Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Etymologicum Gudianum

Library › Greek: Grammar & Reference › Etymologicum Gudianum

Etymologicum Gudianum is an anonymous Byzantine etymological lexicon, named after Marquard Gude, the seventeenth-century scholar who once owned one of its manuscripts. It is usually dated to around the eleventh century. Arranged alphabetically, it ranges from one-line glosses to longer discussions of how words are derived and formed. This text follows F. W. Sturz's edition of 1818 and E. L. de Stefani's partial edition.

The Gudianum belongs to the family of Byzantine etymologica that grew out of the Etymologicum Genuinum. It preserves glosses and scraps of grammatical learning not found elsewhere. It is useful both for rare Greek vocabulary and for seeing how medieval scholars explained the language of Homer, the dramatists and the Bible.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Sturz 1818; de Stefani 1909–20 (α–ζειαί)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Etymologicum Gudianum
Anonymous · Part 2 · every word parsed
α 556
Ἀλλόκοτον · ἀνόμοιον ἢ ἐξ ἀνομοίων συνεστός· ἀλλότοκόν τι ὄν, καθʼ ὑπερβιβασμόν, ὡς τύπτω τύπτιλος καὶ πίτυλος καθʼ ὑπερβιβασμόν, καὶ σκέ πω σκέπος καὶ πέσκος· σημαίνει δὲ δέρος προβάτειον. ἢ παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι καὶ μὴ κατʼ αὐτό
α 557
Ἅλλομαι · εἰς τὸ Ἆλτο
α 558
Ἀλλήλοις Β · διὰ τί ἐστιν ἀσ ύναρθρον; ἐπειδὴ αἱ ἀντωνυμίαι πρώτην δεῖξιν σημαίνουσιν, οἷον ἐγώ σύ, τὰ δὲ ἄρθρα ἀναφορὰν δηλοῦσιν· ἐναντία δέ ἐστιν ἡ δεῖξις τῆς ἀναφορᾶσ. οἱ ἄ λλοι· ἀσύναρθρον δέ ἐστιν, διότι ἐν ὀρθῇ καὶ πλαγίᾳ πτώσει νοεῖται· ὁποτέ ρᾳ οὖ ν πτώσει προσέλθοι τὸ ἄρθρον, ἀκαταλληλότητα δηλοῖ
α 559
Ἄλλος · ἐκ τοῦ ἄλαλος γέγονε κατὰ συγκοπήν, διότι τὸ ἄλλος ἀναιρετικόν ἐστιν τῶν ὡρισμένων π ροσώπων. καὶ ὄνομά ἐστιν ἢ ἀντωνυμία; εἰσὶ γάρ τινες λόγοι οἱ ἕλκοντες αὐτὸ ὡς ἀντωνυμίαν καὶ μὴ ὄνομα. ἐπειδὴ ὃν τρόπον τὸ ἐκεῖνος καὶ τὸ οὗτος ποιοῦσι τὰ οὐδέτερα αὐτῶν ἀποβολῇ τοῦ ν οἷον ἐκεῖνο τοῦτο, τὸν αὐτὸν τρόπον ἔχει καὶ τὸ ἄλλο οὐδέτερον ἀποβολῇ τοῦ ν · σεσημείωται τὸ ἄλλο τοῦτο καὶ τὰ ὅμοια. ἕτερος δὲ λόγος ἐστὶν τοῦ μὴ εἶναι ἀντωνυμίαν. πῶς δέ ἐστιν; ἀντωνυμία λέγεται ἀντὶ ὀνόματος, τὸ δὲ ἄλλος ἐστὶν ἀόριστον, διότι τὸ ἐκεῖνος καὶ τὸ οὗτος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει ἢ ἀναφοράν, τὸ δὲ ἄλλος οὔτε δεῖξιν σημαίνει οὔτε ἀναφοράν. καὶ ἔστιν ὄνομα καὶ τὸ ἄλλος. καὶ κλητικὴν οὐκ ἔχει. διὰ τί; διότι ἡ φύσις τῆς κλήσεως μάχεται τῇ σημασίᾳ τοῦ ὀνόματος. καὶ διὰ τί μάχεται; διότι ἡ μὲν κλητικὴ πρὸς παρόν ἐστιν πρόσωπον καὶ μὴ γνωριζόμενον, τὸ δὲ ἄλλος ἀναιρετικὸν τοῦ παρόντος
α 560
Ἄλλος · παρὰ τὸ ἄλαλος κατὰ συγκοπὴν ἄλλος. τὸ δὲ ἄλαλος παρὰ τὸ λαλῶ λάλος καὶ μετὰ τοῦ στερητικοῦ α καὶ προσθέσει ἑτέρου λ ἄλλος. σημαίνει δὲ ὄνομα ἀόριστον καὶ ξένον
α 561
Ἄλλος · ἀντωνυμία ἐστὶν ἢ ὄνομα ἀόριστον; ὄνομα ἀόριστον, ἐπειδὴ αἱ μὲν ἀντωνυμίαι ἢ δεῖξιν σημαίνουσιν ἢ ἀναφοράν
α 562
Ἀλλοπρόσαλλος · ὁ διπρόσωπος, ἢ ὁ εὐμετάβλητος καὶ εὐάρμοστος
α 563
Ἀλλότριος · παρὰ τὸ ἄλλος καὶ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν· ἀλλόριός τις ὤν, οἱονεὶ ὁ ἄλλου ὁρισμοῦ ὑπάρχων, καὶ πλεονασμῷ τοῦ τ ἀλλότριος
α 564
Ἀλλόφυλος · ἐκ τοῦ ἄλλος καὶ τοῦ φυλή
α 565
Ἄλλως · ἐπίρρημα μεσότητος, σημαίνει δὲ τὸ μάτην· ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων“, Ἀριστοφάνης · παρὰ τὸ ἠλός, τὸ μάταιος· Ο δαιμόνιε, φρένας ἠλέ, διέφθορασ“. παρὰ τὸ ἠλός ἠλῶν ἦλε ἠλῶς καὶ Αἰολικῶς μετὰ διπλασιασμοῦ τοῦ λ καὶ συστολῇ ἄλλως· εἰώθασιν γὰρ οἱ Αἰολεῖς τὰ ἀμετάβολα διαπλασιάζειν καὶ συστέλλειν τὰς ὑπερκειμένας συλλαβάς
α 566
Ἅλμη · ὥσπερ παρὰ τὸ τρυγός γίνεται τρύγη, οὕτως καὶ παρὰ τὴν ἁλός γίνεται ἅλη καὶ παρεμπτώσει τοῦ μ ἅλμη· ἢ παρὰ τὸ ἅλς ἁλός ἅλιμος ἁλίμη καὶ συγκοπῇ ἅλμη
α 567
Ἅλμη · τὸ τῆς θαλάσσης ὕδωρ λέγεται ἅλμη καὶ τὸ ἐξ ἁλῶν καὶ ποτίμου κεκραμμένον ὕδωρ. παρὰ τὴν ἁλός γενικήν, ὡς παρὰ τὸ κῦδος κύδιμος, ἁλός ἅλιμος· καὶ ἁλίμη, ὡς εὔφρονος εὐφρόνη, καὶ συγκοπῇ ἅλμη
α 568
Ἁλμυρός · ὁ ἅλμης μετέχων· ὡς τόλμη τολμηρός, ἄτη ἀτηρός, οὕτω καὶ ἅλμη ἁλμηρός, καὶ τροπῇ τοῦ η εἰς υ ἁλμυρός, ὡς τηρός τυρός· ἢ κυρίως τίθεται ἡ λέξις ἐπὶ τῶν εἰς ἅλα μυρομένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων
α 569
Ἁλοσύδνη · ἡ κατὰ τῆς ἁλὸς δύνουσα· εἴρηται δὲ οὕτως καὶ ἐπʼ αὐτῆς τῆς θαλάσσης καὶ ἐπιθετικῶς ἐπὶ τῶν Νηρηΐδων καὶ τῶν φωκῶν. παρὰ τὴν ἁλός γενικὴν καὶ τὸ δύνω ἁλοσδύνη καὶ ὑπερθέσει ἁλοσύδνη. ἐπὶ μὲν τῶν Νηρηΐδων καὶ τῶν φωκῶν οὕτως οὔσης, ἐπὶ δὲ τῆς θαλάσσης αὐτῆσ εἴρηται οὕτως· ἀπὸ τῆς ἁλός γενικῆς γίνεται ἁλόσυνος καὶ ἐπʼ αὐτῆς, ὡς γηθόσυνος γηθοσύνη, οὕτωσ καὶ ἁλόσυνος ἁλοσύνη καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη
α 570
Ἅλμη ε · ὄνομα προσηγορικὸν παρώνυμον. οἱ μέν, παρὰ τὴν ἁλός ἅλιμος, ὡς κύδιμος, τὸ θηλυκὸν ἁλίμη, ὡς κυδίμη, καὶ ἐνδείᾳ τοῦ ι ἅλμη. οἱ δέ, ἀπὸ τῆς ἁλός ἅλη, ὡς εὔφρονος εὐφρόνη, ἀμύμονος ἀμυμόνη· ἐπενθέσει τοῦ μ ἅλμη
α 571
Ἀκμαῖον · ἀνδρεῖον
α 572
Ἁλμυρός · εἰς τὸ Ἄτρυτα
α 573
Ἄλοχος · γυνή, γαμετή
α 574
Ἁλουργίς · παρὰ τὸ ἐκ τοῦ κόχλου τοῦ θαλασσίου βαφῆναι
α 575
Ἄλογον · διὰ τὸ ἄμοιρον τοῦ λόγου, ἤγουν μὴ ἔχον λόγον
α 576
Ἁλοσύδνη · καὶ ἐπʼ αὐτῆς τῆς θαλάσσης καὶ ἐπιθετικῶς ἐπὶ φωκῶν· ἁλοσδύνη τις οὔσα, ἡ κατὰ τῆς ἁλός δύνουσα, καὶ ἐν ὑπερθέσει ἁλοσύδνη. καὶ τοῦτο, ὅτε ἐστὶν ἐπίθετον, ἁρμόττει· ὅτε δὲ ἐπʼ αὐτῆς τῆς θαλάσσης, παρὰ τὴν ἅλα ἁλόσυνος καὶ ἁλοσύνης καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη
λ 2
λογον · διὰ τὸ μὴ ἔχειν λόγον
α 577
ἀλλοιῶ διαφέρει· ἀλ λοιῶ μὲν σημαίνει τὸ τύπτω καὶ βαρύνεται, καὶ Ὅμηροσ Ι πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία“. καὶ ἀλλοιῶ περισπωμένως, τὸ μεταποιῶ, ὡσ τὸ αὕτη ἡ ἀλ λοίωσισ “
α 578
Ἄλοξ · ἡ αὖλαξ· Εὐριπίδης μὴ σπεῖρε τέκνων ἄλοκα“. παρὰ τὸ αὖλαξ ἐλλεί ψει τοῦ υ καὶ τροπῇ τοῦ α εἰς ο
α 579
Ἁλοσύδνη · θαλάσσιον θηρίον· παρὰ τὸ εἰς ἅλα δύ νειν· καὶ ἐπὶ τῶν νυμ φῶν
ο 3
Ὅμηρος · Ἆλτο Α · ῥῆμα χρόνου μέσου ἀορίστου πρώτου, τρίτου προσώπου τῶν ἑνικῶν· ἅλλομαι, τὸ πηδῶ, ὁ ἀόριστος ἧλα, καὶ ὁ μέσοσ ἀόριστος πρῶτος ἡλάμην ἥλω ἥλα ο καὶ ἐν συγκοπῇ ἦλτο καὶ ἆλ το· οἱ Ἴωνες καὶ οἱ ποιηταὶ συγκοπῇ
α 580
Ἀλύειν · τὸ δυσφορεῖν· παρὰ τὸ μὴ λύσιν τῶν κακῶν εὑρίσκειν. σημαίνει δὲ καὶ τὸ χαίρειν· παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλύω· πλανῶνται γὰρ αἱ ψυχαὶ καὶ τῶν χαιρόντων ὡς τῶν λυπουμένων ἀνδρῶν
α 581
Ἀλύειν · τὸ δυσφορεῖν καὶ λυπεῖσθαι· σημαίνει δὲ καὶ τὸ ἐπαίρεσθαι καὶ χαίρειν
α 582
Ἀλύειν · τὸ δυσφορεῖν καὶ λυπεῖσθαι· παρὰ τὸ μὴ λύσιν τῶν κακῶν εὑρίσκειν. καὶ ἀλύω, τὸ χαίρω. τὸ λυ ψιλόν. διὰ τί; ὡς τὸ ς ἦ ἀλύεις, ὅτι Ἶρον πτωχὸν ἐνίκησας;“
α 583
Ἀλύειν · παρὰ τὸ ἀπορεῖν καὶ ἐν πλάνῃ ἔχειν τὴν ψυχήν· ἢ τὸ ἀλύτως αὐτὴν ἔχειν καὶ συνδεδεμένως. ς ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας;“ ἤγουν πτωχόν
α 584
Ἅλυς · ποταμὸς ἐν Παφλαγονίᾳ κατὰ Σινώπην χωρίζων Χάλυβας καὶ Λευκοσύρους τοὺς ἐν τῷ Πόντῳ· Ἶριν δὲ αὐτὸν λέγει Καλλίμαχος · ἔστι δὲ μεταξὺ Σινωπέων καὶ Ἀμισέων. εἴρηται δὲ Ἅλυς οἱονεὶ ἄλης τις ὢν καὶ πλανήτης· πολλὴν γὰρ διοδεύει γῆν· τροπῇ τοῦ η εἰς υ ὡς ἅλμη ἁλμυρός
α 585
Ἄλυσις · ἡ ἐκ χαλκοῦ ἢ σιδήρου ἢ ἄλλου τινὸς πεπλεγμένη σειρά
α 586
Ἄλυσσον. παρὰ τὸ τοὺς λυσσῶντας ὀνεῖν· ἔστι δὲ εἶδος βοτάνης ἐν ταῖς ὁδοῖς φυόμενον πορφυροῦν ἐχούσης φύλλον
α 587
Ἄλφα · παρὰ τὸ ἀλφῶ, τὸ εὑρίσκω, ὅθεν καὶ ἀλφησταί, οἱ ζητηταὶ καὶ εὑρεταί, ὡς πρῶτον εὑρεθέν· α ἀνδράσιν ἀλφησταῖσιν“ ὁ Ὅμηρος. διὰ τί οὐ λέγεται μετὰ τοῦ ἄρθρου τὸ ἄλφα; ἐπειδὴ δεῖξίς ἐστιν πρώτη καὶ ἀντὶ τοῦ ἄρθρου ἐστίν
α 588
Ἀλφεῖν · εἰς τὸ Τιμαλφέστατον
α 589
Ἀλφειός · λέγεται ὁ ποταμὸς παρὰ τὸ θεραπεύειν τοὺς ἀλφούς, ἤγουν τὰς λέπρας. ἢ παρὰ τὸ ἀλφεῖν, ὅ ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ
α 590
Ἀλφός · τὸ πάθος· ἀλλοφός τις ὤν, ὁ ἀλλοιοφανές τὸ χρῶμα ποιῶν· λέγεται γὰρ τὸ ἀλλοῖον καὶ ἕτερον καὶ ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐξηλλαγμένων
α 591
Ἀλφειός · δίφθογγον· καὶ γὰρ Ἀλφεός
α 592
Ἀλφησταῖς · ζητηταῖς παρὰ τὴν ἐλπίδα καὶ τὸν λογισμόν. ἢ οἱ ἀμειπτικοί· ἀλφαίνειν γὰρ τὸ ἀντικαταλλάσσεσθαι καὶ ἀμείβειν· μόνοις δὲ τοῖς ἀνθρώποις πρόσεστι τὸ ἀμειπτικοὺς εἶναι
α 593
Ἀλωπεκία · τὸ πάθος τὸ ψιλωτικὸν τῶν τριχῶν καὶ τῶν γενείων, ἀπὸ τῆς ἀλώπεκος μεταφορικῶς· ἡ γὰρ ἀλώπηξ τὸ ζῶον, ἔνθα ἂν οὐρήσῃ, τὸν τόπον ἄκαρπον ποιεῖ ξηραίνουσα τὴν προϋπάρχουσαν βοτάνην καὶ ἑτέραν ἀναβλαστῆσαι οὐ συγχωρεῖ
α 594
Ἀλφηστής · παρὰ τὸ ἀλφεῖν, τὸ καταλαμβάνειν
α 595
Ἀλφηστής · εὑρετής· ἐκ τοῦ ἀλφῶ, τὸ εὑρίσκω, ἀλφήσω, γίνεται ἀλφηστής, ὁ εὑρετικός· ἐξ οὗ καὶ Σ ἀλφεσίβοιαι“, αἱ λαμβάνουσαι ἕδνα γυναῖκες
α 596
Ἄλφιτον · τὸ παχὺ ἄλευρον· παρὰ τὸ ἀλφαίνειν· ἡ πρώτη εὑρεθεῖσα τροφή
α 597
Ἀλφός · ὁ λευκός· παρὰ τὸ ἀλλοφανής τις ὤν
α 598
Ἀλῶ · σημαίνει τὸ πλανῶ· σύνθετον ἐκ τοῦ λῶ, τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀλῶ· οἱ γὰρ πλανώμενοι οὐ θέλοντες πλανῶνται, οὐδὲ τυγχάνουσιν ὧν βούλονται
α 599
Ἆλτο · μέσου ἀορίστου, τρίτου προσώπου τῶν ἑνικῶν. κατὰ συγκοπὴν γέγονεν· ἔστι δὲ τὸ θέμα αὐτοῦ ἅλλω, ὁ μέλλων ἁλῶ, ὁ ἀόριστος ἧλα, ὁ παθητικὸς ἡλάμην καὶ τὸ τρίτον τῶν ἑνικῶν ἥλατο σκιρτῶν“ καὶ κατὰ συγκοπὴν καὶ συστολῇ τοῦ η εἰς α ἆλτο· καὶ μετὰ τὴν συγκοπὴν μετέπεσεν ἡ δασεῖα εἰς τὴν ψιλήν· τὸ γὰρ α καταλῆγον εἰς λ ἑνὸς συμφώνων τῆς τρίτης συζυγίας ἐπαγομένου, ψιλοῦται
α 600
Ἁλῶναι · παρὰ τὸ ἐν ἁλὶ ληφθῆναι· κυρίως δὲ ἐπὶ τῶν ἰχθύων
α 601
Ἅλως · ἡ ἀλωή· λέγεται παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν
α 602
Ἅλωσις · ἐκ τοῦ ἁλῶ, τὸ πορθῶ· τοῦτο ἐκ τοῦ ἅλως, ὃ σημαίνει τὴν ἅλωνα· εἰς αὐτὴν γὰρ πορθοῦνται καὶ συνθρύπτονται οἱ στάχυες· τοῦτο ἐκ τοῦ ἅλω, τὸ συναθροίζω, ἐξ οὗ καὶ δασύνεται· τοῦτο ἐκ τοῦ ἅλς ἁλός . κλίνεται δὲ ἡ ἅλως τῆς ἅλωνος τῇ ἅλωνι τὴν ἅλωνα ὦ ἅλων· εἰ δʼ Ἀττικῶς κλίνομεν, οὕτως φαμέν, ἡ ἅλως τῆς ἅλω τῇ ἅλῳ τὴν ἅλων ὦ ἅλω
α 603
Ἅμα Β · δασύνεται· ὥσπερ ἐστὶ χάζω, τὸ ὑποχωρῶ, καὶ ἐκβολῇ τοῦ χ ἔμεινεν ἡ ἀναλογοῦσα τῷ χ δασεῖα ἐν τῷ ἅζω, οὕτως ἐστὶν ἐν τῷ ἅμα καὶ τῷ θαμά
α 604
Ἅμα Γ · ἐπίρρημα συλλήψεως ἢ ἀθροίσεως· διαφέρει τὸ ἅμα τοῦ ὁμοῦ, ὅτι τὸ ἅμα ἐπὶ χρόνου τάσσεται, τὸ δὲ ὁμοῦ ἐπὶ τόπου· Α ἅμα δʼ ἠελίῳ καταδύντι“· ὁμοῦ, ὡς δ ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο“. τὸ δὲ Α εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ“ καὶ ἐνταῦθα τοπικόν ἐστι. τὸ ἅμα δασύνεται· ὥσπερ γὰρ παρὰ τὸ χάζω, τὸ ὑποχωρῶ, γίνεται κατὰ ἀποβολὴν τοῦ χ ἅζω, ἔμεινε δὲ ἡ ἀναλογοῦσα τῷ χ δασεῖα, οὕτως καὶ ἐκ τοῦ θαμά, ὃ σημαίνει τὸ πυκνόν, γίνεται κατὰ ἀποβολὴν τοῦ θ ἅμα· τὸ γὰρ πυκνὸν καὶ ἐπάλληλον ἅμα γίνεται καὶ ἐν τῷ αὐτῷ καιρῷ. βαρύνεται· τὰ εἰς α λήγοντα δισύλλαβα ἐπιρρήματα ἅπαντα βαρύνεται, οἷον ὦκα τάχα σάφα λίγα λίπα· χωρὶς τοῦ θαμά. ἅμα δὲ σημαίνει, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ· Α ἅμα τράφεν ἠδʼ ἐγένοντο“
α 605
Ἅμα · παρὰ τὸ θαμά ἅμα κατὰ ἀνάδοσιν τόνου. διαφέρει δὲ τὸ ἅμα τοῦ ὁμοῦ· ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν
α 606
Ἅμα · ἐπίρρημα συλλήψεως καὶ ἀθροίσεως· καὶ ἡνίκα σημαίνει ἐπὶ τόπου, ἐστὶ συλλήψεως, οἷον ἅμα γενώμεθα ἐν τῷ οἴκῳ“, ἢ ἐν τόπῳ· ἡνίκα δὲ σημαίνει ἐπὶ λαοῦ, ἀθροίσεως, Γ αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν“
ο 4
ὁμοῦ διαφέρει· ὅτι τὸ μὲν ἅμα ἐπὶ χρόνου τάσσεται, τὸ δὲ ὁμοῦ ἐπὶ τόπου, οἷον Α ἅμα δʼ ἠελίῳ καταδύντι“, Ψ ὀμοῦ, ὡς τράφομέν περ ἐν ἡμετέροισι δόμοισι“. γίνεται δὲ ἐκ τοῦ θαμά, ὃ σημαίνει τὸ πυκνόν, ἀποβολῇ τοῦ θ ἅμα· τὸ γὰρ πυκνὸν καὶ ἐπάλληλον ἅμα γίνεται καὶ ἐν τῷ αὐτῷ καιρῷ. βαρύνεται· τὰ εἰς α λήγοντα ἐπιρρήματα δισύλλαβα ἅπαντα βαρύνεται, οἷον ὦκα τάχα σάφα ἅμα λίγα λίπα· χωρὶς τοῦ θαμά. ἅμα δὲ σημαίνει, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ. δασύνεται· ἀναχωρήσαντος οὖν τοῦ θ ἔμεινεν ἡ ἀναλογοῦσα τῷ θ δασεῖα
α 607
Ἁμάδιος · ἐπιρρηματικῶς· ἐκ τοῦ ἅμα ἁμάδιος
α 608
Ἀμαζόνες Γ · ἡ εὐθεῖα Ἀμαζών· ἐκλήθη δὲ ἐκ τοῦ μαζός καὶ τοῦ στερητικοῦ α Ἀμαζών· πρὸς γὰρ τὸ μὴ ἐμποδίζεσθαι αὐτὰς ἐν τῷ τοξεύειν τὸν ἕνα αὐτῶν μαστὸν ἀπέκοπτον. ἢ ὅτι λαμβάνουσαι ζώνην καὶ πανοπλίαν ἐξερχόμεναι ἤμων καὶ ἐθέριζον, ὥστε αὐτὰς κληθῆναι παρὰ τὸ ἐν ταῖς ζώναις ἀμᾶν. ἢ ὅτι μάζης καὶ τροφῆς οὐ μετέσχον, ἀλλʼ ὄφεσι καὶ ἄλλοις τισὶ θηρίοις ἐτρέφοντο. ἢ παρὰ τὸ μάζαις μὴ χρῆσθαι, ἤγουν ἡμέροις τροφαῖς, ἀλλʼ ὄφεσι καὶ σαύραις καὶ χελώναις
α 609
Ἁμαθής · παρὰ τὸ μὴ ἔχειν μάθησιν μέτρου
α 610
Ἀμαθύνει · παρὰ τὸ τὴν ἄμαθον, οἷον κόνιν, ποιεῖν
α 611
Ἀμαιμάκετος · ὁ μακρός· Ὅμηρος ξ ἱστὸν ἀμαιμάκετον“. παρὰ τὸ μῆκος γίνεται μάκετος καὶ διπλασιασμῷ μαμάκετος καὶ πλεονασμῷ τοῦ ι μαιμάκετος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀμαιμάκετος. ἀμαιμάκετον δὲ ἄμαχον, ἀνυπόστατον, μακρὰν καὶ φοβεράν, ἢ ἀπροσμάχητον καὶ μεγάλην· ἀπὸ τοῦ μαιμῶ, ὃ σημαίνει τὸ προθυμοῦμαι, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαιμάκετος
α 612
Ἀμαλδῦναι · παρὰ τὸ μαίρω μαρῶ, ἀφʼ οὗ μαραίνω. κυρίως δὲ τὸ διὰ πυρὸς ἀφανίσαι
α 613
Ἀμαλδύνω · τὸ διὰ πυρὸς ἀφανίζω· μαίρω, τὸ λάμπω, ὁ μέλλων μαρῶ, μαλῶ, ἀμαλῶ, παράγωγον ἀμαλύνω καὶ πλεονασμῷ τοῦ δ ἀμαλδύνω
α 614
Ἀμαλθείας κέρας · τὸ θει δίφθογγον. ἡ Ῥέα τεκοῦσα τὸν Δία ἔδωκε τῇ Ἀμαλθείᾳ τρέφειν· ἡ δὲ οὐκ ἔχουσα γάλα αἰγὶ ὑπέβαλεν αὐτόν, ὅθεν αἰγίοχος ἐκλήθη. ὁ τοίνυν Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν ἐν τῷ οὐρανῷ, τὸ δὲ ἓν τῶν κεράτων ἀφελὼν τῇ Ἀμαλθείᾳ ἔδωκε παρασκευάσας αὐτῇ γενέσθαι πᾶν, ὅπερ αἰτήσει, διὰ τοῦ κέρατος. ὅθεν καὶ τοὺς εὐδαίμονας Ἀμαλθείας κέρας ἔχειν φαμέν
α 615
Ἀμάλθεια · ἡ τροφὸς τοῦ Διός· παρὰ τὸ μὴ μαλθάσσεσθαι καὶ ταπεινοῦσθαι· διὰ τοῦτο καὶ τὸν Ἡρακλέα καρτερικώτατον γενέσθαι. καὶ εἰς τὸ Ἐγχείῃσι
α 616
Ἀμαμαξύς · ἡ ἀναδενδράς· παρὰ τὸ ἀμμῖξαι· ἡ συνδεδεμένη· ἀναδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες· ἀμμαξύς καὶ πλεονασμῷ τοῦ α ἀμαμαξύς
α 617
Ἀμᾶν · εἰς τὸ Ἄμη καὶ Ἀμῶ
α 618
Ἀμᾶν · παρὰ τὸ ὁμοῦ ἐπισπᾶν ἐπὶ τοῦ θερίζειν
α 619
Ἅμαξα · παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ ἅμαξα, ὡς ὁμοῦ ἄγουσα
α 620
Ἀμάρα · παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα αὐτῇ μαραίνεσθαι. καὶ εἰς τὸ Ἀμαρυγάς. Ὠρίωνος
α 621
Ἀμάραντον · παρὰ τὸ ἅμα ῥεῖν, ἢ ὅτι οὐκ ἐᾷ τὰ. ἐγράφη
α 622
Ἀμάρας · ὀχετοῦ ἢ τάφρου ἢ ὑδρορροῆς· διὰ τὸ τὰ ἐν αὐτῇ ὄντα φυτὰ ἀμάραντα εἶναι· ἢ παρὰ τὸ ἅμα καὶ τὸ ὁμαλῶς ῥεῖν· ἢ παρὰ τὸ τῇ ἄμῃ αἴρεσθαι καὶ ὀρύττεσθαι. ἄμη δέ ἐστι ἐργαλεῖον οἰκοδομικόν
α 623
Ἁμαρτή · ἐπίρρημα· τὸ ὁμοῦ· καί φησιν Ἀρίσταρχος ἐκ τοῦ ἁμαρτήδην κατὰ ἀποκοπὴν ἁμαρτή, καὶ ὀξύνει. ὁ δὲ Ἡρῳδιανὸς ἐκ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ ἁμαρτῇ. Φωτίου
α 624
Ἁμαρτία · ἡ ἀποτυχία· παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, μαρπτία καὶ ἁμαρτία μετὰ τοῦ στερητικοῦ α
α 625
Ἁμαρτοεπής Γ · ζήτει εἰς τὸ Δαΐφρων. τὰ παρὰ τὸ ἁμαρτῶ συντεθέντα διὰ τοῦ ο καὶ διὰ τοῦ ι γράφεται· διὰ μὲν τοῦ ο ὡς τὸ ἁμαρτοεπής· διὰ δὲ τοῦ ι ὡς τὸ ἁμαρτίνοος
α 626
Ἁμαρτῶ · εἰς τὸ Νημερτές
α 627
Ἀμαρυγάς καὶ ἀμαρύγματα τὰς τῶν ὀφθαλμῶν ἐκλάμψεις. σημαίνει καὶ τὰς τοῦ μετώπου ῥυτίδας, αἵτινες εἴρηνται διὰ τὸ ἀμαυραὶ καὶ ἀλαμπεῖς εἶναι· ἢ παρὰ τὸ ἀμάραις ἐοικέναι, τουτέστιν ὀχετοῖς· ὥσπερ γὰρ ἐκεῖναι τὸ ὕδωρ, οὕτως αὗται τὸν ἱδρῶτα μετάγουσιν ἐπὶ τὰ παρʼ ἑκάτερα μέρη τῆς κεφαλῆς. ἡ δὲ ἔκλαμψις εἴρηται παρὰ τὸ ἀμαρύσσω· ἀπὸ γὰρ τοῦ μαίρω, τὸ λάμπω, γίνεται μαρμαίρω ἐν διπλασιασμῷ, εἶτα παράγωγον μαρύσσω, πλεονασμῷ τοῦ α ἀμαρύσσω καὶ ἐξ αὐτοῦ ἀμάρυγμα
α 628
Ἀμαρύσσειν · παρὰ τὸ μαρύσσω καὶ κατʼ ἐπέκτασιν ἀμαρύσσω
α 629
Ἀμάρυγμα · σημαίνει τὴν λαμπηδόνα τοῦ φωτός· παρὰ τὸ ἀμαρύσσω· τὸ δὲ ἀμαρύσσω παρὰ τὸ μάρμαρον· τοῦτο δὲ παρὰ τὸ μαρμαίρω, τὸ λάμπω· τοῦτο δὲ παρὰ τὸ μαίρω κατὰ ἀναδιπλασιασμόν. καὶ εἰς τὸ Σμαραγῶ. Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 630
Ἀμαυρός · ἐκ τοῦ μαίρω, τὸ λάμπω, ἐξ οὗ καὶ μαρμαίρω· ἐκ τοῦ οὖν μαίρω, τὸ λάμπω, γίνεται μαιρός, καὶ τροπῇ τοῦ ι εἰς υ καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαυρός, ἤγουν ὁ ἀλαμπὴς καὶ σκοτεινός, ἐξ οὗ γίνεται ῥῆμα ἀμαυρῶ
α 631
Ἀμαυρόν δ · ἤτοι τὸ μὴ ὁρώμενον, ἢ τὸ μετὰ αὔρας φερόμενον· παρὰ τὸ μαίρω, τὸ λάμπω, ὅθεν τὸ μαρμαίρω· ἢ ἐκ τοῦ μαῦρος μαυρῶ καὶ κατὰ στέρησιν ἀμαυρός, ὁ ἀλαμπής· ἢ παρὰ τὸ μαίρω μαρμαίρω, ὡς καίω καύσω, κλαίω κλαύσω
α 632
Ἄμβη · τὸ χεῖλος τῆς λοπάδος· παρὰ τὸ ἐν ἀναβάσει εἶναι
α 633
Ἀμβλύς · ὁ σίδηρος ὁ μὴ ὀξύς· παρὰ τὸ μῶλος μωλύς, μετὰ τοῦ στερητικοῦ α ἀμωλύς, ὁ μὴ ἐπὶ μῶλον ἐπιτήδειος, καὶ συγκοπῇ τοῦ ω καὶ προσθέσει τοῦ β ἀμβλύς, ὁ μὴ εὐθετῶν εἰς πόλεμον. καὶ εἰς τὸ Ἀμπλάκημα
α 634
Ἀμβλυωπία · ἐκ τοῦ ἀμβλυωπής. τοῦτο παρὰ τὸ ἀμβλύ καὶ τὸ ὤψ ὠπός· οἱονεὶ ὁ μὴ καθαρὸν φῶς ἔχων, ἀλλʼ ἀσθενές
α 635
Ἀμβλυώττειν · τὸ τυφλώττειν καὶ βαρύνεσθαι τοὺς ὀφθαλμούς· ἀπὸ τοῦ ἀμβλύς καὶ τοῦ ὄσσω, τὸ βλέπω, ἀμβλυόσσω καὶ Ἀττικῶς ἀμβλυώττειν
α 636
Ἀμβολάδην · ἀναβάλλων, ἀναζέων
α 637
Ἀμβροσία · παρὰ τὸ ἄμβροτος· τοῦτο παρὰ τὸ βροτός καὶ τὸ στερητικὸν α καὶ πλεονασμῷ τοῦ ν γίνεται ἄμβροτος, καὶ τρέπεται τὸ ν εἰς μ. τὸ θηλυκὸν ἀμβροσία, καὶ σημαίνει τὴν ἀθανασίαν· ἀμβροσία δὲ ἡ ὄντως σοφία θεοῦ. δεῖ γινώσκειν τὴν λέξιν, ὅτι ὅταν μὲν προπαροξυτόνως ἀναγινώσκηται, τὰ θεῖα δηλοῖ, ὅταν δὲ παροξυτόνως βρῶμα θεῶν, παρὰ τὸ βροτοὺς μὴ μετέχειν αὐτῆς
α 638
Ἀμβρόσιον · παρὰ τὸ βρότος, ὃ σημαίνει τὸ αἷμα
α 639
Ἀμαχί · ἄνευ ἀγῶνος καὶ μάχης. καὶ εἰς τὸ Ἀκονιτί. Ὁμήρου
α 640
Ἀμέγαρτον Β · παρὰ τὸ μεγαίρω· δηλοῖ δὲ καὶ τὸν μὴ φθονούμενον καὶ τὸν μέγαν κατʼ ἐναλλαγὴν πνεύματος· ρ πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα;“, καὶ Β πόνον δʼ ἀμέγαρτον“
σ 3
στυγνοί · ἐν βάθει βουλευόμενοι, σύννοοι, σκυθρωποί· σημαίνει δὲ καὶ τὸ ἀγέλαστοι καὶ ἀχάριστοι, ἀπὸ τοῦ μειδῶ ἢ μειδιῶ. τοῦτο παρὰ τὸ ἥδω, ὃ σημαίνει τὸ εὐφραίνομαι, Βοιωτικῇ τροπῇ τοῦ η εἰς τὴν ει δίφθογγον καὶ πλεονασμῷ τοῦ μ μειδῶ καὶ μειδιῶ. τὸ γὰρ ἐπὶ τοῦ βουλεύομαι διὰ τοῦ η γράφεται καὶ βαρύνεται· παρὰ γὰρ τὸ ἅδω γίνεται, ὃ σημαίνει τὸ ἀρέσκω
α 641
Ἀμείλικτος · ἀπὸ τοῦ μειλίσσω μειλικτός καὶ ἀμείλικτος. τοῦτο ἀπὸ μεταφορᾶς τοῦ μέλιτος· μελίσσω καὶ πλεονασμῷ τοῦ ι μειλίσσω, μειλικτός καὶ ἀμείλικτος, ὁ ἀσυμπαθής καὶ ἀδυσώπητος καὶ σκληρός. Φωτίου
α 642
Ἀμείνων Β · ἐκ τοῦ μέρος μερίων, καὶ ἐκβολῇ τοῦ ρ καὶ συναιρέσει γίνεται μείων καὶ ἀμείων καὶ πλεονασμῷ ἀμείνων. Γ κλέπτῃ δέ τε νυκτὸς ἀμείνω“ χωρὶς τοῦ ν γένους θηλυκοῦ αἰτιατικῆς πτώσεως, ὡς ἐλάσσονα ἐλάσσοα ἐλάσσω
α 643
Ἀμείνων · παρὰ τὸ μένω γέγονεν ἀμένων καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀμείνων, τουτέστιν ὁ μὴ μένων, ἀλλʼ ὑπὸ πάντων περιάρπαστος γινόμενος διʼ ἐξοχήν
α 644
Ἀμέλγων · παρὰ τὸ ἅμα καὶ τὸ ἕλκω γίνεται ἁμαέλκω, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ κ εἰς γ ἀμέλγω· ἅμα γὰρ τῷ τὸν μαστὸν λαβεῖν τὸ γάλα ἐξέρχεται
α 645
Ἀμενηνός · παρὰ τὸ μένος ἄμενος καὶ ἀμενηνός· σημαίνει δὲ τὸν ἀσθενῆ
α 646
Ἀμέργω · εἰς τὸ Ἀπωμόρξατο
α 647
Ἀμέρδειν · παρὰ τὸ μερίδα τινὸς ἀφαιρεῖσθαι
α 648
Ἀμερές · τὸ μὴ ἐκ μερῶν συγκείμενον
α 649
Ἄμη · εἰς τὸ Ἀμάρα
α 650
Ἀμηγέπη · εἰς τὸ Ἀμωσγέπως
α 651
Ἀμησάμενος · εἰς τὸ Συναμησάμενος
α 652
Ἄμητος · ἐκ τοῦ ἀμῶ, τὸ θερίζω· τὸ δὲ ἀμῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀμήσω, ἐξ αὐτοῦ ἄμητος. διαφέρει δὲ ἄμητος καὶ ἀμητός· ἄμητος γὰρ ὁ καιρὸς τοῦ θέρους, ἀμητός δὲ αὐτὸς ὁ θερισμὸς καὶ ὁ καρπὸς ὁ ἀμώμενος. τὸ α μακρόν· τὸ α πρὸ τοῦ β ἢ μ συστέλλεται· σεσημείωται τὸ ἀμητός καὶ ἀμῶ
α 653
Ἁμῖν · εἰς τὸ Ἡμῖν
α 654
Ἀμίς · οὐροδόχον ἀγγεῖον· παρὰ τὸ ὀμιχῶ ὀμίς καὶ ἀμίς, ὡς ὀκριόεις ἀκριόεις· ἢ παρὰ τὸ ἄμη ἀμίς, ὡς σκάφη σκαφίς
α 655
Ἀμιχθαλόεσσα · ἀπρόσιτος καὶ ἀμιγής, ὡς ὁ ποιητὴς Ω καὶ Λῆμνον ἀμιχθαλόεσσαν“. ἀπρόσιτος δὲ διὰ τοὺς ἐνοικοῦντας Σίντιας πειρατὰς ὄντας. παρὰ τὸ μίσγω μικτός· ὡς ἵππος Ἵππαλος, οὕτω καὶ μικτός μίκταλος καὶ ἐν συνθέσει ἀμίκταλος καὶ ἀμικταλόεις, καὶ τροπῇ ἀμιχθαλόεις καὶ τὸ θηλυκὸν ἀμιχθαλόεσσα
α 656
Ἀμμαξύς · εἰς τὸ Ἀμαμαξύς
α 657
Ἄμμες · ἀντωνυμία· Αἰολικὴ αἰτιατικὴ ἀντὶ τοῦ ἡμᾶς
α 658
Ἄμμε · οὐ πληθυντικοῦ, ἀλλὰ δυϊκοῦ ἀριθμοῦ. καὶ τινὲς μὲν ἀπὸ τοῦ ἄμμες Αἰολικοῦ πληθυντικοῦ φασιν ἀποβολῇ τοῦ ς τὸ δυϊκὸν γενέσθαι, ὡς Αἴαντες Αἴαντε· τινὲς δὲ ἄλλοθεν λέγουσι τὸ ἄμμες ἄμμε. Αἰολικῶς δὲ ἐκ τοῦ ἡμεῖς ἢ Δωρικῶς. ὅτι αἷμα ἡ ψυχὴ κατʼ Ἐμπεδοκλῆν . τινὲς δὲ καὶ Ὅμηρον οἴονται ταύτης εἶναι τῆς δόξης ἐν τῷ λέγειν Ξ ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν Ἐσσυτʼ ἐπειγομένη“. οὐκ ἔστι δὲ ἀληθές· ὁ γὰρ Ὅμηρος ἀθάνατον αὐτὴν καὶ ἔμφρονα εἶναι λέγει, διὸ καὶ τὰς τῶν τεθνεώτων ψυχὰς ὀδυρομένας παρεισάγει Χ ὃν πότμον γοόωσαν λιποῦςʼ ἀνδροτῆτα καὶ ἥβην“, καὶ ἐν τῷ Ἅιδῃ κολαζομένας καὶ τῶν οἰκείων παραπτωμάτων ὀδυρομένας ἕνεκα
α 659
Ἀμμήσειον · τὸ πτύον, ἡ ἀξίνη
α 660
Ἄμμι Β · ἀντωνυμία· δοτικὴ τῶν πληθυντικῶν. παρὰ τρισὶ διαλέκτοις γίνεται· οἱ Ἴωνες συστέλλουσι τὸ ι καὶ προπερισπῶσιν, ἧμιν· οἱ δὲ Αἰολεῖς συστέλλουσι τὸ ι καὶ βαρυτονοῦσι καὶ πλεονάζουσιν ἕτερον σύμφωνον καὶ συστέλλουσι τὴν ἄρχουσαν καὶ ψιλοῦσιν αὐτήν, ὡς τὸ Β ἄμμι δὲ ἔργον“· οἱ δὲ Δωριεῖς συστέλλουσι τὸ ι καὶ ὀξύνουσιν, ἁμίν
α 661
Ἄμμιν · εἰς τὸ Ἡμῖν
α 662
Ἀμμῖξαι · εἰς τὸ Ἀμαμαξύς
α 663
Ἀμνίον · αἱμοδόχον ἀγγεῖον· Ὅμηρος γ Περσεὺς δʼ ἀμνίον εἶχε“. αἱμνίον, τὸ τοῦ αἵματος δεκτικόν, ἀποβολῇ τοῦ ι ἀμνίον· παρὰ τὸ αἷμα αἱμνίον καὶ ἀμνίον, ὡς Σ αἴητον“ καὶ Φ ἄητον“ Ὅμηρος ἀμνίον
α 664
ἀμνός · τὰ πρόβατα τὰ μικρά· παρὰ τὸ μένος καὶ τὸ α στερητικὸν ἄμενος, ὁ ἀσθενής, καὶ ἐκ τούτου ὑποκοριστικὸν ἀμνίς καὶ ἀμνός
α 665
Ἀμνός · ὁ ἁπαλὸς καὶ τρυφερός· παρὰ τὸ μὴ ἔχειν μένος. ἢ παρὰ τὸ μνοῦς μετὰ τοῦ στερητικοῦ α καὶ ἀποβολῇ τοῦ υ ἀμνός· μνοῦς δέ ἐστιν ἡ ἀπαλωτάτη θρὶξ τῶν ἀρτιγενῶν ζώων
α 666
Ἀμόθεν · εἰς τὸ Ἀμωσγέπως
α 667
Ἀμολγόν · παρὰ τὸ μὴ ἀμέλγειν εἰς τοιαύτην ὥραν
α 668
Ἀμολγός · εἰς τὸ Ἀπωμόρξατο
α 669
Ἀμορραίων · γενικῆς τῶν πληθυντικῶν· ὄνομα ἔθνους· ὁ Ἀμορραῖος, τοῦ Ἀμορραίου. ὁ δὲ τόπος τὸ μω μέγα καὶ ἓν ρ οἷον τὸ Ἀμώριον
α 670
Ἀμουρμής · πρωτοσύμβουλος. λέγεται καὶ ἀμερμουμνής
α 671
Ἀμπελόεσσα Γ · τὸ ἀρσενικὸν ἀμπελόεις· εἴδους τῶν παραγώγων μετουσιαστικοῦ. ἐκ τοῦ ἄμπελος. τοῦτο ἀνάπελός τις οὖσα, παρὰ τὸ ἄνω πελάζειν· ἢ παρὰ τὸ ἐν ἑαυτῇ ἔχειν τὸν πηλόν, ἤγουν τὸν οἶνον
α 672
Ἄμπελος · παρὰ τὸ ἄμπελος· πηλὸς γὰρ ὁ οἶνος, διὰ τοῦ ποιεῖν πάλλειν καὶ πηδᾶν. ἢ παρὰ τὸ ἄνω πελάζειν, ἀνάπελός τις οὖσα, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον ἄμπελος
α 673
Ἀμπεπαλών Γ · μετοχὴ δευτέρου ἀορίστου· οἱ γὰρ Ἴωνες ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς εἰώθασιν ἀναδιπλασιάζειν· λελάχωσι Η λελάχωσι“, λάθῃ Ο λελάθη δʼ ὀδυνάων“. τὸ ῥῆμα ἀναπάλλω
α 674
Ἀμπεχόνη · τὸ ἱμάτιον· παρὰ τὸ ἀμπέχεσθαι καὶ ἀμφιέννυσθαι καὶ περιβάλλεσθαι. Νικήτου
α 675
Ἀμπλάκημα · ἔστι βάλλω καὶ κατὰ συγκοπὴν βλῶ, καὶ ἐξ αὐτοῦ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ μ ἀμβλύ, τὸ μὴ ὂν ὀξύ, ἤγουν τὸ μὴ βάλλον γίνεται ἀμβλῶ, ἀμβλήσω, ἤμβληκα, ἤμβλημαι, ἄμβλημαι καὶ κατὰ πλεονασμὸν τοῦ α καὶ τοῦ κ ἀμπλάκημα τροπῇ τοῦ β εἰς π ἤγουν ἀποτυχία τῶν ἀγαθῶν ἔργων, ὅ ἐστιν ἁμαρτία
α 676
Ἄμπυξ · διάδημα· παρὰ τὸ ἀμπέχειν τὰς τρίχας· ἐκ μεταφορᾶς καὶ ὁ τροχὸς διὰ τὸ κυκλοτερὴς εἶναι. ἢ τὸ γυναικεῖον ἀνάδεμα· παρὰ τὸ ἀμφέχειν ἄμφυξ καὶ ἄμπυξ, ἢ ἡ ἄνω πυκάζουσα καὶ ἀνέχουσα τὰς τρίχας. καὶ εἰς τὸ Χρυσάμπυκας
α 677
Ἀμπώτεις · αἱ περὶ τὸν ὠκεανὸν ἀποφυγαὶ καὶ διαστάσεις, καὶ περὶ τὴν Λιβύην. παρὰ τὸ ἀναπίνεσθαι κυρίως δὲ ἄμπωτις ἡ ἀναπέμπουσα
α 678
Ἄμυδις. παρὰ τὸ ἅμα ἅμαδις καὶ ἄμυδις
α 679
Ἀμυδρός · παρὰ τὸ μύδρος, ὃ σημαίνει τὸ πεπυρακτωμένον σίδηρον, ἀμυδρός, ὁ ἀλαμπὴς καὶ σκοτεινός· τοῦτο παρὰ τὸ μύω τὸ σημαῖνον τὸ καμμύω. Ὁμήρου
α 680
Ἀμύμων Α · ὁ ἄψογος· παρὰ τὸ ἄμωμος. τὸ δὲ ἄμωμος παρὰ τὸ μῶμος ἀμώμων καὶ ἀμύμων τροπῇ τοῦ ω εἰς υ
α 681
Ἀμῦναι Α · ἀποστρέψαι καὶ ἀλεξῆσαι καὶ βοηθῆσαι· σημαίνει δὲ καὶ τὸ τιμωρήσασθαι. τὸ δὲ ἀμύνω ἀπὸ τοῦ ἄμυνα, ἡ ἐκδίκησις· τοῦτο παρὰ τὸ μύνη, ἡ πρόφασις, μετὰ τοῦ ἐπιτατικοῦ α ἀμύνω. Ἐρεννίου
ε 2
ἐπαμῦναι · τινὲς ταὐτὸ ᾠήθησαν εἶναι, καὶ οὐ καλῶς· διαφέρει γάρ. ἀμῦναι οὖν ἐστι τὸ ἀνταμείψασθαι τὸν ἠδικηκότα, ἐπαμῦναι δὲ τὸ βοηθῆσαι· Ὅμηρος Ε ἀλλʼ ἐπάμυνον“. Πτολεμαίου
α 682
ἀμύνειν. διαφέρει· ἀμύνεσθαι μὲν γὰρ τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν
α 683
Ἀμύνω · τὰ εἰς νω παραληγόμενα τῷ υ βαρύνεσθαι θέλει καὶ ἐπιτεταμένον ἔχειν τὸ υ · εἰ δέ τι περιεσπάσθη, προκατάρχον ἔχει ὄνομα, οὗ τὸ τέλος εἰς ω τραπὲν ῥῆμα ποιεῖ, οἷον ὀδύνη ὀδυνῶ
α 684
Ἀμύξεις Α · παρὰ τὸ ἀμύσσω ἀμύξω, ὃ παρὰ τὸ αἷμα αἱμάσσω καὶ ἀμύσσω, τὸ τοῖς ὄνυξι ξέω
α 685
Ἀμύσσω · τὸ ξέω τοῖς ὄνυξι· παρὰ τὸ αἷμα αἱμάσσω καὶ ἀμύσσω, ἐξ οὗ καὶ ἀμυχή
α 686
Ἀμφηρεφέα Α · ἡ ἀμφηρεφής τῆς ἀμφηρεφέος καὶ ἀμφηρεφοῦς· ἐκ τοῦ ἐρέφω ἐρεφής καὶ ἀμφηρεφής
α 687
Ἀμφήριστον · ἀμφίβολον ἢ ἄνισον· παρὰ τὸ ἐρίζω ὁ παθητικὸς παρακείμενος ἤρισμαι ἤρισται, ἐξ αὐτοῦ ἀμφήριστος καὶ τὸ οὐδέτερον ἀμφήριστον
α 688
Ἀμφὶ περί Β · προθέσεις. ἰστέον, ὅτι προθέσεις εἰσὶ τῇ μὲν φωνῇ ιη, τῷ δὲ σημαινομένῳ ιζ. Ὁμήρου
α 689
Ἀμφιαχυῖαν Β · μετοχὴ θηλυκή· ἐκ τοῦ ἀμφιάχω· τοῦτο ἐκ τοῦ ἰάχω· τοῦτο ἐκ τοῦ ἰά, ἡ ἐκπεμπομένη βοή· ἐξ αὐτοῦ ἴος, μετὰ τοῦ στερητικοῦ α ἄϊος καὶ ἄνιος, ὁ ἄφωνος, καὶ τὸ Ἀττικὸν ἄνεως καὶ ἄνεῳ, δὴν δʼ ἄνεῳ ἦσαν“, εὐθεῖα τῶν πληθυντικῶν. λοιπὸν ἐκ τοῦ ἰά γίνεται ἰάχω καὶ ἰαχή καὶ ἀμφιάχω, καὶ ὁ μέλλων ἀμφιάξω, ἀμφίαχα, ἀμφιαχώς ἀμφιαχυῖα· τὰ γὰρ εἰς α θηλυκὰ παρεσχηματισμένα ἀρσενικοῖσ ἰσοσυλλαβοῦσι τῇ γενικῇ τοῦ ἀρσενικοῦ. Ὁμήρου
α 690
Ἀμφιβέβηκας Α · περιβέβηκας, ὅ ἐστιν ὑπερμαχεῖς ἢ ὑπερασπίζῃ, κατὰ μεταφορὰν ἀπὸ τῶν ἀλόγων ζώων· ταῦτα γὰρ περιβεβηκότα ἑαυτῶν τοῖς τέκνοις ἀμύνεται τοὺς ἐπιόντας. ἢ ἀπὸ τῶν περιβαινόντων τοῖς ἐν τῷ πολέμῳ τεθνηκόσι καὶ ὑπερμαχούντων, ἵνα μὴ σκυλευθῶσι καὶ ὑβρισθῶσιν. ἢ μέσος κάθησαι ἐν αὐτῇ τιμώμενος ὥσπερ πολιοῦχος καὶ οἰκιστής. Ὠρίωνος
α 691
Ἀμφίβληστρον · διὰ τὸ ἀμφιβάλλεσθαι ἀμφίβληστρον· ἀπὸ τοῦ βάλλω κατὰ συγκοπὴν γίνεται βλῶ, ὁ μέλλων βλήσω, βλῆτρον, καὶ μετὰ τῆς ἀμφί προθέσεως καὶ πλεονασμῷ τοῦ ς ἀμφίβληστρον. σημαίνει δὲ τὸ δίκτυον
α 692
Ἀμφιγυήεις · εἰς τὸ Αἱματόεσσα
α 693
Ἀμφιελίσσας Β · ὄνομα ἐκ τοῦ ἐλίσσω. τὸ λι ι · οὐδέποτε πρὸ τῶν δύο σς εὑρίσκεται δίφθογγος, πλὴν τοῦ λεύσσω καὶ κρείσσων
α 694
Ἀμφιέννυται · σημαίνει τὸ ἐνδύεται· γίνεται δὲ παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, πλεονασμῷ τοῦ ν ἕνω, καὶ κατὰ παραγωγὴν ἑνύω, καὶ πλεονασμῷ τοῦ ι εἱνύω. καὶ ἐπεὶ ἔθος ἔχουσιν οἱ Αἰολεῖς τὸ ι πρὸς τὸ ἐπιφερόμενον σύμφωνον τρέπειν, οἷον εἴρω ἔρρω, φθείρω φθέρρω, τὸν αὐτὸν τρόπον τρέπεται τὸ ι εἰς τὸ ν καὶ γίνεται ἑννύω, καὶ μετὰ τῆς ἀμφί προθέσεως ἀμφιεννύω, καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυμι, καὶ τὸ παθητικὸν ἀμφιέννυμαι καὶ τὸ τρίτον ἀμφιέννυται. καὶ εἰς τὸ Ἑννύω. Φωτίου
α 695
Ἀμφιέσει · τὸ ἐνδύσει· τὸ θέμα ἀμφιέζω, καὶ γίνεται παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, κατὰ πλεονασμὸν τοῦ ζ. διαφέρει τὸ ἀμφιέζω τοῦ ἀμφιάζω, ὅτι τὸ μὲν διὰ τοῦ ε κοινόν, τὸ δὲ διὰ τοῦ α Δωρικόν· οὕτως καὶ τὸ ὑποπιέζω καὶ ὑποπιάζω
α 696
Ἀμφικύπελλον · παρὰ τὸ κυφόν, τὸ ἑκατέρωθεν κεκυρτωμένον
α 697
Ἀμφιλαφές · τὸ δασύ· ἀμφιλαβές τι ὄν, τὸ ἑκατέρωθεν ληπτόν, κατὰ συγγένειαν τοῦ β εἰς φ. δοκεῖ δέ μοι παρὰ τὸ ἁφή, οἱονεὶ τὸ τῇ ἁφῇ ἑκατέρωθεν ὑποπίπτον
α 698
Ἀμφιλύκη · ἡ σκοτεινή, ἀμφιλύγη τις οὖσα· λύγη γὰρ ἡ σκοτία. Γεωργίου
α 699
Ἄμφιος · ι · ἀπὸ τοῦ Ἀμφίων Ἄμφιος, ὥσπερ ἀπὸ τοῦ Ἀκταίων Ἀκταῖος. ἐκ τῆς ἀμφί προθέσεως οὖν γέγονεν Ἄμφιος διὰ τοῦ ι μακροῦ
α 700
Ἀμφίπολος Γ · ἐκ τῆς ἀμφί προθέσεως καὶ τοῦ πολῶ πόλος καὶ ἀμφίπολος, οἱονεὶ ἡ περὶ τὴν δέσποιναν πολοῦσαν, τουτέστιν ἀναστρεφομένη. διὰ τί προπαροξύνεται; τὰ παρὰ τὸ πολῶ καὶ χέω μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον οἰωνοπόλος ὀνειροπόλος οἰοπόλος οἰνοχόος· τὰ δὲ μετὰ προθέσεως συντιθέμενα προπαροξύνονται, οἷον ἀμφίπολος πρόχοος. καὶ εἰς τὸ Θής
α 701
Ἀμφιρρόπους · ἐννοίας ἀμφιρρόπουσ“, ἐπʼ ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους ἀμφοτέρωθεν κλινούσας ἢ καθέλκοντας ἢ καθελκούσας· ἀπὸ τοῦ ῥέπω τοῦ σημαίνοντος τὸ κλίνω ἢ ἐκτείνω
α 702
Ἀμφισβητεῖν · τὸ ἀμφιλογεῖν· γίνεται ἐκ τοῦ βάζω πλεονασμῷ τοῦ ς. Ἐρεννίου
α 703
Ἀμφισβήτησις ἀγνοίας διαφέρει· ἄγνοια μὲν γάρ ἐστι παντελῶς ἀνεπιστημοσύνη τοῦ προκειμένου, ἀμφισβήτησις δὲ ἡ ἑτέρου πρὸς ἕτερον ἀμφιβολία περὶ τοῦ προκειμένου πράγματος
α 704
Ἀμφισβητῶ · παρὰ τὸ ἀμφὶς βαίνειν, τουτέστι κεχωρισμένως, ὅπερ συμβαίνει τοῖς ἀμφισβητοῦσιν. Γεωργίου
α 705
Ἀμφιτρίτη · ἡ θάλασσα· εἴρηται παρὰ τὸ ῥέειν εἴτε παρὰ τὸ τρεῖν· φόβον γὰρ ἐμποιεῖ τοῖς πλέουσι, ὥς φησι Δίδυμος . Γεωργίου γραμματικοῦ
α 706
Ἀμφίων · διὰ τοῦ ι. δεῖ γινώσκειν, ὅτι ὄνομά ἐστι κύριον καὶ διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τῆς ἀμφί προθέσεως καὶ τῆς ἰών μετοχῆς ἀμφιΐων βαρυτόνως, καὶ Ἀμφίων κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν μακρόν
α 707
Ἀμφορεύς · παρὰ τὸ ἑκατέρωθεν φέρεσθαι δύο ὦτα ἔχων
α 708
Ἀμφότερον Γ · ἐπίρρημα μεσότητος ἀντὶ τοῦ ἀμφοτέρως· παράγεται δὲ ἐκ τοῦ οὐδετέρου ἀμφότερον τὸ ἀρσενικὸν ἀμφότερος καὶ ἀμφότεροι· τοῦτο δὲ παρὰ τὴν ἀμφί πρόθεσιν καὶ τὸ ἕτερον γίνεται ἀμφιέτερον, καὶ κατὰ ἐναλλαγὴν τοῦ ι καὶ ε εἰς ο ἀμφότερον. Εὐλογίου γραμματικοῦ
α 709
Ἄμφω · ἔστιν εὐθείας τῶν δυϊκῶν καὶ ἔστι θεματικόν. Θεοδόσιος γραμματικός Ἄμφω δύο θεματικά“. θε ματικὰ δὲ εἴρηνται, διότι οὐ γίνονται ἀπὸ ἑνικοῦ· τὸ γὰρ σημαινόμενον κωλύει. τὸ ἄμφω δὲ τοῦ δύο διαφέρει, ὅτι τὸ μὲν δύο καὶ διὰ τοῦ ο μικροῦ γράφεται καὶ διὰ τοῦ ω μεγάλου, τὸ δὲ ἄμφω διὰ τοῦ ω πάντοτε, καὶ ὅτι τὸ μὲν δύο μετὰ ἄρθρου συντάσσεται, τὸ δὲ ἄμφω ἄνευ τοῦ ἄρθρου. καὶ διὰ τί ἐστιν ἀσύναρθρον
α 710
Ἀμῶ · παρὰ τὸ ἅμα· ἀμᾶν γὰρ λέγεται τὸ ὑφʼ ἓν ἐπιλαμβάνειν, καὶ ἄμη τὸ ἐργαλεῖον πρὸς ἀντιδιαστολὴν τῆς δικέλλης καὶ τῶν ὀδόντων· πλατεῖα γὰρ οὖσα ἅμα ἐφέλκεται καὶ τὴν γῆν καὶ οἱ θερίζοντες ἅμα ἐφέλκουσι τοὺς στάχυας· διὸ καὶ δράγματα αὐτὰ καλοῦσι. καὶ εἰς τὸ Ἀμῆσαι
α 711
Ἀμωλύς · εἰς τὸ Ἀμβλύς. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 712
Ἄμωμος · παρὰ τὸ μῶμος, ὃ σημαίνει τὸν ψόγον, καὶ μετὰ τοῦ στερητικοῦ α ἄμωμος. τὸ μω μέγα· τὰ μέσα δύο ἀμεταβόλων καὶ τὰ ἑξῆς
α 713
Ἀμωσγέπως · ἔστι ὄνομα ἀμός, ὅπερ ἰσοδυναμεῖ τῷ τὶς, ἐξ οὗ καὶ τὸ ἀμόθεν ἐπίρρημα, α τῶν ἀμόθεν γε, θεά“, ἀντὶ τοῦ ἀπό τινος τούτων· ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν γίνεται ἐπίρρημα μεσότητος ἀμῶς, καὶ μετὰ τοῦ γέ συνδέσμου καὶ τοῦ πώς παραπληρωματικοῦ γίνεται ἀμωσγέπως καὶ σημαίνει κατά τινα τρόπον. οἱ δέ φασιν ἀμηγέπη
α 714
Ἀμωσγέπως · ὅπως δήποτε, καθʼ ὅντινα οὖν τρόπον· ἔνιοι τὸ μετρίως· Πλάτων τὸ ἐκ παντὸς τρόπου· Ὅμηρος α τῶν ἀμόθεν γε, θεά“, ἀπό τινος μέρους
α 715
Ἀνά · ὅσα ὀνόματα ἔχουσι τὸ ἀνά, τὸ ἄνω δηλοῦσιν, ἢ τὸ πάλιν ἐκ δευτέρου γινόμενον
α 716
Ἀνά · ἀντὶ τοῦ πάλιν λαμβάνεται
α 717
Ἄνα · ἡ εὐθεῖα ἄναξ. σημαίνει γ· τὸν βασιλέα, ὡς τὸ Α ἄναξ ἀνδρῶν“, καὶ τὸν θεόν, Α ὄφρʼ ἱλασσόμεσθα ἄνακτα“, καὶ καὶ τὸν οἰκοδεσπότην, α αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι“. καὶ ἡ κλητικὴ ὦ ἄνα ἀπέβαλε τὸ ξ ποιητικῶς, ὥσπερ τὸ Γ Ζεῦ ἄνα“
α 718
Ἀναβακχεύειν · τὸ ἐν πελάγει χειμῶνος ὄντος στείλαντας τὰ ὀθόνια σαλεύειν. σημαίνει δὲ καὶ τὸ ἀναχωρεῖν οἷον ἀναχορεύειν, τροπῇ τῶν στοιχείων. συντάσσεται δὲ πτώσει αἰτιατικῇ
α 719
Ἀνάβασις · ἄνω βάσις· ἢ πάλιν βάσις
α 720
Ἀναβίωσις · ἄνωθεν βίος, ἤγουν ζωή· ἢ διὰ τὸ ἄνω βάσις, ἤγουν πάτησις ἢ πάλιν βίωσις, ἤγουν ζωή
α 721
Ἀνάβλησις Β · ἀναβολὴ καὶ ὑπέρθεσις· ἐκ τοῦ ἀναβάλλω, τὸ ὑπερτίθεμαι καὶ βραδύνω, ὡς μὴ ἀναβάλῃ, πάτερ“. γίνεται ἐκ τοῦ ἀναβάλλω ἀναβαλῶ, ἀναβέβληκα, ἀναβέβλημαι, ἀναβέβλησαι καὶ ἀνάβλησις. ἡ δὲ ἀνά πρόθεσις ἐν τῇ συνθέσει δύο σημαίνει· τὴν ἄνω σχέσιν, ὡς ἀναδρομή ἄνοδος, καὶ τὴν εἰς τοὐπίσω ἀνάκαμψιν, ὡς τὸ ἀναβάλλομαι ἀνατρέχω ἀνάβλησις
α 722
Ἀναβῶ · διὰ τί περισπᾶται; πᾶς ἀόριστος ὑποτακτικὸς μονοσύλλαβος εἰς ω λήγων ἔχων τὴν μετοχὴν εἰς ς ὀξύτονον τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, οἷον βάς βῶ καὶ ἐὰν ἀναβῶ, δούς δῶ καὶ ἐὰν ἀναδῶ καὶ ἐὰν παραδῶ τὸ σῶμα μοῦ“· εἰ δὲ μὴ ἔχει τὴν μετοχὴν εἰς ς ὀξύτονον, ἐν τῇ συνθέσει τὸν τόνον ἀναπέμπει, οἷον σχῶ κατάσχω καὶ πρόσχω καὶ ἐπίσπω Β θάνατον καὶ πότμον ἐπίσπῃ“
α 723
Ἀναγκαῖον · διὰ τὸ ἀνάγειν. Ὠρίωνος
α 724
Ἀναγκαίανωσισ · ἄνωθεν καίνωσις, ἢ πάλιν καίνωσις
α 725
Ἀναγκαία · ἡ ἄνωθεν καινοποιηθεῖσα, ἢ πάλιν καινοποιηθεῖσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 726
Ἀνάγκη · ἀγκάς ἀγκή καὶ ἀνάγκη, ἐπειδὴ τὸ ταῖς ἀγκάλαις κρατούμενον κατὰ δύναμιν ἀφυκτότερον κρατεῖται· ἢ παρὰ τὸ ἄκος, πρὸς ἣν ἄκος οὐκ ἔστιν εὑρεῖν
α 727
Ἀνάγκη · ἡ θεός. παρὰ τὸ ἀνάσσω, καὶ τὸ κρατῶ, ἀνάγκη· πάντων γὰρ ἐπικρατεῖ. εἰ δὲ ἦν ἀπὸ ῥήματος, ὠξύνετο ἄν, ὡς στενάχω στεναχή. ἢ παρὰ τὸ ἀνάσσω ἀνάγκη, ἡ πάντων κρατοῦσα
α 728
Ἀνάγνωσις · ἄνω γνῶσις, ἤγουν ἡ περὶ θεοῦ γινώσκουσα γνῶσις· ἢ πάλιν γνῶσις
α 729
Ἀναγραφή · ἄνωθεν γραφή, ἢ πάλιν γραφή
α 730
Ἀναδενδράς · ἡ ἄμπελος· ἡ πρὸς δένδρον ἀνερχομένη. δένδρον δενδράς καὶ ἀναδενδράς
α 731
Ἀνάδοσις · ἄνω δόσις, ἢ πάλιν δόσις
α 732
Ἀνάθεμα · παρὰ τὸ ὥσπερ ἐν στήλῃ ἀνατίθεσθαι
α 733
Ἀναθηλήσει Α · πρώτης συζυγίας τῶν περισπωμένων, μέλλοντος πρώτου. παρὰ τὸ ἀναθηλῶ. τοῦτο παρὰ τὸ θηλῶ ἢ παρὰ τὸ θάλλω θαλῶ, θαλήσω, τροπῇ θηλήσω. τοῦτο παρὰ τὸ θηλή. τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω
α 734
Ἀνάθημα ἀναθέματος διαφέρει· ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατιθέμενον ἐν ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, τὸ διὰ τοῦ ε ἐκφωνούμενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματισμοῦ
α 735
Ἀνὰ θυμόν Β · ἀντὶ τοῦ κατά Ἀττικῶς· καὶ γὰρ οἱ Ἀττικοὶ τὴν ἀνά ἀντὶ τῆς κατά παραλαμβάνουσιν
α 736
Ἀναίδεια · ἐκ τοῦ ἀναιδής ἀρσενικοῦ εἰς θηλυκὸν μετῆλθεν διὰ τοῦ εια ἀναίδεια
α 737
Ἀναιδής · παρὰ τὴν αἰδώ καὶ κατὰ στέρησιν καὶ πλεονασμὸν τοῦ ν ἀναιδής, ὁ ἐστερημένος τῆς αἰδοῦς. τὸ δὲ αἰδώς παρὰ τὸ εἴδω, τὸ θεωρῶ, καὶ κατὰ στέρησιν ἀείδω, τὸ οὐ θεωρῶ, καὶ ἀποβολῇ τοῦ ε καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον αἰδώσ
α 738
Ἀναίνετο · παρὰ τὸ ἀρνῶ, ἐξ οὗ τὸ ἀρνοῦμαι, ἀρναίνω, καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω καὶ ἀναίνομαι· ἢ παρὰ τὸ ναί ἐπίρρημα ναίνω καὶ ἀναίνω· ἢ παρὰ τὸ αἰνῶ, τὸ ἐπαινῶ, ἀναίνω, τουτέστι τὸ οὐκ ἐπαινῶ, μετὰ τοῦ στερητικοῦ α. καὶ εἰς τὸ Ἀπηνήνατο
α 739
Ἀναιρῶ · εἰς τὸ Ἀρρίχων
α 740
Ἀνακλᾷς τάριον · ἀνακλῶν πίνεις
α 741
Ἀνάκρισις · εἰς τὸ Ἐρώτησις
α 742
Ἀναλίσκω · εἰς τὸ Ἅλις
α 743
Ἄναλκις Β · ὄνομα σύνθετον. ἀλκή· τοῦτο ἐκ τοῦ ἀλκῶ, τὸ βοηθῶ, καὶ ἄλξω ὁ μέλλων, ὄνομα ῥηματικὸν ἄλξις καὶ ἐπὶ ἐπάλξεων πόλεων· ἐκ τοῦ οὖν ἀλκῶ ἀλκή, μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἄναλκις. κλίνεται ἀνάλκιδος. ὁ κανών· τὰ εἰς ις βαρύτονα ἀρσενικὰ εἴτε κύρια εἴτε προσηγορικὰ παρώνυμα μακρᾷ παραληγόμενα διὰ τοῦ δος κλίνονται· Ἀδώνιδος, Θεόγνιδος, ἀνάλκιδος, νήϊδος
α 744
Ἄναλτος · ὁ ἀηδής· ἀπὸ τῶν ὄψων τῶν μὴ ἐχόντων ἅλας καὶ ἀηδῶν ὄντων
α 745
Ἄναξ Γ · παρὰ τὸ τὴν ἄνω τάξιν ἔχειν· ἢ παρὰ τὸ ἀναΐσσω, ὁ ἀναΐσσων κατὰ τὴν δύναμιν τοῦ κρατεῖν. διὰ τί βαρύνεται; τὰ εἰς αξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν βαρύνεσθαι θήλει, χωρὶς εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένα καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ ῥήματοσ· Φαίαξ θώραξ κόραξ. τὸ δὲ διασφάξ καὶ ἀποσφάξ ἀπὸ ῥήματος
α 746
Ἄναξ · παρὰ τὸ τὰ πάντα εἰς αὐτὸν ἀναφέρεσθαι· καὶ εἰς τὸ Ἄνα καὶ Βασιλεύς
α 747
Ἀναξυρίδας · φιμινάλια βρακία, ἢ τὰ βαθέα καὶ βασιλικὰ ὑποδήματα· οἷον ἀνασυρίδας, παρὰ τὸ ἀνασύρεσθαι τροπῇ τοῦ ς εἰς τὸ ξ. συντάσσεται δὲ τὸ σύρω πτώσει αἰτιατικῇ καὶ δοτικῇ
α 748
Ἀνάπαυσις · ἄνω παῦσις, ἢ πάλιν παῦσις
α 749
Ἀνάπηρος · ἐς μέσον παράγεται ῥῖνα καὶ ὦτα ἀνάπηροσ“, σεσινωμένος καὶ ἠχρειωμένος· ἢ νοσώδης καὶ λυπηρός· καὶ ἀνάπηρος, ὁ γέρων ὁ ἐπιβλαβὴς καὶ μὴ ὑγιαίνων. παρὰ τὸ πήθω, ὃ σημαίνει τὸ πανθάνω, γίνεται πηρός, ὁ ἐμπαθὴς καὶ ἠχρειωμένος· μετὰ τοῦ στερητικοῦ α ἄπηρος, καὶ μεθʼ ἑτέρας στερήσεως ἀάπηρος, καὶ πλεονασμῷ τοῦ ν ἀνάπηρος, ὁ σεσινωμένος· αἱ γὰρ δύο στερήσεις ποιοῦσιν ἓν ἐπιτατικόν. Φωτίου. Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 750
Ἀνάπλασις · παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὸ πλάσσω, τὸ ποιῶ· ὁ μέλλων πλάσω. ὤφειλεν οὖν εἶναι διὰ τοῦ ξ ὁ μέλλων· εἰ δὲ διὰ δύο σς εἴη ὁ ἐνεστώς, ἀεὶ ὁ μέλλων διὰ τοῦ ξ πλὴν τοῦ πλάσσω, τὸ ποιῶ, καὶ τὰ ἑξῆς
α 751
Ἀναρριχώμενοι · ἀναλαμβανόμενοι πρὸς ὕψος ἀντεχόμενοι ποσὶν ἢ χερσὶν ἐπὶ τοῖχον ἢ δένδρον· Ἀριστοφάνης Εἰρήνῃ πρὸς ταῦτʼ ἀνερριχᾶτʼ ἂν εἰς τὸν οὐρανόν“· ἀπὸ μεταφορᾶς τῶν ἀραχνῶν, οἵτινες τὰ οἰκεῖα νήματα κατέχοντες ἄνω φέρονται. Φωτίου
α 752
Ἄναρχος · ὁ μὴ παρά τινος ἡγεμονευόμενος ἢ ἀγόμενος, ἢ ὁ μήτε ἀρχὴν ἔχων μήτε τέλος
α 753
Ἀνασκολοπισθῆναι · ἀνασταυρωθῆναι· σκόλοπες γὰρ ξύλα ὀξέα. σκόλοψ οὖν παρὰ τὸ σκέλλω σκέλοψ καὶ σκόλοψ τροπῇ τοῦ ε εἰς ο. Ὠρίωνος
α 754
Ἀνάστασις · ἄνω στάσις, ἢ πάλιν στάσις
α 755
Ἀνάστηθι · προπαροξύνεται. πᾶν προστακτικόν, εἰ μὲν εἴη μονοσύλλαβον, ἐν τῇ συνθέσει παροξύνεται, οἷον ἕς ἄνες, ἕς ἄφες, σχές πρόσχες· εἰ δὲ δισύλλαβον, προπαροξύνεται, οἷον στῆθι ἀνάστηθι, βῆθι ἀνάβηθι καὶ κατάβηθι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 756
Ἀναστεύου · μετανάστης. λέγεται ὁ μέτοικος καὶ φυγάς· παρὰ τὸ νάσσω, τὸ οἰκῶ, ἐξ οὗ τὸ νάσσατο δʼ ἀγχʼ Ἑλικῶνοσ“, νάστησ καὶ μετὰ τῆς μετά προθέσεως μετανάστης
α 757
Ἀνὰ στρατόν Α · ἡ ἀνά ἀντὶ τοῦ κατά νῦν
α 758
Ἀνασφῆλαι · ἀναρρωσθῆναι· σφῆλον γὰρ τὸ ἰσχυρόν. Στησίχορος ἐρίσφηλον“ ἔφη τὸν Ἡρακλέα, ἴσον τῷ ἐρισθενῆ. Ὁμήρου
α 759
Ἀνάσχεο · παρὰ τὸ σχῆμι ὁ μέλλων σχήσω, ὁ παρακείμενος ἔσχηκα, ὁ παθητικὸς ἔσχημαι, ἐσχέθην, ὁ μέσος ἀόριστος ἐσχέμην, τὸ δεύτερον ἔσχεσο καὶ ἐκβολῇ τοῦ ς ἔσχεο καὶ τὸ προστακτικὸν σχέο καὶ ἀνάσχεο
α 760
Ἀνασχών Γ · μετοχὴ ἀορίστου δευτέρου. τὸ ῥῆμα ἀνασχῶ, ὁ μέλλων ἀνασχήσω, ὁ ἀόριστος ἀνέσχησα, ὁ δεύτερος ἀνέσχον, ἡ μετοχὴ ἀνασχών ἀνασχόντος. ἔστι δὲ πρώτης συζυγίας τῶν περισπωμένων
α 761
Ἄναλτον ρ · παρὰ τὸ μὴ ἅλις ἔχειν
α 762
Ἀνατολή · ἄνω ἐπιτολὴ τοῦ ἡλίου, ἢ πάλιν ἐπιτολὴ τοῦ ἡλίου
α 763
Ἄναυος · εἰς τὸ Ἄνεως
α 764
Ἀναφορά · ἄνωθεν φορά, ἢ πάλιν φορά
α 765
Ἀναψυχήν · ἄνωθεν ψυχήν, ἢ πάλιν ψυχήν. ταῦτα καὶ τὰ ὅμοια διπλῶς νοητέον
α 766
Ἂν δὲ νάκην ξ · ἐνταῦθα τὸ ἄν ἀντὶ τῆς ἀνά κατὰ συνέμπτωσιν· ξ ἂν δὲ νάκην ἕλετο“. αἰτιατικῇ δὲ συντάσσεται
α 767
Ἄνδηρα · παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν. Ἐρεννίου
α 768
Ἀνδραγαθία ἀνδρίας διαφέρει· ἀνδρία μὲν γάρ ἐστι δύναμις ἐπαινουμένη, ἀνδραγαθία δὲ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν
α 769
Ἀνδρακάς · ἐπίρρημα, καὶ σημαίνει κατὰ ἄνδρα
α 770
Ἀνδράποδον · ἀπὸ τοῦ ἀποδεδόσθαι. ἢ παρὰ τὸ πέδην· τοῖς γὰρ αἰσχίστοις διὰ τὸ δραπετεύειν πέδας ἐπιβάλλουσι
α 771
Ἀνδράσιν · ἡ εὐθεῖα ἀνήρ ἀνέρος. καὶ ὤφειλεν ἡ δοτικὴ τῶν πληθυντικῶν ἀνέρσιν εἶναι· ἀλλὰ διὰ τὴν εὐφωνίαν ὑπέρθεσις τοῦ ρ γίνεται καὶ τροπὴ τοῦ ε εἰς α ὡς πατράσι καὶ θυγατράσιν. Γεωργίου
α 772
Ἀνδρεία · ἀπὸ τοῦ ἀνδρεΐα κατὰ διάστασιν καὶ κατὰ κρᾶσιν ἀνδρεία καὶ ἀνδρεῖος
α 773
Ἀνδρειφόντης · ἀπὸ τοῦ ἀνδροφόντησ ἀνδρεφόντης, καὶ αὐτὸ κατὰ πλεονασμὸν τοῦ ι ἀνδρειφόντης
α 774
Ἀνδρία ῥώμης διαφέρει· ἀνδρία μὲν γάρ ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος· ὅθεν τὴν μὲν ἀνδρίαν ἐπὶ τῆς ψυχῆς τακτέον, τὴν δὲ ῥώμην ἐπὶ τοῦ σώματος. καὶ εἰς τὸ Ἀνδραγαθία
α 775
Ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Λ · ἀπὸ τοῦ καμεῖν, ὅ ἐστιν ἀποθανεῖν· ὑφʼ ᾧ ἀνὴρ κεκμηκὼς καὶ τετελευτηκὼς κεῖται
α 776
Ἀνέγναμψαν ξ · αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν“, ἀνέλυσαν· ὅταν γὰρ δεσμεύωσι, τὰ σχοινία κατακάμπτεται ταῖς συναφαῖς· ἀνακάμπτεται δὲ καὶ ἀνορθοῦται, ὅταν ἀναλύηται. γνάμψαι γὰρ τὸ κλάσαι· δ γναμπτοῖς ἀγκίστροισι“, τοῖς ἐπικεκλασμένοις· καὶ Β ἐπέγναμψεν γὰρ ἅπαντασ“. ἀναγνάμψαι οὖν ἐξαπλῶσαι καὶ τὸ τὰ δεδεμένα ἀναλῦσαι. Δίδυμος ἐν Ὑπομνήματι Ὀδυσσείας
α 777
Ἀνέδεστον · εἰς τὸ Σκεδάζω
α 778
Ἀνέδην · εἰς τὸ Παραβλήδην
α 779
Ἀνείκαστος · εἰς τὸ Εἰκάζω
α 780
Ἀνειμένος · τῇ αὐτοῖς ἀνειμένῃ πραγματείᾳ,“ ἀνατεθειμένῃ ἢ ἐξηπλωμένῃ. ἀπὸ τοῦ ἕω γίνεται παράγωγον ἕημι, τὸ παθητικὸν ἕεμαι, καὶ κράσει εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἀνειμένος· ἢ ἀπὸ τοῦ ἕω τοῦ σημαίνοντος τὸ πέμπω ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷμαι, ἡ μετοχὴ εἱμένος καὶ ἀνειμένος
α 781
Ἀνείμονος γ · παρὰ τὸ εἷμα, τὸ ἱμάτιον, ἐν συνθέσει ἀνείμων. τὰ γὰρ ἀπὸ τῶν εἰς α ληγόντων οὐδετέρων δ συνθέσεις ἀναδέχονται· ἢ γὰρ φυλάττουσι τὸ αὐτὸ τέλος, ὁπότε καὶ τὸ αὐτὸ γένος, οἷον δῆμα διάδημα, γράμμα σύγγραμμα, τάγμα σύνταγμα· ἢ καὶ ἀπὸ γενικῆς γίνεται ἡ σύνθεσις φυλαττομένης τῆς εἰς ος καταλήξεως, οἷον γράμματος καὶ ἀγράμματος· ἢ τρέπουσα τὸ α εἰς τὴν εἰς ος κατάληξιν, οἷον σῶμα εὔσωμος· ἢ τρέπουσα τὸ α εἰς τὴν εἰς ων κατάληξιν, οἷον αἷμα ἀναίμων, εἷμα ἀνείμων. τὸ δὲ ἐρυσάρματος παρὰ γενικήν· γράμματος πολυγράμματος, ἅρματος ἐρυσάρματος· τὸ πληθυντικὸν ἐρυσάρματοι, μεταπλασμῷ Π ἐρυσάρματεσ“
α 782
Ἀνεῖσθαι · λελύσθαι· ἀπὸ τοῦ ἕω τοῦ σημαίνοντος τὸ πέμπω. τοῦτο καὶ περισπᾶται· καὶ γὰρ ἑῶ. ἐξ αὐτοῦ ῥῆμα εἰς μι ἕημαι, ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κράσει εἷμαι, τὸ τρίτον εἷται, τὸ ἀπαρέμφατον εἷσθαι καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἀνεῖσθαι. συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς
α 783
Ἄνεμοι · ἄμενοί τινες ὄντες, καὶ κατὰ μετάθεσιν στοιχείου ἄνεμοι, ὡς ἂν εἰ οὐκ ἠρεμοῦντες οὐδὲ ἐν τῷ αὐτῷ μένοντες. Ὠρίωνος
α 784
Ἄνεμος · διὰ τὸ ἀναμένειν καὶ πάλιν φυσᾶν
α 785
Ἀνεμώλιος · ὁ μάταιος· ἐκ τῆς ἀνέμων ἀνεμώνιος καὶ τροπῇ ἀνεμώλιος
α 786
Ἀνεμῶναι · παρὰ τὸ ἀεὶ σαλεύεσθαι τὰ φύλλα ὑπὸ λεπτότητος καὶ οἷον ἀνεμιαῖά τινα εἶναι
α 787
Ἀνενδοιάστως · ἐκ τοῦ ἐνδοιάζω, τὸ ἀμφιβάλλω καὶ δοκῶ· γράφεται διὰ διφθόγγου πρὸς ἀντιδιαστολὴν τοῦ συνδυάζω, ὃ σημαίνει τὸ συναυλίζομαι· οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν“. τὸ δὲ ἐνδοιάζω, τὸ ἀμφιβάλλω, γίνεται παρὰ τὸ δοάσσω ῥῆμα, ὃ σημαίνει τὸ ἀμφιβάλλω καὶ δοκῶ· Ν δοάσσατο κέρδιον εἶναι“. ἀπὸ οὖν τοῦ δοάσσω ῥήματος κατὰ τροπὴν Δωρικὴν δοάζω, ὡς νίσσω νίζω, καὶ πλεονασμῷ τοῦ ι δοιάζω καὶ ἐνδοιάζω καὶ ἀνενδοιάστως, ἀντὶ τοῦ ἀδιστάκτως, ἀναμφιβόλως. Ὠρίωνος
α 788
Ἀνεξικακία · παρὰ τὸ ἀνέχεσθαι τῆς κακίας
α 789
Ἀνεπαφρόδιτος · ὁ μὴ ἐπιχαρὴς καὶ ἀηδής, ὡς ἐπαφρόδιτος ὁ ἐπιχαρὴς καὶ ἡδύς· ἀπὸ τοῦ Ἀφροδίτη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 790
Ἄνες · παρὰ τὸ ἵημι, τὸ συγχωρῶ, ὁ μέλλων ἥσω, ὁ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ εἵς ἕντος, τὸ προστακτικὸν ἕς καὶ μετὰ τῆς ἀνά προθέσεως ἄνες
α 791
Ἀνεσόβουν · σοβῶ ἐστι τὸ τρέχω· ἔνιοι δέ, τὸ ἐκδιώκειν. τὸ οὖν ἀνεσόβουν ἀντὶ τοῦ ἀνέτρεχον πρὸς τυραννίδα ἢ κατὰ ἀπόστασιν. συντάσσεται μετὰ αἰτιατικῆς
α 792
Ἀνέστη · εἰς τὸ Ἐξυπανέστη
α 793
Ἄνετος · παρὰ τὸ ἀνίημι ἀνίετος καὶ ἄνετος
α 794
Ἄνευ Α · φασὶν ἀποχωρισμοῦ σημαντικόν. συντάσσεται δὲ ἀεὶ γενικῇ· Ο αἴ κεν ἄνευ ἐμέθεν“. ἐπεκτείνεται εἰς θε καὶ εἰς θεν. οὐδὲν ἔχομεν ὅμοιον αὐτῷ ἐπίρρημα εἰς θεν λῆγον. αἱ εἰς ευ λέξεις βαρυνόμεναι μὲν ἄπτωτοί εἰσι, περισπώμεναι δὲ πτωτικαί εἰσιν· Ἀχιλεῦ, Πηλεῦ
α 795
Ἄνευ · ἐπίρρημα χωρισμοῦ
α 796
Ἄνευθεν · εἰς τὸ Ἀπάνευθεν
α 797
Ἀνεψιός · παρὰ τὸ ἀνῆφθαι εἰς συγγένειαν· ἢ παρὰ τὸ ἕπω ἕψω, ὁ ἄνωθεν ἑπόμενος. καὶ εἰς τὸ Φίλος καὶ Ἐξανεψιοί
α 798
Ἀνέῳγεν Π · μέσου παρακειμένου καὶ συζυγίας δευτέρας τῶν βαρυτόνων. τὸ ῥῆμα ἀνοίγω, ὁ παρατατικὸς ἤνῳγον, ἐπεισόδῳ τοῦ ε ἠνέῳγον, συστολῇ τοῦ η εἰς α ἀνέῳγον, καὶ ὁ μέσος παρακείμενος ἀνέῳγα καὶ τὸ τρίτον ἀνέῳγεν. ἰστέον, ὅτι τὸ ῥῆμα τοῦτο, ὅτε μέν ἐστιν ἐνεργητικόν, αἰτιατικῇ συντάσσεται, ὅτε δὲ παθητικόν, εὐθείᾳ· Ξ τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν“, ἠνέῳκται ἡ θύρα“
α 799
Ἀνέῳγεν Π · ῥῆμα ὁριστικὸν ἐνεργητικὸν μέσου παρακειμένου συζυγίας δευτέρας τῶν βαρυτόνων. ἀνοίγω ἤνῳγον, ἐπεισόδῳ τοῦ ε. ἐγράφη
α 800
Ἄνεως Β · τοῦτο σχηματίζεται διχῶς. ἢ γὰρ ἐκ τοῦ ἰά, ὃ σημαίνει τὴν φωνήν· τοῦτο δὲ παρὰ τὸ ἰέναι, τὸ πορεύεσθαι, ἡ πανταχοῦ πεμπομένη φωνή· μετὰ τοῦ στερητικοῦ α ἄνιος κατὰ πλεονασμὸν τοῦ ν ὡς αἷμα ἀναίμων. προπαροξύνεται, ἐπειδὴ τὰ εἰς α θηλυκὰ εἰς ος μεταπίπτοντα κατὰ τὴν σύνθεσιν προπαροξύνονται, οἷον σκιά ἄσκιος, ὥρα ἄωρος, πεῖρα ἄπειρος· οὕτως οὖν καὶ ἰά ἄνιος καὶ τὸ Ἀττικὸν ἄνεως, ὡς καὶ προείπομεν. ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται ἄναυος, ὁ ἄφωνος, καὶ ἀποβολῇ τοῦ υ ἄναος. προπαροξύνεται δέ· κανὼν γάρ ἐστιν ὁ λέγων· ὅτε ἀπὸ ῥημάτων ἀποτελεῖται ὄνομα σύνθετον εἰς ος λῆγον, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, οἷον μυκῶ ἐρίμυκος, συλῶ ἀήσυλος, φυτῶ νεόφυτος. οὕτως οὖν αὔω ἄναυος καὶ ἄναος. μακρὸν τὸ α · κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι παρεπόμενόν ἐστι τῇ ἐκ τοῦ α συνεστώσῃ διφθόγγῳ μετὰ τὴν ἀπόστασιν τοῦ ὑποτακτικοῦ φωνήεντος ἐκτείνειν τὸ α οὐχ ἑτέρου λόγου ἐπικρατοῦντος, οἷον κλαίω κλάω, οὐραῖον οὐράδιον. οὕτως οὖν αὔω ἄναυος καὶ ἄναυος
α 801
Ἀνηβῶ · εἴρηται παρὰ τὴν ἥβην. τὸ νη η · δείκνυσι δὲ οἱ Δωριεῖς ἄναβος λέγοντες τὴν διὰ τοῦ η ἐπισφραγίζοντες γραφήν. Εὐλογίου
α 802
Ἀνῄειν · πόθεν ποιεῖς; ἐκ τοῦ εἴω, τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶα, καὶ διαλύσει ἔϊα, καὶ τροπῇ τοῦ ε εἰς η ἤϊα, καὶ ὁ ὑπερσυντέλικος ᾔειν, τὸ δεύτερον ᾔεις
α 803
Ἄνηθον · διὰ τὸ ἄνω θεῖν ἢ διὰ τὴν ἐν τάχει αὔξησιν. καὶ εἰς τὸ Ἀνθοποιόν
α 804
Ἀνῆκεν Β · ἡ φωνὴ ἀόριστος ἢ παρακείμενος. οὐδέποτε δὲ παρακείμενος ἐνεργητικὸς ἀορίστῳ εἰς α λήγοντι συνέπεσεν, εἰ μὴ οὗτος μόνος. ἐν πλεονασμῷ τοῦ ε ἕηκε καὶ Ἀττικῶς ἧκεν. καὶ γίνεται ἕακα καὶ ἕωκα· γέγονε δὲ κατὰ μετροποιΐαν, ὡς τὸ παρῴχηκεν παρῴχωκεν. τὸ δὲ θέμα τὸ σεσημειωμένον ἵημι
α 805
Ἀνήκεστον · ἀνίατον, ἀθεράπευτον· παρὰ τὸ ἀκῶ ἀκέσω, ἀκεστός καὶ ἀνήκεστος
α 806
Ἀνηλίων · ἔστι δῆλος, ὁ φανερός, καὶ ἐκ τούτου γίνεται δήλιος, καὶ ἀποβολῇ τοῦ δ ἥλιος καὶ ἀνήλιος, καὶ ἡ γενικὴ τῶν πληθυντικῶν ἀνηλίων
α 807
Ἀνήῃ Β · ῥῆμα ὑποτακτικὸν τῶν εἰς μι. ὥσπερ τὸ τύψειαν· Β οὐ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ“
α 808
Ἀνήνοθεν Λ · ἔστι μέσος παρακείμενος, ὡς δηλοῖ τὸ θ · οὐ γὰρ ὁ ἐνεργητικὸς παρακείμενός ποτε διὰ τοῦ θ ἐκφέρεται. ἔστιν οὖν θέω, καὶ ἐν συνθέσει ἀναθέω καὶ ἀνθέω, ὑπερβιβασμῷ τοῦ ε ἀνέθω, τούτου ὁ μέσος παρακείμενος ἤνοθα συνήθως τραπέντος τοῦ ε εἰς τὸ ο καὶ Ἀττικῷ ἀναδιπλασιασμῷ ἀνήνοθα. ἢ ἐκ τοῦ θέω, τὸ τρέχω
α 809
Ἀνὴρ ἀνθρώπου διαφέρει· ἀνὴρ μὲν γὰρ κυρίως λέγεται ὁ ἐπʼ ἀρετῇ τινι διαπρέπων, ἄνθρωπος δὲ ὁ ἐπὶ μηδενί τινι διαπρέπων. καὶ εἰς τὸ Φίλος
α 810
Ἀνήρ · παρὰ τὸ ἀνύειν αὐτὸν καὶ πράττειν· ἀνυστικώτερος γὰρ ὁ ἀνὴρ τῆς γυναικός. καὶ εἰς τὸ Μακάριος ἀνήρ εἰς τοὺς Ἐπιμερισμοὺς Γεωργίου
α 811
Ἀνηρείψαντο · ἀνήρπασαν. παρὰ τὴν ἔραν· ἀνηρέψαντο καὶ πλεονασμῷ τοῦ ι ἀνηρείψαντο
α 812
Ἀνθερεών · παρὰ τὸ ἐκεῖ πρῶτον ἐξανθεῖν τὸ γένειον· ἢ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν
α 813
Ἀνθέρικος · παρὰ τὸ ἄνθος ἀνθέριξ· σημαίνει δὲ τὸ ἄκρον τῶν ἀσταχύων
α 814
Ἀνθήλη · παρὰ τὸ ἀνθῶ ἀνθήσω ἀνθήλη
α 815
Ἀνθίας · διὰ τὸ ὡς ἄνθος εἶναι, ἢ διὰ τὸ ἄνω θεωρεῖν πρὸς τὸ καταδιώκειν τοὺς ἰχθύας
α 816
Ἄνθινος · παρὰ τὸ ἄνθος. Χοιροβοσκοῦ
α 817
Ἀνθοποιόν · παρὰ τὸ ἄνθος καὶ τὸ ποιῶ. τὸ δὲ ἄνθος παρὰ τὸ ἄνω θεῖν, ὅ ἐστι τρέχειν· πᾶν γὰρ ἄνθος ἄνω τρέχει· ἐξ οὗ καὶ ἄνηθον, καὶ γράφεται διὰ τοῦ η
α 818
Ἄνθραξ · τὸ ἀπό τινος ὕλης μεταβληθὲν καὶ μεταποιηθὲν εἰς πυρὸς φύσιν. ἔχει δὲ ὁ ἄνθραξ φύσεις δύο, τὸ φωτιστικὸν καὶ τὸ καυστικόν, ὡς τὸ ὕδωρ διφυᾶ ἄνθρακα δέχεται, ἤγουν φωτιστικὸν καὶ καυστικόν· φωτιστικὸν μὲν τῶν δικαίων, καυστικὸν δὲ τῶν ἁμαρτωλῶν καὶ ἀνόμων“. διφυὴς δὲ ἄνθραξ λέγεται ὁ Χριστὸς κατὰ ἀναγωγήν. γίνεται παρὰ τὸ θέρω, τὸ θερμαίνω, θέραξ καὶ μετὰ τῆς ἀνά προθέσεως ἀναθέραξ, καὶ συγκοπῇ ἄνθραξ
α 819
Ἄνθρωπος · διὰ τὸ ἄνω ἀθρεῖν τὴν ὦπα ἤγουν ὁρᾶν· πάντων γὰρ τῶν κτηνῶν κάτω βλεπόντων, μόνος ὁ ἄνθρωπος ἄνω βλέπει. ἢ διὰ τὸ ὀρθῶς περιπατεῖν. καὶ εἰς τὸ Ἀνήρ καὶ Ἐνανθρώπησις
α 820
Ἀνία · παρὰ τὸ ἰέναι, τὸ πορεύεσθαι, μετὰ τοῦ στερητικοῦ α · ἐμποδιστικὴ γὰρ ἡ ἀνία τοῦ προκόπτειν. ἢ σημαίνει τὴν χαλεπωτάτην καὶ δυσίατον λύπην, καὶ γίνεται παρὰ τὸ ἰῶ, τὸ θεραπεύω, ἴα καὶ μετὰ τοῦ στερητικοῦ α ἀΐα· καὶ πολλάκις πέφυκεν πλεονάζειν τὸ ν ἐν ταῖς στερήσεσιν, οἷον ἀαιδής ἀναιδής, ἀαίμων ἀναίμων. γράφεται δὲ διὰ τοῦ ι · τὰ διὰ τοῦ νια θηλυκὰ ἔχοντα μακρὸν τὸ α μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων διὰ τοῦ ι γράφεται, οἷον πενία γωνία ξενία. πρόσκειται μὴ ὄντα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων“ διὰ τὸ ἑρμηνεύω ἑρμηνεία, πορνεύω πορνεία, ἀλαζονεύω ἀλαζονεία. πρόσκειται μακρὸν ἔχοντα τὸ α “ διὰ τὸ εὐμένεια δυσγένεια. μακρὸν τὸ ι · τὰ γὰρ διὰ τοῦ νια θηλυκὰ τῷ ι παραληγόμενα συστέλλει αὐτό, οἷον γωνία πενία ξενία· σεσημείωται τὸ ἀνία, ἐπειδὴ ἀπὸ τοῦ ἰῶ γέγονεν, τὸ θεραπεύω, ὅπερ ἔχει μακρὸν τὸ ι. Γεωργίου
α 821
Ἀνία · παρὰ τὸ ἰῶ, τὸ σημαῖνον τὸ θεραπεύω· ἢ παρὰ τὸ ἄνω ἀνύω γέγονεν ἀνία, ἡ διανυστικὴ καὶ πρακτική. δεῖ γινώσκειν, ὅτι τὸ ἀνία διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὴν ἴασιν· καὶ ἐκτείνει τὸ ι · ἡ γὰρ ἴασις μακρὸν ἔχει τὸ ι
α 822
Ἀνία · παρὰ τὸ ἀνίατος καὶ δυσίατος εἶναι
α 823
Ἀνιείς · ἀφιείς, παρορμῶν. ἔστι δὲ μετοχὴ ἀπὸ τοῦ ἵημι, ὁ παρατατικὸς ἵην, ἡ μετοχὴ ἱείς ἱέντος, καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνιείς. συντάσσεται μετὰ αἰτιατικῆς. καὶ εἰς τὸ Τιμή
α 824
Ἀνιεῖσα · παρὰ τὸ ἀνίημι, ὃ σημαίνει τὸ ὑποχαλῶ καὶ ἀσθενῆ ποιῶ
α 825
Ἀνιμῶ · ἐκ τῆς ἀνά προθέσεως καὶ τοῦ ἱμῶ, τὸ ἀναλέγω. τοῦτο ἐκ τοῦ ἱμάς, ὃ σημαίνει τὸν λῶρον· οἱ γὰρ ἀρχαῖοι πρὸς τὸ μὴ κατακεκλᾶσθαι τὰ ἀγγεῖα αὐτῶν ἐκ δερμάτων ἐποίουν. ἐξ οὗ καὶ ἱμονιά, ὃ σημαίνει τὸ ἀντλητήριον. καὶ εἰς τὸ Ἱμάς
α 826
Ἄνιος · εἰς τὸ Ἀμφιαχυῖαν
α 827
Ἀνιῶ · παρὰ τὸ ἀνία. τοῦτο παρὰ τὴν ἴασιν, ἡ ἄνευ τῆς ἰάσεως
α 828
Ἀνοεῖν τοῦ ἀγνοεῖν διαφέρει· ἀγνοεῖν μὲν γάρ ἐστι τὸ μηδʼ ὅλως αἰσθάνεσθαι, ἀγνοεῖν δὲ τὸ ἐπιλανθάνεσθαι
α 829
Ἀνόητος · εἰς τὸ Ἄφρων
α 830
Ἄνοια · παρὰ τὸ νοῦς νοός νοία καὶ μετὰ τοῦ στερητικοῦ α ἄνοια. τὸ νοι δίφθογγον· τὰ παρὰ τὸ νοῦς καὶ ῥοῦς συγκείμενα διὰ τῆς οι διφθόγγου γράφεται, οἷον ἄνοια σύρροια καὶ τὰ ὅμοια
α 831
Ἀνοσιουργία · ἀσέβεια, τὸ ἄνευ ὁσίου ἔργον
α 832
Ἀνόστιμος δ · παρὰ τὸ νόστος νόστιμος καὶ ἀνόστιμος. τὸ δὲ νόστος παρὰ τὸ νοστῶ νοστεῖς
α 833
Ἄνους · ὁ. Ὁμήρου
α 834
Ἄντην Α · παρὰ τὸ ἀντῶ ἄντην, ὡς κρύβω κρύβδην καὶ μίγω μίγδην
α 835
Ἀντηνορίδης ·. τὸ ρι ι ὡς τὸ Κρονίδης· τὸ τη η ὡς τὸ Ἀγήνωρ
α 836
Ἀντηρίς · ἀντηρίδος·. παρὰ τὸ τέρεν, τὸ ἁπαλόν
α 837
Ἀντιάσας · ἐκ τοῦ ἀντιάζω· τοῦτο ἐκ τοῦ ἀντιῶ. καὶ ἐκ τοῦ ἀντιῶ ἀντιάσας
α 838
Ἀντίβιον Γ · ἐπίρρημα τοπικόν. τὸ ον μικρόν· τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα καὶ τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχει. γίνεται δὲ ἐκ τῆς ἀντί προθέσεως καὶ τοῦ βία, ὃ σημαίνει τὴν δύναμιν· σημαίνει δὲ ἡ ἀντί πρόθεσις τὴν ἐξ ἐναντίας σχέσιν
α 839
Ἀντιβολῶ · οἷον ἀντιμολῶ. Ἑρεννίου. Πτολεμαίου
α 840
ἀντικρύ διαφέρει· ἄντικρυς σημαίνει τὸ φανερῶς, ἀντικρὺ δὲ τὸ ἐξ ἐναντίας. παρὰ τὴν ἀντί καὶ τὸ κάρα ἀντικαρύ καὶ συγκοπῇ ἀντικρύ, τὸ ὡς ἂν εἴποι τις ἀντικέφαλα, ἐξ ἐναντίας. τοιοῦτον ἐν συγκοπῇ καὶ τὸ κρᾶναι, τὸ ἐπιτελέσαι διὰ τοῦ νεύματος τῆς κεφαλῆς. τὸ κρυ μακρὸν φύσει. διὰ τί; τὰ εἰς υ λή γοντα ἐπιρρήματα βραχὺ ἔχουσι τὸ υ μεσσηγύ μεταξύ, χωρὶς τοῦ ἀντικρύ. καὶ ὤφειλεν εἶναι ἄντικρυ· ἀλλὰ τὰ εἰς ς λήγοντα ἐπιρρήματα, εἰ μὲν φυλάσσει τὸ αὐτὸ σημαινόμενον, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, οἷον οὕτως οὕτω, μέχρις μέχρι. ἐπεὶ οὖν τὸ ἄντικρυς οὐ τὸ αὐτὸ σημαινόμενον ἐφύλασσε, οὕτως οὐδὲ τὸν αὐτὸν τόνον ἀνεδέξατο· διὸ τὸ μὲν ὀξύνεται, τὸ δὲ προπαροξύνεται
α 841
Ἀντιλάβοιτό σου · ἐκ τοῦ λήβω, τὸ λαμβάνω, ὁ μέλλον λήψω, ὁ δεύτερος ἀόριστος ἔλαβον, καὶ ὁ μέσος ἐλαβόμην, καὶ τὸ εὐκτικὸν λαβοίμην, καὶ τὸ τρίτον λάβοιτο, καὶ μετὰ τῆς ἀντί ἀντιλάβοιτο. Ὁμήρου
α 842
Ἀντιμεγῆ μετέπτη ·. μαντικὴ οἰωνιστικῆς διαφέρει, ὅτι ἡ μὲν παρὰ τὴν τῶν ἀνθρώπων οἴησιν εἴρηται, ἡ δὲ παρὰ τὴν ἔνθεον μανίαν, μανική τις οὖσα, καὶ πλεονασμῷ τοῦ τ μαντική
α 843
Ἀντίξουν · ἐναντίον ἢ ἁρμόζον. οἷον ἀντισούμενον· ἡ γὰρ ἀντί πρόθεσις οὐ μόνον τὸ ἐναντίον σημαίνει, ὡς ἐν τῷ ἀντιστάτης, ἀλλὰ καὶ τὸ ἴσον, ὡς τὸ Κ ἀντίθεόν τʼ Αἴαντα“, ἀντὶ τοῦ ἰσόθεον· τροπῇ δὲ Ἀττικῇ τοῦ ς εἰς ξ · οἱ γὰρ Ἀττικοὶ τὸ σύμβολον ξύμβολον λέγουσιν
α 844
Ἀντίος Β · τὸ τι ι · τὰ διὰ τοῦ ιος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α μεθʼ ὃ ἐπιφέρεται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀνδρεῖος ἀχρεῖος ἀστεῖος Καδμεῖος· πλὴν τοῦ ἀντίος, ὃ μετὰ τῆς ἔν προθέσεως ἐναντίος. καὶ πῶς λέγομεν; ἐνάντιος ἢ ἐναντίος; ἐναντίος. πῶς; κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα ἀναπέμπει τὸν τόνον ἐν τῇ συνθέσει, οἷον ποικίλος παμποίκιλος, ἀγκύλος μεσάγκυλος, αἰόλος παναίολος παρθένος ἀειπάρθενος, Ἀθηναῖος φιλαθήναιος, πλησίος παραπλήσιος· χωρὶς εἰ μὴ σύνθετα ὑπάρχοι ἕνεκα ἐνεργείας παροξυνόμενα. πρόσκειται χωρὶς εἰ μὴ σύνθετα ὑπάρχοι ἕνεκα ἐνεργείας παροξυνόμενα“ διὰ τὸ βουκόλος ἱπποβουκόλος· τοῦτο γὰρ ἕνεκεν ἐνεργείας τὸν αὐτὸν τόνον ἐφύλαξεν ἐν τῇ συνθέσει, ὁ τοὺς ἵππους βόσκων. τὸ δὲ ἐναντίος παρέλκουσαν ἔχει τὴν ἔν πρόθεσιν· τὸ γὰρ ἀντίος καὶ ἐναντίος τὸ αὐτὸ σημαίνει, καὶ τούτου χάριν τοῦ ἁπλοῦ τὸν τόνον ἐφύλαξεν, ὡς σχεδὸν μὴ γενομένης συνθέσεως. καὶ εἰς τὸ Ἐναντίος
α 845
Ἀντιόχεια · κατὰ παρώνυμον παραγωγὴν γέγονεν ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ τοῦ Ἀντιόχου
α 846
Ἀντιόωσαν · ἐκ τοῦ ἀντιῶ δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ ποιεῖ τὴν κρᾶσιν, καὶ οὕτως προσλαμβάνει τὸ ο ἀντιάω ἀντιῶ ἀντιόω, βοάω βοῶ βοόω, γελάω γελῶ γελόω, ὁράω ὁρῶ ὁρόω. καὶ ἡ μετοχὴ ἀντιόων καὶ τὸ θηλυκὸν ἀντιόωσαν. Ὁμήρου
α 847
Ἀντιόωσαν Α · παρὰ τὴν ἀντί πρόθεσιν γίνεται ἀντίος, καὶ ἐκ τούτου ἀντιῶ ἀντιᾷς, τὸ ὑπαντῶ. ἀντιῶ οὖν, καὶ ἡ μετοχὴ θηλυκὴ ἀντιῶσα, ὡς βιῶσα, καὶ πλεονασμῷ τοῦ ο ἀντιόωσα, ὡς γελόωσα κυδιόωσα, ἡ γαυριῶσα. ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων. καὶ ἔστιν ὁμώνυμος ἡ λέξις· ὅτε γὰρ δηλοῖ τὸ ἀντιλαμβανομένη, αἰτιατικῇ συντάσσεται· ὅτε δὲ τὸ ἀπαντῶσα, γενικῇ, οἷον α ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.“ ὁ δὲ ποιητὴς πλεονασμῷ τοῦ ο
α 848
Ἀντισηκοῦντα · σημαίνει τὸ ἀντεξισάζοντα, καὶ γίνεται ἐκ τοῦ ἴσος ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἴσωκα καὶ ἐξ αὐτοῦ ῥῆμα ἰσηκῶ καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σωκεῖν, ὃ σημαίνει τὸ ἰσχύειν, ἐξ οὗ σῶκος ὁ Ἑρμῆς, τουτέστιν ὁ ἰσχυρός· Υ σῶκος ἐριούνιοσ“
α 849
Ἀντίστοιχον · ἐκ τοῦ στοῖχος. τὸ στοι δίφθογγον· ὅσα ῥήματα ἐν κινήσεσιν εὑρίσκονται γεννῶντα τὸ ο ταῦτα τὸ ε προειλήφασιν. ἔστι τὸ ῥῆμα στείχω καὶ στιχῶ δευτέρας συζυγίας τῶν περισπωμένων ἀπὸ τοῦ στίξ στιχός, καὶ ἀπὸ τοῦ στείχω στοῖχος καὶ ἀντίστοιχον
α 850
Ἀντίχειρ · παρὰ τὸ ἴσον αὐτὸν δύνασθαι τῇ ὅλῃ χειρί. Φωτίου
α 851
Ἀντλῶ · παρὰ τὸ ἄντλον· τοῦτο ἐκ τοῦ ἀνατλᾶν καὶ καρτερεῖν ἐκεῖσε τὸ ὕδωρ τὸ διὰ τῶν ἐσφιγμένων πόρων εἰσερχόμενον
α 852
Ἄντρον · παρὰ τὸ ἄνω τετρῆσθαι, ἤγουν τετρυπῆσθαι. καὶ εἰς τὸ Μάνδρα
α 853
Ἄντυγες · παρὰ τὸ ἀνωτάτω τετύχθαι. ὁμοίως καταῖτυξ
α 854
Ἀντῶ · εἰς τὸ Ποδάρκης
α 855
Ἀντώνιος · ἄνθος ὀνήσεως ἢ ἀντὶ ὠφελείας· ἀντὶ γὰρ. ἀντὶ δὲ. Παῦλος ὁ ἁπλούστατος
α 856
Ἀντωνυμία ·. ἀντὶ τοῦ καὶ οὗτος παρῆν. καὶ εἰς τὸ Οὗτος
α 857
Ἀνύποιστος · ἀνυποφόρητος, ἀνυπομόνητος. ἀπὸ τοῦ οἴω τοῦ σημαίνοντος τὸ φέρω γίνεται οἰστός, καὶ μετὰ τῆς ὑπό προθέσεως ὕποιστος, καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἀνύποιστος
α 858
Ἀνυστής · εἰς τὸ Ὑπόδρα. ὁμοίως καὶ ἀνύτης
α 859
Ἀνύω Β · παρὰ τὸ ἄνω, τὸ πράττω. τὸ δὲ ἄνω διφορεῖται κατὰ τὸν χρόνον· ἔστι γὰρ παρὰ τῷ ποιητῇ καὶ μακρὸν καὶ βραχύ, μακρὸν μὲν οἷον Κ μάλα γὰρ νὺξ ἄνεται“, βραχὺ δὲ ὡς ἐν τῷ Σ ὅππως Ἥφαιστος γʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο“. τὸ δὲ ἀνύω ἀεὶ ὁ ποιητὴς ἐν συστολῇ παραλαμβάνει. καὶ εἰς τὸ Μήνυμα καὶ Ὠκεανός
α 860
Ἀνώγεον · ἐκ τοῦ ἄνω καὶ τοῦ γέα· τὸ ἄνω ὂν τῆς γῆς
α 861
Ἀνώγειον · παρὰ τὸ ἄνω ἐπίρρημα καὶ τὸ γέα ὄνομα γέγονε κατὰ κρᾶσιν ἀνώγειον. Ὁμήρου
α 862
Ἀνώγω Β · τὸ νω μέγα. ἐκ τοῦ ἀνάγω· τοῦτο ἐκ τοῦ ἄναξ· ὁ μέλλων ἀνάξω, ὁ μέσος παρακείμενος ἀνῆγα, καὶ ὥσπερ ἐκ τοῦ πέπληγα μέσου παρακειμένου ἐγένετο πεπλήγω, οὕτως καὶ ἀπὸ τοῦ ἀνῆγα μέσου παρακειμένου γίνεται ῥῆμα ἀνήγω, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν γίνεται ἀνώγω· τοῖς γὰρ ἀνάσσουσι καὶ ἄρχουσι πέφυκε τὸ κελεύειν. ἔχει δὲ μέλλοντα· Ο πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι“
α 863
Ἀνωϊστί δ · ἀπροσδοκήτως. παρὰ τὸ οἴω ὀΐω ὀϊστί, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω μετὰ τῆς ἀνά προθέσεως ἀνωϊστί
α 864
Ἀξιέραστος · ὁ ἄξιος τοῦ ἐρᾶσθαι
α 865
Ἄξιος. εἰς τὸ Ἰξίων
α 866
Ἄξυλον Ζ · ὄνομα κύριον· παρὰ τὸν ἄξω μέλλοντα. τὰ διὰ τοῦ υλος τρισύλλαβα ποικίλα περὶ τὴν τάσιν εὑρίσκονται· δάκτυλος, Δερκύλος, καμπύλος, κρωβύλος
α 867
Ἀοίδιμος · ὥσπερ παρὰ τὸ βουλή γίνεται βούλιμος, οὕτως καὶ ἀοίδιμος παρὰ τὸ ἀοιδή ὡς τροφή τρόφιμος
α 868
Ἀοίδιμος · ἀοιδῆς ἄξιος, ἤγουν ᾠδῆς
α 869
Ἀοιδός γ · ὄνομα ἐπίθετον· παρὰ τὸ ἀείδω ἀοιδός. τὸ ἀείδω κατὰ συναλιφὴν γέγονεν ᾄδω· ὁμοίως καὶ τὸ ἀοιδός ᾠδός, καὶ τὸ ἀοιδή ᾠδή. ἀπὸ τοῦ ἀοιδός ἀοιδῶ ῥῆμα παρῆκται, εἶτα ὡς τὸ κνήθω κνηθιῶ, μείδω μειδιῶ, οὕτως καὶ ἀοιδῶ ἀοιδιῶ, καὶ κατὰ παραγωγὴν ἀοίδιμος
α 870
Ἄορ · τὸ ξίφος· παρὰ τὸ ἀείρω ἄορ
α 871
Ἄορες · εἰς τὸ Ὤρεσσι
α 872
Ἀόριστος · εἰς τὸ Ἐῴκει
α 873
Ἀοσσητήρ · ὁ βοηθός, ὁ μὴ περιμένων ὄσσαν καὶ φήμην· ἔθος γὰρ τοῖς παλαιοῖς τοῦτο, πυνθανομένοισ μαντείας βοηθεῖν
α 874
Ἀπαινής · εἰς τὸ Ἀπηνής
α 875
Ἀπαιωρήσας · ἐκ τοῦ αἴρω, τὸ κουφίζω, καὶ πλεονασμῷ τοῦ ω αἰωρῶ αἰωρήσω ὡς ἐπὶ τοῦ εἴωθα, ὅπερ ἐστὶν ἀπὸ τοῦ ἔθω, ἔσω, εἶκα, εἶθα, πλεονασμῷ τοῦ ω εἴωθα, καὶ. ἀφῆκα ἀφέηκα πλεονασμῷ τοῦ ε. ᾐώρακα καὶ ᾐώρηκα καὶ μετὰ τῆς ἀπό προθέσεωσ ἀπαιωρῶ, ἀπαιωρήσω, ὁ ἀόριστος ἀπῃώρησα καὶ ἡ μετοχὴ ἀπαιωρήσας
α 876
Ἁπαλόν · ἐκ τοῦ ἁπαλός· τοῦτο ἐκ τοῦ ἁφή ἁφαλόν καὶ ἁπαλόν, οἱονεὶ τὸ εὐαφὲς καὶ τρυφερόν
α 877
Ἁπαλός · παρὰ τὸ ἁφή· ὁ τῇ ἁφῇ εἴκων, ἁφαλός τις ὤν, ὡς ἐξαπίνης ἐξαίφνης. Ὁμήρου
α 878
Ἀπάνευθεν Α · ἐπίρρημα τοπικόν· ἐκ τῆς ἀνά προθέσεως ἄνευ, ἄνευθεν καὶ ἀπάνευθεν, ὡς ἀπὸ τοῦ ἄτερ ἄτερθεν καὶ ἀπάτερθεν. σημαίνει δὲ τὸ χωρίς
α 879
Ἁπαξαπλῶς · εἰς τὸ Ὑπόδρα. Φίλωνος Ἐρεννίου
α 880
ἀπαρασκεύαστον διαφέρει· ὁ μὲν γὰρ διʼ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος ἂν λέγοιτο, ὁ δὲ διʼ ἑτέρου ἀπαρασκεύαστος· ὁ μὲν ἄρχων ὁ μονομάχον δοῦναι θέλων ἀπαράσκευος λέγεται, ὁ δὲ μονομάχος ἀπαρασκεύαστος
α 881
Ἀπαργμάτων · τῶν τελείων θυσιῶν· καὶ γίνεται παρὰ τὸ ἄρχω ἀπάρχω ἄπαργμα
α 882
Ἀπάτη · ἀάτη καὶ πλεονασμῷ τοῦ π ἀπάτη
α 883
Ἀπαυθαδιάζω · ἐκ τοῦ αὐθάδης γίνεται ῥῆμα αὐθαδίζω καὶ πλεονασμῷ τοῦ α ἀπαυθαδιάζω. τὸ δὲ αὐθάδης ἐκ τοῦ ἅδω, τὸ ἀρέσκω, καὶ τῆς αὐτός ἀντωνυμίας· ὁ ἑαυτῷ ἀρέσκων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 884
Ἀπέδου · ἔστι δίδωμι, ὁ μέλλων δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, ὁ μέσος παθητικὸς ἐδόμην, τὸ δεύτερον ἔδοσο καὶ ἔδου καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπέδου
α 885
Ἀπειθής · εἰς τὸ Δυσπειθής
α 886
Ἀπειλή · παρὰ τὸ ἄποθεν εἶναι ἐλέους, ἢ παρὰ τὸ ἀπείλλειν· ἀπείλλειν δέ ἐστι τὸ εἴργειν
α 887
Ἀπειλῶ · ἢ σημαίνει τὸ εὔχομαι, ἤγουν ὑπισχνοῦμαι, καὶ γίνεται παρὰ τὰς πέλλας, ὃ σημαίνει τὰς φιάλας, διʼ ὧν σπένδοντες εὔχονται· ἢ τὸ ἀπειλεῖν σημαίνει τὸ ὑπισχνεῖσθαι· καὶ γὰρ ἡ ἀπειλὴ ὑπόσχεσίς ἐστι κακοῦ
α 888
Ἀπειλημμένοι · συνειλημμένοι, συγκεκλειμένοι, κεκρατημένοι· ἀπὸ τοῦ λήβω, ὃ σημαίνει τὸ λαμβάνω, ὁ παθητικὸς παρακείμενος λέλημμαι, καὶ Ἀττικῶς εἴλημμαι
α 889
Ἄπειρος · ὅτε τὸν ἀμαθῆ σημαίνει, γίνεται ἀπὸ τοῦ πεῖρα ἄπειρος, οἱονεὶ ὁ ἐστερημένος τῆς πείρας· ὅτε δὲ τὸν μέγαν, ἀπὸ τοῦ πέρας γίνεται ἄπερος καὶ κατὰ πλεονασμὸν τοῦ ι ἄπειρος, οἱονεὶ ὁ μὴ ἔχων πέρας
α 890
Ἀπειρητός · ἀμαξιτός, ἀτραπιτός
α 891
Ἀπέκτατο · ἐκ τοῦ κτῶ, τὸ φονεύω, καὶ παράγωγον κτῆμι, ἔκταμαι, ἐκτάμην, ἔκτασο, ἔκτατο καὶ ἀπέκτατο
α 892
Ἀπέκτα · ἐφόνευσεν
α 893
Ἀπελάτης · κλέπτης· ἐκ τοῦ ἀπελαύνειν τὴν ἀγέλην
α 894
Ἀπερρωγός · ἐκ τοῦ ῥήσσω, τὸ ῥηγνύω
ε 3
ἐξελεύθερος διαφέρει· ἀπελεύθερος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος· ἐξελεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προσήλυτος ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας
α 895
Ἀπεκτόνει · ἐκ τοῦ κτείνω
α 896
Ἀπεμυθεόμην Ι · ἀπηγόρευον, ἐκώλυον. μυθέω μυθῶ
α 897
Ἀπελεύθερος · εἰς τὸ Ἐξελεύθερος
α 898
Ἀπέλεθρον · δύναμιν ἀμέτρητον
α 899
Ἄπενος · εἰς τὸ Ἄφενος
α 900
Ἀπεοικότα · ἐκ τοῦ εἴκω, τὸ ὁμοιῶ
α 901
Ἀπερισπάστως · ἀφροντίστως
α 902
Ἀπερείσια Α · ἐκ τοῦ πέρας ἄπερος, ἄπειρος, ἀπειρέσιος καὶ καθʼ ὑπερβιβασμὸν τοῦ ι ἀπερείσιος
α 903
Ἀπερύκειν · κωλύειν, κατέχειν, κρατεῖν. ἐρύω ἐρύκω ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν, ἐράκω καὶ ἐρύκω κατὰ τροπὴν τοῦ α εἰς υ ἢ παρὰ τὸ ἔργω, τὸ σημαῖνον τὸ κωλύω, ἐργύω καὶ ἐρύκω· κυρίως γὰρ ἐρύκειν τὸ ἐν τῇ γῇ κατέχειν
α 904
Ἀπεμόρξατο · ἀπὸ τοῦ ἀμέλγω ἀμέλξω, ἤμελξα, ἠμελξάμην, ἠμέλξατο, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ τοῦ λ εἰς ρ ἀπεμόρξατο. σημαίνει τὸ ἀπεδάκρυσεν
α 905
Ἀπεμόρξατο · ἀπενίψατο ἢ ἀπεδάκρυσεν. καὶ εἰς τὸ Ἀπωμόρξατο
α 906
Ἀπερείσια · ἐκ τοῦ πέρας· ὧν οὐκ ἔστι πέρας
α 907
Ἀπεστύπαζον · τύπτω, τυπάζω, ἐτύπαζον καὶ πλεονασμῷ τοῦ ς ἀπεστύπαζον
α 908
Ἀπέχθυεν · ἀπεχώριζεν
α 909
Ἄπεσαν · ἀπέβαλον. διὰ τί προπαροξύνεται; πᾶν ῥῆμα εἰς αν λῆγον χρόνῳ βραχεῖ παραληγόμενον ἁπλοῦν ἢ σύνθετον, ὅ ἐστι ῥῆμα ὑπερδισύλλαβον, προπαροξύνεται, εἰ μὴ Δωρικὸν εἴη· προπερισπᾶται δὲ μακρᾶς οὔσης τῆς παραληγούσησ. ὅθεν τὸ μὲν ἄπεσαν τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, τὸ δὲ ἀπεῖσαν οὐκέτι
α 910
Ἀπεσκοράκιζεν · ὕβριζεν, ἐξέρριπτεν, ἢ ἐχλεύαζεν, εἰς ἐρημίαν ἔπεμπεν. Ἀριστοτέλης φησὶ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐᾶν ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ· φεῦγʼ ἐς κόρακασ“. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσιν νεοττοποιεῖσθαι. λέγειν ἡμᾶς τὴν παροιμίαν φεῦγʼ ἐς κόρακασ“
α 911
Ἀπέχθεια · ἐκ τοῦ ἀπεχθής
α 912
Ἀπετίννυον . ἐκ τοῦ τίω, τὸ ἀνταποδίδωμι, γίνεται κατὰ πλεονασμὸν τοῦ ν τίνω καὶ κατὰ παραγωγὴν τιννύω
α 913
Ἀποσκορακίζω · ἐκ τοῦ κόραξ κόρακος κορακίζω καὶ σκορακίζω· σημαίνει δὲ τὸ καταλιμπάνω. ζήτει ἑτέραν ἱστορίαν περὶ τοῦ σκορακίζω ἐν τοῖς Ἐπιμερισμοῖς εἰς ψαλμὸν κ
α 914
Ἀπεχθής · τὸ ἀρσενικόν· καὶ τὸ θηλυκὸν ἡ ἀπεχθής. γέγονε δὲ παρὰ τὴν ἀπό πρόθεσιν καὶ τὸ ἔχθος· σημαίνει δὲ τὴν ἔχθραν
α 915
Ἀπέχω · εἰς τὸ Ἀπὸ ἧς
α 916
Αἴπη · εἰς τὸ Αἰπόλος
α 917
Ἀπηγόρευσεν · ἀπεῖπεν, παρεκελεύσατο. γίνεται δὲ ἐκ τῆς ἀπό προθέσεως καὶ τοῦ ἀγορεύω ἀπαγορεύω, ἐξ οὗ καὶ ὁ ἀόριστος ἀπηγόρευσεν. σημαίνει δὲ τὸ ἀπαγορεύω τὸ ἀπαναίνομαι, ὅ ἐστιν ἀρνοῦμαι· τοῦτο ἐκ τοῦ ναί ἐπιρρήματος, καὶ ἐξ αὐτοῦ ναίνω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀναίνω, τὸ ἀπαρνοῦμαι, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπαναίνω. καὶ εἰς τὸ Ἀπηνήνατο ἐκ τούτου οὖν τὸ ἀπαγορεύω
α 918
Ἀπηλγηκώς · ἀναισθητήσας· παρὰ τὸ περιφρονῆσαι τοῦ ἄλγους
α 919
Ἀπεκαίνυτο · καίνω, καινύω, καίνυμαι, ἐκαινύμην, ἐκαίνυτο
α 920
Ἀπηλεγέως · ἐπίρρημα· σημαίνει τὸ ἀποτόμως. ἔστιν ἀλέγω, τὸ βοηθῶ· ἐκ τούτου γίνεται ἀλεγής καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπηλεγής, καὶ τὸ ἐπίρρημα ἀπηλεγέως. ἢ παρὰ τὸ ἀλέγειν, ἤγουν ἀφροντιστεῖν
α 921
Ἀπηλιώτης · ὁ ἄνεμος· διὰ τὸ πνεῖν ἐκ τῆς ἡλίου ἀναφορᾶς, ἤγουν ἀνατολῆς
α 922
Ἀπηνήνατο · ἔστιν ἐπίρρημα συγκαταθέσεως ναί, καὶ ἐξ αὐτοῦ γίνεται ῥῆμα ναίνω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀναίνω, τὸ ἀπαρνοῦμαι, καὶ ὁ πρῶτος ἀόριστος ἐνεργητικὸς ἤνηνα, καὶ ὁ μέσος ἠνηνάμην, ἠνήνατο, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπηνήνατο
α 923
Ἀπηλεγέως · ἀποτόμως, σκληρῶς, κεκριμένως, ἀπαγορευτικῶς, διαρρήδην. ἢ ἀπὸ τοῦ ἀπολέξαι, ὅ ἐστιν εἰπόντα παύσασθαι· ἢ ἀποληγομένως· φιλοσύντομος γὰρ ἡ δεινοπάθεια· οἱ γὰρ λύπην οὐ θέλοντες διαφυγεῖν τὰς χρηστὰς κόπτουσιν ἐλπίδας
α 924
Ἀπηλγηκότες · ἀποκαμόντες, ἀπελπίσαντες, καὶ ἀμεριμνήσαντες, ἢ ἀναισθήτως ἔχοντες
α 925
Ἀπηνής · ὁ σκληρός. αἰνῶ, καὶ μετὰ τῆς ἀπό ἀπαινῶ, καὶ ἐκ τούτου ἀπαινής καὶ ἀπηνής, ὁ ἄποθεν τοῦ αἰνεῖσθαι· καὶ ἐκ τοῦ ἐναντίου προσηνής, ὁ ὢν ἐγγὺς τοῦ αἰνεῖσθαι. ἢ ἀπὸ τοῦ αἶνος, ὃ σημαίνει τὸν ἔπαινον, γίνεται αἰνής καὶ προσηνής, ὁ εὐπροσήγορος καὶ πρᾶος, παρὰ τὸ ἐγγὺς εἶναι τοῦ αἰνεῖσθαι· οὕτως ἐκ τοῦ ἐναντίου παρὰ τὸ αἶνος, ὃ σημαίνει τὸν ἔπαινον, μετὰ τοῦ ἀπό τοῦ δηλοῦντος τὸ πόρρω γίνεται ἀπηνής, ὁ πόρρω ὢν τοῦ αἰνεῖσθαι. ἢ ὁ μὴ ἡνίαις εἴκων, οἱονεὶ ὁ σκληρός, ἀπὸ μεταφορᾶς τῶν ἵππων. ἔστι δὲ τριγενές
α 926
Ἀπηνής · ὁ σκληρός, ὠμός. ἀπινὴς δὲ ὁ καθαρός
α 927
Ἀπηχθημένος · μεμισημένος· παρὰ τὸ ἔχθος, ὅ ἐστι μῖσος. καὶ εἰς τὸ Ἀπεχθής
α 928
Ἀπία Γ · ἡ Πελοπόννησος καὶ τὸ δένδρον. τὸ πι ι. καὶ πόθεν γίνεται; ἀπὸ Ἄπιδος τοῦ Φορωνέως παιδός. ἢ παρὰ τὸ ἄπιδος, ὃ σημαίνει τὸ ἀπίδιον, ἡ ἐν καταξήροις τόποις ὑπάρχουσα· ἐκ τοῦ πίω γίνεται, ὃ σημαίνει τὸ πίνω, ἐξ οὗ καὶ γίνεται ἐκβολῇ τοῦ ν · ἐκ τούτου οὖν γίνεται ἄπιος καὶ τὸ θηλυκὸν Ἀπία, ἡ ἐν πολλοῖς ἔτεσι διψήσασα· καὶ Ὅμηρος Δ πολυδίψιον Ἄργος ἱκοίμην“. ἡ γὰρ πόλις ἐστὶν ἡ Ἑλλάς, ἡ δὲ χώρα Ἀπία· ἥτις ὕστερον ἀπὸ τοῦ Πέλοπος καὶ τοῦ νῆσος ἐκλήθη Πελοπόννησος. οἱ δὲ ἀπὸ τοῦ ἐκεῖ πρῶτον πεφυτεῦσθαι ἀπίους
α 929
Ἄπιον · τὸ ἀπίδιον· παρὰ τὸ ἐν τῇ ξηρᾷ γῇ θάλλειν τὴν τοιαύτην ὀπώραν
α 930
Ἄπιος · ἡ ὄχνη καλουμένη γενικῶς· ὅτι πρῶτον ἐν Ἀπίᾳ, ἤγουν ἐν Πελοποννήσῳ, γέγονεν· ἢ παρὰ τὸ ἐν διψηροῖς τόποις φύεσθαι· ἢ διὰ τὴν πιότητα τοῦ χυλοῦ αὐτῆς. Ἀπία δὲ ἡ Πελοπόννησος
α 931
Ἀπίθησε Α · ὁ ἀόριστος πρῶτος· ἔστι γὰρ τὸ θέμα αὐτοῦ πιθῶ πρώτης συζυγίας τῶν περισπωμένων καὶ γράφεται διὰ τοῦ ι ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησα, ὅθεν καὶ τὸ ἀπεγράφης πιθήσασ“ καὶ πάλιν ἀπιθῶ ῥῆμα. τὰ λοιπὰ δῆλα
α 932
Ἄπιος · ἡ ἥκιστα πίνουσα· ἥδεται γὰρ ἐν τῇ ξηρᾷ γῇ ἡ τοιαύτη ὀπώρα. ἔστι δὲ ὀπώρα οὕτω λεγομένη
α 933
Ἀπίθησεν Β · ἀπεσόβησεν τὸ πι ι. οἱ μέν, ὅτι ἐκ τοῦ ἀπειθής ἐστιν, καὶ ἡ μὲν ἐν τῇ συνήθεια διὰ τῆς ει διφθόγγου γράφεται, ὁ δὲ κανὼν διὰ τοῦ ι. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι τὰ ἀπὸ βαρυτόνων μεταγόμενα εἰς περισπώμενα συστέλλει τὴν παραλήγουσαν, οἷον ἔστι τὸ φείδω, καὶ γινόμενον περισπώμενον γράφεται διὰ τοῦ ι φιδῶ καὶ Ο πεφιδήσεται“· οὕτω δέ ἐστι καὶ τὸ ἀπιθῶ. διὰ τί περισπᾶται; τὰ εἰς θω λήγοντα ῥήματα ἔχοντα ὄνομα προϋποκείμενον περισπᾶται, οἷον μυθῶ
α 934
Ἁπλότης μωρίας διαφέρει· ἁπλότης γάρ ἐστιν φρόνησις ἀπηλλαγμένη πανουργίας, καὶ οἷον ἁπλῆ τις οὖσα καὶ μὴ μεμιγμένη δυστροπίᾳ· μωρία δὲ ἐρημία φρενῶν
α 935
Ἁπλοῦς · ὥσπερ ἀντὶ τοῦ μία γράφομεν α οὕτω καὶ ἐκ τοῦ α γίνεται ἁπλοῦς· οὐχὶ δὲ κατὰ σύνθεσιν. ὁμοίως καὶ ἀπὸ τοῦ δίς διπλοῦς καὶ ἀπὸ τοῦ τρίσ τριπλοῦς. περισπᾶται· ὁμοίως καὶ τὰ θηλυκὰ αὐτῶν, οἷον διπλῆ τριπλῆ τετραπλῆ· οὐ γίνεται δὲ ἀπὸ συναιρέσεως, οἷον ἁπλόος ἁπλοῦς, ἐπειδὴ τὸ θηλυκὸν αὐτῶν ἁπλόα διπλόα τριπλόα τετραπλόα εἶχεν εἶναι. ἁπλοῦς ἁπαλός δασύνεται· ἡνίκα δὲ γένηται κατὰ τροπὴν ψιλοῦται
α 936
Ἁπλοῦς · παρὰ τὸ α τὸ σημαῖνον τὸ ἕν, καὶ πέλω, τὸ ὑπάρχω, ἄπελος καὶ ἐν συγκοπῇ ἁπλοῦς, ὁ πέλων εἷς
α 937
Ἁπλοῦν · τὸ μὴ ἐκ πλειόνων ἔχον τὴν σύστασιν
α 938
Ἄπλητα · οἱονεὶ ἄπληστα, κατὰ διάλεκτον λέγεται δὲ καὶ ἄπλετον ἀποκοπῇ τοῦ ς. σημαίνει δὲ τὰ ἄμετρα καὶ πολλά. ἐπιτατικὸν τὸ α
α 939
Ἄπληστος · ἐκ τοῦ πλῶ, τὸ πληρῶ· ἄπλετον, μέγα
α 940
Ἀπληστία · διὰ τοῦ ι γράφεται· οὐ γὰρ εἴρηται ἀπληστεύομαι, ἵνʼ ἐκ τούτου γράφοιτο διὰ τῆς ει διφθόγγου. ἀντὶ δὲ τοῦ παρὰ τοῖς ἰδιώταις λεγομένου ἀπληστεύομαι ἀπληστηριάζομαι εἴρηται παρὰ τοῖς ἀρχαίοις
α 941
Ἀπὸ ἄρσεων · ἀπὸ βασταγμάτων. πόθεν ἄρσις; παρὰ τὸ αἴρω, τὸ βαστάζω, ὁ μέλλων ἀρῶ, ἦρκα, ἦρμαι, ἦρσαι καὶ ἄρσις, τὸ εἰς ὕψος βασταζόμενον
α 942
Ἀποβρίζω · τὸ ἀπὸ βορᾶς νυστάζω· παρὰ τὸ βοράν καὶ τὸ ἵζω, τὸ κατανεύω
α 943
Ἀποαίρεο Α · αἱρῶ καὶ τὸ παθητικὸν αἱροῦμαι, ὁ παθητικὸς παρατατικὸς ᾑρούμην, τὸ δεύτερον ᾑροῦ, καὶ τὸ προστακτικὸν αἱροῦ, καὶ κατὰ διάλυσιν αἱρέο, καὶ ἐν συνθέσει ἀποαίρεο
α 944
Ἀποαιρεῖσθαι Α · ἁρπάζειν, ὅ ἐστιν ἀφαιρεῖσθαι· κατὰ τὸ πλῆρες, τῆς ἀπό προθέσεως μὴ συγκοπείσης. Ὁμήρου
α 945
Ἀποαίρεο Α · ἐνεστῶτος καὶ παρατατικοῦ· ἀπὸ τοῦ αἱρῶ, τὸ καταλαμβάνω, τὸ προστακτικὸν αἱροῦ, καὶ κατὰ διάλυσιν αἱρέο, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀποαίρεο
α 946
Ἀποβουκολῶ · σημαίνει τὸ ἀπατῶ καὶ πλανῶ
α 947
Ἀποβρίξαι · τὸ ἀπὸ βορᾶς νυστάξαι
α 948
Ἀπόγονος · εἰς τὸ Ἔκγονος
α 949
Ἀπόκρισις · λεγομένη διὰ τὸ πάνυ ἀρέσκειν τοῖς ἀκροαταῖς
α 950
Ἀποδαρθεῖν · μήτʼ ἄρτον αἱρεῖσθαι μήτʼ ἀποδαρθεῖν“, τουτέστι κοιμηθῆναι. ἔστι ῥῆμα δρήθω, ὁ δεύτερος ἀόριστος ἔδραθον, Ἀττικῶς ἔδαρθον, τὸ ἀπαρέμφατον δαρθεῖν. κατὰ ἀντίφρασιν· δρῶ γὰρ τὸ ἐνεργῶ, οὗ παράγωγον δρήθω· οἱ δὲ κοιμώμενοι οὐδὲν ἐνεργοῦσι. συντάσσεται δὲ τὸ δρῶ μετὰ δοτικῆς
α 951
Ἀπόδειξις · ἀπὸ τοῦ ἀπόδεξις, κατὰ Ἡρόδοτον καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀπόδειξις
α 952
Ἀποδημία ἐπιδημίας διαφέρει· ἀποδημία μὲν γάρ ἐστιν ἡ ἀφʼ ἑτέρου τόπου ἐφʼ ἕτερον ἔξοδος, ἐπιδημία δὲ ἡ εἰς τὸν αὐτὸν τόπον ἐπάνοδός τε καὶ ὑποστροφή, ᾗ ἐξῆλθέ τις
α 953
Ἀποδόκιμος · εἰς τὸ Ἀπόνοια
α 954
Ἀποδοῦναι · εἰς τὸ Δοῦναι
α 955
Ἀπόδρομος · εἰς τὸ Γέρων
α 956
Ἀπόειπε Γ · πᾶν προστακτικὸν δισύλλαβον βραχυκατάληκτον ἑνικὸν ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, οἷον ἐλθέ πρόελθε, βαῖνε πρόβαινε. Ὁμήρου
α 957
Ἀπὸ ἧς Β · οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ἐπειδὴ ἡ ἀπό πρόθεσις συντασσομένη μετὰ γενικῆς τὸν οἰκεῖον τόνον φυλάσσει, ὡς ἐν τῷ Β φίλης ἀπὸ πατρίδος αἴησ“· καὶ δηλοῖ χωρισμόν, ὡς ἐπὶ τοῦ ἀπέχω, τὸ πόρρωθεν ἐμαυτὸν καὶ καθιστῶ, καὶ ἀποβάλλω καὶ ἀπορρίπτω καὶ τῶν ὁμοίων
α 958
Ἀποθέσθαι ·. διὰ τί μὴ ἦν ἀπόθεσθαι; πᾶν ἀπαρέμφατον συντιθέμενον φυλάττει τὸν ἴδιον τόνον
α 959
Ἀπόθου · εἰς τὸ Προοῦ. Ὁμήρου
α 960
Ἀποθύμια · ἀπὸ τοῦ θύω θυμός, ἀπόθυμος, ἀφʼ οὗ τὸ ἀποθύμια. Ὁμήρου
α 961
Ἄποινα Β · οἱ μέν, ἐκ τοῦ φόνος ἄφονος καὶ πλεονασμῷ τοῦ ι ἄφοινος ἄποινος καὶ ἄποινα, ἄφοινά τινα ὄντα τὰ ὑπεξαιροῦντα τοῦ φονικοῦ· οἱ δέ, ἐκ τοῦ ποινή, ἡ τιμωρία, γίνεται ἄποινος, ἢ ἐκ τοῦ φονή, ὃ σημαίνει τὸν τόπον τῶν ἀναιρουμένων, Κ ἄνδρας τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσι“. καὶ προπαροξύνεται· τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν εἰς ος γινόμενα ἀρσενικὰ προπαροξύνεται, οἷον ὥρα ἄωρος, ποινή ἄποινος. τὸ δὲ ποινή ἐκ τοῦ φόνος γίνεται φονή καὶ πλεονασμῷ τοῦ ι καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ποινή, ἐξ οὗ καὶ ἀνάποινον. τετραχῶς γὰρ τὰ εἰς η θηλυκὰ συντίθεται· ἢ γὰρ φυλάττουσιν τὸ αὐτὸ τέλος, ὡς τὸ μάχη Ἀνδρομάχη, ἢ προσλαμβάνουσι τὸ ς ὡς τὸ γυνή μισογύνησ, ἢ τρέπουσιν τὸ τέλος εἰς ος ὡς τὸ φωνή ἄφωνος, κεφαλή ἐγκέφαλοσ, ἢ μεταποιοῦσιν εἰς ον οὐδέτερον, ὡς τὸ πύλη Δίπυλον καὶ τετράπυλον, ποινή ἀνάποινον· λέγεται δὲ ἐπιρρηματικῶς. καὶ τὸ ἀποινῶ ἀποινᾷς δευτέρας συζυγίας τῶν περισπωμένων, τουτέστι τὸ χρήματα εἰσπράττομαι. τὸ δὲ φόνος παρὰ τὸ φένω, τὸ ἀναιρῶ, ὡς λέγω λόγος· τὸ δὲ φένω παρὰ τὸ ἔνω, τὸ φονεύω, ἐξ οὗ καὶ Ἐνυάλιος καὶ Ἐνυώ, ἡ πολεμικὴ θεός· τὸ δὲ ἔνω παρὰ τὸ ἔω, τὸ τελειῶ. πλεονάζει δὲ τὸ ν πολλάκις ἐν ταῖς στερήσεσιν, οἷον ἄξιος ἀνάξιος, αἰσχυντηρός ἀναίσχυντος, αἰδής ἀναιδής, ἀνδρός ἄνανδρος. καὶ εἰς τὸ Ποινή. Ὁμήρου
κ 1
κλισιάων Β · ἀναστρέφεται. καὶ πότε δεῖ ἀναστρέφεσθαι; ὧδε ἀναστρέφεται. διὰ τί; ἐπειδὴ αἱ ἀναστρεφόμεναι προθέσεις, ὅτε μεταξὺ δύο κυρίων ἢ προσηγορικῶν εὑρεθῶσι συνδέσμου συνπαραλαμβανομένου μετὰ τὴν πρόθεσιν, ἀναστρέφονται, οἷον Β νεῶν ἄπο καὶ κλισιάων“, Ἀγαμέμνονος πέρι καὶ Ἀχιλλέωσ“. καὶ ἐὰν μεταξὺ πέσῃ δύο ὀνομάτων ἡ πρόθεσις, τοῦ μὲν κυρίου ὄντος, τοῦ δὲ ἑτέρου προσηγορικοῦ ἢ ἐπιθετικοῦ, ἐν πᾶσι τούτοις ἀναστρέφειν δεῖ τὴν πρόθεσιν, οἷον Ζ μάχῃ ἔνι κυδιανείρῃ“
α 962
Ἀποκαραδοκίαν · ἀντὶ τοῦ ἐλπίδα· παρὰ τὸ τοὺς ἀποσκοποῦντάς τι καὶ ἐλπίζοντας τῇ κεφαλῇ τὸ ἦθος ὑποσημαίνειν. κάρα δὲ ἡ κεφαλή· δοκεῖν δὲ τὸ ἀποβλέπειν καὶ ἐλπίζειν. Ἐρεννίου
ε 4
ἐκποίητος διαφέρει· ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπʼ ἀδικήμασι τῆς οἰκίας ἐκβληθείς, ἐκποίητος δὲ ὁ δοθεὶς ἑτέρῳ. οὕτως Ἐρατοσθένης
α 963
Ἀποκναιόμενοι · διαφθειρόμενοι, ἀποκοπτόμενοι, ἀπολλυόμενοι, λυπούμενοι, ὀδυνώμενοι. ἔστι ῥῆμα κτῶ, ὃ σημαίνει τὸ φονεύω, οὗ τὸ παράγωγον κταίνω, ἀποβολῇ τοῦ τ καίνω, καὶ μεταθέσει κναίω. τὸ δὲ κτῶ συντάσσεται μετὰ αἰτιατικῆς
α 964
Ἀποκναίεις · παρὰ τὸ κτῶ κταίνω, ὅθεν καὶ τὸ ἀπέκτα“, καὶ ἀποβολῇ τοῦ τ καίνω καὶ καθʼ ὑπέρθεσιν τοῦ ν κναίω καὶ ἀποκναίω καὶ ἀποκναίεις
α 965
Ἀπολαύσω · παρὰ τὸ λῶ, τὸ θέλω, οὗ τὸ παράγωγον λαύω λαύσω καὶ ἀπολαύσω
α 966
Ἄπολλον Β · κλητική· καὶ ἡ εὐθεῖα Ἀπόλλων, καὶ κλίνεται Ἀπόλλωνος. ὁ κανών· τὰ εἰς λων ὀνόματα βαρύτονα, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβάς, φυλάσσει τὸ ω ἐπὶ γενικῆς, οἷον Ἀσκάλλων Ἀπόλλων Δόλων. καὶ ἔστι ἡ κλητικὴ Ἄπολλον καὶ ἀναβιβάζει τὸν τόνον. διὰ τί; τὰ εἰς ων σύνθετα ὑπὲρ δύο συλλαβάς, ὅταν εἰς ον εἴη ἡ κλητική, ἀναβιβάζει τὸν τόνον ἐπὶ τῆς κλητικῆς. τί ἐστιν ὅταν εἰς ον εἴη ἡ κλητική“; συνεξακούεται τὸ εἰς ο μικρόν. γράφουσι τὴν κλητικήν. πρόσκειται δὲ ὅταν ἔχωσι τὴν κλητικὴν εἰς ον διὰ τοῦ ο μικροῦ“ διὰ τὸ ὦ χαλκοχίτων καὶ ὦ φιλοπλάτων· ταῦτα γὰ εἰς ων ἔχουσι τὴν κλητικήν, ἀλλὰ διὰ τοῦ ω μεγάλου, καὶ οὐκ ἀναβιβάζει τὸν τόνον ἐπὶ τῆς κλητικῆς. τί ἐστι τὸ ὅταν εἰς ον εἴη ἡ κλητική“; συνεξακούεται τὸ εἰς ο μικρόν, οἷον Ἀγάμεμνον ὀλβιόδαιμον κακόδαιμον Αὐτόμεδον χαμαίλεον Ἄπολλον· ταῦτα γὰρ ἀναβιβάζουσι τὸν τόνον καὶ διὰ τοῦ ο μικροῦ γράφουσι τὴν κλητικήν. πρόσκειται δὲ ὅταν ἔχωσι τὴν κλητικὴν εἰς ον διὰ τοῦ ο μικροῦ“ διὰ τὸ ὦ χαλκοχίτων καὶ ὦ φιλοπλάτων· ταῦτα γὰρ εἰς ων ἔχουσι τὴν κλητικὴν καὶ τὰ ἑξῆς. πρόσκειται ὑπὲρ δύο συλλαβάσ“ διὰ τὸ ἄκμων ὦς ἄκμον· τοῦτο γὰρ σύνθετόν ἐστι παρὰ τὸ α τὸ ἐπιτατικὸν καὶ τὸ καμών, ἀκάμων καὶ συγκοπῇ ἄκμων, ὁ πάνυ κάμνων. ἔχει οὖν τοῦτο διὰ τοῦ ο τὴν κλητικὴν καὶ οὐ προπαροξύνεται κατὰ τὴν κλητικήν, ἐπειδὴ δισύλλαβόν ἐστι. πρόσκειται σύνθετα“ διὰ τὸ Ἱκετάων καὶ Μαχάων καὶ Ἀρετάων· ταῦτα γὰρ οὐ προπαροξύνονται κατὰ τὴν κλητικήν, ἀλλὰ προπερισπῶνται. ἔστι σύνθετον καὶ τὸ ὦ Λακεδαῖμον σεσημειωμένον καὶ τὸ ὦ Παλαῖμον. θέλουσι δὲ καὶ τὸ Εὐδαίμων ὄνομα κύριον μὴ προπαραξύνειν ἐν τῇ κλητικῇ, ἀλλὰ προπερισπᾶν πρὸς ἀντιδιαστολὴν τοῦ ἐπιθέτου· ἐκεῖνο γὰρ προπαροξύνεται κατὰ τὴν κλητικὴν εὔδαιμον, ὡς κακόδαιμον καὶ ὀλβιόδαιμον ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν. ἔστι δὲ Ἀπόλλων, ὁ ἥλιος, παρὰ τὸ ἀπολύειν ἢ πάλλειν τὰς ἀκτῖνας· οἱ δέ, ὅτι λέγεται ὁ θεὸς παρὰ τὸ ἀπολύειν τοὺς ἀνθρώπους τῶν κακῶν, ἰατρὸς γὰρ καὶ μάντις ἦν. ὁ κανών· τὰ εἰς λων ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω κλίνεται, οἷον Ἀσκάλων Ἀσκάλωνος, Ἀπόλλων Ἀπόλλωνος. βαρύνεται· τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνεσθαι θέλει, εἰ μὴ ᾖ περιεκτικά, Ἀσκάλων Ἀπόλλων. τὸ ἀμπελών καὶ καμηλών περιεκτικά. σεσημείωται τὸ Βαβυλών καὶ τὸ μιμαλλών θηλυκόν, ὃ σημαίνει τὴν μαινάδα· οὕτω Καλλίμαχος
α 967
Ἀπόλλων · παρὰ τὸ ἀπόθετα βάλλειν· ἢ παρὰ τὸ ἄποθεν βάλλειν τὴν ὀργήν· ἢ ἀπελαύνων καὶ ἀπολύων ἀφʼ ἡμῶν τὰς νόσους· ἢ παρὰ τὸ ἁπλοῦν καὶ λύειν τὸ συνεστὸς τῆς οὐσίας καὶ τὸ σκότος. καὶ εἰς τὸ Φίλος. Ἐρεννίου
α 968
Ἀπολογεῖσθαι τοῦ ἀπολογίζεσθαι διαφέρει· ἀπολογίζεσθαι μὲν ῥητέον τὸ ἀποδιδόναι τὸν λόγον τῶν δαπανημάτων· καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι καὶ λογισταί, οἱ ἀριθμητικοί. ἀπολογεῖσθαι δέ ἐστι τὸ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν
α 969
Ἀπόνασθαι · ἀπολαῦσαι· ἀπὸ τοῦ ὀνῶ, τοῦ σημαίνοντος τὸ ἀπολαύω, γίνεται ῥῆμα εἰς μι ὄνημι, ὁ παθητικὸς ἐνεστὼς ὄναμαι, καὶ τὸ ἀπαρέμφατον ὄνασθαι, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπόνασθαι. τὸ δὲ ὀνῶ σημαίνει δ· ὀνῶ, τὸ ὠφελῶ, Ζ ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα“· ὠνῶ, τὸ ἀγοράζω, ἐξ οὗ καὶ τὸ ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών“· ἀμφότερα πρώτης συζυγίας τῶν περισπωμένων· ὀνῶ, τὸ ἀπολαύω· ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων· Λ αὐτὰρ Ἀχιλλεὺς Οἶος τῆς ἀρετῆς ἀπονήσεται“· καὶ ὀνῶ, τὸ μέμφομαι, ἐξ οὗ ὁ μέλλων ὀνόσω, ὡς τὸ Δ ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών“. συντάσσεται δὲ τὸ μὲν ὀνῶ, τὸ μέμφομαι, πτώσει αἰτιατικῇ, τὸ δὲ ὀνῶ, τὸ ἀπολαύω, πτώσει γενικῇ, τὸ δὲ ἀγοράζω δοτικῇ καὶ αἰτιατικῇ, τὸ δὲ ὠφελῶ πτώσει αἰτιατικῇ
α 970
ἀπονοεῖσθαι · ἡ ἀπό πρόθεσις χωρισμὸν δηλοῖ· ἀπονοεῖσθαι οὖν οἷον ἀπόστασιν ἔχειν τοῦ νοῦ, ἀπόνοια δὲ ἡ χωρίζουσα τοῦ δέοντος· καὶ ἀποδόκιμος λέγεται ὁ κεχωρισμένος τῆς δεούσης δόξης
α 971
Ἀπόνοια · παρὰ τὸ ἀπόστασιν ἔχειν τοῦ νοός
α 972
Ἀποπλεῖν · εἰς τὸ Πλεῖν
α 973
Ἀποπνεῖν · εἰς τὸ Πνεῖν
α 974
Ἀπορία ἀφορίας διαφέρει· ἀπορία μὲν γὰρ κυρίως ἀργυρίου σπάνις, ἀφορία δὲ ἔνδεια καρπῶν
α 975
Ἀπορῶ · παρὰ τὸ ἄπορος· τοῦτο παρὰ τὸ πόρος, ὃ σημαίνει τὸν εὐδιάβατον τόπον
α 976
Ἄπορος · κυρίως ὁ ἀδιόδευτος· πόρος γὰρ ὁ περάσιμος τόπος, Ξ ἀλλʼ ὅτε δὴ πόρον ἷξον“. καὶ ὁ μὴ χρήματα ἔχων, ἐξ οὗ γίνεται ἀπορία
α 977
Ἀποσκορακίζω · ἀπὸ τοῦ κόραξ κόρακος κορακίζω καὶ σκορακίζω· σημαίνει δὲ τὸ καταλιμπάνω. λέγουσι γάρ τινες, ὅτι ἐδόθη χρησμός τισι παρακαθημένοις πόλει τοῦ λαβεῖν αὐτήν, ἵνα ἐὰν ἴδωσι λευκοὺς κόρακας ἐν τῇ πόλει, ἣν ἔμελλον πορθῆσαι, μὴ πορθεῖν αὐτήν, ἀλλʼ οἴκοι ὑποστρέφειν. λαβόντες δὲ οἱ ἐν τῇ πόλει κόρακας τοῦτο πυθόμενοι, καὶ λευκάναντες αὐτοὺς μετὰ ἀσβέστου ἀπέλυσαν ἔξω τῶν τειχῶν· οὓς θεασάμενοι οἱ ἐναντίοι ἀπόρθητον αὐτὴν κατέλειψαν, καὶ εἰς τοὐπίσω πλανηθέντες ὑπέστρεψαν
α 978
Ἀποτέλεσμα · εἰς τὸ Ἀποφορά. Ὁμήρου
α 979
Ἀπούρας Α · αὐρῶ ἐστι, τὸ ἀπολαύω, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἐπαυρήσω, ὁ ἀόριστος ἐπηύρησα, συγκοπῇ ἐπηῦρα, τροπῇ τῆς ἐπί εἰς τὴν ἀπό ἀπηῦρα, καὶ τοῦ ο εἰς α ἀπαῦρα ἡ μετοχὴ ἀπαύρας καὶ τροπῇ τοῦ α εἰς ο ἀπούρας. καὶ τί μετέχει; τὴν ἀπόλαυσίν μου ἀφελόμενος κατέχεις
α 980
Ἀπούρας · παρὰ τὸ ἐπαυρεῖν, ὅ ἐστιν ἀπολαύειν, τροπῇ τοῦ α εἰς ο
α 981
Ἀποφλαυρίζοντες · ἐπιτωθάζοντες, ἐξευτελίζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι· ἀεὶ γὰρ τὸ φλαῦρον ἐπὶ τοῦ πονηροῦ τάττεται. φαῦλον οὖν ἐστιν, ὑπερβιβασμῷ τοῦ λ καὶ πλεονασμῷ τοῦ ρ φλαῦρον. ἐπὶ τοῦ πονηροῦ δὲ τὸ δὲ φαῦλον δηλοῖ ποτὲ μὲν τὸ μέγα καὶ ἁδρὸν καὶ καλόν, ποτὲ δὲ καὶ τὸ μοχθηρὸν καὶ μικρόν, ἐνίοτε τὸ ἁπλοῦν· Λάκωνες, τὸ στερρὸν καὶ παχύ· ἔνιοι, φαῦλον τὸ ὁλοσχερές, παρὰ τὸ. τὸ ω μέγα, παρὰ τὸ φάω, ὃ σημαίνει τὸ λάμπω· Ὅμηρος ξ φάε δὲ χρυσόθρονος Ἠώσ“
ε 5
εἰσφορὰ διαφέρει· ἀποφορὰ μὲν γάρ ἐστι τὸ ὑπὸ τῶν ὑποτεταγμένων δούλῳ τελούμενον τοῖς δεσπόταις· τὸ δὲ ὑπὸ τῶν πολιτῶν δημοσίᾳ διδόμενον, ἀποτέλεσμα καὶ εἰσφορά
α 982
Ἀποφράδες ·. παρὰ τὸ φρῶ φράζω καὶ ὄνομα φράς φραδός, ὡς δέρκω δορκάς
α 983
Ἀποφώλια · παρὰ τὸ φωλεά· οὕτως γὰρ ἐλέγοντο τὰ παιδευτήρια
α 984
Ἀποχρώντως · ἱκανῶς, ἀρκούντως. ἀπὸ τοῦ χρῶ συζυγίας δευτέρας τῶν περισπωμένων· ἡ μετοχὴ χρῶν, ἡ εὐθεῖα τῶν πληθυντικῶν χρῶντες, ἡ γενικὴ χρώντων, καὶ τὸ ἐπίρρημα χρώντως, καὶ μετὰ τῆς ἀπό προθέσεως ἀποχρώντως. Ὁμήρου
α 985
Ἀπριάτην Α · ἐπίρρημα μεσότητος ἢ ἐπιρρηματικῶς δεῖ ἀκούειν, ἀπράτως καὶ ἀποίνως, τουτέστιν ἄνευ πράσεως· ἢ ὄνομα θηλυκὸν ἀπὸ τοῦ ὁ ἀπρίατος καὶ ἡ ἀπριάτη. πρίημι, τὸ πωλῶ· τοῦτο δὲ παρὰ τὸ πριῶ, ἐξ οὗ καὶ τὸ πριῶ μοι“, φησὶν ὁ κωμῳδὸς σελάχιον“. ἐκ τοῦ πριῶ πριάσω, πεπρίακα, πεπρίαμαι, πεπρίαται, πριατός καὶ ἀπρίατος· τὸ θηλυκὸν ἡ ἀπρίατοσ, ὁμοφώνως τῷ ἀρσενικῷ· τὰ γὰρ εἰς ος σύνθετα κοινά εἰσι τῷ γένει. Ἰωάννου Λυδοῦ
α 986
Ἀπρίλλιος · ἀπερίλιος, οἱονεὶ ὁ ἀνοικτικὸς τοῦ καιροῦ, ἤγουν τοῦ ἔαρος· οἱ δὲ παρʼ Αἰνείου οὕτως ὠνομασθῆναι πρὸς τιμὴν τῆς μητρὸς αὐτοῦ
α 987
Ἀπρίξ · ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς, προσπεφυκότως, κατόχως. Κύπριοι δὲ γένος τι ἀκάνθης. γέγονε δὲ ἀπὸ τοῦ πρίζω, οὗ ὁ μέλλων πρίξω κατὰ Δωριεῖς, ὡς ἁρπάζω ἁρπάξω, ἀποβολῇ τοῦ ω πρίξ καὶ μετὰ τοῦ στερητικοῦ α ἀπρίξ, τὸ ἰσχυρῶς κρατεῖν, ὥστε μὴ πρίζεσθαι οἷον ἀποσχίζεσθαι τοῦ κρατουμένου τὸ κρατοῦν. καὶ εἰς τὸ Ὑπόδρα
α 988
Ἀπροσεξία · ῥᾳθυμία· παρὰ τὸ μὴ προσέχειν τινὰ ἑαυτῷ ἢ τοῖς πρακτέοις. Φωτίου Νικήτου
α 989
Ἀπρόσιτον · παρὰ τὸ μὴ προσιέναι. ἔστι δὲ εἴω, τὸ πορεύομαι· τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς γράφεται διὰ διφθόγγου, ἐν δὲ τοῖς πληθυντικοῖς διὰ τοῦ ι. τὸ πρῶτον τῶν πληθυντικῶν ἴμεν, τὸ δεύτερον ἴτε καὶ ἐξ αὐτοῦ ἰτός, πρὸς ὅν τις εὐχερῶς πορεύεται, καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊτος καὶ τῆς πρός προθέσεωσ ἀπρόσιτος, πρὸς ὅν τις πορευθῆναι οὐ δύναται
α 990
Ἀπροτίμαστος · εἰς τὸ Αὐτομάτως
α 991
Ἀπτήν · παρὰ τὸ πέτω πτήν καὶ ἀπτήν
α 992
Ἅπτω Β · ῥῆμα, καὶ συντάσσεται μετὰ γενικῆς, ἐπειδὴ ἡ ἐκ τῶν αἰσθήσεων γινομένη ἐνέργεια μετὰ γενικῆς συντάσσεται· ἀκούω σου, γεύομαί σου· πλὴν τῆς ὁράσεως. καὶ εἰς τὸ Ἐφῆπται
α 993
Ἀπτώς · εἰς τὸ Προβλῆτι
α 994
Ἀπύλωτοι · οἱ πύλας ἐν τοῖς στόμασι μὴ ἔχοντες
α 995
Ἄπυρον · ἄνευ πυρός
α 996
Ἀπώλεια · ἐκ τοῦ ἀπόλλω ῥήματος
α 997
Ἀπώλετο · παρατατικὸς παθητικός· τὸ ῥῆμα ὄλω
α 998
Ἀπωμόρξατο Β · ἀπομόργω ἐστὶν ὁ ἐνεστώς· τοῦτο ἐκ τοῦ ἀμέργω, τὸ ἐκπιάζω, μεταθέσει τοῦ ρ εἰς λ ἀμέλγω, καὶ ἀμολγός, ὁ ἐκπιάζων τὰ πρόβατα, ἐξ οὗ καὶ τὸ Ἱππημολγός, ὁ ἵππους ἀμέλγων. λοιπόν, ἔστι ἀμέργω, καὶ βαρύνεται, ἐπειδὴ τὰ εἰς γω λήγοντα ῥήματα, εἰ μὲν ἔχουσι πρὸ τοῦ γ σύμφωνον, βαρύνεται, οἷον ἀμέργω στέργω εἴργω, χωρὶς εἰ μὴ ἔχωσι ὄνομα προϋποκείμενον. πρόσκειται εἰ μὴ ἔχωσι ὄνομα προϋποκείμενον“ διὰ τὸ γεωργῶ· ἔχει γὰρ προϋποκείμενον τὸ γεωργός. τὸ δὲ ἀμέργω οὐκ ἔχει προϋποκείμενον ὄνομα· τὸ γὰρ ἀμόργη ἐκ τοῦ ῥήματος τοῦ ἀμέργω γέγονε. σημαίνει δὲ δύο, τὴν ὑποστάθμην τοῦ ἐλαίου καὶ τὴν τρύγα τοῦ οἴνου· ἔστι δὲ καὶ εἶδος βοτάνης πορφυρᾶς, ἐξ οὗ ἀμόργινα ἱμάτια λέγονται τὰ πορφυρᾶ. λοιπόν, ἐκ τοῦ ἀμέργω κατὰ τροπὴν τοῦ α εἰς ο ὡς ἀκριόεις ὀκριόεις καὶ ἄρχαμος ὄρχαμος, γίνεται ὀμόργω, ὀμόρξω, ὤμορξα, ὠμορξάμην καὶ ὠμόρξατο καὶ ἀπωμόρξατο
α 999
Ἀπώναντο · παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, παράγωγον εἰς μι ὄνημι, τὸ παθητικὸν ὄναμαι, ὁ παρατατικὸς ὠνάμην, τὸ τρίτον τῶν πληθυντικῶν ὤναντο
α 1000
ἄρα διαφέρει· ὁ μὲν γὰρ κατὰ περισπασμὸν λεγόμενος σύνδεσμος ἀπορηματικός ἐστιν, ὅτε διαποροῦντες λέγομεν ἆρα τέλος ἕξει τὸ πρᾶγμα;“ ὁ δὲ κατὰ συστολήν, συλλογιστικός· εἰ ἡμέρα ἐστί, φῶς ἐστι· ἀλλὰ μὴν ἡμέρα ἐστί, φῶς ἄρα ἐστί“. εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἐστί· ἀλλὰ μὴν συμφέρει, ποιητέον ἡμῖν ἄρα ἐστίν“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Γεωργίου τοῦ Χοιροβοσκοῦ
α 1001
Ἀρά · παρὰ τὸ αἴρειν. κακῶς· λέγεται δὲ καὶ ἡ εὐχὴ καὶ ἡ κατάρα ἀμφότερα ἀπὸ τοῦ αἴρεσθαι τὰς χεῖρας ἐν τῷ εὔχεσθαι. καὶ Ὅμηρος Ο εὔχετο χεῖρʼ ὀρέγων“
α 1002
Ἀρά · σημαίνει δύο· τὴν εὐχήν, καὶ γίνεται παρὰ τὸ αἴρω, τὸ εἰς ὕψος ἐπαίρω· καὶ γὰρ οἱ εὐχόμενοι εἰώθασι τὰς χεῖρας εἰς ὕψος αἴρειν. εἰ δὲ σημαίνει τὴν κατάραν γίνεται παρὰ τὸ ἀρῶ, τὸ εὔχομαι, κατὰ ἀντίφρασιν. καὶ εἰς τὸ Ἀρνῶν καὶ Λυρικήν καὶ Μισθαρνίαν
α 1003
Ἀρά · παρὰ τὸ αἴρειν εἰς οὐρανὸν τὰς χεῖρας
α 1004
Ἄραβες · εἰς τὸ Ἐρεμβοί
α 1005
Ἄραβος · κτύπος· κυρίως ἡ ἐν ὄρει βοή, ὄραβος καὶ ἄραβος
α 1006
Ἀράγανον · εἰς τὸ Ὄργανον
α 1007
Ἀραρυίας Γ · ἡ εὐθεῖα ἀραρυῖα. τὸ ρυι δίφθογγον, ὡς ἐν τῷ πεποιηκυῖα μεμυηκυῖα. ἔστι τὸ ῥῆμα ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ μέσος παρακείμενος ἦρα, ὁ Ἀττικὸς ἄρηρα, ἡ μετοχὴ ἀρηρώς, καὶ τροπῇ Δωρικῇ τοῦ η εἰς α ἀραρώς ἀραρότος. τὸ ρος μικρόν. διὰ τί; αἱ εἰς ως ὀξύτονοι μετοχαί, εἰ μὴ κατὰ πάθος ὦσι, καὶ διὰ τοῦ ο κλίνονται. καὶ τὸ θηλυκὸν ἀραρυῖα. ἀρῶ οὖν, Αἰολικῶς ἄρσω, ἦρσα, ἡ μετοχὴ ἄρσας ἄρσαντος· Α ἄρσαντες κατὰ θυμόν“. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1008
Ἄρατε · παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ὁ μέλλων ἀρῶ, ὁ ἀόριστος ἦρα, καὶ τὸ προστακτικὸν ἆρον καὶ τὸ πληθυντικὸν ἄρατε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1009
Ἀράχνη ἀράχνου διαφέρει· ἀράχνη μὲν γάρ ἐστι τὸ λεπτότατον ὕφος τοῦ ζώου, τουτέστι τοῦ ἀράχνου· ἀράχνης δέ ἐστιν αὐτὸ τὸ ζῶον, ἀρσενικῶς ἐκφωνούμενον. Ὠρίωνος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1010
Ἀράχνη · παρὰ τὸ ἀναρριχᾶσθαι, ἤγουν ἀνατρέχειν· ἢ παρὰ τὴν ἀραίωσιν καὶ λεπτότητα
α 1011
Ἀρβύλη · εἶδος ὑποδήματος. παρὰ τὸ ἁρμόζειν τῷ ποδί· ἁρμόζω οὖν ἀρμύλη καὶ ἀρβύλη. τὸ ἁρμόζω συντάσσεται πτώσει δοτικῇ
α 1012
Ἀργαλέην · ἄλγη ἐπάγουσαν
α 1013
Ἀργαλέος Π · παράγονται τὰ τοιαῦτα ὀνόματα ἀπὸ τριῶν μερῶν τοῦ λόγου· ἀπὸ ὀνόματος, δεῖμα δειμαλέοσ· ἀπὸ ῥήματος, οἰδῶ οἰδαλέοσ· ἀπὸ ἐπιρρήματος, ῥίμφα ῥιμφαλέος. τὸ ἀργαλέος παρὰ τὸ ἄλγος μεταθέσει τοῦ λ εἰς ρ. ὁμοίως τὸ ζ ὑδρηλοί“· ὑδρηροί γὰρ ἦν τὸ ἀνάλογον· ὑψηλός ὑψηρός, ὁ εἰς ὕψος ἠρμένος, σιγηλός σιγηρός
α 1014
Ἄργεϊ Α · ἀπό τινος Ἄργου ἐν Πελοποννήσῳ κατοικήσαντος. ἰστέον δέ, ὅτι αὗται αἱ δοτικαί, ἐὰν μὲν ἔχωσιν ἐπιφερόμενον σύμφωνον, διαιροῦνται, Ε Διομήδεϊ Παλλὰς Ἀθήνη“· εἰ δὲ φωνῆεν, οὐ διαιροῦνται, οἷον Ζ σῷ θάρσει ὅτʼ ἐμὸν δολιχόσκιον ἔγχοσ“, ἐὰν μὴ κωλύῃ μέτρον, Ε χαριζομένη πόσεϊ ᾧ“· τινὰ δὲ καὶ χωρὶς μέτρου παρήλλακται, οἷον κ μετέπειτα δὲ ἡδέϊ οἴνῳ“
α 1015
Ἀργειφόντῃ Β · ἀργῷ καὶ καθαρῷ φόνου
α 1016
Ἀργειφόντης · παρὰ τὸ ἐναργεῖς τὰς φαντασίας ποιεῖν, ὥς φασιν Ἀλεξίων καὶ Ἀρχίας καὶ Ἀρίσταρχος· ἢ ἀριφόντης, ὁ μεγάλως φανταζόμενος τοῖς ὀνείροις, ὡς Δίδυμος καὶ Τρύφων · ἢ παρὰ τὸ ἀργόν συγκείμενον, τὸ λευκόν, ἀργοφόντης τις ὤν
α 1017
Ἀργεννῇσι Γ · ὡς τὸ ᾗσι. τὸ θηλυκὸν ἀργεννή. πᾶν τοίνυν εἰς ος μετὰ συμφώνου. τὸ ἀρσενικὸν ἀργεννός, γίνεται ἐκ τοῦ ἀργός, ὃ σημαίνει τὸν καθαρόν, ἀργεινός, ὡς ἔλεος ἐλεεινός. τὸ γει δίφθογγον· τὰ μέντοι εἰς νος ὀξύτονα παρώνυμα διὰ τῆς ει διφθόγγου γράφεται. καὶ ἔθος ἐστὶ τῇ τῶν Ῥηγίνων διαλέκτῳ τὸ ι τρέπειν εἰς ν · τὸ γὰρ σπείδω σπένδω λέγουσι καὶ τὸ ἔνδοι ἔνδον καὶ τὸ ἐρεβεινός, ὅπερ ἀπὸ τοῦ ἔρεβος, ἐρεβεννόσ. οὕτως καὶ ἀπὸ τοῦ ἀργεινός ἀργεννός. οἱ δὲ Σικελοὶ τὸ ἐναντίον· τὸ γὰρ σπένδω σπείδω λέγουσι καὶ τὸ οὐ μέντον οὐ μέντοι
α 1018
Ἀργόν · εἰς τὸ Ἀργυρότοξε καὶ εἰς τὸ Καταργῶ
α 1019
Ἄργος · ἐκ τοῦ ἀργός ἀρσενικῶς· καὶ εἰς τὸ Ἀργύριον
α 1020
Ἀργούς Α · λευκούς. σημαίνει δὲ δύο· τὸν νωθρὸν καὶ δυσκίνητον, μᾶλλον δὲ ἀνενέργητον, παρὰ τὸ ἀεργός τις εἶναι· ἢ βοηθείας δεόμενον, παρὰ τὸ ἀρήγω, τὸ βοηθῶ. σημαίνει δὲ καὶ τὸν καθαρὸν καὶ λευκόν, ὡς ἐνταῦθα· γίνεται παρὰ τὸ ἀήρ ἀέρος ἀργός· διειδὴς γὰρ ὁ ἀὴρ καὶ διαφανὴς καὶ δίοσμος, ἅτε λεπτομερέστατος ὤν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1021
Ἀργύριον · ἐκ τοῦ ἄργυρος· τὸ δὲ ἄργυρος παρὰ τὸ ἀργός, ὃ σημαίνει τὸ λευκόν
α 1022
Ἀργύρειος · τὸ μετουσιαστικὸν ἀπὸ τοῦ ἀργύρεός ἐστι προσθέσει τοῦ ι ὡς τὸ ἄχρεος ἀχρεῖος καὶ χρεία παρὰ τὸ χρέα
α 1023
Ἀργυρόηλον · ἐκ τοῦ ἀργυροῦς τοῦ κτητικοῦ καὶ τοῦ ἧλος
α 1024
Ἀργυρότοξε Α · ἐκ τοῦ ἀργόν, ὃ σημαίνει τὸ καθαρόν, καὶ τὸ τόξον, ἤγουν τὸ ὅπλον, τουτέστιν ὁ λαμπρὸν τόξον ἔχων. τὸ δὲ ἀργός σημαίνει τὸν λευκόν· τοῦτʼ ἔστι παρὰ τὸ ἀγλαός τοῦτο παρὰ τὸ αἴγλη αἰγλός, ἀποβολῇ τοῦ ι καὶ μεταθέσει ἀλγός καὶ τροπῇ τοῦ λ εἰς ρ ἀργός. ὅτε δὲ σημαίνει τὸν ταχύν, ἀπὸ τοῦ ἀρκῶ ἀρκός καὶ τροπῇ τοῦ κ εἰς γ ἀργός· ὁ γὰρ ταχὺς ἐπαρκεῖ ἐν τῷ νικᾶν. Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου
α 1025
Ἄρδην · παρὰ τὸ αἴρω ἄρδην, ὡς φύρω φύρδην· ἢ ἀπὸ τοῦ αἴρω ἀρῶ ἄρην καὶ ἄρδην. τὸ δην η · τὰ εἰς ην ἐπιρρήματα διὰ τοῦ η γράφεται, οἷον χύδην μάτην ἄρδην, πλὴν τοῦ πρίν πάλιν ἄντιν καὶ κατόπιν
α 1026
Ἄρδω · εἰς τὸ Ἀλδαίνω
α 1027
Ἀρέθας · ἐκ τοῦ ἔθειν τὴν ἀράν
α 1028
Ἀρειή · σημαίνει δὲ τὴν ἐν πολέμῳ ἀπειλήν. παρὰ τὴν Ἄρεος γενικὴν ἀρεά, καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀρειά, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η ἀρειή, ὡς πεῖνα πείνη
α 1029
Ἄρειος · ἀπὸ τοῦ ἄρεος γέγονε τοῦ σημαίνοντος τὸν ἀνδρεῖον, καὶ κατὰ προσθέσει τοῦ ι ἄρειος. καὶ εἰς τὸ Ἀρήϊος
α 1030
Ἀρειῶ · εἰς τὸ Τελείω
α 1031
Ἀρείων · εἰς τὸ Ἀριστίνδην
α 1032
Ἀρέσκω · ὥσπερ ἀπὸ τοῦ ὀλῶ ὀλέσω ὀλέσκω καὶ τελῶ τελέσω τελέσκω, οὕτως καὶ παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ὁ μέλλων ἀρέσω καὶ πλεονασμῷ τοῦ κ ἀρέσκω
α 1033
Ἀρετή · λέγεται παρὰ τὸ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον· ἢ ἀρετή ἐκ τοῦ ἀρέσκεσθαι, ἡ ὑπὸ πάντων ἐπιθυμουμένη· ἢ ἐραστή τις οὖσα, ἧς πάντες ἐρῶσιν, ἡ ἐπέραστος κτῆσις. σημαίνει δὲ γ· τὴν κατὰ τὸν πόλεμον ἀνδρίαν, ὡς τὸ Ν οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;“· ὁτὲ δὲ τὴν μεγάλην ἰσχὺν χωρὶς τῆς ἀνδρίας, θ ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν“· σημαίνει δὲ καὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ τὸν μόχθον, ὡς Ἡσίοδος μαρτυρεῖ λέγων τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν“
α 1034
Ἀρήγω · εἰς τὸ Ἀργούς καὶ Ἀρήξειν καὶ Ἄρης
α 1035
Ἀρήϊος Γ · ὄνομα ἀρσενικόν. ποίου εἴδους τῶν παραγώγων; κτητικοῦ. ἄρειος τὸ ρει δίφθογγον. τὰ ἀπὸ τῶν εἰς ης εἴτε περιττοσυλλάβως κλινόμενα εἴτε ἰσοσυλλάβως, διὰ τοῦ ειος γινόμενα κτητικὰ διὰ τῆς ει διφθόγγου γράφεται, χωρὶς εἰ μὴ τρέπει τὸ τ εἰς ς οἷον Ἀριστοφάνειος Αἰσχίνειος Ἰορδάνειος Δημοσθένειος Ἀριστοτέλειος Ἀσκληπιάδειος ἐπιτήδειος. πρόσκειται χωρὶς εἰ μὴ τρέπει τὸ τ εἰς ς “ διὰ τὸ ἱκέτης ἱκέσιος, δεσπότης δεσπόσιος, συμπότης συμπόσιος, φιλήτης φιλήσιος. Ἄρης οὖν ἄρειος καὶ Ἰωνικῇ διαλύσει ἀρέϊος καὶ τροπῇ ἀρήϊος, ὡς Ὀδύσσειος Ὀδυσσέϊον μέγα δῶμα“
α 1036
Ἀρηΐφιλος · ὄνομα· σχῆμα σύνθετον ἐκ δύο τελείων, ὡς Χειρίσοφος δουρίκτητος δουρίκλειτος· οὕτως καὶ Ἄρηϊ κατὰ τοὺς ἀρχαίους Ἴωνας Αἰολικῶς καὶ Δωρικῶς καὶ τὸ φίλος γίνεται ἀρηΐφιλος
α 1037
Ἀρήν · παρὰ τὸ εἰς ἀρὰν ἐπιτήδειον εἶναι. ἔστι δὲ ἀρήν ἀρῆνος καὶ ἐν συγκοπῇ ἀρνός
α 1038
Ἀρήξειν Α · βοηθήσειν, καὶ ἔστι κυρίως τὸ μετὰ εὐχῆς βοηθεῖν· ἀπὸ τοῦ ἀρῶ ἀράσω καὶ ἀρήσω καὶ ἀρήγω καὶ ἀρήξω, ἐξ οὗ καὶ ἀρηγών, ὁ βοηθῶν. Ἰωάννου Λυδοῦ
α 1039
Ἄρης · παρὰ τὴν ἀρήν, τουτέστι τὴν βλάβην
α 1040
Ἄρης · θεός· παρὰ τὴν ἄρσιν καὶ ἀναίρεσιν· ἢ παρὰ τὸ ἀρήγειν, τὸ συλλαμβάνειν εἰσ τὴν κατὰ βίαν καὶ μάχην σύμπτωσιν. καὶ εἰς τὸ Ἀγρός καὶ Ἀριστίνδην καὶ Ἄριστος καὶ Ἄρουρα καὶ Ἐπήρεια καὶ Μαραίνω καὶ Φίλος. Ὁμήρου
α 1041
Ἀρητῆρα Α · Ἰωνικῶς τροπῇ τοῦ α εἰς η ἀρατῆρα ἀρητῆρα. παρὰ τὸ ἀρῶ ἀρᾷς ἀράσω ἀρατήρ καὶ ἀρητήρ. τὸ δὲ ἀρῶ παρὰ τὸ ἀρά τὸ εὔχομαι, ἀράσω ἤρακα ἤραμαι ἤρασαι ἤραται ἠρατήρ ὑπερθέσει τοῦ α εἰς η καὶ τοῦ η εἰς α ἀρητήρ. τοῦτο παρὰ τὸ αἴρω, τὸ κουφίζω, διὰ τὸ εἰς ὕψος αἴρειν τὰς χεῖρας. λέγεται δὲ ἀρὰ καὶ ἡ εὐχὴ καὶ ἡ κατάρα, ἴσως ἀπὸ τοῦ Ἄρεος βλαπτικοῦ ὄντος
α 1042
Ἀρθρέμβολα · ὄργανα τιμωρητικά· παρὰ τὸ ἐξαρθροῦν τὸν ἐμβαλλόμενον
α 1043
Ἀρίδηλος · ὁ πάνυ φανερός· παρὰ τὸ αρι ἐπιτατικὸν μόριον καὶ τὸ δῆλοσ· τοῦτο δὲ παρὰ τὸ δαλός, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον, καὶ ἀναδόσει τοῦ τόνου δάλος, καὶ τροπῇ τοῦ α εἰς η δῆλος, καὶ μετὰ τοῦ αρι ἀρίδηλος, καὶ πλεονασμῷ τοῦ ς ἀρίσδηλος· καὶ ἐπειδὴ τὸ ζ ἐκ τοῦ ς καὶ δ σύγκειται, τρέπεται τὸ ς καὶ δ εἰς ζ καὶ γίνεται ἀρίζηλος
α 1044
Ἀρίζηλος Β · σημαίνει τὸν δῆλον καὶ φανερόν, καὶ γίνεται ἐκ τῆς αρι ἐπιτάσεως· τοῦτο ἐκ τῆς περί προθέσεως· αὕτη γάρ, ἡνίκα παροξύνεται, τὸ περισσῶς σημαίνει, Δ πέρι μέν σε τίω“· καὶ Δωρικῷ ἔθει τρέπεται τὸ ε εἰς α καὶ ἀποβάλλεται τὸ κατʼ ἀρχὴν σύμφωνον, οἷον μέχρι ἄχρι. τουτέστι πέρι καὶ Δωρικῶς αρι τὸ περισσῶς, καὶ τὸ δῆλος, ὃ σημαίνει τὸν φανερόν
μ 2
μετρῆσαι · τινὲς μὲν ταὐτὸ ἐνόμισαν, διαφέρουσι δὲ ἀλλήλων. ὁ μὲν γὰρ ἀριθμὸς ἐπʼ ὀλίγου λαμβάνεται, ὡς ὅταν λέγωμεν εἷς δύο τρεῖς. τὸ δὲ μετρῆσαι ἐπὶ πλήθους, οἷον ὡς ἐπὶ σίτου, ἐπὶ κριθῆς καὶ τῶν ὁμοίων· πλῆθος γὰρ ἐνταῦθα περιλαμβάνοντες μετροῦμεν
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top