ο 246
Ὀρίνω διεγείρω· τὸ ρι ἰῶτα· τὰ διὰ τοῦ ινω ῥήματα ὑπὲρ δύο συλλαβὰς μὴ ἔχοντα ἀναφαινόμενον τὸ ε, ἐν τῷ μέλλοντι διὰ τοῦ ι γράφεται. ἢ ὅτι εὕρηται κλινόμενον ἄχρι τοῦ μέλλοντος· τὰ γὰρ διὰ τοῦ εινω ῥήματα ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ἄχρι τοῦ παρατατικοῦ κλίνεται· τοῦτο δὲ εὐρέθη διὰ τοῦ ἰῶτα γραφόμενον ὀρίνω καὶ ὀδίνω, τούτου χάριν καὶ ἐπὶ μέλλοντος κλίνεται· τὸ δὲ ὀρίνω, ἐκ τοῦ ὄῤῥω τὸ διεγείρω, ὄρνω καὶ ὀρνύω· καὶ τρέπεται τὸ υ εἰς ι, ὡς κυνῶ κινῶ· κανὼν γάρ ἐστι ὁ λέγων, ὅτι τὰ εἰς ω λήγοντα ῥήματα, εἴτε βαρύτονα εἴτε περισπώμενα, διὰ τοῦ υ βραχυνομένου ἐπεκτείνεται παρὰ τοῖς Ἴωσιν· οἷον, κινῶ κινύω, παρὰ τὸ κίω κυνῶ, φορῶ φορύω, ἐξ οὗ καὶ κατὰ παρένθεσιν Δωρικὴν τοῦ ν γίνεται φορύνω
ο 247
Ὁρισμὸς πόθεν γίνεται; ἐκ μεταφορᾶς τῶν ἐν τοῖς γηδίοις ὁροθεσίων· καὶ γὰρ οἱ ἀρχαῖοι ἑκατέραν ἀμετρίαν ἐκφεύγοντες, τήν τε πλεονεξίαν, ἐφεῦρον τὰ ὁροθέσια, ἵνα διὰ τούτων, τῶν μὲν ἰδίων ἀπολαύσωσι, τῶν δὲ ἀλλοτρίων ἀπέχωνται. μάλιστα τοῦτο κατὰ τὴν Αἴγυπτον ἀναγκαῖον ἐγένετο· πάλαι γὰρ τοῦ Νείλου ἀνιόντος, καὶ τὰς ἀρούρας συγχέοντος, μετὰ τὴν ἀπόβασιν αὐτοῦ, πόλεμοι ἐγένοντο καὶ φόνοι, περὶ τὴν διανομὴν τῆς γῆς· ἐπενόησαν οὖν ὀροθέσιά τινα, πρὸς δήλωσιν τῶν τόπων, καὶ ἐπαύσαντο τοῦ πολεμεῖν· διὸ καὶ πρὸς τοῦτο ἐπινοηθὲν μέτρον ἃ καινὰ καλεῖται παρʼ αὐταῖς παρὰ τὴν στέρησιν τοῦ φόνου· κραίνειν γὰρ τὸ φονεύειν
ο 248
Ὅρκια τὸ κι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ος, διὰ τοῦ ιος, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα δασύνεται· ὁ Ἡρωδιανὸς, ἐκ τοῦ ὄρος, ἐξ αὐτοῦ ὅρκος, οἱ γὰρ ὀμνύοντες, ὁρίζονται καὶ ὀμνύουσιν. ἢ παρὰ τὸ ἁρκῶ τὸ βοηθῶ, ὥσπερ γὰρ βοηθήματι αὐτοῦ ἐχρῶντο οἱ ἀδικούμενοι· ἢ παρὰ τὸ εἴργω τὸ κωλύω, ἐπισχετικὸν γάρ ἐστι, τῶν παραβῆναι βουλομένων· προπαροξύνεται· τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα, ἢ κατὰ σύλληψιν, ἢ κατὰ διάστασιν προπαροξύνεσθαι θέλουσι. ὅποτε δὲ πρὸ τοῦ ἰῶτα οὐκ ἔστιν ἀμετάβολον παροξύνεται, οἷον, ἱστίον, κυμβίον, ἰσχίον, ἑρκίον· τὸ μέντοι ὅρκιον προπαροξύνεται κτητικῷ τύπῳ ἐχόμενον· ἐπεὶ δὲ αὐτόσημόν ἐστι τὸ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμέν· ὡς τὸ αἰτώλιος, κάπριος, αἰζήϊος· εἶπεν, ὁπότε πρὸ τοῦ ἰῶτα οὐκ ἔστιν ἀμετάβολον, διὰ τοῦ ἴκριον καὶ ἴχνιον
ο 249
Ὅρμος σημαίνει δύο, τὸν λιμένα καὶ τὸ ἀσφάλισμα
ο 250
Ὁρμὸν περιτραχήλιον κόσμον, διαφέρει δὲ ἰθμοῦ· ὁ μὲν γὰρ προσέρχεται τῷ τραχήλῳ· ὁ δὲ ὁρμὸς κεχάλασται· ἰθμὸς δὲ ὁ τράχηλος, ἀπὸ τοῦ εἰσιέναι διʼ αὐτοῦ τὴν τροφήν· ἔνθεν καὶ παρίθμια· σημαίνει δὲ ὁ ὅρμος τὸ λιμένα καὶ τὸ κοσμιδ
ο 251
Ὅρκις παρὰ τὸ εἵργω τὸ κωλύω ὁργὸς καὶ ὁρκὸς, ἐπισχετικὸν γὰρ τῶν παραβαινόντων· ἢ παρὰ τὸ ἀρκεῖν καὶ βοηθεῖν, ὡς γὰρ βοηθήματι αὐτῷ χρῶνται οἱ ἀδικούμενοι, ἄρκος καὶ ὅρκος· ἢ παρὰ τὸ ὅρος πλεονασμῷ τοῦ κ ὅρκος
ο 252
Ὅρκιος διὰ τὸ ο λῆγον εἰς ρ, ἐπιφερωμένου συμφώνου μὴ τοῦ μ ψιλοῦται· οἷον, ὀργὴ, ὀρχιστὴς, ὀρσίλοχος· σεσημείωται δύο, τὸ ὅρσια καὶ ὅρκος· ἐπίορκος δὲ διάτι ἀναβιβάζει τὸν τόνον; τὰ εἰς ος ὑπὲρ μίαν συλλαβὴν πρὸ μίας τὸν τόνον ἔχοντα, ἐν τῆ συνθέσει προπαροξύνεται· χωρὶς εἰ μὴ σύνθετα ὑπάρχουσιν ἕνεκα ἐνεργείας παροξύνεται· οἷον, ποικίλος παμποίκιλος, ὅρκος, ἐπίορκος
ο 253
Ὅρκος παρὰ τὸ εἵργειν καὶ κωλύειν τὸ παραβαίνειν, τροπῇ τοῦ γ εἰς κ· ἢ παρὰ τὸ ὅρος εἶναι καὶ ἀσφάλεια· τὸ δὲ κ πλεονάζει· ἢ παρὰ τὸ κωλύειν ἡμᾶς παραβαίνειν τὴν ἀληθείαν· διάτι βαρύνεται; τὰ εἰς κος λήγοντα δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχει τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, μὴ τὸ λ βαρύνεται· οἷον, λάκκος, σάκκος, ὅρκος καὶ εἴ τι ὅμοιον
ο 254
Ὅρκιον σκῆπτρον, καθʼ ὃ ὤμνυον, βασιλικὴ ῥάβδος
ο 255
Ὅρμος παρὰ τὸ εἴρω τὸ συμπλέκω ἢ φυλάσσω· ἐξ οὗ καὶ εἱρμὸς γίνεται ὅρμος, ὁ λιμὴν, καὶ γὰρ κυκλοειδής ἐστι. διάτι δασύνεται; πᾶν φωνῆεν πρὸ τοῦ ρ ἐπιφερομένου τοῦ μ, δασύνεται· πλὴν τοῦ ἄρμενον καὶ ἀρμένιος
ο 256
Ὅρμος ὁ λιμὴν, παρὰ τὸ ὁρμᾶν, καὶ ἵστασθαι ἐν αὐτῷ τὰς ναῦς
ο 257
Ὁρμίσκος εἶδος κόσμου· περιδέρη· περιδέρη δὲ ἔστι περὶ τὸν τράχηλον κόσμος, παρὰ τὸ ἐμπλέκεσθαι περὶ τὸν τράχηλον, ὁ μανιάκις
ο 258
Ὁρμῶ ἔρχομαι· εἰ μὲν ἔστι πρώτης συζυγίας τῶν περισπωμένων, γίνεται ἀπὸ τοῦ ὅρμος· σημαίνει δὲ δύο· τὸν τοῦ λιμένος ὅρμον καὶ κόσμον περιτραχήλιον, ὡς Ἡσίοδος, ὅρμους χρυσοὺς θέσαν· διαφέρει τὸ ὁρμεῖς καὶ ὁρμᾶς· τὸ μὲν ὁρμεῖς ἐπὶ τοῦ πλοίου λέγεται· οἷον, ὁρμεῖ τὸ πλοῖον· τὸ δὲ ὁρμᾶς τὸ ἁπλῶς ἐπερχόμενον
ο 259
Ὄρνεον παρὰ τὸ νέειν, ἤγουν διώκειν· ἢ διὰ τὸ εἰς ὄρην νέειν, ἤγουν οἰκεῖν
ο 260
Ὁρμώμενος προθυμούμενος. λέγεται δὲ καὶ ὁ ἀναλογούμενος
ο 261
ὀρνιθοσκόπος διαφέρει· ὀρνιθευτὴς μὲν ὁ θηρεύων ὀρνίθας· ὀρνιθοσκόπος δὲ, ὁ μάντις ὁ οἰωνοσκόπος
ο 262
Ὄρνις παρὰ τὸ ὄρω τὸ διεγείρω, οὐδὲν γὰρ ἄλλο ὁρμητικώτερον τούτου τοῦ ζώου· κλίνεται δὲ ὄρνις ὄρνιθος· ὁ κανών· τὰ εἰς ις λήγοντα ἔχοντα πρὸ τοῦ ἰῶτα δύο ἀμετάβολα διὰ τοῦ θος κλίνεται, οἷον, δέλλις δέλλιθος, ἔστι δὲ εἶδος ζώου ὁμοῖον μελίσσῃ, μέρμις μέρμιθος, σημαίνει δὲ τὸ σχοινίον· ἕλμις ἕλμιθος, οὕτω καὶ ὄρνις ὄρνιθος· πλὴν τοῦ Τράλλις τράλλεος, ἔστι δὲ ὄνομα πόλεως, τοῦτο γὰρ διὰ καθαροῦ τοῦ ος κλίνεται
ο 263
Ὄρνιθος παρὰ τὸ ὀρούειν καὶ ὀρνίσθαι τὶ γὰρ ὁρμητικώτερον τῶν πετωμένων· ἢ παρὰ τὸ ὅρω τὸ ὁρμῶ, ὄρις καὶ ὄρνις
ο 264
ὄρνυμι · ἐκ τοῦ ὄρω, τὸ διεγείρω, ὀρύω καὶ πλεονασμῷ τοῦ ν ὀρύνω καὶ ἐν ὑπερβιβασμῷ ὀρνύω, ὄρνυμι καὶ ὄρνυτος. καὶ εἰς τὸ ὀρίνω
ο 265
Ὀρὴ διὰ τὸ διʼ αὐτῶν ὁρᾷν πάντα τὰ ὄντα
ο 266
Ὄρος τὸ βουνίον, παρὰ τὸ αἴρω τὸ ἐπαίρω· οἱονεὶ ἡ ἐπηρμένη καὶ ἀνατεταμένη γῆ· ἢ παρὰ τὸ ὁρῶ, τὸ βλέπω γίνεται ὄρος ὁ εὔοπτος τόπος, ἢ ἀφʼ οὗ ἐστὶ καθʼ εὐθεῖαν ὁρᾷν
ο 267
Ὄρος βουνοῦ διαφέρει· ὄρος μὲν ὁ πετρωδὴς καὶ ὑλωδὴς τόπος. βουνὸς δὲ ὁ καθαρὸς τόπος ἐκ χώματος ὑψηλοῦ
ο 268
Ὄρη ὑδατωδὴς καὶ διεφθαρμένη ὑποστάθμησις τοῦ γάλακτος· ἢ τὸ ἄπηκτον γάλα· ὀρὸς γὰρ λέγεται, ἡ τοῦ γάλακτος ὑδατωδὴς ὑπόστασις
ο 269
Ὄρουσεν ὥρμησεν· ἔστι ῥῆμα ὀρούω τὸ ὁρμῶ· ὄρω τὸ διεγείρω· καὶ ὥσπερ ἀπὸ τοῦ πλήθω πληθύω, οὕτω καὶ ἀπὸ τοῦ ὄρω ὀρύω. καὶ πέφηνε τὸ ν πλεονάζειν ἐν τοῖς ῥήμασι, καὶ γίνεται ὀρύνω καὶ πλεονασμῷ τοῦ τ ὀτρύνω· ἔστιν οὖν ὀρύω, καὶ πλεονασμῷ τοῦ ο Βοιωτικῶς ὀρούω· οἱ γὰρ Βοιωτοὶ τότε πλεονάζουσι τὸ υ στοιχεῖον μετὰ τοῦ ο, ἡνίκα τὸ υ οὐχ ὑποτάσσεται φωνήεντι· οἷον, κύνες κοῦνες, καὶ τὸ κῦμα κοῦμα· οὕθω καὶ τὸ εἰλήλυθα καὶ εἰλήλουθα, τὸ πληθυντικὸν εἰληλούθαμεν, καὶ ἐν συγκοπῇ εἰλήλουθμεν· ἡνίκα δὲ οὐχ ὑποτάσσεται τὸ φωνῆεν, οὐ πλεονάζει τὸ ο, εὐχὴ, αὐλή
ο 270
Ὄρπηξ ὁ κλάδος, παρὰ τὸ ἕρπειν καὶ αὔξειν
ο 271
Ὀῤῥωδῶ φοβοῦμαι, δέδοικα· παρὰ τὸ ῥῶ ῥώζω ῥωδῶ, ὡς χῶ χάζω χαδῶ· καὶ ἀπὸ τοῦ ἀῤῥωδῶ ὀῤῥωδῶ, παρὰ τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχήν· καὶ εἰς τὸ ἀῤῥωδεῖν καὶ κατωῤῥωδηκότες
ο 272
Ὄρσεο διεγείρου, ῥῆμα προστακτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ· ὁ κανών· οἱ Ἴωνες τὴν ου δίφθογγον εἰς ε καὶ ο λύουσιν, ὡς ἐν τῷ ἐμοῦ ἐμέο, ὄρσου ὄρσεο, τὸ ῥῆμα ὄρσω, καὶ μετάγεται εἰς ἐνεστῶτα· καὶ κλίνεται ἄχρι τοῦ παρατατικοῦ
ο 273
Ὄρσεο πόθεν; φαμὲν ὅτι ἀπὸ τοῦ ὄρω. καὶ Αἰολικῶς ὄρσω, ὡς κέρω κέρσω, καὶ μετῆλθεν ὁ μέλλων εἰς ἐνεστῶτα, καὶ ἐγένετο ὄρσω ὁ ἐνεστὼς, τὸ παθητικὸν ὄρσομαι καὶ ὁ παρατατικὸς ὠρσόμην, τὸ τρίτον ὤρσεο ὡς ἐτυπτόμην ἐτύπτετο, οὕτως ὠρσόμην ὤρσεο, πρὸ τῆς συσταλείσης τῆς ἀρχούσης· ὥσπερ ἐτύπτετο, τὸ δεύτερον ὄρσου· καὶ τὸ προστακτικὸν ὄρσου καὶ Ἰωνικῶς ὄρσεο
ο 274
Ὀρταλίζεις ἔστι ὄρω ῥῆμα βαρύτονον, ἔνθεν τὸ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς· ὄνομα ῥηματικὸν ὀρτός· τὸ δὲ ὀρτὸς ποιεῖ ῥῆμα ὀρτίζω, καὶ προσελθόντος τοῦ αλι, ἐποίησεν ὀρταλίζω, δηλοῖ δὲ τὸ ἀναῤῥίπτειν τὰ νήπια τῶν παιδίων, οἷον, ὀρούειν ποιεῖν ἐχρῶντο· χρῶντο δὲ καὶ ἐπὶ τοῦ ἄλλην ἥντιναοῦν ποιεῖσθαι κίνησιν· τὸ δὲ ἀμορτάλιζες παρὰ Ἀριστοφάνῃ οἷον ἐκουφίσθης
ο 275
Ὀρτάλιχος παρὰ τὸ γλύχεσθαι καὶ τὸ ὀρούειν καὶ πέτεσθαι, ὀρτάλιχος, ὅ ἐστιν ὁ ὁρμητικὸς· παράγωγον ὄρταλις καὶ Αἰολικῶς ὀρτάλιχος
ο 276
Ὀρσοθύρη θυρὶς, διʼ ἧς εἰς ὑπερῷον ὑπάρχει ἀνάβασις· παρὰ τὸ ὄρω ὃ σημαίνει τὸ διεγείρω, ὁ μέλλων Αἰολικῶς ὄρσω, καὶ τὸ θύρα, ἐξ αὐτοῦ ὀρσοθύρη
ο 277
Ὄρχατος ἡ ἐπιευθεῖα φυτεία· παρὰ τὸ διʼ αὐτῆς ἡμᾶς ἔρχεσθαι
ο 278
Ὀρχὸς ὅπου ἐντίθεται τὸ φυτὸν, ὄρυχός τις ὤν
ο 279
Ὀρτυγομήτρα παρὰ τὸ ὄρτυξ ὄρτυγος· τὸ δὲ ὄρτυξ, παρὰ τὸ ὄρω τὸ διεγείρομαι
ο 280
Ὀρυγμαδὸς ὁ ἐκ τοῦ πλήθους γινόμενος ἄσημος ἦχος
ο 281
Ὀρφανὸς ὁ ῥιφθεὶς ἀπό τινος, ἢ ἀπὸ πατρὸς ἢ ἀπὸ μητρὸς· ἢ παρὰ τὸ οἶος, ὃ σημαίνει τὸν μόνον καὶ τοῦ φαίνω, γίνεται οἰοφανὸς καὶ ὀρφανὸς, ὁ μόνος φαινόμενος, καὶ γονεῖς μὴ ἔχων· ἢ παρὰ τὸ ὄροφος, ὀροφανὸς καὶ συγκοπῇ ὀρφανός· ἢ παρὰ τὸ ὀρφνὸν ὃ σημαίνει τὸ σκοτεινόν· ἢ παρὰ τὸ ἁρπάζω, ἁρπανὸς καὶ ὀρφανὸς, οὗ τινος οἱ γονεῖς ἡρπάγησαν
ο 282
Ὀρφνὴ νὺξ, σκοτία, παρὰ τὸ ἐρέφω τὸ σκέπω, ὀροφὴ ἡ σκέπουσα τὸ φῶς
ο 283
Ὀρφὸς διὰ τὸ ὁρώμενος φεύγειν, ἢ ῥᾷον φεύγει· ἢ τὸ μὲν ρ ἔχει διὰ τὸ ὁρᾶσθαι, τὸ δὲ φ, διὰ τὸ φεύγειν
ο 284
Ὄρχις ἀπὸ τῆς κατὰ τὴν μίξιν ὀρέξεως
ο 285
Ὄρχος τὸ μεταξὺ τῶν ἀμπέλων· ἢ ὅπου τίθεται τὸ φυτὸν παρὰ τὸ διέρχεσθαι διʼ αὐτῶν· ἢ τὸ μεταξὺ τῶν φυτῶν ἐπὶ κήπου
ο 286
Ὀρχήσασθαι παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰς ἑαυτοῦ χεῖρας· ἢ παρὰ τὸ τοὺς ὀρχοὺς ἐν οἷς ἐχόρευον· καὶ ὁ χόρος ὀρχός τις ἔστι· κατὰ μετάθεσιν τοῦ στοιχείου
ο 287
Ὄρχεις παρὰ τὸ πρὸς ἀφροδίσια παρέχειν ὄρεξιν· ἢ παρὰ τὸ ὀρούειν τὸ μόριον· ἢ οἷον ἔρχυς, εἰς οὓς ἔρχεται ἡ γονή
ο 288
Ὁρῶ παρὰ τὸ χέω τὸ χωρῶ, καὶ κατʼ ἀποβολὴν τοῦ χ ὁρῶ· καί τι μετέχει; χεόμενον γὰρ τὸ ὀπτικὸν πνεῦμα τὴν ὅρασιν ἀποτελεῖ· δασύνεται· ἀναχωρήσαντος οὖν τοῦ χ, ἔμεινεν ἡ ἀναλογοῦσα τοῦ χ δασεῖα· ἢ ὅτι τὸ ο πρὸ τοῦ ρ ψιλοῦται, ὀρέγω Ὀρέστης, πλὴν τοῦ ὁρῶ, ὁρᾶς καὶ ὅρος ἀρσενικὸν, καὶ ὁρίζω
ο 289
Ὁρῶ ὁ παρατατικὸς ὥραον ὥραν, ὥραες ὥρας, ὥραε ὥρα· καὶ τὸ προστακτικὸν ὅραε ὅρα, ἐξ οὗ καὶ κόρη ἡ τοῦ ὀφθαλμοῦ
ο 290
Ὄρωρα ἦλθον ἢ εἶδον, πόθεν; ἔστι ῥῆμα ὁρῶ, ὁ μέλλων ὁρήσω, ὁ παρακείμενος ἐνεργητικὸς ὥρηκα, ὁ μέσος ὧρα· εἴπομεν γὰρ ὡς τὰ περισπώμενα ῥήματα εἰς τὸν μέσον παρακείμενον μίαν ἐνδέουσι τοῦ ἐνεργητικοῦ· ἔστιν οὖν ἀπὸ τοῦ ὁρῶ ῥήματος ὥρα καὶ Ἀττικῶς ὄρωρα
ο 291
Ὃς ὅστις· ὁ ποιητὴς ποίῳ χρᾶται, τῷ προστακτικῷ ἢ τῷ ὑποτακτικῷ; πάντοτε τῷ προστακτικῷ, χωρὶς εἰ μὴ διὰ τὸ μέτρον πολλάκις τῷ ὑποτακτικῷ· ἐξ οὗ καὶ τὸ ὅσφιν ἐῢ φρονέων
ο 292
Ὃς οὐκ ἐπορεύθη· τὸ ὃς ἄρθρον ὑποτακτικόν· τὰ δὲ ἄρθρα μὴ ἐπαγομένου ὀνόματος ᾧ συνταγῶσι, μετάγονται εἰς ἀντωνυμικὴν σημασίαν ὁ δὲ ποιητὴς καταχρηστικῶς ἦν ὅ δε δωρεὰν ἀγαθὸς ὑπάρχει. καὶ εἰς τὸ ὅστις
ο 293
Ὅσιος ἁγνὸς, ὁ τὰ θεμιτὰ πρὸς θεὸν πράσσων· τὸ ὅσιον λέγουσί τινες ἐπίτασίς ἐστι τοῦ δικαίου· κρεῖττον δὲ εἰπεῖν, ὅτι διαφέρει ὅσιον δικαίου· καὶ γὰρ δίκαιος μὲν λέγεται ὁ τὴν ἰσότητα τοῖς ὁμοειδέσι φυλάττων· ὅσιος δὲ ὁ περὶ τὰ θεῖα ἐσπουδακώς
ο 294
Ὅσιός ἐστιν ὁ ἑαυτὸν διὰ πίστεως καθωσιώσας θεῷ
ο 295
Ὁσία ἀνακειμένη θεῷ, καθαρά
ο 296
Ὁσημέραι πάντοτε, καθʼ ἡμέραν, ὅσαι ἡμέραι
ο 297
Ὄσπριον καθʼ ὑπέρθεσιν τοῦ ο, παρὰ τὸ σπείρω σπερῶ, σπόρεν τι ὂν, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ο ὄσπριον, ὄσπριον δὲ οὐχ εὕρηται
ο 298
Ὄσσε οὐδέτερον, εὐθείας τῶν δυϊκῶν· σημαίνει δὲ τοὺς ὀφθαλμοὺς δυϊκῶς· κλίνεται τὸ ὄσσος τοῦ ὄσσεος καὶ ὅσσους· ἡ εὐθεῖα τῶν δυϊκῶν ὄσσεε, ἀφαιρέσει τοῦ ἑνὸς ὄσσε· γέγονε δὲ παρὰ τὸ ὄπτω, τὸ βλέπω, Αἰολικῶς ὄσσω, ὡς κόπτω κόσσω καὶ πέττω πέσσω· κλίνεται δὲ ἀρσενικῶς, ὁ ὄσσος ὥσπερ ὁ κότος
ο 299
Ὄσσε οἱ ὀφθαλμοὶ, παρὰ τὴν ἔσον καὶ βουλὴν τῆς ὄψεως
ο 300
Ὄσσω τὸ μαντεύομαι, ἐκ τοῦ ὄπτω, παρὰ τὸ εἶναι κενὰ ὄσσα, τουτ’ἔστι τὰ ὄμματα· πόθεν τὸ ὀσσόμενος; ἀπὸ τοῦ ὄπτω· καὶ οἱ Αἰολεῖς τὰ εἰς πτω ῥήματα εἰς δύο σς τρέπουσι, γέγονε δὲ ὄσσω, τὸ παθητικὸν ὄσσομαι, καὶ ἡ μετοχὴ ὀσσόμενος
ο 301
Ὀσπήτιον παρὰ τὸ ὀπὰς ἐκποιεῖν
ο 302
Ὀστέον παρὰ τὸ τῆς στάσεως αἴτιον εἶναι· τὸ δὲ ο πλεονάζει· ἢ παρὰ τὸ στῶ, στέος, στέον, τὸ αἴτιον τῆς στάσεως καὶ τοῦ σώματος
ο 303
Ὅστις ὄνομα ἀναφορικόν. συνετέθη δὲ, ἐκ τοῦ ὃς ἄρθρου ὑποτακτικοῦ, καὶ τοῦ τις ὀνόματος ἀορίστου· τὸ γὰρ ἐρωτηματικὸν βούλεται τὸν αὐτὸν τόνον φυλάσσειν· ἢ οὐδέτερον ἔγκλιται· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; ἀναφορικοῦ
ο 304
Ὄστερον ὅστρειον ἐν πλεονασμῷ τοῦ ἰῶτα· τὸ ὀστοῦν τοῦ ῥείθρου
ο 305
Ὄστρακον παρὰ τὸ στερεὰν ἀκὴν ἔχειν ἤγουν ὀξύτητα
ο 306
Ὀσφὺς λέγεται τὸ τρίτον μέρος τῆς ῥάχεως· ἡ γὰρ ῥάχις τρεῖς ἐπωνυμίας ἔχει· ἡ πρώτη καλεῖται αὐχὴν, ἡ δὲ δεύτερα ἰξὶν, ἡ δὲ τρίτη ὀσφύς· οἱονεὶ ὀστοφυὴς, ὀστωδὴς γὰρ τόπος ἐστί· γίνεται παρὰ τὸ ἶσος καὶ τὸ φύω, ἰσοφύς τις οὖσα· ἢ ὀστοφυὴς ὅτι ὀστώδης, κατὰ συναίρεσιν
ο 307
Ὀσφὺς ἡ ζώνη, κατὰ δὲ Πλάτωνα ὀσφὺς λέγεται ἡ ψύα, παρὰ τὸ φύειν τὰ παιδία, ἀπὸ τῆς κατιούσης ἐκεῖθεν γονῆς
ο 308
Ὄσφρησις ἐκ τοῦ ὀσφρῶ ὀσφρήσω, ἐξ οὗ καὶ ὀσφαδόν
ο 309
Ὅταν δύο μέρη λόγου εἰσὶ, ἐκ τοῦ ὅτε καὶ τοῦ ἂν. καὶ τὸ ὅτε ἐπίῤῥημα ἀναφορικὸν, τὸ ἂν σύνδεσμος παραπληρωματικός
ο 310
Ὅτι τοῦ διότι διαφέρει· τὸ μὲν γὰρ διότι αἰτίαν δηλοῖ· τὸ δὲ ὅτι, ὅτε μὲν αἰτίαν, ὅτε δὲ βεβαίωσιν· τὸ δὲ διότι αἰτίαν μόνον· αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη, πάντες ἴωμεν· διότι δὲ οὐκέτι
ο 311
Ὅστις ἐπίορκον · ἀόριστον ὄνομα, πόθεν συνετέθη; ἐκ τοῦ ὃς ἀρθροῦ προτακτικοῦ, καὶ τοῦ τις· σημαίνει δὲ ὅστις· ἀεὶ γὰρ ὁ ποιητὴς τὰ προστακτικὰ ἄρθρα ἀντὶ ὑποτακτικῶν χρᾶται, χωρὶς εἰ μὴ μέτρον κωλύσῃ· Σίσυφος Αἰολίδης, ὃς κέρδιστος γένετʼ ἀνδρῶν, καὶ αἰδοῖος, νεμεσητὸς, ὅ με προέηκε πύθεσθαι. πότε δὲ διὰ τὸ μέτρον προσλαμβάνει τὸ ς, ὃς κακὰ πολλʼ ἔδεσκεν
ο 312
Ὀτραλέως ὀξέως, ἐνεργῶς· ἔστι ῥῆμα τρῶ τὸ φοβοῦμαι· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν τρεὺς. μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος, καὶ τροπῇ ὀτρεῦς καὶ Ἰωνικῶς ὀτρῆος, ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων, καὶ τὸ ἐπίῤῥημα ὀτρέως· ἢ ὥσπερ παρὰ τὸ κάρπιμος πλεονάζει ἡ αλ συλλαβὴ, καὶ γίνεται καρπάλιμος οὕτω καὶ ᾧδε
ο 313
Ὀτρηρὸς ὁ γενναῖος καὶ ἄφοβος, παρὰ τὸ τρέω τὸ φοβοῦμαι. τρέω τρετὸς καὶ τρηρὸς, ὁ φοβούμενος, μετὰ τοῦ στερητικοῦ α
ο 314
Ὀτρυγιᾶς ἔστι τρῶ, ἐκ τούτου γίνεται τρύω, καὶ ἐξ αὐτοῦ τρύγω, καὶ ὁ μέλλων τρύξω, ὁ παρακείμενος τέτρυγα, καὶ ἐξ αὐτοῦ τρύγη, ἐκ τοῦ τρυγῶ τρυγᾶς καὶ τὸ τρυγῶ καὶ εἰς τὸ τρυγίας
ο 315
Οὐδαμῶς ἐπίῤῥημα μεσότητος· γίνεται παρὰ τὸ οὐδαμὸς ὄνομα, παρʼ ὁ καὶ τὸ οὐδαμόθεν ἐγένετο· ἐκ τοῦ οὖν οὐδαμὸς ἀρσενικοῦ μετήχθη εἰς ἐπίῤῥημα, καὶ γίνεται οὐδαμῶς διὰ τοῦ ω· τὸ δὲ οὐδαμὴ ἀπὸ θηλυκοῦ, ὡς ἄλλος ἄλλη, ἐκεῖνος ἐκείνῃ, ὅθεν ἔχει τὸ ἰῶτα· ἀπὸ δὲ δοτικῆς τὰ τοιαῦτα ἐπιῤῥήματά ἐστι, καὶ δηλοῖ ἀπὸ τοῦ ταύτῃ ἐπιέναι· καὶ οὐχὶ αὐτῇ λέγομεν
ο 316
Οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν πὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ λέγεται τὸ ἐν τῷ καθόλου, ὅταν λέγομεν, οὐδὲν ἐν κόσμῳ καινόν· τὸ δὲ διὰ τοῦ θ λεγόμενον, ἀνείληπται ἐκ τοῦ οὔτε καὶ τοῦ ἓν, οἷον, οὔτε ἓν οὔτε δύο
ο 317
Οὐθὲν οὐδὲν ὄνομα οὐδέτερον, τὸ ἀρσενικὸν οὐδεὶς, σχήματος συνθέτου· καὶ πόθεν συνετέθη; ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ εἷς γίνεται οὐεὶς καὶ πλεονασμῷ τοῦ δ οὐδεὶς, οὐδενός· ὁ κανών· τὰ εἰς εις μονοσύλλαβα ἀρσενικὰ διὰ τοῦ νος κλίνεται, οἷον κτεὶς κτενὸς, δεὶς δενός· κτεὶς δὲ σημαίνει τὸ κτένιον· λοιπὸν καὶ ἐν τῇ συνθέσει τὸν αὐτὸν κανόνα φυλάττουσι, καὶ ἐκ τοῦ τε καὶ τοῦ θεν οὔτε ἓν, οὐθέν. καὶ τροπῇ τοῦ θ εἰς δ, οὐδέν· ἀκινδυνότερόν ἐστι διὰ τοῦ θ
ο 318
Οὐδὲν ἐκ τῆς οὐ ἀρνήσεως, καὶ τῆς ἕθεν ἀντωνυμίας οὐέθεν· ἰστέον ὅτι τὸ οὐέθεν χωρὶς τοῦ κ εὑρέθη, διὰ τοῦ ὅτι ἐγκλίνεται· τὰ δὲ ἐγκλινόμενα οὐδέποτε προσλαμβάνουσιν· ἐμοῦ, ἤκουσέ μου· ἄλλως δὲ, αἰτία μέν ἐστιν ἡ ἄρνησις τοῦ πλεονασμοῦ, ἀλλʼ οὐ δύναται λήγειν εἰς κ, οὐδέποτε γὰρ λέξις Ἑλληνικὴ εἰς ἄφωνον λήγει· δεῖ οὖν αὐτὸ ἐπιφέρειν τῇ ἑτέρᾳ λέξει· εἰ οὖν ἔλαβεν αὐτὸ ἐν τῷ ἕθεν ἔμελλε φυλάττειν ἐν πλεονασμῷ καὶ οὐκέτι ἐνεγκλίνετο
ο 319
Οὐδενόσωρα οὐδεμίας φροντίδος ἀξία· ἀπὸ τοῦ ὥρα· ὥρα γὰρ ἡ φροντίς
ο 320
Οὐδὲν διὰ τοῦ δ, καὶ οὐθὲν διὰ τοῦ θ, διαφέρει ὡς ἔφαμεν· οὐδὲν ἐν κόσμῳ καινόν, πᾶσα γὰρ καινοῦ φύσις βαστάζεται. οὐθὲν ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς, οὔθʼ ἓν, οὔτε δύο· τὸ δὲ διὰ τοῦ δ ἀπαρτίζει, διὸ καὶ Ὅμηρός φασιν· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο
ο 321
Οὐ θήν μιν οὐδαμῶς δὴ αὐτόν· πόσοι τόνοι; δύο· διάτι; ἡνίκα εὑρεθῶσιν ἐγκλιτικὰ ἐφεξῆς ἀλλήλων κείμενα, πολλαὶ ἔσονται καὶ παράλληλοι ὀξεῖαι· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον
ο 322
Οὐκ ἀπόχρη οὐκ ἀρκεῖ
ο 323
Οὐκ ἐφίενται οὐκ ἐπιθυμοῦσιν
ο 324
Οὐκ ἄμοιρος οὐκ ἀμέτοχος, οὐκ ἐκτός
ο 325
Οὐκ ἐφάτην οὐκ εἶπον, δυϊκῶς
ο 326
Οὐκ ἐπιλήσομαι οὐκ ἐπιλάθομαι
ο 327
Οὐκ ἦν οὐκ ὑπῆρχον, ἐκ τοῦ ἔω τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦον, ἦες, ἦε· καὶ κατὰ κράσιν τοῦ ε εἰς η μακρὸν, καὶ πλεονασμῷ τοῦ ν ἦν
ο 328
Οὐκὶ οὐχὶ, ἐπίῤῥημα ἀρνήσεως· καὶ οἱ Ἴωνες ἀντὶ τῶν δασέων τοῖς ψιλοῖς χρῶνται· τὸ γὰρ ἀφικόμεθα, ἀπικόμεθα ἐκεῖνοι, καὶ τὸ εἴληφα, ἀπείληφα, ἐκεῖνοι ἀπείληπα λέγουσιν· οὕτω καὶ τὸ οὐχὶ, ἐκεῖνοι οὐκὶ λέγουσιν
ο 329
Οὔκουν ἐπίῤῥημα ἀρνήσεως ἀντὶ τοῦ οὐδαμῶς
ο 330
οὐκοῦν διαφέρει· οὔκουν μὲν ἀποφαντικῶς ἀντὶ τοῦ οὐδαμῶς· περισπώμενον δὲ συλλογιστικὸς σύνδεσμος καὶ σημαίνει ἀπόφασιν
ο 331
Οὐλὴ παρὰ τὸ οὔλετε ἀντὶ τοῦ ὑγίανε, καὶ μέγα χαῖρε, θεοὶ δὲ τε ὄλβια δοῖεν
ο 332
οὐλοχῦται παρὰ τὸ ὅλον, ὡς πρὸς τὰς ἀλημεσμένας κριθάς
ο 333
Οὐλαμὸν τάξιν στρατιωτικὴν ἢ ἄθροισμα, παρὰ τὸ θορυβεῖν καὶ λαβεῖν, κατʼ ἀντίφρασιν, οὐλαμὸς ὁ πολλὰ λαλῶν· καὶ οὐκάλαμος καὶ σιωπητικός
ο 334
Οὐλὴ τὸ ὑγιασθὲν τραῦμα καὶ φαινόμενον· ἄλλοι δὲ ἐπιπόναιον ἕλκος
ω 3
ὠτειλὴ διαφέρει· οὐλὴ μὲν γάρ ἐστιν, ἡ ἐκ παλαιοῦ τραύματος ὑγιασμένη πλήγη· ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα· καὶ Ὅμηρος δὲ τετήρηκε τὴν διαφορὰν εἴπων· οὐλὴν δʼ αὐτὴν ἔρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς
ο 335
Οὐλομένην ὀλεθρίαν, ὄνομα μετοχικὸν, ἀπὸ τοῦ παθητικοῦ τοῦ οὐλομένου· ἡ αἰτιατικὴ οὐλομένην· γίνεται ἀπὸ τοῦ ὀλῶ, ὀλέσω, ὀλουμένην καὶ ἐν ὑπερβιβασμῷ οὐλομένην· οὐκ ἀπὸ τοῦ οὔλω, καθώς τινες φασὶν· οὐδὲν γὰρ διὰ τὸ ουλω βαρύτονον, πλὴν τοῦ βούλω· ἢ παρὰ τὸ ὄλω τὸ ἀπολλύω, κατὰ πλεονασμὸν τοῦ υ· εἶπε δὲ ἀντὶ τοῦ ἐπιθετικοῦ ὀνόματος τὸ οὐλομένην· ὡς γὰρ τ’οὐναντίον ἐπὶ τῆς ψάμμου κυανέην, ὃ καὶ χωρὶς τοῦ ἰῶτα γράφονται, σημαίνει γὰρ ψάμμον κυανίζουσαν· γέγονε δὲ ἀπὸ μετοχικοῦ ὀνόματος, ὥσπερ καὶ τὸ ἠγμένοι καὶ τὸ ἐρώμενον, ὑπὸ δίωνος ἀπολύτως δὲ λεγόμενα λαμβάνει ὀνόματα σύνθετα· καὶ ἄλλως. ἔστιν ὄλλω τὸ ἀπόλλω· τοῦτο γὰρ ὀλῶ ὀλεῖς, ὀλεῖ, πρώτης συζυγίας τῶν περισπωμένων· ἢ παρὰ τὸ ἐλῶ τὸ φονεύω, ὀλῶ, ὡς πέλω τὸ ὑπάρχω, πολῶ, μένω μονῶ, πέτω ποτῶ, ὀλῶ οὗ ὁ μέλλων ὀλέσω καὶ ἡ μετοχὴ παθητικὴ τὸ θηλικὸν ὀλουμένη· καὶ ἔστιν ἡ μετοχὴ ἀντὶ ὀνόματος, καὶ τ’οὐναντίον εὑρεῖν ἀντὶ μετοχῆς, οἷον ψάμμῳ κυανέῃ, ἀντὶ τοῦ κυανίζουσα
ο 336
Οὐλομένην παρὰ τὸ ὄλλω τὸ φθείρω, ὀλέσω, ὤλεσα, ὁ β ἀόριστος ὦλον, ὁ παθητικὸς ὤλην, ὁ μέσος ὠλόμην, ἡ μετοχὴ ὀλούμενος καὶ ὑπερθέσει τοῦ διχρόνου οὐλομένην
ο 337
Οὖλος σημαίνει τὸν ὑγιῆ καὶ ὁλόκληρον, καὶ τὴν κριθὴν καὶ τὴν τρίχα· καὶ οὐλὴ ὀξυτόνως, τὸ ὑγιασθὲν τραῦμα καὶ φαινόμενον· καὶ οὖλον ἡ συνέχουσα τοὺς ὀδόντας σὰρξ· καὶ οὖλον τὸ ἁπαλόν
ο 338
Οὐλοχύτας τὰς πεφρυγμένας κριθὰς καὶ ἐπιχομένας, ἐκ τοῦ οὔλη βαρυτόνου, ὃ σημαίνει τὴν κριθήν· τοῦτο ἐκ τοῦ οὖλος, σημαίνει δὲ τὸν ὁλόκληρον, ὥσπερ ἄρτον οὖλον ἑλὼν· καὶ ἐξ αὐτοῦ οὔλη· πρὸ τοῦ εὑρεθῆναι γὰρ τὸν δημητριακὸν καρπὸν, τὸν σῖτον, ὁλοκλήρους τὰς κριθὰς ἤσθιον· γίνεται δὲ οὖλος, ἐκ τοῦ ὅλος πλεονασμῷ τοῦ υ, ὅλος γὰρ ὁ ὁλόκληρος. καὶ οὔλη βαρύτονον ἐπὶ τῆς κριθῆς· οὐλὴ δὲ ὀξύτονον τὸ ὑγιασθὲν τραῦμα καὶ φαινόμενον· καὶ λοιπὸν ἐκ τοῦ ὀλῶ καὶ τοῦ χύω γίνεται ὀλοχύτης· τὸ λο μικρὸν, ὥς ἐστι κανὼν ἐν τῷ βουληφόρος
ο 339
Οὐ μέν πως τὸ μὲν ὀξύτονον, ἐπειδὴ αἱ ὀξυνόμεναι λέξεις αἱ διὰ τὴν συνέπειαν, τρέπουσι τὴν ὀξεῖαν εἰς βαρεῖαν· ἐπιφερομένου ἐγκλιτικοῦ μορίου τὴν ἰδίαν φυλάττουσι τάσιν· Ζεὺς δʼ ἐπεὶ οὖν· Ζεύς με μέγα Κρονίδης· καὶ οὐ μέν πως πάντες βασιλῆες, τὴν γὰρ βαρεῖαν πάλιν εἰς ὀξεῖαν μετήνεγκε
ο 340
Οὐ μὴ ἀναστήσωσι · πολλάκις εἰρήκαμεν, ἡ οὐ ἄρνησις μετὰ τῆς μὴ εὑρισκομένης, ὑποτάσσει. ὡς τὸ οὐ μή μου νίψης τοὺς ποδὰς, καὶ οὐ μὴ ἀναστήσωσι
ο 341
Οὕνεκα σύνδεσμος αἰτιολογικὸς, ποίου σχήματος; ἁπλοῦ· ἔχει δὲ ἔννοιαν συνθέτου, ἀντὶ τοῦ οὗ τινος εἵνεκα· ἀλλὰ κανών ἐστιν ὁ λέγων, τὰ ἐν ἀνταποδόσει παραλαμβανόμενα ἁπλᾶ καθεστήκασι, οἷον, τέως ἕως, τόσος ὅσος· τὸ οὖν οὕνεκα ἐν ἀνταποδόσει τούτου παραλαμβανόμενον λέγομεν τοὔνεκα, τούτου χάριν ἐν ἁπλότητι καθεστήκασι· τὸ δὲ τοὔνεκά ἐστι σύνδεσμος ἀνταποδοτικός
ο 342
Οὐνογούνδουρος ὄνομα, κούντουρος· κουντουρίζω δὲ ὅλως ἡλιγάλιθος, κάκοσμος, δυσθέωρος, πολύορκος, βουλευτοτόλμηρος, σύντομος, τρεπτὸς, μιαρώτατος, αἰσχρότατος, ἕτοιμος εἰς ἔφοδον
ο 343
Οὔπω ἐπίῤῥημα ἀρνήσεως, συνετέθη ἐκ τῆς οὐ ἀρνήσεως καὶ τοῦ πω παραπληρωματικοῦ συνδέσμου. διάτι ὀξύνεται; μακρὰ πρὸ μακρᾶς οὐ περισπᾶται· οὔπω, ποίου μέρους λόγου ἐστὶν; συνδέσμου· συντάσσεται δὲ τῇ οὐ ἀποφάσει, καὶ τῇ μὴ ἀπαγορεύσει, οἷον ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δείπνειν τοῦτο αὐτὸ ἀποφαίνεται· οὐ δειπνῶ, ἀπόφασιν ποιεῖται τελείαν· τὸ δὲ μήπω περιπατεῖν τῶν προσκαίρων ἀπαγόρευσιν, οὐ πράγματος δηλοῖ· ὑπισχνεῖται δὲ μέλλων ἕπεσθαι· σεσημείωται παρέλκων ἐνταῦθα κείμενον· σὺ δʼ οὔπω πάντες μάκαρες θεοὶ λελάθοντο
ο 344
Οὐρανόθι ἐκ τοῦ οὐρανοῦ· ἔστιν ἐπίῤῥημα τοπικὸν, τὸ νο μικρόν· κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς θι ἐπιῤῥήματα, τὴν παραλήγουσαν θέλουσι φυλάττειν τῶν εἰς θεν ἐπιῤῥημάτων· οἷον Ἰλιόθεν, Ἰλιόθι, ἀβυδόθεν, ἀβυδόθι· κανὼν ἐστὶν ὁ λέγων· τὰ εἰς θεν ἐπιῤῥήματα παράγωγα τὴν τῶν πρωτοτύπων φυλάττουσι γραφήν· οἷον, ἔστιν ἠὼς, καὶ σημαίνει τὴν ἡμέραν, καὶ γράφεται διὰ τοῦ ω, καὶ κατὰ παραγωγὴν γίνεται ἠῶθεν, καὶ φυλάττει ἡ παραγωγὴ τὴν τοῦ πρωτοτύπου· καὶ Ὅμηρος· ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας. πάλιν ἔστιν ἕως, καὶ κατὰ παραγωγὴν γίνεται ἑῶθεν καὶ γὰρ τὸ ω ἐκ τοῦ πρωτοτύπου· καὶ πάλιν, ἔστιν Ἴλιος, καὶ γράφεται τὸ ο μικρὸν, καὶ κατὰ παραγωγὴν Ἰλιόθεν, καὶ φυλάττει τὴν τοῦ πρωτοτύπου γραφήν· οὕτω καὶ οὐρανὸς, οὐρανόθεν καὶ ἐξ αὐτοῦ οὐρανόθι· διάτι προπαροξύνεται; τὰ εἰς θεν ἐπιῤῥήματα, τῷ ο παραληγόμενα, πρὸ μιᾶς συλλαβῆς τὸν τόνον ἔχουσιν· οἷον κυκλόθεν, ἀβυδόθεν, οὐρανόθεν, Ἰλιόθεν· χωρὶς τῶν ἐπιμεριζομένων, οἷον ἑκάστοθεν, ἑκάτοθεν, ἔνδοθεν· τούτοις συνεξηκολούθησε καὶ τὸ προπάροιθεν, κατὰ πλεονασμὸν τοῦ ι γενόμενον
ο 345
Οὐρανὸς ὁρᾶται νοερῶς· ἢ παρὰ τὸ ὁρῶ τὸ φυλάσσω· ἢ οὐρανὸς τουτ’ἔστιν ὅρασις νοῦ· ἢ διὰ τὸ ὁρᾶσθαι ἄνω, ἡ ὅρασις ἄνω κειμένη· ἢ παρὰ τὸ ὁρῶ τὸ βλέπω, ὁ πᾶσιν ὁρώμενος ἤτοι φαινόμενος, ὁρανὸς καὶ ἐν πλεονασμῷ τοῦ υ οὐρανός· καὶ ὤφειλε δασύνεσθαι, ἐπεὶ ἀπὸ τοῦ ὁρῶ γίνεται· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ υ πλεόναζον ψιλοῦται τὰ πρὸ ἑαυτοῦ φωνήεντα, οἷον ὄρος, οὖρος ἕκηλος, εὔκηλος, ἕαδε εὔαδε
ο 346
Οὐρανὸς παρὰ τὸ ἄνω φέρειν τὸν νοῦν· ἢ παρὰ τὸ ἄνω ὁρᾶσθαι τὸν νοῦν
ο 347
Οὐρῆας ἡμιόνους, παρὰ τὸ ὄρος ὀρεὺς, ἡνίοχος ἡνιοχεύς· λέγεται γὰρ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι, κατὰ πλεονασμὸν τοῦ υ οὐρεὺς καὶ ἡ γενικὴ οὐρέος καὶ Ἰωνικῶς οὐρῆος· καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν οὐρῆας, παρὰ τὸ οὐρώδη σπόρον ἔχειν, ἣν καὶ Ἀριστοτέλης ἱστορεῖ τεκεῖν
ο 348
Οὐριοδρομήσαντες εὐφόρου ἀνέμου πλεύσαντες· οὖρος γὰρ ὁ εὔφορος ἄνεμος, καὶ ἡ διὰ θαλάσσης ὁδός· λέγεται δὲ οὖρος καὶ ὁ φύλαξ καὶ εὐθυντήρ
ο 349
Οὖρος ὁ ἄνεμος, παρὰ τὸ ὁρούειν, καὶ ὁρμῆς αἴτιον εἶναι· οὖρος δὲ ὁ φύλαξ, παρὰ τὸ οὐρῶ τὸ φυλάσσω, ὁ ἐπὶ τῶν ὀρείων τετάγμενος καὶ προορῶν· λέγεται δὲ φρουρὸς οἷον πρόορός τις ὢν, καὶ συναιρέσει προυρὸς καὶ φρουρός
ο 350
Οὖρος τὸ τοῦ ἀνθρώπου, καὶ οὖρος τὸ ὅρος τῆς γῆς, ἀμφότερα δὲ οὐδέτερα
ο 351
Οὐροὺς τὰ νεώρια, ἤγουν οἱ ὀλκοὶ, παρὰ τὺ ὀρούω ὀρούσω καὶ κατʼ ἀποβολὴν τοῦ ω ὀροὺς, καὶ πλεονασμῷ τοῦ υ οὐρούς· διʼ αὐτῶν γὰρ ἐγείρονται καὶ καθέλκονται αἱ νῆες εἰς τὴν θάλασσαν· καὶ Ὅμηρος· οὐροὺς ἐξεκάθαιρον νηῶν
ο 352
Οὖς διάτι οὐ κλίνεται; οὐδέποτε ὄνομα οὐδέτερον εἰς ους λῆγον πλὴν τοῦ οὖς· τοῦτο δὲ ὡς μονῆρες ὂν, καὶ μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον
ο 353
Οὐρανιῶνες φυλάττει ὥσπερ ὄνομα καὶ ἔστιν εὐθείας τῶν πληθυντικῶν
ο 354
Οὐκ ᾔδειν · εἴδω ὁ μέλλων εἴσω, ὁ παρακείμενος οἶδα, ὁ ὑπερσυντελικὸς ᾔδειν καὶ διαιρέσει τῆς οι εἰς ἦτα ᾔδειν
ο 355
Οὖσα ὑπάρχουσα, παρὰ τὸ οἴσω τὸ κομίζω, οἶσον οὐδετέρως, καὶ τροπῇ τοῦ ι εἰς υ οὖσον, ἐν ᾧ κομίζεται ἡ ναῦς· οἱ δʼ οὖσα γρώνης εὐγάληνα χερμάδος
ο 356
Οὐσία ὡς οὖσα κάλλιστος, τοῦ τυχόντος ὕπαρξις· ἢ ὡς ἀδιάπτωτος μένουσα· ἢ παρὰ τὸ ὦ μονοσύλλαβον ῥῆμα, τὸ σημαῖνον τὸ ὑπάρχω, οὗ ἡ μετοχὴ ὢν ὄντος, καὶ τὸ θηλυκὸν οὖσα, καὶ πλεονασμῷ τοῦ ἰῶτα οὐσία, ἡ οὖσα ἀεὶ καὶ ὑπάρχουσα, ὥσπερ παρὰ τὸ γέρων γέροντος, γερουσία ἡ ἐντιμοτής, καὶ γερούσιος ὁ ἔντιμος· τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ια παροξύτονα θηλυκὰ, διὰ τοῦ ἰῶτα γράφεται· οἷον μετουσία, γερουσία, παῤῥησία, παρουσία, ἀφθαρσία
ο 357
Οὖσον τὸ σχοινίον, τὸ ἐξ οἴας πλακέν. τινὲς οὖσα ἐκάλεσαν, τὰ τὴν ναῦν οὐκ ἐῶντα σείεσθαι
ο 358
Οὐχ ἥκιστα λίαν, πάνυ, ἢ μάλιστα
ο 359
Οὐτιδανοῖσιν ἀσθενέσιν, οὐδένος λόγου ἀξίοις· δύο εἰσὶν εἰς ος σύνθετα, οὐτιδανὸς οὐτιδανὴ, καὶ μηδαμινὸς, μηδαμινή· καὶ τὸ μὲν οὐτιδανὸς γέγονε παρὰ τὸ οὖτις οὔτιδος, συγκειμένου τοῦ ὃς καὶ τοῦ τίς· τὸ δὲ μηδαμινὸς γέγονεν ἀπὸ τοῦ μηδαμοῦ, ὅπερ σύγκειται ἀπὸ τῆς μη ἀπαγορεύσεως, καὶ τοῦ δαμὸς, τῷ ἰσοδυναμοῦντι τῷ τίς· ἐξ οὗ καὶ τὸ ἐπίῤῥημα μηδαμῶς· διότι ἀπολογούμεθα ὑπὲρ αὐτοῦ, ὅτι παρασύνθετά εἰσι τὸ μηδαμινὸς καὶ οὐτιδανός· καὶ διὰ τοῦτο καὶ τῷ θηλυκῷ ἐνήλλαξε καὶ γέγονεν εἰς δύο· τὰ κοινὰ τῷ γένει σύνθετά εἰσι
ο 360
Οὔτις οὐδεὶς, τὸ οὐ ἐπίῤῥημα ἀρνήσεως, τὸ τὶς ὄνομα. τὸ δὲ Οὖτις ἐπὶ τοῦ Ὀδυσσέως ἀντὶ ὀνόματος κυρίου παραλαμβάνεται, καὶ ἔστιν ἓν μέρος λόγου, καὶ προπερισπᾶται
ο 361
Οὗτος ἀντωνυμία μονοπρόσωπος· τέσσαρες γὰρ εἰσὶ μονοπρόσωποι ἀντωνυμίαι. οὗτος, αὐτὸς, ἐκεῖνος καὶ ὅδε· καὶ ὁ δεῖνα κατὰ παραγωγήν· τὸ δὲ δεικτικὸν οὑτοσί· τὸ γὰρ οὑτοσὶ, ἐκεινοσὶ καὶ ὧδε γίνεται κατʼ ἐπέκτασιν τοῦ ἰῶτα πρὸς ἐμφανισμὸν πλείονος δείξεως· ἡ δὲ αὐτὸς στερηθεῖσα τῆς δείξεως, ἐστερήθη καὶ τῆς διὰ τοῦ ἰῶτα ἐπεκτάσεως· οὕτω καὶ ἡ κλητικὴ ὦ οὗτος Ἀττικῶς· ὁμοίως καὶ τὸ ἐκεῖνος· ἡ δὲ αὐτὸς κλητικὴν οὐκ ἔχει· ἡ δὲ οὗτοι καὶ ἐκεῖνοι ἀντιδεκτικοί εἰσιν, ἡ δὲ αὐτὸς ἀναφορὰν δηλοῖ· ἐναντία δέ ἐστιν ἡ δεῖξις τῆς ἀναφορᾶς
ο 362
οὑτοσὶ διαφέρει, τὸ μὲν γὰρ σὺν τῷ ἰῶτα δεικτικὸν μόνον· τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν· ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ ἐπὶ τουτονί
ο 363
Οὕτω ἐπίῤῥημα μεσότητος· τοῦτο οὐκ ἔστιν ἀπὸ τῆς γενικῆς· σεσημείωται γὰρ τοῦτο ἀπʼ εὐθείας γίνεσθαι· εἰ γὰρ ἀπὸ τῆς γενικῆς, ὤφειλεν εἶναι τούτως, ἐκ τοῦ εἰπεῖν τὸν τεχνικόν· τὸ δὲ ὥς ὀξύνεται, ἐπειδὴ ἀπὸ τοῦ ὃς γέγονε· καὶ τὰ ὅμοια· καὶ ὅτε ἐπιφέρεται σύμφωνον ἐξέρχεται τὸ ς, καὶ ὅτε φωνῆεν φυλάττει. οὐδέποτε δὲ ἐπιφερομένου φωνήεντος ἐκβέβληται τὸ ς. ποῖον ἐστιν ἀναλογώτερον, τὸ οὕτως ἢ τὸ οὕτω; καὶ λέγομεν τὸ οὕτως· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεσότητος ἐπιῤῥήματα, εἰς ως λήγειν ὠφείλουσιν, οἷον καλὸς καλὴ καλὸν, καλῶς, ὅταν δὲ μὴ τριγενὲς ᾖ εἰς ω λήγουσιν, οἷον κύκλος κύκλῳ, πρὸς πρόσω· εἴδομεν οὖν εἰ τοῦτο τριγενὲς, οὗτος οὗτοι αὗται, ταῦτα οὕτως ἄρα τὸ ἀνάλογον· τὸ δὲ οὕτω κατʼ ἔλλειψεν τοῦ ς κατὰ δεύτερον λόγον· ὅτι τὰ εἰς ω λήγοντα ἐπιῤῥήματα οὐδέποτε φύσει μακρᾷ παραλήγεται, οἷον ἄνω κάτω πρόσω, ἔξω, ἄφνω, πλὴν τοῦ εἴσω· οὕτως ἄρα τὸ οὕτω κατὰ πάθος
ο 364
Οὐτῶ τὸ ἐγγύθεν τῷ δόρατι βάλλω
ο 365
Οὐχ ἥττους οὐκ ἐλάττονας
ο 366
Οὐχ ἁπλῶς οὐχ ὡς ἔτυχεν, οὐκ ἀκόρως
ο 367
Οὐχ ὅπως οὐχ ἵνα, οὐδαμῶς
ο 368
Ὀφείλω τὸ χρεωστῶ, ἐπὶ ἐνεστῶτος διὰ δίφθογγον· ὁ μέλλων ὀφελῶ, ὁ β ἀόριστος ὤφελον καὶ ὁ πρῶτος ὤφειλα· ἐκ τούτου δὲ κατὰ συγκοπὴν ὀφλῶ ὀφλήσω, ὤφληκα, ὤφλημαι, ὄφλημα
ο 369
Ὀφείλημα χρεοὺς διαφέρει· ὀφείλημα ἔστι δημόσιον χρεὸς θεῷ ὀφειλόμενον ἢ βασιλεῖ· χρεὸς δὲ τὸ ὀφειλόμενον ἰδιωτικῷ· ἢ τὸ ἰδιωτικὸν δάνειον
χ 2
χρεὸς διαφέρει· ὄφλημα μὲν γὰρ καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δήμῳ ὀφειλόμενον· χρεὸς δὲ τὸ ἰδιωτικὸν δάνειον
ο 370
Ὀφείλημα παρὰ τὸ ὀφέλλειν, ὅ ἐστιν αὔξεσθαι, τὸ δάνειον τὸ αὐξανόμενον τόκῳ· ὀφέλλω σημαίνει τὸ αὐξάνω
ο 371
Ὀφειλὴ διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ ὀφειλόμενον. παρὰ γὰρ τὸ ὀφείλω γέγονε
ο 372
Ὄφελος ποίᾳ ἐγκλίσει συντάσσεται; καὶ λέγω ὅτι ἀπαρεμφάτῳ· κανὼν γὰρ ἐστὶν ὁ λέγων, ὅτι τὸ ὄφελος ἄπτωτόν ἐστι· σημαίνει δὲ δύο· ἔστιν εὐχῆς σημαντικὸν, καὶ ῥῆμα· οὐ κλίνεται δὲ· ἐπειδὴ δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, ὅτι τὰ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς οὐκ εἰσὶν οὐδέτερα ὁ δὲ ἕτερος λέγει τὰ διὰ τοῦ ελος οὐδέτερα δισύλλαβά εἰσιν, οἷον σκέλος, βέλος, μέλος, τέλος· τοῦτο δὲ ὡς ὑπερβᾶν τὴν δισυλλαβίαν, καὶ μὴ ἔχον τι μιμήσασθαι, ἔμεινεν ἄκλιτον
ο 373
Ὀφθαλμὸς ὅρασις θολουμένη, τομῶς ἤγουν χαλεπῶς· ἢ παρὰ τὸ ὦφθαι λίαν καὶ τόμως· ἢ διὰ τὸ ὁρᾷν φῶς
ο 374
Ὄφις παρὰ τὸ ὄπτω, ὀπτικὸν γὰρ τὸ ζῶον· ἢ παρὰ τὸ ἰὸς καὶ ἐν ὑπερθέσει ὄϊς καὶ πλεονασμῷ τοῦ φ ὄφις· ὁ γὰρ ὄφις ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούς· ἢ ὡς ἂν εἴπῃς ὁ φήσας, ἤγουν τῇ γυναικὶ λαλήσας· ἐλάλησε γὰρ τῇ εὔᾳ
ο 375
ὀφείλειν διαφέρει· ὀφλεῖ μὲν γάρ τις ἐπὶ τῇ καταδίκῃ· ὀφείλει δὲ τὶς, ὡς καὶ ἡμεῖς φαμὲν ἐκδεχόμενοι
ο 376
Ὀφιόδηκτος ἐν τοῦ ὄφις καὶ τοῦ δήκω τὸ δάκνω
ο 377
Ὀφλῶ χρεωστῶ, παρὰ τὸ ὀφείλω συγκόπτεται
ο 378
Ὀφρυάζοντο ὀφρυάζειν λέγεται τὸ ταῖς ὄφρυσι νεύειν, ἀπὸ τοῦ ὀφρυάζω· τοῦτο παρὰ τὸ ὀφρύς· δηλοῖ δὲ τὴν προσβολὴν ὅτου δήποτε τόπου καὶ τῶν ὀρέων καὶ ἡμῶν τῶν ὀψέων· συντάσσεται μετὰ δοτικῆς
ο 379
Ὀφρῦες λέγονται ἤτοι ὠπόρυες, παρὰ τὸ φρουρεῖν τὰς ὦπας, ἀπό τε τῶν ὄμβρων καὶ τῶν ὕπερθεν ἱδρώτων, ὡς μὴ ἐπʼ αὐτοὺς φέρεσθαι· ἢ παρὰ τὸ φέρω καὶ κατὰ συγκοπὴν φρῶ· ὅθεν καὶ τὸ εἰσφρῶ· ὅπερ γέγονεν ἀπὸ τοῦ πρωΐω, φρῶ, φρῦς καὶ ὀφρῦς· δηλοῖ δὲ καὶ τὴν προβολὴν ὅτου δήποτε τόπου καὶ τῶν ὀρέων ἡμῶν τῶν ὀψέων· ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ὀρύς· τοῦ φ πλεονάσαντος· οἱ δὲ παρὰ τὸ ὄπτω ὀφῦς καὶ πλεονασμῷ τοῦ ρ ὀφρῦς
ο 380
Ὀφρῦς παρὰ τὸ τοὺς ὦπας ῥύεσθαι ἤγουν φυλάττειν· ἢ παρὰ τὸ φέρω φορῦς καὶ ὀφρῦς· ψιλοῦται· πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἀφρὸς, ὀφρῦς, ὄφρα· ἢ παρὰ τὸ ὀρούω τὸ φυλάττω, καὶ τὸ ὢψ ὠπὸς. καὶ τὸ ὄροφος, ὀπωρόφοι τινὲς ὄντες, ὄροφοι γὰρ τῶν ὠπῶν· οἱδὲ φασὶ παρὰ τὸ ὄπτω τὸ βλέπω, ὀπρῦς καὶ ὀφρῦς· τὸ ο μικρόν· τὸ ο εἴτε κατʼ ἀρχὴν λέξεως, εἴτε κατὰ τὸ μέσον, ἔχον μεθʼ ἑαυτοῦ δύο σύμφωνα ἐν ἁπλῇ καὶ ἀκινήτῳ λέξει, διὰ τοῦ ο μικροῦ γράφεται
ο 381
Ὀφώλια εἰς τὸ ἀποφώλια
ο 382
Ὄχα ἐπίῤῥημα μεσότητος, ὄχα καὶ ἐξόχα· σημαίνει τὸ ἔξοχον καὶ ἔνδοξον· γέγονε δὲ παρὰ τὸ ἔχω ἔξοχος, καὶ τὸ οὐδέτερον ἔξοχον καὶ ἐξόχα καὶ ἀφαιρέσει τῆς ἐξ προθέσεως ὄχα· ἔστι δὲ ἐπίῤῥημα ὀνομαστικόν
ο 383
Ὄχʼ ἄριστε πάνυ ἔνδοξε· παρὰ τὸ ἔχεσθαι
ο 384
Ὄχανον ὁ δεσμὸς καὶ ὁ λῶρος, ἐξ οὗ καὶ ἀποκρέμαται ἡ ἀσπίς· γίνεται δὲ παρὰ τὸ ἔχω, ὃ σημαίνει τὸ κρατῶ καὶ ἐξ αὐτοῦ ῥηματικὸν ἔχανον καὶ ὄχανον
ο 385
Ὀχέων ἐξοχέων, ἁρμάτων· ἔστι γὰρ τὸ ὄχος, καὶ σημαίνει τὸ ἅρμα, καὶ γίνεται ἐκ τοῦ ἔχω τοῦ σημαίνοντος τὸ ἐλαύνω, καὶ ἐξ αὐτοῦ ῥῆμα ὀχῶ, ὁ μέλλων ὀχήσω, ὄνομα ῥηματικὸν ὄχημα· σημαίνει δὲ τὸ ἅρμα
ο 386
Ὀχεὺς εἰς τὸ τοκεύς· ἤτοι ὁ συνέχων καὶ σφίγγων τὴν περικεφαλαῖαν
ο 387
Ὀχῆας ὀχεύς. κατὰ τροπὴν τοῦ ε εἰς ἦτα
ο 388
Ὀχθήσας ἀγανακτήσας, παρὰ τὸ ἄχω βαρύτονον ἀχθῶ, ἀχθήσω, ἀχθήσας καὶ ὀχθήσας
ο 389
Ὄχθος τοῦ ποταμοῦ τὸ τεῖχος, ἢ τῆς θαλάσσης· παρὰ τὸ ἔχω ὄχος ὁ ἔξοχος καὶ ὄχθη
ο 390
Ὄχλος παρὰ τὸ εἵλλω τὸ συστρέφω, εἵλος καὶ ὄχλος· ἢ παρὰ τὴν ὄχλησιν· ἢ παρὰ τὸ ἀχλὺς ἄχλος καὶ ὄχλος, κατὰ τροπὴν τοῦ α εἰς ο. καὶ εἰς τὸ πλῆθος
ο 391
Ὀχλάζει κινεῖ, ἔνθεν καὶ ὁ μόχλος, ὁ μὴ ἐῶν κινεῖσθαι τὰς θύρας
ο 392
Ὀχμάζω κρατῶ, ἐκ τοῦ ἔχω τὸ κατέχω παράγωγον ἐχάζω, ὡς κύπτω κυπτάζω, ἔνθα ἐπενθέσει τοῦ μ, ἐχμάζω καὶ τροπῇ τοῦ βραχέος εἰς βραχὺ ὀχμάζω· ὡς ἀλκὴν Ἀλκμάν
ο 393
Ὄχνη εἶδος δένδρου, καστάνου, κοστομήνου μήλου ἀππιδ
ο 394
Ὀχμάσας σημαίνει τὸ κρατήσας καὶ κόψας· ἔστιν ἔχω τὸ κρατῷ ὁ μέλλων ἕξω, ὁ παθητικὸς παρακείμενος ἦγμαι, ἐξ αὐτοῦ ὄνομα ἐχμὰς ἐχμάδος, καὶ τροπῇ τοῦ ε εἰς ο ὀχμάδος, καὶ ἐκ τούτου γίνεται ὀχμάζω, ὁ μέλλων ὀχμάσω, ὁ ἀόριστος ὤχμασα· ἡ μετοχὴ ὀχμάσας
ο 395
Ὀχμὸν παρὰ τὸ ἔχεσθαι ἄλλο ἄλλου φυτοῦ
ο 396
Ὀχυρὸς παρὰ τὸ ἔχω ἐχυρὸς, καὶ τροπῇ τοῦ ε εἰς ο ὀχυρός
ο 397
Ὄχθοι αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι
ο 398
ὄχθαι διαφέρει. ὄχθαι μέν εἰσι χειλῆ ποταμῶν, ὄχθοι δὲ γῆς ἐπαρμάματα
ο 399
Ὄχνη ἡ ἀχνὰς, οἷον ἀχοὴ, διὰ τὸ μὴ ποτίζεσθαι, ξηρᾷ γὰρ ἥδεται γῇ ἡ ὀπώρα αὕτη· καὶ ἀπίος, ἡ ἥκιστα πινοῦσα
ο 400
Ὀψάριον παρὰ τὸ ὄψον αἴρεσθαι ἐκ τῆς θαλάσσης, ἢ ὄψον τοῦ ῥείθρου, ἤγουν βρῶσις ὕδατος· ἢ ὅτι ψαῦον αἴρεται, ἤτοι ἐγγίζον τῷ δελέατι
ο 401
Ὀψὲ βραδέως, παρὰ τὸ τὴν ὥραν ἐπιτήδειαν εἶναι πρὸς ἑσπέραν
ε 834
ἐσπέρα διαφέρει· ἑσπέρα μὲν ἡ μετὰ τὴν δύσιν τοῦ ἡλίου κατάστασις· ὀψὲ δὲ τὸ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· καὶ ὀψαρότης ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν· καὶ εἰς τὸ ὀψιτέλεστος
ο 402
Ὀψείω διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ ἐπιθυμίαν ἔχον θεωρῆσαι
ο 403
Ὄψις παρὰ τὸ ὄπτω, ὄψω, ὄψις
ο 404
Ὀψία ἀψία ἦν, παρὰ τὸ ἂψ ἰέναι ἀπὸ τῶν ἔργων· καὶ τὸ ἐναντίον κατάστημα πρωΐα δὲ λέγεται, παρὰ τὸ προϊέναι ἐπὶ τὰ ἔργα· Σαπφὼ, φέσπερε πάντα φέρω ὅσα φαινότερα ἐσκέδαςʼ ἡώς
ο 405
Ὀψιτέλεστον ὄνομα οὐδέτερον, ἐκ τοῦ ὀψὲ καὶ τοῦ τελεστὸν· τὸ δὲ ὀψὲ ἐκ τοῦ ἂψ, ὃ σημαίνει τὸ εἰς τ’οὐπίσω ἐπαναστρέψαι, ἤγουν πρὸς τὸν οἶκον· ἢ τὸ πάλιν, ἀμφότερα δὲ ἐκ τοῦ ἂψ, ὥσπερ πρωΐα λέγεται, παρὰ τὸ εἰς τὸν οἶκον προϊέναι· οὕτω καὶ ὀψὲ τὸ βραδὺ γίνεται ἐκ τοῦ ἂψ, ὁ εἰς τ’οὐπίσω ἐπαναστρέφων, ἤγουν πρὸς τὸν οἶκον. τὸ δὲ ὀψὲ ὃ σημαίνει τὸν τῆς ἑσπέρας καιρὸν, ἀλλὰ τὸ βραδὺ τοῦ χρόνου ἤγουν τοῦ ὄρθρου· λοιπὸν ἐκ τοῦ ἂψ ὃ σημαίνει τὸ πάλιν, τροπῇ τοῦ α εἰς ο γίνεται ὀψὲ καὶ ἐξ αὐτοῦ γίνεται κατὰ πλασμὸν ὄψι βαρύτονον· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, τὰ εἰς ἰῶτα λήγοντα ἐπιῤῥήματα συνεσταλμένον ἔχοντα τὸ ι, βαρύνεσθαι θέλουσιν, οἷον, ὄφι αὖθι, νόσφι, κεῖθι, μέχρι, ἄχρι, ἄρτι· ὅθεν τὸ χωρὶς ἀποβάλλων τὸ ς, διὰ τὸν κανόνα τοῦτον βαρύνεται, χῶρι γὰρ λέγεται, οὕτως οὖν καὶ ὄψι· πρόσκειται συνεσταλμένον ἔχοντα τὸ ἰῶτα, διὰ τὸ δευρὶ καὶ νυνὶ, ταῦτα γὰρ μακρὸν ἔχει τὸ ἰῶτα, ὁ δὲ κανὼν περὶ τοῦ βραχέος ἐστὶ. σεσημείωται τὸ οὐχί· τοῦτο δὲ ὅτι παραλόγως ἐστὶν, ὥσπερ γὰρ ἀπὸ τοῦ ᾗ, ὃ σημαίνει τὸ ὅπου, ἐπεκτάσει τῆς χι συλλαβῆς γίνεται ᾗχι βαρυτόνως· οὕτω καὶ περὶ τὴν οὐ ἄρνησιν, ἐπεκτάσει τῆς χι συλλαβῆς, ὤφειλεν εἶναι οὐχὶ βαρυτόνως· ἀλλʼ ἐπειδὴ παραλόγως ὠξύνθῃ τὸ οὒ, εἰκότως καὶ μετὰ τῆς χι ἐπεκτάσεως ἡ αὐτὴ παραλογία ἐφυλάχθη· λοιπὸν ἐκ τοῦ ὄψι καὶ τοῦ τέλος γίνεται ὀψιτέλεστος· καὶ ἀναβιβάζει τὸν τόνον· τὰ γὰρ εἰς ος ὀξύτονα ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ κωλύθη· διὰ τὸ λοιγὸς βροτολοιγός· ἔστι γὰρ ὁ φθείρων τοὺς ἄνδρας
ο 406
Ὄψον σημαίνει τὸ προσφάγιον, ἐκ τοῦ ὀπτῶ γίνεται ὄπτον καὶ τροπῇ τοῦ τ εἰς ς, καὶ κράσει τοῦ πς εἰς ψ ὄψον· τὸ δὲ ὀπτῶ παρὰ τὸ ὄπτω τὸ βλέπω, δεῖ γὰρ βλέπειν συνεχῶς πρὸς τὸ μὴ καίεσθαι τὰ ὀπτόμενα
ο 407
Ὀψώνιον διὰ τὸ ὄψιν ἤγουν βρῶμα ὠνεῖσθαι
ο 408
Ὄψον κυρίως λέγεται πᾶν τὸ τῷ πυρὶ κατασκευασμένον, παρὰ τὸ ἐψόν τι ὄν· ἢ παρὰ τὸ ὀπτῆσαι ὠνομασμένον. Τέλος τοῦ Ο στοιχείου. ΑΡΧΗ ΤΟΥ Π ΣΤΟΙΧΕΙΟΥ
π 11
Παγγενῆ ἐπίῤῥημα μεσότητος· ἐξεβλήθη ἐξ αἰτιατικῆς πτώσεως εἰς ἐπίῤῥημα· ὁ παγγενὴς, τοῦ παγγένεος, καὶ παγγενοῦς, τῷ παγγένεϊ καὶ παγγενεῖ τὸν παγγενέα καὶ παγγενῆ, παρὰ τὸ πᾶν καὶ τὸ γένος, ὅλον τὸν Ἀδὰμ πεπτωκότα
π 12
Παγεωθεῖσα. ἑδραιωθεῖσα βεβαιωθεῖσα, πιστωθεῖσα, ἀπὸ τοῦ παγιῶ, τοῦτο παρὰ τὸ πάγος, τοῦτο παρὰ τὸ πτήσσω, ὁ δεύτερος ἀόριστος ἔπαγον, καὶ ἐξ αὐτοῦ πάγιος, ὁ πεπηγμένος
π 13
Πάγνως εἰς τὸ ἐκπάγνως ἐκπαγνῶς
π 14
Πάγος κρυὸς, πεπηγὸς, παρὰ τὸ πεπῆχθαι εἰς ὕψος
π 15
Παγὶς ἐκ τοῦ πήσσω, πηγὶς καὶ παγίς
π 16
Πάγουρος παρὰ τὸ ἐν πάγοις ὀρούειν, ὅ ἐστι φυλάττειν καὶ διατρίβειν
π 17
Παίανες παρὰ τὸ παύσω παύων καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι. καὶ οὕτω ὁ Δίδυμος
π 18
Παιδνὸς παρὰ τὸ παίζω· παιδνὸς διφθόγγῳ
π 19
Πάγχυ παρὰ τὸ πάνυ, καὶ πλεονασμῷ τοῦ χ καὶ τροπῇ τοῦ ν εἰς γ, διὰ τὴν σύνταξιν
π 20
Πάγουροι παρὰ τὸ οὐρεῖν, ὅ ἐστι φυλάττειν, ἐν τοῖς πάγοις· πάγοι δέ εἰσι κρημνωδεῖς τόποι
α 1331
ἀντίπαις διαφέρει, παῖς ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ· ἀντίπαις δὲ ὁ ἐκβεβληκὼς τοῦ παιδὸς τὴν ἡλικίαν· καὶ ἤδη πρόσηβος, βούπαις δὲ ὁ μέγας παῖς
π 21
παιδεία διαφέρει. παιδεία μὲν γάρ ἐστι δύναμις θεραπευτικὴ ψυχῆς· παίδευσις δὲ παιδείας καὶ ἀρετῆς παράδοσις· καὶ ἐκ παιδὸς ἀρετὴ ἐπʼ ἀρετῆς ὁδηγηθεῖσα
π 22
Παιδεία διὰ τῆς ει διφθόγγου, ὥσπερ παρὰ τὸ μοιχεύω μοιχεία, οὕτω καὶ παρὰ τὸ παιδεύω παιδεία· ἰστέον, ὅτι τὸ παιδεία πολλὰ σημαίνει· σημαίνει γὰρ τὴν παίδευσιν, καὶ τὴν παιδικὴν ἡλικίαν, καὶ τὴν ἀναστροφὴν, καὶ τὴν μίξιν· τὸ γὰρ σημαῖνον παίγνιον διὰ τοῦ ι γράφεται, καὶ παρʼ ἡμῖν ὀξύνεται, οἷον παιδιὰ, παρὰ τοῖς Ἀθηναίοις βαρύνεται, οἷον, παιδία
π 23
Παῖδα θηλυκῶς κλίνεται, ἡ παῖς
π 24
παιδάριον καὶ παιδίσκος καὶ παῖς διαφέρει· παιδίον μὲν γάρ ἐστι τὸ τρεφόμενον ὑπὸ τιθήν. παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον· παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ ὤν· παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι
π 25
Παιδίον διὰ τὸ παιδείας δέεσθαι· καὶ εἰς τὸ γέρων
π 26
Παίσατε πλήξατε, τύψατε, Ἀττικῶς χορεύσατε, ἢ παίξατε
π 27
Παιδίον ὅτι τοῦ πατρός ἐστιν ἴδιον
π 28
Παῖδα παρὰ τὸ πάϊς παῖς παιδὸς, παιδίζω καὶ παίζω· τὸ παι διφθόγγῳ διάτι; ἐκ τοῦ παίζω, ἐξ οὗ καὶ παιδίον· ἢ παρὰ τὸ παίω τὸ τύπτω· τοῖς γὰρ παισὶν ἁρμόζει δαρμός· ἢ παρὰ τὸ παίζειν, παρεπόμενον γάρ ἐστι τοῖς παισί
π 29
Παιδίσκη καὶ παῖς, παρὰ Ἀττικοῖς θεράπαινα· διαφέρει δὲ, παιδίσκη μὲν γάρ ἐστιν ἡ ἐλευθερὰ, παῖς δὲ ἡ δούλη
π 30
Παιδίσκης δούλης, παρὰ τὸ παῖς παιδὸς· τοῦτο παρὰ τὸ πάϊς
π 31
Παῖς ὁ ἐπιτήδειος εἰς τὸ παίεσθαι· καὶ παιδίσκη ἀπὸ τούτου, ἡ τὴν αὐτὴν ἡλικίαν ἔχουσα
π 32
Παίζω παρὰ τὸ παῖς παιδὸς γίνεται παιδίζω, καὶ συγκοπῇ παίζω· τοῖς γὰρ παισὶν εἴωθεν ἀεὶ τὸ παίζειν
π 33
Παιπάλη ἄλευρον κριθῆς, εἰς τὸ παληνομένης
π 34
Παλαιὸς ὁ ἀρχαῖος· πάλεος δὲ ὁ ἄφρων· τίθεται καὶ ἐπὶ τοῦ σκώπτοντος
π 35
Παῖς παρὰ τὸ βαιὸς βαῖς καὶ παῖς· τρία δέ εἰσι σεσημειώμενα, παῖς, δαῖς, σταῖς, ἅτινα κλίσιν μὲν ἀνε δέξαντο, κανόνι δὲ οὐχ ὑπέπεσον, ἀρσενικὸν ὁ παῖς, θηλυκὸν ἡ δαῖς, σημαίνει δὲ τὴν εὐωχίαν· οὐδέτερον τὸ σταῖς, σημαίνει δὲ τὸ ἄλευρον, καὶ εἰς τὸ γέρων καὶ παιδίσκος
π 36
Παίων εἴτε ὁ μετρικὸς ποὺς, εἴτε τὸ ἔθνος· οὕτως ἡ παράδοσις. ἐντεῦθεν παρήχθη καὶ τὸ ἐν τῇ κοινῇ λεγόμενον, παρὰ τὸ παίδων
π 37
Παιωνίσαντες ἀλαλάξαντες, εὐφημήσαντες τὸν παίονα ἐπικαλεσάμενον· ἦν δὲ ἔθνος, καὶ ἐπὶ ἔργου ἀρχόμενον, καὶ ἐπὶ τῇ νίκῃ τοῦτο λέγεται
π 38
Πάκτα παρὰ τὸ τὰ πάντα κτᾶσθαι
π 39
Πάλαι ἐπίῤῥημα χρόνου δηλωτικόν· ποτὲ ἀρχηθῆ, ὅπερ καὶ βαρύνεται· καὶ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, οἶον πρόπαλαι
π 40
Πάθος παρὰ τὸ πήθω τὸ πανθάνω, ὁ δεύτερος ἀόριστος ἔπαθον καὶ ἐξ αὐτοῦ πάθος
π 41
Παλαίμων εἰς τὸ Λακεδαίμων
π 42
Παλαιὸς ἐκ τοῦ πάλαι εἶναι· ἢ διὰ τὸ παλαίων ἤγουν ἐκ χρόνων πολλῶν εἶναι
π 43
Παλαιστὰς ἀντὶ τοῦ μετρητάς· γίνεται δὲ ἐκ τοῦ πάλλω τὸ κινῶ, ὁ μέλλων παλῶ, ὁ παρακείμενος πέπαλκα, ὁ παθητικὸς πέπαλμαι καὶ ἐξ αὐτοῦ πάλμη, διʼ ἧς ἡ χεὶρ κινεῖται, καὶ ἐκ τούτου γίνεται παλαμη· καὶ ἐξ αὐτοῦ πεπάλακα ὁ παρακείμενος, ὁ παθητικὸς πεπάλαμαι, τὸ τρίτον πεπάλασται, καὶ ἐξ αὐτοῦ παλαιστὸς, καὶ τὸ θηλυκὸν παλαιστή· σημαίνει δὲ τὴν τῶν δακτύλων ὀρδινιαῖαν σύνθεσιν, πελαστή τις οὖσα, ὅτι πέλας συνάγει τὰ ὀστᾶ, τουτ’ἔστι πλησίον τοὺς δακτύλους, παλαστὴ καὶ πλεονασμῷ τοῦ ι παλαιστή· συνάγομεν γὰρ ποιοῦντες αὐτὴν τοῖς δακτύλοις· ἡ αὐτὴ καὶ δογμή
π 44
Παλαιστίνη ἡ χώρα τοῦ Φιλιστιεὶμ, διὰ τοῦ ἰῶτα γράφεται· ἰστέον ὅτι ἀπὸ τοῦ Παλαιστίνη λέγεται ὁ πολίτης Παλαιστίνος, ὡς Ἀκραγαντῖνος
π 45
Παλαιστὴ παρὰ τὸ πελάζειν τὰ ὀστᾶ· ἔστι δὲ τετραδάκτυλον μέτρον
π 46
Παλαμάων πολεμικῶν, αὐτοχείρων· ἡ εὐθεῖα παλάμη παρὰ τὸ πάλλω τὸ κινῶ· ἐτυμολογεῖται παρὰ τὸ πολλοὺς ἀμᾷν, ἐξ οὗ καὶ παλαμαῖος καὶ πλεονασμῷ, τοῦ ν παλαμναῖος· σημαίνει δὲ δύο, ὁ τοὺς αὐτοχειριφονεύσαντας τιμωρούμενος καὶ ὁ ἐπὶ τινὶ βιάσματι κατεχόμενος
π 47
Παλάμη παρὰ τὸ παλαιὸν ἤγουν μέτρον τῆς χειρὸς εἶναι
π 48
Παλάμαι παρὰ τὸ πάλλειν· ἢ παρὰ τὸ πάλλω τὸ κινῶ
π 49
Παλάμῃφιν προσγεγραμμένον τὸ ἰῶτα ἐκ παραδόσεως· ἔχει δὲ καὶ κανόνα· αἱ διὰ τῆς φι συλλαβῆς γινόμεναι ἐπεκτάσεις, προσερχόμεναι ταῖς πτώσεσιν, εἰ μὲν φυλάττουσιν τὴν αὐτὴν φωνὴν, καὶ τὴν αὐτὴν γραφὴν φυλάττουσι· φρήτρῃ φρήτρῃφιν· εἰ δὲ οὐ φυλάττει τὴν αὐτὴν φωνὴν οὔδε τὴν αὐτὴν γραφὴν φυλάττουσι· οἷον χαλκὸς, χαλκοῦ χάλκοφιν· χωρὶς τοῦ νόσφι καὶ ἴχι· ποίου μέρους λόγου ἔστιν; ὀνόματος· αἱ διὰ τῆς φι συλλαβῆς γινόμεναι ἐπεκτάσεις, τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χωρὶς τοῦ νόσφι καὶ ἴφι· ταῦτα γὰρ ἀπὸ ὀνόματος μετήχθη, εἰς ἐπιῤῥηματικὴν σύνταξιν
π 50
Παλαιστὴ θηλυκῶς, ὅτι συνάγονται οἱ τέσσαρες δάκτυλοι, οἷον πελαστή τις οὖσα, ὅτι πέλας συνήγαγε τὰ ὀστᾶ, οἷον τοὺς δακτύλους ἡ αὐτὴ καὶ δογμὴ λέγε ται, ὅτι πλατείᾳ τῇ χειρὶ μετροῦμεν· ποιεῖ δὲ ἀπὸ τοῦ μεγάλου δακτύλου πρὸς τὸν λίχανον ἄκρον δακτύλους δέκα καὶ δογμὴ τὸ πλάγιον, ὡς λέγει Σωρανός· ἡ δὲ σπιθαμὴ ἔχει δογμᾶς τρεῖς, οἷον παλαιστὰς, δακτύλους δὲ δώδεκα, ἀπὸ τοῦ μικροῦ δακτύλου διϊσταμένων τῶν δακτύλων ἕως τῆς ἀντίχειρος λέγεται σπιθαμὴ, παρὰ τὸ ἀποσπασμὸν ποιεῖν· ὡς γράφει δὲ καὶ Χρύσιππος, διὰ τὸ σπᾶσθαι τὴν ὅλην χεῖρα, ποιεῖ σπιθαμὴν, δακτύλους δὲ δώδεκα, τὸ δὲ ἀπὸ τῆς ὁλοκεράνου πρὸς μὴν τὸ τοῦ μέσου δακτύλου, πήχεως μέτρον, πρὸς δὲ τοῦ μικροῦ, μετακονδύλιον, ὅ ἐστι κατὰ τὸ μέσον κονδύλιον· τῶν γὰρ δακτύλων ὁ μὲν πρῶτος κόνδυλος λέγεται προκόνδυλος καὶ ῥιζοδάκτυλος· ὁ δὲ μετὰ τοῦτον μεσοκόνδυλος· ἀπὸ οὖν τοῦ ὁλοκεραύνου πρὸς τοῦ μικροῦ μετακονδύλιον πυγὼν, ἐξ ὧν ὁ πῆχυς σπιθαμαὶ μὲν δύο, δογμαὶ δὲ ἕξ, δάκτυλοι δὲ κδ· πυγὼν δὲ ἶσα ἀπὸ τῆς πυγμῆς, ἐπεὶ μὴ ὥσπερ ὁ πῆχυς προτεταγμένους μετρεῖται δακτύλους, οὕτω καὶ ἡ πυγὼν ἐπισυνεστρωμένους, ὥστε ἔλαττον εἶναι τοῦτο τὸ μέτρον τοῦ πήχεος· ἴσως δὲ τὸ μέχρι πῆχυς ἐκ ποδός· τῷ δὲ ὀνόματι κέχρηται Ὅμηρος, βόθρον, ὅσον πυγούσιον, ἔνθα καὶ ἔνθα· ἐκταθείσων δὲ τῶν δύο χειρῶν ἀπʼ ἀλλήλων εἰς τὰ πλάγια, ὀργυῖα λέγεται, οἷον, ὀρεγυῖα, διὰ τὸ ὀρέγειν ὅ ἐστιν ἐκτείνειν τὰ γυῖα τουτ’ἔστι τὰς χεῖρας· ἔχει δὲ ἡ ὀργυία, σὺν πλάσει τοῦ στήθους πήχεις τέσσαρας· τηλικαῦτα δὲ κατὰ μέγεθος αἱ χεῖρες οὖσαι, κάτω ἐκταθεῖσαι οὐκ ἐφικνοῦνται τῶν γονάτων, ἀλλʼ ἀποθέουσι σπιθαμ. διὸ καὶ μακρόχειρα δόξαντα κεκλῆσθαι· εἴτε Δαρεῖος ἦν ὁ Ὑδασποὺ, εἴτε ὁ Ξέρξης, εἴτε Ὤχος, εἴτε Ἀρταξέρξης, μὴ διὰ τὸ ἐφάπτεσθαι τῶν γονάτων. οὕτως ὠνομᾶσθαι διὰ τὸ μήκιστον ἐκτείνειν τὴν δύναμιν τῆς βασιλείας· οὕτω Σωρανός
π 51
Παλαμναῖος παρὰ τὸ πολλοὺς ἀμᾷν· ἢ παλαίειν μετὰ μένους. καὶ Ζεὺς δὲ παλαμναῖος λέγεται ἐν Χαλκίδι· καὶ ἀσπὶς δέ τις τῶν θηρίων παλαμαῖος καλεῖται, ὁ διὰ χειρὸς καταγωνιζόμενος τὴν μάχην· παρὰ τὸ παλαμᾷν
π 52
Πανόρμοι σκέπην ἔχοντες παντὸς ἀνέμου· ἢ εἰς οὓς ὁρμίζονται πάντες
π 53
Παλινοστήσας ἐκ τοῦ πάλιν καὶ τοῦ νόστος, νοστήσω· πάλιν ἀπὸ τοῦ εὐθέως μεταστροφὴν δηλοῖ
π 54
Παλιῤῥόθιον τὸ εἰς τοὐπίσω φερόμενον κῦμα
π 55
Παλάσσετο ἐβρέχετο, ἐμολύνετο· πηλὸς γὰρ ἡ βεβρεγμένη γῆ
π 56
Παλάτιον παλαιόν τι ὄν
π 57
Παλήνη τὸ ἄλευρον, παρὰ τὴν παιπάλην, ὅ ἐστι τὸ λεπτὸν ἄλευρον
π 58
Παλυνομένης βρεχομένης, ἢ λευκαινομένης, παρὰ τὴν παλήνην. Ἀττικῶς δὲ παιπάλην λέγουσι τὸ λεπτὸν ἄλευρον, παρὰ τὸ ἀποπάλλεσθαι ἐκ τοῦ ἀλεύρου, ὅ ἐστιν ἀποῤῥίπτεσθαι
π 59
Παλιγγενεσία ἐκ τοῦ πάλιν καὶ τοῦ γεννῶ, γεννήσω, γεννησία, ἀντὶ τοῦ ἀναγέννησις· τὸ δὲ πάλιν σημαίνει τρία
π 60
Παλίλλογα παρὰ τὸ λέγω ῥῆμα, ὃ σημαίνει τὸ συλλέγω· καὶ τὸ πάλιν, τὸ δηλοῦν τὸ ἐκ δευτέρου· πλεονασμῷ τοῦ λ
π 61
Πάλιν σημαίνει τρία, τὸ ἐκ δευτέρου, ὡς τὸ, οὐ θήν μιν πάλιν θυμὸς ἀνήσει· καὶ τὸ ἐξ ἐναντίου· οὐ δὲ πάλιν ἀρέσει· καὶ εἰς τοὐπίσω· χειρὶ πάλιν ἐρύσας, καὶ ὄσσε πάλιν κλίνασα. καὶ εἰς τὸ αὖθις, καὶ πλήμη
π 62
Πάλιν τοῦ αὖθις διαφέρει, ὅτι τὸ μὲν πάλιν τὸ εἰς τοὐπίσω σημαίνει, τὸ δὲ αὖθις τὸ ἐξ ὑστέρου, ἐπίῤῥημα σημαντικόν. καί τι διαφέρει τὸ αὖθις τοῦ αὖθι; τὸ μὲν γὰρ αὖθις σημαίνει τὸ πάλιν, ἢ τὸ μετὰ ταῦτα· τὸ δὲ αὖθι τὸ αὐτόθι
π 63
Παλίνορσος ἐκ τοῦ πάλιν τοῦ σημαίνοντος τὸ εἰς τοὐπίσω, καὶ τοῦ ὀρῶ μέλλοντος· ἔστι γὰρ ὀρῶ ὁ μέλλων ὄρσω Αἰολικῶς· ἐξ αὐτοῦ γίνεται παλίνορσος, ὁ ὀπισθόρμητος
π 64
Παλίωξις παλινδίωξίς τίς ἐστι· παλίωξις δὲ λέγεται, ὅταν οἱ διωκόμενοι εἰς τοὐπίσω στραφέντες τοὺς πρωὴν διώκοντας ἐλαύνουσι· πάλιν γὰρ τὸ ὀπίσω σημαίνει, καὶ ἴωξις καὶ πλεονασμῷ τοῦ δ, δίωξις· τὸ δὲ δίωξις παρὰ τὸ διώκω τοῦτο παρὰ τὸ ὥθω· συντάσσεται πτώσει αἰτιατικῇ
π 65
Παλλὰς καὶ κλίνεται Παλλάδος, ὄνομα θεᾶς τῆς Ἀθηνᾶς, παρὰ τὸ πάλλω, τὸ κινῶ, ἢ ἀπὸ τοῦ παλθῆναι αὐτὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Διός· ἢ ὅτι Πάλλαντα, ἑνὰ τῶν Γιγάντων ἀπέκτεινεν· ἢ διὰ τὸ παλλωμένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διΐ
π 66
Παλλὰς ἀπὸ τοῦ παλλικωδέα ἡλικίαν ἔχειν· ἢ ἀπὸ τοῦ πάλλειν κατὰ τὸν μυστικωδέα λόγον· ἀναβιβασθέντος γὰρ τοῦ Διονύσου ὑπὸ Ἑρμοῦ εἰς οὐρανὸν, φασὶν, Ἥραν ἀπεχθῶς ἔχουσαν ἐπιπέμψαι αὐτῷ τοὺς Τιτάνας εἰς τὸ διαφθείραι αὐτὸν, καὶ τούτους ἐπιχειρήσαντας, διασπάσαι αὐτὸν, πάλλουσα τὸ δόρυ ἀπήλασε
π 67
Παλλακῖνος παρὰ τῷ Σώφρονι τὸ ὄνομα δηλοῖ δὲ τὸν πάλλικα ἢ τὸν τῆς παλλακῆς υἱόν
π 68
Πάμπαν ἔστι πᾶν, καὶ κατʼ ἀναδιπλασιασμὸν πάμπαν· τὸ δὲ μ, διὰ σύνταξιν· οὕτως Ἡρωδιανός
π 69
Παμπήδην ἐπίῤῥημα, ὥσπερ τὸ χύδην, μάτην· σημαίνει δὲ παντελῶς
π 70
Πανοῦργος ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος· λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος· καὶ ὁ κακοποιεῖν δυνάμενος, διὰ τῆς αὐτοῦ σοφίας καὶ κακίας
π 72
Πανδίων διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὴν ἰὼν μετοχὴν καὶ τὸ πᾶν γέγονε πανίων· καὶ κατʼ ἐπένθεσιν τοῦ δ, Πανδίων
π 73
Πανήγυρις τὰ σύνθετα ὁμοίως τοῖς ἁπλοῖς κλίνεται· τὸ ἁπλοῦν ἄγυρις· τὸ γυ ψιλὸν, ὥσπερ ὄνομα ὄνυμα, οὕτως ἀγορὰ ἄγυρις, καὶ Αἰολικῶς ἄγορες· τὸ νη ἦτα· ἐκ τοῦ πᾶν καὶ τοῦ ἄγυρις πανάγυρις καὶ πανήγυρις· ἢ παρὰ τὴν ἄγυριν, ὅ ἐστι συνάθροισιν, εἰς ἣν πάντες ἀγείρονται
π 74
Παννυχὶς παννύχιον, ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ παννυχίως· ὄνομα ὂν μετήχθη εἰς ἐπίῤῥημα· συντάσσεται δὲ ὥσπερ τὸ ἥδιστα καὶ τὸ ἥκιστα, καὶ τὰ ὅμοια· γίνεται δὲ ἐκ τοῦ νὺξ νυχὸς, νύχιος καὶ παννύχιος· τὸ χι ἰῶτα· τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ ιος ὀνόματα, διὰ τοῦ ι γράφεται, μὴν μηνὸς μήνιος
π 75
Πανόλβιος παρὰ τὸ πᾶν καὶ τὸ ὄλβος, ὃ σημαίνει τὸν πλοῦτον πανόλβιος, ἤγουν πανυπλούσιος· ἢ παρὰ τὸ οὖλος, ὃ σημαίνει τὸν ὑγιῆ, οὐλόβιος, μετὰ τοῦ βιὸς· καὶ ἀποβολῇ τοῦ υ, καὶ κατὰ συγκοπὴν ὄλβιος· φαμὲν γὰρ οὖλαι τε καὶ μέγα χαῖρε, ἀντὶ τοῦ ὑγιάναι· ὄλβιος οὖν ἐστιν, ὁ ἐν μηδένι ἐνδεής· τὸ δὲ ὄλβιος γέγονε, παρὰ τὸ ὅλον, ὃ σημαίνει τὸ ὁλόκληρον καὶ πλούσιον
π 76
Πανσιδίῃ παντὶ τῷ πλήθει, παρὰ τὸ ὁμοῦ τάσσεσθαι, καὶ σεβεσθαι, ἤγουν ὁρμᾶν καὶ ἐπακολουθεῖν· ἐξ οὗ καὶ παλίσσυτος· καὶ εἰς τὸ ἔσσυται
π 77
Πάντας ἐκ τοῦ πᾶς, σημαίνει δύο, τό, τε προσηγορικὸν, τό, τε, ἐπίθετον· προσηγορικὸν δὲ τὸ δηλοῦν τὸν πατέρα, οὗ κατʼ ἀναδιπλασιασμὸν πᾶς πᾶς· τοῦτο οἱ μὲν Ῥωμαῖοι βαρυτόνως λέγουσιν, ἡμεῖς δὲ περισπωμένως τοῦτο κλίνεται ὁ πᾶς τοῦ πᾶ, τὸ ἐπίθετον ὁ πᾶς, τοῦ πάντος
π 78
Πάντοτε ἐπίῤῥημα χρόνου δηλωτικὸν, ἐκ τοῦ πᾶν καὶ τοῦ τότε
π 79
Πανδῶρα ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν δωρεῖται· ἔστιν ὄνομα κύριον παρʼ Ἡσιόδῳ· ἢ ὅτι πάντων δωρεὰς ἔλαβε· ἢ ὅτι δῶρα πάντων θεῶν
π 80
Πάντοσε πανταχοῦ· διάτι προπαροξύνεται; τὰ εἰς ε λήγοντα ἐπιῤῥήματα, τὴν εἰς τόπον σχέσιν δηλοῦντα ὁμότονα καθεστήκασι τοῖς εἰς θεν λήγουσιν ἐπιῤῥήμασιν· οἷον, ἑκασταχόθεν, ἑκασταχόσε, πάντοθεν πάντοσε· τὸ το μικρὸν διάτι; τὰ εἰς θεν λήγοντα ἐπιῤῥήματα παραλήγοντα φωνήεντι, ᾧ καὶ τὸ τέλος τῆς γενικῆς τοῦ ὀνόματος· εἰ δὲ ἀπὸ ῥήματος εἴῃ, τὸ αὐτὸ παραλήγεται, δεῖ οὖν τὸ λῆγον τοῦ πρωτοτύπου· εἰ δὲ διὰ διφθόγγου εἴῃ, καθὼς πρόσκειται, ὑποπίπτει τὸ ἐπὶ τοῦ τέλους φωνῆεν· ἀρχῆς ἀρχῆθεν, θύρας θύραθεν, οὐρανοῦ οὐρανόθεν
π 81
Παπαὶ ἐπίῤῥημα σχετλιαστικὸν, ἀπὸ τοῦ πήθω τὸ πανθάνω, ὁ β ἀόριστος ἔπαθον· παπαὶ τὸ πάθος τῆς λύπης· πάντα τὰ εἰς αι λήγοντα ἐπιῤῥήματα, ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπῶνται, πλὴν τοῦ βαβαὶ, καὶ τοῦ ναί· τὸ δὲ ἰοὺ ἀναφώνημα λύπης
π 82
Πάπας παρὰ Ἀττικοῖς λέγεται ὁ πατήρ
π 83
Πάππα φίλʼ εἴρηκεν Ὅμηρος· οὕτω δὲ ἐλέγετο παρὰ Συρακουσίοις ὁ πατήρ· πᾶς λέγεται, καὶ κατʼ ἀναδιπλασιασμὸν πάπας, καὶ πλεονασμῷ τοῦ π, πάππα φίλε
π 84
Παπταίνειν σημαίνει τὸ βλέπειν, καὶ περισκοπεῖν τῇδε κᾀκεῖσε, παρὰ τὸ πανταχοῦ τὰ φαὴ μεταννύειν
π 85
Παπταίνων περιβλεπόμενος παρατηρῶν· παρὰ τὸ τὰ φαὴ μεταννύειν, γίνεται φαπταίνων καὶ παπταίνων
π 86
Παραβλήδην παραβλητικῶς, παραβοτικῶς· ἔστιν ἐπίῤῥημα ποιότητος· καὶ ἐκ πόσων μερῶν τοῦ λόγου παράγονται τὰ εἰς δην ἐπιῤῥήματα; ἐκ δύο· ἐξ ὀνόματος καὶ ῥήματος· καὶ εἰ μὲν ἀπὸ ὀνομάτων παράγονται τὰ εἰς δην ἐπιῤῥήματα, τῷ α παραλήγονται· οἷον λόγος λογάδην, σπόρος σποράδην, τρόχος τροχάδην· εἰ δὲ ἀπὸ ῥήματος γίνεται, τῷ β παραλήγεται· οἷον γράφω γράβδην, λείβω λείβδην, ὡς τὸ ἄκρον ἐπὶ λείβδην· κρύπτω κρύβδην· εἰ δὲ ἀπὸ τῶν εἰς ω μελλόντων τῷ γ παραλήγεται, οἷον μίξω μίγδην, λήξω λήγδην· εἰ δὲ ἀπὸ τῶν περισπωμένων, τῷ ἦτα παραλήγεται, οἷον ῥῶ ῥήσω, ῥήδην· σημαίνει δὲ τὸ φανερῶς· τμῶ τμήσω τμήδην· εἰ δὲ ἀπὸ τῶν εἰς μι, εἰ μὲν ἀπὸ τῆς πρώτης συζυγίας, τῷ ε παραλήγεται, οἷον ἀνίημι ἀνήσω ἀνέδην· σημαίνει δὲ τὸ διαλελυμένον· εἰ δὲ ἀπὸ τῆς δευτέρας, τῷ α παραλήγεται, οἷον βῆμι βήσω βάδην· τοῦ δὲ βάδην ἀπιόντος
π 87
Παραβολὴ πραγμάτων ὁμοίωσις· ἢ μέλλει οὐ δύναται γενέσθαι ἐπὶ πράγματος ἐπὶ πράγματος· παράδειγμα δὲ παραγεγονότος πράγματος
π 88
Παραβολὴ παραδείγματος διαφέρει· ἡ μὲν γὰρ παραβολὴ ἀπὸ ἀλόγων ἢ καὶ ἀψύχων λαμβάνεται· ἀπὸ μὲν ἀλόγων, οἷον ὥσπέρ τις ὀξύτατος ἵππος· ἀπὸ δὲ ἀψύχων, ὥσπέρ τις οἰκία μεγίστη· τὸ δὲ παράδειγμα ἀπὸ ἐμψύχων, ὥσπερ ἀνήρ τις· ἀπὸ δὲ γεγονότος πράγματος, ὥσπερ τὸ συμβέβηκος πολέμου
π 89
Παραβολή ἐστι λόγος παραβάλλων τὰ νοητὰ τοῖς αἰσθητοῖς, καὶ παριστῶν, ἐκ τῶν ἐγκοσμίων καὶ ὁρα τῶν, τὰ ὑπερκόσμια καὶ ἀόρατα. παράδειγμα δὲ λόγος ἀπὸ τοῦ καθʼ ἕκαστα ἄγων ἐπὶ τοῦ καθόλου· ἢ δεῖξις πιστουμένη, τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου
π 90
Παράδεισσος διὰ δύο σς, ἐκ τῆς παρὰ προθέσεως, καὶ τοῦ δεῖσσα ἡ ὑγρασία. τὰ διὰ τοῦ εισσα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται· πλὴν τοῦ μαρπίσσα, Τέκμησσα, βήσσα, ἡ βάσιμος καὶ βήσσα ἡ τροφός· ταῦτα γὰρ διὰ τοῦ ἦτα γράφεται
π 91
Παράδεισος πρώτη δρόσος, ἡ διάδροσις· ἢ παρὰ τὴν ὑγρασίαν, δείσσα γὰρ ἡ ὑγρασία· παράδεισος γὰρ κυρίως λέγεται τόπος ἔνυδρος καὶ ἔνδενδρος, ἐν ᾧ περιπατεῖ ἡ βασιλέως κατάλυσις
π 92
Παρὰ θῖνα παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης, ὃς οὕτω κέκληται, ἀπὸ τοῦ θείνεσθαι, ὅ ἐστι τύπτεσθαι τῇ προσρήξει τῶν κυμάτων
π 93
Παρὰ θῖνα ἢ παρὰ τὸ ἔξω δηλοῖ, ὧσπερ καὶ παραπλεῖν τὸ ἔξω πλεῖν· αἰγιαλὸς μὲν οὖν κοινῷ εἴρηται ὀνόματι, καί ἐστι παρὰ τὴν αἶαν ἐγγὺς ἁλὸς ἔχειν· ἔχει δὲ διαφορᾶς τρεῖς ἀκτῖνα καὶ θῖνα καὶ ῥηγμῖνα· ἀκτῖνα μὲν οὖν εἴρηται ὁ πετρώδης αἰγιαλὸς παρὰ τὸ ἄγνυσθαι καὶ κλᾶσθαι ἐκεῖ τὰ κύματα
π 94
Παραὶ πλεονασμῷ τοῦ ἰῶτα, ποιητικῶς· παραὶ ποσὶ καὶ κάππεσε θυμός
π 95
Παραπλήσιον λέξις συνθέτη, ἐκ τῆς παρὰ προθέσεως καὶ τοῦ πλησίον γίνεται παραπλήσιος καὶ παραπλήσιον· καὶ σημαίνει τὸ ἐμφερὲς καὶ ὅμοιον, ὁ ἐγγὺς τοῦ ὁμοίου καὶ ἴσου
π 96
Παραβάται οἱ ἐπὶ τῶν δίφρων ἢ ἁρμάτων ἑστῶτες
π 97
Παρασάγγης τὰ λ στάδια παρὰ Πέρσαις· παρὰ Αἰγυπτίοις δὲ ξ. παρὰ Σοφοκλεῖ ἐν Ἀνδρομάχῳ ἐπὶ τοῦ ἀγγέλου λέλεκται· καὶ εἰς τὸ σχοινοφόρος
π 98
Παράσημα ἀδόκιμα, τὰ κίβδηλα τῶν νομισμάτων λέγεται
π 99
Παρατατικὸς ὁ παρεκτείνων χρόνος· τείνω τανῶ ὁ παρακείμενος τέτακα, καὶ ἐξ αὐτοῦ τατικὸς καὶ παρατατικός
π 100
Παραχρῆμα ἐπίῤῥημα χρόνου δηλωτικόν
π 101
Πόρδαλις ὁ ἄρσην, ἡ πάρδαλις ἡ θήλεια, ὁ μὲν ἀπὸ τοῦ προάλλεσθαι, ἡ δὲ ἀπὸ τοῦ προάλλεσθαι
π 102
Πάρδαλις παρὰ τὸ ὀξέως τρέχειν· ἢ διὰ τὸ εἶναι ποικίλη
π 103
Παρδαλέην παρδάλεος, δορᾶς ὄνομα· ἡ εὐθεῖα παρδαλέη, ὥσπερ ἡ λεοντέη· καὶ τὸ ἀρσενικὸν πάρδαλις· τὸ λε ψιλὸν διάτι; ἐπειδὴ οἱ Ἴωνες, τὰ διʼ αὐτοῦ εἰς ης μετουσιαστικὰ, ἀποβάλλοντες τὸ ι τῆς ει διφθόγγου, διὰ τοῦ εος προσφέρουσιν, Ἑκτόρειος Ἑκτόρεος, παρδάλειος, παρδάλεος· καὶ πότε λέγουσι πάρδαλις καὶ πότε πόρδαλις· παραφυλακτέον ὅτι ἐπὶ μὲν τοῦ ζώου, διὰ τοῦ ο δεῖ προσφέρειν· ἐπὶ δὲ τοῦ δέρματος διὰ τοῦ α. καὶ γίνεται πόρδαλις τὸ ζῶον, παρὰ τὸ προάλλεσθαι καὶ ἀτάκτως κινεῖσθαι, πρόαλις καὶ πλεονασμῷ τοῦ δ καὶ ἐν ὑπερβιβασμῷ πόρδαλις· καὶ τὸ δέρμα λέγεται παρδάλειος καὶ Ἰωνικῶς παρδάλεος καὶ τὸ Ἰωνικὸν θηλυκὸν παρδαλέη παρδαλῆ, περισπωμένως, ὡς λεοντέη λεοντῆ
π 104
Πάρει ἦλθες· εἰμὶ τὸ ὑπάρχω, τὸ δεύτερον εἶς, ἀποβολῇ τοῦ ς εἶ. ἔστι δὲ δεύτερον πρόσωπον, σημαίνει δὲ τὸ ὑπάρχω, καὶ μετὰ τῆς παρὰ προθέσεως πάρει. καὶ πάρειμι πάρεστι, καὶ πάρειμι πάρειτε
π 105
Παρέγραπτος παρὰ τὴν παρὰ πρόθεσιν καὶ τὸ γράφω γίνεται, παρέγραφος καὶ ἐν παρέγγραφος· λέγεται δὲ καὶ παραγραπτὸς ὁ παρὰ τὸ προσῆκον γεγραφὼς τῷ λεξιαρχικῷ γραμματείῳ, ἤγουν ὁ νόθος
π 106
Παραθήνη τὸ ἐπὶ παραφυλακῇ τινι δεδομένον
π 107
Παράκλητον ἐκ τοῦ παρακαλῶ γίνεται παράκλητον, τὸ παρακεκλημένον
π 108
Παρεμβολὴ ὄνομα σύνθετον, παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὸ ἐμβολὴ, ὃ σημαίνει τὴν εἴσοδον καὶ ὁρμήν· σημαίνει δὲ τὸ στρατόπεδον
π 109
Παρειὰ ἡ σιαγὼν, ὄνομα οὐδέτερον, ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἡ γὰρ τῶν ἑνικῶν οὐκ ἔχει· ὅτι τὰ ἀρσενικὰ ἢ θηλυκά· οὕτως αἱ παρειαὶ τὰ παρειά· τὸ ρει διφθόγγῳ κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖς παρὰ λέγουσιν, διὰ τοῦ ἦτα, ἐξ οὗ καὶ τὸ παρήϊον· τὴν γὰρ ει δίφθογγον εἰς η τρέπουσι, τὸ γὰρ πλείων διὰ τῆς ει διφθόγγου, πλήων δὲ διὰ τοῦ η λέγουσι· παριὰς δὲ εἶδος ὄφεως, ἔχων τὰς παρειὰς ἐπηρμένας
π 110
Παρειαὶ παραιαὶ, λέξις, οἱ Αἰολεῖς τρέψαντες τὸ ι εἰς υ, καὶ τὸ ε εἰς α
π 111
Παρεκτικὸν ὄνομα οὐδέτερον· τὸ ἀρσενικὸν ὁ παρεκτικὸς, τοῦτο παρὰ τὸ παρέχω, παρέξω, ὁ παρακείμενος παρῆχα, ὁ παθητικὸς παρῆγμαι, παρῆκται, καὶ ἐξ αὐτοῦ παρεκτὸς, τὸ κτητικὸν παρεκτικόν
π 112
Πάρεσο ἐλθὲ, παραγενοῦ· ἔστιν εἶμι τὸ πορεύομαι, ὁ παθητικὸς ἐνεστὼς ἔμαι, ὁ παρατατικὸς ἤμην, ἦσο· τὸ προστακτικὸν ἔσω, καὶ μετὰ τῆς παρὰ προθέσεως πάρεσο
π 113
Πάρεστε παρίστασθε, ἐκ τοῦ ἔμι, ὅπερ οὐκ ἔστιν ἐν χρήσει, ἀλλὰ εἰμὶ, τὸ πληθυντικὸν ἔμεν, καὶ πλεονασμῷ τοῦ ς ἐσμὲν, τὸ δεύτερόν ἐστε, καὶ μετὰ τῆς παρὰ προθέσεως πάρεστε· καὶ ἀναβιβάζει τὸν τόνον διάτι; πᾶν γὰρ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ ἁπλοῦν τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν ἐν τῇ συνθέσει, οἷον ἐστὲ πάρεστε, φημὶ ἀπόφημι καὶ σύμφημι, εἰμὶ σύνειμι. εἰ δὲ μονοσύλλαβον πρὸ τέλους, οἷον σχοῦ ἀπόσχου· θοῦ ἀπόθου, δοῦ ἀπόδου, χρὴ ἀπόχρη
π 114
Πάρεξ παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὴν ἐξ, πάρεξ ὁδοῦ ἐν νεκύεσσιν, ἀντὶ τοῦ ἐκτός· πάρεξ ἅλα φύκος ἔχευαν ἀντὶ τοῦ παρὰ μόνον
π 115
Πάρεξ τὸ χωριστικὸν ἐπίῤῥημα· εἴρηται παρὰ τὴν ἐξ πρόθεσιν, ἥτις δηλοῖ τὸ ἐκτός· καὶ τὸ μὲν ὀξύνεται, τὸ δὲ βαρύνεται, πρὸς διάφορον σημαινόμενον· καὶ τὸ μὲν βαρυνόμενον χῶραν σημαίνει, καὶ συντάσσεται γενικῇ· τὸ δὲ ὀξυνόμενον, ἰσοδυναμεῖ τῇ παρὰ, ἢ τῇ ἐξ· ἥτις σημαίνει τὴν ἔξω σχέσιν
π 116
παρέχεσθαι διαφέρει· παρέχει μέν τις ἐσθῆτας, παρέχεται δὲ προθυμία καὶ εὔνοια· ὅπερ ἐπὶ τῆς τῆς ψυχῆς διαθέσεως παραλαμβάνεται
π 117
Παρῆκον ἀντὶ τοῦ ἐπλήρωσαν, ἐκ τοῦ παρεῖμι, παρήσω, παρῆκα
π 118
Παρίθμια τὰ περὶ τὸν φάρυγγα, παρὰ τὸ ἰθμόν· ἰθμὸς δέ ἐστι, τόπος στενός, διʼ οὗ ἐστιν εἰσιέναι τὰ ἐσθιόμενα καὶ πινόμενα
π 119
Παρήορος παρηωρημένος τὸ σῶμα, τουτ’ἔστι παρεκλελυμένος ἐν ἄλλῳ· νῦν δὲ ἀντὶ τοῦ μέγας, καὶ εἰς μῆκος ἐκτεταμένος
π 120
Παρηρημένην ἐκβεβλημένην, ἀποκεχωρισμένην, καὶ οἱονεὶ καθηρημένην, ἀπὸ τοῦ αἰρῶ, ὃ σημαίνει τὸ καταβάλλω, ὁ παρακείμενος ἤρηκα, ὁ παθητικὸς ἤρημαι, ἡ μετοχὴ, ὁ ἡρημένος, τὸ θηλυκὸν ἡρημένη, ἡ αἰτιατικὴ ἡρημένην, καὶ μετὰ τῆς μετὰ προθέσεως μετηρημένην
π 121
Παρθενία ὅτι παρὰ θεοῦ ἐδόθη. φησὶ γὰρ, ἔλαβε Κάϊν ἑαυτῷ γυναῖκα· τουτ’ἔστιν οὐκ ἐκ τοῦ θεοῦ
π 122
Παρθένος σύνθετον, παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὸ θήνη, ὃ σημαίνει τὸν μαζὸν· οἱονεὶ ἐγγὺς οὖσα τοῦ μαζοῦ, τουτ’ἔστιν σχεδὸν ὑπομάζιος· παρὰ τὸ θέειν καὶ παρατρέχειν τῇ μητρί· τουτ’ἔστιν ἥτις ἐστὶ μικρὸς καὶ νήπιος
π 123
Παρθενία σωφροσύνης διαφέρει, καὶ παρθένου σώφρων· καθὸ ἡ μὲν παρθένος σώφρων ἐστὶ πάντως· ἡ δὲ σώφρων οὐ πάντως παρθένος
π 124
Παρθένος παρὰ τὸ παραθέειν ῥᾳδίως αὐτὴν τὴν ἀκμήν· ἢ παρὰ τὸ παρεῖναι αὐτῇ τὸ θένεσθαι καὶ γαμεῖσθαι
π 125
Παρθένος παρὰ τὸ παραθέειν τὴν παιδικὴν ἡλικίαν· ἢ παρὰ τὸ θείνω τὸ φονεύω, θένος, καὶ μετὰ τῆς παρὰ προθέσεως παράθενος, καὶ ἐν συγκοπῇ παρθένος, ἡ τὸ πῦρ τῆς πυρώσεως θανατοῦσα. ἢ παρὰ τὸν θήσω μέλλοντα, τὸν δηλοῦντα τὸ θηλάσω, γυναῖκα με θήσατο μαζῶ, ῥηματικὸν ὄνομα θήνη, καὶ ἐν συγκοπῇ καὶ τροπῇ παρθένος· ἡ περὶ ταύτην τὴν ἡλικίαν γεννηθεῖσα, καθʼ ἣν ὥραν ἔχει ἐκτρίψαι τὸ καὶ κεκτῆσθαι μαζοὺς οὓς ἡ φύσις ἔταξε· τὰς γοῦν μικρὰς παῖδας οὐ προσαγορεύομαι παρθένους, ἀλλὰ τὰς ἤδη ἐπὶ τὸ γυναῖκας εἶναι, οὔσας· οἱ δὲ φασὶ, ἡ παρʼ οὐδενὸς οὐδὲν λαβοῦσα εἰς ἔδνον· σημαίνει δὲ δύο· τὴν παρθενίαν γυναῖκα, καὶ τὸ ζῴδιον· καὶ εἰς τὸ γυνή
π 126
Παρθενοπίπα ἐκ τοῦ παρθένος καὶ τοῦ πιπῶ, ὃ σημαίνει τὸ ἀπατῶ, γράφεται δὲ διὰ τοῦ ἰῶτα, οἷον, παιδοπίπης, γυναικοπίπης, πυριπίπης, οὕτως οὖν καὶ παρθενοπίπης διὰ τοῦ ἰῶτα· σημαίνει δὲ τὸν παραβλεπόμενον τὰς παρθένους
π 127
Πάρις Πάριδος, ὁ υἱὸς Ἑκάβης ἐκλήθη Ἀλέξανδρος, ὁ καὶ Πάρις. παρὰ τὸ πῦρ καὶ τὴν Ἴδην. ἐν ὁράματι γὰρ ἡ Ἑκάβη ἐνόμισε δάλον τίκτειν, ὅστις κατέφλεγε τὴν πόλιν, καὶ τὴν ἐν τῇ Ἴδη ὕλην· καὶ τούτου χάριν τεχθέντα ἐν τῇ Ἴδῃ ἀπέῤῥιψεν
π 128
Παροιμία ἐκ τῆς παρὰ προθέσεως, καὶ τοῦ οἶμος, ὃ σημαίνει τὴν ὁδὸν, γίνεται παραοιμία καὶ παροιμία. κέκληται δὲ παροιμία, τὸ παραδικὸν διήγημα· διὰ τὸ περὶ τὴν ὁδὸν λαλεῖσθαι· καὶ εἰς τὸ αἶνος
π 129
Παροιμία μὲν κυρίως ἀπόκρυφος λόγος· καταχρηστικῶς δὲ πᾶν παραδικὸν διήγημα· οἶμος γὰρ ἡ ὁδός. καὶ ἄλλως, παροιμία λόγος ὠφέλιμος, ἤτοι βιωφέλης, παρὰ τὴν ὁδὸν λεγόμενος
π 130
Παραμαρτοῦντες παρακολουθοῦντες, ἢ συντυχόντες, ἀπὸ τοῦ ὁμαρτῶ, καὶ ὁμαρτήσαντες, οἱονεὶ ὁμοῦ ἁρμο σάμενοι
π 131
Παρὸς ἐκ τῆς πρὸς προθέσεως· καὶ μικρὸν τὸ πρὸς, ἀντὶ τοῦ ἔμπροσθεν ἤγουν πρότερον
π 132
Πᾶσι μέλλους ἐπίθετον τοῦ Ἄργους· ἀπὸ τοῦ ἐν ἐπιμελείᾳ εἶναι, διὰ τὸ κλεός
π 133
Πάσσε τὸ ἐποίκιλλε. καὶ πόθεν δῆλον ὅτι σημαίνει τὸ ἐποίκιλλεν· ἐπειδὴ κατὰ ποικιλλίαν παραπετάσματα παστοὶ καλέονται
π 134
Πάσσαλος ξύλον ἐπίμηκες, ἐμπηγνύμενον τῇ γῇ, πρὸς τὸ κρατεῖν τὴν τένδραν· ἢ πρὸς τὸ κρεμᾷν τι
π 135
Παρώνυμον παρὰ τὴν παρὰ πρόθεσιν, καὶ τὸ ὄνομα, γίνεται παραώνυμον καὶ παρώνυμον· οἱονεὶ ἐκ τοῦ συμβεβηκότος καλούμενον ὄνομα
π 136
Παστὸς παρὰ τὸ πάσσω τὸ ποικίλλω
π 137
Πάσχω μέλλοντα οὐκ ἔχει· τὰ εἰς χω λήγοντα ῥήματα μέλλοντας οὐκ ἔχουσιν, οἷον ἐρέχθω, ἄχθω, πάσχω, καὶ τὸ βαρυνόμενον
σ 6
συμπάσχειν διαφέρει, καὶ ὁ πάσχων τοῦ συμπάσχοντος. ὁ μὲν γὰρ πάσχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ συμπάσχοντος πάθει· ὁ μέντοι συμπάσχων ἀλγεῖ καθάπερ ὁ πάσχων, οἷον πυρέττει τις τῶν φίλων σφόδρα συμπάσχομεν τούτῳ πυρέττοντι· οὐ μέντοι καὶ πυρέττομεν
π 138
Πατάσσω παρὰ τὸ πτῶ τὸ φοβοῦμαι πτήσσω, ὁ μέλλων, καὶ συστολῇ τοῦ η εἰς α, πτάσω, καὶ ἐν πλεονασμῷ τοῦ ἑτέρου ς, πτάσσω, πατάζω· ἢ παρὰ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν
π 139
Πατραλοίας ὁ τὸν πατέρα ἀτιμάζων, τουτ’ἔστι τύπτων· ἀλλοίειν γὰρ τὸ συντρίβειν. ὡσαύτως δὲ καὶ μητραλοίας, ὁ τὴν μητέρα ἀτιμάζων
π 140
πάππος λέγεται, παρὰ τὸν ἦχον τὸν γινόμενον ἐν τῷ καταφιλεῖν τὰ παιδία, ἢ ἀπὸ τῆς τῶν παίδων τῶν μικρῶν προσφωνήσεως
π 141
Πατὴρ ἐπὶ μὲν τοῦ θεοῦ, ὁ τὰ πάντα τηρῶν καὶ καταχρηστικῶς, ἐπὶ δὲ ἀνθρώπου κυρίως, ὁ τοὺς ἰδίους παῖδας τηρῶν
π 142
Πατὴρ ἀπὸ τοῦ σπείρω, ὁ παθητικὸς παρακείμενος ἔσπαρμαι· τὸ τρίτον ἔσπαρται, καὶ ἐξ αὐτοῦ σπατὴρ καὶ πατὴρ ἀποβολῇ τοῦ ς. ἢ παρὰ τὸ παίειν ἐν τῇ συνουσίᾳ· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζώων
π 143
Πατρακούστης πατρακόστου, ὄνομα μετοχικὸν, τὸ θέμα ἀκούω, ὁ μέλλων ἀκούσω, ὁ παρακείμενος ἤκουκα, ὁ παθητικὸς παρακείμενος ἤκουσμαι, τὸ τρίτον ἤκουσται, ἠκούστης, καὶ μετὰ τοῦ πατὴρ πατέρος καὶ κατὰ συγκοπὴν πατρὸς πατρακούστης, ὁ τοῦ πατρὸς ἀκούσας
π 144
Πατρίκιοι οἱονεὶ πατὴρ τοῦ κοινοῦ
π 145
Πατρῶα καὶ πατρικοὶ καὶ πάτρια διαφέρει· πατρῶα μὲν γὰρ τὰ ἐκ πατέρων εἰς υἱοὺς χωροῦντα· πατρικοὶ δὲ οἱ φίλοι καὶ ξένοι· πάτρια δὲ τὰ τῆς πατρίδος ἔθη
π 146
Πατρῶος ἔστι πατὴρ πατέρος πατρός· καὶ τὸ κτητικὸν πατρώϊος, καὶ κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω πατρῶος· ἔχει δὲ καὶ τὸ ἰῶτα. τὰ γὰρ κτητικὰ τῷ ἰῶτα θέλουσι παραλήγεσθαι, ἢ ἐκφωνουμένῳ, ὡς τὸ θέϊον καὶ θεῖον καὶ τὸ ἅγιον· ἢ ἀνεκφωνήτῳ, ὡς τὸ πατρῷος μητρῷος
π 147
Πατρώϊον ὄνομα κτητικὸν, πόθεν παράγεται; τὰ εἰς κος κτητικὰ ἀπὸ τῶν γενικῶν τῶν ὀνομάτων, πλὴν τριῶν, ἁλυκὸς, Λιβυκὸς, ἁλμυρὸς, ἐξ οὗ καὶ τὰ ἁλμυρὰ νάματα τῆς θαλάσσης· τὶ διαφέρει πατρωὸς καὶ πατρῶος; πατρωὸς λέγεται, ὁ παρὰ τὴν συνήθειαν λε γόμενος πάτριος· πατρῷος δὲ τὸ κτητικόν· πατρῷος δοῦλος, πατρῷον κτῆμα· καὶ διαλύσει πατρώϊον
π 148
Πατρωνυμικὸν εἰς τὸ Ἀτρείδης
π 149
Παῦρα εὐαρίθμητα, ὀλίγα, τὸ ἀρσενικὸν παῦρος, καὶ σημαίνει τὸ ὀλίγον, παρὰ τὸ παύω παύσω παῦρος, ὁ μέχρι πολλοῦ διήκων, ἀλλὰ ταχέως παύων· τὸ γὰρ ὀλίγον ταχέως παύεται τὸ συγκριτικὸν παυρότερος, καὶ εἰς τὸ ἀφαυρά
π 150
Πειρίθους διὰ ἱστορίας τοῦτο μάνθανε. ὁ Ζεὺς ὁμοι ωθεὶς ἵππῳ, περιέτρεχε τὴν μητέρα αὐτοῦ, καὶ οὕτω συνεγένετο αὐτῇ καὶ ἐκεῖθεν οὗτος ἐτέχθη· παρὰ οὖν τὸ παραθέειν γέγονε περίθους καὶ πλεονασμῷ τοῦ ι Πειρίθους. ἄλλως τε καὶ οἱ Δωριεῖς παρὰ τὸ Πηρίθους λέγουσι διὰ τοῦ ἦτα. ἔθος δὲ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν, ὡς πολλάκις εἴρηται· ἰστέον δὲ ὅτι κατὰ δεύτερον τρόπον Πειρίθους ἡμάρτηται· πρῶτον μὲν ὅτι ἀπὸ πλεονασμοῦ ἔχει τὸ ἰῶτα· οὐδέποτε δὲ περὶ πρόθεσις πλεονάζει. δεύτερον δὲ διὰ τοῦ ἦτα παρὰ τοῖς Δωριεῦσιν· οὐδέποτε δὲ οἱ Δωριεῖς τρέπουσι τὴν ει δίφθογγον εἰς η, ἀλλʼ ἔχουσιν ἀπὸ πλεονασμοῦ τοῦ ἰῶτα· οἷον ξένος, ξεῖνος, οὖ λέγουσι δὲ διὰ τοῦ ἦτα· εἰ οὖν τὸ Πειρίθους ἀπὸ πλεονασμοῦ ἔχει τὸ ἰῶτα. δῆλον ὅτι παραλόγως παρὰ τοῖς Δωριεῦσιν διὰ τοῦ ἦτα γράφεται
π 151
Παφλάζω ἀναβλάζω, ἐκ τοῦ φλῶ, κατὰ παραγωγὴν φλάζω, καὶ κατʼ ἀναδιπλασιασμὸν παφλάζω, τὸ θηλυκὸν ἡ μετοχὴ παφλάζουσα, ἐκβράζουσα πυρὶ καὶ καχλάζουσα· τὶ διαφέρει παφλάζω καὶ καχλάζω; παφλάζω μὲν ἐπὶ πυρὸς, καχλάζω δὲ ἐπὶ κακοῦ
π 152
Πάχνη παρὰ τὸ πήσσω τὸ πηγνύω· τὰ δὲ παρὰ τὸ πήσσω ἅπαντα, διὰ τοῦ ἦτα γράφεται
π 153
Πάχνη παρὰ τὴν πῆξιν, πάγη τις οὖσα· ἔστι δὲ ἄνεμος ψυχρὸς, παγώδης
π 154
Πείκειν σημαίνει τὸ ξαίνειν· διὰ τῆς ει διφθόγγου· πρῶτον ὅτι τὸ πείκειν σημαίνει τὸ κτενίζειν, ἐξ οὗ καὶ παρὰ τῷ ποιητῇ, πεξαμένη χειρὶ πλοκαμοὺς ἔπλεξε φαεινοὺς, γέγονε πέκειν, καὶ πλεονασμῷ τοῦ ἰῶτα πείκειν· δεύτερον δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ὅτι ἀντιπαράκειται αὐτῷ τὸ πόκος, τὰ δὲ ἔχοντα τὸ ε ἀντιπαρακείμενον ἔχουσι τὸ ο ἐγκείμενον· οἷον λείβω λοιβή· πείκω πόκος
π 155
Παχὺς ἐκ τοῦ πάχης· τοῦτο ἐκ τοῦ πήσσω τὸ πηγνύω
π 156
Πέδη ἡ δέσμη, παρὰ τὸ πεδῶ, τὸ δεσμῶ, πεδήσω· τοῦτο παρὰ τὸ ποὺς ποδὸς. γίνεται ποδῶ, καὶ τροπῇ τοῦ ο εἰς ε πεδῶ πεδήσω· πεδῆσαι γὰρ κυρίως τὸ τοὺς πόδας δεσμῆσαι
π 157
Πέδη παρὰ τὸ πιέζειν τοὺς πόδας
π 158
Πέδιλα ποδάειλά τινα ὄντα, παρὰ τὸ ἐν τοῖς ποσὶν εἱλεῖσθαι· καὶ ἔδει διὰ διφθόγγου γράφεσθαι· ἀλλὰ οὐ πάντως τὰ ῥηματικὰ τῶν ὀνομάτων, φυλάσσει τὴν γραφὴν τοῦ ῥήματος· ἰδοὺ γὰρ παρὰ εἴρω ἴρις, νείφω νιφᾶς, λείβω λιβᾶς
π 159
Πέδιλα τὰ ὑποδήματα, οἱονεὶ ποδόειλα· τὰ περὶ τοὺς πόδας εἱλούμενα
π 160
Πεδίον τὸ δι ἰῶτα, ἐκ τοῦ πέδον, καὶ τρέπεται τὸ βραχὺ εἰς βραχὺ καὶ γίνεται πεδίον· τὸ πε ψιλὸν διάτι; ἐκ τοῦ πέδον, ὃ σημαίνει τῆν γῆν
π 161
πεδίον διαφέρει· πέδον τάσσεται ἐπὶ οἰκήματος· πεδίον δὲ ἐπὶ ἀναπεπταμένου καὶ μακροῦ ἐπιμήκους τόπου· διάτι οὐ προπαροξύνεται ὡς ὑποκοριστικὸν; τὰ γὰρ διὰ τοῦ ιον ὑποκοριστικὰ τριβράχεα προπαροξύνεται· τοῦτο δὲ οὐκ ἔστιν ὑποκοριστικόν. ὑποκοριστικὸν γάρ ἐστι τὸ μείωσιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν διαφέρει δὲ πέδιον καὶ πεδίον· πέδιον λέγεται προπαροξυτόνως τὸ ὑποκοριστικὸν τῆς πέδης, ὁ μικρὸς δεσμός· πεδίον λέγεται ἡ γῆ· τὸ δὲ πεδίον μεῖζον ἐστὶν ἐν σημαινομένῳ τοῦ πέδου
π 162
Πεδινὸς τόπος ὁμαλὸς ἐκ τοῦ πέδου
π 163
Πεζὴ ἡ πεζεύουσα, πέζη δὲ τὸ ἱμάτιον· αὐτικʼ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας
π 164
Πέζα ὁ ποὺς παρὰ τὸ πέζω, πέζεσθαι· καὶ εἰς τὸ περιπέζια
π 165
Πειθήνιος ὁ πειθόμενος τοῖς ἠνίοις
π 166
πειθοίατο · εἰς τὸ φρασαίατο
π 167
Πείθω τὸ καταπείθω, ὁ μέλλων πείσω, ἐξ οὗ καὶ ἀμετάπιστος, καὶ ἀπιθῶ καὶ ἔπιθον
π 168
Πείθω τὸ ἐλπίζω, ἐξ οὗ καὶ πίστις, ἀμφότερον διὰ τῆς ει διφθόγγου· πήθω τὸ πανθάνω, ἐξ οὗ καὶ πήσεσθαι· πιθῶ δὲ τὸ παραπεῖσαι· ἐξ οὗ καὶ τὸ ἀπεγράψατο πιθήσας· καὶ εἰς τὸ πήθω
π 169
Πεῖνα παρὰ τὸ πένω τὸ ἐνεργῶ· τὸ πει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ ινα θηλυκὰ, διὰ τοῦ ι γράφεται, πλὴν τοῦ πεῖνα
π 170
Πειρατὴς παρὰ τὸ πείρειν, ἀλεγεινά τε κύματα πείρων· ἢ παρὰ τὴν πεῖραν, ὃ δηλοῖ τὴν ἔφοδον
π 171
πεῖνα ἐπὶ ἄρτου ὁ λιμὸς, ἀπὸ γὰρ τοῦ πεῖνα πείνη λέγουσιν οἱ Ἴωνες
π 172
Πείρα πήρας διαφέρει· πείρα μέν ἐστιν ἡ ἐπιστήμη καὶ ἐμπειρία· πῆρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον καὶ δερμάτιον ἀρτοφόρον, ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ ποιμένες
π 173
Πειραιεὺς διὰ διφθόγγου, ὄνομα κύριον καὶ Ἀττικῶς ὁ λιμήν· ἐκ τοῦ περῶ περαίω, περαιεὺς, καὶ πλεονασμῷ τοῦ ἰῶτα Πειραιεύς· ἢ ἐκ τοῦ πείρα Πειραεὺς καὶ Πειραιεύς· πυραιεὺς ὁ μετὰ πύρος ἁλιεύων, διὰ τοῦ υ ψιλοῦ
π 174
Πειρασμὸς παρὰ τὸ πειράζω, ὃ σημαίνει τὸ καταλαμβάνω καὶ πολεμῶ
π 175
Πειρήνη ἐστι πηγὴ ἐν Κορίνθῳ, καὶ γράφεται διὰ διφθόγγου· παρὰ γὰρ τὸ πέρας γέγονεν ἄπερος, καὶ πλεονασμῷ τοῦ ι ἄπειρος, καὶ ἐκεῖθεν ἀπειρήνη, οἱονεὶ πολλὴ, καὶ κατʼ ἀποβολὴν τοῦ α, πειρήνη· ἢ ἀπὸ Πειρῆνος τινὸς ὠνομάσθη· ὅπερ ἀπὸ τοῦ πέρας γέγονε περὴν, καὶ πλεονασμῷ τοῦ ἰῶτα Πειρήν· ἢ ὅτι παρὰ τὸ πείρα γέγονε Πειρήνη· τὸ δὲ πείρα δέδεικται διὰ διφθόγγου
π 176
Πειρατήριον ἀπὸ τοῦ πείρα ὃ σημαίνει τὴν ἐμπειρίαν· τοῦτο παρὰ τὸ πείθω· ἢ παρὰ τὸ περῶ τὸ τελειῶ
π 177
Πεῖσμα τὸ σχοινίον, παρὰ τὸ πείθω· ἔστι τὸ πρυμνήσιον, ᾧ πείθεται ἡ ναῦς καὶ ἵσταται, ἃ καὶ ὑπείκειν τὴν ναῦν ποιοῦσι
π 178
Πείρω ῥῆμα βαρύτονον, καὶ σημαίνει διάφορα. ἔστι γὰρ πείρω τὸ σουβλίζω καὶ κεντῶ, ἐξ οὗ καὶ πεῖρος καὶ πεῖρα καὶ πειρία· πείρω τὸ τελειῶ, ἐξ οὗ καὶ πέρας τὸ τέλος· πείρω τὸ περῶ ἐξ οὗ καὶ πόρος καὶ πέραμα· πειρῶ δὲ περισπωμένως σημαίνει τὸ νικῶ· πειρῶ τὸ δοκιμάζω, ἐξ οὗ καὶ πείρα ἡ δοκιμή· πειρῶ τὸ μεθοδεύω, ἐξ οὗ καὶ πείρα ἡ τέχνη, πειρῶ τὸ γινώσκω, ἐξ οὗ καὶ πείρα ἡ γνῶσις· πειρῶ τὸ πειράζω, ἐξ οὗ καὶ πειρατὴς, ὁ ἐν θαλάσσῃ λῃστὴς, καὶ πειρασμός· πειρῶ τὸ διαφθείρω, ἐξ οὗ καὶ πείρα ἡ φθορά· πειρῶ τὸ σπουδάζω, ἐξ οὗ καὶ πείρα ἡ σπουδή· πειρῶ τὸ βούλομαι, ἐξ οὗ καὶ πείρα ἡ βουλή· καὶ πηρῶ τὸ ἐκτυφλῶ
π 179
Πεζὸς ὁ ἐκ ποδὸς μαχόμενος, πέζα γὰρ ὁ ποὺς, διὸ καὶ ἀργυρόπεζα
π 180
πείρησαι παρὰ τὸ πειράζω, ἢ παρὰ τὸ πειρῶ πειρᾶς, ἐπείρασα, καὶ τὸ προστακτικὸν πείρασαι, καὶ τροπῇ τοῦ α εἰς η πείρησαι
π 181
Πείρινθον σημαίνει τὸ τετράγωνόν τι τιθέμενον ἐπάνω τῆς ἁμάξας· παρὰ τὸ παραθέειν γέγονε πέρινθος, καὶ πλεονασμῷ τοῦ ἰῶτα πείρινθος· καὶ σκεπτέον, ὅτι οὐ μόνον ἐπὶ τοῦ πειρίνθου, ἡ περὶ πρόθεσις ἐπλεόνασε τὸ ἰῶτα, ἐπεὶ καὶ ἐπὶ τοῦ πειρίθους
π 182
Πειρῶ τὸ ἀπόπειραν ποιοῦμαι· πείρω τὸ σουβλίζω, καὶ διαπερῶ τὸ κεντῶ καὶ τιτρώσκω· ἐξ οὗ καὶ περιέπιον
π 183
Πελαργὸς παρὰ τὸ πέλη ἀργός
π 184
Πέλας ποιμενικὰς σταφίδας, ἀμολγοὺς γάλακτος, ἢ φυάλαι· πέλας σημαίνει δύο, τὰ ἀγγεῖα καὶ τὸ πλησίον· σημαίνει δὲ καὶ ξύλινα ἀγγεῖα, παρὰ τὸ πεπελεκῆσθαι
π 185
πενετὴς διαφέρει· πελαστὴς μέν ἐστι πρόσφιγξ, καὶ εἰς τὸ ἀπειλῶ, πενετὴς δὲ παρὰ Θεσσαλοῖς, ὁ πραθεὶς ἄλλοις· ἢ κατὰ πόλεμον δωρηθείς
κ 935
κίρκος εἰσὶ γένη ἱεράκων, ὡς φησὶ Καλλίμαχος ἐν τοῖς περὶ ὀρνέων. πέλειαν δὲ ἄλλοι φασὶ περιστερᾶς εἶδος, οἷον φάσσαν· ἐτυμολογεῖται παρὰ τὸ πέλαν ὃ σημαίνει τὸ μέλας· πέλειαι περιστεραὶ λέγονται καὶ μαντεῖαι
π 186
Πελίωμα τὸ μελανὸν χρῶμα
π 187
Πελεκᾶν παρὰ τὸ πέλειν ὠκύς· τοῦτο παρὰ τὸ πέλω τὸ ὑπάρχω καὶ τὸ ὠκὺς, γίνεται πελωκὺς, καὶ ἐκ τούτου πέλεκυς, καὶ ἐξ αὐτοῦ πελεκῶ πελεκᾶν, ὡς Ἀλκμᾶν Ἀλκμᾶνος· κλίνεται πελεκὰς πελεκάντος, ὡς ἀνδριὰς ἀνδριάντος
π 188
Πέλαγος τὸ μὴ πέλας τῆς γῆς ὄν
π 189
Πέλαγος παρὰ τὸ πέλω τὸ ὑπάρχω, καὶ τὸ ἄγος, τὸ σημαῖνον τὴν ἔκπληξιν· τὸ ἔχον ἔκπληξιν, καὶ τὸ ἄπειρον βάθος τοῦ ὕδατος
π 190
Πελέκει ἡ εὐθεῖα πέλεκυς· καὶ γίνεται παρὰ τὸ πέλειν ὠκύς
π 191
Πέλωρα ὄνομα οὐδέτερον, τὸ ἀρσενικὸν ὁ πέλωρ, τὸ σημαῖνον τὸ ἐξαίσιον καὶ φοβερόν. καὶ γίνεται παρὰ τὸ πέλω τὸ ὑπάρχω, καὶ τὸ ὥρα ἡ φροντίς· καὶ ἐτυμολογεῖται διὰ τὸ μέγεθος οὕτως· παράγεται δὲ παρὰ τὸ προσπελάζειν τῷ Ὠρίωνι, ὡς λέγει ὁ ποιητὴς ἐν τῷ Χ, ὅτε οἶδεν ὁ Πρίαμος τὸν Ἀχιλέα, ὥστʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, ὃς ῥά τʼ ὀπώρης εἶσιν· ἀρίζηλοι δὲ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετʼ ἄστρασι νυκτὸς ἀμολγῷ, ὄντε κύνʼ Ὠρίωνος ἐπίκλησιν· λοιπὸν πέλωρ πέλωρος, καὶ τὸ οὐδέτερον πέλωρον
π 192
Πελώριος ὁ μέγας· τὸ ρι ἰῶτα· τὰ ἀπὸ τῶν εἰς ωρ, εἰ μὲν τρέπει τὸ ω, διὰ τῆς ει διφθόγγου γράφεται· τὰ διὰ τοῦ ειος κτητικὰ Νέστωρ, Νέστορος Νεστόρειος, Νέστορ εἰ παρὰ νηῒ· εἰ δὲ φυλάσσει τὸ ω διὰ τοῦ ἰῶτα, πέλωρ πέλωρος πελώριος· ἕλωρ ἕλωρος ἑλώριος
π 193
Πελωρὶς παρὰ τὸ πέλωρον, μεῖζον γάρ ἐστι τῆς χείμης καὶ τῶν ἄλλων ὁμοίων ὁ στρέφων· οὕτως Ἡρωδιανὸς ἐν τῷ συμποσίῳ
π 194
Πέμπελος ἡ γραῦς, παρὰ τὸ εἶναι πλήσιον θανάτου· ἢ παρὰ τὸ πέμπεσθαι εἰς Ἅδην
π 195
Πεντηκοστὸς τὸ τη, ἦτα διάτι; ἐκ τοῦ πεντήκοντα· τὰ εἰς κοντα λήγοντα ἀριθμητικὰ, ἢ τῷ α παραλήγεται, οἷον τριάκοντα, ἢ τῷ ἦτα οἷον πεντήκοντα
π 196
Πένης πένητος· ἡ δὲ εὐθεῖα ἐστὶν ἀπὸ τοῦ πονῶ πόνης καὶ πένης τοῦ ο εἰς ε τραπέντος, κατὰ Δωρικὴν διάλεκτον
π 197
Πένης ὁ διὰ τὸ πονεῖν καὶ ἐργάζεσθαι ποριζόμενος τὸν βίον· ἢ ὁ πονῶν καὶ ἐνεργῶν διὰ τὴν ζωὴν, ἢ διὰ τὸν πόνον τὸν πρόσσοντα τὴν γονήν
π 198
πτωχὸς διαφέρει· πένης μὲν γὰρ ὁ ἀπὸ τοῦ πονεῖν καὶ ἐργάζεσθαι ποριζόμενος τὸν βίον· πτωχὸς δὲ ὁ ἐπαίτης, ἢ ὁ ἐκ πλούτου πεσὼν, ἢ τοῦ ἔχειν ἐκπεπτωκός· ἢ ἀπὸ τοῦ πτώσσειν
π 199
πτωχὸς διαφέρει· πένης μὲν γὰρ ὁ διὰ τῶν χειρῶν πονῶν καὶ πορίζων τὴν τροφήν· πένεσθαι γὰρ τὸ ἐνεργεῖν, ὡς Ὅμηρος, οἱ μὲν πενέονται· πτωχὸς δὲ ὁ διʼ ἐνδείαν τροφῶν προσαιτῶν, ὡς Ὅμηρος· ἀλλʼ ἐπειδὴ οὖν ἔργα κακʼ ἔμαθες, οὐκ ἐθελήσεις ἔργων ἐπισχέσθαι, ἀλλὰ τὴν σὴν κατὰ δῆμον βούλει ἀτίζων βόσκειν γαστέρα ἄναλτον
π 200
Πένθερος πένθος καὶ ἔρως, ἢ διʼ ἔρωτα πένθερος εὑρών· ἢ ὅτι τὸ πένθος αἴρων· ἢ ὅτι τὸν παῖδα ἐρῶν
π 201
Πένθος παρὰ τὸ βένθος· ἀπὸ βάθους γὰρ τῆς ψυχῆς ἐξέρχεται
π 202
Πέντε παρὰ τὸ ἓν καὶ πάντα αὐτὸν εἶναι. λέγεται δὲ καὶ ἡ δίκη παρὰ τοῖς Πυθαγορίοις, καὶ τὸ κρέμις μέσον τῆς μονάδος, καὶ ἐφʼ ἑκατέρων μερῶν τῶν δυάδων
π 203
Πεντήκοντα ἐκ τοῦ πέντε
π 204
Πεντὰς οἱονεὶ ἓν καὶ πᾶς· ὁ γὰρ πέντε ἀριθμὸς, ἀπὸ τῆς μονάδος σύγκειται καὶ τῆς τετράδος· ἡ δὲ τετρὰς πᾶς λέγεται· ἢ ἐπειδὴ τὰ στοιχεῖα ἐξ ὧν πάντα τὰ σώματα σύγκεινται· ἢ ἐπειδὴ ὁ τέταρτος ἀριθμὸς μετὰ τῶν προς συντιθεμένων τοῦ τρίτου δευτέρου, πρώτου, τὴν δεκάδα ἀποτελεῖ· ὁ δὲ δέκατος ἀριθμὸς πάντα ἐστὶ δεκτικὸς, διὸ καὶ δεκὰς λέγεται, οἱονεὶ δεκάς τις ὤν
π 205
Πεπάλακτο συνετέτραυστο· παρὰ τὸ παλάσσω τὸ βρέχω τὸν νοῦν
π 206
Πεπήσμεθα εἰς τὸ πέποσθε
π 207
Πεπίθοιμεν ἐπείσθημεν, εὐκτικὸν δευτέρου ἀορίστου, τὸ θέμα πείθω, ὁ ἀόριστος β ἔπαθον, καὶ Ἀττικῷ ἀναδιπλασιασμῷ ἐπέπιθον, ἐξ οὗ καὶ τὸ, σπουδῇ παρπεπιθόντες· καὶ τὸ ἀπαρέμφατον· ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο
π 208
Πεπιλημένος συνεσφιγμένος· ἀπὸ μεταφορᾶς τοῦ πίλου, ὅπερ ἐν τῇ ἐργασίᾳ ἀπὸ τῶν τεχνίτων κατα σφίγγεται
π 209
Πειόλης ὁ πόρνος διὰ διφθόγγου, τὸν διὰ τὸ πεὸς ἀπολλύμενον· παρὰ γὰρ τὸ πεὸς καὶ τὸ ὀλῶ γέγονε πεόλης καὶ πλεονασμῷ τοῦ ἰῶτα πειόλης
π 210
πέκω τὸ ξαίνω καὶ διαλύω· ἐκ τοῦ οὖν πείκω κατὰ διάλυσιν πεΐκω καὶ πέκω, ἐξ οὗ καὶ πικραίνω, καὶ πικρία, καὶ πικρόν· πικρία δὲ εἴρηται, παρὰ τὸ πείκειν ἤγουν διαλύειν, καὶ διαχεῖν τὴν καρδίαν, ἀπὸ τοῦ ἐνήδονον εἶναι εἰς ἀνήδονον. σημαίνει δὲ ἡ πικρία καὶ τὴν ἔριν καὶ φιλονεικίαν, ἐξ οὗ καὶ τὸ παρεπίκρανον· σημαίνει πικρία καὶ τὴν θηριωδίαν
π 211
Πελειὰς ἡ περιστερὰ, ἀπὸ τοῦ εἶναι αὐτὴν λευκὴν, καὶ κατʼ ἀντίφρασιν λέγεται μελανὸν τὸ πελιδνόν
π 212
Πελματίσατε ἤγουν ξέσατε τὰ ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἔστι πέλμα, καὶ σημαίνει τὸ ὑποκάτω τῶν ποδῶν μέρος, ἐκ τούτου πελματίζω, ὁ μέλλων πελματίσω
π 213
Πεπληγὼς πλήξας· πλήσσω, πλήξω ἔληξα, ὁ β ἀόριστος ἔπλαγον· ἐπὶ τοῦ ψυχικοῦ πάθους διὰ τοῦ α, ἐπὶ δὲ τοῦ σωματικοῦ διὰ τοῦ ἦτα· ὁ δὲ ποιητὴς εἰπὼν, κατεπλήγη, ἵνα μὴ νομίσωμεν, ὅτι ἐπὶ τοῦ σωματικοῦ λέγει, εἶπε φίλον ἦτορ· ἤγουν τὴν ψυχὴν, διὰ τὸ μέτρον
π 214
Πέπλος καὶ μετὰ τοῦ τανύω, τανύπεπλος· πέπλος γίνεται ἐκ τοῦ πρέπω ῥήματος, πρέπαλος, καὶ ἀποβολῇ τοῦ ρ, πέπαλος, καὶ συγκοπῇ πέπλος· διαφέρει πέπλος καὶ χιτών· χιτὼν λέγεται τὸ ἁπλοῦν καὶ λινοῦν περιβόλαιον· πέπλος δὲ τὸ ποικίλον καὶ γυναίκιον ἱμάτιον, παρὰ τὸ πέπελον, ὥσπερ εἰς τὸν φοροῦντα περιπελόμενον· καὶ εἰς τὸ χιτών
π 215
Πέπονες μαλακοὶ, εὔκολοι, ἀσθενεῖς, ἔκλυτοι, ἀπὸ μεταφορᾶς τῶν πεπόνων, ἢ πεπείρων καρπῶν καὶ σεσημμένων, ἃ τῇ μὲν γεύσει ἐστὶν ἡδέα, καὶ τῇ ἁφῇ μαλακὰ καὶ εὐένδοτα· καὶ σημαίνει δύο, τοὺς γενναίους καὶ τοὺς γέροντας· καὶ ὅταν σημαίνει τοὺς γενναίους, γίνεται ἐκ τοῦ φόνος· φόνους γὰρ ἔλεγον οἱ Δωριεῖς τοὺς ἐπονειδίστους, ἤγουν τοὺς ἄξια φόνου δεδρακότας· καὶ παρὰ Φρυγικῷ ἔθει καὶ κατʼ ἀναδιπλασιασμὸν πέφονες, καὶ τροπῇ πέπονες· συστέλλει δὲ τὰ κοινὰ τῷ γένει· τοὺς δὲ γέροντας ὡς ἐκλύτους, ἡ μεταφορὰ ἀπὸ τῶν πεπόνων
π 216
Πέπονθα ζητεῖται, ποῖος ἄρα ὁ ἐνεστὼς; καὶ λέγομεν, ὅτι ἀπὸ τοῦ πεινῶ ῥήματος κατὰ ἀναλογίαν πέπονα ὁ μέσος παρακείμενος, καὶ πλεονασμῷ τοῦ θ πέπονθα· εἰ δέ τις εἴπῃ, διάτι μὴ ἄλλο σύμφωνον ἐπλεόνασε, οἷον γ, ἢ κ, ἢ ἀλλό τι; εἴπομεν, ὡς φίλον τῷ μέσῳ παρακειμένῳ συνάπτεσθαι τὸ θ, ὣς τὸ πέπονθα καὶ τὰ ὅμοια· κανονίζεται δὲ οὕτω, πονῶ πονήσω, πεπόνηκα, ὁ μέσος παρακείμενος πέπονα, ἐνδεῖ γὰρ μίαν συλλαβὴν ἀπὸ τῶν περισπωμένων, οἷον βεβόηκα, βέβοα, καὶ ἐπενθέσει τοῦ θ πρὸ τοῦ α πέπονθα. ἢ πένω τὸ ἐνεργῶ, ἐξ οὗ καὶ πένης, ὁ μέλλων πενῶ, ὁ μέσος παρακείμενος πέπονκα, καὶ τροπῇ τοῦ κ εἰς θ πέπονθα· ἢ παρὰ τὸ πήθω τὸ πάσχω, ὁ μέσος παρακείμενος πέπηθα, καὶ τροπῇ τοῦ η εἰς ο, καὶ πλεονασμῷ τοῦ ν, πέπονθα
π 217
Πέποσθε ὁ μὲν Ἡρωδιανὸς λέγει, ὅτι ἀπὸ τοῦ πήθω τὸ πανθάνω, ὁ μέλλων πήσω, ὁ παρακείμενος πέπηκα, ὁ παθητικὸς πέπησμαι, πέπησαι, πέπησθαι, τὸ πληθυντικὸν πεπήσμεθα, πέπησθε καὶ τροπῇ τοῦ ἦτα εἰς ο· ἢ ἀπὸ τοῦ πονῶ πονήσω, πεπόνηκα, πεπόνημαι, πεπόνησθε, καὶ συγκοπῇ τῆς νη συλλαβῆς, πέποσθε, ἀντὶ τοῦ πεπόνθατε
π 218
Πεποτήαται πετῶνται, παρὰ τὸ ποτῶ ποτήσω πεπότηκα, πεπότημαι· καὶ τὸ Ἰωνικὸν πεποτήαται
π 219
Πέπρακα ἀπὸ τοῦ περῶ περάσω, πεπάρακα, καὶ συγκοπῇ πέπρακα
π 220
Πεπρωμένην εἱμαρμένην διὰ τὸ περατῶσθαι πάντα, καὶ μηδὲν ἐν τοῖς οὖσιν ἄπειρον εἶναι· ἢ πεπερασμένην καὶ συντετελεσμένην διοίκησιν· ἢ περὰ τοῦ βίου ἐπιζητοῦσα
π 221
Πεπρωμένον ἀπὸ μετοχῆς μετήχθη εἰς ἐπιῤῥηματικὴν σύνταξιν, ὥσπερ καὶ τὸ εἱμαρμένον· ἡ δὲ μετοχὴ πεπερατωμένον γίνεται παρὰ τὸ περατώσω· τοῦτο ἐκ τοῦ πέρας, πέρατος· τὶ δὲ σημαίνει τὸ πεπρωμένον; τὸ προωρισμένον καὶ εἱμαρμένον· εἱμαρμένη δέ ἐστι παρʼ Ἕλλησιν ἡ λεγομένη παρʼ ἡμῖν πρόνοια· τὴν δὲ αὐτὴν εἱμαρμένην ἔλεγον καὶ ἀδράστειαν, διὰ τὸ μὴ ἀποδιδράσκειν ἅπαντα τὰ προωρισθέντα
π 222
Πελίωμα τὸ μελανὸν χρῶμα, καὶ γὰρ πέλην λέγομεν βοῦν, τὸ τοιοῦτον χρῶμα ἔχοντα· καὶ Πέλλη πόλις Μακεδονίας, ὅτι βοῦς αὐτὴν εὗρε· πέλλη τὸ χρῶμα, καὶ ὁ πελίας ἄνθρωπος
π 223
Πεποιθὼς τὰ γὰρ ἀπὸ τῶν εἰς ος συνθέτων, διὰ τοῦ ια παραγόμενα, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ἰῶτα γράφεται, οἷον, ἄτεχνος ἀτεχνία, ῥάθυμος ῥαθυμία, ὑπερήφανος ὑπερηφανία, εὔκαιρος εὐκαιρία· πρόσκειται πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ εὔερος εὐέρεια, σημαίνει δὲ τὴν καλὸν ἔριον ἔχουσαν, καὶ βοηθὸς βοήθεια, καὶ τοῦτο γὰρ σύνθετον, παρὰ τὸ βοὴ καὶ τὸ θοὸς, οἱονεὶ ὁ κατὰ τὴν βοὴν ταχύς· ἡ γὰρ βοήθεια τοῖς βοῶσι ταχὺς θέλει γνωρίζεσθαι· καὶ ἐκ τούτου βοήθεια
π 224
Περίπαθος ἡ περὶ σχέσιν κυκλοτερῆ δηλοῖ· ὥστε περιέχεσθαι κάμπτειν, οὕτω καὶ περίπατος· πάτος γὰρ τὸ πατούμενον· ἐξ οὗ καὶ τὸ κατὰ κυκλοτέρειαν περίπατος λέγεται
π 225
Πέρδιξ παρότι περισσῶς ᾄδει· ἐν τῷ γὰρ ἀπόλλειν τὰ ἴδια τέκνα ᾄδει· καὶ ταῦτα συνάγει· Ῥωμαϊστὶ γὰρ πέρδειν τὸ ἀπόλλειν λέγεται, καὶ τὸ ἄδειν τὸ δίκειν, λέγειν
π 226
Πεπτωκὼς μετοχή· ἔστι πετῶ, πετεῖς πετεῖ, πετήσω, πεπέτηκα, καὶ κατὰ συγκοπὴν πέπτηκα, καὶ τροπῇ τοῦ η εἰς ω πέπτωκα. ἢ παρὰ τὸ πεδῶ πεδήσω πεπέδηκα, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ, καὶ τοῦ η εἰς ω, πέπτωκα· ὁ γὰρ πίπτων εἰς γῆν πεδεῖται
π 227
Πέρα πλέον, ὑπερβολικῶς, ὅτε παροξύνεται· περᾶ δὲ ὅτε διαβαίνει, περισπᾶται
π 228
Περαίνω παρὰ τὸ περαίω, καὶ πλεονασμῷ τοῦ ν, περαίνω· ἐξ οὗ καὶ νέον περαίνεις· καὶ εἰς τὸ πταίω
π 229
Περάνας πληρώσας, τὸ θέμα περαίνω περανῶ, ἐπέρανα, καὶ ἡ μετοχὴ περάνας· τὸ δὲ περαίνω παρὰ τὸ πέρας· τοῦτο παρὰ τὸ πείρω, ἐξ οὗ καὶ πόρος
π 230
Πέρθαι πορθῆναι, ἀπὸ τοῦ πέρθω πέρσω, ὡς νήθω νήσω, ἔπειτα πέπερκα, πέπερμαι, ὡς νένησμαι, καὶ τὸ ἀπαρέμφατον πεπέρθαι, καὶ ἀποβολῇ τοῦ διπλασιασμοῦ πέρθαι, ὡς βέβλητο, βλήτο δὲ μηρῶ· εἰ δέ τις εἴπῃ, διάτι μὴ καὶ τὸ ς, ἔχῃ ὡς τὸ νένησθαι; λέγομεν ὅτι πρῶτον μὲν διὰ τὴν κακοφωνίαν τὸ ς ἀπέβαλεν· ἄλλως τε καὶ ἐνομίσθη εἶναι τῆς πέμπτης συζυγίας, ὡς ἔχων τὸ ρ, αὑτὴ γὰρ οὐ προσλαμβάνει τὸ ς, ἐν βαρυτόνοις, κέκαρμαι τέτιλμαι, κέκαρται τέτιλται· νῦν δέ με χαλεπῷ θανάτῳ ἡ μαντο δάμνει
π 231
Περάτη τὸ πλησίον τοῦ ὠκεανοῦ
π 232
Περιεκτικὸν γενικὸν, πάντα περιλαμβάνον ἢ κατέχον
π 233
Περιαυτίζεται περὶ αὐτοῦ μέγα φρονεῖ, ἢ ἐν τῇ αὐτοῦ λέξει διατρίβειν
π 234
Περιόπη ἀκρωρία, τόπος ὑψηλός
π 235
Πέρισυ ἐπὶ τοῦ παρελθόντος
π 236
Περιπέτεια προπέπεια, σύμπτωμα, σύμβασις
π 237
Περιαγνύμενος περιτριβόμενος, περικλώμενος, ἀπὸ τοῦ ἄγνυμι ὅπερ ἔσχε τὴν γένεσιν, ἀπὸ τοῦ ἄγω, ὃ σημαίνει τὸ κλάνω· πλεονασμῷ τοῦ ν ἀγνῶ, ἐκ τούτου οὖν ἀγνύω, καὶ κατὰ παραγωγὴν ἄγνυμι
π 238
Περιδέξιον ἀντὶ τοῦ πολλὰ δεξιὸν καὶ ἄριστον
π 239
Περιούσιος ἢ ἀπὸ τοῦ περισσῶς εἴρηται, ἢ ἀπὸ τοῦ πλεονάζειν ταῖς ἀρεταῖς, καὶ περιουσίαν ἔχειν πλεονεκτημάτων, καὶ πλῆθος ἀγαθῶν ἔργων
π 240
Περιδείλην ὥραν παρὰ τὸ ἐνδεῖ, κατὰ τὴν εἵλην, ὃ σημαίνει τὴν θερμασίαν
π 241
Περιπέζια τὰ πρὸς τὴν γῆν προσπελάζοντα· πέζα γὰρ οὐ μόνον ὁ ποὺς, ἀλλὰ καὶ ἡ γῆ, παρὰ τὸ ἕζω, τοῦτο παρὰ τὸ ἕω, ὃ σημαίνει τὸ καθέζομαι· τὸ γὰρ ἔδω οὐ μόνον τὸ ἐσθίω σημαίνει, ἀλλὰ καὶ τὸ καθέζομαι
π 242
Περισσὼς παρὰ τὴν περὶ πρόθεσιν, καὶ τὸ σεύω τὸ ὁρμῶ
π 243
Περιστερὰ ἢ διὰ τὸ πέτεσθαι στεῤῥῶς, ἢ διὰ τὸ πέτεσθαι ῥᾷον· ἢ διὰ τὸ περιστατικὸν τοῦ ἐρᾶσθαι· ἢ αἴρεσθαι τὰ νοοσία ἑαυτῆς
π 244
Περιεχέθη τὸ θέμα χεύω, χεύσω, ὁ παθητικὸς ἀόριστος ἐχέθην· ἐξῆλθε δὲ τὸ υ, διὰ τὴν κακοφωνίαν· ἔστι δὲ ὁ ἐνεργητικὸς ἀόριστος ἔχευα καὶ ἔχεα, ὅθεν καὶ ἐπιχέατε
π 245
Περιοχὴ περιπέτεια, καὶ ὑπόθεσις, ἢ συνοχὴ, ἢ θλίψις
π 246
Περίψημα καταπάτημα, ὑπὸ τὰ ἴχνη τῶν ποδῶν
π 247
Περίπατος διακίνητον, ἢ αὐτὸ τὸ βάδισμα
π 248
Περιουσιασμὸς ἐκ τοῦ περιουσιάζω, τοῦτο ἐκ τοῦ περιουσία, τοῦτο παρὰ τὸ ἶσος, ἰσία, τοῦ ἰῶτα τραπέντος συνηθὼς εἰς υ, καὶ πλεονασμῷ τοῦ ο
π 249
Περκνὸν μέλαν, ἔνθεν περκάζειν λέγεται, ἡ μελαινομένη συλλ
π 250
Πέρπερος ὁ φλυαρὸς, ἀπὸ τοῦ περιφέρω γίνεται περίφερος, καὶ τροπῇ τοῦ φ εἰς π, πέρπερος, ἢ ὁ τοῖς λόγοις περιφερόμενος, ἀπὸ τοῦ τοῖς λόγοις περιφέρεσθαι
π 251
Περσεφόνη κύριον ὄνομα, παρὰ τὸ τοὺς ἀποθνήσκοντας πρὸς αὐτὴν φέρεσθαι, ἤτοι τοὺς φονευθέντας· καὶ ἄλλως· περσεὺς καλεῖται ὁ ἥλιος, καὶ ἐξ αὐτοῦ περσεφόνεια, ἡ ἀνάδοσις τοῦ σίτου, ἡ ἀπὸ τοῦ ἡλίου γινομένη
π 252
Περισσῶς ἐπίῤῥημα μεσότητος, ἐκ τῆς περὶ προθέσεως, καὶ τοῦ σεύω τὸ ὁρμῶ
π 253
Περγάμου ἄκρης τῆς ἀκροπόλεως τῆς Ἰλίου, ἡ ἐκαλεῖτο Πέργαμος
π 254
Πέκος τὸ δέρμα, κατὰ περισσότητα τοῦ ς, παρὰ γὰρ τὸ πείκω πεῖκος· ἔστι καὶ πέκος
π 255
Πεστωρ σημαίνει τὸν συρφετὸν. ἤγουν τὸν ἐσφαλμένον· ἔστι πέτω καὶ σημαίνει τὸ πίπτω
π 256
Πέρσης ἐθνικὸν, στέρησις, ἐστηρήθη γὰρ τῆς Φοινικ. μητέρος τῇ ἑαυτοῦ κινήσει· ἐτέχθη ἐκ τῆς παρὰ φύσιν φύσεως· στερήσεως γὰρ τοῦ ἐρωμένου Λὼτ, τῷ πλήθει τοῦ οἴνου, ἐπιβούλῃ τῶν θυγατέρων αὐτοῦ, πρὸς αὐτὸν συγγινομένων, ἐγένετο Πέρσης, στέρησις
π 257
Περσία χώρα ὠνόμασται, ἀπὸ Πέρσεως βασιλεύσαντος ἐν αὐτῇ
π 258
Πεσσόντων σημαίνει δὲ τῶν ἀναιρεθέντων καὶ φονευθέντων· μετοχὴ ἀορίστου δευτέρου, τὸ ῥῆμα πεύω· γίνεται δὲ παρὰ τὸ πέδον, ὃ σημαίνει τὴν γῆν· κυρίως γὰρ τὸ πεσεῖν ἐστι τὸ ἀπὸ ὕψους εἰς γῆν κατενεχθῆναι
π 259
Πεσσέμεν σημαίνει τὸ χωνεῦσαι· ἐξ αὐτοῦ τὸ καταπέψει, ἀντὶ τοῦ χωνεύσει, κατάσχει, καταδαπανήσει, τουτ’ἔστιν ἐγκρατὴς γίνεται τῆς ὁρμῆς· ἔστι δὲ ἀπαρέμφατον τὸ πεσσέμεν ἐνεργητικόν· οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα, διὰ τοῦ εμεν προσφέρουσι· ἔστι ῥῆμα πέσσω· ὁ κανὼν, οἱ Αἰολεῖς βαρύτονοι ὄντες τὸ πτ εἰς δύο σς μετατιθέασι, τὸ γὰρ νίπτω νίσσω λέγουσιν, καὶ τὸ ὄπτω ὄσσω· οὕτω καὶ τοῦτο εἴρηται μεταφορικῶς ἀπὸ τοῦ ἐν γαστρὶ πλείονα χρόνον κατεχομένων σιτίων· καὶ γὰρ αὐτοῦ ἂν μὴ κρατηθῆ τὸν ὡρισμένον καιρὸν ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέτεται. εἰσὶ δὲ τοῦ θρεπτικοῦ δυναμεῖς τέσσαρες, ἑλκυτικὴ, καθεκτικὴ, ἀλλοιωτικὴ καὶ κριτική· ἑλκυτική ἐστιν, ὅτε ἐπιθυμεῖ τις τοῦ φαγεῖν· καθεκτικὴ ἡ κατέχουσα τὴν τροφὴν, καὶ μὴ ἑαυτὴν ἐῶσα ἐκριθῆναι· ἀλλοιωτικὴ ἡ ἀλλοιοῦσα τὴν τροφὴν εἰς τοὺς χυμούς· ἀποκριτικὴ ἡ τὸ περίπτωμα διὰ τοῦ ἀφεδρῶνος ἐκρίνουσα καὶ ἐκβάλλουσα
π 260
Πετάλοις τοῖς φύλλοις, παρὰ τὸ πέτω τὸ πίπτω, πίπτουσι γάρ
π 261
Πέταυρον παγὶς, ἢ βάρος
π 262
Πετεηνῶν ὄνομα γενικῆς τῶν πληθυντικῶν· τὸ πετεηνὸν γάρ ἐστιν ἡ εὐθεῖα, ἐκ τοῦ πετῶ πετήσω, πετηνὸς καὶ πλεονασμῷ τοῦ ε ποιητικῶς, ἐξ οὗ ἔχει τὸ ἦτα· πάντοτε δὲ ὁ ποιητὴς διὰ τοῦ ε καὶ η προσφέρει· ἔστι γὰρ καὶ τοῦτο γενικόν
π 263
Πετεινὸν παρότι πετᾶται τεινόμενον
π 264
Πέτονται τὸ θέμα πέτω, ὁ παθητικὸς ἐνεστὼς πέτομαι, τὸ τρίτον τῶν πληθυντικῶν πέτονται. ἐκ τούτου γίνεται πετ καὶ σημαίνει τὸ ὕψος· ἐκ τούτου πετῶ πετᾶς, καὶ τροπῇ τοῦ ε εἰς ο ποτῶ, ὁ παθητικὸς ἐνεστὼς πότωμαι, καὶ ὁ παρατατικὸς ἐποτώμην, καὶ τὸ τρίτον ἐποτᾶτο, καὶ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα
π 265
Πέτρα διὰ τὸ πέτεσθαι ῥᾳδίως, κατʼ ἀντίφρασιν
π 266
Πεττεύειν μεταφέρειν, ἀπὸ τῶν πέττων, τουτ’ἔστι τῶν κύκλων· πεττεύειν δὲ καὶ ταυλίζειν· γίνεται ἀπὸ τοῦ πέττος, πεττεύω καὶ πέττεια. τὸ δὲ πέττος ἀπὸ τοῦ πέττω, ὃ σημαίνει τὸ καταπίπτω, ὁ μέλλων πέσσω, πεσσὸς, καὶ τροπῇ πέττος· καὶ συντάσσεται μετὰ πτώσεως γενικῆς καὶ αἰτιατικῆς
π 267
Πευκαλίμη ἡ φρόνησις· πευκαλίμῃσι
π 268
Πεύθω τὸ ἀκούω, εἰς τὸ ἔκπυστα
π 269
Πευκαλίμας φρένας τὰς συνετὰς, παρὰ τὰς πεύκας. παρὰ τὸ δριμείας αὐτὰς εἶναι, καὶ συνετὰς, οἱονεὶ δριμεῖαι καὶ σώφρονες
π 270
Πέφαμμαι δύο μμ· πᾶσα συλλαβὴ εἰς ν λήγουσα, ἐὰν συντεθῇ μεθʼ ἑτέρας συλλαβῆς· πέφακα πέφαμμαι, ὁ ἐνεστὼς φαίνω, ὃ σημαίνει τὸ φονεύω, καὶ φανεροποιῶ, καὶ τροπῇ Ἰωνικῇ ἔφηνα
π 271
Πέφνη καὶ καταπέφνη. ῥῆμα ἔστιν ἀορίστου δευτέρου, τὸ ῥῆμα φένω, γίνεται ἐκ τοῦ φῶ, τὸ φονεύω, φένω, ἐξ οὗ καὶ φόνος, ὁ μέλλων φενῶ, ὁ β ἀόριστος ἔφενον, καὶ μετὰ τῆς ἐπὶ προθέσεως καὶ συγκοπῇ ἔπεφνον, καὶ ἡ μετοχὴ ὁ πέφνων, βαρύνεται· αἱ εἰς ων λήγουσαι μετοχαὶ, ἔχουσαι πρὸ τοῦ ἀμεταβόλου σύμφωνον, κατʼ ἐπιπλοκὴν, οὐδέποτε ὀξύνονται, οἷον, κάμνων, δάκνων, τέμνων· τούτοις συνεξηκολούθησε τὸ πέφνων καὶ συνεβαρύνθη· χερείονά περ καταπέφνων
π 272
Πεφυγμένος εἰς τὸ ἐτύχθη
π 273
Πεφυκὼς ἐκ τοῦ φῦμι τὸ ὑπάρχω· φύω παράγωγον, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ πεφυκὼς, τὸ θηλυκὸν πεφυκυῖα
π 274
Πεφηνὸς τὸ δὴ λεγόμενον· παρακείμενος μετοχῆς τῶν εἰς μι
π 275
Πεφόραται τιθέαται, κατείληπται· φοράσαι γὰρ τὸ θεάσασθαι
π 276
Πεφοινιγμένην ἠπατωμένην, πεπηρωμένην, ἐκ τοῦ φόνος· ἢ ἐκ τοῦ φοινικὸς ἤγουν πυῤῥός
π 277
Πεφραγμένην τὰ εἰς τὴν χεῖραν λεπτυνόμενα νέου σίτου ἢ κριθῆς
π 278
Πῆ ἐπίῤῥημα πευστικὸν ἀντὶ τοῦ ποῦ, ἢ πότε· οἷον, μῆ μὲν σύνδεσμος αἰτιολογικὸς, πῇ δὲ σύνδεσμος ἐναντιωματικός· οἱ γὰρ Δωριεῖς, διὰ τοῦ α, ἀντὶ τοῦ ποῦ ἢ πότε
π 279
Πῆ ἐπίῤῥημα ἐρωτήσεως, ἀντὶ τοῦ ποῦ· καί ἐστιν ἀόριστον· ὅτε δὲ ἐρωτήσεως περισπᾶται· τὶ διαφέρει τὸ πῇ τοῦ ποῦ καὶ ποί; διαφέρει· ὅτι τὸ μὲν πῇ, τὴν εἰς τόπον σχέσιν σημαίνει· ὡς Ὅμηρος· πῇ ἔβη Ἀνδρομάχη· τὸ δὲ τοῦ τὴν ἐν τόπῳ· ποῦ νῦν δεῦρο κίων λίπες Ἕκτορα, ὅθεν οὐ δεῖν λέγειν ποῦ ἀπέρχῃ, ἀλλὰ πῇ, προσγραφομένου τοῦ ἰῶτα· καὶ εἰς τὸ ποῖς
π 280
Πῇ ποῖ, πῇ εἰς τινὰ τόπον· πῇ δὴ τόνδε μολοβρὸν ἄγεις· ἔστι δὲ Ἰωνικὸν· τὸ δὲ ποι Ἀττικὸν βαρυτονηθέν· τὸ δὲ πῆ ἀόριστον γίνεται· νῦν δʼ οὔτʼ ἄρ πη θέσθαι ἐπίσταμαι, ἀντὶ τοῦ, εἰς οὐδένα τόπον ἐπίσταμαι θέσθαι τὰ δῶρα
π 281
Πήγανον τὸ πη ἦτα· εἴρηται δὲ παρὰ τὸ πήσσω, οἱονεὶ ἡ πήσσουσα τὴν γονήν· ἢ παρὰ τὸ παύειν γονὸν παῦγνον καὶ πήγανον
π 282
Πηγεσιμάλλῳ ἡ εὐθεῖα πηγεσιμάλλος· σημαίνει δὲ τὸν μελενὰς μαλλοὺς ἔχοντα· ὁ γὰρ τοιοῦτος φοβερὸς φαίνεται ἐν πλήθει λευκῶν προβάτων, ἐκ τοῦ πηγὸς καὶ τοῦ μαλλὸς γίνεται πηγόμαλλος τῆς τετάρτης συζυγίας, καὶ τροπῇ τοῦ βραχέος ἤγουν τοῦ ο εἰς ε, πηγεσίμαλλος, ἐκ τοῦ εἰρηκέναι τὸν ποιητὴν, ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων
π 283
Πηγὴ ἐκ τοῦ πηδῶ γίνεται πηδὴ, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς γ· ἢ τόπου γέννησις
π 284
Πηγὴ τὰ δύο ηη· Δωριεῖς γὰρ παγὰς λέγουσι· καὶ ἡμεῖς τὰ τῶν Δωριέων αα εἰς ἦτα τρέπομεν
π 285
Πηδάλια οἱ κύβερνοι τοῦ πλοίου, ἐκ τοῦ πηδῶ· πηδῶν μῦ ἐν πηδαλίῳ, οὐ γὰρ ἔχουσι πηδάλια ἀλλὰ κώπας, παρὰ τὸ πλεῖν τὴν θάλασσαν· πηδὸς γὰρ εἶδος ξύλου, τὸ πλάτος τῆς κώπης
π 286
πλήεργον διαφέρει, πηδάλιον ἡ λέγεται, πλήεργον δὲ σχεδιὰς, τὸ αὐτὸ δὲ καὶ πλήθριον
π 287
Πῆκτις τὸ τῆς κιθάρας ξῦλον
π 288
Πηληϊάδεω ὁ κανὼν· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ, τὰς εἰς ος ληγούσας γενικὰς, τὰς ἀπὸ τῶν εἰς ης εὐθείων γινομένας, διὰ τοῦ εω προσφέρουσιν, ἐπὶ γενικῆς, οἷον, Ξέρξης, Ξέρξου Ξέρξεω, Ἀτρείδης Ἀτρείδου Ἀτρείδεω, ἐναντίως τοῖς Βοιωτικοῖς καὶ Αἰολεῦσι· ἐκεῖνοι γὰρ διὰ τοῦ αο ποιοῦσι, τοῦ α ἐκτεινομένου· πᾶσα γὰρ γενικὰ ὀνόματα εἰς φωνῆεν λήγοντα καὶ περιττοσυλλαβοῦσα τῆς ἰδίας εὐθείας, ἢ ἐκτείνει τὴν παραλήγουσαν, καὶ συστέλλει τὴν λήγουσαν, οἷον καλὸς καλοῦ καλοῖο, σοφὸς σοφοῦ σοφοῖο· ἢ ἐκτείνει τὴν λήγουσαν καὶ συστέλλει τὴν παραλήγουσαν, οἷον, Ἀτρείδεω, Πριαμίδεω, Πηληϊάδεω