω· Θεόκριτος λῇς ποτὶ τᾶν νυμφᾶν“· οὗ παράγωγον λαύω καὶ ἀπολαύω, τὸ ἀπέχειν καὶ ἀπολαμβάνειν, ἅ τις θέλει
α 1922
Ἄπολλον · ὅταν προπαροξύνηται, ἡ κλητικὴ διὰ τοῦ ο μικροῦ γράφεται, οἷον Ἀγάμεμνον ὀλβιόδαιμον κακόδαιμον Αὐτόμεδον κυλλοπόδιον χαμαίλεον ἐνόσιχθον· εἰ δὲ παροξύνεται, διὰ τοῦ ω γράφεται, ὦ χαλκοχίτων, ὦ φιλοπλάτων. σεσημείωται τὸ ὦ Λακεδαῖμον καὶ ὦ Παλαῖμον· σημαίνει δὲ τὴν πάλην
α 1923
Ἀπόλλων · ἐκ τοῦ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους· ἰατρὸς γὰρ καὶ μάντις
α 1924
ἀπομάργματα διαφέρει· ἀπομάγματα μέν εἰσι τὰ ἀποτυπώματα καὶ τὰ ἀποσπογγίσματα· ἀπομάργματα δὲ τὰ ἀπαυ γά σματα καὶ αἱ ἀκτινοβολίαι
α 1925
Ἀποματτόμενοι · ἀναλαμβάνοντες, μιμούμενοι, ἐντυποῦντες· ἐκ μεταφορᾶς τῶν σπόγγων· ἐξ οὗ ἐναποματτόμενοι“ οἱ δὲ παρὰ τὸ ἀποπάλλειν τὰς ἀκτῖνας
α 1926
Ἀπομόρξατο · ὀμόργω, ὁ μέλλων ὀμόρξω, ὤμορξα, ὠμορξάμην, ὠμόρξω, ὠμόρξατο καὶ ἀπομόρξατο
α 1927
Ἀπονοστήσειν Α · ἀπὸ τοῦ νόστος τοῦ σημαίνοντος τὴν ἀνακομιδήν· ἡ μεταφορὰ δὲ ἀπὸ τῶν ἐδεσμάτων, ὥς φησιν Ὅμηρος ι ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων“
α 1928
Ἀπόπατος · ἡ τῶν σιτίων διὰ γαστρὸς κένωσισ. καὶ ἀποπάτημα. παρὰ τὸν πάτον, ὅ ἐστι τὴν ὁδόν, τὸ ἄποθεν τοῦ πάτου γινόμενον· καὶ γὰρ ἀφόδευμα λέγεται τὸ μὴ ἐν τῇ ὁδῷ τῇ λεωφόρῳ γινόμενον
α 1930
Ἀπὸ ῥίου Ξ · ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ ὄρους
α 1931
Ἄπορος · πρὸς ὃν μηχανὴν ἀδύνατον εὑρεῖν
α 1932
Ἀπόρυμα · παρʼ Ἑβραίοις μέτρον καλεῖται· ἔστι δὲ τὸ ἥμισυ τοῦ σάτου. τὸ δὲ σάτον κβ ξεστῶν ἐστι, παρʼ ἄλλοις δὲ ιη καὶ κδ. καὶ εἰς τὸ Σάτον. ἔστι δὲ ἐν τύπῳ κεραμ ίου
α 1933
Ἄπο σκοποῦ λ · ἄποθεν ἔξω τοῦ σκοποῦ, ἐξ ἀπʼ εἰκασμοῦ. εἴρηται δὲ ἀπὸ τῶν τοξοτῶν
μ 383
Μὴ ἀποσκορακίσῃς με · μὴ ἀποδιώξῃς με, μὴ βδελύξῃ με, μὴ ἐξορίσῃς, μὴ ἐξουδενώσῃς, μὴ ἀποδοκιμάσῃς
α 1934
Ἀποσκορακισμός · ὕβρ ις, ἐξουδένωσις, εὐτε λισμός, δίωξις, ἐξορία
α 1935
Ἀποστήσεις · ἀπό πρόθεσις, στήσεις ῥῆμα
α 1936
Ἀπότομον · τὸ ἀπόκρημνον καὶ οὐχ ὑπεῖκον ἢ τὸ ἀνένδοτον. πρὸς τὸ ἐνδόσιμον“· παρὰ τὸ ἐνδιδόναι καὶ παραχωρεῖν. ἐν ἑτέροις δὲ σημαίνει τὴν ἀρχὴν καὶ τὸ προοίμιον· ἐν γὰρ τοῖς χοροῖς ὁ χοροδιδάσκαλος, ἐπαυλήσας τῷ καλουμένῳ ἐπιτονίῳ, τούτῳ τοῖς ἀπὸ τοῦ χοροῦ τὴν ἀρχὴν τῆς ἁρμονίας καὶ συμφωνίας ἐνδίδωσιν. λέγομεν δὲ προοίμιον καὶ τὸ ἐμβατήριον κατʼ ἄλλην μεταφορὰν ἐπὶ τῶν ὀρχουμένων, διότι ὁ κατακρούστης, τοῖς προτέροις χρησάμενος κρούσμασι, ταύτην τῆς ὀρχήσεως τὴν ἀρχὴν τοῖς ὀρχουμένοις παρέχεται, καὶ τοῦτο καλοῦσιν ἐμβατήριον
α 1937
Ἀποτρέπω · διώκω, ἐξ οὗ καὶ ἀποτρόπαιος ὁ διώκων τις. λέγεται ἀποτρόπαιος καὶ ὁ χαλεπὸς καὶ δεινὸς καὶ κακὸς καὶ μισητὸς καὶ φευκτὸς καὶ ὁ τὴν ὄψιν φοβερός
α 1938
Ἀπότροπος οἶνος · τραπεῖν γάρ ἐστι τὸ πατῆσαι, ὅθεν καὶ τὸ πρὸ τοῦ πατηθῆναι γινόμενον ἀπόσταγμα τῆς σταφυλῆς ἀπότροπος οἶνος λέγεται. οὕτω Ἐπαφρόδιτος ἐν Ὑπομνήματι Ἀσπίδος Ἡσιόδου
α 1939
Ἀπούατος · ἄποθεν τοῦ ὠτός, οἱονεὶ ὁ μὴ ἀκουόμενος ἐκ διαστήματος
α 1940
Ἀπούρας Α · ἀπαύρας ἐστί, καὶ τροπῇ τοῦ α εἰς ο ἀπούρασ. αὐρεῖν δέ, τὸ ἀπολαύειν· ἔνθεν σύνθετον Ζ ἐπαυρή σ ασθαι ὀΐω“. ἀπαυρεῖν οὖν καὶ ἀπούρας, οἷον ἀφελόμενος τὴν ἀπόλαυσιν τοῦ γέρως. οἱ δέ φασιν ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ὅρους τινός, ἀπουρήσας καὶ ἀπούρας
α 1941
Ἀποφράδες · οὕτως ἡμέραι προσηγορικῶς καλούμεναι, ἃς καὶ ἐπεικάδας καλοῦσι, φθίνοντος τοῦ μηνὸς τετράδα, τρίτην, δευτέραν, ἐν αἷς καὶ τὰς φονικὰς ἐδίκαζον δίκας διὰ τὸ οἷον ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖσ. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν· ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν“
α 1942
Ἀποφώλια ·. παρὰ τὸ ἐν αὐτοῖς φω λεύειν καὶ ἐνδιατρίβειν. κυρίως δὲ φωλεὸς ὁ σκο τεινὸς τόπος, παρὰ τὸ ἀπολωλέ ναι τὸ φῶσ ἐκεῖ. Ὁμήρου
ο 415
ὁ ἀπαί δευτοσ. Ὅμηρος ε ἦ δὴ ἄλι τρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώσ “. παρὰ τὸ φωλεός· φωλεοὶ γὰρ τὰ διδασκαλεῖα. τοὺς οὖν ἀδιδάκτους ἀποφωλίους ἐκάλουν. ἢ παρὰ τὸ φηλός, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος, καὶ ἐν συνθέσει ἀποφήλιος καὶ τροπῇ ἀποφώλιος, ὡς ἀρήγω ἀρωγός, καὶ ῥήσσω ῥηγμός καὶ Ψ ῥωγμὸς ἔην γαίησ“ θήσω θωμός, ὁ σωρός. λέγονται καὶ ἀποφώλιοι ἀδόκιμοι, ἄγονοι, ἄπαιδεσ
α 1943
Ἀπρίξ · συμφυῶς, ἰσχυρῶς. παρὰ τὸ πρίζω πρίσω, πρίς κατὰ ἀποκοπὴν καὶ ἀπρίς, ὡς θήσω θής, δώσω δώσ · καὶ παρὰ τοῦτο ἀπρίξ, ὃ πρίσαι ἀδύνατον. ἢ ἀπὸ τοῦ πρίξω πρίξ καὶ ἀπρίξ, ὡς μίγω μίξω μίξ καὶ ἐπιμίξ, ὀκλάζω ὀκλάξω ὀκλάξ, πτύσσω πτύξω πτύξ πύξ, ἐπίρρημα ποιό τητος
α 1944
ἀπρόϊκτος· ἐκ τοῦ ἴω, τὸ πορεύομαι, ἰτῶ ἰτός καὶ ἀπρόϊτος
α 1945
Ἀπροτίμαστοσ Τ · ἄψαυστος, ἄθικτος· μάσασθαι γὰρ τὸ ἅψασθαι. ἢ παρὰ τὸ μαστεύειν, ὅ ἐστι ζητεῖν. διὸ καὶ μαστός, καὶ τὸ ι ἐπιμασσάμενοσ“ ἐπιλαβόμενος, καὶ ν ἐπεμάσσατο“ καθήψατο. καὶ εἰς τὸ Αὐτομάτως
α 1946
Ἅπτω · τὸ προσεγγίζω· οὗ ὁ μέλλων ἅψω, ἐξ οὗ λέγεται ἅψεα τὰ μέλη
α 1947
Ἀπώλεια · διὰ τῆς ει διφθόγγου γράφεται, πρῶτον μὲν τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. τὰ διὰ τοῦ εια προπαροξύτονα ἔχοντα ἀν τιπαρακείμενον ἐνεστῶτα διὰ τῆς ει διφθόγγου γράφεται. τὸ δὲ ἀπώλεια ἐξέτεινε τὸ ο εἰς τὸ ω ἐπειδὴ τὰ παρὰ τὸ ὀλῶ ἢ ὄλλω συντιθέμενα ἐκτείνουσι τὸ ο εἰς ω οἷον ἀπώλεια π ανώλεια. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1948
Ἀπώλετο · μέσου ἀορίστου δευτέρου· τὸ θέμα ὄλω, ὀλῶ, ὦλα, ὤλομαι ὦλον ὁ δεύτερος ἀόριστος, ὁ μέσοσ ὠλόμην ὤλου ὤλ ε το καὶ ἀπώλετο. Εὐλογίου
α 1949
Ἀπώναντο · ἀπὸ τοῦ ὠνῶ, ὁ μέλλων ὠνάσω, ὃ δηλοῖ τὸ φαυλίζω, τὸ παθητικὸν ὠνῶμαι, ὡς βοῶμαι, ὁ παρατατικὸς ὠνώμην, τὸ δεύτερον ὠνῶ, τὸ τρίτον ὤναντο καὶ ἐν συνθέσει ἀπώναντο. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
μ 384
μέσου ἀορίστου β πρόσωπον · γίνεται γὰρ ἐκ τοῦ ὤθω ὤσω, ὁ ἀόριστος ὦσα, ὁ μέσοσ ὠσάμην ὤσω καὶ ἀπώσω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1950
Ἀρά · ἡ κατάρα· παρὰ τὸ αἴρω, τὸ ἐπαίρω· ἢ παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι. σημαίνει δὲ τὴν εὐχὴν καὶ τὴν κατάραν. καὶ εἰ μὲν σημαίνει τὴν εὐχήν, γίνεται παρὰ τὸ αἴρω, τὸ εἰς ὕψος ἐπαίρω· οἱ γὰρ εὐχόμενοι εἰ ώθασι τὰς χεῖρας ἐκτείνειν· εἰ δὲ σημαίνει τὴν κατάραν, γίνεται παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι, κατὰ ἀντίφρασιν
α 1951
Ἀρά · καὶ ἡ βλάβη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1952
Ἀραβία · ἐκ τοῦ Ἄραβος Ἀραβία
α 1953
Ἀράβιος · καὶ Ἄραβος
α 1954
Ἀραιήν · ἀπὸ τοῦ ῥαίω, τὸ φθείρω, μετὰ τοῦ ἐπιτατικοῦ α ἀραιήν
α 1955
Ἀράρει · τὸ ἁρμόσει. ἀραρεῖ δὲ σημαίνει τὸ ἀναβαίνειν εἰς ὕψος, ἐξ οὗ καὶ ἀράχνη παρὰ τὸ ἀναρριχᾶσθαι εἴρηται
α 1956
Ἀράχνη · παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν, ὅ ἐστι λεπτὰ καὶ ἀσθενῆ· ἢ παρὰ τὸ εἰς τὸν ἀέρα αἴρειν τὰ ἴχνη
α 1957
Ἀράχνην · ὕφασμα. ἀράχνης δὲ τὸ ζῶον
α 1958
Ἀργαλέον · ἐκ τοῦ ἔργον καὶ τοῦ ἅλιον, ὃ σημαίνει τὸ μάταιον
α 1959
Ἀργεῖος · διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς Ἀργέϊος λέγουσι διϊστάντες τὸ ι καὶ κράσει ἡμεῖς τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον Ἀργεῖος
α 1960
Ἀργεῖος · ει καὶ γὰρ Αἰολεῖς Ἀργέϊός φασιν. σημαίνει δὲ τὸν ἀπὸ τοῦ Ἄργους καὶ τὸν ἵππον, ἐξ οὗ καὶ Ἀργεῖος Πήγασος, ὁ ἵππος ὁ πηδητικός
α 1961
Ἀργειφόντης · ει. παρὰ τὸ ἐναργεῖς τὰς φαντασίας ποιεῖν. Τρύφων δὲ διὰ τοῦ ι · ἤτοι γάρ“, φησίν, ἀριφόντης, ὁ μεγάλως φανταζόμενος διὰ τοὺς ὀνείρους, κατὰ πλεονασμὸν τοῦ γ · ἢ παρὰ τὸ ἀργόν σύγκειται, τὸ λευκόν, ἀργοφόντης τις ὤν, καὶ τροπῇ τοῦ ο εἰς ι ἀργιφόντησ, ὡς τὸ ἀργίποδες κύνεσ“
α 1962
Ἀργειφόντης · ὁ Ἑρμῆς παρʼ Ὁμήρῳ καὶ παρὰ πολλοῖς· παρὰ δὲ Σοφοκλεῖ καὶ ἐπὶ τοῦ Ἀπόλλωνος, καὶ παρὰ Παρθενίῳ καὶ ἐπὶ τοῦ Τηλέφου. ἢ παρὰ τὸ Ἄργον τὸν πο λυόμματον κύ να πεφονεῦσθαι ὑπʼ αὐτοῦ τὸν Ἰοῦς φύλακα. ἢ παρὰ τὸ ἀργός, ὁ ταχὺς ἄγγελος. ἢ ὁ ἐναργεῖς τὰς φαντασίας ἀποτελῶν· ὀνειροπομπός γάρ. ἢ ὅτι καταργεῖ τοὺς φόνους· εἰρηνικὸς γὰρ ὁ θεός. ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς. ἢ ὅτι ὄφιν τὸν Πυθῶνα ἀνεῖλε· κατὰ γὰρ τὴν Ἀργείων γλῶσσαν ὁ ὄφις ἀργῆς καλεῖται· ἵνʼ ᾖ ὁ ὀφιοκτόνος. καὶ εἶδος θηρίου οὕτως καλεῖται ἀργή, καὶ οἱ κένταυροι οὕτως ὑπό τινων προσηγορεύθησαν
α 1963
Ἀργειφόντησ ·. ἢ ὁ ἀργὸς φόνου καὶ εἰρηνικός· ἢ ὁ φονεύσας Ἄργον τὸν πολυόμματον κύνα, ὃς ἐφύλασσε τὴν Ἰώ. ζήτει
α 1964
Ἀργειφόντης · παρὰ τὸ ἐναργεῖς τὰς φαντασίας ποιεῖν. οὕτως εὗρον ἐν Ὑπομνήματι τοῦ Ἡσιόδου. οἱ δὲ διὰ τοῦ ι γράφοντές φασιν παρὰ τὸ αρι τὸ ἐπιτατικὸν μόριον, ὡς ἀρίζηλος ἀρίδηλος, ἀριφόντης, ὁ μεγάλως φανταζόμενος διὰ τοὺς ὀνείρους, καὶ πλεονασμῷ τοῦ γ ἀργιφόντησ· ἢ παρὰ τὸ ἀργόν, τὸ λευκόν, ἀργοφόντης τις ὤν, καὶ τροπῇ τοῦ ο εἰς ι ἀργιφόντης, ὡς ἀργίποδες κύνες. δῆλον δὲ ὡς εἴρηται τὸ ἀργόν ἐπὶ τοῦ ταχέως καὶ ἐπὶ τοῦ λευκοῦ· νῦν οὖν ἐπὶ τοῦ λευκοῦ κεῖται, ἵνʼ ᾖ ἐπὶ τοῦ ἐναργεῖς, τουτέστι προδήλ ουσ τὰς φαντασίας ἐπιπέμποντος. ἢ ὁ ἀργὸς φόνου· εἰρηνικὸς γὰρ ὁ θεόσ · ὅπερ Ὅμηρός φησι· διὰ γὰρ τῆς Ἴριδος γίνονται αἱ διαγγε λίαι ἐν τοῖς πολέμοισ καὶ οὐχὶ διὰ τοῦ Ἑρμοῦ
τ 276
τὸ κατὰ πάθος γενόμενον λεύκωμα ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ ἀργός. ὅ ἐστι λευκός, ὅθεν καὶ Α κύνας ἀργούσ“ τινὲς τοὺς λευκούς
α 1965
Ἀργέστης · ἄνεμος, ὅτι ἀπὸ τοῦ δυτικοῦ Ἄργους πνεῖ
α 1967
Ἀργός · παρὰ τὸ αἴρειν, ὅ ἐστιν προσφέρειν· Ὅμηρος Ζ μή μοι οἶνον ἄειρε“, πρόσφερε. ἀργός δὲ παρὰ τὸ αἴρειν καὶ προσφέρειν
α 1968
Ἄργος · χώρα τῆς Πελοποννήσου ἀπὸ τοῦ Ἄργου τοῦ πολυομμάτου κυνὸς ὠνομασμένη
α 1969
Ἀργύρια · τὰ καὶ χάλκινα, τῷ σταθμῷ γράμματα τρία. ἄργυρος ὁ τέλειος δηνάρια ρ. ἄργυρος καὶ μνᾶς καὶ μάνης ὀγκιῶν κ, ὃ γίνεται λίτρα α ὀγκίαι η. χαλκοῦς οἱ Αἰγύπτιοι ἐφεύροντο. ἀργύρια δέ εἰσι τετυπωμένα· διὸ καὶ παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια χάλκι ν α καλοῦνται. ἔστι δὲ ὁ χαλκοῦς τῷ σταθμῷ ὄγδο ον ὀγκίας, ὡς ἡ δραχμή. μνᾶ ἀντὶ τοῦ μανή· τῇ γὰρ Ἑβραΐδι ὁ ἀργυροῦς μανὴ καλεῖται. ἡ δὲ μνᾶ ἡ Ἰταλικὴ τεσσαράκοντα στατήρων ἐστί, τουτέστιν ὀγκιῶν κ λίτρας μιᾶς καὶ διμοίρου. ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ κ αι ρὸν γεγόνασι, οὓσ νούμμους τινὰς ἔχοντεσ ἐκάλουν, ἐπείπερ Νούμμας τις Ῥωμαίων βασιλεὺς γεγένηται καὶ κατὰ τὸ ὄνομα αὐ τοῦ τὸ νόμισμα τετύπωται. δίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ ἀργυροῦ. τὸ δὲ ἀργυροῦν τοῦτό ἐστιν, ὃ οἱ Ῥωμαῖοι μιλιαρίσιον καλοῦσιν, ὅπερ ἑρμη νεύεται στρατιωτικὸν δόμα. τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀρ γύριον ἦν, ὅπερ κίβδηλον ὕστερον ἐκλήθη. ἀναιρεθέντος δὲ τοῦ βασιλέως τότε αὖ τὸ νόμισμα, ὃ ἐν τῷ διχρύσῳ ἐκεχάρακτο τὸ ὄνομα αὐτοῦ ἀποβαλλόμενον, κίβδηλον ἐκλήθη, ἤτοι ἀδόκιμον
α 1970
Ἄργυρος · ρ δινάρια ὑπῆρχε. ὁ ἄργυρος δὲ ἐτυπώθη ἀπʼ ἀρχῆς τὸ νόμισμα· ἐκ δὲ τῶν Ἀσσυρίων ἐφοίτησεν. Ἀβραὰμ δὲ εἰς γῆν Χαναάν, φασίν, τὸν τύπον τοῦτον ἐνήνοχεν
α 1972
Ἄρδην · παρὰ τὸ αἴρω ἀρῶ ἄρ ην καὶ ἄρδην
α 1973
Ἄρδην · παρὰ τὸ αἴρω, ὃ σημαίνει τὸ ἐπαίρω. οὕτως Ἡρωδιανός
α 1974
Ἄρδις · ἡ ἀκὶς τοῦ βέλους· οὕτω Καλλίμαχος ἀλλʼ ἀπὸ τόξου Αὐτὸσ ὁ τοξευτὴς ἄρδιν ἔχων ἑτέρου“. εἴρηται παρὰ τὸ ἄρω, ὃ σημαίνει τὸ ἁρμόζω, ἀφʼ οὗ καὶ ὁ ἄρτος, ὁ συναραρώς. παρὰ οὖν τὸ ἄρτ ω ἦρμαι ἦρται ἄρτης διὰ τοῦ τ ἔνθεν καὶ πυλάρτης· παρώνυμον δέ, ὡς ἀπὸ τοῦ προφήτης προφῆτις, οἰκέτης οἰκέτις, οὕτως ἄρτις, καὶ τροπῇ τοῦ τ εἰς δ ἄρδις, ὡς χλι τή χλιδή. ἢ παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν σίδηρον, ἄρις καὶ ἐν πλεονασμῷ τοῦ δ ἄρδις. ἢ διὰ τὸ ἠρτῆσθαι. οὕτως Ἐπαφρόδιτος
α 1975
Ἄρδις · τὸ κοντάριον, ἡ ἀκίς· τάχα ὅτι προσαρμόζεται τῷ βέλει. οὕτως δὲ ὀφεῖλον λέγεσθαι μεταπέπτωκε τὸ δ · καὶ γὰρ τὸν σίδηρον ἄρην λέγουσι, καὶ π αρώνυμον ἄρις καὶ ἄρδισ
α 1976
Ἄρδω · σημαίνει τὸ ποτίζω, ἐξ οὗ καὶ ἄρση, οἱ λειμῶνες, παρὰ τὸ ἄρδεσθαι καὶ ποτίζεσθαι. σημαίνει δὲ καὶ τὸ εὐφραίνω
α 1977
Ἀρειμάνιος · ει ἐπεὶ παρὰ δοτικὴν τὴν ἐκ τοῦ Ἄρει
α 1978
Ἄρειος πάγος · δικαστήριον Ἀθήνησιν οὕτω καλούμενον. Καλλίμαχος · αἱ δὲ πάγον φορέουσιν ἐπʼ Ἄρεοσ“. καὶ οἱ δικασταὶ Ἀρειοπαγῖται. ἤ, ὥς φησιν Αἰσχύλος ὅτι αἱ Ἀμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύσαντο Ἄρεως οὖσαι. ἢ ὅτι Ἄρης ἐν αὐτῷ ἐδικάσατο Ποσειδῶνος κατηγορήσαντος διὰ τὸν φόνον Ἀλιρροθίου. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ὅμηρος πάγος δέ οἱ ἀντεβόλησεν“
α 1979
Ἀρείων, χερείων · ει. ταῦτα διὰ τῆς ει διφθόγγου, ἐπειδὴ καὶ τὸ ἄρειος χέρειος διὰ διφθόγγου. τὰ δὲ εἰς ος καθαρόν, ἐὰν μεταβαίνῃ εἰς τὸν τοιοῦτον τύπον, τροπῇ τοῦ ος εἰς ων ἀποτελεῖται· λώϊος λωΐων, ῥάϊος ῥαΐων, μεῖος μείων καὶ χέρειος χερείων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1980
Ἀρέσει · παρὰ τὸ ἀρῶ, τὸ ἀρέσκω, ὁ μέλλων ἀρέσω, τὸ τρίτον ἀρέσει. Ὠρίωνος
α 1981
Ἀρετή · αἱρετική τίς ἐστι, ἣν αἱροῦνται πάντες. οὕτως Δί δυ μος ἐν Ὑπομνήματι . ὁ δὲ Ἡρακλείδης ἐν τῷ Περὶ ἐτυμολογιῶν φησι κατὰ μετάθεσιν, ἐρατή τις οὖσα, ἡ ἐπέραστος κτῆσις. ὡς δὲ ἐν Ὑπομνήματι εὗρον Θέωνος ἀρεστή καὶ ἀποβολῇ τοῦ ς ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα
α 1982
Ἀρετή · ἀρέσκον θεῷ τι· ἢ αἱρετή· ἢ ἐρατή, ἤτοι ἐραστὴ καὶ φιλητή
α 1983
Ἀρετή · ἡ ἐν παντὶ πράγματι ὑπεροχή· παρὰ τὸ αἱρῶ, τὸ προαιροῦμαι. Ὁμήρου
α 1984
Ἀρετῆς ρ · τῆς ἑκουσίου πρὸς τὰ ἔργα ὁρμῆς
α 1985
Ἄρηα · τὸν πόλεμον. ἄρνα, τὸν ἀμνόν
α 1986
Ἀρήϊος · ἐκ τοῦ Ἀρέϊος τροπῇ τοῦ ε εἰς η ὡς Ὀδυσέϊος Ὀδυσσήϊος τροπῇ
α 1987
Ἀρηΐφατος · κατὰ διάλυσιν, ὁ ἐν πολέμῳ πεφονευμένος
α 1989
Ἄρης · Ἄρητος καὶ Ἄρου αἱ γενικαί. καὶ Ἄρευς Ἄρεως καὶ Ἄρις Ἄριος
α 1990
Ἄρης · ὁ πόλεμος, καὶ ὁ θυμός, καὶ ἡ ἀφροσύνη κατὰ μετάθεσιν φυσικὴν ἢ ὁ σωματοειδὴς θεός, καὶ ὁ ἀστήρ
α 1991
Ἀρητήρ · ὁ ἱερεύς. παρὰ τὸν ῥήσω μέλλοντα· ἢ παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι· ἢ παρὰ τὸ αἴρειν τὰς χεῖρας εἰς προσευχήν· ἢ παρὰ τὸ ἀρέσκειν θεῷ
α 1992
Ἀρητήρ · παρὰ τὸν ῥήσω μέλλοντα· ἢ παρὰ τὰς ἀράς, ἃς ποιεῖ. σημαίνει δὲ τὸν ἱερέα
α 1993
Ἀρητῆρα Α · τὸν ἱερέα· παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι
α 1994
Ἀρητῆρα Α · τὸν Χρύσην τὸν ἱερέα τοῦ Ἀπόλλωνος. ἀρητήρ παρὰ γὰρ τὸν ῥήσω μέλλοντα· ἢ παρὰ τὰς ἀράς, ἃσ ποιεῖ
α 1995
Ἀρητόν Ρ · ἀπευκτόν καὶ χα λεπόν· παρὰ τὸν ῥήσω μέλλοντα
α 1996
Ἀρητόν Ρ · τὸ βλαβερόν. καὶ Ἀρήτιον ὄνομα ἔθνουσ. γίνεται δὲ παρὰ τὴν ἀρήν, ὅ ἐστι βλάβην· ἢ τὸν ἀπευκτόν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1997
Ἀρθήσεται · ἐκ τοῦ αἴρω ἀρῶ, ἦρκα, ἦρμαι, ἤρθην, ἀρθήσεται
α 1998
Ἀρθρέμβολα ·. ἢ τὰ βαλλόμενα εἰς τὰ ἄρθρα τῶν μελῶν βασανιστήρια. Σελεύκου. Ἄρθρον· παρὰ τὸ ἀρηρέναι, ὅ ἐστι συνηρμόσθαι, ἤτοι τὸ ἐξαρμοῦν
α 1999
Ἄρθρον · παρὰ τὸ ἀρτῶ, ὃ σημαίνει τὸ κατασκευάζ ω καὶ τελειῶ, ἄρτρον καὶ ἄρθρον. Ἀππ
α 2000
Ἄρθρον · τὸ προταττόμενον τῶν πτωτικῶν. παρὰ τὰ ἐν ἡμῖν ἄρθρα· ὥσπερ γὰρ τὰ ἄρθρα διορίζει ἑαυτά τε καὶ τὰ παρακείμενα αὐτοῖς, οὕτω ταῦτα χωρίζει τὰς διαφορὰς τῶν πραγμάτων διάρθρωσιν ἐμφαίνοντα· δοκεῖ γὰρ διαρθροῦν καὶ ποι εῖν τὸ ἐπιφερόμενον ὄνομα φανερόν, πότερον ἄρρεν ἐστὶν ἢ θῆλυ, καὶ πότερον ἐφʼ ἑνὸς ἢ ἐπὶ πλειόνων. Φωτίου
α 2001
Ἄρθρον · φωνὴ σημαίνουσα τί; ἢ μέρος λόγου, διʼ οὗ τρανοτέρα ἡ λέξις πέφυκε γίνεσθαι· ἢ τὸν ἁρμὸν τῶν μελῶν τοῦ σώματος. καὶ εἰ μὲν σημαίνει τὸ ἄρθρον τοῦ λόγου, γίνεται παρὰ τὸ ἀρθροῦν τὰ κατὰ ἀριθμὸν καὶ γένος καὶ πτῶσιν· εἰ δὲ σημαίνει τὸ ἄρθρον τοῦ σώματος, γίνεται παρὰ τὸ ἀρθροῦν, ἤτοι τὸ ἁρμοῦν τὰ μέλη καὶ συγκροτεῖν, ἐξ οὗ καὶ ὁ Ἰωάννης σειραῖς ἀφύκτοις ὃν διαρθροῖ δακτύλοισ“, τουτέστι μέλος συνθετεῖ, μελοποιεῖ, διαρτοῖ, ἁρμοποιεῖ, διαπλάττει
α 2002
Ἀρίγωνος · εἶ δος ὅπλου · παρὰ τὸ αρι μό ριον καὶ τὸ γωνία ἀρίγωνος, καὶ σημαίνει ὅπλον πάντοθεν ἔχον γωνίας
α 2003
Ἀρίζηλος · ὁ ἄγαν ἔκδηλος. γέγονε δὲ παρὰ τὸ δῆλος ἄδηλος, καὶ μετὰ περισσοῦ τοῦ ι ἀΐδηλος, καὶ κατʼ ἐπένθεσιν τοῦ ς ἀΐσδηλ οσ καὶ τοῦ ς καὶ δ εἰς ζ τρα πέντος ἀΐζηλος, καὶ ἐπεισόδῳ τοῦ ρ ἀρίζηλος. οὕτω Κρατῖνος. ἐγὼ δὲ παρὰ τὸ δῆλος καὶ τὴν αρι ἐπίτασιν, εἶτα καὶ ἐν πλεονασμῷ τοῦ ς καὶ τροπῇ τ οῦ ς καὶ δ εἰς ζ ἀρίζηλος. ἢ ἀπὸ τοῦ ζῆλος ἀρίζηλοσ · οἱ γὰρ ἄξιοι ζή λου ἄγαν ἔκδηλοι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 2004
Ἀριθμῶν · μετοχή. τὸ θέμα ἀριθμῶ· τοῦτο παρὰ τὸ ἀριθμ ός· τοῦτο παρὰ τὸ ἁλίζω, τὸ συναθροίζω
α 2005
Ἄρις · ὁ μὴ ἔχων ῥῖνα
α 2006
Ἀρίσταρχος · σύν θετον παρὰ τὸ ἄριστα ἄρχ ειν. Ἀριστάρχειος δὲ αἴ ρεσις, παρασύνθετον
α 2007
Ἀριστερά · ἡ χείρ. εἴρηται, ὡς Χρύσιππος ἀπὸ τοῦ αἴρω, ἐπειδὴ τὰ πολλὰ τῶν φορτίων βαστάζομεν ἐπὶ τοῦ ὤμου διʼ αὐτῆς. βέλτιον δὲ κατʼ εὐφημισμόν, ὡς πρὸς τὴν δεξιὰν ἀριστοτέρα τις οὖσα· καὶ γὰρ εὐώνυμος καλεῖται. οὕτω Σωρανός
α 2008
Ἀριστερά · κατʼ εὐφημισμόν, ὅθεν καὶ ἡ εὐώνυμος ὁμοίως, οἷον ἡ καλώνυμος· καὶ ὡς φόβος φοβερός, οὕτως ἄριστος ἀριστερός. Σελεύκου
α 2009
Ἀριστερά · παρὰ τὸ ἀρηρέναι τῇ δεξιᾷ
α 2010
Ἄριστον · ἐπὶ τῆς εὐωχίας, ἀόριστόν τι ὄν· ἀόριστον γάρ ἐστι κατὰ καιρόν. ἐ ντεῦθεν γὰρ ἔχει τὸ α μακρ όν. ἢ παρὰ τὸν Ἄρεα· τοῖς γὰρ εἰς Ἄρεα προϊοῦσιν παρεσκευάζετο, ὡς καὶ τὸ δεῖπνον. ὁ Ἄριστος καὶ τὸ ἄριστον· διχῶς ἐκφωνεῖται, ὥσπερ καὶ ὁ δεῖπνος καὶ τὸ δεῖπνον. σημαίνει δὲ τὴν στερέωσιν διὰ τῆς τροφῆς τοῦ σώματος· καὶ γὰρ πρότερον οἱ παλαιοὶ μεταλαμβάνοντες τροφῆς οὕτως ἐπὶ τὰς ἀριστείας ἐξῄεσαν
α 2011
Ἄριστος · κυρίως ὁ ἐν πολέμῳ ἰσχυρός, κατα χρηστι κῶς δὲ καὶ ἐπὶ παντὸς προήκοντος. ὅτι δὲ κ υρίωσ ἐπὶ τοῦ ἐν π ολέ μῳ ἰσχυ ροῦ εἴρηται, δη λοῖ τὸ πα ρώνυμον ἀριστεύσ
α 2012
Ἀριστοτόκεια · εἰς τὸ
α 2013
Ἀριστίνδας · ἐκ τοῦ ἄριστα ἀριστίνδης
α 2014
Ἀρίων · ὄνομα κύριον. τὸ κύριον ὄνομα διὰ τοῦ ι γράφεται κατὰ διαστολὴν τοῦ συγκριτικοῦ. τὸ δὲ ἄρειος ἀπὸ τοῦ ἄρεος γεγονός, ἤγ ουν τὸ σημαῖνον τὸν ἀνδρεῖ ον, διὰ τῆς ει διφθόγγου γράφεται
α 2015
Ἄρκευθος · εἶδος φυτοῦ ἀκανθώδους, οὗ τὴν ὀδμὴν πάντα τὰ ἑρπετὰ ἀποστρέφεται. εἴρηται παρὰ τὸ τὴν ἀράν, ὅ ἐστι βλάβην, κεύθειν, ἡ τὴν ἀρὰν κεύθουσα, ἀράκευθος καὶ ἄρκευθος
α 2016
Ἄρκιοσ ·. Ἡσίοδος δὲ ἄρκιον τὸ καλὸν καὶ ὠφέλιμόν φησιν
α 2017
Ἄρκοσ ·. ἄρκτος δὲ λέγεται τὸ βόρειον κλίμα, ὅθεν πνεῖ ὁ Βορρᾶς ἄνεμος, παρὰ τὸ αἴρειν τὸν ἄνεμον ἦχον. Ὠρίωνος
α 2018
Ἄρκτος · διὰ τὸ εἶναι ἀργή· ἢ τάχα παρὰ τὴν ἀλκὴν ἐγένετο· ἢ διὰ τὸ εἶναι στραβόραχις
α 2019
Ἄρκτος · τὸ ζῶον. εἴρηται δὲ παρὰ τὸ ἀρκῶ, ὅπερ καὶ ἐπαρκῶ λέγεται· ὁ μέλλων ἀρκέσω, ἀφʼ οὗ κύριον ὄνομα Ἀρκέσιος καὶ Ἀρκείσιος ἐν πλεονασμῷ τοῦ ι. παρὰ δὲ τοῦ το γίνεται τὸ ἄρκος οὐδέτερον, οὗ μέμνηται Ἀλκαῖος · ταχαλιτινὸν ἄρκος ἔσσῃ“. παρὰ οὖν τὸ ἀρκῶ ἄρκτος ἐν πλεονασμῷ τοῦ τ τὸ ἐπαρκ οῦν ἑαυτῷ ζῶον· φασὶ γὰρ αὐτὸ ζῆν τὸν χειμῶνα ἐκτὸς ἐπεισάκτου τροφῆς. οὕτω Κρατῖνος ἐν τῇ ἐπιτομῇ τῶν Βασιλείδου περὶ Ὁμηρι κῶν λέξεων
α 2020
Ἅρκυον ·. ἢ παρὰ τὸ ἑλκύω ἕλ κυον, καὶ τροπῇ τοῦ ε εἰς α καὶ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον γίνεται ἅρκυον. ἢ παρὰ τὸ ἐρύκω, τὸ κωλύω. διὰ τί βαρύνεται; τὰ εἰς ον λήγοντα καθαρὸν παραληγόμενα τῷ υ βαρύνεται, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβάς, οἷον κάρυον κρόμμυον δίκτυον κρήγυον ἄρκυον· δισύλλαβα δέ, βρύον θύον πτύον θρύον
α 2021
Ἅρμα ·. ἐν τῇ Βοιωτίᾳ. δείκνυται δὲ ἐκ τῆς συναλιφῆς δασυνόμενον, Θ ὑφʼ ἅρμασιν ὠκέας ἵππουσ“
α 2022
Ἅρμα · παρὰ τὸ ἄρω ἀρῶ ἦρκα ἦρμαι ἅρμα
α 2023
Ἅρμα · παρὰ τὸ αἴρω ἅρμα
μ 385
μαλιά · ἡ τροφή, ἐπεὶ δίκην ἅρματος ὀχετεῖ τὰ σώματα. ἢ παρὰ τὸ αἴρω, τὸ προσφέρω, ἐστίν, ὡς Ἱπποκράτης ἐν Ἀφορισμοῖς προσάρματα τὰς τροφὰς καλεῖ· ὡς δὲ καθαίρω καθαρμός, σ αίρω σαρμός παρὰ Ἱππώνακτι . Ἡσιόδου
α 2024
Ἁρμαλιῆς · τροφῆς· ἀπὸ τοῦ ἁρμόζειν τῇ ψυχῇ, ἢ ἀπὸ τοῦ αἴρειν τὰ σώματα
α 2025
Ἀρναῖος ς · ὄνομα κύριον. παρὰ τὴν ἀρὰν Ἀραῖος, ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος, καὶ ἐν πλεονασμῷ τοῦ ν Ἀρναῖος. ἢ παρὰ τὸ ἄρνυσθαι, ὅ ἐστι λαμβάνειν ὡς πτωχόν γάρ, ἵνʼ ᾖ πεποιημένον ὄνομα πρέπον πτωχῷ. ἢ ἀπὸ τῶν ἀρνῶν, ἵνʼ ᾖ ὁ βληχώδης καὶ ἠλίθιος
α 2026
ἄρνες διαφέρει·. Ὅμηρος ι ἀρνειούς τε τράγους τε“ καὶ Δ ἀρνῶν πρωτοτόκων ῥέξειν κλειτὴν ἑκατόμβην“· πρωτοτόκων δὲ λέγει τῶν προΐμως γεννηθέντων
α 2027
Ἄρνειος ποῦς · ει τῷ λόγῳ τῶν κτητικῶν
α 2028
Ἀρνειός · ὁ μέγας κριός· Ἀρνεῖος δὲ ὁ μήν
α 2029
Ἀρνεῖσθαι · ἀπὸ τοῦ αἴρεσθαι τὰς χεῖρας ἐπὶ παραιτήσει, ὡς παρʼ Εὐριπίδῃ ἐν Ὀρέστῃ· τοῦ γὰρ Ὀρέστου εἰπόντος ἃ δʼ ἔλαβες ἀπόδος ἐμοῦ πατρὸς λαβὼν πάρα“, φ αίν εται ὁ Μενέλαος ἀρνησάμενος διὰ τοῦ σχήματος τῶν χειρῶν ἐπάρας αὐτάς· διό περ Ὀρέστης, μηδὲν αὐτοῦ εἰπόντος, ἐπιφέρει οὐ χρήματʼ εἶπον“
α 2030
Ἀρνύμενοι Α · ἔστι ἐνεστῶτος καὶ παρατατικοῦ μετοχῆς παθητικῆς τῶν εἰς μι · ἄρνυμι καὶ τὰ λοιπὰ δῆλα. σημαίνει δὲ τὸ ἀντικαταλλασσόμενοι
α 2031
Ἀρνύμενος. ὁ λαμβάνων ἢ ὁ ἀμείβων. γέγονε παρὰ τὸ αἴρω ἀρνῶ περισπωμένως, ὡς πίλω πιλνῶ, οἴχω οἰχνῶ· οὗ παράγωγον ἀρνύω, ὡς πληθύω, καὶ ἄρνυμι, ὅθεν ἄρνυμαι καὶ ἀρνύμενος
α 2032
Ἀροῦν ·. διὰ τὴν ὕνιν. ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γῆν ἐν τῇ ἀρόσει τεμνομένην
α 2033
Ἄρουρα · ἡ γῆ παρὰ τὸ ἀροτριᾶσθαι. αἱ ἄρουραι δέ
α 2034
Ἄρουρα · ἡ γῆ· παρὰ τὸ ἀρ ῶ τὸ ἀροτριῶ, ἄρορα καὶ ἄρουρα πλεονασμῷ τοῦ υ
α 2035
Ἅρπυια · ἄνεμος. θηλυκόν. παρὰ τὸ ἁρπάζειν
α 2036
Ἀρραβών · ἡ ἐπὶ ταῖς ὠναῖς παρὰ τῶν ὠνουμένων διδομένη πρώτη καταβολὴ ὑπὲρ ἀσφαλείας. εἴρηται παρὰ τὸ ῥαιβόσ ῥαιβών καὶ ἐν προσθέσει τῆς α στερήσεως μετὰ πλεονασμοῦ τοῦ ρ καὶ ἐκβολῇ τοῦ ι ἀρραβών, ὁ μὴ συγχωρῶν ῥαιβὴν γενέσθαι τὴν πίστιν τῶν συναλλαττόντων. οὕτως Ἐπ α φρόδιτοσ
α 2037
Ἄρρητον · ἄπευκτον, χαλεπόν, παρὰ τὸν ῥήσω μέλλοντα
α 2038
Ἄρρητον · τὸ μὴ δυνάμενον ῥηθῆναι καὶ μὴ λαλούμενον· ἀπόρρητον δὲ τὸ ἀκατάληπτον μηδὲ ὅλως φρασθῆναι δυνάμενον. Ἐρεννίου
ο 416
ὀρρωδεῖν · διαφέρει καὶ ἔστιν ἐναλλάσσειν. τὸ μὲν γὰρ ὀρρωδεῖν διὰ τοῦ ο σημαίνει τὸ εὐλα βεῖσθαι. ἐξηγοῦν ται τὴν λέξιν οὕτωσ · ὄρρος λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος, ὅν τινες ταῦρον λέγουσιν, ὅθεν καὶ τῶν ὀρνέων ὁ τό πος οὗτος ὀρροπύγιον καλεῖται οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον· ἐτύμως εἴρηται ὅρος ὢν ὁ τῆς πυγῆς καὶ οἷον ὁροπύγιον. οἱ δὲ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλ ειν εἴω θε τὴν οὐράν, ὅταν εὐλαβῆται· εὐλόγως οὖν ἀπὸ τοῦ παρακο λουθοῦντος τὸ ὀρρωδεῖν εἴρηται ἐπὶ τοῦ εὐλαβεῖσθαι. καὶ Εὐριπίδης τὸν Περσέα εἰσάγει λέγοντα τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγό των Οὐπώ ποθʼ ὕβριςʼ αὐτὸς ὀρρωδῶν παθεῖν“. καὶ τὸ μὲν ὀρρωδεῖν τοιοῦτον. τὸ δὲ ἀρρωδεῖν οἷον κατὰ στέρησιν τοῦ ὀρρωδεῖν ἀρρωδεῖν, τουτέστι μὴ εὐλαβεῖσθαι, ἀλλὰ καταφρο νεῖν καὶ τεθ αρρηκέναι
α 2039
Ἀρρωστία · ἐκ τοῦ μὴ ἔχειν ῥῶσιν
α 2040
Ἄρρωστος · ἐκ τοῦ μὴ ἔχειν ῥῶσιν, ἤγουν ὑγείαν
π 692
παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ ὑ γιαίνω, οὗ ὁ μέλλων ῥώσω καὶ ὄνομα ῥῶσις. καὶ παρὰ τὸ ῥῶ καὶ τὸ ω τ εύ χεσιν ἐρρώσαντο“· παρέπεται γὰρ τοῖς ὑγιαίνουσιν καὶ τὸ ὁρμᾶν. δύναται καὶ παρὰ τὸ ῥώω, οὗ μέλλων ῥώσω
σ 439
σην · ἀπὸ τοῦ ἄρδω καὶ μέλλοντος τοῦ ἄρσω· ὁ ἄρδων τὴν θήλειαν τῇ γονῇ. Ἐπαφρόδιτος δὲ παρὰ τὸ ἔρσαι· πρακτικὸς γὰρ λέγεται ὁ ἄρσην κατὰ διάλεκτον, καὶ ἐτυμολογεῖται παρὰ τὸ ἔρδω, ἵνʼ ᾖ ὁ πρακτικός. οὕτωσ Ἡρωδιανὸς ἐν τῷ Περὶ γάμου καὶ συμβιώσεως
α 2041
Ἀρτάβη · τοῦτο τὸ μέτρον παρʼ Αἰγυπτίοις ἐκλήθη· ἔστι δὲ ξεστῶν οβ. ἐκ πολλῆς δὲ ἀκριβείας τοῦτο οὕτως συνήχθη. ἑβδομήκοντα γὰρ καὶ δύο ἄνδρες τότε τὸν πύργον ᾠκοδόμησαν καὶ τὴν Βαβυλῶνα, ὅτε εἰς οβ γλώσσας ἐκ μιᾶς συνεχύθησαν· ὅθεν καὶ μέροπες ἐκλήθησαν διὰ τὴν μεμερισμένην φωνήν. τὸ δʼ αὐτὸ καὶ ὁ μετρήτης τὸ μέτρον ἔχει κατὰ τὸ μέτρον τὸ ἄγιον. τὸ δὲ γομὸρ δέκατόν ἐστι τοῦ μεγάλου μέτρου, τῆς ἀρτάβης, τουτέστιν ξεστῶν ζ ε
α 2042
Ἄρτεμις · ἡ ὑγιὴς καὶ μὴ διεφθαρμένη. ἔστι καὶ ὄνομα κύριον βασιλίσσης Σκυθῶν
α 2043
Ἀρτεμίσιος · διὰ τοῦ ι · παρὰ γὰρ τὸ Ἄρτεμις. οὕτως ἔχει καὶ τὸ Χαρίσιος καὶ Ἀφροδίσιος καὶ τὸ Ἀρκίσιος. τοῦτο δὲ Ἀλεξίων διὰ τῆς ει · σύνθετον γὰρ ἦν τὸ πρωτότυπον· οὕτως καὶ γραφείδιον
α 2044
Ἀρτεμίσιος · διὰ τοῦ ι τὸ μι μακρόν· τὸ δὲ σι διὰ τοῦ ι καὶ αὐτό, βραχύ. τὰ γὰρ διὰ τοῦ ισιος καὶ διὰ τοῦ ισια καὶ διὰ τοῦ ισιο ν οὐδέτερα ἀποστρέφονται τὴν ει δίφθογγον, τουτέστιν ἀφροδίσιος ἀφροδισία ἀφροδίσιον
α 2045
Ἀρτέμωνα νηός · παρὰ τὸ ἀρτῶ, τὸ κρεμῶ
α 2046
Ἀρτηρία · οἷον ἀεροτηρία τις οὖσα, ἐν ᾗ ὁ ἀὴρ τηρεῖται· πνεύματος γάρ ἐστι δεκτική, ὥσπερ ἡ φλὲψ αἵματος. οὕτω Δίδυμος ὁ νεώτερος· φασὶ γὰρ ἰατρῶν παῖδες φλέβα μὲν αἵματος, ἀρτηρίαν δὲ πνεύματος ἀγγεῖον. ἢ ἁλτηρία τις οὖσα, ὅτι ἅλλεσθαι δοκεῖ παλμοὺς ποιοῦσα. οὕτω Σωρανός
α 2047
Ἀρτηρία · οἷον ἀεροτηρία ἀπὸ τοῦ περιέχειν τὸ πνεῦμα καὶ τηρεῖν. δύναται καὶ κατὰ μετάθεσιν τοῦ λ εἰς ρ οἷον ἁλτηρία, παρὰ τὴν ἅλσιν
α 2048
Ἄρτι · ἐπίρρημα καιροῦ παρατατικοῦ
α 2049
Ἄρτιος ἀριθμός · ὁ δίχα, ἤτοι διχῆ, εἰς δύο ἴσα τεμνόμενος, οἷον ὁ δύο τέμνεται εἰς δύο μονάδας, ὁ τέσσαρες εἰς δύο δυάδας, ὁ ἓξ εἰς δύο τριάδας. οὗτος ὁ ἓξ ἄρτιός ἐστι τέλειος· πληροῦται γὰρ ἀπὸ τῶν ἰδίων μερῶν. μέρη δὲ αὐτοῦ ταῦτα· ἕκτον, τρίτον, ἥμισυ. ἀφʼ ἑκάστου τούτων ὁ τέλειος οὗτος ἄρτιος ἐπληρώθη. ἔστι δὲ καὶ ἄρτιος ἀτελής, καὶ ἄρτιος ὑπερτελής, καὶ ἀρτιάκις ἄρτιος, καὶ ἀρτιοπέριττος, καὶ περισσάρτιος, καὶ τοιοῦτοί τινες ἀριθμοί. ἐκεῖνο δὲ ἰστέον, ὡς ὅταν οἱ πατέρες ἄρτιον εἴπωσιν, τὸ ὁλόκληρον καὶ ἀνελλειπὲς σημαίνουσιν
α 2050
Ἀρτοκόποσ ·. εἴρηται δὲ καὶ ἐπὶ τοῦ κόπτοντος ἄρτον
α 2051
Ἄρτος · ἐκ τοῦ αἴρω, τοῦ σημαίνοντος τὸ φέρω, ἄρατος ἀρῶ ἦρα ἦρκα ἦρμαι ἦρται ἄρτος. σημαίνει δὲ καὶ τὸν ἐσθιόμενον ἄρτον καὶ τὴν σάρκα, ἐξ οὗ καὶ τὸ δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ “
α 2052
Ἄρτος · ζύμη, σταῖς
α 2053
ἀρτυσία · ὁ νόστος τοῦ ἅλατος· οἱονεὶ ἁλιτύω καὶ ἁλιτυσία καὶ κατὰ μεταπλασμὸν ἀρτύω καὶ ἀρτυσία
α 2054
Ἀρύβαλλος · τὸ βαλλάντιον· ἀπὸ τοῦ ἀρύειν τὰ βαλλόμενα
α 2055
Ἄρχειν · μετὰ λόγου. κρατεῖν, ἄνευ λόγου
α 2056
Ἀρχή · παρὰ τὸ κατὰ φύσιν πάντων τῶν μετʼ αὐτὴν ἄρχειν. Ὁμήρου
α 2057
Ἄσβεστος Α · ἀκατάπαυστος, μεταφορικῶς ἀπὸ ἀψύχων εἰς ἔμψυχα· ἀπὸ γὰρ τοῦ πυρὸς ἐπὶ τὸν γέλωτα μετήνεκται. σημαίνει δὲ δύο· τὸ φῶς τὸ μὴ σβεννύμενον, καὶ τὴν ἐκ λίθων καιομένων γινομένην. σποδιάν
α 2058
Ἀσελγαίνειν · τὸ παρὰ φύσιν ταῖς γυναιξὶ μίγνυσθαι. καταχρηστικῶς δὲ τὸ ὁπωσδήποτε ἀκολασταίνειν. εἴρηται δὲ. ζήτει
α 2059
Ἀσέλγεια · πονηρία, ἀκοσμία καὶ πορνεία
α 2060
Ἀσηκρῆτις · ὑπογραφεύς, ὁ τοῖς τῶν κρατούντων μυστηρίοις ὑπηρετούμενος. οὕτω γὰρ παρὰ τῇ Αὐσονίδι διαλέκτῳ τὸ ἀδσηκρῆτις ὄνομα ὁ ἐπὶ τῶν μυστηρίων μεθερμηνεύεσθαι βούλεται
α 2061
Ἀσθένεια · ἐκ τοῦ μὴ ἔχειν σθένος
α 2062
Ἀσθένεια · ἐκ τοῦ μὴ ἔχειν σθένος, ἤγουν δύναμιν
α 2063
Ἀσθενής · διὰ τὸ μὴ ἔχειν σθένος, ἤγουν δύναμιν
α 2064
Ἀσινής · καθαρός, ὁλόκληρος, ὁ μήτε πλεονάζων μήτε ἐνδέων τι τοῦ σώματος, ἀβλαβής. ἐκ τοῦ σίνω. καὶ εἰς τὸ Ἐρυσίβη καὶ Ζιζ άνιον
α 2065
Ἀσκαλαβώτης · ζωΰφιον ἐοικὸς εἶναι σαύρᾳ, ἐν τοῖς τοίχοις ἀνέρπον τῶν οἰκημάτων. παρὰ τὸ ἀκαλῶσ, ὃ σημαίνει τὸ ἡσύχως, καὶ τὸ βῶ ῥῆμα ἀκαλαβώτης καὶ πλεονασμῷ τοῦ ς ἀσκαλαβώτησ. ἢ ὅτι ἀσχάλλουσα τῇ Δήμητρι ἐπεβόησεν ἡ μήτηρ αὐτοῦ ἀσχαλαβώτη σ καὶ τροπῇ τοῦ χ εἰς κ ἀσκαλαβώτης. οὕτως Ἐπαφρόδιτος
α 2066
Ἀσκαλωνίτης · διὰ τοῦ ι γράφεται. καὶ πάντα τὰ τοιαῦτα· πολίτης, ἐπαλξίτης, μυλίτης Μεμφίτης, μνηματίτης, Ταυρομενίτης, Κυκνίτης, Ναυκρατίτης, καὶ τὰ παρα κείμενα τούτ οισ θηλυκὰ παρώνυμα, εἴ γε φιλεῖ καὶ τὰ εἰς της βαρύτονα ἑνὶ φωνήεντι παραλήγεσθαι, οἷον φυλέτ ης, ἑρκήτ ης, ἀγρότησ Σικελιώτης, Κυδωνιάτης, Ἀπολλωνιάτης, πρεσβύτης. ἐν πλεονασμῷ γὰρ τὰ τοιαῦτα τοῦ ι ἐστίν· Ἀργοίτης, Δαμοίτης, Θυμοίτησ
α 2067
ἀνεπικαλύπ τῳ ὀφθαλμῷ, χωρὶς τοῦ μύειν
α 2068
Ἀσκελές · τὸ ξηρόν· παρὰ τὸ ἄγαν ἐσκληκέναι, ὅθεν σκέλος εἴρηται τὸ ἄγαν ἐσκληκός, καὶ Ἀσκληπιὸς ὁ μὴ ἐῶν ἐσκληκέναι τῶν θεραπευομένων τὰ σώματα
α 2069
Ἄσκησις · ἐπι μελὴς ἐργασία, ἐξ οὗ καὶ τὸ ἐξήσκησεν“
α 2070
Ἀσκητής · διὰ τὸ μὴ ἔχεσθαι κακίας. ἢ παρὰ τὸ ἥδω, τὸ εὐ φραίνομαι· μεγάλως γὰρ οἱ ἀσκηταὶ τῇ ἡσυχίᾳ εὐφραίνονται
α 2071
Ἀσκληπιός · ὁ τὰ ἄγαν σκληρὰ ἤπια ποιῶν, τοῦ α ἐπίτ ασιν σημαίνοντος. Ἀσκληπιός, ὁ τὰ σκέλη καὶ π ᾶν τὸ σῶμα ὑγιὲς ποιῶν καὶ ἀνώδυνον. οὕτως Ἡρωδιανόσ
α 2072
Ἀσκός · ἀσχός τις ὤν, ὁ ὑγιὴς καὶ μὴ ἐσχισμένος, κατὰ τροπὴν τοῦ χ εἰς τὸ κ. καὶ τὸ ἀσκηθής ἐντεῦθεν, ὁ ὑγιὴς καὶ ἀβλαβής, ἀπὸ μεταφορᾶς τοῦ ἀσκοῦ
α 2073
Ἀσκός Γ · ἐκ τοῦ σχ ίζω μετὰ τοῦ στερητικοῦ α οἱονεὶ ὁ ὑγιὴς καὶ μὴ ἐσχισμένος
α 2074
Ἀσκῶ · κατασκευάζω, κοσμῶ, ὑφαίνω, γυμνάζω
α 2075
ἀσκωλίζω · τὸ χωλαίνω καὶ βαδίζω διʼ ἑνὸς κώλου
κ 941
κώματα · ἅπερ καὶ τὰσ γνάθους καλ οῦσιν ἀπὸ τῆς ἐμφερείασ πρὸς τὰ ἀσκώματα χαλκευτικὰ ἐργαλεῖα, ἅ εἰσι χαλκευτικαὶ φῦσαι
α 2076
Ἀσμενίζω · ἡδέως ἔχω, θαυμάζω, ἢ χαίρω
α 2077
Ἀσπάλαθος · εἶδος ἀκάνθης· εἴρηται παρὰ τὸ σπῶ σπάλαθος καὶ ἀσπάλαθος. οὕτως Ἀμάραντος εἰς τὸν Θεόκριτον. Ἐπαφρόδιτος δὲ παρὰ τὸ σπαλιεύειν ἐτυμολογεῖ, ὅ ἐστι ξύειν, ἵνʼ ᾖ σπάλαθος καὶ ἀσπάλαθος
α 2078
Ἀσπαλιευτής · ὁ ἁλιεύς· εἴρηται δὲ παρὰ τὸ σπᾶν καὶ τὸ λίνον, ὁ σπῶν τὸ λίνον, τοῦ α ἢ κατὰ πλεονασμὸν ἢ κατʼ ἐπίτασιν τιθεμένου
α 2079
Ἀσπάραγος · κυρίως ὁ ἐπὶ ἑλείου ἢ ὀρείου· ὁ μὴ σπειρόμενος. οὕτως Ἡρωδιανός
α 2080
Ἀσπαστόν · ἡδύ, ὃ ἄν τις πρὸς ἑαυτὸν σ πάσαι το, ἵν α τὸ α ᾖ κατʼ ἐπίτασιν
ρ 117
ρχές · τὸ α κατʼ ἐπί τασιν · τὸ ἄγαν ἐσπευσμένον
α 2081
Ἄσπετον · πολύ. εἴρηται παρὰ τὸ α στερητικὸν καὶ τὸ σπ ῶ, ἵνʼ ᾖ ἀ παρ α κολού θη τον. δὲ διὰ τὸ μέγε θος. πετὸν τὸ. στον τὸ ἄπειρον
α 2082
Ἄσπετος · ὁ ἀπαρακολούθητος καὶ πολύς
π 693
πίς · τὸ ὅπλ ον· σπῶ ἐστι ῥῆμα, οὗ παράγωγον σπίζ ω, ἀφʼ οὗ σπ ιδής, ὁ μακρός, καὶ σπιδές τὸ οὐδέτερον. ἀποδιδόασιν ἀ σπίδεσ οὖν εἴρηνται Λ διὰ σπιδέος πεδίοιο“ τοῦ μακροῦ. ἀπὸ οὖν τοῦ σπῶ σπίζω, σπίσω, σπίς ῥηματικὸν ὄνομα, καὶ μετὰ τῆς α στερήσεως ἀσπίς, ἡ μὴ μακρά, ἀλλὰ περιφερής. ἐπὶ δὲ τοῦ ἑρπετοῦ δύναται κατʼ ἐπί τασιν τὸ α. οὕτω Φ ιλόξ ε νοσ
α 2083
Ἀσπόρωσ ·. τοῦτο δὲ παρὰ τὸ σπείρω σπορά, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπορος. διὰ τί ἀνεβίβασε τὸν τόνον; τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν εἰς ος συντεθειμένα ὀνόματα ἀναβιβάζουσι τὸν τόνον, οἷον τιμή ἄτιμος, ὥρα ἄωρος, κεφαλή ἀκέφαλος, σπορά ἄσπορος
α 2084
Ἀσσάριον τοῦ ἀργύρου · καλεῖται λεπτὰ ξ. ἀσσάριον σταθμός, γράμματα ἕξ. ἀσσάριον τοῦ χαλκοῦ, φόλλεως τέταρτον