γ 28
Γεγαυῖα Γ · μετοχή· τὸ ῥῆμα γῶ, ἐξ οὗ καὶ τὸ γείνω· ὁ μέλλων γήσω, ὁ παρακείμενος γέγηκα. καὶ οἱ Ἴωνες ἐπὶ τοῦ παρακειμένου ἡνίκα ὕφεσιν ποιήσωσι τοῦ συμφώνου, τότε καὶ συστολὴ φωνήεντος ἀκολουθεῖ· βεβήκασι, βεβάασιν. οὕτως καὶ γέγηκα γέγαα, καὶ ἡ μετοχὴ γεγαώς γεγαῶτος, καὶ τὸ θηλυκὸν γεγαυῖα, καὶ τὸ γεγῶσα παρʼ αὐτό. κανὼν γάρ ἐστιν ὁ λέγων· αἱ εἰς ως μετοχαί, εἰ μὲν ὦσιν ἀπαθεῖς, διὰ τοῦ ο κλίνονται καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υια · εἰ δὲ παθητικαί, κλίσιν μὲν ἔχουσι διὰ τοῦ ω τὸ δὲ θηλυκὸν εἰς σα μεταποιοῦσιν· ἑστώς ἑστῶσα, γεγώς γεγῶσα
γ 29
Γεγανωμένος · λελαμπρυσμένος, ἢ χαίρων, ἢ διακεχυμένος, ἢ κεκαλλωπισμένος. καὶ γανωθείς· οἷον καλλωπισθείς. καὶ γανῶσαι· ἐπὶ τοῦ λαμπρῦναι. καὶ γανεῖν· λευκᾶναι. καὶ γανυρόν· λαμπρόν, λευκόν. καὶ γάνος· ὕδωρ, χάρμα, φῶς, λίπος, αὐγή, λευκότης, λαμπηδών· ὑπὸ δὲ Κυπρίων παράδεισος
γ 30
Γέγασα · εἰς τὸ Γεγῶσα. Γεωργίου
γ 31
Γέγειος · ἀπὸ τοῦ γέα τοῦ διὰ τοῦ ε γέγονε γέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον γεῖος, καὶ κατὰ διπλασιασμὸν γέγειος· ἢ ἀπὸ τοῦ γέα γέγονε γέειος, καὶ κατʼ ἐπένθεσιν τοῦ γ γέγειος. Γεωργίου τοῦ Χοιροβοσκοῦ
γ 32
Γεγηθότες · ἔστι γήθω, τὸ χαίρω, ὁ μέλλων γήσω, ὁ μέσος παρακείμενος γέγηθα, καὶ τὰ λοιπὰ δῆλα. τὸ γη η · τὰ διὰ τοῦ ηθω ῥήματα δισύλλαβα, χωρὶς εἰ μὴ ἐν κινήσεσιν εὑρίσκεται γεννῶντα τὸ ο διὰ τοῦ η γράφεται, οἷον πλήθω, τὸ πληρῶ, γήθω, τὸ χαίρω, πήθω, τὸ πάσχω. χωρὶς εἰ μὴ ἐν κινήσεσιν εὑρίσκεται“ διὰ τὸ πείθω, τὸ καταπείθω· καὶ πλὴν τοῦ βρίθω, ὅπερ διὰ τοῦ ι γράφεται
γ 33
Γέγηθα · εἰς τὸ Γεγῶσα. Ὁμήρου
γ 34
Γεγωνέμεν · ἀπὸ τοῦ φωνῶ τροπῇ τοῦ φ εἰς γ γωνῶ, γωνήσω, γεγώνηκα· ἀπὸ τοῦ γωνῶ γωνεῖν, καὶ γεγωνεῖν κατὰ διπλασιασμόν, καὶ ποιητικῶς γεγωνέμεν
γ 35
Γεγωνότερον · ἐξακουστότερον, λαμπρότερον· γέγονε δὲ παρὰ τὸ φωνῶ τροπῇ τοῦ φ εἰς τὸ γ γωνῶ· τούτου ὁ μέσος παρακείμενος γέγωνα, καὶ ἡ μετοχὴ γεγωνώς, καὶ ἐξ αὐτοῦ γεγωνότερος τὸ συγκριτικόν, καὶ γεγωνότερον ἐπίρρημα. Χοιροβοσκοῦ
γ 36
Γεγῶσα · ἀπὸ τοῦ γενῶ, τὸ γείνομαι, οὗ ὁ μέλλων γενήσω, ὁ μέσος παρακείμενος γέγηνα, καὶ κατὰ ἀποβολὴν τοῦ ν γέγηα· ἡ μετοχὴ κατὰ τροπὴν τοῦ η εἰς α γεγαώς. καὶ ἔστιν σεσημειωμένον τὸ γεγαώς, βεβαώς, μεμαώς, ἑσταώς· ἅπερ κατὰ κρᾶσιν γίνεται βεβώς βεβῶτος, μεμώς μεμῶτος, ἑστώς ἑστῶτος, γεγώς γεγῶτος· καὶ τὰ θηλυκὰ γεγῶσα, μεμῶσα, ἑστῶσα, βεβῶσα· καὶ τὰ οὐδέτερα διὰ τοῦ ω μεγάλου τὸ γεγώς, τὸ βεβώς, τὸ ἑστώς, τὸ μεμώς
γ 37
Γείνεται · εἰς τὸ Γίγνεται. Ὁμήρου
γ 38
Γείνατο · ἀπὸ τοῦ γένω γείνω κατὰ πλεονασμὸν τοῦ ι · ὁ γὰρ μέλλων γενῶ, ὡς κείρω κερῶ· ὁ ἀόριστος ἔγεινα, ὡς ἔκειρα
γ 39
Γείνω · τὸ γεννῶ· τὸ γει δίφθογγον· διὰ τί; διότι ἔχει ἐν τῷ μέλλοντι τὸ ε. ὁ παθητικὸς γείνομαι, τὸ τρίτον γείνεται. καὶ εἰς τὸ Γίνομαι καὶ Γυνή. Γεωργίου
γ 40
Γείτων · τὸ γει δίφθογγον· τὰ παρὰ τὸ γέα συγκείμενα διὰ τῆς ει διφθόγγου γράφεται· ἐξ οὗ καὶ γειτνιῶ· ἀπὸ γὰρ τοῦ γέα τοῦ γραφομένου διὰ τοῦ ε γίνεται γεΐτων, καὶ κατὰ συναίρεσιν γείτων
γ 41
Γειτνιῶ · ἀπὸ τοῦ γείτων γέγονε γειτονῶ καὶ γειτονιῶ, καὶ κατὰ συγκοπὴν γειτνιῶ
γ 42
Γελοίιος Β · ἐκ τοῦ γελοῖος· τὰ διὰ τοῦ οιος ὀνόματα ὑπὲρ δύο συλλαβὰς ἅπαντα προπερισπᾶται, οἷον παντοῖος ἀλλοῖος· π ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἢ τὸ πάροιθεν“· ἑτεροῖος. γράφεται δὲ διὰ τοῦ ι · ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος κατὰ τὸ αὐτὸ σημαινόμενον παρηγμένα, εἰ μὲν ὀξύνεται, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον θαμός θαμειός, ἀδελφός ἀδελφειός· εἰ δὲ βαρύνεται, διὰ τοῦ ι κάπρος κάπριος, τάφος τάφιος καὶ ἐπιτάφιος, ὀρθός ὄρθιος, λοῖσθος λοίσθιος, Αἰτωλός Αἰτώλιος, αἰζηός αἰζήιος, ὅμοιος ὁμοίιος, γέλως γελοῖος γελοίιος. γέλοιος καὶ γελοῖος διαφέρει· προπαροξυτόνως μὲν λέγεται ὁ γελωτοποιός, προπερισπωμένως δὲ ὁ γέλωτος ἄξιος. καὶ εἰς τὸ Σκῶμμα
γ 43
Γελῶ Β · περισπᾶται· τὰ εἰς λω λήγοντα καθαρόν, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ε καταλήγουσαν, μὴ ἀπὸ συμφώνου ἀρχόμενα μὴ μέσου βαρύνεται, οἷον κέλω πέλω. πρόσκειται, μὴ ἀπὸ συμφώνου ἀρχόμενα“ διὰ τὸ ἐλῶ ἐλάσσω· μὴ μέσου“ δὲ διὰ τὸ γελῶ γελάσω
γ 44
Γενειάζω · εἰς τὸ Δανείζω
γ 45
Γενειάς · ἐκ τοῦ γένειον· ἡ βαθεῖα ὑπήνη. ἐκ τοῦ γένους γένειον· διακρίνει γὰρ τὰ γένη. λέγεται γὰρ ἀπὸ ἱστορίας· ἔθνος κε χιλιάδων ἐπελθὸν παρεκάθηντο τοῖς Ῥωμαίοις· ἐκεῖνοι δὲ ὀλίγοι ὄντες ἔφερον τοὺς Σκλαβηνίας· ἔτι δὲ οἱ Σκλάβοι ὀλίγοι ὄντες ἔφερον τὰς γυναῖκας αὐτῶν, καὶ περιθέντες αὐταῖς σχῆμα ἀνδρεῖον καὶ γενειάδας ἐξήρχοντο· ἰδόντες δὲ τὸ πλῆθος οἱ ἐθνικοὶ ἠρώτων τοὺς Ῥωμαίους· τίνες εἰσὶν οὗτοι; καὶ ἔλεγον· Λογγίβαρβοι. τουτέστι βαθεῖαν ὑπήνην καὶ μακρὰν ἔχοντες
γ 46
Γένειον · ἀπὸ τοῦ γένος γένειον, ὡς δάνος δάνειον. τὸ μὲν γένειον ὁ τόπος τῶν τριχῶν λέγεται, τὰ δὲ γένεια αὐταὶ αἱ τρίχες
γ 47
Γένειον · παρὰ τὸ τὰ γένη ἐξ αὐτοῦ διακρίνεσθαι καὶ ἀρρένων καὶ θηλειῶν, καὶ ἡλικίας τελείων καὶ ἀτελῶν
γ 48
Γένυς · παρὰ τὸ γεννᾶν ὀδόντας καὶ τρίχας
γ 49
Γενερόν · εἰς τὸ Γεγανωμένος
γ 50
Γένετο · ἐκ τοῦ γείνω γενῶ, ὁ δεύτερος ἀόριστος ἔγενον, ὁ μέσος ἐγενόμην. Νικήτου
γ 51
Γενήσεται · γενῶ, τὸ πράττω, καὶ ὁ μέλλων γενήσω, καὶ ὁ μέσος μέλλων γενήσομαι γενήσῃ γενήσεται. καὶ εἰς τὸ Ἔσται. Νικήτου
γ 52
Γεραίρω · παρὰ τὸ γέρας γεραίρω. ὁ μέλλων γεραρῶ ἀλλαχοῦ ἐστιν
γ 53
Γέρα Β · εὐθεῖα τῶν πληθυντικῶν· ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ γέρας. παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρας καὶ γέρας· πᾶς γάρ τις γέρατος ἐπιθυμεῖ. σημαίνει δὲ τὴν τιμήν. ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ γέραα Ἰωνικῶς, καὶ κατὰ συγκοπὴν τὰ γέρα
γ 54
Γέρανος · γήρευνός τις ὤν, ὁ τὰ τῆς γῆς ἐρευνῶν σπέρματα, ὅστις καὶ σπερμολόγος καλεῖται· ὅτε γὰρ ὁ γεωργὸς σπείρει καὶ οὐ χωννύει αὐτά, ἐκεῖνος συλλέγων ἐσθίει, καὶ ἐκ τούτου ἐκλήθη σπερμολόγος. ἔχει δὲ καὶ βραχὺ τὸ α. ἔστι δὲ εἰδικὸν τὸ γέρανος
γ 55
Γέρανος · ὅτι τὴν γῆν ἐρᾷ, ἢ κατὰ τὴν γῆν ὁρᾷ
γ 56
Γεραρός · παρὰ τὸ γέρας· τοῦτο παρὰ τὸ ἐρῶ ἔρας καὶ γέρας. πᾶς γὰρ γέρατος ἐπιθυμεῖ καὶ τιμῆς
γ 57
Γέρας · γίνεται ἐκ τοῦ εἴρω, τὸ λέγω. καὶ εἰς τὸ Γέρα καὶ Γηραιός
γ 58
Γέρδιος · ὁ ὑφάντης· καὶ γερδία, ἡ ὑφάντρια· παρὰ τὸ ἐπὶ τῆς γῆς ἔχειν ἔρδος
γ 59
Γερουσία · εἰς τὸ Οὐσία
γ 60
Γέῤῥα · Περσικὰ μέν ἐστιν ὅπλα κυρίως τὰ γέρρα· καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴτε ἐξ ἄλλης τινὸς ὕλης. λέγεται δὲ οὕτως καὶ τὰ γυναικεῖα αἰδοῖα παρὰ Σικελοῖς, οἷον δέρα τινὰ ὄντα· παρὰ τὸ δέρας, ὃ σημαίνει τὸ δέρμα
π 2
προβεβηκώς διαφέρει· Ἀλεξίων ἐν τῇ Ἐπιτομῇ τῶν Διδύμου Συμμίκτων φησὶν οὕτως· ἐκ τῶν Ἀριστοφάνουσ περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως· βρέφος μὲν γάρ ἐστι τὸ γεννηθὲν εὐθέως· παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ· παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον· παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ· παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι· τὴν δʼ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέμφηβον καλοῦσιν· ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακαδίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν, Ἀχαιοὶ δὲ κούρους, κάδες δὲ ἀγούρους, ὡσαύτως καὶ Ἀττικοί· ὁ δὲ μετὰ ταῦτα μεικάριον ἢ μεῖραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρωσ“
γ 61
Γέρων Β · παρὰ τὸ ἔρρω, τὸ φθείρω, ἔρρων καὶ γέρων, ὁ μετὰ φθορᾶς εἰς τὸν Ἅιδην πορευόμενος· ἢ παρὰ τὸ εἴρω, τὸ λέγω· λεκτικοὶ γὰρ οἱ γέροντες, καὶ Ὅμηρος Γ · ἀλλʼ ἀγορηταὶ ἐσθλοί“· ἢ παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν· ἢ παρὰ τὸ εἰς γῆν ὁρᾶν. τοῦ γέροντος· ὁ κανών· τὰ εἰς ρων ὀνόματα δισύλλαβα βαρύτονα μὴ ὄντα συγκριτικὰ φυλάττει τὸ ω καὶ ἐπὶ γενικῆς τὸ οὖν γέρων ὡς μετοχικὸν διὰ τοῦ ο κλίνεται οἷον Μύρων Μύρωνος, Χάρων Χάρωνος. τὸ δὲ γέρων οὐκ ἐφύλαξε τὸ ω διότι ὡς μετοχικὸν ἐκλίθη· συνεξηκολούθησεν γὰρ τῷ φέρων φέροντος· ἐπειδὴ τὸ γέρων οὐκ ἔστι μετοχή, ἀλλʼ ὄνομα· εἰ γὰρ μετοχὴ ἦν, φυλάττειν εἶχε καὶ ἐπὶ κλητικῆς τὸ ω · αἱ γὰρ περιττοσυλλάβως κλινόμεναι μετοχαὶ τὰς αὐτὰς ἔχουσιν ὀρθὰς καὶ κλητικάς, τὸ δὲ γέρον ἡ κλητικὴ διὰ τοῦ ο μικροῦ
γ 62
Γεῦσις. κυρίως ἡ ἐπὶ τῶν ὑγρῶν προσφορά, δεῦσίς τις οὖσα· παρὰ τὸν δεύσω μέλλοντα, ὡς γνώσω γνῶσις
γ 63
Γέφυρα · παρὰ τὸ γῆ καὶ τὸ φύρω, τὸ ἀναμιγνύω· ἡ ἐφʼ ὑγρῷ τόπῳ κειμένη· ἢ ἡ τῇ γῇ φυρανθεῖσα. ἢ παρὰ τὸ γέφυγρα, ἡ ἐφʼ ὑγρῷ κειμένη γῆ
γ 64
Γεφυρισμός · εἰς τὸ Σκῶμμα
γ 65
Γεωγραφία γεωμετρίας διαφέρει· γεωγραφία μὲν γάρ ἐστιν ἡ πάσης τῆς γῆς διαγραφή, γεωμετρία δὲ ἡ μέρους τινὸς καταγραφή. καὶ εἰς τὸ Γαῖα
γ 66
Γεωπεῖναι · παρὰ τὸ γῆς πένεσθαι· ὀλίγην γὰρ γῆν εἶχον, ὥς φησιν Ἡρόδοτος
γ 67
Γεωργός · παρὰ τὸ τὴν γῆν ὁρᾶν, ἢ παρὰ τὸ τὴν γῆν ἐργάζεσθαι. τὸ ω μέγα. διὰ τί; τὰ παρὰ τὸ ἔργον συγκείμενα διὰ τοῦ ω μεγάλου γράφεται, οἷον Γεώργιος γεωργός καὶ εἴ τι ὅμοιον
γ 68
Γῆ · παρὰ τὸ γῶ, τὸ χωρῶ· ὅθεν γωρυτός, ὁ χωρῶν τὸ ῥυτόν, ἤγουν τὸ τόξον. Ὠρίωνος
γ 69
Γῆ · διὰ τὸ τὸ γένος τῶν ἀνθρώπων ἐξ αὐτῆς εἶναι. καὶ εἰς τὸ Ἄρουρα
γ 70
Γήθω · εἰς τὸ Γεγηθότες
γ 71
Γήινος · διὰ τὸ γένος τῶν ἀνθρώπων, ὅτι ἐξ αὐτῆς ἐστιν
γ 72
Γήμας · ὁ σύνοικος. τὸ γη η. ἐντεῦθεν καὶ γάμος
γ 73
Γήπαιδες · οἱ λεγόμενοι Λογγίβαρδοι· οἱονεὶ Γετίπαιδες, οἱ Γετῶν παῖδες
γ 74
Γηραιός · παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν
γ 75
Γηράς Ρ · ἐκ τοῦ γήρημι γηράς, ὡς ἵστημι ἱστάς
γ 76
Γῆρας · παρὰ τὸ εἰς γῆν ῥεῖν· ἐγγὺς γὰρ θανάτου. ἢ παρὰ τὸ γέρας, ἤγουν τιμή. ἢ ὅτι εἰσ γῆν ὁρᾷ. Φωτίου
γ 77
Γῆρυς · εἰς τὸ Κήρυξ καὶ Διακηρυκεύεται
γ 78
Γηρωκομεῖον · διὰ τὸ τοὺς γήροντας μένειν
γ 79
Γηρωκομῶ · τὸ ρω μέγα· ἐκ τοῦ γῆρας γήρως καὶ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι. τὰ δὲ παρὰ Ἀττικὴν γενικὴν συντιθέμενα διὰ τοῦ ω μεγάλου γράφεται
γ 81
γείνεται διαφέρει· γίνεται μὲν γάρ ἐστιν ἀντὶ τοῦ κατασκευάζεται, γείνεται δὲ διὰ τῆς ει διφθόγγου ἀντὶ τοῦ γεννᾶται. Γεωργίου
γ 82
Γιγνώσκω · ὥσπερ ἀπὸ τοῦ ὀγδοήκοντα ὀγδώκοντα κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω οὕτως καὶ ἀπὸ τοῦ νοήσω κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω νώσω, καὶ κατὰ πλεονασμὸν τοῦ γ γνώσω· καὶ ὥσπερ ἀπὸ τοῦ τρώσω μέλλοντος ἀποτελεῖται ἐνεστὼς τρώσκω, οὕτως καὶ ἀπὸ τοῦ γνώσω γνώσκω, καὶ κατὰ διπλασιασμὸν Ἰωνικὸν γιγνώσκω. καὶ εἰς τὸ Μισητή
γ 83
Γίνομαι · τὸ μὲν σημαῖνον τὸ ἀποτελοῦμαι ἀπὸ δὲ τοῦ γένομαι γέγονεν· τὸ γὰρ ε ἐν ταῖς τοιαύταις παραγωγαῖς, ἐπιφερομένων δύο συμφώνων εἰς ι πέφυκε τρέπεσθαι, οἷον μένω μίμνω, τέκω τίκτω. οὕτως καὶ ἀπὸ τοῦ γένομαι γίγνομαι καὶ γίνομαι διὰ τοῦ ι. τὸ γὰρ σημαῖνον τὸ γεννῶμαι ἀπὸ τοῦ γένος γέγονε γένω καὶ γένομαι, καὶ προσθήκῃ τοῦ ι γείνομαι διὰ τῆς ει διφθόγγου
γ 84
Γίνω · τὸ γι μακρόν, διότι γίγνω· καὶ τὰ θέσει μακρά, ἡνίκα ἀποβάλωσι σύμφωνον, εἰς φύσει μακρὰ μεταβαίνουσιν
γ 85
Γινώσκω · τὸ νω μέγα· διὰ τί; ἐκ τοῦ νῶ νώσω νώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν γινώσκω
γ 86
Γλάγονες · παρὰ τὸ γάλα γάλακτος γλάγος
γ 87
Γλαυκός · γάλακτι ἐοικὼς τὴν σάρκα. καὶ τὰ ὄμματα. Σελεύκου
γ 88
Γλαυκῶπις · ἀπὸ τοῦ Γλαυκωπίου ὄρους, ὃ καὶ Λυκαβηττὸς καλεῖται· ἢ ἀπὸ τοῦ γλαυκοὺς ἔχειν τοὺς ὦπας· ἢ ἀπὸ τοῦ δεινὸν γλαύσσειν τοὺς ὀφθαλμούς, ὅ ἐστιν ἀπαιθύσσειν· ἢ ἀπὸ τοῦ γλαυκὰ ὀπίζεσθαι, τουτέστιν ἐντρέπεσθαι. γλαυκώπιδος. ὁ κανών· τὰ εἰς ις θηλυκά, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ π ἐκφερόμενα διὰ τοῦ δος κλίνεται. οὐκ ἔστι δὲ ὁ κανὼν καὶ ὡς τὸ δραπέτις· ἔστι γὰρ καὶ ἀρσενικὸν ὁ δραπέτης, οὕτω καὶ ὁ γλαυκώπης. καὶ πόθεν δῆλον; ἐκ τοῦ εἰπεῖν τὸν τεχνίτην Α σοί τε, κυνῶπα“· ἐκ τούτου δῆλον ἀρσενικὸν ὁμοίως καὶ τὰ λοιπά
γ 89
Γλαυκῶπις · παρὰ τοῦ γλαύσσω γλαύξω, ἐξ οὗ καὶ ἡ γλαῦξ τὸ ὄρνεον. τὸ γλαύσσω τινὲς παρὰ τὸ λεύσσω λαύσσω καὶ γλαύσσω· σημαίνει δὲ τὸ λάμπω· ἐκ τούτου οὖν γέγονε καὶ τὸ γλήνη
γ 91
Γλαφυρῇσι Β · ὄνομα ἡ γλαφυρά· τὸ ἀρσενικὸν ὁ γλαφυρός. γίνεται παρὰ τὸ γλάφω, τὸ διορύττω, ἐξ οὗ καὶ γλάφυ πετρῆεν λυγρόν“. ἔστιν οὖν γλάφω γλάψω ἔγλαψα καὶ ἡ μετοχὴ ὁ γλάψας· καὶ Ὅμηρος δ εὐνὰς ἐν ψαμάθοισι διαγλάψας ἁλίῃσι“. ἐπὶ δὲ τοῦ ἡδέος παρὰ τὸ διορύττειν καὶ κινεῖν τὴν ἀκοὴν πρὸς ἡδονήν. καταχρηστικῶς δὲ καὶ ἐπὶ ἄλλων
γ 92
Γλαφυρώτατος · ἡδύς, καλός, σοφός, ἔμπειρος, ἀκριβής, καὶ παρὰ Μενάνδρῳ ὁ εὐτράπελος· γέγονε δὲ παρὰ τὸ γλάφω, τὸ διορύττω καὶ κοιλαίνω, γλαφυρόν ἐπὶ τοῦ κοίλου
γ 93
Γλήνη · ἡ τῶν ὀφθαλμῶν κόρη· παρὰ τὸ διʼ αὐτῆς τὸν νοῦν γαληνιοῦσθαι τῇ ποικιλίᾳ τῶν ὁρατῶν· ἢ παρὰ τὴν αἴγλην ἀποβολῇ τῆς αι συλλαβῆς καὶ προσθέσει τοῦ η γλήνη
γ 94
Γλιχόμενος · καρτερῶν ἢ ἐπιθυμῶν· συντάσσεται μετὰ γενικῆς καὶ δοτικῆς. Γεωργίου
γ 95
Γλυκείδιον · ἀπὸ τῆς γλυκέος γενικῆς γέγονε γλυκείδιον, ὡς πράξεως πραξείδιον καὶ λέξεως λεξείδιον
γ 96
Γλυκύς Β · γλυκίων, καὶ ἡ κλητικὴ ὦ γλύκιον. ὁ τόνος· τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ἀναβιβάζει τὸν τόνον κατὰ τὴν κλητικήν, οἷον ὦ ἄρειον, ὦ βέλτιον, ὦ γλύκιον. γίνεται παρὰ τὸ γλεῦκος, ὁ νεωστὶ ἀποστάζων ἐκ τῆς ληνοῦ οἶνος
γ 97
Γλῶσσα · παρὰ τὸ γνῶ γνῶσσα καὶ γλῶσσα, ὡς διαγνωστικὴ οὖσα τῶν χυμῶν. Χοιροβοσκοῦ
γ 98
Γλωσσαλγία · παρὰ τὸ γλῶσσα καὶ τὸ ἄλγος, ὃ σημαίνει τὴν λύπην. τὸ δὲ γλῶσσα παρὰ τὸ γνῶ γνῶσσα καὶ γλῶσσα, ἡ τὰ τοῦ νοὸς εἰς φῶς φέρουσα· ἢ ἐκ τοῦ νοῶ. τὸ δὲ ἄλγος παρὰ τὸ ἀλέγω, τὸ φροντίζω, ἄλεγος καὶ συγκοπῇ ἄλγος, τὸ φροντίδος ἄξιον. βαρύνεται· τὰ εἰς γος δισύλλαβα ἔχοντα τὴν τρίτην πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται, οἷον πύργος σπόγγος. οὕτως οὖν καὶ ἄλγος. Νικήτου
γ 99
Γλωττήμασιν · ἡ εὐθεῖα τὸ γλώττημα· τοῦτο παρὰ τὸ γλωσσῶ γλωσσᾷς γλωσσᾷ, ἐξ αὐτῶν γλώσσημα. τὸ δὲ γλωσσῶ παρὰ τὸ γλῶσσα
γ 100
Γλωχῖνα · γωνίαν· παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω, ἢ γλάφω γίνεται γλωχίν. καὶ εἰς τὸ Τριγλώχινι
γ 101
Γλωχίν · παρὰ τὸ γλύψαι, τὸ κοιλᾶναι
γ 102
Γναθμῶν ς · ὄνομα προσηγορικόν. γέγονε δὲ παρὰ τὸ κάμπτω τροπῇ τοῦ κ εἰς γ ὡς κόνυ γόνυ· παρὰ τὸ κονῶ γὰρ γέγονεν· ἐπενθέσει τοῦ ν γνάμπτω, ὁ παθητικὸς παρακείμενος γέγναμμαι, γναμμός, καὶ τροπῇ τοῦ μ εἰς θ γναθμός
γ 103
Γνάμπτω Γ · ἐκ τοῦ κάμπτω. μετὰ τῆς ἀνά προθέσεως ἀναγνάμπτω· ἡ δὲ ἀνά πρόθεσις σημαίνει τὴν ἐξ ὑστέρου ἐπάνοδον. βαρύνεται· τὰ εἰς πτω λήγοντα ῥήματα, εἰ μὴ προκατάρχει ὄνομα, βαρύνεται· κάμπτω λάπτω, Π λάψοντες γλώσσῃσιν ἀραιῇσιν“, βάπτω ὄπτω. τὸ δὲ ὀπτῶ περισπώμενον ἐκ τοῦ ὄπτω βαρυτόνου γεγονός, ὡς διήλλαξεν κατὰ τὸ σημαινόμενον, διήλλαξεν καὶ κατὰ τὸν τόνον. εἶπεν εἰ μὴ προκατάρχει ὄνομα“ διὰ τὸ ἀελπτῶ· ἔστι γὰρ ὄνομα τὸ ἄελπτος· καὶ ἀπεπτῶ ἄπεπτος
γ 104
Γνάμψαι · εἰς τὸ Ἀνέγναψαν
γ 105
Γνήσιος · ἐκ τοῦ γεννητός γεννήσιος καὶ κατὰ συγκοπὴν γνήσιος
ν 1
νεφέλη . διαφέρει· γνόφος μέν ἐστιν ὁ ἀχλυώδης καὶ ὁμιχλώδης σκοτασμός, νεφέλη δὲ τὸ ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα
γ 106
Γνόφος · παρὰ τὸ κενὸν φάους εἶναι· ἢ παρὰ τὸ νείφω νέφω καὶ γνόφος
δ 3
δνόφος · μᾶλλον διὰ τοῦ δ δνόφος, ὅτι δονεῖ τὰ νέφη
γ 107
Γνόφος · παρὰ τὸ δονῶ δονήσω δόνοφος, καὶ κατὰ συγκοπὴν δνόφος καὶ γνόφος τροπῇ τοῦ δ εἰς γ
γ 109
Γνωματεύοντες · διακρίνοντες, διαγινώσκοντες ἀκριβῶς. γέγονε δὲ παρὰ τὸ γνώμη καὶ τὸ ματεύω, ὃ σημαίνει τὸ ζητῶ· καὶ γνωματεύοντες ἐγίνωσκον ὁπόσον ἐτύγχανον ἀφῃρημένοι“
γ 110
Γνώμη · παρὰ τὸ νοῶ νοήσω νοήμη καὶ κ α τὰ κρᾶσιν νώμη καὶ πλεονασμῷ τοῦ γ γνώμη. καὶ εἰς τὸ Διάνοια. Ὁμήρου
γ 111
Γνώσεαι Β · ὁ κανών· οἱ Ἴωνες ἐπὶ τῶν τρίτων προσώπων τῶν παθητικῶν ἀποβάλλοντες τὸ τ τὰ δεύτερα ποιοῦσιν, οἷον βούλεται βούλεαι, γνώσεται γνώσεαι
γ 112
Γνῶσις σοφίας διαφέρει. γνῶσις μέν ἐστι τὸ εἰδέναι τὰ ὄντα, σοφία δὲ καὶ τὸ τὰ ὄντα γινώσκειν καὶ τὴν τῶν ἀντιπιπτόντων λύσιν ἐπίστασθαι
γ 113
Γνωστός · παρὰ τὸ μᾶλλον τῶν ἄλλων γινώσκεσθαι. καὶ εἰς τὸ Ἔσωσεν
γ 114
Γνώσω · εἰς τὸ Γιγνώσκω
γ 115
Γνωτός · εἰς τὸ Ἔσωσεν
γ 116
Γογγύζω · ἐκ τοῦ γρύζω τοῦ σημαίνοντος τὸ τῇ φωνῇ ὑποκλαίω καὶ παραλαλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν γογρύζω, καὶ ἐκβολῇ τοῦ ρ καὶ πλεονασμῷ ἑτέρου γ γογγύζω
γ 117
Γοητεία · εἰς τὸ Φαρμακεία
γ 118
Γόμφος · κυρίως τὸ ξύλινον καρφίον· παρὰ τὸ κόπτω κέκομμαι κόμφος καὶ γόμφος
γ 119
γομφίλη · παρὰ τὸ κάμπτω γάμπτω
γ 120
Γόνατα · παρὰ τὸ κονεῖν καὶ ἐνεργεῖν
τ 2
τροφεὺς διαφέρει. γονεὺς μὲν λέγεται ὁ γεννήσας, τροφεὺς δὲ ὁ θρέψας. Φωτίου
γ 121
Γόνος · παρὰ τὸ γένω γόνος, ὡς λέγω λόγος· ἢ παρὰ τὸ γείνω. καὶ εἰς τὸ Ἄγονος
γ 122
Γόνυ · ὅτι κατʼ αὐτὸ καμπτόμενον τὸ σκέλος ὥσπερ γωνίαν ἀποτελεῖ. ν Γόνυ · τὸ εἰς γῆν νεῦον· ἔστι πένω, τὸ πράττω, καὶ ἐκ τούτου γίνεται πόνος, καὶ ἐκ τοῦ πόνος πονῶ καὶ κατὰ τροπὴν τοῦ π εἰς κ κονῶ, καὶ ἐκ τοῦ κονῶ κόνυ καὶ τροπῇ τοῦ κ εἰς γ γόνυ, τὸ μετὰ κόπου καμπτόμενον. καὶ παρὰ τὸ γόνυ κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω γωνία
γ 123
Γουνοῦμαί ςʼ · γονυπετῶ, ἱκετεύω
γ 124
Γράβδην · εἰς τὸ Παραβλήδην
γ 125
Γραικός · Καλλίμαχος Γραικοὶ καὶ γαίης ἡμετέρης ἀδαεῖσ“. παρὰ τὸ ῥαῖσαι Ῥαικός καὶ Γραικός· διὰ γὰρ τὴν κατὰ πόλεμον ἀνδρείαν οὕτως οἱ Ἕλληνες ἐκαλοῦντο· ἢ ἀπό τινος Ἕλληνος Γραικοῦ
γ 126
Γράμμα στοιχείου διαφέρει· στοιχεῖον μὲν οὖν ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οἷον ἄλφα βῆτα γάμμα δέλτα καὶ τὰ ἑξῆς στοιχεῖα. γράμμα δὲ τὸ σύγγραμμα, ὡς ἐν τῇ συνηθείᾳ φαμὲν πολλὰ οἶδε γράμματα“· οὐ γὰρ τὰ κδ, ἀλλὰ πολλῶν γραμμάτων ἔμπειρός ἐστιν“
γ 127
Γραμματική · γράμμα τήκει ἤγουν χωνεύει
ψ 1
Ψ Γραμματείας · ἔστι γράμμα καὶ ἐξ αὐτοῦ γραμματεύς γραμματεύω γραμματεία καὶ γραμματείας
γ 128
Γραῦς · Ἀττικῶς· ἀναλογώτερόν ἐστι γρεῦς. γίνεται δὲ παρὰ τὸ ῥέω, ὁ μέλλων ῥεύσω, καὶ πλεονασμῷ τοῦ γ γρεύσω, καὶ ἐξ αὐτοῦ γρεῦς καὶ γραῦς, τὸ διερρυηκὸς γύναιον, τροπῇ τοῦ ε εἰς α. κλίνεται δὲ γραός. ὁ κανών· δύο μόνα εἰσὶν εἰς αυς θηλυκὰ μονοσύλλαβα περισπώμενα, ναῦς καὶ γραῦς, κλίνεται δὲ ἀμφότερα διὰ καθαροῦ τοῦ ος ναῦς ναός, γραῦς γραός
γ 129
Γραῦς · παρὰ τὸ ῥέω ῥεύσω ῥεῦς, καὶ τροπῇ τοῦ ε εἰς α ῥαῦς, καὶ προσθήκῃ τοῦ γ γραῦσ. Γεωργίου
γ 130
Γραφεῖον · ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἀγεῖον καὶ ἀγγεῖον καὶ ἐκεῖθεν ἀγγείδιον. οὕτως καὶ ἀπὸ τοῦ γράφω γραφεῖον καὶ γραφείδιον
γ 131
Γραφεῖον · διὰ τὸ ἐπὶ γραφῇ ὄν
γ 132
Γράφω · μετὰ ποίας πτώσεως συντάσσεται; πρὸς διάφορον σημασίαν. ἐὰν γὰρ εἴπω γράφω σοι“ μετὰ δοτικῆς, σημαίνει τὸ ἐπιστέλλω σοι· ἐὰν δὲ μετὰ αἰτιατικῆς γράφω σε“, σημαίνει τὸ ἐκτύπωμά σου ποιῶ· ἂν δὲ εἴπῃς γράφομαί σου“ μετὰ γενικῆς, σημαίνει τὸ ἐγγραφὴν κατὰ σοῦ εἰς δικαστήριον ἀποτίθημι
γ 133
Γρηγορῶ · παρὰ τὸ ἐγείρω, οὗ ὁ μέλλων ἐγερῶ, καὶ τροπῇ τοῦ ε εἰς ο ἐγορῶ, καὶ πλεονασμῷ τοῦ γ καὶ ρ γρεγορῶ, καὶ τροπῇ τοῦ ε εἰς η γρηγορῶ
γ 134
Γρήνικος · ἔστιν ὄνομα ποταμοῦ· γέγονε δὲ ἀπὸ τοῦ κρήνη Κρή νικος καὶ Γρήνικος, ὁ ἐκ τῆς κρήνης· ἢ ἀπὸ τοῦ γῆ καὶ τοῦ νικῶ γέγονε Γήνικος καὶ Γρήνικος, ὁ τὴν γῆν νικῶν· ἢ ἀπὸ τοῦ νικῶ καὶ τοῦ Γραικός, ἐκεῖ γὰρ οἱ Γραικοὶ ἐνίκησαν τοὺς βαρβάρους
γ 135
Γρῖφος · τὸ δύσλυτον αἴνιγμα καὶ δύσκολον· παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν
γ 136
Γριφῶδες · τὸ δύσκολον καὶ συμπεπλεγμένον λόγιον· λέγονται δὲ γρῖφοι καὶ τὰ δίκτυα καὶ τὰ συμποσιακὰ ζητήματα. γίνεται δὲ παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν· ὃ παρακολουθεῖ τῇ ἄγρᾳ καὶ τῇ θήρᾳ. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ . . Γρύζω· εἰς τὸ Γογγύζω
γ 137
Γρυπός · ὁ ἐπικεκαμμένην ἔχων τὴν ῥῖνα· ῥυβόν γὰρ τὸ ἐπικαμπές παρὰ τοῖς Αἰολεῦσιν ἤτοι ῥαιβόν, τροπῇ τοῦ β εἰς π καὶ πλεονασμῷ τοῦ γ γρυπός· ἢ παρὰ τὸ ῥέπω ῥεπός καὶ ῥυπός καὶ γρυπός, ἡ ἐφʼ ἑνὶ τῷ μέρει ῥέπουσα ῥίν
γ 138
Γρώνη · παρὰ τὸ γῶ γώνη, καὶ προσθέσει τοῦ ρ γρώνη, ἡ δεχομένη τὰ σχοινία πέτρα
γ 139
Γυῖον · εἰς τὸ Κύπτω
γ 140
Γυῖα Γ · ὄνομα γένους οὐδετέρου εὐθείας τῶν πληθυντικῶν· ἔστι γὰρ τὸ γυῖον. γίνεται παρὰ τὸ. γυῖα, ὃ σημαίνει τὰς χεῖρας· διὰ γὰρ τῶν χειρῶν τὰ ἔργα ἐκτελοῦνται. ἢ παρὰ τὸ γύη, ὃ σημαίνει τὴν γῆν· τὸ δὲ ι πλεονάζει, καὶ γίνεται γυῖον καὶ γυῖα. καὶ εἰς τὸ Ἐγγυαλίζω καὶ Ἐξ ὑπογύου
γ 141
Γυαλίζω · εἰς τὸ Ἐγγυαλίζω
γ 143
Γυμνός · ὁ ἄνευ ἱματίων. ὥσπερ παρὰ τὸ σκύζω σκυμνός καὶ σέβω σεμνός, οὕτως καὶ παρὰ τὸ κύπτω κυμνός καὶ γυμνός· ὁ γὰρ τοιοῦτος κύπτει κρύβων τὰ αἰδοῖα ὑπὸ αἰδοῦς. ἢ παρὰ τὸ γυῖα μόνα ἔχειν
γ 144
Γυναιμανές Γ · ὄνομα ἀρσενικὸν κλητικόν· ἡ εὐθεῖα γυναιμανής· καὶ γίνεται, ὥσπερ παρὰ τὸ κελαινόν καὶ τὸ νέφος κελαινονεφής καὶ κελαινεφής, οὕτως παρὰ τὸ γυνή γυναικός καὶ τὸ μαίνω μανῶ γυναικομανήσ καὶ κατὰ συγκοπὴν γυναιμανής, καὶ ἡ κλητικὴ γυναιμανές
γ 145
Γυνή Β · τὰ εἰς νη θηλυκὰ δισύλλαβα τῷ η ἢ τῷ υ παραληγόμενα ἐκτείνει αὐτό· μύνη, ἡ πρόφασις, Βύνη, ἡ θεός, ἥτις καὶ Ἰνὼ ὕστερον ἐκλήθη, Φρύνη, ὄνομα κύριον. τὸ δὲ γυνή συστέλλει τὸ υ καὶ εἰκότως ὡς μονῆρεσ ἄκλιτον ἔμεινε. γυνή Γ · γυναικός ἑτερόκλιτόν ἐστι. τῆς μὲν γυναικός ἡ εὐθεῖα ἀπέλειψεν, ὤφειλε γὰρ εἶναι γύναιξ· ἀλλʼ ἐπειδὴ τὰ εἰς ξ λήγοντα ἀρσενικοῦ γένους εἰσίν, οἷον Θρᾷξ, ἐὰν δὲ ὦσιν θηλυκοῦ, πάντως καὶ ἀρσενικοῦ, οἷον ὁ αἴξ καὶ ἡ αἴξ· ὅτι δὲ λέγεται ἀρσενικῶς, ἐδήλωσεν ὁ ποιητὴς εἰπὼν Δ τόξον ἐΰξοον ἰξάλου αἰγόσ“· ἐπειδὴ οὖν τὸ γύναιξ οὐ λέγεται ἀρσενικῶς, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἡ εὐθεῖα ἀπέλειψεν. τοῦ δὲ γυνή ἀπέλειψεν ἡ γενική, ὅτι τὰ εἰς νη θηλυκὰ δισύλλαβα τῷ υ παραληγόμενα ἐκτείνει αὐτό, τὸ μέντοι γυνή συστέλλει τὸ υ καὶ εἰκότως ὡς μονῆρες ὄν ἄκλιτον ἔμεινεν. ἡ αἰτιατικὴ τὴν γυναῖκα. ὁ τόνος· πᾶσα αἰτιατικὴ ἑνικῶν εἰς α λήγουσα διφθόγγῳ παραληγομένη προπερισπᾶται, οἷον παῖδα γυναῖκα
γ 146
Γυνή · παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, ἡ δεκτικὴ τοῦ σπέρματος· ἢ παρὰ τὸ γείνω, τὸ τίκτω, γίνεται γονή, καὶ τροπῇ τοῦ ο εἰς υ Αἰολικῇ, ὡς ὅμοιον ὕμοιον, γίνεται γυνή. ἄκλιτον δέ ἐστιν, ἐπειδὴ τὰ εἰς νη λήγοντα δισύλλαβα τῷ υ παραληγόμενα ἐκτεταμένον ἔχουσι τὸ υ
γ 147
Γυνή · δυνή τις οὖσα, παρὰ τὸ δύνειν ἐν αὐτῇ τὸ ἀνθρώπειον σπέρμα, τροπῇ τοῦ δ εἰς γ · ἢ παρὰ τὸ ἐκ μελῶν τοῦ ἀνδρὸς γενέσθαι
γ 148
Γυνὴ παρθένου διαφέρει· γυνὴ μὲν γὰρ καλεῖται κυρίως ἡ ἤδη ἀνδρὸς πεῖραν εἰληφυῖα, παρθένος δὲ ἡ μηδέπω μυηθεῖσα ἀνδρός
γ 149
Γύον · εἰς τὸ Αἱματόεσσα καὶ Γυῖα καὶ Ὑπόγυον
γ 150
Γυρῖνοι · οἱ βάτραχοι· παρὰ τὸ γυρόν, τὸ περιφερές. Ὠρίωνος
γ 151
Γύψ · διὰ τὸ γυρεύειν τὰ ὕψη· τὸ μὲν γὰρ γυ σημαίνει τὸ γυρεύειν, τὸ δὲ ψ τὰ ὕψη
γ 152
Γῶ · εἰς τὸ Γαστήρ καὶ Γεγῶσα καὶ Γῆ καὶ Γυνή καὶ Γωρυτός καὶ Διακηρυκεύεται καὶ Ἐγγυαλίζω καὶ Ἐγγύη καὶ Χθών
γ 153
Γωνία · διὰ τὸ τὰ γενόμενα ἵεσθαι ἤγουν φέρειν· ἢ παρὰ τὸ γόνυ γίνεται τὸ κτητικὸν γωνία κατʼ ἔκτασιν τοῦ ο εἰς ω ὅπερ ἐπικαμπεῖ τε καὶ κεκλασμένῳ σχήματι φύσει πεποίηται
γ 154
Γωνῶ · εἰς τὸ Γεγωνέμεν καὶ Γεγωνότερον
γ 155
Γωρυτούς · θήκας βελῶν· ἀπὸ τοῦ χωρεῖν τοὺς ῥυτούς, τουτέστι τὰ βέλη
γ 156
Γωρυτός · παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, καὶ τὸ ῥυτόν· ῥυτὸν γὰρ τὸ τόξον. σημαίνει δὲ τὴν ξιφοθήκην. Δ
δ 4
Δαρδάπτουσι · παρὰ τὸ δάπτω· ἐπιτατικὸν δὲ τὸ δα
δ 7
Δαήρ · παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ γιγνώσκω, ἀφʼ οὗ τὸ ἐδάην· ὁ ἐν γνώσει τοῖς κατʼ ἐπιγαμείαν οἰκείοις. τινὲς δὲ παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ καίω, εἴγε τούτοις ἐν τοῖς γάμοις ἔθος ἐστὶ λαμπαδηφορεῖν. οὕτως καὶ παρὰ τὸ πατῶ, τὸ συνουσιάζω, πατήρ
δ 8
Δαιαλεύς · εἰς τὸ Δαιταλεῦσι
δ 9
Δαίδαλα · ἐκ τοῦ δαιδάλλω, τοῦ σημαίνοντος τὸ ποικίλλω· τοῦτο δὲ ἐκ τοῦ δαίω, τὸ μανθάνω
δ 10
Δαίδαλα · παρὰ τὸ διὰ δαήσεως καὶ ἐμπειρίας εἶναι
δ 11
Δαίδαλος · παρὰ τὸ δαίω, τὸ γινώσκω, οἱονεὶ ὁ πολυΐστωρ
δ 12
Δαίεσθαι · εἰς τὸ Δῆμος
δ 13
Δαιμόνιος · τὸ νι ι ὡς ἐπίθετον· τὸ μο μικρὸν ὡς κοινόν. ἐκ τοῦ δαίμων δαίμονος
δ 14
Δαημονέστατοι. · τῆς τῶν ἀστέρων πορείας δαημονέστατοι“· τεχνικώτατοι, ἐμπειρότατοι, ἐπιστημονικώτατοι. παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ μανθάνω
δ 15
Δαίνυντο Β ·. τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα ποιοῦντα τὴν παραγωγὴν διὰ τοῦ νυω εἰ μὲν διφθόγγῳ παραλήγονται, διʼ ἑνὸς ἀμεταβόλου ἐκφέρονται, οἷον δαίνω δαινύω· εἰ δὲ ἑνὶ φωνήεντι, διπλασιάζει τὸ σύμφωνον, οἷον ἕω ἑννύω σβέσω σβεννύω
δ 16
Δαίς · τρία εἰσὶν εἰς αις ὀνόματα· ἀρσενικὸν τὸ παῖς, θηλυκὸν τὸ δαίς, οὐδέτερον τὸ σταῖς, σημαίνει δὲ τὴν ζύμην. καὶ εἰς τὸ Παῖς
δ 17
Δαίσκω · εἰς τὸ Διδάσκω
δ 18
Δαίσω · εἰς τὸ Διδάσκω καὶ Ἠέλιος
δ 19
Δαιταλεῦσι · θιασώταισ ἢ συμπόταισ· παρὰ τὴν δαῖτα, ὃ σημαίνει τὴν εὐωχίαν· ἢ παρὰ τὸ δαίω, τὸ εὐωχοῦμαι, δαιαλεύς καὶ δαιταλεύς πλεονασμῷ τοῦ τ
δ 20
Δαίτας · τοὺς μεριστάς. Μακεδόνες
δ 22
Δαιτρός · ὁ μάγειρος· παρὰ τὸ δαίω, τὸ μερίζω καὶ κόπτω, ἤγουν ὁ διαιρῶν τὰ κρέα
δ 23
Δαιτυμών · ὁ τὸ ἄριστον ποιῶν· παρὰ τὸ δαίς, ὃ σημαίνει τὴν εὐωχίαν. δαιτυμόνες δὲ οἱ φίλοι
δ 24
Δαΐφρων · ὁ πολεμικὸν φρόνημα ἔχων· παρὰ τὴν δαΐ δοτικὴν καὶ τὸ φρήν. τῆς δὲ δαΐ δοτικῆς ἡ εὐθεῖα δαΐς. τοῦτο παρὰ τὸ δαίω, τὸ κόπτω, κατὰ διάλυσιν δαΐω, καὶ πλεονασμῷ τοῦ ζ δαΐζω· τοῦ δαΐζω ὁ μέλλων δαΐσω, καὶ ἐξ αὐτοῦ δαΐς. κλίνεται δὲ δαΐδος. ὁ κανών· τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ δος κλίνεται, οἷον ἐλπίς ἐλπίδος, δαΐς δαΐδος. ἡ δοτικὴ δαΐδι, καὶ κατὰ συγκοπὴν τῆς δι συλλαβῆς δαΐ ἐν δαῒ λυγρῇ“, καὶ ἐξ αὐτοῦ δαΐφρων. τὰ δὲ ἐκ δύο τελείων συγκείμενα ὀνόματα ἢ ἀπὸ εὐθείας συντίθεται, ὡς τὸ ἕως ἑωσφόρος, βουλή βουληφόρος· ἢ ἀπὸ γενικῆς, ὡς τὸ οὐδείς οὐδενός καὶ τὸ ὤρα, ὃ σημαίνει τὴν φροντίδα, οὐδενόσωρα, καὶ τὸ Ἕλλης Ἑλλήσποντος, ὡς ὁ Λυκόφρων ἃ πόντος Ἕλλης καὶ πέτραι Συμπληγάδεσ“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ Ἄρηϊ ἀρηΐφιλος καὶ δουρί δουρίκλυτος· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ νοῦν νουνεχής καὶ πόδα Ποδαλείριος· λέγεται δὲ ὁ Μαχάων παρὰ τὸ τοῖς ποσὶ λείρια ἐπιτιθέναι, ὃ σημαίνει τὰ ἄνθη· ἰατρὸς γάρ. ἀπὸ δὲ τῆς κλητικῆς μόνον οὐ συντίθεται. ἐπὶ δὲ τοῦ ο κουριδίης ἀλόχοιο δαΐφρονος Πηνελοπείησ“ οὐ σημαίνει τὴν πολεμικήν, ἀλλὰ τὴν σώφρονα καὶ συνετήν· καὶ γέγονε παρὰ τὸ δαῶ, τὸ μανθάνω, ὁ μέλλων δαήσω καὶ ἐξ αὐτοῦ δαΐφρων. τὰ γὰρ ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων γινόμενα ὀνόματα ἢ τῷ ο παραλήγεται, ὡς ἁμαρτῶ ἁμαρτοεπής, μισῶ μισογύνης, ἢ τῷ ι ὡς τὸ εἱλῶ εἱλίπους, οἰδῶ οἰδίπους, ἁμαρτῶ ἁμαρτίνοος· οὕτω καὶ δαῶ δαήσω δαΐφρων. ἢ παρὰ τὴν διά πρόθεσιν καὶ τὸ φρήν διάφρων, τῆς διά σημαινούσης ἐπίτασιν, καὶ ὑπερβιβασμῷ δαΐφρων
δ 25
Δαίω · εἰς τὸ Ἀδῄωτον καὶ Αἱμύλος καὶ Δαίδαλος καὶ Δαήρ καὶ Δαημονέστατοι καὶ Δαιταλεῦσι καὶ Δαΐφρων καὶ Δήϊος καὶ Δηϊώσωσι καὶ Δῆμος καὶ Δήνεα καὶ Δῆρις καὶ Διδάσκω καὶ Δοίδυξ καὶ ἡ
δ 26
Δάκνω · παρὰ τὸ καίνω μεταθέσει τοῦ κ καὶ πλεονασμῷ τοῦ δ. Ὠρίωνος
δ 27
Δάκρυον · ὡς ἐπίπαν παρὰ τὸ ἐκ δέους ἢ ἀπὸ δέοντος ῥεῖν· ἢ παρὰ τὸ δάκνεσθαι διʼ αὐτοῦ τὰ ὄμματα
δ 28
Δακρύω Γ · δακρύσω δάκρυς κατὰ ἀποβολὴν τοῦ ω. καὶ μετὰ τοῦ πολύς πολύδακρυς πολυδακρύω. προπαροξύνεται· τὰ εἰς υς σύνθετα ἀρσενικὰ ἢ κοινὰ ὄντα τῷ γένει προπαροξύνεται. καὶ ἄλλως· τὰ εἰς υς ὀνόματα εἴτε βαρύτονα εἴτε ὀξύτονα εἴτε περισπώμενα ἐν τῇ συνθέσει συστέλλοντα τὸ υ προπαροξύνεται, οἷον ὀφρύς λεύκοφρυς. Φωτίου
δ 29
Δάκτυλος · παρὰ τὸ δράκτυλος καὶ ἀδελφοποιὸς εἶναι· καὶ ἀδελφὰ ποιεῖν τὰ τικτόμενα
δ 30
Δαλέα · εἰς τὸ Ἀλέασθαι
δ 31
Δαλός · παρὰ τὸ δαίω δαίσω δαιλός καὶ δαλός. καὶ εἰς τὸ Ἀρίδηλος. Ὁμήρου
δ 32
Δαμᾷ Α · ἐνεστώς· γέγονε δὲ παρὰ τὸ δέμω, τὸ δαμάζω καὶ καταπονῶ, ὁ δεύτερος ἀόριστος ἔδαμον καὶ ὁ δεύτερος μέλλων δαμῶ καὶ μετάγεται εἰς ἐνεστῶτα καὶ γίνεται δαμῶ δαμᾷς δαμᾷ. τινὲς δὲ οὕτως· δαμῶ, ὁ μέλλων δαμάσω, τὸ τρίτον δαμάσει καὶ ἀποβολῇ τῆς σει συλλαβῆς δαμᾷ
δ 33
Δάμαρ · δάμαρτος· ἡ γαμετή· παρὰ τὸ δαμάζεσθαι καὶ ὑποτάσσεσθαι τῷ ἀνδρί
δ 34
Δαμασκός · πόλις Συρίας παρὰ τὸν Ἀντιλίβανον· εἴρηται δὲ ὅτι Δαμᾶς στρατεύων μετὰ Διονύσου ἐκεῖσε σκηνὴν πηξάμενος ἱδρύσατο ἐκεῖ θεοῦ ξόανον· ἡ οὖν Δαμᾶ σκηνὴ Δαμασκός. ἢ ὅτι Ἀσκὸς εἷς τῶν γιγάντων, ὃς μετὰ Λυκούργου τὸν Διόνυσον ἔδησεν καὶ εἰς ποταμὸν ἐνέβαλεν· ἐφονεύθη δὲ ὑπὸ Ἑρμοῦ καὶ ἀσκὸς ἐξεδάρη καὶ ἐκεῖ ἐτάφη, καὶ ἐκ τοῦ ταφέντος ἡ πόλις ἐκλήθη. καὶ τὰ οἰνοδόχα δὲ δέρματα καλοῦσιν ἀσκούς
δ 35
Δάματερ · εἰς τὸ Δημήτηρ
δ 36
Δαμεῖεν Γ · ὁ κανών· τὰ εἰς μεν εὐκτικὰ εἰ μὲν διφθόγγῳ παραλήγοιτο. ἔστι δὲ δαμείημεν· ἐπειδὴ ἀπὸ τοῦ δαμείην γίνεται· καὶ κατὰ συγκοπὴν δαμεῖμεν, καὶ δαμεῖεν τὸ τρίτον. τὸ ῥῆμα δαμῶ· σημαίνει δὲ τὸ ὑποτάσσομαι· ὁ μέλλων δαμήσω, ὁ δεύτερος ἀόριστος ἔδαμον, ἐδάμην καὶ ἐδάμημεν· τὸ γὰρ μ τοῦτο οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν· πᾶν γὰρ πρῶτον πρόσωπον εἰς ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν τροπῇ τοῦ ν εἰς ς ποιεῖ τὴν μετοχήν· δαμείς, καὶ τὸ εὐκτικὸν δαμείην
δ 37
Δαμῶ · εἰς τὸ Δαμεῖεν. Γεωργίου
δ 38
Δανείζω · ἀπὸ τοῦ δάνειον γίνεται δανειάζω, καὶ κατὰ συγκοπὴν τοῦ α γίνεται δανείζω, ὡς ἀπὸ τοῦ γένειον γίνεται γενειάζω
δ 39
Δάνειον · εἰς τὸ Γένειον
δ 40
Δαπάνη · παρὰ τὸ δάπτω, τὸ ἐσθίω, γίνεται δάπτη, καὶ πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ τ εἰς ν δαπάνη. Ὠρίωνος
δ 41
Δαπάνη · δέοντος σπάνις ἤγουν ἐλάττωσις
δ 42
Δάπεδον · παρὰ τὸ πέδον. τὸ δὲ δα ἐπιτατικόν
δ 43
Δάπτω · εἰς τὸ Δαδάπτουσι καὶ Δαπάνη
δ 44
Δαρεικός · ἀπὸ τοῦ Δαρεῖος γέγονε δαρειακός καὶ κατὰ συγκοπὴν τοῦ α δαρεικός
κ 2
καταδαρθεῖν · παρὰ τὸ δρῶ ἔδραθον καὶ ἔδαρθον. κατὰ ἀντίφρασιν δὲ λέγεται ἀντὶ τοῦ μηδὲν δρᾶν
δ 45
Δάσκω · εἰς τὸ Διδάσκω
δ 46
Δαύω · τὸ κοιμῶμαι· παρὰ τὸ εὕδω δεύω καὶ δαύω
δ 47
Δαφοινός Β · ἐκ τοῦ φοινός, ὁ πυρρός, καὶ τοῦτο ἐκ τοῦ φόνος· καὶ τὸ θηλυκὸν φονή, καὶ πλεονασμῷ τοῦ ι φοινή, καὶ τὸ ἀρσενικὸν φοινός, καὶ μετὰ τοῦ δα δαφοινός. διὰ τί οὐκ ἀνεβίβασε τὸν τόνον; κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς ος ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον οἷον τέλος ὀψιτέλεστος, χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ κωλυθείη, διὰ τὸ λοιγός βροτολοιγός, καὶ χωρὶς τῶν ἐθνικῶν, διὰ τὸ Ἀχαιός Παναχαιός, καὶ χωρὶς τοῦ ἰατρός ἀρχιατρός· τοῦτο γὰρ φυλάττει τὸν τόνον ἐν τῇ συνθέσει ἀρχιητρός γάρ. τοῦτο δὲ διὰ τὸ σημαινόμενον, ὡς εἶπον, ἐκωλύθη βαρύνεσθαι
δ 48
Δαφοινός · ὁ μέλας. παρὰ τὸ δαφοινόν, τὸ μέλαν· τὸ δὲ δα ἐπιτατικόν. καὶ εἰς τὸ Φοινικοῦν
δ 49
Δαψιλής · παρὰ τὸ δάπτω, τὸ ἐσθίω, ὁ μέλλων δάψω, καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν δαψιλής
δ 50
Δαψιλός · ψιλὸν λέγεται τὸ μόνον καὶ ταπεινόν, ὡς καὶ ψιλὸς στρατιώτης ὁ μεμονωμένος καὶ ὅπλα μὴ ἔχων· καὶ μετὰ τοῦ δα ἐπιτατικοῦ μορίου δαψιλός, ὁ ἀρκετὸς καὶ ἱκανός, κατὰ ἀντίφρασιν
δ 51
Δέ · σύνδεσμος. εἰς τὸ Ὅγε
δ 53
Δέδασται · ἐκ τοῦ δῶ δάζω γέγονε τὸ δέδασται παθητικοῦ παρακειμένου τρίτου προσώπου· σημαίνει δὲ τὸ μεμέρισται
δ 54
Δεδήριμαι · εἰς τὸ Ἀδήριτος
δ 55
Δεδμήατο Γ · ὁ κανών· ταῦτα δὲ τὰ τρίτα Ἰωνικῶς. ἔστι δεδμέατο καὶ ἐκτάσει τοῦ ε δεδμήατο χρόνου ὑπερσυντελίκου. τὸ ῥῆμα δμῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ὅπερ γίνεται ἀπὸ τοῦ δαμῶ, ἐξ οὗ καὶ τὸ Α εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς.“ Εὐλογίου
δ 56
Δέδοικα · μέσου παρακειμένου. τὸ δέδοικα ἀπὸ τοῦ δείδω ἐστίν, ὅ ἐστι φοβοῦμαι, καὶ ὁ παρατατικὸς ἔδειδον, καὶ ὁ παρακείμενος δέδεικα, καὶ ὁ μέσος δέδοιδα, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν τριῶν δδδ ἐτράπη τὸ ἓν εἰς τὸ κ καὶ ἐγένετο δέδοικα
δ 57
Δεδύνασμαι · εἰς τὸ Δυνάστης
δ 58
Δεεινός · εἰς τὸ Δεινός
δ 59
Δεῖ · εἰς τὸ Δεῖπνος καὶ Χρή
δ 60
Δειδήσω · εἰς τὸ Ἔδδεισεν
δ 61
Δείδια · τὸ δι ι. ἐξ αὐτοῦ δειδίσσω, δειδίσσομαι, δειδισσόμενος διαθέσεως ἐνεργητικῆς· οὐκ ἔστι παθητικόν· ἀντὶ τοῦ ἐκφοβῶν καὶ οὐκ ἐκφοβούμενος
δ 62
Δειδίσσεσθαι Β · ῥῆμα δειδίσσω. τὸ πρῶτον δίφθογγον καὶ τὸ δεύτερον ι · οὐδέποτε πρὸ τῶν δύο σς δίφθογγος εὑρίσκεται, οἷον ἑλίσσω αἰνίσσω. Γεωργίου
δ 63
Δείδω · σημαίνει δὲ τὸ φοβοῦμαι· ἀπὸ τοῦ δέος δέω γέγονε, καὶ κατὰ πλεονασμὸν τοῦ ι δείω, καὶ κατʼ ἐπένθεσιν τοῦ δ δείδω. καὶ εἰς τὸ Δεισιδαιμονία. Γεωργίου
δ 64
Δείκηλον · ὥσπερ ἀπὸ τοῦ πέμπω γίνεται πέμπελος· σημαίνει δὲ τὸν πολλῶν ἐνιαυτῶν ὄντα· καὶ ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἄγελος καὶ ἄγγελος, οὕτω καὶ ἀπὸ τοῦ δείκω, τοῦ σημαίνοντος τὸ δεικνύω, γίνεται δείκελον, καὶ κατʼ ἔκτασιν τοῦ ε εἰς τὸ η δείκηλον
δ 65
Δείκω · εἰς τὸ Δείξω καὶ Δοξούμενοι καὶ Ἔδειξεν
δ 66
Δειλία · ἐκ τοῦ δέοντος λίαν. Γεωργίου
δ 67
Δείλη · παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ, ἤγουν τῇ θερμασίᾳ. δεέλη οὖν, φησίν, ἐστὶ καὶ κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον γέγονε δείλη. ἐκ τούτου ἡ δείλη τῆς δείλης ἐπιρρηματικῶς, οἷον δείλης ἦλθον“
δ 68
Δειλός · παρὰ τὸ φοβεῖσθαι τὰς ἴλας τῶν πολεμίων· ἢ παρὰ τὸ δέω, τὸ φοβοῦμαι, πλεονασμῷ τοῦ ι δείω, ὁ μέλλων δείσω καὶ ἐξ αὐτοῦ δειλός· ἢ παρὰ τὸ δέω δεειρός, καὶ τροπῇ τοῦ ρ εἰς λ δειλός κατὰ συγκοπήν. Γεωργίου
δ 69
Δεῖμα · ὥσπερ ἀπὸ τοῦ ποιήσω μέλλοντος γίνεται ποίημα, οὕτω καὶ ἀπὸ τοῦ δείσω γίνεται δεῖμα. Γεωργίου
δ 70
Δειμαλέος · ὥσπερ παρὰ τὸ τάρβος γίνεται ταρβαλέος, οὕτω καὶ ἀπὸ τοῦ δεῖμος, ὃ σημαίνει τὸν φόβον, γίνεται δειμαλέος διὰ τῆς ει διφθόγγου
δ 71
Δειμάμενος · ἀορίστου πρώτου· ἐδειμάμην· τὸ θέμα δέμω, τὸ οἰκοδομῶ, ὁ μέλλων δεμῶ, ἔδειμα, ἐδειμάμην, ἡ μετοχὴ δειμάμενος. Χοιροβοσκοῦ
δ 72
Δειματουμένη · μετοχὴ τρίτης συζυγίας τῶν περισπωμένων. ἐκ τοῦ δεῖμα, καὶ Ὅμηρος Ε δεῖμα φέρων Δαναοῖσιν“· τοῦτο ἐκ τοῦ δεῖμος ἀρσενικοῦ· τοῦτο ἐκ τοῦ δέω, τὸ φοβοῦμαι, δέϊμος καὶ κατὰ συναίρεσιν δεῖμος, ὃ σημαίνει τὸν φόβον· ἐξ αὐτοῦ δεῖμα δείματος δειματόω ἀντὶ τοῦ φοβοῦμαι. Γεωργίου
δ 73
Δεῖμος · ἀπὸ τοῦ δέος γίνεται δέϊμος καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον δεῖμος. Γεωργίου
δ 74
Δεῖν · ἀπὸ τοῦ δέον γίνεται δεῖν κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει ν δίφθογγον, οἷον δεῖν γίνεσθαι“ ἀντὶ τοῦ δέον, ὥσπερ καὶ παρὰ τὸ πλέον γίνεται πλεῖν. καὶ εἰς τὸ Ζειρά καὶ Ζήτρειον
δ 75
Δεῖνα · εἰς τὸ Ὁ δεῖνα. Γεωργίου
δ 76
Δεινός · ὥσπερ παρὰ τὸ ἔλεος γίνεται ἐλεεινός, οὕτω καὶ παρὰ τὸ δέος γίνεται δεεινός, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον δεινός, οἱονεὶ ὁ δέους ἐμποιητικός. Γεωργίου
δ 77
Δείξω · ἀπὸ τοῦ δείκω γέγονε τοῦ σημαίνοντος τὸ δεικνύω. Γεωργίου
δ 78
Δεῖπνον · παρὰ τὸ δεῖ καὶ τὸ πονεῖν ἐστίν· δεῖπνον γὰρ λέγεται μεθʼ ὃ δεῖ πονεῖν. ἔστι δὲ τὸ λεγόμενον ἄριστον. Εὐλογίου
δ 79
Δεῖπνος · πόθεν; ἐκ τοῦ δεῖ τοῦ σημαίνοντος τὸ πρέπει καὶ τοῦ πόνος, δείπονός τις ὢν καὶ δεῖπνος, μεθʼ ὃν δεῖ πονεῖν
δ 80
Δειρά · εἰς τὸ Γάδειρα
δ 81
Δειρή Γ · ἐκ τοῦ δέρω δέρη καὶ πλεονασμῷ τοῦ ι δειρή. κυρίως καὶ ἀπὸ μεταφορᾶς· κατὰ τοῦτο γὰρ τὸ μέρος πρῶτον ἄρχονται ἐκδέρεσθαι τὰ ζῶα· ἀπὸ δὲ τούτου μετῆλθεν ἐπὶ τῶν λοιπῶν ἀνθρώπων. οἱ μέντοι Αἰολεῖς δέρρη λέγουσι, καὶ κατὰ παρασχηματισμὸν δέρρις· σημαίνει δὲ τὴν τεταμένην βύρσαν. δειρὴ καὶ αὐχὴν διαφέρει· δειρὴ τὸ ἔμπροσθεν τοῦ τραχήλου, αὐχὴν δὲ τὸ ὄπισθεν. καὶ εἰς τὸ Δουλιχόδειρος. Γεωργίου
δ 82
Δείρω · ἀπὸ τοῦ δερῶ μέλλοντος γέγονεν. Γεωργίου
δ 83
Δεῖσα · ἀπὸ τοῦ δεύσω μέλλοντος γέγονε δεῦσα καὶ κατὰ τροπὴν τοῦ υ εἰς τὸ ι δεῖσα. καὶ τὸ παράδεισος παρὰ τὴν δεῖσάν ἐστι καὶ τὴν παρά πρόθεσιν
δ 84
Δεισιδαιμονία · ἡ πρὸς τοὺς πονηροὺς δαίμονας ἐπιμέλεια καὶ φόβος· γίνεται δὲ παρὰ τὸ δείδω, ὃ σημαίνει τὸ φοβοῦμαι, ὁ μέλλων δείσω, καὶ τὸ δαίμων, ὃ σημαίνει τὸν θεόν
δ 85
Δεισιδαίμων · ὁ δεδιὼς τοὺς δαίμονας· παρὰ τὸ δείω
δ 86
Δείσω · εἰς τὸ Δεισιδαιμονία καὶ Ἔδδεισεν
δ 87
Δείω · εἰς τὸ Ἔδδεισεν
δ 88
Δεκάς · πόθεν; παρὰ τὸ δεκτικὴν αὐτὴν εἶναι τῶν ἀριθμῶν, οἱονεὶ δεχάς τις οὖσα. λέγεται δὲ καὶ πᾶς παρὰ τὸ πάσας δέχεσθαι τὰς μονάδας
δ 89
Δεκάς · ἡ ὑπὸ πάντων τοὺς λοιποὺς ἀριθμοὺς ἐν ἑαυτῇ δεχομένη, οἱονεὶ δεχάς τις οὖσα
δ 90
Δεκατευτήριον · τελωνεῖον· ἀπὸ τοῦ δε κατευτής, τοῦτο παρὰ τὸ δεκατεύειν, δεκατεύειν δὲ ἀπὸ τοῦ δεκάτην εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν· τὰ γὰρ ἐκ τῶν πολεμίων ληφθέντα ἐδεκατεύοντο θεοῖς. διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι, μεταφορικῶς δὲ καὶ τὸ δεκάτην ὁπωσοῦν λαβεῖν ἢ ἀπαιτῆσαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 91
Δεκαχόρδῳ · παρὰ τὸν δέκα ἀριθμὸν καὶ τὸ χορδή. τοῦτο παρὰ τὸ χέω τὸ σημαῖνον τὸ κενοῦν χεορδή καὶ χορδή, τὸ χέον ᾠδήν· ἢ παρὰ τὸ χωρεῖν τὴν ἐδωδήν, ὃ σημαίνει τὴν τροφήν
δ 92
Δέκτο Β · ἐκ τοῦ δέχω δέξω καὶ πλεονασμῷ τοῦ ι δεξιῶ καὶ ἐδεξιοῦτο τὸ λυτήριον“ ἀντὶ τοῦ φιλοφρόνως ὑπεδέχετο· λοιπὸν ἐκ τοῦ δέχω ὁ παρακείμενος δέδεχα, ὁ παθητικὸς δέδεγμαι, ὁ ὑπερσυντέλικος ἐδεδέγμην, τὸ τρίτον ἐδέδεκτο καὶ συναρχομένωσ δέδεκτο καὶ συγκοπῇ δέκτο καὶ Α δέχεσθαι ἄποινα“
δ 93
Δέλεαρ · παρὰ τὸ δόλος δόλεαρ καὶ δέλεαρ ἤτοι παρὰ τὸν δόλον· ἢ παρὰ τὸ ἑλεῖν ἕλεαρ καὶ ἐν πλεονασμῷ τοῦ δ δέλεαρ, τὸ βέλος· δολερὸν γάρ ἐστιν
δ 94
Δέλλις · καὶ δέλλιθος. εἰς τὸ Ὄρνιθος
δ 95
Δέλφικα · τὸν τρίποδα Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν Δελφοῖς γέγονεν
δ 96
Δελφύς · εἰς τὸ Ἀδελφειός
δ 97
Δέμας Α · διὰ τὸν δεσμόν· γίνεται δὲ ἀπὸ τοῦ διδῶ διδεῖς διδεῖ δίδημι, ὁ παθητικὸς παρακείμενος δέδεμαι, ἐξ αὐτοῦ δέμας· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς. δεσμός δὲ ἀπὸ τοῦ δέω βαρυτόνου, ἢ ἀπὸ τοῦ δεῶ περισπωμένου. δεῖ δὲ γινώσκειν, ὅτι ὁ ποιητὴς δέμας εἴωθε λέγειν τὸ ἔμψυχον παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ, σῶμα δὲ τὸ ἄψυχον, ἐπειδὴ σῆμά ἐστιν ὡς τάφος τοῦ ποτε ζῶντος
δ 98
Δέμας · παρὰ τὸ δέμα εἶναι τῆς ψυχῆς· καλεῖται κυρίως τὸ σῶμα τὸ ζῶν. σῶμα δὲ τὸ νεκρόν. καὶ εἰς τὸ Σῶμα
δ 99
Δεμήλια · εἰς τὸ Γαμήλια
δ 100
Δέμνια · ἐγκοίτια στρώματα. ἀπὸ τοῦ δέμας εἰς αὐτὰ μένειν δέμνιον· ἢ παρὰ τὸ δέμω δέμνιον ὡς παίζω παίγνιον, τὸ εἰς σώματος ἀνάπαυσιν ᾠκοδομημένον· ἢ συνδεθέν· ἢ παρὰ τὸ δεδεσμῆσθαι ἡμᾶς κοιμωμένους μηδὲν πράττοντας
δ 101
Δεμῶ · εἰς τὸ Δαμᾷ καὶ Δειμάμενος καὶ Θεμέλιον
δ 102
Δενάκην · εἰς τὸ Ἀνδενάκην
δ 103
Δενδίλλων · διανευόμενος· παρὰ τὸ δίνειν τοὺς ἴλλους, ἤγουν τοὺς ὀφθαλμοὺς κινεῖν καὶ μεταφέρειν. ἴλλοι δὲ οἱ ὀφθαλμοὶ οἱ ῥαδίως εἱλούμενοι καὶ συστρεφόμενοι πρὸς ἑκατέρω
δ 104
Δένδρον · παρὰ τὸ δεόντως ἱδρῦσθαι ἢ παρὰ τὸ ἁδρύνεσθαι
δ 105
Δέξασθαι · εἰς τὸ Λαβεῖν. Νικήτου Φωτίου
δ 106
Δεξιά · παρὰ τὸ δεῖξιν αὐτὴν εἶναι· διʼ αὐτῆς γὰρ δεικνύομεν τὰ ζητούμενα. ἢ παρὰ τὸ δέχω δεχιά καὶ δεξιά, ἡ πρὸς τὸ δέχεσθαι ἐπιτήδειος οὖσα
δ 107
Δεξιῶ · ἐκ τοῦ δέχω δέξω καὶ πλεονασμῷ. ἐγράφη εἰς τὸ Δέκτο
δ 108
Δεξιάδην Η · Δεξίου υἱόν, ἢ ἀντὶ τοῦ ἐκ δεξιῶν. εἴτε οὖν ὄνομα πατρωνυμικὸν τὸ Δεξιάδην εἴτε ποιότητος ἢ τόπου ἐπίρρημα δύναται εἶναι καὶ τοῖς ἄνω καὶ τοῖς ἑπομένοις συντάττεσθαι· ἢ γὰρ Ἰφίνοον Δεξιάδην βάλλεν“ ἢ βάλλε δεξιάδην ὦμον“ ἢ δεξιάδην ἐπιάλμενον“ ἀπὸ τῶν δεξιῶν ὤμων
δ 109
Δεξῶ · εἰς τὸ Δοξούμενοι
δ 110
Δέπας · τὸ ποτήριον· παρὰ τὸ δέχεσθαι τὸ πόμα
δ 111
Δέρας · εἰς τὸ Γέρρα
δ 112
Δέρκειν · εἰς τὸ Ἀτρεκέως καὶ Δορκάς
δ 113
Δέρμα · παρὰ τὸ τέρμα εἶναι τοῦ σώματος
δ 114
Δέρρις · εἰς τὸ Δειρή
δ 115
Δέρω · εἰς τὸ Δειρή καὶ Δόρυ. Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου
δ 116
Δεσπότης · παρὰ τὸν δεσμόν, ἀφʼ οὗ τὸ δέος, ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι συνέχων τὰ ἄλυτα καὶ σφίγγων αὐτά· ἢ παρὰ τὸ δεσπόζω ὁ μέλλων δεσπόσω, δεδέσποκα, δεδέσποσμαι, τὸ τρίτον δεδέσποσται καὶ ἐξ αὐτοῦ δεσποστής, καὶ τῇ ἐλλείψει τοῦ ς ἀνεβιβάσθη ὁ τόνος· ἢ δεσποίτης τις ὤν, ὁ δέος ἐμποιῶν τοῖς οἰκέταις· ἢ δεσμός τις, διὰ τὸ τὰ πάντα περιέχειν καὶ συγκρατεῖν. καὶ εἰς τὸ Κύριος
δ 117
Δέρτρον · παρὰ τὸ δέρω, ὡς φέρω φέρτρον
δ 118
Δευοίατο Β · ῥῆμα εὐκτικὸν παθητικὸν μέσου ἀορίστου δευτέρου, τρίτου τῶν πληθυντικῶν. καὶ οἱ Ἴωνες ἐπὶ τῶν εὐκτικῶν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν μετατιθέασι τὸ ν εἰς α · τὸ γὰρ πείθοιντο πειθοίατο λέγουσιν. οὕτω καὶ τοῦτο
δ 119
Δεῦρο · ἐπίρρημα παρακελευστικόν. οὐδὲν δὲ ἐπίρρημα εἰς ο λήγει πλὴν τοῦ δεῦρο καὶ ἄπο· τὸ γὰρ ψό ποιμενικὸν ἐπίφθεγμα
δ 120
Δεῦρο Β · ἐπίρρημα χρόνου δηλωτικόν, καὶ γράφεται, ὥσπερ καὶ τὸ δύο, μικρὸν καὶ μέγα Ἀττικῶς. ἔστι δὲ καὶ ῥῆμα προστακτικὸν καὶ σημαίνει δύο, τὸ ἔξελθε ὡς τὸ Λάζαρε, δεῦρο ἔξω“ καὶ τὸ ἐνταῦθα Γ δεῦρʼ ἴθι“. τὸ πληθυντικὸν αὐτοῦ δεῦτε· εἰ γὰρ ὁ κανὼν λάβοι αὐτὸ ἐπίρρημα, ἀνοίκειόν ἐστιν, ἐπειδὴ τὰ ἐπιρρήματα ἀριθμοὺς οὐκ ἐπιδέχονται. κανὼν γάρ ἐστιν ὁ λέγων. ζήτει
δ 121
Δευσοποιόν · εἰς τὸ Ἐξίτηλον
δ 122
Δεύσω · εἰς τὸ Δεῖσα
δ 123
Δεύτατος · ὁ ἔσχατος· παρὰ τὸ δεύεσθαι καὶ ἐνδεῖν
δ 124
Δεύτερον αὖ θώρηκα Γ · ἐπίρρημα χρόνου δηλωτικόν
δ 125
Δεύω · εἰς τὸ Δέω. σημαίνει δὲ τὸ βρέχω· ἀπὸ τοῦ Ζεύς Διός δεύω, ἐξ οὗ καὶ διαίνω
δ 126
Δέω · εἰς τὸ Ξυνεδεδέατο
δ 127
δεύω · ἐξ οὗ καὶ τὸ Β ἠδʼ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι“. ὁ ἐνεστὼς δεύω, τὸ χρῄζω, καὶ ποιητικῶς καὶ πλεονασμῷ τοῦ υ · ἔστι γὰρ περισπώμενον δεῶ δεήσω, ἐδέησα, ἐδέησεν καὶ πλεονασμῷ ἐδεύησεν“. ἐκ τοῦ δεύω τὸ τρίτον δεύεται, καὶ οἱ Ἴωνες ἀποβολῇ τοῦ τ τοῦ τρίτου προσώπου ποιοῦσι τὸ δεύτερον. ἐκ τοῦ δεύω γίνεται καὶ δεύτερος. καὶ εἰς τὸ Δειλός καὶ Δειματουμένη καὶ Δημιουργηθείς καὶ Δῆμος καὶ Διδάσκω καὶ Δοιώ καὶ Ἔνδεια καὶ Ὑπόδημα καὶ Φλήναφος
δ 128
Δηθά · ἐπίρρημα χρόνου δηλωτικόν. ἐκ τοῦ δήν γίνεται δηνθά καὶ ἀποβολῇ τοῦ ν δηθά
δ 129
Δηθύνονται · ἐκ τοῦ δήν γίνεται δηθύ καὶ δηθύω ῥῆμα, καὶ ἐξ αὐτοῦ δηθύνω, τὸ παθητικὸν δηθύνομαι. καὶ ἔστι τρίτον πρόσωπον τῶν πληθυντικῶν
δ 130
Δηθύνω · ἐκ τοῦ δηθά, ὃ σημαίνει τὸ ἐπὶ πολύ, γίνεται δηθύω καὶ πλεονασμῷ τοῦ ν δηθύνω· πλεονάζει γὰρ ἐν τοῖς ῥήμασιν
δ 131
Δήϊος · ἐκ τοῦ δαίω, τὸ καίω, γίνεται δηΐω, καὶ περισπώμενον δηϊῶ τρίτης συζυγίασ καὶ Δ Ἀχαιῶν δῃωθέντων“, καὶ διαλύσει τοῦ δαίω δαΐω καὶ πλεονασμῷ τοῦ ζ δαΐζω. ἐκ τοῦ δαΐω γίνεται ὄνομα δάϊος καὶ τροπῇ δήϊος
δ 132
Δηϊώσωσι Δ · παρὰ τὸ δαίω, τὸ κόπτω, καὶ διαλύσει τῆς αι διφθόγγου δαΐω, καὶ ἐξ αὐτοῦ ὄνομα δάϊος καὶ τροπῇ τοῦ α εἰς η δήϊος, καὶ ἐξ αὐτοῦ ῥῆμα περισπώμενον δηϊῶ δηϊώσω, ἐξ οὗ καὶ τὸ δηϊώσωσι
δ 133
Δήκω · εἰς τὸ Ἔδειξε καὶ Ἥνδανεν
δ 134
Δηλαδή · ἀπὸ τοῦ δῆλον, ὃ σημαίνει τὸ φανερόν, καὶ τοῦ δή συνδέσμου
δ 135
Δηλήσηται Γ · ἔστι δηλῶ, τὸ βλάπτω· παρὰ τὸ κῆλα, τὰ βέλη, οἱονεὶ φθαρτικὰ καὶ βλαπτικά, κατὰ τροπὴν τοῦ κ εἰς δ ὡς καίω δαίω, γίνεται δηλῶ. σημαίνει δὲ δύο, τὸ φανερῶ καὶ τὸ βλάπτω
δ 136
Δηλητήριον · ἀπὸ τοῦ δηλῶ, ὃ σημαίνει τὸ βλάπτω· τοῦτο ἀπὸ τοῦ δῆρις, ὃ σημαίνει τὴν μάχην, δηρῶ καὶ δηλῶ· τοῦτο παρὰ τὸ δαίω, τὸ διακόπτω. καὶ εἰς τὸ Φαρμακεία
δ 137
Δηλονότι · παρὰ τὸ δῆλον, ὃ σημαίνει τὸ φανερόν, καὶ τὸ ὅτι, ὃ σημαίνει τὸ πάνυ· δηλονότι γάρ ἐστι τὸ πάνυ φανερόν. τὸ δὲ ὅτι ἐστὶν ἐπίρρημα ἐπιτάσεως
δ 138
Δῆλος · εἰς τὸ Ἀΐδηλον καὶ Ἀρίδηλος καὶ Ἀρίζηλος καὶ Ἐξίτηλον καὶ Ἠέλιος καὶ Ἥλιος
δ 139
Δηλῶ · εἰς τὸ Δηλήσηται καὶ Δηλητήριον
δ 140
Δημαγωγός · ἄρχων· ἐκ τοῦ τὸν δῆμον ἄγειν καὶ διοικεῖν. Ἰωάννου Λυδοῦ
δ 141
Δημήτηρ · ἡ γῆ, τουτέστι δήμου μήτηρ, ὡς πάντων τροφός
δ 142
Δημήτηρ · παρὰ τὸ γημήτηρ τις οὖσα τροπῇ τοῦ γ εἰς δ · ἢ παρὰ τὸ δῃοῦν τὴν γῆν, ὅ ἐστι τέμνειν· ἢ παρὰ τὸ δαίειν, ὅ ἐστι καίειν, λαμπαδοῦχος γὰρ εἴθιστο ἡ θεός
δ 143
Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς· Δήμητερ μὲν γάρ ἐστι ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ
δ 144
Δημιουργός · ὁ δειμάμενος τὰ ἔργα ἤγουν ποιῶν. καὶ εἰς τὸ Ποιητής
δ 145
Δημιουργῶ · ὁ μέλλων δημιουργήσω, ἐδημιουργήθην, ἡ μετοχὴ δημιουργηθείς, τὸ θηλυκὸν δημιουργηθεῖσα. τὸ δὲ δημιουργός, παρὰ τὸ δήμιος καὶ τὸ ἔργον γίνεται δημιοεργός καὶ κατὰ συναίρεσιν δημιουργός. τὸ δὲ δήμιος παρὰ τὸ δῆμος. τὸ δὲ δῆμος, ἔστι δέω, τὸ δεσμεύω, ἐξ αὐτοῦ δέμος καὶ τροπῇ τοῦ ε εἰς η δῆμος, ἤγουν ὁ συνεσφιγμένος λαός· ἢ παρὰ τὸ δέω, τὸ ἐνδεοῦμαι, οὗ ὁ μέλλων δεδήσω, δεδέηκα, δεδέημαι, δέημος καὶ δῆμος, ὁ ἐνδεούμενος τοῖς ἄρχουσι. δημιουργὸς δὲ λέγεται ὁ τὰ κοινὰ ἐργαζόμενος
δ 146
Δημοκράτης · ὁ τὸν δῆμον κρατῶν
δ 147
Δῆμος Β · τὰ περιληπτικὰ δύο συντάξεις ἐπιδέχονται· τῷ λόγῳ τῆς φωνῆς καὶ τὸ τῷ λόγῳ τοῦ σημαινομένου. ἡ μὲν φωνὴ ἑνική, τὸ δὲ σημαινόμενον πληθυντικόν
δ 148
Δῆμος · ὄνομα. τὸ δη η διότι εὑρέθη παρὰ Δωριεῦσι λεγόμενος δᾶμος καὶ τροπῇ τοῦ α εἰς η δῆμοσ. γίνεται δὲ παρὰ τὸ δίδημι, τὸ δεσμεύω, ὁ μέλλων δήσω καὶ ἐξ αὐτοῦ δῆμος. τί διαφέρει δῆμος καὶ δημός; δῆμος ὁ λαός, δημός δὲ τὸ λῖπος Π ρ ἐν πίονι δημῷ“. γίνεται δὲ παρὰ τὸ δαίω, τὸ καίω, ἔδαον δαμός καὶ τροπῇ τοῦ α εἰς η δημός. σημαίνει δὲ τὸ λῖπος καὶ τὸν δημότην κατὰ διάλεκτον γίνεται τῆς ὀρθογραφίας
δ 149
Δημός · παρὰ τὸ δαίεσθαι εὐχερῶς, ὅ ἐστι καίεσθαι. Φωτίου
δ 150
Δῆμος · παρὰ τὸ δέω, τὸ δεσμεύω, ἤγουν ὁ συνδεδεμένος ὄχλος· ἢ ἐκ τοῦ δᾶμος, τῶν Δωριέων τὸ η εἰς α τρεπόντων
δ 151
Δημός · ἐπὶ τοῦ λίπους. ὡς μέν τινες παρὰ τὸ δαίω, τὸ καίω· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ δέω τὸ δεσμῶ. συνδεῖ γὰρ ὥσπερ ὁ ἐπίπλους τὰ τοῖς βωμοῖς ἐπιτεθέντα
δ 152
Δημοσθένης · τοῦ δήμου σθένος ἤγουν δύναμις
δ 154
Δήνεα · τὰ βουλεύματα· παρὰ τὸ δαίω, τὸ μανθάνω, οὗ ὁ μέλλων δαίσω, καὶ δαίμων
δ 155
Δῆρις · ἡ μάχη· παρὰ τὸ δαίω, τὸ κόπτω καὶ σφάζω, πλεονασμῷ τοῦ ρ. καὶ εἰς τὸ Δηλητήριον καὶ Κονίω
δ 156
Δηρόν Β · ὀνοματικὸν ἐπίρρημα. πολλὰ γάρ εἰσι τοιαῦτα ὥσπερ ἡ πέρα τῆς πέρας πέραν τοῦ χειμάρρου τῶν Κέδρων“, καὶ πρώϊος πρωΐα, καὶ ἡ αἰτιατικὴ πρωΐαν, καὶ τροπῇ Ἰωνικῇ πρωΐην, ἐξ οὗ καὶ τὸ ἐπίρρημα πρῴην· οὕτως ἐστὶν ἐκ τοῦ δηναιός ἀρσενικοῦ τὸ οὐδέτερον δηναιόν, καὶ συγκοπῇ τῆς αι δηνόν, καὶ τροπῇ τοῦ ν εἰς ρ δηρόν, καὶ μετάγεται εἰς τὴν ἐπιρρηματικὴν σύνταξιν
δ 157
Δηρόν · τὸ δη η καὶ τὸ ρον μικρόν. ἀπὸ ὀνόματος παρήχθη· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει. καὶ πῶς; ἔστι τὸ ὄνομα δηναιός, Ε οὐδὲ μάλʼ οὐ δηναιόσ“· λοιπὸν δηναιός καὶ συγκοπῇ δηνός καὶ μεταθέσει δηρός καὶ δηρόν ἐπίρρημα
δ 158
Δῆτα · εἰς τὸ Εἶτα. Φωτίου
δ 159
Δῃῶ · εἰς τὸ Ἀδῄωτον καὶ Ἰῆτο
ε 8
ἐπιβόητος διαφέρει· διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπʼ ἀρετῇ ἐγνωσμένος, ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην
δ 160
Διαβούλιον · οὐδέτερον ὑποκοριστικόν. γίνεται δὲ παρὰ τὸ βουλή βούλιον καὶ διαβούλιον. προπαροξύνεται· πᾶν εἰς ον οὐδέτερον καθαρὸν μονογενὲς τῷ ι μόνον παραληγόμενον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, εἴτε κύριον εἴτε προσηγορικὸν εἴτε ὑποκοριστικόν
δ 161
Διαγγελήσονται · ἐκ τοῦ διαγγέλλω, ὁ μέλλων διαγγελῶ, ὁ δεύτερος ἀόριστος διήγγελον, ὁ παθητικὸς διηγγελόμην, καὶ ὁ δεύτερος μέλλων διαγγελήσομαι καὶ τὸ τρίτον τῶν πληθυντικῶν διαγγελήσονται
δ 162
Δοιάζειν · παρὰ τὸ ἐν δύο στάσεσιν εἶναι τὴν ψυχήν
δ 163
Διάθεσις μέση · εἰς τὸ Τέτηκα
δ 164
Διαθήκη · διττῶς ἐκφωνεῖται· ἡ μὲν ἐπὶ θνησκόντων διατάξεως καὶ ἐντάλματος χαρακτῆρα φέρουσα, θατέρα δὲ συνθηκῶν ἐπὶ διαλλαγῇ πολεμίων συνωμοσίαν ἐπέχουσα. συντίθεται δὲ ἐκ τῆς διά προθέσεως καὶ τοῦ θήκη διαθήκη
δ 165
Διαίνω · εἰς τὸ Διερός
δ 166
Δίαιτα · δαῖς δαιτός δαῖτα καὶ δίαιτα
δ 167
Διαιτητής · εἰς τὸ Δικαστής
δ 168
Διακηρυκεύεται · διὰ κηρύκων συνθήκας ἢ πρεσβείας ποιεῖται· γέγονε δὲ παρὰ τὸ κῆρυξ κήρυκος κηρυκεύω καὶ διακηρυκεύεται. τὸ δὲ κῆρυξ ἀπὸ τοῦ κηρύσσω· τοῦτο παρὰ τὸ γῆρυς, ὃ σημαίνει τὴν φωνήν· τοῦτο παρὰ τὸ γῶ, ὃ σημαίνει τὸ χωρῶ· ἡ διὰ τῆς τραχείας ἀρτηρίας χωροῦσα
δ 169
Διάκονος · παρὰ τὸ κονεῖν καὶ ἐγκονεῖν, τὸ ὑπηρετεῖν, ἐξ οὗ καὶ Ω ἐγκονέουσαι“
δ 170
Διακοσμηθεῖμεν Β · ῥῆμα εὐκτικὸν παθητικὸν πρώτου ἀορίστου· κοσμηθείημεν καὶ κατὰ συγκοπὴν κοσμηθεῖμεν
δ 171
Διακρίνειν · εἰς τὸ Κρίνειν
δ 172
Διακρινθεῖτε Γ · τὸ θέμα διακρίνω, διακέκρικα, διεκρίθην καὶ πλεονασμῷ τοῦ ν ποιητικῶς διεκρίνθην, διακρινθείην τὸ εὐκτικὸν διακρινθείημεν διακρινθείητε καὶ συγκοπῇ διακρινθεῖτε
δ 173
Διάκτωρ · διάκτορος· παρὰ τὸ ἄγω ἄκτωρ, ὁ ἄγων τὰς ἀγγελίας
δ 174
Διάλεξις διαλέκτου διαφέρει· διάλεξις μὲν γάρ ἐστιν ὁμιλία τις ἔντεχνος, διάλεκτος δὲ γλώττης ἰδίωμα
δ 175
Διαμετρητῷ Γ · ἡ εὐθεῖα διαμετρητός· σχῆμα παρασύνθετον. καὶ πόθεν διαχωρίζονται τὰ παρασύνθετα ἐκ τῶν συνθέτων; ἐκ τῆς διαφορᾶς τοῦ τόνου· τὰ μὲν γὰρ σύνθετα προπαροξύνεται, τὰ δὲ παρασύνθετα ὀξύνεται. ταῦτα δὲ ὀξύνεται, ἐπειδὴ ἀπὸ ῥήματος ἔσχον τὴν σύνθεσιν, οἷον ἐκλέγω ἐκλεκτός· ἐπίλεκτος δὲ προπαροξύνεται, ἐπειδὴ ἀπὸ ὀνόματος ἔχει τὴν σύνθεσιν ἐκ τῆς ἐπὶ προθέσεως καὶ τοῦ λεκτός. οὕτως οὖν διαμετρῶ διαμετρήσω διαμετρητός. Ὁμήρου
δ 176
Διάμησε Γ · ὁ μέλλων διαμήσω. τὸ μη η · ἡ δὲ δευτέρα τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος ἔχει τὸ η ἢ τὸ α. ὁ ἐνεστὼς διαμῶ· σχῆμα σύνθετον ἐκ τῆς διά προθέσεως καὶ τοῦ ἀμῶ τοῦ σημαίνοντος τὸ θερίζω. γίνεται οὖν ἐκ τοῦ ἄμη, ὅπερ ἐστὶ γεωργικὸν ἐργαλεῖον, ἣ λέγεται δρεπάνη. Γεωργίου τοῦ Χοιροβοσκοῦ
δ 177
Διαμπάξ · διʼ ὅλου, διηνεκῶς, διὰ παντός, ἐξ ἐναντίας. ἀπὸ τοῦ διαρπάζω διαρπάξω, ἀποβολῇ τοῦ ω διαρπάξ καὶ τροπῇ τοῦ ρ εἰς μ διαμπάξ. συντάσσεται μετὰ αἰτιατικῆς. γίνεται δὲ ἐκ τοῦ πᾶς Δωρικῶς κατὰ τροπὴν τοῦ ς εἰς ξ πᾶξ καὶ διαμπάξ, ὁ διʼ ὅλου ὤν. ἔστι δὲ ἐπίρρημα καιροῦ παραστατικόν
δ 178
Διάνδιχα · εἰς τὸ Τριχθά
δ 179
Διάνοια · παρὰ τὸ ὁδόν τινα διανύειν, ἢ παρὰ τὸ διανοῶ
δ 180
Διάνοια γνώμης διαφέρει· διάνοια μὲν γάρ ἐστι διχοστατοῦσα καθʼ ἑαυτὴν καὶ μὴ τὸ βέβαιον ἔχουσα κατὰ τὸ βουλεύεσθαι, ἀφʼ οὗ καὶ διάνοια ἐκλήθη διὰ τὸ δισσά τινα βουλεύεσθαι· γνώμη δὲ ἡ τὸ βέβαιον ἐν ἑαυτῇ καὶ ἀσφαλὲς ἔχουσα καὶ οἱονεὶ μετὰ τοῦ γιγνώσκειν τι ποιοῦσα, διὸ καὶ γνώμη ἐλέχθη, καθότι γιγνώσκει τί ποιεῖ
δ 181
Διερός · κατὰ Ἰωνικὴν μετάθεσιν τοῦ α εἰς τὸ ε διερός· παρὰ γὰρ τὸ διαίνω, τὸ πλύνω
δ 182
Διαρραίω Β · ῥαίω, τὸ φθείρω. καὶ γίνεται ἐκ τοῦ φθείρω Δωρικῶς φθαίρω· οἱ γὰρ Δωριεῖς τὴν ει δίφθογγον εἰς αι τρέπουσιν τὸ κύπειρον κύπαιρον λέγοντες καὶ τὸ εἴ κεν αἴ κεν. οὕτως καὶ τὸ φθείρω φθαίρω, καὶ ἀφαιρέσει τῶν δύο συμφώνων αἵρω, καὶ ἐν ὑπερβιβασμῷ ῥαίω, καὶ σημαίνει τὸ φθείρω. τὸ ραι δίφθογγος, ἢ ὅτι ἐκ τῆς παραγωγῆς αὐτὸ ἔχει, ἢ ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ διὰ τοῦ αιω ῥήματα ἀσυναίρετα ὄντα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς αι διφθόγγου γράφεται· παλαίω καίω ῥαίω
δ 183
Διαρρήδην · σαφῶς, φανερῶς· παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ λέγω, ὁ μέλλων ῥήσω καὶ ἐξ αὐτοῦ ῥήδην καὶ διαρρήδην ἐπίρρημα. συντάσσεται μετὰ δοτικῆς πτώσεως. Γεωργίου
δ 184
Δίας · ὥσπερ ἀπὸ τῆς δράκοντος γενικῆς γίνεται δρακοντίας, οὕτως καὶ ἀπὸ τῆς Διός γενικῆς γίνεται Διΐας καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν Δίας
δ 185
Δίας · ὁ Ζεύς· ὡς ἂν εἰ διʼ οὗ ζῶμεν. Ἰωάννου Λυδοῦ
δ 186
Δίας · ὁ Ζεύς· παρὰ τὸ διαίνειν, τουτέστι πιαίνειν, τὴν γῆν· ἢ παρὰ τὸ δεῖν, ὅ ἐστι δεσμεύειν καὶ συνέχειν, τὸ σύμπαν αἰσθητόν· ἢ παρὰ τὸ ζῆν
δ 187
Διασεσοβημένος · τεταραγμένος, ἄτακτος, τεθορυβημένος. σοβεῖν γὰρ τὸ τρέχειν, παρὰ τὸ σεύω ῥῆμα, ὃ σημαίνει τὸ ὁρμῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 188
Διασκεδάζω · ἔστι ῥῆμα χέω καὶ σημαίνει τὸ σκορπίζω, καὶ ἐξ αὐτοῦ γίνεται χεδάζω καὶ πλεονασμῷ τοῦ ς σχεδάζω καὶ σκεδάζω καὶ μετὰ τῆς διά προθέσεως διασκεδάζω
δ 189
Διάσσατο · εἰς τὸ Δοάσσατο. Ὁμήρου
δ 190
Διαστήτην Α · ἀορίστου δευτέρου τῶν εἰς μι τρίτου προσώπου τῶν δυϊκῶν. ἡ δὲ τῶν δυϊκῶν κατάχρησις τοῖς Ἀττικοῖς μάλιστα ἁρμόζει. τὸ θέμα ἵστημι, ὁ μέλλων στήσω, ὁ δεύτερος ἀόριστος ἔστην καὶ τὸ τρίτον τῶν δυϊκῶν ἔστητον ἐστήτην καὶ διαστήτην
δ 191
Διάττειν · ὁρμᾶν, διατρέχειν ἢ δάκνειν· οἷον διαθεῖν, ἀπὸ τοῦ θέω, τὸ τρέχω, τροπῇ τοῦ θ εἰς τ καὶ πλεονασμῷ ἑτέρου τ
δ 192
Διάψαλμα · διὰ παντὸς ψαλλόμενον. μέρη δὲ λόγου δύο· διά πρόθεσις, ψαλμός ὄνομα. ψαλλόμενον δὲ μετοχή
δ 193
Διδάσκαλος · παρὰ τὸ διδόναι τὸ καλόν, ὁ διδοὺς καλόν· ἢ ὁ διδάσκων καλῶς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 194
Διδάσκω · παρὰ τὸ δαίω, ὃ σημαίνει τὸ μανθάνω, ὁ μέλλων δαίσω καὶ πλεονασμῷ τοῦ κ δαίσκω, ὡς ὀλῶ ὀλέσω καὶ ὀλέσκω· καὶ ἐπεὶ τὰ εἰς κω λήγοντα ῥήματα οὐ θέλουσι παραλήγεσθαι τῷ ι ἀνεκφωνήτῳ, γίνεται δάσκω, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ κατὰ ἀναδιπλασιασμὸν διδάσκω. καὶ διὰ τί ἀναδιπλασιάζεται; ἐπειδὴ ὁ διδάσκων διπλοῦς θέλει εἶναι
δ 195
Δίδημι · εἰς τὸ Δῆμος
δ 196
Διδῶ · εἰς τὸ Ἵημι καὶ Πίπτω
δ 197
Δίε · παρὰ τὸ δείω ὁ δεύτερος ἀόριστος ἔδιον ἔδιες ἔδιε, καὶ δίε τὸ προστακτικόν
δ 198
Διεῖπα · εἰς τὸ Δίεπε
δ 199
Διείς · σημαίνει τὸ ἐκτείνας. ἔστιν ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἵς ἕντος καὶ μετὰ τῆς διά προθέσεως διείς, ἤγουν διανοίξας
δ 200
Δίεπε · εἰς τὸ δι ὀξεῖαν. ἔστι γὰρ τὸ ῥῆμα ἕπω, τὸ ἀκολουθῶ, καὶ διέπω, ὁ μέσος παρακείμενος διεῖπα, τὸ ει δίφθογγον
δ 201
Διερός · ὁ ὑγρός· παρὰ τὸ διαίνω, τὸ πλύνω. καὶ εἰς τὸ Ἱερόν καὶ Ὑγιής
δ 202
διέφθορε διαφέρει· διέφθαρται μὲν γὰρ ὑφʼ ἑτέρου, διέφθορε δὲ ἕτερον
δ 203
Διήγγελον · εἰς τὸ Διαγγελήσονται
δ 204
Διήγημα διηγήσεως διαφέρει· διήγησις μὲν γάρ ἐστιν οἷον ἡ πᾶσα διήγησις Ὁμήρου, διήγημα δὲ μέρος τι τῆς ποιήσεως οἷον Αἴαντος μονομαχία πρὸς Ἕκτορα
δ 205
Διήκω · εἰς τὸ Διηνεκής
δ 206
Διηνεκής · ἐκ τοῦ ἐνέκω ἐνεκής, καὶ μετὰ τῆς διά διανεκής, καὶ μεταθέσει τοῦ α εἰς η διηνεκής. ἢ παρὰ τὸ διήκω, τὸ ἐκτείνω, διηκής καὶ πλεονασμῷ τῆς νε συλλαβῆς διηνεκήσ
δ 207
Διΐφιλος · εἰς τὸ Δίφιλος
δ 208
Δίκαιος · εἰς τὸ Βασιλεύς
δ 209
Δίκαιος εὐσεβοῦς διαφέρει· δίκαιος μὲν γάρ ἐστιν ὁ τὸ πρὸς ἀνθρώπους ἶσον φυλάττων, εὐσεβὴς δὲ ὁ τὸ θεῖον εὐσεβῶς σέβων καὶ ὀρθῶς
δ 210
Δικανικός · διότι τὰς δίκας νικᾷ
δ 211
Δικαιοσύνη · παρὰ τὸ διχάζειν ἐκ τοῦ ἀδίκου τὸ δίκαιον, οἱονεὶ διχαοσύνη, ἡ διαχωρίζουσα ἡμᾶς τῆς ἀδικίας
δ 212
διαιτητὴς διαφέρει· δικαστὴς μὲν γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς συμβάσεως
δ 213
Δίκη · παρὰ τὸ δίζω, ὅτι ἀμφίβολον αὐτῆς τὸ πέρας
δ 214
Δίκτυον · παρὰ τὸ δίκειν, ὅ ἐστι ῥίπτειν καὶ βαλεῖν, ἐξ οὗ καὶ δίσκος τὸ δίκτυον
δ 215
Δίκω · εἰς τὸ Δίσκος καὶ Ἔδειξεν. Φωτίου
δ 216
Δῖναι · ποταμῶν εἰσιν τὰ μεσώτατα, ἔνθα τὸ ῥόθιον τοῦ ποταμοῦ ἐκ τῶν μερῶν εἰς μέσον συναγόμενον σταχυωδῶς ὡς ἀπὸ τῆς περιδινήσεως δῖνα ἢ δίνη κέκληται
δ 217
Δίνειν · εἰς τὸ Δενδίλλων
δ 218
Δῖνος · εἰς τὸ Εὐδίνητον καὶ Ἰλιγγιῶ
δ 219
Δινῶ Γ · ἐκ τοῦ δίνη. τὸ δι ι · τὰ διὰ τοῦ ινη θηλυκὰ μονογενῆ μὴ ἀπὸ ἐπιθέτων γινόμενα διὰ τοῦ ι γράφεται, οἷον Αἰητίνη θριδακίνη. μονογενῆ“ διὰ τὸ ἐκεῖνος ἐκείνη. μὴ ἀπὸ ἐπιθέτων γινόμενα“ διὰ τὸ φωτεινός φωτεινή καὶ τὸ κύριον ὄνομα Φωτεινή· μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. τὸ δι μακρόν, διότι ἐκ τοῦ εἰλῶ, τὸ συστρέφω, ἴλη. καὶ ἔστι παρὰ τῷ ποιητῇ Β μακρὸν τὸ ἰλαδόν
δ 220
Δινωτοῖσι Γ · πεποικιλμένοις, τετορνευμένοις. ἡ εὐθεῖα δινωτόν· δινωτός τὸ ἀρσενικόν. ἐκ τοῦ δινῶ, τοῦτο ἐκ τοῦ δῖνος· σημαίνει. τὸ δι ι · τὰ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς μονογενῆ ἅπαντα διὰ τοῦ ι γράφονται, οἷον Φαυστῖνος Ἰουστῖνος, καὶ προπερισπῶνται πλὴν τοῦ καρκίνος
δ 221
Δινωτή · ἡ περιφερής· διὰ τὸ ἐοικέναι δίνῳ, ὅ ἐστι τόρνῳ
δ 222
Διομήδης Β · ὄνομα κύριον σύνθετον. τὰ παρὰ τὴν Διός γενικὴν συντιθέμενα ἀποβολῇ τοῦ ς. Διογένης Διοπείθης. τὰ εἰς ης κύρια παρὰ ῥῆμα σύνθετα εἰς ους ἔχει τὴν γενικήν· Παντερπής Εὐπειθής. οὕτω καὶ Διομήδης. σεσημείωται δὲ τὸ Θεοκρίνης· τὰ γὰρ διὰ τοῦ ινης εἰς ου ἔχει τὴν γενικήν· Λεπτίνης Αἰσχίνης. οὕτως οὖν καὶ τὸ Ἀΐδης Ἀΐδου, παρὰ τὸ ἰδεῖν, ὅτι οὐδὲν ἂν αὐτίκα ἴδοις. Ἰωάννου Λυδοῦ
δ 223
Διόνυσος · θεός· παρὰ τὸ τὰς δύο νύσους τῶν κέντρων ὁρίζειν· ἢ παρὰ τὸ Νύσσαν ὄρος ἐπικαλούμενον, ἐν ᾧ λέγεται εἶναι τυχόν
δ 224
Διόνυσος · εἰς τὸ Διώνυσος
δ 225
Διόξενος · εἰς τὸ Πρόξενος
δ 226
Δῖος Β · τὸ δι ι. τέσσαρα γάρ εἰσι δισύλλαβα κτητικά· δύο διὰ διφθόγγου, θεῖος καὶ Κεῖος· ἐκ τῆς Κέω νήσου Κέϊος καὶ Κεῖος· καὶ δῖος καὶ Χῖος διὰ τοῦ ι. καὶ εἰς τὸ Ζεύς
δ 227
Διόσκουροι · οἱ τοῦ Διὸς ἐπιμελούμενοι· τὸ γὰρ ἐπιμελεῖσθαι κορεῖν λέγουσι, ὡς δῆλον ἐκ τοῦ νεωκόρος καὶ σηκοκόρος
δ 228
Διότι · εἰς τὸ Ὅτι. Γεωργίου
δ 229
Διϊπετής · παρὰ τὴν Διΐ δοτικὴν καὶ τὸ πεσεῖν γέγονεν, οἱονεὶ ὁ ἐκ τοῦ Διὸς πεπτωκώς
δ 230
Δίπλακα Γ · ἡ εὐθεῖα δίπλαξ, σημαίνει δὲ τὴν χλαῖναν τὴν δίπτυχα. ἐκ τοῦ διπλοῦς δίπλαξ, ὡς λίθος λίθαξ. τὸ δὲ διπλοῦς ἐκ τοῦ διπλόος· τοῦτο παρὰ τὸ δύο πέλειν δυοπλόος καὶ δειπλόος
δ 231
Διπλασίων · ὥσπερ ἀπὸ τῆς Διός γέγονε Δίων, οὕτως καὶ ἀπὸ τοῦ διπλάσιος γίνεται διπλασίων
δ 232
Διπλόη · σημαίνει τὴν πανουργίαν. γίνεται ἐκ τοῦ διπλόος· τοῦτο ἐκ τοῦ δύο καὶ τὸ πέλω δυόπελος καὶ δυπλόος καὶ τροπῇ τοῦ υ εἰς ι διπλόος
δ 233
Διπλοῦν διπλασίου διαφέρει· διπλοῦν μὲν γὰρ τῶν κατὰ τὸ μέγεθος, διπλάσιον δὲ τῶν κατὰ ἀριθμόν, οἷον διπλάσια χρήματα· διπλοῦν δὲ τὸ ἱμάτιον, οὐ διπλάσιον. Γεωργίου
δ 234
Διπολεῖα · παρὰ τὴν Διΐ δοτικὴν γέγονε καὶ ἀπὸ τῆς πολεῖον εὐθείας
δ 235
Δίς · ἀπὸ τοῦ δύο γέγονε δυάκις καὶ κατὰ συγκοπὴν δίς· ἢ ἀπὸ τοῦ δύο δύς καὶ τροπῇ δίς. καὶ ἀπὸ τοῦ τρία τριάκις καὶ κατὰ συγκοπὴν τρίς, καὶ γράφεται διὰ τοῦ ι πρὸς ἀντιδιαστολὴν τοῦ τρεῖς ἀριθμοῦ
δ 236
Δίσκος · παρὰ τὸ δίκω, τὸ βάλλω· ὁ βαλλόμενος. ἢ παρὰ τὸ δίκω, τὸ ῥίπτω, δίκος· περισσὸν δὲ τὸ ς
σ 4
σόλος διαφέρει· δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, σόλος δὲ χαλκοῦν ὁλοσφύρατον
δ 237
Δῖσος · ὥσπερ ἀπὸ τοῦ Χίος γέγονε Χίϊος καὶ Χῖοσ, οὕτω καὶ ἀπὸ τοῦ Διός γέγονε δίϊος καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν δῖσος
δ 238
Δισταγμός · ἐκ τοῦ διστάζω· τοῦτο παρὰ τὸ δύο καὶ τὸ στῶ, ὃ σημαίνει τὸ ἵστημι
δ 239
Διφᾶν · παρὰ τὴν διά πρόθεσιν καὶ τὸ ἁφή γίνεται διαφῶ, καὶ τὸ ἀπαρέμφατον διαφᾶν, ὡς βοᾶν, καὶ κράσει τοῦ ι καὶ α εἰς ι μακρὸν διφᾶν
δ 240
Διφᾶν · τὸ ψηλαφᾶν· παρὰ τὸ ἁφή διαφᾶν καὶ διφᾶν
δ 241
Διφθέραν · ὅσα κατʼ ἐκείνην δήπου φέρεται τὴν διφθέραν“· τὸ γραμματεῖον ἢ βιβλίον ἢ βύρσαν ἢ δέλτον· οἷον δυοφέραν, τὴν ἐν τοῖς δύο μέρεσι φέρουσαν τὰ γράμματα. Γεωργίου
δ 242
Δίφιλος · ὥσπερ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτω καὶ παρὰ τὴν Διΐ γίνεται διΐφιλος καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν δηλονότι μακρὸν Δίφιλος
δ 243
Δίφρος Γ · ἐτυμολογεῖται παρὰ τὸ δύο φέρειν, τὸν μαχόμενον καὶ τὸν ἡνίοχον, οἱονεὶ δυόφορός τις ὤν. σημαίνει δὲ τὸ ἅρμα
δ 244
Διχόνοια · ὅτι εἰς δύο μερίζει τὸν νοῦν
δ 245
διχοτόμος διαφέρει· ἂν μὲν προπαροξύνωμεν, δηλοῖ τὰ εἰς δύο διῃρημένα· ἂν δὲ παροξύνωμεν, δηλοῖ τὰ εἰς δύο διαιροῦντα
δ 246
Δίω · εἰς τὸ Ἱερόν καὶ Τιμή
δ 247
Διωλύγιον · μακρόν, μέγα, δεινόν, χαλεπόν, ἐπὶ πολὺ διῆκον καὶ ἐξάκουστον· τὸ διʼ ὅλου ἰόν, ἐκτάσει τοῦ ο εἰς ω καὶ πλεονασμῷ τοῦ γ καὶ ἀποβολῇ τοῦ ἑτέρου ο
δ 248
Διώνη · ἡ Ἀφροδίτη· παρὰ τὸ διὰ πάντων ἰέναι. Γεωργίου
δ 249
Διώνυσος · κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω ὥσπερ δότης διὰ τοῦ ο ὂν καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω δώτης
δ 250
Δίωξις · εἰς τὸ Παλίωξις. Γεωργίου
δ 251
Διώρης · Διώρου· γέγονε δὲ ἢ ἀπὸ τῆς διά προθέσεως καὶ τοῦ ὁρῶ ῥήματος Διαόρης καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ α εἰς ι μακρὸν Διώρης
δ 252
Διῶρυξ · διώρυχος· παρὰ τὸ ὀρύσσω ὀρύξω, ὄρυξ, ἐπεκτάσει τοῦ ο εἰς ω διῶρυξ
δ 254
Δνοπαλίζω · τουτέστι ἡ διὰ χειρῶν κίνησις καὶ ἐκτίναξις· Δ ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν“, τουτέστι διὰ χειρὸς εἶχεν ἢ ἀνῄρει. ἐχρήσατο δὲ καὶ ἐν τῇ Ὀδυσσείᾳ τὴν λέξιν ξ τὰ σὰ ῥάκεα δνοπαλίξεισ“, ἀντὶ τοῦ διὰ χειρὸς ἕξεις. εἴρηται δὲ παρὰ τὸ δονεῖν τὰς παλάμας δονοπαλίξαι καὶ ἐν συγκοπῇ δνοπαλίξαι
δ 255
Δνόφος · εἰς τὸ Γνόφος
δ 256
δοιάσσατο διαφέρει· ὅτι τὸ μὲν δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ σὺν τῷ ι ἐδίστασεν
δ 257
Δόγμα · τὸ δοκοῦν ἅμα ἤγουν ὁμοῦ
δ 258
Δοιάζειν · εἰς τὸ Ἀνενδοιάστως
δ 259
Δοιδυκοποιός · ὁ τὰ κοχλιάρια ποιῶν
δ 260
Δοίδυξ · παρὰ τὸ δαίω, τὸ μερίζω, δαδύσσω, τὸ ταράσσω· ἢ παρὰ τὸ δαίω, τὸ κόπτω καὶ ταράσσω, γίνεται δαδύσσω δάδυξ καὶ δοίδυξ. σημαίνει δὲ τὸν ἀλετρίβανον
δ 261
Δοῖεν Α · ἀορίστου δευτέρου εὐκτικόν· ἐκ τοῦ δίδωμι ἐδίδων, ὁ δεύτερος ἀόριστος ἔδων, δούς δόντος, δοίην, δοίημεν καὶ ἐν συγκοπῇ δοῖμεν καὶ δοῖε ν
δ 262
Δοίην · εἰς τὸ Δῴη σοι
δ 263
Δοιώ Γ · ὄνομα· ἡ εὐθεῖα τῶν ἑνικῶν δοιός. οἱ γὰρ Δωριεῖς τὴν ἀναλογίαν τὴν ἐν τοῖς ῥήμασι φυλάττοντες καὶ ἐν τοῖς ὀνόμασι πλεονάζουσι τὸ ι. γίνεται δὲ ἐκ τοῦ δέω, τὸ δεσμεύω, δοός καὶ πλεονασμῷ τοῦ ι δοιός, καὶ ἡ γενικὴ δοιοῦ· ἡ εὐθεῖα τῶν δυϊκῶν δοιώ
δ 264
Δοιώ · εἰς τὸ Δέδοικα καὶ Δύω
π 3
προσδοκῶ · ἁπλοῦν μὲν πρώτης συζυγίας τῶν περισπωμένων, σύνθετον δὲ δευτέρας. καὶ εἰς τὸ Εὐδοκῶ καὶ Καραδοκεῖν
δ 265
Δολιχόν · εἰς τὸ Δουλιχόδειρος. Γεωργίου
δ 266
Δολόμητις · παρὰ γὰρ τὸ δολῶ δολοῖς γέγονεν
δ 267
Δομεύειν · εἰς τὸ Βυσσοδομεύειν
δ 268
Δομήνικος · δός μοι καὶ νίκας
δ 269
Δομῶ · εἰς τὸ Δῶμα καὶ Θεμέλιον
δ 270
Δόνακες · κάλαμοι ἁλιευτικοὶ ἢ αὐλοί. πρότερον γὰρ ταῖς λύραις ἀντὶ κέρατος ἐτίθεσαν καλάμους. γέγονε δὲ παρὰ τὸ δονῶ, τὸ συστρέφω
δ 271
Δόναξ · παρὰ τὸ δονεῖσθαι εὐχερῶς πεφυτευμένον
δ 272
Δόντος · εἰς τὸ Δῴη σοι. Νικήτου
δ 273
Δόξα · παρὰ τὸ δοκῶ δόξω δόξα. Χοιροβοσκοῦ
δ 274
Δοξούμενοι · ἀντὶ τοῦ δοξαζόμενοι
δ 275
Δορκάς · ὅτι δέρκει μακρόθεν· ἢ ἐκ τοῦ ὀξέως δέρκειν ἤγουν ὁρᾶν
δ 276
Δόρπος · εἴρηται παρὰ τὸ ἕρπειν ἡμᾶς ἀπʼ αὐτοῦ εἰς ὕπνον
δ 277
Δόρυ Β · ἀπὸ τοῦ δρῦς δρυός δόρυ, ἐπὶ παντὸς δένδρου λεγόμενον ὑπὸ τῶν ἀρχαίων, ὡς μαρτυρεῖ τὸ δρυμός καὶ δρύφακτος. ἢ παρὰ τὸ δέρω, ὃ σημαίνει τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. ἢ ἐκ τοῦ θορῶ, ὃ σημαίνει τὸ πηδῶ, θόρυ τι ὄν καὶ δόρυ, τὸ ἐκ τῆς γῆς ἀνατρέχον· καὶ ὁ ποιητὴς ζ ἐπεὶ οὔπω τοῖον ἀνή λουθεν ἐκ δόρυ γαίησ“. ἢ ἐκ τοῦ δρῦς· οἱ γὰρ ἀρχαῖοι ἐκ δρυΐνων κατεσκεύαζον ξύλων
δ 278
Δορύξενος · εἰς τὸ Πρόξενος
δ 279
Δόσαν Α · τὸ ῥῆμα δίδωμι, ὁ δεύτερος ἀόριστος ἔδων, ἔδομεν, τὸ τρίτον κατὰ συστολὴν ἔδοσαν. ὁ κανών· οἱ γὰρ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἰσοσύλλαβον τὸ τρίτον τῶν πληθυντικῶν τῷ πρώτῳ, οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν. οὕτως καὶ ἔδομεν ἔδοσαν καὶ συναρχομένως δόσαν
δ 280
Δουλεία · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; πρός τι. καὶ πόσοι τρόποι τῆς δουλείας; τρεῖς· τὸ κατὰ δημιουργίαν ὅτι τὰ σύμπαντα δοῦλα σά“, καὶ τὸ κατὰ δικαιοσύνην ἐπειδὴ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ“· λέγεται δὲ δουλεία καὶ ἐπὶ τῶν ἀργυρωνήτων ὡς τὸ ἠγόρασα δοῦλον“
δ 281
Δούλη · ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; πρός τι. καὶ πρὸς τίνα ἔχει; πρὸς τὴν δέσποιναν
δ 282
Δουλιχόδειρος Β · παρὰ τὸ δολιχόν, τὸ μακρόν, καὶ τὸ δειρή, ὃ σημαίνει τὸν τράχηλον. τὸ λι ι. τὰ διὰ τοῦ ιχος διὰ τοῦ ι γράφεται, οἷον Σωτήριχος δόλιχος τάριχος· σημαίνει δὲ τὸν πεπασμένον ἰχθύν· πλὴν τῶν παρὰ τὸ τεῖχος, οἷον εὔτειχος καλλίτειχος. διαφέρει δὲ δόλιχος καὶ δολιχός· προπαροξύνεται ἐπὶ τοῦ ὀσπρίου, ὀξύνεται δὲ τὸ μακρόν. λοιπὸν ἐκ τοῦ δολιχόν, τὸ μακρόν, καὶ τοῦ δειρή γίνεται δουλιχόδειρος, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν γινόμενα
θ 2
θεράποντες διαφέρει παρὰ τοῖς ἀρχαίοις· δοῦλοι μὲν γὰρ καὶ τῶν ἡδονῶν λέγονται καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν, θεράποντες δὲ οἱ ὑποτεταγμένοι φίλοις, ὑφʼ ὧν θεραπεύονται οἱ προσήκοντες
δ 283
Δοῦλος · ἔστιν πᾶν τὸ δελεάζον
τ 3
τὸ ἀποδοῦναι διαφέρει· δοῦναι μὲν γάρ ἐστι τὸ χαρίσασθαι, ἀποδοῦναι δὲ τὸ τὸ κεχρεωστημένον παρασχεῖν
δ 284
Δοῦπος · παρὰ τὸ δέους ὄπας ἔχειν
δ 285
Δουρί · ἐκ τοῦ δρῦς δρυός καὶ ὑπερβιβασμῷ βαρύνεται δουρός καὶ δουρί
δ 286
Δούς · εἰς τὸ Δῴη σοι
δ 287
Δραίνω · εἰς τὸ Ἀδράνεια
δ 288
Δρακοντίας · εἰς τὸ Δίας
δ 289
Δράκων · διὰ τὸ δρᾶν κακῶς ἢ λυμαίνεσθαι. ἢ παρὰ τὸ δέρκω, τὸ βλέπω, ἐξ οὗ καὶ δορκάς, καὶ ὁ δεύτερος ἀόριστος ἔδρακον· οὕτως ἔχει καὶ τὸ ἔπαθον ἐκ τοῦ πενθῶ καὶ τὸ ἔτραπον ἐκ τοῦ τρέπω. ἔδαρκον ὤφειλεν εἶναι· ἀλλὰ διὰ τὸν κανόνα τὸν λέγοντα ὅτι ἔτι δὲ ἀπὸ μὲν βαρυτόνων θεμάτων“ καὶ τὰ ἑξῆς γίνεται ἔδρακον, καὶ Ὅμηρος Ω ἐσέδρακον ἄντην“. ἐξ αὐτοῦ δράκων
δ 290
Δρᾶμα · εἰς τὸ Ὑπόδρα. Φωτίου
δ 291
Δραμεῖν · δρέμω, δραμῶ, ὁ δεύτερος ἀόριστος ἔδραμον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 292
Δραμεῖν · τὸ θέμα ἐστὶ δρέμω, ὁ δεύτερος ἀόριστος ἔδραμον, ὁ δεύτερος μέλλων δραμῶ καὶ τὸ ἀπαρέμφατον δραμεῖν
δ 293
Δράμημα · εἰς τὸ Ἔδραμον
δ 294
Δραπέτης · ὁ τὸ δρᾶν, ἤγουν τὸ πράττειν, πετεύων, τουτέστι ἐκκλίνων
δ 295
Δρέμω · εἰς τὸ Δραμεῖν καὶ Ἔδραμον
δ 296
Δρήθω · εἰς τὸ Ἀποδαρθεῖν. Φωτίου Νικήτου
δ 297
Δρόσος · παρὰ τὸ ὕω, τὸ βρέχω, ὕσος καὶ τροπῇ τοῦ υ εἰς ο ὅσος καὶ δρόσοσ πλεονασμῷ τῶν συμφώνων· ἢ παρὰ τὸ ῥέω ῥόσος καὶ δρόσος πλεονασμῷ τοῦ δ · ἢ παρὰ τὸ Ζεύς Διός καὶ τὸ σεύω, τὸ ὁρμῶ, δίοσος καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ ρ δρόσος. βαρύνεται· τὰ εἰς ος δισύλλαβα διβράχεα βαρύνονται. Φωτίου
δ 298
Δροσούμενοι · ἔστι δρόσος καὶ ἐξ αὐτοῦ γίνεται δροσίζω καὶ δροσῶ δροσήσω· καὶ ὁ παθητικὸς δροσοῦμαι, ἡ μετοχὴ δροσούμενοι
δ 299
Δρύφακτοι · ξύλινοι θώρακες· τὰ διαφράγματα, ἢ τὰ περιτειχίσματα, ἢ αἱ τῶν δικαστηρίων θύραι, ἤγουν τὰ κάγκελλα
δ 300
Δρῶ · εἰς τὸ Ἀποδαρθεῖν καὶ Σφόδρα καὶ Ὑπόδρα
δ 301
Δυάς · παρὰ τὸ διϊέναι· μόνη γὰρ πρώτη ἡ δυὰς διΐσταται ἀπὸ τῆς μονάδος, ὅθεν οἱ Πυθαγορικοὶ τόλμαν αὐτὴν εἶπον. ἢ παρὰ τὸ διήκειν καὶ διεξιέναι. ἢ παρὰ τὸ συνδεδέσθαι τῷ α ἀριθμῷ· τὸ γὰρ ἓν ἀπολελυμένον ἐστίν· ἔστι γὰρ δώ δύω ὡσ ῥέω ῥύω χέω χύω. ἢ παρὰ τὸ διϊέναι μόνη· καὶ γὰρ ἡ δυὰς πρώτη διΐσταται ἀπὸ τῆς μονάδος. καὶ εἰς τὸ Δύω
δ 302
Δυγός · ὁ ζυγός. εἰς τὸ Ἵδρυσεν
δ 303
Δυηπαθείας · ἄνευ πόνου καὶ δυηπαθείασ“· κακοπαθείας, δυστυχίας· δύη γὰρ ἡ κακοπάθεια, λύη τις οὖσα, ἡ λύουσα τὰ μέλη. ὅθεν καὶ δοῦλος, ὁ δυστυχῶς καὶ κακῶς πάσχων, δύηλός τις ὤν
δ 304
Δύμεναι Γ · ἀορίστου δευτέρου καὶ μέλλοντος. τὸ ῥῆμα δῦμι τετάρτης συζυγίας τῶν εἰς μι. ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, οἷον δύω δῦμι
δ 305
Δῦναι Γ · τὸ ῥῆμα δύνω ἐκ τοῦ δύω, ὁ παρακείμενος δέδυκα, ὁ παθητικὸς δέδυσμαι καὶ ὄνομα ῥηματικὸν δυσμή καὶ δυσμαί, ὅπου ἐξέρχεται καὶ ὑπεισδύνει ὁ ἥλιοσ. Φωτίου Νικήτου
δ 306
Δυνάστης · παρὰ τὸ δυνάζω, ὁ μέλλων δυνάσω, δεδύνακα, δεδύνασμαι, δεδύνασαι, δεδύνασται καὶ ἐξ αὐτοῦ δυνάστης· καὶ κλίνεται δυνάστου
δ 307
Δύνω · εἰς τὸ Πίνω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 308
Δύνωνται · ἀπὸ τοῦ δύνημι, οὗ τὸ παθητικὸν δύναμαι καὶ τὸ ὑποτακτικὸν ἐὰν δύνωμαι. καὶ ὤφειλεν εἶναι ἐὰν δυνῶμαι ὡς τιθῶμαι· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα εὑρεθῇ ὁ ἐνεστὼς τῶν εἰς μι ἐν χρήσει, τότε προπερισπῶνται τὰ ὑποτακτικά, οἷον τίθημι ἐὰν τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι· ἡνίκα δὲ ὁ ἐνεστὼς οὐχ εὑρίσκεται ἐν χρήσει, τότε προπαροξύνονται, οἷον δύνημι ἐὰν δύνωμαι. τὸ γὰρ δύνημι ἐν χρήσει οὐχ εὑρίσκεται. λοιπὸν τὸ πληθυντικὸν δυνώμεθα καὶ τὸ τρίτον δύνωνται
δ 309
Δυσαλθές · τὸ δυσίατον· ὄνομα οὐδέτερον. τὸ ἀρσενικὸν ὁ δυσαλθής. γίνεται ἐκ τοῦ δύς καὶ τοῦ ἄλθω, τὸ θεραπεύω· τοῦτο ἐκ τοῦ ἄλδω, τὸ αὔξω· τὸ γὰρ ὑγιὲς αὔξεται
δ 310
Δύσεριν · φιλόνεικον· παρὰ τὸ δύς, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν
δ 311
Δυσκάθεκτον · ἔστι ἔχω, τὸ κρατῶ, ὁ μέλλων ἕξω, ὁ παθητικὸς παρακείμενος ἧγμαι, τὸ τρίτον ἧκται καὶ ἐξ αὐτοῦ ἑκτός καὶ μετὰ τῆς κατά προθέσεως καθεκτός, καὶ μετὰ τοῦ δύς μορίου δυσκάθεκτος, ὁ ἀκράτητος. ἐκ δὲ τοῦ δύς καὶ τοῦ θεός γίνεται δύσθεος. ἢ παρὰ τὸ κατέχω καθέξω καθεκτός καὶ μετὰ τοῦ δύς μορίου δυσκάθεκτος, ἤγουν ἡ μὴ κρατουμένη
δ 312
Δύσκολος · παρὰ τὸ δύς μόριον, ὃ σημαίνει τὸ κακόν, καὶ τὸ κολλῶ· ὁ δυσκόλως τινὶ κολλώμενος. Χοιροβοσκοῦ
δ 313
Δυσμενής · παρὰ τὸ δύς μόριον καὶ τὸ μένος, ὃ σημαίνει τὴν δύναμιν. καὶ εἰς τὸ Ἐχθρός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 314
Δυσμῶν · ἡ εὐθεῖα δυσμή. γίνεται παρὰ τὸ δύνημι· τοῦτο παρὰ τὸ δύω· ὁ παρακείμενος δέδυκα, ὁ παθητικὸς δέδυσμαι καὶ ὄνομα ῥηματικὸν δυσμή καὶ δυσμῶν
δ 315
Δυσπειθής ἀπειθοῦς διαφέρει· ὁ μὲν γὰρ δυσπειθὴς δυσκόλως δέχεται τὸν πιστικὸν λόγον, ὁ δὲ ἀπειθὴς ἀποκρούεται καὶ οὐδʼ ὅλως πείθεται
δ 316
Δύστηνος · παρὰ τὸ στένειν ἐπεκτάσει τοῦ ε εἰς η
δ 317
Δυσχερής · εἰς τὸ Εὐχερῶς
δ 318
Δυφόρος · εἰς τὸ Ἀσύφηλον καὶ Ἀφροδίτη
δ 319
Δύφρος · εἰς τὸ Χειμέριαι
δ 320
Δύω · Γ αὐτὰρ ὃ δοῦρε δύω“. ὧδε γράφεται διὰ τὸ μέτρον μέγα· κοινῶς μὲν γὰρ διὰ τοῦ ο μικροῦ, Ἀττικῶς δὲ διὰ τοῦ ω μεγάλου. καὶ ποῖόν ἐστιν ἀναλογώτερον; τὸ διὰ τοῦ ω μεγάλου, ἐπειδὴ ἐμάθομεν, ὅτι τρία εἰσὶ τελικὰ τῶν δυϊκῶν στοιχεῖα, α ε ω. τούτου χάριν ἀναλογώτερόν ἐστι διὰ τοῦ ω μεγάλου καὶ οὐ διὰ τοῦ ο μικροῦ
δ 321
Δύω · παρὰ τὸ συνδεδέσθαι ἑτέρῳ ἀριθμῷ. καὶ γράφεται τὸ δυ ψιλὸν καὶ δίφθογγον· ὅταν βαρύνηται, γράφεται διὰ τοῦ υ ψιλοῦ καὶ τοῦ ο μικροῦ, ὅτε δὲ ὀξύνεται, γράφεται διὰ διφθόγγου καὶ διὰ τοῦ ω μεγάλου. γίνεται δὲ τὸ δοιώ τὸ διὰ διφθόγγου, ἐκ τοῦ δύο, τοῦ διὰ τοῦ υ ψιλοῦ, πλεονασμῷ τοῦ ο καὶ τροπῇ τοῦ υ εἰς ι. καὶ εἰς τὸ Ἄδυτα
δ 323
Δῶ · εἰς τὸ Ἵημι καὶ Πίπτω. Γεωργίου
δ 324
Δώδεκα · παρὰ τὸ δυόδεκα τοῦ υ καὶ ο εἰς ω μέγα κραθέντων γέγονε δώδεκα
δ 325
Δωδέκατος · παρὰ τὸ δύο καὶ τὸ δέκα γίνεται δυοδέκατος καὶ κατὰ κρᾶσιν δωδέκατος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 326
Δῴη σοι · εὐκτικὸν ῥῆμα ἀορίστου δευτέρου. ἔστι δίδωμι, ὁ μέλλων δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, ἡ μετοχὴ δούς δόντος, καὶ τὸ εὐκτικὸν δοίην καὶ ἐπαυξήσει τοῦ ο εἰς ω μέγα δῴην, καὶ μένει τὸ ι προσγεγραμμένον
δ 327
Δῶμα · παρὰ τὸ δομῶ, τὸ οἰκοδομῶ. τὸ δὲ δομῶ παρὰ τὸ δέμω· τὰ γὰρ εἰς ω λήγοντα ῥήματα βαρύτονα τῷ ε παραληγόμενα, ἡνίκα περισπασθῶσι, τρέπουσι τὸ ε εἰς ο. Φωτίου
δ 328
Δῶρον · παρὰ τὸ δωρεῖσθαι ἡμᾶς τῇ χειρί. ἢ δωρεά
δ 329
Δώς · ὄνομα θηλυκόν. ἔστι δὲ ἄκλιτον, ἐπειδὴ τὰ εἰς ως θηλυκὰ μονοσύλλαβα κύριά εἰσι καὶ περισπώμενα· ἐπειδὴ δὲ τὸ δώς θηλυκὸν ὂν οὐκ ἔστι κύριον οὐδὲ περισπώμενον, ἀλλὰ μᾶλλον ὀξύτονον, τούτου χάριν ἔμεινεν ἄκλιτον
δ 330
Δώς · παρὰ τὸν δώσω μέλλοντα κατὰ ἀποκοπὴν τοῦ ω. δεῖ γινώσκειν ὅτι ἐν τοῖς θηλυκοῖς ἄκλιτόν ἐστι τὸ δώς, ὃ σημαίνει τὴν δόσιν, οἷον δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα“. ἄκλιτον δέ ἐστι, ἐπειδὴ τὰ εἰς ως θηλυκὰ μονοσύλλαβα καὶ περισπᾶται καὶ κύριά εἰσιν, οἷον ἡ Κῶς τῆς Κῶ, ἡ Κρῶς τῆς Κρῶ· ἐπεὶ δὲ τὸ δώς θηλυκὸν ὂν. ἐγράφη. Ὁμήρου
δ 331
Δῷσι Α · δίδωμι, δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, τὸ ὑποτακτικὸν ἐὰν δῶ δῷς δῷ, πλεονασμῷ τῆς σι συλλαβῆς ἐὰν δῷσι, ὥσπερ ἐὰν ἔχῃ ἔχῃσι, ἐὰν δὲ εἴπῃ εἴπῃσι· τρίτου προσώπου εἰσίν
δ 332
Δῷσι Α · ἐκ τοῦ δίδωμι· ὑποτακτικοῦ χρόνου ἀορίστου δευτέρου καὶ μέλλοντος. ὁ δεύτερος ἀόριστος ἔδων, τὸ ὑποτακτικὸν ἐὰν δῶ δῷς δῷ καὶ κατʼ ἐπέκτασιν τῆς σι συλλαβῆς δῷσι, τὸ πληθυντικὸν ἐὰν δῶμεν δῶτε. Γεωργίου
δ 333
Δωτήρ · ἀπὸ τοῦ δοτήρ τοῦ ο μικροῦ ἐκταθέντος εἰς ω μέγα δωτήρ. Γεωργίου
δ 334
Δωτίνη · ἀπὸ τοῦ δώσω μέλλοντος γέγονε δωσίνη καὶ κατὰ τροπὴν τοῦ ς εἰς τ δωτίνη· ἢ ἀπὸ τοῦ δέδοται γέγονε δοτός, καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ο καὶ τροπῇ τοῦ ο εἰς ω δωτίνη διὰ τοῦ ω μεγάλου. Ε
ε 9
Ἕ · δασυνόμενον καὶ ἐγκλινόμενον δηλοῖ ἀντωνυμίαν τρίτου προσώπου πτώσεως αἰτιατικῆς αὐτόν, Δ οἵ ἑ μέγαν περ ἐόντα“· ὀρθοτονούμενον δὲ πάλιν τρίτου δηλοῖ ἑαυτόν, Ψ κάλεον δέ μιν εἰς ἓ ἕκαστοσ“
ε 11
Ἑάλω · ἐλήφθη, αἰχμαλωτίσθη· ἔστι ῥῆμα ἁλῶ, ὃ σημαίνει τὸ πορθῶ, ἐξ αὐτοῦ παράγωγον εἰς μι ἅλωμι, ὁ μέλλων ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων, τὸ τρίτον ἥλω καὶ διαλύσει τοῦ η εἰς ε καὶ α ἑάλω
ε 12
Ἐάλη · ἐπλανήθη· παρὰ τὸ στέρησιν ἔχειν τοῦ λῶ· οἱ γὰρ πλανώμενοι οὐχ ὧν θέλουσι τυγχάνουσι
ε 13
Ἑανόν · τὸν ἐνδυτήριον πέπλον· παρὰ τὸ ἕσσασθαι. Ὁμήρου
ε 14
Ἑανοῦ Γ · λεπτοῦ ἱματίου· ἔστιν ἕω, τὸ ἐνδύομαι, ἑανός. τὸ α μακρὸν καὶ βραχὺ κατὰ ποιητικὴν ἄδειαν. ἔστι γένους ἀρσενικοῦ. Σελεύκου
ε 15
Ἔαρ · ἀπὸ τοῦ τὰ συνεχόμενα τῷ χειμῶνι καὶ μεμυκότα τότε προϊέναι καὶ αὔξεσθαι· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ ἐὰ ὀρούειν. καὶ εἰς τὸ Εἶαρ
ε 16
Ἔασιν Β ·. ῥῆμα τῶν εἰς μι · Ἰωνικῶς. ὁ κανών · ταῦτα δὲ τὰ τρίτα“. ἔστι δὲ ἐκ τοῦ εἰμί εἶς ἐστί, τὸ πληθυντικὸν εἰμέν ἐστέ εἰσί, τὸ Ἰωνικὸν ἔασιν
ε 17
Ἕαται Γ ·. ῥῆμα τῶν εἰς μι παθητικοῦ ἐνεστῶτος. εἰώθασιν οἱ ποιηταὶ ἐπὶ τοῦ κεῖνται καὶ ἧνται ποιεῖν ὡς ἀπὸ περισπωμένου τὸ Ἰωνικόν· ἕεμαι γάρ ἐστι καὶ κράσει ἧμαι ἧται καὶ ἧνται καὶ Ἰωνικῶς ἕαται. ὁ κανών · οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται.“ οὕτω κεῖνται κέαται καὶ πλεονασμῷ τοῦ ι κείαται· Ω δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.“ καὶ εἰς τὸ Εἴαται
ε 18
Ἑάφθη Ν ·. παρὰ τὸ ἕπω ἥφθην, καὶ διαιρέσει τοῦ η ἑάφθη. Γεωργίου
ε 19
Ἑβδομήκοντα · ἐκ τοῦ ἕβδομος γέγονεν. ὤφειλε γὰρ εἶναι ἑβδομόκοντα διὰ τοῦ ο · ἀλλʼ ἐπειδὴ τὰ εἰς κοντα λήγοντα ἀριθμητικὰ οὐ θέλουσι προπαραλήγεσθαι τῷ ε ἢ τῷ ο ἐξ ἀνάγκης ἔτρεψεν τὸ ο εἰς η καὶ γέγονεν ἑβδομήκοντα. ὡσαύτως καὶ ἀπὸ τοῦ ὄγδοος ὀγδοήκοντα τὸν αὐτὸν τρόπον. τὸ δὲ ἑξήκοντα, ἀπὸ τοῦ ἑξάκις γέγονε τροπῇ Ἰωνικῇ τοῦ α εἰς η ἑξήκοντα. τὸ δὲ ἐνενήκοντα ἀπὸ τοῦ ἐννέα ἐννεάκοντα καὶ κατὰ ὑπερβιβασμὸν ἐνενάκοντα ὤφειλεν εἶναι· ἀλλʼ ἐπειδὴ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τῷ η προπαραλήγονται, τούτου χάριν κατὰ συνεκδρομὴν γέγονεν ἐκείνων καὶ ἔτρεψε τὸ α εἰς η ὡς ὀγδοήκοντα καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα· οὕτως καὶ ἐνενήκοντα
ε 20
Ἕβδομος · ἐκ τοῦ ἑπτά ἕπτομος καὶ κατὰ τροπὴν τοῦ π εἰς β καὶ τοῦ τ εἰς δ ἕβδομος
ε 21
Ἐβραγχίασεν · ἀπὸ τοῦ βρέχω γίνεται βρόχος καὶ βρόχιον, τὸ συνεχῶς βρεχόμενον· ἐξ οὗ καὶ βράχος, τὸ τῆς θαλάσσης. καὶ λοιπὸν ἐκ τοῦ βρόχος γίνεται πλεονασμῷ τοῦ γ βρογχιάζω καὶ τροπῇ τοῦ ο εἰς α βραγχιάζω βραγχιάσω καὶ ἐβραγχίασα
ε 22
Ἐγγέγατον · κ ἄμφω δʼ ἐγγέγατον φαεσιμβρότου Ἠελίοιο“· μέσου παρακειμένου τρίτου προσώπου τῶν δυϊκῶν. ἔστι ἀπὸ τοῦ γείνω, ὁ μέσος παρακείμενος γέγονα, ὡς κείρω κέκορα, καὶ τὸ δυϊκὸν γεγόνατον καὶ ἐν συγκοπῇ γέγατον καὶ μετὰ τῆς ἔν προθέσεως ἐγγέγατον
ε 23
Ἐγγίζω · ἐκ τοῦ ἐγγύς. τοῦτο παρὰ τὴν ἔν πρόθεσιν καὶ τὸ γῆ· κυρίως ὁ πλησίον τινὸς ὑπάρχων. Ὁμήρου
ε 24
Ἐγγυαλίζω Β ·. ἔστι γῶ, τὸ χωρῶ καὶ δέχομαι· τοῦτο κατὰ παραγωγὴν γύω καὶ ἐξ αὐτοῦ γυῖα, τὰ μέλη. ἔστι οὖν γυῖον κατὰ παραγωγὴν γυΐζω καὶ ἐγγυΐζω καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς, ὡς τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκιον καὶ ἐνείκιον καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἐναλίγκιον, οὕτω καὶ τοῦτο. κυρίως δὲ λέγεται ἐγγυαλίζειν τὸ εἰς χεῖρα δοῦναί τι καὶ παρασχεῖν. καὶ εἰς τὸ Ἐγγυῶμαι
ε 25
Ἐγγύη ·. παρὰ τὸ γῶ, τὸ λαμβάνω, γύω καὶ ἐγγυᾶσθαι καὶ ἐγγύη
ε 26
ἐγγυᾶται διαφέρει· ἐγγυᾷ μὲν γὰρ ὁ διδούς, ἐγγυᾶται δὲ ὁ λαμβάνων
ε 27
Ἐγγύς ·. ἐπίρρημα τοπικόν. ποίας σχέσεως τῶν τοπικῶν; τῆς ἐν τόπῳ. ἐκ τοῦ ἐγγίζω ἐγγίσω ἐγγίς, καὶ ὡς Ἀφροδύτη Ἀφροδίτη, εἰώθασι γὰρ πάλιν τὸ ι μεταβάλλειν εἰς υ διὰ τοῦτο ἐτράπη τὸ ι εἰς υ καὶ ἐγένετο ἐγγύς
ε 28
Ἐγγυῶ · σημαίνει τὸ ἀντιφωνῶ καὶ οἰκειῶ, καὶ ἔστι δευτέρας τῶν περισπωμένων. Σελεύκου
ε 29
Ἐγγυῶμαι · οἷον ἐν χερσὶ φυλάττω· ὅθεν ἐγγυαλίξαι, τὸ ἐγχειρίσαι καὶ δοῦναι. κυρίως δὲ ὁ τὸ ὑποκείμενον ἀνέπαφον παρεχόμενος. Γεωργίου Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 30
Ἐγείρω · παρὰ τὸν ἐγερῶ μέλλοντα γέγονεν· οἱ Αἰολεῖς δὲ ἐγγέρρω λέγουσιν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 31
Ἐγκάθηται ·. ἔστι ἕω, τὸ καθέζομαι, ἐξ αὐτοῦ παράγωγον εἰς μι ἕημι, τὸ παθητικὸν ἕεμαι ἧμαι, τὸ δεύτερον ἕεσαι ἧσαι, τὸ τρίτον ἕεται ἧται, καὶ μετὰ τῆς κατά προθέσεως καταῆται, καὶ ἐν συγκοπῇ κατῆται, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ μετὰ τῆς ἔν προθέσεως ἐγκάθηται. καὶ ὤφειλε ν γράφεσθαι· ἀλλὰ πᾶσα συλλαβὴ πρὸ τοῦ γ ἢ κ ἢ χ ἢ ξ οὐ δέχεται ν ἀλλὰ γ οἷον ἄγγελος ἄγκυρα ἔγχος σφίγξ. Διὰ τί ἐπὶ μὲν τοῦ ἧται τὰ δύο εε εἰς η κιρνῶνται, ἐπὶ δὲ τοῦ κεῖται εἰς τὴν ει δίφθογγον; ἐπειδὴ ἡ ἄρχουσα αὐτῶν ἐστιν ἡ αἰτία· τὸ μὲν γὰρ ἀπὸ συμφώνου ἄρχεται, τὸ δὲ ἀπὸ φωνήεντος. προπαροξύνεται· πᾶν παθητικὸν εἰς μαι λῆγον ἀπὸ τῶν εἰς μι κεκλιμένων ἐν τῇ συνθέσει τρίτην ἀπὸ τέλους ποιεῖται τὴν ὀξεῖαν, οἷον κεῖμαι ἀπόκειμαι, ἧμαι κάθημαι, τὸ δεύτερον κάθησαι, τὸ τρίτον κάθηται καὶ μετὰ τῆς ἔν προθέσεως ἐγκάθηται
ε 32
Ἐγκαλῶ · ἔγκλησιν εἰσάγω καὶ καταδίκην
ε 33
Ἐγκάρσιον · πλάγιον. παρὰ τὸ κείρω ῥῆμα, ὃ σημαίνει τὸ κόπτω, ὁ μέλλων κέρσω Αἰολικῶς, ἐξ αὐτοῦ κέρσιος καὶ ἐγκάρσιος κατὰ τροπὴν τοῦ ε εἰς α. Νικήτου
ε 34
Ἔγκατον · παρὰ τὸ ἔσω κεῖσθαι. ἢ παρὰ τὴν ἔν πρόθεσιν καὶ τὸ κάτω ἐπίρρημα· ἔγκατον γάρ ἐστι διότι κάτω φέρεται πᾶν τὸ τρωγόμενον
ε 35
Ἐγκέλαδος · ἤτοι ἦχον ἐν τῇ κινήσει τῇ πολεμικῇ ἀποτελοῦσα, ἢ ἐγκελευομένη, ἢ ἀπὸ τοῦ Ἐγκελάδου τοῦ γίγαντος
ε 36
Ἐγκέφαλος · παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ. τί δέ ἐστιν ἐγκέφαλος; λευκὸς καὶ μαλακός, ὥσπερ ἐξ ἀφροῦ τινος πεπηγώς, θερμὸς καὶ ὑγρός
ε 37
Ἐγκονεῖν · εἰς τὸ Διάκονος
ε 38
Ἐγκώμιον · παρὰ τὸ ἐν κώμαις ᾄδεσθαι. κώμας δὲ ἔλεγον οἱ παλαιοὶ τοὺς στενωποὺς καὶ τὰ ἄμφοδα. τὴν γὰρ νύκτα ἤρχοντό τινες καὶ ἔλεγον ὅστις ἐποίει κακὰ πράγματα καὶ ἐκακολόγουν αὐτούς. καὶ εἰς τὸ Ἔπαινος καὶ Ὕμνος
ε 39
Ἐγρεκύδοιμος · ἡ ἐγείρουσα κυδοιμόν τοῖς ἐναντίοις
ε 40
Ἔγρετο Β · βαρυτόνως· ἐκ τοῦ ἐγείρω συγκοπῇ ἔγρω ἔγρομαι ἐγρόμην. Εὐλογίου
ε 41
Ἐγρήγορθα · πόθεν; ἀπὸ τοῦ ἐγρηγορῶ ἐγρηγορήσω καὶ ἐγρηγόρηκα καὶ ὁ μέσος ἐγρήγορα· ἐνδεῖ γὰρ μιᾷ συλλαβῇ τοῦ ἐνεργητικοῦ εἰς τὸν μέσον παρακείμενον τὰ ἀπὸ περισπωμένων· καὶ προσθέσει τοῦ θ ἐγρήγορθα. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ε 42
Ἐγρήγορος · ἐκ τοῦ ἐγρηγορῶ. τοῦτο δὲ ἐκ τοῦ ἐγείρω, ὁ μέλλων ἐγερῶ, καὶ τροπῇ τοῦ ε εἰς ο ἐγορῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν γρεγορῶ, καὶ πλεονασμῷ τοῦ ε ἐγρεγορῶ, καὶ τροπῇ τοῦ ε εἰς η ἐγρηγορῶ
ε 43
Ἐγχειΐδιον · εἰς τὸ Λείριον
ε 44
Ἐγχείῃσιν Γ · ἡ εὐθεῖα ἐγχεία, καὶ ὤφειλε προπαροξύνεσθαι· τὰ γὰρ διὰ τοῦ εια ἐπὶ πραγμάτων ταττόμενα προπαροξύνεται, οἷον Ἀμάλθεια· ἔστι δὲ ἡ αἲξ ἡ τρεψαμένη τὸν Δία· καὶ ὑπώρεια. τὸ δὲ ἐγχεία ποιητικῶς ἐξετάθη. γίνεται ἐκ τοῦ ἔγχος ἔγχεα, ὡς ἰτέα συκέα, καὶ πλεονασμῷ τοῦ ι ἔγχεια. τὸ χει δίφθογγον, διότι ἀνεφάνη τὸ ε ἐν τῷ ἔγχεα, ὥσπερ τὸ ἐλεγχείη· σημαίνει δὲ τὸ ὄνειδος· Χ Πουλυδάμας μοι ἔπειτα ἐλεγχείην ἀναθήσει.“ οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α ὡς ἐν τῷ ἱέρεια καὶ ἱερεία, ἐναλλαγὴν μὲν τοῦ τόνου ποιοῦσι, φυλάττουσι δὲ τὴν γραφήν, οἷον ἐγχεία ἐλεγχεία. Γεωργίου
ε 45
Ἐγχειρίδιον · παρὰ τὸ χείρ χειρός χειρίδιον καὶ ἐγχειρίδιον. σημαίνει δὲ β· τὸ μικρὸν βιβλίον, καὶ γίνεται ὡς προείπομεν· σημαίνει δὲ καὶ τὸ μικρὸν ξίφος, καὶ γίνεται παρὰ τὸ ἔγχος ἔγχεος ἐγχείδιον καὶ ἐγχειρίδιον, οἱονεὶ τὸ τοῦ ἔγχους ἴδιον
ε 46
Ἐγχεσπάλος Β · ὄνομα ἐκ τοῦ ἔγχος καὶ τοῦ πάλλω, τὸ κινῶ· διαθέσεως ἐνεργητικῆς. διὰ τί; τὰ εἰς ος σύνθετα εἰς ἐνέργειαν καὶ εἰς πάθος ἀναλυόμενα δύο τόνους ἐπιδέχονται
ε 47
Ἔγχος ·. παρὰ τὸ ἔχω ἔχος καὶ ἔγχος
ε 48
Ἐγχρίπτουσα · προστρίβουσα, προσπελάζουσα, προσεγγίζουσα, οἱονεὶ τοῦ χρωτὸς προσαπτομένη· παρὰ τὸ χρώς καὶ τὸ ἅπτω, ὃ σημαίνει τὸ ἐφάπτεσθαι. ἢ παρὰ τὸ ἐν χρῷ, ὅ ἐστιν εἰς χρῶτα, πάνυ ἐγγὺς ὥστε καὶ ἐφάπτεσθαι· ἐγχρῶ οὖν ἐγχραύω, ἐγχραύπτω καὶ ἐγχρίπτω ἐκβολῇ τοῦ α καὶ τροπῇ τοῦ υ εἰς ι
ε 49
Ἐγχρῷ · εἰς τὸ Ἐν χρῷ
ε 50
Ἐγώ Γ · ἀσύναρθρον. διὰ τί; ἐπειδὴ αἱ μὲν ἀντωνυμίαι πρώτην δεῖξιν σημαίνουσι· τὰ δὲ ἄρθρα ἀναφορὰν δηλοῦσιν· ἀναφορὰ δέ ἐστιν ἐγνωσμένου καὶ ἀπόντος τινὸς ἀναπόλησις. ἡ δὲ ἀντωνυμία πρώτην δεῖξιν δηλοῖ· ἐναντία γάρ ἐστιν ἡ δεῖξις τῇ ἀναφορᾷ
ε 51
Ἐγών Γ · ἡ Δωριέων διάλεκτός ἐστιν ἡ προσλαμβάνουσα τὸ ν · καὶ τὴν σύ ἀντωνυμίαν τύν λέγουσι μετὰ τοῦ ν ὅπερ προσθέσει τοῦ η γίνεται τύνη· ᾗ καὶ ὁ ποιητὴς ἐκκλίνων τὴν χασμωδίαν τῶν φωνηέντων εἶπεν τὸ ἐγών μετὰ τοῦ ν
ε 53
Ἑδανόν · τὸ ἡδύ· παρὰ τὸ ἥδω καὶ ἥδομαι ἥδυνον. ἢ παρὰ τὸ ηεδανόν
ε 55
Ἔδδεισεν Α · δείω, τὸ φοβοῦμαι, ἐξ οὗ καὶ δέος, ὡσ κλείω, τὸ δοξάζω, κλέος· δείω καὶ ὁ μέλλων δείσω, ἔδεισα καὶ πλεονασμῷ τοῦ δ ἔδδεισα. ἢ ὡς ἀπὸ περισπωμένου δειδῶ δειδήσω, ἐδείδησα καὶ ἔδδεισα ὑπερβιβασμῷ τοῦ δ καὶ ἀποβολῇ τοῦ η
ε 56
Ἐδεδέατο · εἰς τὸ Ξυνεδεδέατο. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ε 57
Ἔδειξεν · ἀορίστου πρώτου. σημαίνει γ· τὴν ἀπόδειξιν διὰ τῆς ει καὶ τὸ δάκνω διὰ τοῦ η καὶ τὸ βάλλω διὰ τοῦ ι. εὕρηνται δὲ ἐν τοῖς Ἐπιμερισμοῖς
ε 58
Ἐδελέατρος · εἰς τὸ Ἐλέατρος
ε 59
Ἐδεξιοῦτο · εἰς τὸ Δέκτο καὶ Δεξιῶ
ε 60
Ἔδεσσα · πόθεν ἐκλήθη; παρὰ τὸ ἔδαφος· ἡ πολλάκις ὑπὸ Σκιρτοῦ τοῦ ποταμοῦ ἐδαφισθεῖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 61
Ἔδεσμα · ἔδω, τὸ ἐσθίω· ὅθεν καὶ ὀδούς ὀδόντος· ὁ παθητικὸς ἔδομαι, τὸ τρίτον ἔδεται καὶ κατέδεται. καὶ ἐξ αὐτοῦ περισπώμενον ἐδῶ, ἐδέσω, ἤδεκα, ἤδεσμαι καὶ ἐξ αὐτοῦ ἔδεσμα, τὸ εἰς βρῶσιν ἐπιτήδειον. καὶ εἰς τὸ Σκεδάζω
ε 62
Ἐδεστόν · εἰς τὸ Σκεδάζω
ε 63
Ἐδήδοκα · παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ὁ μέσος παρακείμενος ἦδα καὶ ὁ Ἀττικὸς ἔδηδα, ἐξ οὗ τὸ Ρ λέων κατὰ ταῦρον ἐδηδώσ“· τούτου ὁ ἐνεργητικὸς παρακείμενος ἦκα, ὁ Ἀττικὸς ἔδηκα· καὶ ἐπειδὴ οὐκ ἔχει ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ δο συλλαβὴ καὶ ἐγένετο ἐδήδοκα
ε 64
Ἕδνον ·. παρὰ τὸ ἥδω ἥδανον ἕδνον· ἥδονται γὰρ ἐν αὐτῷ αἱ κοῦραι
ε 65
Ἔδομεν · εἰς τὸ Δόσαν
ε 66
Ἔδοσαν · εἰς τὸ Δόσαν
ε 67
Ἔδοσο · εἰς τὸ Ἀπέδου
ε 69
Ἕδρα · εἰς τὸ Ἐνέδρα καὶ Συνεδριάζω
ε 70
Ἔδραμον · ἰστέον ὅτι τὸ ἔδραμον ἀπὸ τοῦ δρέμω ἐστίν, ἐπεὶ τὸ ῥηματικὸν ὄνομα πιστοῦται τὸ δρόμος, ὡς βρέμω βρόμος· οὕτως οὖν καὶ δρέμω δρόμος. ὁ δὲ Ἡρωδιανός φησιν, ὅτι δύναται εἶναι ἀπὸ τοῦ δραμῶ περισπωμένου, ἐξ οὗ καὶ Μένανδρος ἐδεδράμηκά σοι δρόμον οἷον οὐδεὶς πώποτε“ καὶ ὄνομα ῥηματικὸν δράμημα
ε 71
Ἐδρύφθη · τὸ ἐξύσθη· παρὰ τὸ λεπίζεσθαι τὴν δρῦν ἡ μεταφορά. ζήτει
ε 72
Ἔδω · εἰς τὸ Ἔδεσμα καὶ Ἐδήδοκα καὶ Εἶδαρ καὶ Εὗδον καὶ Κεδάζω καὶ Κήδω καὶ Περιπέζια
ε 73
Ἔδων · εἰς τὸ Δῴη σοι
ε 74
Ἐείκοσι εἰς τὸ Εἴκοσι
ε 75
Ἔειπεν Β · ψιλοῦται. τὸ ε πρὸ φωνήεντος πλεονάζον ψιλουμένου μὲν αὐτοῦ συμψιλοῦται, οἷον οἶκα ἔοικα, δασυνομένου δὲ συνδασύνεται, οἷον ὥρων ἑώρων. ὁ δὲ Ἡρωδιανός · τὰ πλεονάσαντα φωνήεντα ἐν λέξεσι ταῖς ἀπὸ φωνήεντος δασυνομέ νου ἀρχομέναις μεταληπτικὰ γίνεται τοῦ δασέος πνεύματος, οἷον ἥνδανεν ἑήνδανεν“
ε 77
Ἐεισαμένη Γ · εἴδω, εἴσω, ἔσεισα· ψιλοῦται. τὸ ε πρὸ φωνήεντος πλεονάσαν καὶ τὰ ἑξῆς. Ὁμήρου
ε 78
Ἐέλδωρ Α ·. ἔλδω, τὸ ἐπιθυμῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω κατὰ μετάθεσιν τοῦ κ εἰς δ · εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλκεται. ἐκ τοῦ ἔλδω ἐέλδωρ πλεονασμῷ τοῦ ε. ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἕλωρ καὶ ἔλδωρ καὶ πλεονασμῷ τοῦ ε ἐέλδωρ, παρὰ τὸ πρὸς ἑαυτὸν ἕλκειν τὸ ἐπιθυμούμενον
ε 79
Ἐέος · εἰς τὸ Εὐεργέτης
ε 80
Ἐέρση ·. παρὰ τὸ ἄρσαι, ὅ ἐστι ποτίσαι· ποτίζει γὰρ τὰ φυτά. Ὁμήρου
ε 81
Ἑζόμενος · ἐκ τοῦ ἕζω· τοῦτο ἐκ τοῦ ἕω, τὸ καθέζομαι
ε 82
Ἕζω · εἰς τὸ Ἐμπεδῶσαι καὶ Μέδων. Ὁμήρου
ε 83
Ἕηκεν Α · ἔπεμψεν· καὶ ἔστι παρὰ τὸ ἱῶ, τὸ πέμπω, ἵημι, ἥσω, ἧκα ὁ ἀόριστος καὶ πλεονασμῷ τοῦ ε ἕηκα ἕηκεν ἕημι ἥσω
ε 84
Ἔην ·. ἔστιν ἔω, ὁ μέλλων ἔσω, ὁ παρατατικὸς ἦον ἦες ἦε καὶ ἦεν· τὸ ν ἐφελκυστικόν· καὶ κράσει ἦν καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς ἔην
ε 85
Ἕης · εἰς τὸ Ὅου. Γεωργίου
ε 86
ἑταίρω · παρὰ τὸν ἐθαρῶ καὶ ἑταρῶ μέλλοντα οὐκ ἔχουσιν. Γεωργίου
ε 87
Ἔθειρα · σημαίνει δὲ τὴν τρίχα· ἀπὸ τοῦ ἐθείρω γέγονεν, οἱονεὶ ἡ ἐξ ἔθους ἐπιφοιτῶσά τινι
ε 88
Ἔθειρα · παρὰ τὸ ἐξ ἔθους ἐπιμελεῖσθαι· σημαίνει δὲ τὴν τρίχα. καὶ εἰς τὸ Ἐπενήνοθεν
ε 89
Ἐθελοκακήσας · ἑκουσίως τὸ κακὸν ἐκλεξάμενος. Νικήτου Ὁμήρου
ε 90
Ἕθεν Γ ·. ποίου εἴδους; τῶν πρωτοτύπων. οἱ μὲν νέοι κατὰ διάλυσιν ποιοῦσιν ἐκ τοῦ σοῦ σέο σέοθεν καὶ κατὰ συγκοπὴν καὶ ἀποβολῇ τοῦ ς ἕθεν· ὁ δὲ Ἡρωδιανὸς ἐκ τοῦ ἐμέ σέ ἕ τρίτου προσώπου κατʼ ἐπέκτασιν τῆς θ εν. Νικήτου
ε 91
Ἐθρόησεν · τὸ θέμα θροῶ, ὁ μέλλων θροήσω, ὁ πρῶτος ἀόριστος ἐθρόησα καὶ τὸ τρίτον ἐθρόησεν. τοῦτο δὲ παρὰ τὸ θρόος. ἐξ αὐτοῦ γίνεται θροΐζω ἤγουν τὸ ἐκπλήττω, οὗ ὁ μέλλων θροΐσω, ὁ παρακείμενος τεθρόϊκα, ὁ παθητικὸς τεθρόϊσμαι καὶ τεθροϊσμένος. ἐκ δὲ τοῦ θρόος μετὰ τοῦ στερητικοῦ α ἀθρόος. τὸ δὲ θρόοσ ἐκ τοῦ θορῶ, τὸ πηδῶ· τοῦτο παρὰ τὸ θέρω, τὸ θερμαίνω
ε 92
Ἔθω · εἰς τὸ Εἴωθα καὶ Ἐπενήνοθεν. Εὐλογίου
ε 93
Εἰ · τὸ σὺ εἶ ἀπὸ τοῦ ἔομαι τοῦ παθητικοῦ ἐστι· τὸ δεύτερον ἔῃ· καὶ τὰ παρʼ ἡμῖν γραφόμενα δεύτερα πρόσωπα παθητικὰ διὰ τοῦ η παρὰ τοῖς Ἀττικοῖς διὰ τῆς ει διφθόγγου εἰς ἐκείνην αὐτὴν, καὶ γίνεται εἶ
ε 94
Εἴ · σύνδεσμος. εἰς τὸ Αἴ καὶ Αἴκεν
ε 95
Εἶα ·. παρακελευστικὸν ἐπίρρημα· ὥσπερ παρὰ τὸ ῥέω. ἐγράφη εἰς τὸ Εἶεν. Γεωργίου
ε 96
Εἱαμενή · ἀπὸ τοῦ ῥέω ῥειαμενή καὶ κατὰ ἀποβολὴν τοῦ ρ εἱαμενή. σημαίνει δὲ τὸν κάθυγρον τόπον. Γεωργίου
ε 97
Εἶαρ · διὰ τῆς ει. ἀπὸ τοῦ ἔω, τὸ σημαῖνον τὸ ἐκπέμπω, γέγονεν ἔαρ· τότε γὰρ ἐκπέμπονται οἱ καρποί· καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶαρ
ε 98
Εἶαρ · τὸ αἷμα· παρὰ τὸ ἐν τῷ ἔαρι πλεονάζειν τὸ αἷμα
ε 99
Εἰαρινός ·. τὸ ει δίφθογγον. διὰ τί; ἐκ τοῦ ἔαρ ἔαρος, καὶ κατὰ παραγωγὴν καὶ πλεονασμῷ τοῦ ι εἰαρινός
ε 100
Εἴασκεν · ἀπὸ τοῦ ἐῶ ἐᾷς ἐᾷ, ὁ παρατατικὸς εἴων εἴας εἴα καὶ Ἰωνικῶς εἴασκεν. Γεωργίου Ὅμηρος
ε 101
Εἴασκεν χ · διὰ τῆς ει διφθόγγου· ἔστι γὰρ ἐῶ ἐᾷς ἐᾷ, ὁ παρατατικὸς εἴων εἴας εἴα, τοῦτο γίνεται ἔασκεν ἀποβληθέντος τοῦ ι καὶ ἀπὸ τοῦ ἔασκεν εἴασκεν κατὰ πρόσθεσιν τοῦ ι
ε 102
Εἵαται Β · ῥῆμα παθητικὸν τῶν εἰς μι Ἰωνικόν. οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παραληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συστολήν.“ ἕημι τὸ παθητικὸν ἕεμαι ἧμαι ἥμην ἥμεθα ἧνται καὶ τὸ Ἰωνικὸν ἕαται, Γ οἱ δὴ νῦν ἕαται σιγῇ“, καὶ πλεονασμῷ εἵαται. εἴωθε γὰρ ὁ ποιητὴς ἐπὶ τῶν βαρυτόνων ῥημάτων, λέγω δὴ τὸ κεῖμαι κεῖνται, Ἰωνικῶς κέαται ὡς ἀπὸ δευτέρας προσφέρειν. καὶ εἰς τὸ Εἶεν. Γεωργίου
ε 103
Εἶδαρ ·. ἀπὸ τοῦ ἔδω, τοῦ σημαίνοντος τὸ ἐσθίω, γέγονεν ἔδαρ καὶ κατὰ προσθήκην τοῦ ι εἶδαρ. καὶ κλίνεται εἴδατος. Ὁμήρου
ε 104
Εἰδῇς Α · ὑποτακτικὸν μέσου παρακειμένου· εἴδω, τὸ γινώσκω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος οἶδα, ἡ μετοχὴ εἰδώς εἰδότος, τὸ εὐκτικὸν εἴδοιμι καὶ τροπῇ τῆς μι εἰς ην εἰδοίην καὶ εἰδείην· καὶ τὰ ἔχοντα τὸ εὐκτικὸν εἰς ην περισπῶσι τὸ ὑποτακτικόν, καὶ γίνεται εἰδῶ εἰδῇς εἰδῇ. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ε 105
Εἶδον · ἐκ τοῦ εἴδω. τὸ εἴδω σημαίνει · εἴδω τὸ ὁμοιῶ, ὡς τὸ Γ εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι“· εἴδω τὸ φαίνω, Α τὸ δέ τοι κὴρ εἴδεται εἶναι“· εἴδω τὸ βλέπω, Α ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.“· εἴδω τὸ γινώσκω, Ζ Θ ἔπειτα δὲ καὐτὸς εἴσεαι“· ἔστι δὲ καὶ ἕτερον περισπώμενον καὶ σημαίνει τὸ μανθάνω, Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν“· καὶ ἕτερον διὰ τοῦ η καὶ σημαίνει τὸ εὐφραίνομαι, ἐξ οὗ καὶ ἡδύς
ε 106
Εἶδος · σημαίνει γ· τὴν μορφήν, Κ ὃς δή τοι εἶδος μὲν ἔην κακὸς ἀλλὰ ποδώκησ“· σημαίνει δὲ καὶ τὸ σχῆμα, πρῶτον μὲν εἶδος ἄξιον τυραννίδοσ“· καὶ τὸ ἀπὸ γένους διαιρούμενον, ὡς τὸ γενικόν, εἰδικόν. Γεωργίου
ε 107
Εἶδος · ἐκ τοῦ εἴδω οἶδα, καὶ ἐκ τοῦ αὐτοῦ εἴδω εἶδος γέγονε· σημαίνει δὲ τὴν μορφὴν καὶ τὸ σχῆμα καὶ τὸ ἀπὸ γένους διαιρούμενον, οἷον ἵππον ἐλαίαν καὶ τὰ ὅμοια
ε 108
Εἶδος · παρὰ τὸ εἴδω, τὸ ὁρῶ, ὡς παρὰ πᾶσι βλεπόμενον
ε 109
Εἴδω · εἰς τὸ Ἄιδω καὶ Ἄειδε καὶ Αἰδεῖσθαι καὶ Ἀΐδηλον καὶ Ἄϊδι καὶ Ἀναιδής καὶ Εἰδῇς καὶ Εἰκυῖα καὶ Εἴσαιτο καὶ Εἴσῃ καὶ Εἰσαμένη καὶ Ἐΐσκω καὶ Ἤιδει καὶ Ἴδμεν καὶ Ἶσος καὶ Ξυνίστωρ καὶ Ὀδύνη καὶ Ὠιδή. Ὠρίωνος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 110
Εἴδωλον ·. παρὰ γὰρ τὸ εἶδος καὶ τὸν εἴδω ἐνεστῶτά ἐστιν· ἢ παρὰ τὸ ἰδεῖν ὅλον· ἢ παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ
ε 111
Εἰδωλολατρεία ·. ἐκ τοῦ εἴδωλον καὶ τοῦ λατρεία· τοῦτο ἐκ τοῦ λατρεύω· τοῦτο ἐκ τοῦ λάτρης. ὃ σημαίνει τὸν μίσθιον δοῦλον· τοῦτο ἐκ τοῦ λάτρον, ὃ σημαίνει τὸν μισθόν· τοῦτο ἐκ τοῦ τηρῶ, τὸ βλέπω, καὶ τοῦ λα ἐπιτατικοῦ λάτηρον καὶ κατὰ συγκοπὴν λάτρον, πρὸς ὃ ἀποβλέπει ὁ μισθωτός. τὸ α μακρόν· τὰ ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ εια γινόμενα θηλυκὰ ἐκτείνουσι τὸ α
ε 112
Εἶεν · ἄγε δή, ἢ ὑπάρχοι· συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα. ὥσπερ ἀπὸ τοῦ ῥέω γέγονε ῥέα καὶ ῥέϊα ῥεῖα κατὰ πλεονασμὸν τοῦ ι οὕτως καὶ ἀπὸ τοῦ ἔω, τοῦ σημαίνοντος τὸ ἐκπέμπω, γέγονεν ἔα καὶ πλεονασμῷ τοῦ ι εἶα καὶ ἐκ τούτου εἶεν. καὶ εἰς τὸ Εἰμί
ε 113
Εἴημεν · εἰς τὸ Εἰμί. Γεωργίου. Ὁμήρου
ε 114
Εἶθαρ· ὃ σημαίνει τὸ εὐθέως, ἔστιν ἐπίρρημα. διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εὐθύς γέγονεν εὖθαρ καὶ τροπῇ τοῦ υ εἰς τὸ ι εἶθαρ. Γεωργίου
ε 115
Εἴθε · ἀπὸ τοῦ εἴ γέγονεν εἴθε. αἴθε κατὰ Δωριεῖς, ἐπειδὴ τὸ ε εἰς α τρέπουσι. Γεωργίου
ε 116
Εἰθισμένος · ἀπὸ τοῦ ἐθίζω ἐθισμένος καὶ εἰθισμένος κατὰ πρόσθεσιν τοῦ ι
ε 117
Εἶκα · εἰς τὸ Ἤιδει. Γεωργίου
ε 118
Εἰκάδιος · ἀπὸ τοῦ εἰκάς εἰκάδος γέγονε. τὸ δὲ εἰκάς παρὰ τὸ εἴκοσί ἐστιν
ε 119
Εἰκάζω · ὡς παρὰ τὸ μίμνω μιμνάζω, οὕτως παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἰκάζω, εἴκασμαι, εἴκασ ται εἰκαστός καὶ μετὰ τοῦ στερητικοῦ α ἀείκαστος καὶ πλεονασμῷ τοῦ ν ἀνείκαστος. Γεωργίου τοῦ Χοιροβοσκοῦ