Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Etymologicum Gudianum

Library › Greek: Grammar & Reference › Etymologicum Gudianum

Etymologicum Gudianum is an anonymous Byzantine etymological lexicon, named after Marquard Gude, the seventeenth-century scholar who once owned one of its manuscripts. It is usually dated to around the eleventh century. Arranged alphabetically, it ranges from one-line glosses to longer discussions of how words are derived and formed. This text follows F. W. Sturz's edition of 1818 and E. L. de Stefani's partial edition.

The Gudianum belongs to the family of Byzantine etymologica that grew out of the Etymologicum Genuinum. It preserves glosses and scraps of grammatical learning not found elsewhere. It is useful both for rare Greek vocabulary and for seeing how medieval scholars explained the language of Homer, the dramatists and the Bible.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Sturz 1818; de Stefani 1909–20 (α–ζειαί)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Etymologicum Gudianum
Anonymous · Part 19 · every word parsed
α 2085
Ἀσσύριοι · τὸ ἔθνος, εἴρηται παρὰ τὸν Ἀσσάρακον τοῦ ἔθνους ἐπικρατήσαντα, ἵνʼ ᾖ Ἀσσάρακος, ἐν ἐκβολῇ τοῦ α καὶ τοῦ κ Ἄσσαρος, καὶ ἐν τροπῇ τοῦ δευτέρου α Ἄσσυρος, ὡς μάθω μῦθος, καὶ κατὰ παραγωγὴν Ἀσσύριος. οὕτως Ἐπαφρόδιτος . καὶ δοκεῖ καλεῖσθαι Ἀσσυρίους τοὺς ἐν τῷ Πόντῳ παρὰ τὸ μηκέτι Σύρους εἶναι, ἵνα ᾖ Ἀσσύριος διπλασιασμῷ τοῦ ς. καὶ οὐ θαῦμα, εἰ ἀναδιπλασιασμὸς μετὰ τὴν α στέρησιν· καὶ γὰρ ἐπὶ τοῦ ἄλληκτος καὶ ἄμμορος καὶ ἀννέφελος καὶ ἄρρωστος
σ 440
στεῖον · πολιτικόν
α 2086
Ἀστεῖος · ει · ἀνδρεῖος καὶ ἀχρεῖος
α 2087
ἀστεμφέως · ἀμετακινήτως, ἰσχυρῶς· παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ κινεῖν συνεχῶς, οὗ μέμνηται Αἰ σχύλοσ . ἀστεμβής οὖν, ὁ ἀ κί νητος, καὶ ἀστεμφής. οὕτω Φιλόξενος. ἢ παρὰ τὸ στρέφω ἀστρεφής, καὶ ἐλλείψει τοῦ ρ καὶ πλεονασμῷ τοῦ μ ἀστεμφής καὶ ἀστεμφές
α 2088
Ἀστερόεις, αἱματόεις · ει · καὶ πάντα τὰ τοιαῦτα· ἡ γὰρ γενικὴ ἀστερόεντος, αἱματόεντος, καὶ τὸ οὐδέτερον ἀστερόεν, αἱματόεν. αἱ δὲ διάλεκτοι τρέπουσι τὴν ει δίφθογγον εἰς η ἀστερόης, αἱματόης
α 2089
Ἄστηνος · πένης· παρὰ τὸ μὴ ἔχειν στάσιν. Σελεύκου. Ἐρεννίου
α 2090
ἄστρον διαφέρει· ἄστρον μὲν γάρ ἐστιν ὅλον τὸ ζώδιον, τὸ ἐκ πολλῶν ἀστέρων συνεστηκός, οἷον ἄρκτος. ἀστὴρ δὲ ἕκαστος τῶν ἐν τῷ ζωδίῳ ὑπαρχόντων, ὡς ὅταν λέγωμεν τὴν ἄρκτον ἐξ ἀστ έ ρων τόσων συγ κεῖσθαι
α 2091
Ἀστήρ · παρὰ τὸ αἴθω, τὸ λάμπω, αἰστήρ καὶ ἀποβολῇ τοῦ ι ἀστήρ· ἢ ὁ μὴ στάσιν ἔχων
α 2092
Ἄστικτος · ὁ ἀποίκιλος· ἐκ τοῦ στίζω, τὸ ποικίλλω
σ 441
στράβη · εἴρηται ἐπὶ σκεύους ξυ λίνου ἐ πιτιθεμένου τοῖς· τοῦ το φέρουσι ζ ώοις, ἐφʼ οὗ κά θηνται ἀσφαλῶς· κατὰ μετάθεσιν τοῦ φ εἰς β ἀ στραφή τις οὖ σα, παρὰ τὸ μ ὴ στρέ φ εσθαι καὶ πί πτειν τοὺσ καθ ημένουσ. εἰς Ἀνακρέοντα εἴρηται καὶ ἀστράφη καὶ ἐπὶ ὀχήματος ἐφʼ οὗ ἀσφαλῶ ς κά θηνται
α 2093
Ἀστράγαλος · ἀπὸ τοῦ ὀρθὴν καὶ ἀστραβῆ φυλάσσειν τὴν βάσιν τοῦ ποδός, ἀστράβαλος καὶ τροπῇ τοῦ β εἰς γ ἀστράγαλος. ἢ ἀστάγαλός τις ὤν, καὶ πλεονάσαντος τοῦ ρ ἀστράγαλος, οὐ πρὸς τὸ μένειν καὶ ἑστάναι γεγονώς, ἀλλὰ πρὸς τὸ κινεῖ σθαι. ἐπὶ δὲ τῶν ἄλλων ὀστέων τῶν ἐν τῷ νώτῳ παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφεσ θαι μηδὲ κινεῖ σθαι
α 2094
Ἀστράγαλος · εἴρηται κατὰ ἀντίφρασιν· πολύστρεπτος γὰρ ὑπάρχει
τ 277
τὸ τῶν ποδῶν σφυρόν. καὶ σφόνδυλοι δὲ ὑπὸ τοῦ ποιητοῦ ὠνομάσθησαν· λ ἐκ δέ μοι αὐχὴν Ἀστραγάλων ἐάγη“. εἴρηται δὲ ἀστράγ αλοσ ἀστράβαλός τις ὢν καὶ ἀστραβῆ τὸν πόδα ἢ τὴν ῥάχιν φυλάσσων, καὶ τροπῇ τοῦ β εἰς γ ἀστράγαλος· ἢ ἀστάγαλός τις ὤν, καὶ πλεονάσαντος τοῦ ρ ἀστράγαλος, ὁ πρὸς κίνησιν καὶ οὐχὶ π ρὸς τὸ ἑστάναι γεγονώς
κ 942
κεραυνός διαφέρει· ἀστραπὴ μὲν γὰρ ἡ προλάμπουσα καὶ προ φθάνουσα τὴν βροντήν· κεραυνὸς δὲ ὁ ἐξ οὐρανοῦ κατερχόμενος καὶ καίων τὴν γῆν, ἤτοι τὸ πῦρ ἢ ἡ χάλαζα
α 2095
Ἀστραπή · παρὰ τὸ στερο πή, ὡς Ὅμηρος ἐκάλεσεν ἀντὶ τοῦ ὀφθα λμοῦ λάμ ποντος· ὦπες γὰρ οἱ ὀφθαλμοὶ λέγονται· παρὰ τὸ φ αίνειν τὴν ἀ στραπὴν ὡς ὀφθαλμοὺς οὐρανίους, ἤγουν τοὺς ἀστέρας. διὰ τοῦτο καὶ τὴν ὀνομασίαν ἔχει, ἤτοι φωτὸς ἀπορρώξ“· συγκοπ ῆς γὰρ γινομένης τῶν νεφῶν μετὰ τοῦ ὕδατος ἐν τῷ ἀέρι ἀποτελεῖται ἡ ἀστραπὴ ἅμα τῇ βροντῇ
α 2096
Ἄστρον ἀστέρος διαφέρει· ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συνιστάμενον σχῆμα, ἀστὴρ δὲ αὐτὸς ὁ λάμπων
α 2097
Ἀστρονόμος · δι ανομεὺσ ἄστρων
α 2098
Ἀστρονόμος · ὁ τὴν κίνησιν τῶν ἄστρων γινώσκων ἀστρολόγος ὁ ἐκ τεκμηρίων ἡλίου καὶ σελήνης ἐπιστάμενος τί γίνεται
α 2099
Ἄστυ · ἡ πόλις. Φιλόχορος ἐν τῷ α τῆς Ἀτθίδος φησί · ἄστυ δὲ προσηγόρευσαν τὴν πόλιν διὰ τὸ πρότερον νο μάδας καὶ σποράδην ζῶν τας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκή σ εις, ὅθεν οὐ μετανέστησ αν “
α 2100
Ἄστυ · τριχῶς λέγεται αὐτὸ τὸ χωρίον καὶ ὁ ἐν αὐτῷ ὄχ λος καὶ τὸ συναμφότερον, ὥσπερ καὶ πόλις. ἐτυ μο λογεῖται διὰ τὸ γω νί αν μὴ ἔχειν ἀλλʼ ὑπ ερφερῆ εἶναι
α 2101
Ἀσύφηλον · μετὰ ἀπάτης βλαπτικόν, ἢ ὑβριστήν· ἀπὸ τοῦ ἄσης καὶ τοῦ φηλῶσαι
α 2102
Ἀσφάραγον · τὸν βρόγχον
α 2103
Ἀσφάραγος · ὁ λεγόμενος λάρυγξ. εἴρηται καὶ ἄνευ τοῦ α σφάραγος, παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· διʼ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. Ἀριδίκης δέ φησι πλεονασμῷ τοῦ α καὶ τοῦ ς · εἶναι γὰρ φάραγον ἀντὶ τοῦ φάρυγγα. Πολέμαρχος δὲ ὁμοίως, ἢ ὅτι ἀσπαίρει. ἄλλοι δὲ διὰ τὸ μὴ σπᾶσθαι ἀσπάραγον καὶ ἀσφάραγον· κερατώδη γὰρ εἶναι. οἱ δὲ κατὰ πλεονασμὸν τοῦ α ἀσφάραγον, τὸν φέροντα τὴν φωνήν· οὕτως Ἡρωδιανός παρὰ τὸ σφάραγος πλεονασμῷ τοῦ α “. Ἐρεννίου
α 2104
ἀσφοδελός διαφέρει, φασί, παρὰ τοῖς Ἀττικοῖς, ἄλλοι τε καὶ Τρύφων ἐν τῷ β περὶ Ἀττικῆς προσῳδίας· βαρυτονούμενον γὰρ τὸ φυτὸν σημαίνει παρὰ τοῖς παλαιοῖς, ὀξυτονούμενον δὲ τὸν τόπον ἐν ᾦ ἀσφόδελος γί νεται. αὐτὸς δὲ ὁ Τρύφων προκρίνει ὁμοτόν ωσ τῷ φυ τῷ καὶ τὸν τόπον ἐκφέρ ειν · πολλάκις γὰρ τοῖς περιεχομένοις τὰ περιέχοντα ὁμο τό νω σ λέγεσ θαι
α 2105
Ἀσωτία · διὰ τὸ μὴ ἔχειν σωτηρίαν
α 2106
Ἀσωτία · ἔστι δὲ τὸ ἄσωτος σύνθετον παρὰ τὸ α στερητικὸν μόριον καὶ τὸ σῶον, οἱονεὶ ὁ ἐστερημένος τοῦ σώου
α 2107
Ἄσωτος · παρὰ τὸ σῶ, οὗ ὁ μέλλων σώσω, ὄνομα σωτός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσωτος, ὡς πληρώσω πληρωτός ἀπλήρωτος
α 2108
Ἀτάλαντος Ἄρηϊ Β · τάλαντον τὸ ζυγὸν εἴρηται, καὶ ταλαντεύειν τὸ ζυγοστατεῖν. ἔστιν οὖν ἀτάλαντος, ὁ ὁμοτάλαντος, οἱονεὶ ἰσόζυγος καὶ ἀ τάλαντος ἢ πάνυ ἢ πλεονασ μῷ τοῦ α
α 2109
Ἀταλός · ὁ ἁπαλός· κατὰ μετάθεσιν τοῦ π εἰς τὸ τ. καὶ τὸ μὲν ἁπαλός δασύνεται, τὸ δὲ ἀταλός ψιλοῦται. οὕτως καὶ τὸ ἄττα
α 2110
Ἀταλός · ὀξυτόνως· εἴρηται ἀπὸ τοῦ τλῆναι ταλός, ὡς καὶ τὸ τάλας, καὶ κατὰ σύνθεσιν τῆς α στερήσεως ἀταλός, ὁ μηδέπω δυνάμενος κα κοπαθεῖν. ὁ δὲ Χρύσιππος ἀπὸ τοῦ ἁπαλοῦ γέγονε κατὰ τροπὴν τοῦ π εἰς τ “
α 2111
Ἀταρνείτης · ει ἐπεὶ τὸ πρωτότυπον αὐτοῦ ἐπʼ εὐθείας ἔχει τὸ ε. τούτῳ τῷ λόγ ῳ καὶ τὸ ὀρείτης· παρὰ γὰρ τὸ ὀρεύς. ὅθεν καὶ τὸ τραπεζείτης τινὲς διὰ τῆς ει διφθόγγου γράφουσιν
α 2112
Ἀταρτηρός · ἀτηρός, χαλεπός, ἀπειλητικός· πλεονάζει γὰρ ἡ ταρ συλλαβή, ὡς ἐπιτάρροθος
α 2113
Ἀτασθαλία · ἡ περὶ τὸν οἶνον ἀταξία· καὶ Ὅμηρος ω λ ἀτασθαλίῃσι νόοιο“
α 2114
Ἀτάσθαλος · ὑβριστής, ἀκόλαστος, ἄδικος, αὐθάδης, ἁμαρτωλός. Ἡσιόδου
α 2115
Ἀτασθάλου · πονηροῦ· ἀπὸ τοῦ ταῖς ἄταις θάλλειν
α 2116
Ἀτειρής · ὁ ἀκαταπόνητος. τούτου ἡ ἐτυμολογία ἐστὶν ἀθειρής, ἤτοι παρὰ τὸν αἰθέρα. ἀτειρής δὲ λέγεται ὁ λαμπρός· Σ χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα“
α 2117
Ἀτέκμαρτον · εἰς τὸ Τεκμηριοῦσθαι
α 2118
Ἀτενές · τὸ ἄγριον βλέμμα
α 2119
Ἄτερπνος · οὕτως ὁ ἄγρυπνος παρὰ Ῥηγίνοις, ὡς καὶ παρʼ Ἰβύκῳ καὶ Στησιχόρῳ . οὐκ ἔστι δὲ ἡ φωνὴ κατὰ στέρησιν τοῦ τερπνοῦ, ὡς ὁ ἄκακος καὶ ὁ ἄφιλος καὶ ὁ ἄσεμνος· δεῖ οὖν ἀποδεῖξαι τὸ ὀφειλόμενον υ · ἔστι γὰρ κατʼ ἐντέλειαν ἀτέρυπνος, ὁ χωρὶς ὢν ὕπνου
α 2120
Ἄτευκτα · ἀκάματα, σκληρὰ καὶ ἰσχυρά. σημαίνει δὲ καὶ ἀβλαβῆ
α 2121
Ἀτεχνῶς · σημαίνει τὸ ἀπλάστως. εἴρηται δὲ παρὰ πᾶσι τοῖς κωμικοῖς κατακόρως. γέγονε δὲ ἢ παρὰ τὸ ἀτεχνής ἀτεχνῶς· τὰ γὰρ τοιαῦτα ἐπιρρήματα παρὰ τῶν γενικῶν γινόμενα καὶ τοὺς τόνους αὐτῶν φυλάττει τῶν γενικῶν· ἢ παρὰ τὸ ἀτενές οὖν ἀτενῶς, καὶ ἐν πλεονασμῷ τοῦ χ ἀτεχνῶς. οὕτως Ἀπολλώνιος καὶ Ἡρωδιανός
α 2122
Ἀτημέλητος · ἐκ τοῦ τῶ, τὸ λαμβάνω, καὶ τὸ μέλω, τὸ φροντίζω καὶ ἐπιμελοῦμαι, γίνεται τημελῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτημελῶ, καὶ ἀτημέλητος, ὁ ἠμελημένος
α 2123
Ἀτημελήτως · ἀπρονοήτως, ἀνεπιμελῶς
α 2124
Ἀτθίς · Ἀτθίδος· ἡ Ἀττική, ἡ χώρα πᾶσα τῆς Ἀθηνᾶς
α 2125
Ἀθηναία ἡ αὐτή ἐστιν
α 2126
Ἀτίζει · ἀτιμάζει
α 2127
Ἄτιμος · παρὰ τὸ τιμή καὶ τὸ στερητικὸν α
α 2128
Ἀτιτάλλω · σημαίνει τὸ γνησίως τρέφω, ἐξ οὗ καὶ ἀταλὸς λέγεται ὁ νήπιος
α 2129
Ἀτίω · τὸ ἀτιμάζω· ἐκ τοῦ τίω, τὸ τιμῶ, μετὰ τοῦ στερητικοῦ α ἀτίω
α 2130
Ἀτμίς · ἀσμίς, μεταβολῇ τοῦ ς εἰς τ ἀτμίς, ὡς ἐφίημι ἐφεσμή ἐφετμή. Ἐπαφρόδιτος ἐν Ὑπομνήματι ξ Ὀδυσσείας
α 2131
Ἀτονία · ἐκ τοῦ μὴ ἔχειν τόνον, ἤγουν δύναμιν
α 2132
Ἄτρακτος · τὸ γυναικεῖον ἐργαλεῖον, ἐφʼ οὗ τὸ νῆμα περιέχεται· καταχρηστικῶς δὲ καὶ ἐπὶ βέλους. εἴρηται κατʼ εὐφημισμὸν ἀτάρακτος ὤν· ἀεὶ γὰρ ταράσσεται· ἢ ὅτι ἀτάρακτον τὸ νῆμα φέρει. παρὰ οὖν τὸ ταράσσω ταρακτός καὶ ἀτάρακτος καὶ κατὰ συγκοπὴν ἄτρακτος. τὸ δὲ βέλος ἀπὸ τῆς περὶ τὸ ξύλον ὁμοιότητος μεταφορικῶς εἴρηται
α 2133
Ἀτραπός · ἡ ὁδός, ἥτις λέγεται καὶ ἀταρπιτὸς καὶ ἀταρπός. εἴρηται παρὰ τὸ πατῶ καὶ κατʼ ἐπίτασιν τοῦ α ἡ ἄγαν πατουμένη· ἄπατος, ἄταπος καὶ πλεονασμῷ τοῦ ρ ἀτραπός, καὶ ἐν παραγωγῇ ἀταρπιτός. ἢ παρὰ τὸ τρέπω, ἡ πολλὰς ἐκτροπὰς ἔχουσα, τοῦ ε εἰς α τραπέντος καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀτραπός· κυρίως δὲ ἡ στενὴ ἐν ὄρει ὁδός
α 2134
ἀτραπιτός · ἡ μὴ ἔχουσα ἐκτρο πὰσ ὁδοῦ ἢ ὁδός
α 2135
Ἀτρείδης, Αἰγείδης, Ἀλκείδης · ει · καὶ πάντα τὰ πατρωνυμικὰ ὅσα ἔχει τὰ πρωτότυπα εἰς ευς λήγοντα διὰ τῆς ει διφθόγγου γράφεται. ἀπὸ μέντοι τῶν εἰς ης ληγόντων καὶ εἰς ους τῶν ἐπὶ γενικῆς δισσὴ ἡ χρῆσις· καὶ γὰρ ἐκπίπτει τὰ πατρωνυμικὰ διὰ τοῦ ιδης συνεσταλμένου τοῦ ι καὶ διὰ τῆς ει διφθόγγου· Κομιδίδης, Εὐτυχίδης
α 2136
Ἀτρείων · ει · ἡ γὰρ παραλήγουσα τοῖς εἰς δης πατρωνυμικοῖς παραλήγει καὶ τοῖς εἰς ων · Πηλείδης Πηλείων, Κρονίδης Κρονίων. οὕτως Ἀτρείδης Ἀτρείων
α 2137
Ἀτρεκές · τὸ ἀληθές, ὃ οὐδεὶς παρατρέχει εὖ φρονῶν, ὅθεν Δωριεῖς ἀτρεχές λέγουσιν
α 2138
Ἀτρέμας · πλεονασμὸς τοῦ ς ἐστίν· ὡς γὰρ σιγῶ σῖγα, ἀντῶ ἄντα, οὕτως καὶ παρὰ τὸ ἀτρεμῶ ἀτρέμα
α 2139
Ἀτρίβεια · ἡ ἰδιωτεία καὶ χωρικεία
α 2140
Ἀτρυγέτοιο · ἤτοι ἀπείρου κατὰ τὸ βάθος, ἢ ἀκαταπονήτου καὶ ἀκάρπου· σημαίνει δὲ τὴν θάλασσαν
α 2141
Ἀτρύγετος · ἡ θάλασσα
α 2142
Ἀτρύγετος · ἄκαρπος· παρὰ τὴν τρύγην. τρύγη δέ ἐστιν ὁ Δημητριακὸς καρπός. Ἀρχίλοχος ἡ δέ ο ἱ σά θη ὅση τʼ ὄνου κήλωνος ὀτρυγηφάγου“, περιττεύοντος τοῦ ο ὡς καὶ ὀκρυόεις· παρὰ γὰρ τὸ κρύος ἐσχημάτισται ἡ λέξισ
α 2143
Ἀτρυτώνη · ἡ Ἀθηνᾶ· παρὰ τὴν τρυτάνην, ἥτις ἐστὶ ζυγός, ἀντὶ τοῦ ἄζευκτος, ἢ ἀνδρεία
π 694
παρὰ τὴν ἀκτήν· καὶ γὰρ παραθαλασσία. καὶ Καλλίμαχος Ἀκταίη τις ἔναιεν“. ἀκτή οὖν καὶ ἀκτική, ὡς Κρή τη Κρητική· τροπῇ τοῦ κ εἰς τ κατὰ Ἴωνας ἀκτική καὶ Ἀττική
α 2144
Ἀττικός · τὸ ἐθνικόν, ὁ Ἀθηναῖος. εἴρηται παρὰ τὸ ἀκτή ἀκτικός τις ὤν · Ἀκτὴ γὰρ ἐκαλεῖτο ἡ Ἀττική, ὅθεν καὶ Ἀκταῖοι οἱ Ἀθηναῖοι. ἐλλείψει καὶ διπλασιασμῷ τοῦ τ Ἀττικός
α 2145
Αὐγή · ἀπὸ τοῦ ἄω, τοῦ σημαίνοντος τὸ φαίνω, ἀγή, καὶ πλεονασμῷ τοῦ υ αὐγή
α 2146
Αὔγουστος · ὁ κύριος, κατεξουσίαν ἔχων, ἢ σεβάσμιος
α 2147
Αὐδή · ἡ φωνή· εἴρηται παρὰ τὸ αὐγή ἐν τροπῇ τοῦ γ εἰς δ · διʼ ἧς αὐγάζεται καὶ φωτίζεται τὰ τοῦ νοῦ. καὶ φωνή τὸ αὐτό, φωτονοή τις οὖσα. Ἀπολλώνιος δέ· παρὰ τὸ αὔω αὐτή, ὅπερ καὶ ἐν διαιρέσει λέγεται ἀϋτή, καὶ αὐδή
α 2148
Αὐθάδης · καὶ τὸ σημαινόμενον δῆλον καὶ πολλὴ ἡ χρῆσις παρὰ τῇ κωμῳδίᾳ. εἴρηται δὲ ὁ ἑαυτῷ ἅδων καὶ μὴ συμβούλῳ χρώμενος, αὐτοάδης καὶ αὐθάδης, τοῦ ἁδεῖν σημαίνοντος τὸ ἀρέσκω
α 2149
Αὐθέντης · κυρίως ὁ φονεὺς ὁ ἑαυτὸν κτονῶν. εἴρηται δὲ παρὰ τὸ αὐτό καὶ τὸ ἔντοσ, αὐτοέντης τις ὤν, ὁ ἑαυτὸν βάλλων τοῖς ἔντεσιν, ὅ ἐστιν τοῖς βέλεσιν. τὸ δὲ ἐν τῇ συνηθείᾳ ἔοικε παρὰ τὸ αὐτό καὶ τὸ ἕντης, ὁ ἑαυ τὸν ἐπαφιεὶς εἰς πάντα καὶ ὢν αὐτεξούσιος καὶ μὴ ἄλλου ἀλλʼ ἑαυτοῦ ὤν
α 2150
Αὐθημερόν · αὐτῇ τῇ ἡμέρᾳ. Ἐρεννίου αὖθις καὶ αὖθι χωρὶς τοῦ ς διαφέρει· τὸ μὲν γὰρ αὖθις ἢ τὸ πάλιν ἢ μετὰ ταῦτα, τὸ δὲ αὖθι τὸ αὐτόθι σημαίνει. κακῶς οὖν Καλλίμαχός φησιν αὖθι τόδʼ ἐκδύοιμι“, ἀντὶ τοῦ μετὰ ταῦτα
α 2151
Αὖλαξ · παρώνυμον παρὰ τὸν αὐλόν · αὐλὸς δὲ ἡ ἐπιμήκης παράτασις. καὶ ὡς βῶλος βῶλ αξ καὶ ἐριβῶλαξ, λίθος λίθαξ, οὕτως αὐλός αὖλαξ· ἐπὶ τοῦ ἀρότρου, ἡ ἐπιμήκης τομή
α 2152
Αὖλαξ · σχίσμα γῆς, ἡ ἐπιμήκης παράτασις. καὶ εἰς τὸ Ἀϋτῆς
α 2153
Αὐλησμός · ἡ κιθαρῳδία· γίνεται ἐκ τοῦ αὐλῶ, τὸ τραγῳδῶ. αὐλισμός δέ, ἡ διανυκτέρευσις, ἐκ τοῦ αὐλί ζω. τὸ αὐλῶ σημαίνει δύο· αὐλ
α 2154
Αὐλίζω · ἐκ τοῦ αὐλή
α 2155
Αὖλιν · ἐκ τοῦ αὐλίζω γίνεται κατὰ συγκοπὴν αὖλις
α 2156
Αὐλίς · Αὐλίδος· ὄνομα πόλεως. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 2157
Αὐλισθήσῃ · ἐκ τοῦ αὐλίζω, τὸ κατασκηνῶ. σημαίνει δύο
α 2158
Αὐλός · ὁ στενὸς τόπος
α 2159
Αὐλός · πᾶν τὸ στενὸν καὶ ἐπίμηκες, κυρίως δὲ ἡ σύριγξ. παρὰ αὖσαι, τὸ βοᾶν
α 2160
Αὐλός · παρὰ τὸ αὖσαι καὶ βοῆσαι, Υ αὖε δʼ Ἄρησ“. καὶ τὸ φωνητικὸν ὄργανον αὐλός. ἢ παρὰ τὸ ἄω, τὸ πνέω, πλεονασμῷ τοῦ υ
α 2161
Αὐλός · τὸ στάδιον, καὶ ἐν συνθέσει δίαυλος. εἴρηται δὲ διὰ τὴν στενότητα, καθʼ ἣν καὶ αὐλῶνας τὰ μεταξὺ τῶν φαράγγων στενὰ καὶ ἐπὶ μῆκος φερόμενα ὀνομάζομεν καὶ ἐπαύλεις τὰς μετὰ τὰς κελεύθους ἀναπαύσεισ ἀπὸ τῶν μουσικῶν ὀργάνων· καὶ γὰρ διὰ στενοπόρου ἐπιτεχνήματος τὸ πνεῦμα τῶν αὐλούντων διαθέει. ἢ παρὰ τὸ αὔω αὐλός, ὡς δαίω δαιλός. τέλος
α 2162
Αὐλῶπις τρυφάλεια Ν · περικεφαλαία ἀνατεταμένη
α 2163
Αὖος · ὁ ξηρός· κατὰ στέρησιν τοῦ ὕω ἀΰω ἄϋος καὶ κατὰ συναίρεσιν αὖος, ὁ μὴ ὑγρός. οὕτως Ἀπολλώνιος
α 2164
Αὔρα · παρώνυμον κατὰ ἀναστροφὴν ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν, ὡς ξυστήρ ξύστρα, γαστήρ γάστρα, καὶ ἀήρ ἄρα, καὶ πλεονασμῷ τοῦ υ αὔρα. δύναται δὲ καὶ ἀπὸ τοῦ ἀήρ ἀέρος γενέσθαι ἀέρα καὶ κατὰ κρᾶσιν αὔρα, ὡς αἱ γρᾶες αἱ γραῦς, αἱ νᾶες αἱ ναῦς
α 2165
Αὔριον · πλεονασμὸς τοῦ ρ · ἔστι γὰρ παρὰ τὴν αὔω Αἰολικῶς εἰρημένην φωνήν· οὕτως γὰρ λέγουσι τὴν ἠῶ αὔω. τὴν αὔρ ιον οὖν τὴν ἐπιοῦσαν ἡμέραν. αὔω αὔϊον καὶ πλεονασμῷ τοῦ ρ αὔριον
α 2166
Αὔριον · πλεονασμῷ τοῦ ρ · παρὰ τὴν αὔω Αἰολικήν αὔϊον καὶ αὔ ριον πλεονασμῷ τοῦ ρ
α 2167
Αὔριον · τὸ χρονικὸν ἐπίρρημα εἴρηται παρὰ τὸ αὖθι, ὅπερ οἱ Αἰολεῖς φασι αὖρι τροπῇ τὸ θ εἰς ρ ἀφʼ οὗ τὸ αὔριον, τὸ εἰς αὖθις. ἢ παρὰ τὴν αὔραν. ἢ παρὰ τὸ ἐναύεσθαι ὑπὸ τοῦ ἡλίου. ἢ παρὰ τὸ ἀήρ αὔηρ Αἰολικῶς αὔερα καὶ αὔρα· παρὰ τὸ αὔρα αὔριον· καὶ μᾶλλον βούλεται τὸ ἑωθινόν σημαίνειν διὰ τὸ ε αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό “
α 2168
Αὐρῶ · τὸ ἀπολα ύω · οὗ ὁ μέλλων αὐρήσω, ἐξ οὗ καὶ τὸ Ζ ἐπαυρήσεσθαι ὀΐω“
α 2169
Αὐστηρός · εἴρηται παρὰ τὸ αὖον καὶ ξηρὸν καὶ τραχύ
τ 278
τὸ ὄνομα, καὶ αὐτάρκες οὐδετέρως. τὸ δὲ ἐπίρρημα Ἀττικῶς μὲν αὐτάρκως, κατὰ δὲ τὴν ἀναλογίαν αὐταρκῶς. κανονίζεται δὲ ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν· ἠκολούθησε γὰρ τῷ τόνῳ τοῦ ὀνόματος· αὐταρκῶν γὰρ ἡ γενική, αὐταρκῶς δὲ τὸ ἐπίρρημα, ὥσπερ ὑγιῶς, ἐπειδὴ ὑγιής, καὶ σαφῶς, ἐπειδὴ σαφής
α 2170
Ἀϋτάς · φωνάς, κραυγάς, βοάς
α 2171
Ἀϋτή · παρὰ τὸ αὔω, τὸ φωνῶ
α 2172
αὐτή διαφέρει· αὕτη ἡ δεικτικὴ ἀντωνυμία παροξύνεται, αὐτή ἡ ἀναφορικὴ ὀξύνεται
α 2173
Αὐτόματοσ ·. αὐτόμολος δὲ ὁ ἀφʼ ἑαυτοῦ μολῶν ἢ φεύγων. ὁμοίως καὶ ἀπαυτομολῶ, τὸ φεύγω
α 2174
Αὐτόματος · μαίω, τὸ ζητῶ, ἔνθεν μαστός, ὃν ἐπιζητοῦσι τὰ βρέφη. αὐτόμαστος οὖν καὶ ἀποβολῇ τοῦ ς αὐτόματος, ὁ μὴ ἐπιζητηθεί σ ἀλλʼ αὐτὸς ἑαυτὸν ἀγαγών
α 2175
Αὐτός · ἀντωνυμία τρίτου προσώπου, πτώσεως εὐθείας τῶν ἑνικῶν· ἔστι δὲ ἀσύναρθρος. τὸ τος μικρὸν πρὸς ἀντιδιαστολὴν τοῦ αὔτως ἐπιρρήματος. σημαίνει δὲ τὸ αὐτός ε. ζήτει ἐν Ἐπιμερισμοῖς. τὸ Αὐτός σημαίνει ε · αὐτός, ὁ μόνος· αὐτ όσ ὁ τόπ οσ · αὐτός, ὁ κατʼ ἐξοχήν· αὐτός, τὸ σῶ μα · καὶ αὐτός, ἡ ἀντωνυ μία. αὐτός, ὁ μόνος, ὡς τὸ Θ Τυδείδης δʼ αὐτός περ ἐών, ἐν προμάχοισιν ἐμίχθη“· αὐτός, ὁ τόπος, ὡς τὸ Ζ στῆτʼ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων“· αὐτός, ὁ κατʼ ἐξοχήν, ὡς τὸ οὐκ ἄγγελος, οὐ κ ἄνθρωπ ος, ἀλλʼ αὐτός ὁ κύριοσ“· αὐτός, τὸ σῶμα, ὡς τὸ Α αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν“· αὐτός, ἡ ἀντωνυμία, ὡς τὸ Α ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι.“
α 2176
Αὔτως · ὁμοίως
α 2177
Αὐχήν · ἀπὸ τῆς ἄνω τῆς κεφαλῆς νεύσεως· ἐπὶ τῶν αὐθάδων ἢ ἐπί τισιν αὐ χού ντων
α 2178
Αὐχμηρός · ὁ κατάξηρος· καὶ αὐχμηρός, ὁ σκοτεινός
α 2179
Αὐχμός · ἡ ξηρότης, ἡ ἀβροχία. ἐπομβρία δὲ ἡ πολλὴ βροχή
α 2180
Αὔω · σημαίνει · αὔω, τὸ τὸ λάμπω, ἐξ οὗ καὶ αὔριον· αὔω τὸ ξηραίνω, ἐξ οὗ καὶ αὖος, ὁ ξηρός, καὶ Ὅμηρος Ψ ἕστηκεν ξύλον αὖον“· αὔω, τὸ φωνῶ, ἐξ οὗ καὶ Υ αὖε δʼ Ἄρης ἑτέρωθεν“ ἀντὶ τοῦ ἐφώνει· αὔω, τὸ καίω, ἐξ οὗ καὶ βάναυσος, ὁ περὶ τῷ πυρὶ ἐργαζόμενος· αὔω, τὸ πνέω, ἐξ οὗ καὶ αὐλός· αὔω, τὸ κοιμῶμαι, οὗ ὁ μέλλων ἀέσω, ἐξ οὗ ἀεσίφρων, ὁ μὴ ἔχων διεγηγερμένας τὰς φρένας
α 2181
Αὔω · τὸ καθεύδω· εἴρηται δὲ παρὰ τὴν αὔαν Αἰολικῶς· τὴν γὰρ ἠῶ Αἰολεῖς αὔαν φασί· κυρίως γὰρ αὔω λέγεται τὸ ἕως τῆς ἕω καθεύδειν
α 2182
Αὔω · τὸ φωνῶ· ἀφʼ οὗ τὸ τῆς φωνῆς δεκτικὸν αὖας, καὶ τροπῇ τοῦ α εἰς ο οὖας, καὶ ἀποβολῇ τοῦ υ ὄας, καὶ ἑτέρᾳ τροπῇ τοῦ α εἰς ο ὄος, ὦς ὡς κῶας κῶος γ κώεσσιν ἐν μαλακοῖσιν“, οὖ δας οὖδ οσ Ξ οὔδεϊ πλῆντʼ“· οὕτως ὄας ὄος, καὶ ἐν συναλιφῇ οὖς, καὶ κατὰ Δωριεῖς ὦς· τρέ πουσι γὰρ πολλάκις τὴν ου δίφθογγον εἰς ω
α 2183
Αὔως · ἡ ἠώς, τουτέστιν ἡ ἡμέρα· οὕτω λέγεται παρʼ Αἰολεῦσιν. εἴρηται παρὰ τὸ αὔειν, ὃ σημαίνει τὸ βοᾶν· Ὅμηρος Υ αὖε δʼ Ἄρης ἑτέρωθεν“· ἐπειδὴ φαινομένης αὐτῆς τὰ ζῶα φθέγγεται καὶ ἀλλήλους ἐπὶ τὰ ἔργα καλοῦσιν οἱ ἄνθρωποι
α 2184
Ἀφαγνίσαι · ἀποδοῦναι, καθιερῶσαι, ἀφοσιώσασθαι. λέγεται δὲ καὶ τὸ συλῆσαι καὶ προνομεῦσαι
α 2185
ἀφαιρείσθω · εἰς τὸ Τάφρος
α 2186
Ἀφανισμός · δῄωσις, πόλεμος
α 2187
Ἄφαρ · ἐπίρρημα μεσότητος ἀντὶ τοῦ εὐθέως. ζήτει
α 2188
Ἀφάροτος · ἀναροτρίαστος· φάρος γὰρ ἡ ἄροσις· οἱονεὶ ἀάροτος κατὰ περίττευσιν τοῦ φ. καὶ αὐτὴ ἡ ἄροσις ἀπὸ τοῦ αἴρειν καὶ διαίρειν. ἢ φάρος παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ διφάρσους φαμὲν χιτῶνας τοὺς εἰς δύο μέρη κεχωρισμένους, καὶ φάρσος τὸ ἀπόσχισμα τῆς ἐσθῆτος. ἐν Ὑπομνήματι ἰάμβων Καλλιμάχου
α 2189
Ἀφασίαν · σιωπήν, ἀφωνίαν· παρὰ τὸ μὴ δύνασθαι λέγειν
α 2190
Ἄφατον · πάνυ, πολύ
η 288
ἡ ἄφεδρος · παρὰ τὴν ἀπό πρόθεσιν καὶ τοῦ ἕδρα γίνεται ἀποέδρα καὶ ἀφέδρα ἀφεδρών, καὶ σημαίνει καὶ τὸν κῶλον καὶ τὴν ἀκαθαρσίαν τῆς γυναικός, ὅταν τὰ ἔμμηνα αὐτῆς ἐκρεῖ, ἣ καὶ λέγεται ἄφεδρος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 2191
Ἀφέθησαν · ἐκ τοῦ ἵημι, τὸ συγχωρῶ, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧμαι, ὁ ἀόριστος ἕθην καὶ ἀφέθη ν
α 2192
Ἀφελέσθαι · ζήτει
α 2193
Ἀφελῶς · ἁπλῶς
α 2194
Ἄφεσις · ἐκ τοῦ ἀφήσω, ἐξ οὗ καὶ ἄφετον, τὸ μὴ κρατούμενον. γέγονε δὲ παρὰ τὴν ἁφήν, ὃ σημαίνει τὸ κράτημα. ἄφεσις δὲ παρὰ τὸ μὴ κρατεῖσθαι
α 2195
Ἄφεσις · ἐλευθερία, ἀπόλυσις. καὶ εἰς τὸ Ἐλευθερία
α 2196
Ἄφεσις · ἡ ἐκδρομὴ τοῦ ὕδατος τῆς πηγῆς καὶ ἀπόλυσις τοῦ βέλους
α 2197
Ἁφή · σημαίνει δύο· τὸ προσψαῦσαι τῷ σώματι, καὶ τὸ πλῆξαι καὶ τρα υ ματίσαι καὶ συντρίψαι· ἐξ οὗ καὶ ἀφανισμός, ἡ ἐκ τῆς πόλεως βάσανος, καὶ ἁφὴ ἡ πληγή καὶ ἀφανίζω, τὸ λεπτύνω καὶ πορθῶ καὶ ἀφανῆ ποιῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 2198
Ἀφήσει · ἀφίημι, ὁ μέλλων ἀφήσω
α 2199
Ἄφθιτον ·. καὶ πλεονασμῷ τοῦ ν φθίνω, καὶ ἐξ αὐτοῦ φθινύω καὶ πλεονασμῷ τοῦ θ φθινύθω, καὶ Ὅμηρος Α φθινύθεσκεν φίλον κῆρ.“ ἐκ δὲ τοῦ φθίω γίνεται φθιτός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄφθιτος καὶ ἄφθιτον. ἐκ τούτου καὶ ἡ ἀφθονία, ἡ δαψιλεία τοῦ ὑγροῦ· σημαίνει δὲ τὸ πλῆθος· γέγονε δὲ ἐκ τοῦ φθίνω φθινία καὶ ἀφθονία· παρὰ τοῦτο ἀφθόνως
α 2200
Ἄφθονον · τὸ πολύ· μετὰ τοῦ ἐπιτατικοῦ α. κυρίως δὲ λέγεται ἡ λέξις ἐπὶ πλήθους ῥεόντων ὑδάτων, ἐξ οὗ καὶ ἀφθονία. ἐτυμολογεῖται δὲ παρὰ τὸ ἄφατ ον, καὶ ἔστι καὶ ἐπίρρημα μεσότητος ἀφθόνως
α 2201
Ἀφιλότιμος · ταπεινός· παρὰ τὸ μὴ φιλεῖν τιμὴν ἢ δόξης ἡττᾶσθαι
ι 322
ιξις · παρὰ τὸ ἵκω. τοῦτο ἐν μὲν τοῖσ ἐνεργητικοῖς παρὰ τοῖς ποιηταῖς διὰ τοῦ ι γράφεται, παρὰ δὲ τοῖς πεζολόγοις καὶ ἰαμβολόγοις διὰ τοῦ η · ἐν δὲ τοῖς παθητικοῖσ διὰ τοῦ ι γράφεται, οἷον ἀφῖγμαι ἀφῖ ξαι ἀφῖκται. ἐν δὲ τοῖς ὀνόμασι διὰ τοῦ ι οἷον προΐκτης, σημαίνει δὲ τὸν προσαιτοῦντα. παρὰ τὸ ἱκ έσθαι καὶ πάλιν ἱκαν ός· ὁ γὰρ ἱκανὸς εἰς πάντα δύναται παραγίνεσθαι
α 2202
Ἄφλαστον · τὸ ἀκροστόλιον τῆς νηός κατὰ ἀντίφρασιν
α 2203
Ἀφνειός · ει · ἔστι γὰρ ἀφνεός
α 2204
Ἀφνειός · πλούσιος, οἷον ἀπενεός, ὁ μὴ πενόμενος
α 2205
Ἄφνω · παρὰ τὸ ἀφανές ἀφανῶς ἔδει ἀφνῶ περισπωμένως. ἐξέστη τὸ ς καὶ μετέστη ὁ τόνος, ἐπειδὴ τὰ εἰς ω λήγοντα δισύλλαβα ἐπιρρήματα μὴ ὄντα Δώρια βαρύνεται, οἷον πόρρω κάτω ἔξω
α 2206
Ἄφνω · σημαίνει τὸ ἀπροσδοκήτως· γέγονε παρὰ τὸ ἀφανής ἀφανῶς, ὡς εὐσεβής εὐσεβῶς, εὐ γενήσ εὐγενῶς· γίνεται οὖν ἀφανῶς περισπωμένως, εἶτα μετὰ συγκοπῆς καὶ ἀποβολῇ τοῦ ς καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα ἄφνω. οὕτως Ἡρωδιανὸς Περὶ παθῶν . ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν
α 2207
Ἄφοδος · ἀπόπατος
α 2208
Ἀφορίζω · ἐκ τῆς ἀπό προθέσεως καὶ τοῦ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν
α 2209
Ἀφορίζω · τὸ διαχωρίζω, τὸ ἐκλέγω
α 2210
Ἀφορμῶ · παρὰ τὴν ἀπό πρόθεσιν καὶ τὸ ὁρμῶ γίνεται ἀπορμῶ καὶ ἀφορμῶ, καὶ σημαίνει τὸ ἀπέρχομαι, ἐξ οὗ καὶ ἀφορμή, ἡ νεῦσις
α 2211
Ἄφραστον · ἀκατάλη πτον, ἄρρητ ον ἄλεκτ ον ἀφαν έσ ἀνεκ διή γητ ον ὃ μὴ φράζεται
α 2212
Ἀφράστως · ἐπίρρημα ἐκ τοῦ ἄφραστος
α 2213
Ἀφρήτωρ καὶ ἀφήτρωρ· ὁ φρατρίαν καὶ συγγένειαν μὴ ἔχων. φρατρία δὲ κυρίως ἐστὶ τὸ τρίτον μέρος φυλῆς
α 2214
Ἀφρογένειαν · ἢ παρὰ τὸν ἀφρόν· ἢ παρὰ τὸ ἀφραίνειν, καὶ Εὐριπίδης τὰ μῶρα γὰρ πάντʼ ἐστὶν γίνεται Ἀφροδίτη βροτοῖσιν.“
α 2215
Ἀφροδίτη · ἀφροδύτις τις οὖσα
α 2216
Ἀφροδίτη · ἤτοι παρὰ τὸν ἀφρόν· ἢ παρὰ τὸ ἀφραίνειν, καὶ Εὐριπίδης τὰ μῶρα γὰρ πάντʼ ἐστὶν γίνεται Ἀφροδίτη βροτοῖσιν.“
α 2217
Ἀφροδίτης · τῆς ἐρωτικῆς συνηθείας· καὶ ἀφροδίσιον ἔργον, Ἀφροδίτης
α 2218
Ἀφρός · πρόδηλον τὸ σημαινόμενον καὶ ἡ χρῆσις κοινὴ καὶ ποιητική· εἴρηται παρὰ τὴν ἁφὴν ἀφρός, ὡς παρὰ τὴν σάθ ην σαθρός, ὁ εὐαφὴς καὶ ἁπαλώτατος
α 2219
Ἀφρός · φρῶ ἐστι ῥῆμα ἀπὸ τοῦ προϊῶ, ἀφʼ οὗ τὸ εἰσφρῶ· ὅπερ ἐγένετο ἀπὸ τοῦ προϊῶ συγκοπέν. παρὰ δὲ τὸ φρῶ τὸ μονοσύλλαβον ὄνομα φρός καὶ ἀφρός κατʼ ἐπίτασιν τοῦ α παρὰ τὸ μετὰ φορᾶς προΐεσθαι
α 2220
Ἀφωσιωμένος · ὁ ἀποκεκληρωμένος καὶ τετιμημένος. παρὰ δὲ Ἡσιόδῳ ὁ ἄφρων
α 2221
Ἀχαιά · ἡ Δημήτηρ παρὰ Ἀττικοῖς, εἴρηται παρὰ τὸ ἄχος τῆς Κόρης. οὕτω Δίδυμος . καὶ ὅτι μετὰ κυμβάλων ἠχοῦσα τὴν Κόρην ἐζήτει. ἤ, ὡς Φιλητᾶς τὰς ἐρίθους ἀχαιὰς ἐκάλουν. ἔνιοι δέ, ἐκτείναντες τὸ α ἀπὸ τοῦ συμβάντος Γεφυραίοις. καὶ πάλιν Ἀχαιά, ἡ Δημήτηρ. μέμνηται τοῦ ὀνόματος Ἀριστοφάνης . καὶ εἴρηται ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ Περσεφόν ῃ. οἱ δέ φασιν ἀπὸ ἱστορίας τοιαύτης· τοῖς Ταναγραίοις μεταστᾶσιν ἐκ Τανάγρας ἡ Δημήτηρ ὄναρ φανεῖσα ἐκέλευσεν αὐτοὺς ἀκολουθῆσαι τῷ γινομένῳ ἤχῳ, καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι· καὶ διώδευον ἀκούοντες ψόφου καὶ κυμβάλων καὶ τυμπάνων, καὶ παυσαμένου περὶ Ἀττικοὺς ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος
α 2222
Ἀχαιός · τὸ ἔθνος, ἀπὸ Ἀχαΐας, ὅ ἐστι Πελοποννήσου· καὶ Ἀχαιός, ποιητής· καὶ Ἀχαιός, κόλαξ. Ὠρίωνος
α 2223
Ἀχανές · παρὰ τὸ χαίνω κατʼ ἐπίτασιν τοῦ α οἷον λί αν χα ῖνον. δηλοῖ καὶ στέρησιν τοῦ χαίνειν, οἷον ἐνεὸν εἶναι καὶ μὴ διᾶραι τὸ στόμα δύνασθαι
α 2224
Ἀχανής · ἄλαλος καὶ ἄφωνος, ὁ μὴ κεχηνώς, ἐνεός
α 2225
Ἀχέρδῳ ξ · ἄχερδός ἐστι ἀκανθῶδες φυτόν, ἐξ οὗ τὰς αἱμασιὰς ποιοῦσιν. ἔνιοι δὲ ἀπέδοσαν τὴν ἀγρίαν ἄπιον· ἀκανθώδης γὰρ καὶ αὐτή
α 2226
Ἀχερωΐς · ἡ λεύκη
α 2227
Ἀχθήσονται · ἐκ τοῦ ἄγω ἄξω
α 2228
Ἄχθος · λύπη βαρύνουσα καὶ ἐνοχλοῦσα ἐπὶ ἀφορήτοις συμβάσεσι. Ὁμήρου
α 2229
Ἀχιλῆος Α · γενικὴ Ἰωνική. γέγονε δὲ Ἀχιλεὺς παρὰ τὸ ἄχη. ἰατρὸς γάρ, ὃν Χείρων ἐδίδαξε δικαιότατος κέ νταυροσ. στρατηγὸς γάρ· Α Μυρ μι δόνεσσιν ἄν ασσεν “. ἢ ὁ χιλοῦ μὴ μετα σχών· φασὶ γὰρ μ υελοῖσ αὐτὸν τραφῆ ναι. αἱ δὲ ἀπὸ τῶν εἰς ευς γενικαὶ προ φέρονται ἑξαχῶς· οἷον Ἀχι λλέος κοινῶς, Ἀχιλλ έως Ἀττικῶς, Ἀχιλῆοσ κατὰ τοὺς ἀρχαίους Ἴωνας Αἰολεῖς καὶ Δωριεῖς, Ἀχιλλεῖ οσ κατὰ τ οὺς νέους Ἴωνας Αἰολεῖς καὶ Δωριεῖς, Ἀχιλλίος κατὰ τοὺς Βο ιωτούσ καὶ Ἀχιλλεῦς περισπωμένως κατὰ τοὺς Δωριεῖς
α 2230
Ἀχιλλεύς · ὁ τῇ μητρὶ γενόμενος ἄχος καὶ λύπη. ἢ ὁ τὰ ἄχη τῶν παθῶν λύων· ἰατρικῆς γὰρ ἔμπειρος. ἢ ὅτι ἄχος τοῖς Ἰλιεῦσιν παρέσχεν. ἢ ὁ λαοὺς ἄγων, ὡς στρατηγός. ἢ ὁ μὴ χιλοῦ μετασχών, τουτέστι τροφῆς, ἐπει δή φασιν, ὅτι παρὰ Χείρωνι μυελοῖς ἀνετράφη
α 2231
Ἀχλύς · παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν
α 2232
Ἀχλύσ. οὕτως Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ ἐτυμολογιῶν
α 2233
Ἄχνη · πᾶσα λεπτότης ὑγροῦ τε καὶ ξηροῦ· ἐπὶ μὲν ὑγροῦ Δ ἀποπτύει δʼ ἁλὸς ἄχνην“, ἐπὶ δὲ ξηροῦ Ε κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνασ“. εἴρηται παρὰ τὸ ἔχω καὶ τὴν α στέρησιν, ἀεχήνη τις οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερὲς καὶ ἄτομον. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου, παρὰ τὸν ἀΐξω μέλλοντα, ὡς τεύξω τέχνη, ἀποβολῇ τοῦ ι ἄχνη
α 2234
Ἄχνη · τὸ λεπτομερὲς τῶν ἀχύρων, ὧν οὐκ ἄν τις ἔχεσθαι δύναιτο διὰ σμικρότητα· καὶ ἐπὶ τοῦ ὕδ ατος ὁμοίωσ
α 2235
Ἀχνύς · ἡ λύπη· εἴρηται παρὰ τὸ ἄχοσ παρωνύμως ἀχύς, καὶ κατὰ πλεονασμὸν τοῦ ν ἀχνύς
α 2236
Ἄχοσ. διόρισον. εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένος διαιρεθέν. καὶ ἐκ ποίου γένους παρήχθη; ἐκ τῆς λύπης. καὶ πόσα εἴδη τῆς λύπης; δ
α 2237
Ἄχος · ἡ λύπη· παρὰ τὸ μὴ ἐᾶν τὴν ψυχὴν διαχεῖσθαι καὶ χαίρειν
α 2238
Ἀχράς · ἡ ἄγριος ἀπία· παρὰ τὴν ὄχλησιν τὴν ἐν τῷ ἐσθίεσθαι γινομένην ὑπʼ αὐτῶν· ἔστιν οὖν ἀχλάς καὶ ἀχράς. ἡ αὐτὴ δὲ καλεῖται καὶ ὄχνη
α 2239
Ἀχρεῖον Β · χρῶ ἐστι ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παράγωγον χραύω· Ὅμηρος Ε χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον“. ἀφʼ οὗ τὸ ε ἔχραμεν“ τὸ ἐπιβαρύνειν, καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρής καὶ ἀχρεῖον, τὸ ἀσθενὲς καὶ βάρους ἀμέτοχον· Ὅμηρος Β ἀλγήσας δʼ, ἀχρεῖον ἰδών, ἀπεμόρξατο δάκρυ“, ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς. ἐπὶ δὲ τῆς Πηνελόπης ς ἀχρεῖον δʼ ἐγέλασσεν“, ἐπίπλαστον καὶ ὑποκεκριμένον καὶ ἐπιπόλαιον μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν
α 2240
Ἄχρι · ἀντὶ τοῦ μέχρι ἀποβολῇ τοῦ μ καὶ μεταθέσει τοῦ ε εἰς α. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφίᾳ
α 2241
ἄχρι κατὰ ἀποβολὴν τοῦ ς · παρὰ δὲ τὸ μέχρι εἴρηται ἀποβολῇ τοῦ μ καὶ τροπῇ τοῦ ε εἰς α ὡς δεινός αἰνός ἀποβολῇ τοῦ δ καὶ τροπῇ τοῦ ε εἰς α
α 2242
ἄχρι διαφέρει· τὸ μὲν γὰρ χωρὶς τοῦ ς χρονικὸν ἐπίρρημα· ἄχρις δὲ μετὰ τοῦ ς ἀντὶ τοῦ ἀκριβῶς, οἷον Ὅμηρος Δ ἄχρις ἀπηλοίησεν“, ἀντὶ τοῦ ἀκριβῶς ἀπέκοψεν
α 2243
Ἄχρονον · παρὰ τὸ ἀπὸ χρόνου μὴ ἄρξασθαι
α 2244
Ἄχυρον · ζήτει
α 2245
Ἄχυρον · τὸ σημαινόμενον δῆλον· ἡ καλάμη ἡ ἀλοιηθεῖσα ἄχυρον καλεῖται. εἴρηται δὲ ἀέχυρόν τι ὄν, οὐδὲν ἔχον ἐχυρόν
α 2246
Ἄχω · σημαίνει τὸ ἀδημονῶ· τὸ παθητικὸν ἄχομαι, ἐξ οὗ καὶ ἀχάλλω καὶ ἀχαλῶ καὶ ἀσχάλλω καὶ ἀσχαλλῶ, ἐξ οὗ τὸ Β ἀσχαλάαν· παρὰ νηυσί“
ε 838
εἰς τὸ ὀπίσω· ἄοψ, τὸ ἄοπτον· τὰ γὰρ ὀπί σω οὐκ ὀπτά
α 2247
Ἅψεα · κυρίως αἱ συναφαὶ τῶν μελῶν, καταχρηστικῶς δὲ τὰ μέλη· παρὰ τὸ ἅπτω ἅψω, ἐξ οὗ καὶ ἁψίς, ὁ δεσμός. ἅψεα οὖν τὰ ἐξ ἀλλήλων ἡμμένα καὶ συνηρμοσμένα
α 2248
Ἅψεα · τὰ μέλη· ἀπὸ τοῦ ἐφάπτεσθαι ἀλλήλων, ἀπὸ τοῦ ἅπτω ῥήματος ἅψω ἅψος καὶ ἅψεα πληθυντικῶς, ἃ καὶ παραλύεται καὶ χαυνοῦται ἐν τῷ καθεύδειν, ὅ θεν λυσιμελὴς ὁ ὕπνος. δύναται δὲ καὶ λυσιμελὴ ς νοεῖσθαι ὁ λύων τὰς φροντίδας Ψ εὖ τ ε τὸ ν ὕπνος ἔ μαρπτε λύων μελεδήματα θυμοῦ “
ε 839
εα · τὰ μέλη· παρὰ τὸ ἐφάπτεσθαι ἀλλήλων· ἔστι γὰρ ἅπτω ἅψω ἅψοα καὶ κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε ἅψεα, ὡς λόγος λέγω
α 2249
Ἀψίνθιον · εἶδος βοτάνης πικρᾶς, ὡς καὶ τὸ ἀβ ρό τ ο νον. ἔνιοι δὲ τῶν κωμικῶν ἀπίνθιον καλοῦσι, καὶ ἔστιν ἤτοι ἀπίνθιον, ὃ οὐκ ἄν τις πίοι διὰ πικρότητα, ἢ παρὰ τὸ ἅπτω, οὗ οὐδεὶς ἅπτεται
α 2250
Ἁψίς · ζήτει
α 2251
Ἄωρον · τὸ μὴ ὂν ἐν τῇ ὥρᾳ, τὸ ὠμόν
α 2252
Ἄωρος · ὁ ἀπῃωρημένος καὶ ἐκκρεμής. οἱ δέ, τὸν κωλῆν μὴ ἔχοντα· Ἴωνες γὰρ τὴν κωλῆν ὥραν καλοῦσιν. οἱ δέ, τὸν ἀφύλακτον· ὤρα γὰρ ἡ φυλακή, ἔνθεν καὶ οἱ παρὰ τοῖς Ἀττικοῖς ἰωροί. Καλλίμαχος δὲ κατὰ μετάληψιν τοὺς ἀγρίους· ἄωρον γὰρ τὸ ὠμόν, τὸ δὲ ὠμὸν ἄγριον, ὅθεν καὶ τοὺς ὠμοὺς τῶν καρπῶν ἀώρους φαμέν
π 695
Περὶ τοῦ ἄωρος · πολλὰ τὰ σημαινόμενα, καὶ ζήτει εἰς τὸ ξυλοχάρτιον βιβλίον ἐτυμολογιῶν. Β
β 243
Βαάλ · Περσιστὶ λέγεται θεός, ὅς ἐστιν ὁ πολεμικὸς Ἄρης
β 244
Βαβαί · θαυμαστικὴ φωνή
β 245
Βάβαξ ·. ἐξ οὗ τὸ βαβαί ἐπίρρημα θαυμαστικόν
β 246
Βάβαξ · ὁ λάλος ἢ ὁ ἐκβακχευόμενος· γέγονεν ἀπὸ τοῦ βαβάκτης ὑποκοριστικῶς. βέλτιον δὲ οὕτωσ · ἔστι ῥῆμα φῶ, τοῦτο γίνεται βῶ, ὡς τὸ κῦφος κύβος, παράγωγον βάζω βάξω, ἀφαιρέσει τοῦ ω βάξ, ὡς ἄλκω ἄλξω ἄλξ, καὶ ἐν διπλασιασμῷ βάβαξ. πολλὰ δὲ παρὰ τοὺς μέλλοντας ἐκπίπτει ὀνόματα· ἑλίξω ἕλιξ, δώσω δώς, θήσω θής
β 247
Βαβυλών ·. ἔστι δὲ πόλις Συρίας
β 248
Βάδος · ἐλαίου μέτρον. καλεῖται δὲ αὐτὸ ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου παρηγμένον, ὁμωνύμως τῷ ἐλαιοτριβείῳ καλούμενον· βηθβαδὰ γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον. ἔστι δὲ ξεστῶν πεντήκοντα. τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιοτρίπτου ἐργασίας, ὃ παρʼ Ἑβραίοις καλεῖται βέθ
β 249
Βαθμός · βάσις καὶ στάσις, ἢ καμπτός. καὶ εἰς τὸ Νύ σσα
β 250
Βάθρον · ἐφʼ ᾧ ἔστι βαίνειν, ἢ βῆμα ἢ θεμέλιος ἢ κλίνη. λέγεται καὶ βάθρα θηλυκῶς· ἐπὶ βάθρασ“, ἐπὶ βάσεως
β 251
Βαΐον ·. σημαίνει δὲ τὸ κλάδος τοῦ φοίνικος
β 252
Βαίτυλος · ὁ ἐσπαργανωμένος λίθος
β 253
Βακτηρία · παρὰ τὸ τὴν βάσιν τηρεῖν. διαφέρει ῥάβδος καὶ βακτηρία
β 254
Βακχεύω · τὸ μαίνομαι καὶ μεθύσκομαι καὶ ὀρχοῦμαι καὶ γελῶ
β 255
Βάκχος · παρὰ τὴν βοὴν βόακχος καὶ βάκχος καὶ βάκχη. Ὠρίωνος
β 256
Βάκχος· πλεονασμῷ τοῦ
β 257
βάζω, βάξω, βάχος καὶ βάκχος, ὡς παρὰ τὴν ἰαχὴν ἴαχος καὶ Ἴακχος. οἱ γὰρ μεθυσθέντες πλέον τῇ φωνῇ χρῶνται, ὡς εἴρηται. ζήτει
β 258
Βαλανεῖον · διὰ τῆς ει διφθόγγου. ἀπὸ τοῦ βαλανεύς. λέγουσι δέ τινες, ὅτι τὸ βαλανεῖον παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας εἴρηται, κακῶς δέ φασιν· εἰ γὰρ ἦν οὕτως, ἔδει διὰ τοῦ ι γράφεσθαι ὡς καὶ τὸ ἀνία. ἔστι δὲ εἰπεῖν, ὅτι ἀπὸ τοῦ βαλ άνου λέγεται· καὶ γὰρ βαλάνους εἶχον ἔθοσ ἐν αὐ τῷ ὑ ποκαί ειν
β 259
Βαλβίς · ἔστι μὲν καὶ ἡ βαθμίς, λέγεται δὲ καὶ ἡ πρώτη ἔξοδος τῶν δρομέων. Ὠρίωνος
β 260
Βαλβίς · πλεονασμὸς τοῦ β. βηλός, ὁ βαθμός, παρὰ τὸ ἐπʼ αὐτῷ βῆναι. βήσω, βηλός, βηλίς, ὡς ψῆφος ψηφίς. καὶ ἔστι τροπὴ τοῦ η εἰς α καὶ πλεονασμὸς τοῦ β
β 261
Βαλίαι · αἱ ταχεῖαι· βαλίαις ἀσκαίρων ἁρπυίαισ“. ἀπὸ τοῦ βάλλειν καὶ ταχέως φ έρ ε σθαι τὸ βαλλό μενον
β 262
Βαλλάντιον · παρὰ τὸ βάλλειν. ἔστι δὲ σταθμὸς τὸ βαλλάντιον, ὃ καὶ φόλλις, δηναρίων ρν. καὶ εἰς τὸ Φόλλις
τ 279
τιον · ἢ διὰ τὸ β άλλειν ἐν αὐτ ῷ τ ὰ φυλα ττόμενα ἢ διὰ τὸ β άλ λειν τοὺς ἐναντίους, καὶ σημαίνει τὸ β έ λος
β 263
Βάναυσοι · τέχναι λέγονται· καταχρηστικῶς μὲν πᾶσαι αἱ ἄλογοι τέχναι, κυρίως δὲ αἱ διὰ πυρὸς ἐργαζόμεναι λέγονται βάναυσοι. παρὰ τὸ βαίνειν περὶ τὸν αὗσον. αὗσος δέ ἐστιν ἡ κάμινος, παρὰ τὸ ἀτμόν τινα ἀφιέναι
β 264
Βάναυσοσ ·. κυρίως ὁ τὸ πῦρ ἐν ταῖς καμίνοις ἅπτων
β 265
Βάναυσος · κυρίως ὁ περὶ τὸ πῦρ ἐργαζόμενος, ὅ ἐστι τὰς βαύνους ἅπτων· ἢ ὁ τὰς καμίνους αὔων, ἀντὶ τοῦ καίων. Ὠρίωνος
β 266
Βάναυσος · κυρίως ὁ περὶ τὸ πῦρ ἐργαζόμενος, οἷον βαύνους ἅπτων, ὅ ἐστι τὰς καμίνους καίων
β 267
Βάναυσος · ὁ διὰ πυρὸς τὴν ἐργασίαν ποιούμενος· παρὰ τὸ βαῦνος, παρὰ τὸ τοὺς βαύνους αὔειν. Τρύφων δὲ ὁ τοῦ Ἄμμωνος ἀπὸ τοῦ βαῦνος τὸ βάναυσος γέγονεν κατὰ πάθος·“ φησί ὤφειλε γὰρ ὡς παρὰ τὸ ἵππος Ἵππασος, κριός Κρίασος, οὕτως βαῦνος βαύνασος. γέγονεν οὖν ἐν ὑπερθέσει“. Χρύσιππος δὲ ἀπὸ τοῦ τεχνίτας πρὸς τὸν βίον ἐν. πορίζεσθαι
β 268
Βάπτισμα · βάπταισμα, ἐκβολῇ τοῦ α · ἐν ᾧ βάλλεται, ἤγουν πίπτει, τὸ πταῖσμα. Φωτίου
β 269
Βάπτισμα · παρὰ τὸ βῶ, τὸ βαίνω· τούτου παράγωγον βάπτω, βάπταισμα, ἤγουν τὸ βάπτον τὸ πταῖσμα, τουτέστι πλῦνον. καὶ τὸ θηλυκὸν βάπτισις
β 270
Βάρβαρος · βαρύβαρός τις ὤν, καὶ κατὰ συγκοπὴν βάρβαρος. βάρβαρος δὲ παρήχθη ἀπὸ τοῦ βαρβαρισμοῦ, κἀκεῖνο ἀπὸ τοῦ μὴ ἔχειν τοὺς τότε ἀνθρώπους ἀρχηγόν τινα, ἀλλʼ ἕκαστον τῷ ἰδίῳ θελήματι διάγειν
β 271
Βάρβαρος · εἴρηται ἀπὸ τοῦ περὶ τὴν φωνὴν βάρους βάρος καὶ ἐν διπλασιασμῷ βάρβαρος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Βάρεσ ιν · ἡ εὐθεῖα βάρις, βάρεως· ἡ εὐθεῖα τῶν πληθυντικῶν βάρεες, βάρεις. εἰσὶ δὲ
β 272
Βᾶρις · βάρεως· πηγή. τὸ πλοῖον, Αἰσχύλος βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον“. εἴρηται παρὰ τὸ βαίνω βᾶρις, ὡς δαίω δῆρις
β 273
Βαρύς · ὑπερθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ δ βραδύς. παρὰ τὸ βάρος
β 274
Βασιλεύσ · παρὰ τὸ σίνω, τὸ β λάπτω, γίνεται σιν εύς, ὁ βλαπτικὸς καὶ σκ ω πτι κ όσ καὶ ἐξ αὐτοῦ σιλεύς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσιλεύς, ὁ μὴ βλαπτόμενος καὶ μὴ σκωπτόμενος, καὶ ἐν πλεονασμῷ τοῦ β βασιλεύς. εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι προσηγορικοῦ, ὥς τινες
β 275
Βασιλεύσ ·. προσηγορικοῦ ἢ ἐπιθετικοῦ. διόρισον. ἐπίθετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶς.“
β 276
Βάσις ·. παρὰ τὸ βαίνω
α 2253
ανος · ὁ φθο νερόσ. καὶ ἐπὶ τοῦ λυπεῖσθαι ἔταττον καὶ ἐπὶ τοῦ λυπηροῦ. Ὠρίωνος
β 277
Βασσαρίδες · αἱ βάκχαι· παρὰ τὸ ἐν βήσσαις διάγειν, ὅ ἐστιν ὀρεινοῖς τόποις· ἢ παρὰ τὸ ὑπόδημα τὸ λεγόμενον βασσάρη. τοῦτο παρὰ τὸ βάσει ἀρηρέναι· ἄρω γὰρ τὸ ἁρμόζω
β 278
Βαστέρνιον · μ ωλά ριον. Χοιροβοσκοῦ
β 279
Βατὸς δὲ τόπος, εἰς ὅν τις ἐπιβῆναι δύναται
β 280
Βάτος · ἡ ἄκανθα· εἴρηται δὲ κατʼ ἀντίφρ ασ ιν, ὁ μὴ ὢν βατός· καὶ ἔστιν ἐν τόν ῳ παρώνυμον. γίνεται γὰρ τοιαῦτα πολλά, ὥσπερ τὸ κυρτός κύρτος, ξανθός Ξάνθος τὸ κύριον, λευκός Λεῦκος, Δ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον“ πυρρός Πύρρος, ὁ τοῦ Ἀχιλλέωσ · οὕτως βατός βάτος
β 281
Βάτος · τὸ μὲν βα σημαίνει τὴν βάτον, τὸ δὲ τος τὸ τείνεσθαι αὐτήν· τοιαύτη γὰρ ἡ βάτος ἐν τοῖς φραγμοῖς
β 282
Βάτραχος · τὸ ζῶον· βοή, βοάτραχος, ὁ βοὴν τραχεῖαν ἔχων
ο 417
ος · τὸ πῦρ ἢ ὁ χυτρόπους, ἢ ἡ κάμινοσ ἔνθεν καὶ βάναυσος καὶ κρίβανος, ὁ ἔχων κρι θάς. γέγονε δὲ τὸ βαῦνος πλεονασμῷ τοῦ β κατὰ Λά κωνας· οὗτοι γὰρ τὸ ἰδεῖν βιδεῖν λέγουσιν. οὕτως καὶ τὸ αὖσαι, αὖνος καὶ βαῦνος. οὕτως Ἡρωδιανός
β 283
Βαφῇ · ὑποτακτικόν· ἐκ τοῦ βάπτω, βάψω, ὁ δεύτερος ἀόριστος ἔβαφον, ὁ παθητικὸς ἐβάφην, ἡ μετοχὴ βαφείς βαφέντος, καὶ τὸ ὑποτακτικὸν βαφῶ
β 284
Βδέλλα · Ἀττικοὶ βδέλλειν λέγουσι τὸ ἀμέλγειν· ἀμέλγουσι γὰρ ἔοικεν ἡ βδέλλα ἐν τῷ σπᾶν τοῦ αἵματος
β 285
Βέβαιος · ἡ μὲν παραλήγουσα τῷ λόγῳ τῶν διὰ τοῦ αιος παραγώγων, ἡ δὲ ἄρχουσα τῷ λόγῳ τοῦ βεβηκέναι
β 286
Βεβαίως · ἐπίρρημα μεσότητος
β 287
Βεβήκει · ἥδραστο, πεπαγίωτο. ἀναβεβήκει, ἐπορεύετο. ἡ μετοχὴ βεβηκώς. βεβώς· βεβηκώς, ἐξελθών
β 288
Βεβήκει · ὑπερσυντέλικος τῶν εἰς μι
β 289
Βέβηλος · καὶ ὁ μὴ ἱερὸς τόπος καὶ ὁ ἀμύητος. εἴρηται ἀπὸ τοῦ βῶ βήσω, βηλός καὶ ἐν διπλασιασμῷ βέβηλος, ὁ βάσιμος παντί, πρὸς ἀντιδιαστολὴν τοῦ ἀδύτου. καὶ ὁ ἄνθρωπος ἀπὸ τοῦ τόπου, ἀνίερος καὶ ἐν ἀνιέροις τόποις ἄξιος διατρίβειν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 290
Βεβηλώσωσι · ὑποτακτικόν· ἐκ τοῦ βεβηλῶ· τοῦτο παρὰ τὸ βέβηλος, ὁ μιαρὸς καὶ ἀκάθαρτος
β 291
Βεβλήκειν Ε · ἀντὶ τοῦ ἔβαλεν. ῥῆμα ἀπαρέμφατον ἀντὶ τοῦ ἐνεργητικοῦ
β 292
Βεβυσμένα · ἀντὶ τοῦ πεφραγμένα· παρὰ τὸ βύω· τοῦτο παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι. ἀντὶ τοῦ βεβυθισμένα κατὰ συγκοπήν
β 293
Βεελφεγώρ · Βὴλ ἐν τόπῳ τοῦ Φεγώρ· τουτ έστιν ὄνομα εἰδώλου· ὁ παρʼ Ἕλλησι λεγ όμενος Κρόνοσ. Ὁμήρου
β 294
Βείω Ζ · ἐκ τοῦ βῶ, κατὰ διαίρεσιν βέω, καὶ κατὰ πλεονασμὸν τοῦ ι βείω, ὅ ἐστι πορευθῶ· Ζ ὄφρʼ ἂν ἐγὼ βείω“. καὶ εἰς τὸ Βοόωντας
β 295
Βελόνη · παρὰ τὸ βέλος καὶ τὴν τούτου ὀξύτητα
β 296
Βελόνη · παρὰ τὸ βάλλω, τοῦ α τραπέντος εἰς ε ὡς καὶ ἐν τῷ βέλ οσ · ὡς οὖν παρὰ τὸ π έρω περόνη, ἥδω ἡδονή, οὕτως βάλλω βελόνη. Δίδυ μός φησιν αὐτὸ παρώνυμον εἶναι
λ 282
λόνιον · ὅτι
β 297
Βενέτικος · αἵγας γένος, σφιγκτοτραγόπους, τριχινόθριξ, κονδόστολος, ὀλιγάληθος, ἀπλησίαστος χριστιανοῖς, οὐκ ἔχων βάσιν ἐν γῇ διάγειν, ἀλλʼ οἰκῶν ἐν βορβόρῳ θαλάσσης ἐκεῖσε κακῶς τὸν βίον ἔχει καὶ τὸν θάνατον ἐξάγει
β 298
Βενέτικος · βένε τέκουμ, ἤγουν ἔρχεται μετά σου
β 299
Βεύδεα · πλεονασμῷ τοῦ β · εὕδεα γάρ ἐστι. κυρίως ἐπὶ τῶν ἐγκοιτίων
λ 283
λός · ἡ φλιά, ᾗ ἐπιβαίνουσιν οἱ εἰσιόντες καὶ ἐξιόντες
β 300
Βῆλος · ὄνομα κύριον
β 301
Βῆμα · βάδισμα· ἢ τόπος ὑψηλὸς δικαστοῦ
β 302
Βῆμα · εἰς ὃ βαίνουσιν οἱ ἱερεῖς· παρὰ τὸ βαίνω· ἢ βάδισμα
β 303
Βῆσσα · ἐν ᾧ τις εἰσέρχεται καὶ ἐξέρχεται
β 304
Βῆσσα · διʼ ὃν ἔστι τόπον βῆναι καὶ πορεύεσθαι· Λ οὔρεος ἐν βήσσῃσι.“
β 305
Βῆσσα · ὁμοίως παρὰ τὸν βήσω μέλλοντα πλεονασμῷ τοῦ ς
β 306
Βήσσῃσ ·. ὁμοίως παρὰ τὸν βήσω μέλλοντα πλεονασμῷ τοῦ ς. διʼ ὧν ἔστι βῆναι καὶ πορεύεσθαι· Λ οὔρεος ἐν βήσσῃσι.“
β 307
Βῆτα · ὅτι ἐπιβέβηκεν· δευτέραν γὰρ ἔχον τάξιν ὥσπερ δοκεῖ ἐπιβαίνειν
β 308
Βητάρμονεσ ·. ἢ ἀπὸ τοῦ ἁρμοδίως βαίνειν, κατὰ πλεονασμὸν τοῦ τ
β 309
Βητάρμονες · ὀρχησταί, οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι· ἀπὸ τοῦ ἡρμο σ μένως βαίνειν
β 310
Βηχίον · ἐκ τοῦ βίᾳ χέειν. Ὠρίωνος
β 311
Βία · πλεονασμὸς τοῦ β · ἴς γὰρ ἴα καὶ βία. ἴς δὲ ἡ δύναμις. παρὰ τὸ βίᾳ ἰθύνειν, τὸ ὁρμᾶν, Βιθυνός, Βιθυνί α
β 312
Βία · ἡ δύναμις, ἀλλὰ καὶ ἡ ἐκ δυναστείας ἀδικία. ἡ δύναμις· Θ σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει“. δοκεῖ δέ μοι καὶ ἡ ἀδικία βία κεκλῆσθαι. τὸ ἴα, ἡ δύναμις, εἴρηται παρὰ τὸ ἴς, ἴα καὶ βία. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 313
Βιάζω · ἐκ τοῦ βία· τοῦτο παρὰ τὸ ἴς ἰνός, ὃ σημαίνει τὴν δύναμιν
β 314
Βιαία ·. καὶ ἐξ αὐ τοῦ βιαία. καὶ προπαροξύνεται βίαιος· τὰ γὰρ ἔχοντα τὸ ι ἐν τῇ ἀρχούσῃ καὶ παραγόμενα ἀπὸ θηλυκῶν προπαροξύνεται, οἷον δίκη δίκαιος, τιμή Τίμαιος, βία βίαιος. καὶ τὸ θηλυκὸν βιαία· σημαίνει δὲ τὴν δυνατήν
β 315
Βίαιος · παράνομος, σφοδρός
β 316
Βιβήξαντες · ἐμβιβάσαντες, σιβάσαντες. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 317
Βιβλίον · παρὰ τὸ βύω, τὸ σφαλίζω, βύλ ο ς καὶ βίβλος· ἢ παρὰ τὸ τοὺς βίους βάλλεσθαι ἐν αὐτῷ
β 318
Βίβλοσ ·. Βύβλος δὲ πόλις. Ὠρίωνος
β 319
Βινεῖν· Ἀλεξίων φησίν, ὅτι οἱ κομίζοντες ἤδη τὴν ἡλικίαν τοῦ συνουσιάζειν ἀρχὰς ἔχουσι τοῦ βίου. τὸ δὲ β ι διὰ τοῦ ι γράφεται, ἢ, ἐπειδὴ καὶ βυνεῖν λέγεται, διὰ τὸ υ
β 320
Βιόσ ·. ἢ παρὰ τὸ βίας αὐτὸ δεῖσθαι εἰς τὴν ἔντασιν. Ὠρίωνος
β 321
Βιός · διὰ τὴν βίαν· διὰ τοῦτο καὶ βέλος, διὰ τὸ βίᾳ βάλλεσθαι
β 322
Βίος · ἡ ζωή, ἣ καὶ βιοτὴ προσαγορεύεται· παρὰ τὸ βέω, τὸ πορεύομαι. τί γάρ ἐστι βίος ἢ ὁδὸς καὶ ἡ πορεία; τὸ γὰρ βέω ἡ ζωὴ κυρίως τὸ πορεύομαι σημαίνει, οἷον Ζ ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον.“ καὶ τὸ ζῆν δὲ βέω· Χ Ἕκτορ, ἐγὼ δειλή· τί νυ βείομαι.“
β 323
Βίος · ὅτι βιαίως ἐξάγεται
β 324
βιοῦν · εἴρηται παρὰ τὴν βίαν καὶ τὴν ἀνάγκην, οἷον τὸ μετὰ μόχθου ζῆν. οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς Ἰλιάδος, ὅπου φησίν Ζ θεοὶ ῥεῖα ζώοντεσ“
ζ 71
ζωή διαφέρει· βίος μὲν γὰρ ἐπὶ λογικῶν τάσσεται ζώων, τουτέστιν ἐπὶ ἀνθρώπων, ζωή δὲ ἐπὶ ἀλόγων· ὅθεν καὶ Ἀριστοτέλης τὸν βίον ὡρίσατο οὕτως · βίος τε λογικοῖς.“
β 325
Βιοῦν · τὸ ἁπλῶς ζῆν· βιοτεύειν τὸ καλῶς ἀναστρέφειν
β 326
Βῖργος · καὶ κ ηρύ κειον
β 327
Βίσεξτον · βὶς σέξτον, δὶς ἕξ· ἡ κατὰ δ γινομένη χρόνους
β 328
Βῖτος · ὄνομα
β 329
Βλάξ · συγκοπῇ καὶ με ταθέσει τοῦ μ εἰς β · μάλαξ καὶ μαλακός καὶ παρώνυμον μάλαξ καὶ βλάξ· οὐ γὰρ ἐδύνατο τὸ μ προτά ττεσθαι τοῦ λ, ὅτι ἀσύντακτον
β 330
βλάβω βλαβήσω, ἐπ εισόδ ῳ τοῦ τ καὶ τροπῇ τοῦ β εἰς π βλάπτω
β 331
Βλαστόσ · κατὰ συγγένειαν τοῦ β πρὸς τὸ μ ἐν τῷ μεταλαμβάνεσθαι εἰς ἄλληλα πολλάκισ
β 332
Βλαστός · ἐκ τοῦ βαίνειν κατὰ τὴν αὔ ξ ησιν
β 333
Βλώσκω · τὸ πορεύομαι, ὅπερ γέγονεν ἀπὸ τοῦ μολίσκω ἐκτάσει τοῦ ο εἰς ω καὶ μεταθέσει τοῦ μ εἰς β καὶ κατὰ συγκοπὴν βλώσκω
β 334
Βλασφημία · ἔστι ἡ περὶ θεοῦ καὶ τῶν δημιουργημάτων αὐτοῦ ψευδὴς διάληψις
β 335
Βλασφημία · λέγεται ἡ κατὰ ἀνευθύνων γινομένη μέμψις
β 336
Βλεμεαίνων θ · κατὰ μετάθεσιν στοιχείων, οἶον βρέμων, σφοδρὸς ὤν· βρέμω βρεμμαίνω καὶ μεταθέσει τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ ε βλεμεαίνω
β 337
Βλιμάζω · τὸ ψηλαφῶ. δῆλον τὸ σημαινόμενον
β 338
Βλωμός · ὁ ψωμός· εἴρηται ἐκ τοῦ ψωμός, τοῦ λ πλεονάζοντος καὶ τοῦ ψ εἰς τὸ β μετατεθέντος· ἢ παρὰ τὸ φλῶ φλωμός καὶ τροπῇ βλωμός· ἢ ἀπὸ τοῦ βρώμη βρῶμοσ καὶ βλωμός, ὡς ὑδρηρός ὑδρηλός· ἢ ὡσ παρὰ τὸ βῶ βωμός, οὕτως βρῶ βρωμός καὶ βλωμός
β 339
Βοηθός · ἀπὸ τοῦ εἰς βοὴν θεῖν· κυρίως γὰρ βοὴ ὁ πόλεμος, ὅθεν τὸ Β βοὴν ἀγαθὸς Διομήδησ“ καὶ Β βοὴν ἀγαθὸς Μενέλαοσ“ καὶ βοηθεῖν, τὸ εἰς βοὴν θεῖν· ἢ παρὰ τὸ βοή καὶ τοῦ θοός, ὁ εἰς τὴν βοὴν θοὸς καὶ ταχύς
β 340
Βόθυνος · ὁ βαθὺς τόπος· παρὰ τὸ βάθος βάθυνος, ὡς θάρσος θάρσος θάρσυνος· τροπῇ τοῦ α εἰς ο βόθυνος, ὡς ἀκριόεις ὀκριόεις βράγχος βρόγχος
β 341
Βορέας · ὁ ἄνεμος· παρὰ τὸ βάρος βαρέας· ἢ παρὰ τὸ βορά, ἡ τροφή, παρωνύμως, ὅτι βορᾶς ἡμῖν αἴτιος συναύξων τοὺς καρπούς
β 342
Βόσις · εἰς τὸ Κιβωτός. Σελεύκου
β 343
Βουβών · ἀπὸ τοῦ μεγάλ ωσ ἐπῆρθ αι · τὸ γὰρ βου προτασσόμενον τὸ μέγα δηλοῖ
β 344
Βουβών · ἀπὸ τοῦ συμβαίνοντος οἰδήματος, παρὰ τὸ ἄγαν βαίνειν εἰ ς ὕψοσ. βῶ οὖν β ῶν καὶ μετὰ τοῦ ἐπιτατικοῦ μορίου τοῦ βου βουβών, ὡς βούπαις βουγάϊος βούλιμος
β 345
Βουλή · γνώμη, πρόθεσις
β 346
Βούλιμος · ὁ μέγασ λιμός· παρὰ τὸ βου ἐπιτατικὸν καὶ τὸ λιμός. καὶ ῥῆμα ἐξ αὐτοῦ βου λιμιῶ. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 347
Βουνός · παρὰ τὸ βαίνειν ἄνωθεν βαινός, καὶ τροπῇ τῆς διφθόγγου εἰς δίφθογγον βουνόσ, ὡς ὄνοιρος ὄνειρος
β 348
Βοῦς · παρὰ τὸ βύζειν τὸ οὖς καὶ ᾄδειν
β 349
Βοῦς · παρὰ τὸ βῶ δηλοῦν τὸ τρ έφω οὗ ὁ μέλλων βόσω καὶ βόσις, ἡ τρο φή, ὡς ἀρόσω ἄροσις· ἀφʼ οὗ βο τήρ, ὡς ἀροτήρ. βοῦς οὖν τὸ ζῶον τὸ τοῦ τρέ φεσθαι ἡμᾶς αἴτιον
β 350
Βοώνης · ὁ τὰς βοῦς ὠνούμενος
β 351
Βραβεῖον · ἐπινίκιος ἀμοιβή
β 352
Βραβευταί · κυρίως οἱ τὴν ῥάβδον ἀπὸ φοίνικος ἤ τινος ἄλλου διδόντες σύμβολον τῆς νίκης· ῥαβδευταί τινες ὄντες, πλεονασμῷ τοῦ β ὡς παρʼ Αἰολεῦσι τὸ ῥόδον βρόδον λέγεται
β 353
Βραβεύω · ἐπιψηφίζομαι, διακρίνω· ἐξ οὗ καὶ βραβεύω, τὸ διακρίνω
β 354
Βράγχιον · τὸ τῶν ἰχθύων
β 355
Βραδύσ ·. ὑπερθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ δ βραδύς
β 356
Βραδύς · β αρύς τις ὤν
β 357
Βραδύγλωσσοσ ·. εἰς τοὺς Ἐπιμερισμοὺς τῶν κανόνων τῶν ἑορτῶν
β 358
Βράσσων · ὁ βραδύς, ὡς θάσσων ὁ ταχύς· δύναται ὁ μὴ καθεστὼς ἀπὸ τοῦ βρασμοῦ
β 359
Βραχίονες · βραχυκίονες. Ὠρίωνος
β 360
Βραχίονες · οἷον βραχυκίονες· βραχύτεροι γὰρ τοῦ λοιποῦ μέρους τῶν χειρῶν, τοῦ πήχεως
β 361
Βραχίων · βραχίονος· ὁ ὀλίγος πρὸς τὸν πλείονα. οὕτω καὶ τὸ μέρος τῆς χειρός
β 362
Βραχίων · ἐκ τοῦ βραχύ καὶ τοῦ κίω, τὸ πορεύομαι, βραχυκίων καὶ ἐξ αὐτοῦ βραχίων. βραχίων, βραχίονος. ὁ κανών· τὰ εἰς ων συγκριτικὰ τρέπουσι τὸ ω εἰς ο ἐπὶ γενικῆς, οἷον μείζων μείζονος, βελτίων βελτίονος. οὕτωσ οὖν βραχίων βραχ ίονοσ. τὸ χι ι. διὰ τί; τὰ διὰ τοῦ ιω ν β αρύτονα
β 363
Βραχίων · παρὰ τὸ βραχὺ εἶναι ὑπό τι τῶν τοῦ πήχεως ὀστῶν
β 364
Βρεντήσιον · χωρίον τῆς Ἰταλίας· εἴρηται δὲ οὕτως, ὅτι λιμένασ ἔχει κέρασιν ἐλάφου παραπλησίους· βρένδον δὲ τὸν ἔλαφον καλοῦσι Μεσσάππιοι
ε 840
εἴρηται παρὰ τὸ βροτός βρέτας, τὸ βροτοειδὲς ἄγαλμα. κυρίως δὲ τὸ ἀπὸ ξύ λου πεποιη μένον ἀνθρώπου ἄγαλμα
π 696
παρὰ τὸ βροτὸν ἀπεικάζειν. Ὠρίωνος
β 365
Βρέφος · παρὰ τὸ φέρβω φέρβος καὶ μεταθέσει τῶν δύο στοι χείων βρέφος, τὸ δεόμενον φορβῆς, τουτέστι τ ροφῆς
β 366
Βρέφος · τὸ δεό μενον φορβῆς, ὅ ἐστι τροφῆς
β 367
Βρίζειν · τὸ μετὰ τροφὴν κοιμᾶσθαι, οἱονεὶ βορίζειν· βορὰ γὰρ ἡ τροφή
β 368
Βρίζω · τὸ κοιμῶμαι· εἴρηται δὲ βρίξαι τὸ μετὰ βορὰν καθευδῆσαι, οἷον βορίξαι τι ὄν
β 369
Βριήπυος Ν · μέγα καὶ βαρὺ βοῶν· παρὰ τὸ βρι καὶ τὸ ἠπύειν, ὅ ἐστι φωνεῖν. Ὁμήρου
β 370
Βριθομένη Θ · ἀντὶ τοῦ βρίθεται, ὅ ἐστι βαρεῖται, καὶ οὐχ, ὥς τινες εἶπον, βαρουμένη. κέχρηται γὰρ τῇ μετοχῇ ἀντὶ ῥήματος, καὶ ἔστι τὸ σχῆμα ἴδιον Αἰολέων
β 371
Βριθοσύνη · ἡ βαρύτης· παρὰ τὸ βρίθω, τὸ βαρῶ
β 372
Βρογμόν · τὸ βρέγμα, τὸ τῆς κεφαλῆς ἄκρ ον τὸ ἁπαλόν· παρὰ τὸ βρέχεσθαι
β 373
Βρόμιον · ὑψούμενον ἤτοι ἐξογκούμενον· γίνεται δὲ ἐκ τοῦ βρομᾶσθαι
β 374
Βρόμιος · παρὰ τὸν βρόμον, ὅ ἐστιν ὁ ἦχος τοῦ πυρός· ὅτι ἀπὸ τῆς Σεμέλης τῆς κεραυνωθείσης ἣ ἡρπάγη ἀπὸ τοῦ πυρός
β 375
Βρόμος · ἰδίωμα ἤχου. Ὠρίωνος
β 376
Βροντή · παρὰ τὸ βρέμω βρόμος, κατὰ μίμησιν τοῦ γενομένου ἤχου. κυρίως ἐπὶ τοῦ πυρός
β 377
Βροντή · παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν τοῦ πυρὸς ἦχον· ἔμπυρος γὰρ ἡ βροντὴ εἰκότως ὠνόμασται
β 378
Βροντή · διὰ τὸ βιαίως τελεῖσθαι, ἤτοι ὑπερμεγίστως ἐκρήγνυσθαι τὸν ταύτης ψόφον ὑπὸ πλείστων νεφῶν διασχίσεώς τε καὶ συγκρούσεως
β 379
Βροτήσιοσ ·. τροπῇ τοῦ ο εἰς η βροτήσιος, ὡς θεοτόκος θεητόκος. τὸ σι ι. διὰ τί; τὰ διὰ τοῦ ισειος πάντα διὰ τοῦ ι γράφεται, οἷον χαρίσιος ἀφροδίσιος· βροτήσιος δέ· πλὴν τοῦ Ἀρκείσιος, Σιμοείσιος. Ὁμήρου
β 380
Βροτόεντα Ζ · ᾑ μ αγμένα· βρότον γὰρ τὸ ἀπὸ τοῦ φό νου αἷ μ α· ἢ ᾑ μα τωμ ένα. Φωτίου
β 381
Βροτός · ἐκ τοῦ μείρω, τὸ μερίζω, γίνεται μορτός, μροτός· καὶ ἐπεὶ οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται, τρέπεται τὸ μ εἰς β καὶ γίνεται βροτός, καὶ τὸ μετουσιαστικὸν βρότειος. τὰ διὰ τοῦ ειος ὀνόματα μετουσιαστικὰ ἢ κτητικὰ ὑπόστασιν ἢ μέρος σώματος δηλοῦντα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον βρότειος, δρακόντειον κάρα, Ἑκτόρειος χιτών
σ 442
σις · βροντ. ν. ο
β 382
Βρόχθος · τὸ ὀλίγον πόμα καὶ ἡ φάρυγξ, διʼ ἧς καταπίνομεν. εἴρηται παρὰ τὸ βρέχω, βέβροχα, βρόχος, καὶ ἐν πλεονασμῷ βρόχθος· τὸ γὰρ πινόμενον βρέχει καὶ τὸ πῖνον ὄργανον βρέχεται. πεποιημένη δὲ ἡ λέξις ἀπὸ τοῦ γενομένου ποιοῦ ἤχου ἐν τῷ πίνειν
β 383
Βρόχος · ἐπὶ τοῦ σχοινίου καὶ τοῦ περιτιθεμένου τῷ λαιμῷ. κυρίως δὲ βρόχος ὁ εἰς τὰς ἀγκύρας ἐνημμένος καὶ τὰ ἀπόγεια σχοινία διὰ τὸ βρέχεσθαι. τι ν ὲς δὲ πα ρὰ τὸ τ ὸν β ρόγ χ ον τὴν ἄγχειν ἐτυμο λογοῦσι. σ κληρὸν δὲ τοῦτο
β 384
Βρόχος · ὁ περιτιθέμενος τῷ αὐχένι. βρόγχος δὲ ὁ φάρυγξ· πᾶν γὰρ φθέγμα ἐκ βρόγχου καὶ φάρυγγος φέρεται. ἐκ τούτου λέγεται καὶ βρόχος τὸ σχοινίον τῆς πνιγμονῆς, ἤτοι τὸ δίκτυον τὸ πνῖγον
β 385
Βρυγμός · ἡ σύντομος ἐδωδή. Εὔπολις ὅσος δʼ ὁ βρυγμὸς καὶ κο πετὸς ἐν τῇ στέγῃ“. παρὰ τὸ βρύκω, ὃ σημαίνει τὸ ἐσθίω· ὡς νύσσω οὖν νυ γμός οὕτωσ βρύκω βρυγμός
ε 841
ει · ἀνθεῖ, φύ ει ὡς τὸ ἔ μβρυον. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 386
Βρύξει · τὸ θέμα βρύχω, δευτέρας συζυγίας τῶν βαρυτόνων. ἔστι δὲ καὶ βρυχῶ, δευτέρας συζυγίας τῶν περισπωμένων
β 387
Βρύχω · ἐπὶ ἀνθρώπων, βαρύτονον. βρυχάω βρυχῶ ἐπὶ θηρίου καὶ ἄλλων ζώων, περισπώμενον
β 388
Βρύχω · τρίζω. βρύχεται, μαίνεται
β 389
Βρῶμος · ἡ δυσωδία καὶ ἡ κόπροσ
β 390
Βυθός · π αρὰ τὸ δύ ειν τὸν δύνοντα λίθον ἐν αὐτῷ ἢ καὶ σίδη ρον καὶ μ όλιβ δ ον καὶ μὴ ὁρᾶσθαι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
β 391
Βυθός · παρὰ τὸ δύω, τὸ ὑπεισέρχομαι, δυθ όσ καὶ βυθός
β 392
Βύνη · ἡ θάλασσα καὶ ὄνομα θεᾶς
β 393
Βύνη · ἡ Ἰνώ· ἢ ὅτι εἰς βυθὸν ἥλλατο, ἢ ὅτι μετὰ τῶν ἱματίων εἰς βυθὸν εἱλκύσθη, ἢ ὅτι ὕδατος ἐπληρώθη ἢ παρὰ τὸ δῦναι εἰς τὸ ὕδωρ. ἔστι δὲ Βοιωτιακὴ ἡ λέξις
β 394
Βύρσα · τὸ δέρμα τοῦ βοός, τὸ λεγόμενον βυρσάριον καὶ κάσσυμα
β 395
Βυσσοδομεύειν · τὸ ἐν βάθει καρδίας διαν ο εῖσθαι
β 396
Βυσσοδομεύειν · τὸ κατὰ βάθους τῆς διανοί ας φροντίζειν καὶ βου λ εύεσθαι. παρὰ τὸ δομεύειν αὐτὸ καὶ κατασκευάζειν ἐν βάθει
β 397
Βυσσοδομεύειν · τὸ φροντίζειν· παρὰ τὸ δομεύειν καὶ κατασκευάζειν τὰ ἐν βάθει
β 398
Βυσσοδομεύων · ἐκ βυθοῦ τῆς διανοίας κρυπτῶς συντιθεὶς σκέψιν, οἷον ἐν βυθῷ τινι οἰκοδομῶν, ὥστε μὴ πρότερον γνωσθῆναι πρὶν ὑπερέχειν ἄνω
β 399
Βύσσοσ ·. βυσσὸς δὲ ὁ βυθός
β 400
Βωβός · κατὰ ἀντίφρασιν, ὁ μὴ δυνάμενος βοᾶν· ἐκ τοῦ βῶ, τὸ σημαῖνον τὸ φωνῶ
β 401
Βῶλος · παρὰ τὸ βῶ, τὸ τρέφω· αἱ γὰρ βῶλοι τῶν καρπῶν τὰς ἀναδόσεις ποιοῦνται· ὅθεν Ὅμηρος ἐρίβωλον καὶ ἐριβώλακα τὴν γῆν λέγει· καὶ παρωνύμως βῶλος βῶλαξ καὶ ἐριβῶλαξ, ὡς λίθος λίθαξ
β 402
Βωμολοχία · βωτιάνειρα διὰ τοῦ ι Βωμολοχία
β 403
Βωμολόχοι · οἱ εὐτελεῖς καὶ πένητες, τουτέστιν οἱ περὶ τὸν βωμὸν λοχῶντες καὶ προκαθεζόμενοι αὐτῷ, ἵνα εὖ τις αὐτοὺς ποιήσῃ διδούς τι πρὸς τὴν ἀναγκαίαν τροφήν. βωμολόχοι δὲ καὶ οἱ ὄρνιθες οἱ τὸν βωμὸν περιϊπτάμενοι καί τι τῶν κρεῶν τῶν ἀπὸ τῶν ἐντόμων ἁρπάζοντες, οἷον οἱ κόρακες, οἱ ἰκτῖνες καὶ τὰ τοιαῦτα τῶν ὀ ρνίθων. ἡ λέξις οὖν ἐπὶ τῶν εὐτελῶν εἴρηται καὶ εὐποιΐαν λαμβανόντων. καὶ ἄλλως. βωμολόχος ἐστὶν ὁ εὐτελής, ἤτοι ὁ πανοῦργος καὶ κακοῦργος· εἴρηται δὲ παρὰ τὸ λοχᾶν καὶ ἐνεδρεύειν περὶ τὸν βωμόν. καὶ βωμολοχεύεσθαι δὲ τὸ ῥῆμα
β 404
Βωμός · ἐκ τοῦ βῶ ῥήματος τοῦ σημαίνοντος τὸ περιπατῶ ὁ μέλλων βήσω, βημός καὶ βωμός
β 405
Βωμός · σημαίνει. ζήτει
β 406
Βωνῖτις · γῆ. Ὁμήρου
β 407
Βωτιανείρῃ Α · ἄνδρας τρεφούσῃ
β 408
Βωτιανείρῃ Α · παρὰ τὸ βῶ, τὸ τρέφω, γέγονε βωτιάνειρα. Γ Γεωργίου · γάμμα· ὅτι ἐστὶ δρεπανοειδὲς καὶ ἀμᾷ τὴν γῆν, ἤγουν θερίζει, ὥσπερ τὸ δρέπανον, ᾧπερ καὶ ὁ τύπος τοῦ γράμματος εἴκελος εἴτʼ οὖν ὅμοιος
γ 158
Γαγγαλίζεσθαι · ἐκ τοῦ γελῶ γελίζω καὶ τροπῇ τοῦ ε εἰς α καὶ κατὰ ἀναδιπλασιασμὸν γαγγαλίζω, τὸ εἰς γέλωτα ἄγω
γ 159
Γαγγαμών · δικτύου ἐστὶν εἶδος· παρὰ τὸ γάζω γαμός γαγγαμών, ἀπὸ τοῦ λαμβάνειν τὰ ἀγρευ όμενα. κ εῖται δὲ τὸ ὄνομα ἐν τοῖς τοῦ Ὀππιανοῦ Ἁλιευτικοῖς
γ 160
Γάγγραινα · πάθος διαβρωτικὸν σαρκῶν· παρὰ τὸ γράω, ὃ σημαίνει τὸ ἐσθίω. Καλλίμαχος αἰζηῶν ἔγραε κηδεμόνοσ“ ἀντὶ τοῦ ἤσθιεν. παρὰ οὖν τὸ γράω γραῖνα, καὶ ἐν διπλασιασμῷ γάγγραινα
γ 161
Γάδειρα · οἷον τῆς γῆς δειρά, τουτέστι σπόνδυλος
ρ 118
ρος · παρὰ τὸ τὴν γαῖαν δαίρειν εἴτε παρὰ τὸ ἀεὶ δ αι ρόμενος λέγεται γαείδαρος καὶ ἀείδαρος
γ 162
Γαιηοῦχος · ὁ περιέχων τὴν γῆν· παρὰ γὰρ τὸ γαῖα τὸ παράγωγον
γ 163
Γαιηούχῳ · τῷ τὴν γὴν ὀχοῦντι Ποσειδῶνι, ὅ ἐστι βαστάζοντι· ἐπὶ θαλάσσης γὰρ βέβηκεν ἡ γῆ. ἢ παρὰ τὸ γαίειν καὶ τὸν ὄχον ὁ γαυριῶν τῷ ὄχ ῳ ἤγουν τῷ ὀχήμα τι. Ὁμήρου
γ 164
Γαίης Α · ἔστι γέω ῥῆμα τὸ σημαῖνον τὸ τίκτω, ἐξ οὗ γίνεται γέα διὰ τοῦ ε ψιλοῦ, οἱονεὶ ἡ γεννητική, ἐξ οὗ καὶ γεωμέτρης· ἐκ τούτου γίνεται γέα γῆ, καὶ ἐκ τούτου ἄλλη παραγωγὴ διὰ τῆς αι διφθόγγου
ο 418
ὁ σεισμὸς κατὰ Ἀθηναίους, ὁ τὴν γῆν κινῶν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
γ 165
Γάλα · παρὰ τὸ γυῖα καὶ τὸ ἅλλομαι· τὸ ἐκ τῶν γυίων ἁλλόμενον
γ 166
Γάλα · παρὰ τὸ καλὸν εἰς ἀνατροφήν, οἷον κάλα· ἢ παρὰ τὴν γῆν γάλα· εἴρηται τὸ τρέφον πάντα τὰ σώματα
γ 167
Γαλαθηνός · ἐκ τοῦ γάλα καὶ τοῦ θῶ, τὸ θηλάζω· ἐξ οὗ καὶ τιθήνη· ὡς τὸ δ ἐπηετανὸν γ άλα θῆσθαι“
γ 168
Γαληνόμορφον · παρὰ τὸ γαλήνη καὶ τὸ μορφή. τὸ γαλήνη γέγονεν οὕτως· ἔστιν ἅλς ἁλός, ἡ θάλασσα καὶ ἡ ταραχή, καὶ μετὰ τοῦ νη στερητικοῦ ἁλήνη, καὶ πλεονασμῷ τοῦ γ γαλήνη, ἡ ἐστερημένη τῆς ταραχῆς. τὰ στερητικὰ καὶ τὰ ἐπιτατικὰ πάντα ἐν τῇ ἀρχῇ θέλουσι τίθεσθαι, πλὴν τοῦ γαλήνη, χελώνη, σελήνη· χελώνη δὲ παρὰ τὸ τρέχω καὶ τοῦ νη στερητικοῦ, ἡ ἐστερημένη τοῦ τρέχειν· σελήνη δὲ παρὰ τὸ σέλας, ὃ σημαίνει τὸ φ ῶς, καὶ τοῦ νη στερητικοῦ, ἡ ἐστερημένη τοῦ σέλαος· γαλήνη δὲ παρὰ τὸ γελῶ, γελάσω, γελάνη καὶ γαλήνη. τὸ δὲ μορφή παρὰ τὸ μείρω, τὸ μερίζω· ἡ γὰρ μορφὴ πάντα μερίζει. καὶ εἰς τὸ Μορφή
γ 169
Γάλως · ἡ τοῦ ἀνδρὸς ἀδελφή
γ 170
Γαμβρός · γάμοσ γαμηρός, καὶ συγκοπῇ καὶ προσθέσει τοῦ β γαμβρός
γ 171
Γαμβρός · ὁ ἀνὴρ τῆς θυγατρός· γαμβρὸς δὲ λέγεται ὁ γήμας ὑπὸ τ ῶν οἰκείων τῆς γαμηθεί σησ
γ 172
Γαμησείω · παρὰ τ ὸν γαμή σω μέλλοντα
γ 173
Γάμοσ. ἢ διὰ τὸ γεννᾶν
γ 174
Γάμος · οἷον δάμος τις· ὁ δαμαστι κὸς καὶ ὑποτακτικὸσ τῶν θηλειῶν, ὅθεν καὶ τ ὰς παρθένους ἀδαμάστουσ λέγουσιν
γ 175
Γαμφηλή · ἡ γνάθος, ἡ σιαγών· παρὰ τὸ κάμπτω κάμψω γαμφή ῥηματικόν, καὶ ἐξ αὐτοῦ παράγωγον γαμφηλή
γ 176
Γαμφηλῇσιν Ν · σιαγόσιν· ἀπὸ τοῦ τὸ σχῆμα κεκάμφθαι
γ 177
Γαργαρεών · Γάργαρον λέγεταί τι ἄκρον, ὅθεν καὶ γαργαρεὼν τὸ ὑψηλότατον τοῦ ἀνθρώπου ἐν τῷ πρὸ τοῦ στόματος οὐρανῷ καλουμένῳ ὑπερῴᾳ
γ 178
Γαστήρ · ἡ πάντα τὸν βίον λαμβάνουσα καὶ μὴ πληρουμένη. οὕτω Φιλόξενος
γ 179
Γάστρα · ἡ εἰς κύτος γεννηθεῖσα καὶ εἰς τὸ λαμβάνειν τι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
γ 180
Γαστρός · ἡ εὐθεῖα γαστήρ, ἡ δοτικὴ γαστέρι καὶ γαστρί, ἐξ οὗ καὶ γαστρίμαργος
γ 181
Γαυλός · ἀγγεῖον δεκτικόν· σημαίνει δὲ καὶ πλοίου εἶδος
γ 182
Γαῦλος · ὁ ἐξ ἀλλοτρίων ζῶν· λέγεται δὲ καὶ τὸ σκάφος διὰ τὸ κοῖλον καὶ πλεῖστα δέχεσθαι, ὥς φησιν Ἡρόδοτος ἐν τῇ γ τῶν Ἱστοριῶν
γ 183
Γαυλός · τὸ γαλακτοδόχον ἀγγεῖον· παρὰ τὸ γάλα γαλός, καὶ πλεονασμῷ τοῦ υ γαυλός· ἢ παρὰ τὸ γῶ, τὸ λαμβάνω, τὸ δεκτικόν τιν οσ. γαῦλος δὲ τὸ σκάφος· γύαλός τις ὤν, τουτέστι κοῖλος. καὶ ἄλλως· γαυλός, παρὰ τὸ γῶ τ ὸ γά ζω γαυλός, ἀγγεῖον δεκ τικόν · καὶ οὐ πά ντωσ δεῖ παρὰ τὸ γάλα αὐτὸ λαμβάνειν. σημαίνει καὶ πλοίου εἶδος
γ 184
Γαῦρος · ὁ μεγαλόφρων· παρὰ τὸ ἄγαν καὶ τὴν αὔραν· ὁ ἄγαν πεφυσιωμένος
γ 185
Γέγειος · σημαίνει τὸν ἀρχαῖον, καὶ διὰ τῆς ει γράφεται· τὰ γὰρ παρὰ τὸ γέα συγκείμενα διὰ τῆς ει γράφεται, οἷον ἀνώ γειος κα τ ώγειος βαθ ύ γειος εὔ γειοσ
γ 186
Γεγωνοτέραν · ἐκ τοῦ φωνῶ γίνεται ὠνῶ ἐκβολῇ τοῦ φ καὶ ἐν πλεονασμῷ τοῦ γ γωνῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν γεγ ωνῶ
γ 187
Γεγωνῶ · Μ ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν“· παρὰ τὸ γνώω ἐν ὑπερθέσει γωνῶ, καὶ ἐν διπλασιασμῷ γεγωνῶ· οἱ γὰρ ἐξακουόμενοι γνωστοί. Δίδυμος δέ φησι γεγωνεῖν εἶναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν. Χοιροβοσκοῦ
γ 188
Γεγῶσα · ἐκ τοῦ γῶ, τὸ χωρῶ, ὁ μέλλων γήσω, ὁ παρακείμενος γέγηκα, καὶ τὸ Ἰωνικὸν γέγασα· ἐπὶ γὰρ τοῦ παρακειμένου οἱ Ἴωνες ἡνίκα ἀφαίρεσιν ποιήσωνται συμφώνου, τότε καὶ συστολὴ παρακολουθεῖ. λοιπὸν ἡ μετοχὴ γεγαώς γεγαῶτος γεγῶτος· τὸ θηλυκὸν τὸ μὲν ὑπερτρισύλλαβον γεγαυῖα, τὸ δὲ τρισύλλαβον γεγῶσα· ἐπὶ μὲν γὰρ τῶν ὑπερτρισυλλάβων γεγαυῖα ἡ μετοχή, ὥσπερ τὸ μεμαυῖα· τὸ δὲ τρισύλλαβον γεγῶσα, ὡς μεμῶσα
γ 189
Γεγῶσα · ἐκ τοῦ γῶ, τὸ χωρῶ, ὁ μέλλων γήσω, ὁ παρακείμενος γέγηκα καὶ τὸ Ἰωνικὸν γέγασα, ἡ μετοχὴ γεγαώς γεγαῶτος, καὶ τὸ θηλυκὸν γεγαυῖα καὶ τὸ γεγῶσα παρʼ αὐτό
γ 190
Γεηρός · γήϊνος. Ὁμήρου
γ 191
Γείνατο μήτηρ · ἔστι μέσου ἀορίστου πρώτου. γέγονεν δὲ ἐκ τοῦ γέω τοῦ σημαίνοντος τὸ τίκτω· ἐξ οὗ γέγονεν γέα διὰ τοῦ ε ψιλοῦ. τοῦτο τὸ γέω γίνεται κατὰ πλεονασμὸν τοῦ ν γένω· ὁ μέλλων γενῶ, ὥσπερ μένω μενῶ, καὶ νέμω νεμῶ ἔνειμα· οὕτως ἔγεινα, καὶ ὁ μέσος πρῶτος ἀόριστος παθητικὸς ἐγεινάμην, καὶ τὸ τρίτον ἐγείνατο, καὶ ἀφαιρέσει τοῦ ε γείνατο
γ 192
Γείνωνται · ει
γ 193
Γειομόρος · ὁ γεωργός· εἴρηται δὲ ἀπὸ τοῦ τὴν γῆν μορεῖν, ὅ ἐστι πονεῖν
γ 194
Γεῖσα · παρὰ τὸ γέα, ὃ σημαίνει τὸ οἰκοδόμημα, γέϊσα παράγεται καὶ γεῖσα· κυρίως γὰρ λέγεται τὰ κατὰ γῆς τουτέστι τὰ καθʼ αὑτῶν ἐξέχοντα οἰκοδομήματα
ω 119
ων · διὰ τῆς ει διφθόγγου · λ έγει δὲ ὁ Δίδυμος ὅτι ὥσπερ ἀπὸ τοῦ τεύχω γίνεται τέκτων, οὕτω καὶ ἀπὸ τοῦ γείνω τοῦ σημαίνοντος τὸ πλη σιάζω ὅπερ γράφεται διὰ τῆς ει γίνεται γείτων. Ἀ λεξίων μέντοι, ὅτι ἀπὸ τοῦ γέα τοῦ διὰ τοῦ ε γεγραμμένου, γίνεται γεΐτων καὶ κράσει γείτων. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
γ 195
Γείτων · παρὰ τὸ γέα, ὅπερ γράφεται διὰ τοῦ ε ψιλοῦ, ὁ γείτων καὶ ἡ γείτων
γ 196
Γέλοιοσ · πρόδηλον τὸ σημαινόμενον· εἴρηται παρὰ τὸ γέλως γελώϊος, ὡς πατρῷος πατρώϊος καὶ μητρῷος μητρώϊος· καὶ Βοιωτιακῶς γέλοιος· οἱ γὰρ Βοιωτοὶ τὸ ω καὶ τὸ ι εἰς τὴν οι δίφθογγον τρέπουσιν, τὸ πατρώϊος πατροῖος λέγοντες καὶ τὸ ἡρώϊος ἡροῖος
γ 197
Γέλως · παρὰ τὸ γένειον εἰλεῖν καὶ συστρέφειν· περὶ γὰρ τὸ γένειον μύες τινὲς κινούμενοι ποιοῦσι τὸν γέλωτα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
γ 198
Γενεά · παρὰ τὸ γένος· τοῦτο παρὰ τὸ γείνω, τὸ γεννῶ. σημαίνει δ· τὴν ἡλικίαν, ὡς τὸ Η γενεῇ δὲ νεώτατος ἔσκεν ἁπάντων“· καὶ τὴν εὐγένειαν, ὡς τὸ Λ τέκνον ἐμόν, γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύσ“· καὶ τὴν φυλήν· γενεά λέγεται καὶ τὰ κθ ἔτη
γ 199
Γένειον · ὁ ποιητὴς ἐν τῷ περὶ τῆς Ὀδυσσείας π τὸ γένειον ἐπὶ τοῦ τόπου φησίν, τὰς δὲ γενειάδας ἐπὶ τῶν τριχῶν
γ 200
Γένειον · τὸ μέσον καὶ ἐξέχον τῆς κάτω γένυος· ἀπὸ τοῦ διʼ αὐτοῦ τὰ γένη διαστέλλεσθαι τῶν ἀρσένων καὶ τῶν θηλειῶν καὶ ἀτελῶν καὶ τελείων ἡλικίαν
γ 201
Γενική · παρὰ τὸ γένος γενῶ, γενήσω, γενική· ἡ τὰ γένη δηλοῦσα. τὸ Γεννῆσαι τοῦ τεκεῖν διαφέρει· τεκεῖν μὲν ἐπὶ μητρὸς τάσσεται, γεννῆσαι δὲ ἐπὶ πατρός· ὅθεν οὐ κυρίως εἶπεν ὁ ποιητής Ξ Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύσ“. Φωτίου
γ 202
Γένος · ἐκ τοῦ γείνω, ὃ σημαίνει τὸ γεννῶ
γ 203
Γένυς · διότι γεννᾷ ὀδόντας καὶ τρίχας
γ 204
Γένυς · τὸ μέρος τοῦ προσώπου, ὅτι γένεσις τριχῶν καὶ ὀδόντων
γ 205
Γέρανος · παρʼ ὅτι ἐκ γῆς ἀεί τι ἐρανιζόμενος συλλέγει. καὶ γέρανος ὁ ὄμβρος ὑπὸ Κυρηναίων, παρὰ τὸ τὴν γῆν ῥαίνειν. οὕτως Ἑρέννιος Φίλων ἐν τῷ Περὶ χρηστομαθείας· φησὶ δὲ τὴν δευτέραν δασύνειν
γ 206
Γέρας · ἡ τιμή· παρὰ τὸ γῆρας, τὸ τίμιον, τροπῇ τοῦ η εἰς ε
γ 207
Γέρον · οὐδετέρως τὸ παλαιόν ἢ τὸ ὅπλον
γ 208
Γέῤῥα · εἴτε τὰ σκηνώματα, ἐν οἷς τὰ ὤνια πιπράσκεται, εἴτε τὰ δερμάτι να αἰδοῖα, εἴτε τὰ ὑποδήματα
γ 209
Γέρρον · δορικὸν σκέπασμα, ὑσσός, καὶ γέρρον οἰσύινον. Ὁμήρου
γ 210
Γέρων · ἤτοι παρὰ τὸ γέρας, ἵνʼ ᾖ παρώνυμον τὸ ὄνομα· ἢ παρὰ τὸ ἔντιμον εἶναι καὶ ἤδη εἰς τιμὴν ὁρᾶν· ἢ ὁ εἰς γῆν ὁρῶν, ὁ ἐγγὺς τοῦ θανάτου
γ 211
Γέρων · παρὰ τὸ εἰσ τὴν γῆν ὁρᾶν
γ 212
Γέρων · τινές φασιν, ὁ εἰς γῆν ὁρῶν· ἢ ὁ μετὰ φθορᾶς πορευόμενος· ἢ ὁ καλῶς δημηγορῶν
γ 213
Γεῦσισ ·. νεμέσω νέμεσις, δεύσω δεῦσις καὶ γεῦσις. εἴωθεν δὲ τὸ δ εἰς γ τρέπεσθαι, ὡς γάμος· δάμος γάρ ἐστιν, ἐν ᾧ ὑποτάττεται ἡ γυνὴ τῷ ἀνδρί. ἔνθεν καὶ δάμαρ καλεῖται
γ 214
Γέφυρα · ἡ κατὰ ποταμῶν οἰκοδομία, οἱονεὶ γήφυγρά τις οὖσα, γῆ ἐφʼ ὑγρῷ κειμένη
γ 215
Γέφυρα · ἡ κατὰ τῶν ποταμῶν οἰκοδομία, διʼ ἧς οἱ ὁδοιπόροι πορεύονται. εἴρηται ἡ ἐφʼ ὑγροῦ γῆ γέφυρα· ἐλλείπει δὲ τὸ γ ὡς ἐν τῷ σιγωπή σιωπή, ἡ τῆς ὀπὸς σιγή
γ 216
Γεωδαισία · παρὰ τὸν δασμὸν ἤτοι τὸν μερισμὸν τῆς γῆς
γ 217
γειόλοφος. γήλοφο ς δέ
γ 218
Γεωπεῖναι · παρʼ Ἡροδότῳ οἱ ὀλίγην γῆν ἔχοντες· οἱονεὶ οἱ πεινῶντ ες γῆς
γ 219
Γῆ · παρὰ τὸ παγιωθῆναι, ἤγουν μὴ φέρεσθαι, ἀλλʼ ἀκίνητον ἔχειν τὴν στάσιν
γ 220
Γηγενής · ὁ ἐκ τῆς γῆς ἔχων τὴν γένεσιν
γ 221
Γηγενής · παρὰ τὸ γῆ καὶ τὸ γεννῶ· ὁ ἐκ τῆς γῆς γεννηθείς
γ 222
Γηθόσυνος · ὁ περιχαρής· δηλοῦσιν οἱ Δωριεῖς τὴν τούτου γραφὴν γαθόσυνος λέγοντες
γ 223
Γήλοφος · ἐκ τοῦ γῆ καὶ τοῦ λόφος. τὸ Γῆμαι τοῦ γήμασθαι διαφέρει· γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος διαστέλλει λ γημαμένη ᾧ υἱῷ· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας Γῆμε“. καὶ Ἀνακρέων δὲ διασύρων ἐπὶ θηλύτητί τινα λέγει καὶ θάλαμος, ἐν τῷ κεῖνος οὐκ ἔγημεν, ἀλλʼ ἐγήματο“. καὶ Αἰσχύλος δὲ ἐν Ἀμυμώνῃ σοὶ μὲν γαμεῖσθαι μόρσιμον, γαμεῖν δʼ ἐμοί“
γ 224
Γηραλέος · ε
γ 225
Γῆρας · παρὰ τὸ γέρας, ὃ σημαίνει τὴν τιμήν· οἱ δὲ παρὰ τὸ εἰς γῆν ἔρρειν διὰ τὸ ἐγγὺς εἶναι θανάτου· ἢ ὁ εἰς γῆν ὁρῶν καὶ βλέπων
γ 226
Γήτειον · ἀπὸ τοῦ γῆ γίνεται γῆτος, καὶ ἐξ αὐτοῦ γήτειον διὰ τῆς ει · σημαίνει δὲ
γ 227
γήθυον · χλωρὸν κρόμμυον ἢ ἀμπελόπρασον
γ 228
Γιγνώσκω · ἔστι ῥῆμα νοῶ νοήσω· ἐν συναλοιφῇ νώσω, ὡς ὀγδοήκοντα ὀγδώκοντα· τοῦτο ἐπενθέσει τοῦ κ νώσκω, ὡς τρώσκω θνήσκω· καὶ πλεονασμῷ τοῦ γ γνώσκω, ὡς νόφος γνόφος καὶ νοήμη νώμη καὶ γνώμη· κατὰ διπλασιασμὸν γιγνώσκω, εἶτα κατὰ ἀφαίρεσιν γινώσκω. γ
γ 229
Γινώσκω · διὰ τοῦ ι · τὸ νω μέγα· ὥσπερ γὰρ ἀπὸ τοῦ ὀγδοήκοντα γίνεται κατὰ κρᾶσιν ὀγδώκοντα, οὕτω καὶ ἀπὸ τοῦ νοῶ νοήσω νώσω, καὶ πλεονασμῷ τοῦ γ γνώσω· ὥσπερ δὲ ἀπὸ τοῦ τρώσω μέλλοντος γίνεται ἐνεστὼς πλεονασμῷ τοῦ κ τρώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν τιτρώσκω οὕτως ἀπὸ τοῦ γνώσω γνώσκω καὶ ἀναδιπλασιασμῷ γιγνώσκω, καὶ ἀποβολῇ τοῦ ἑνὸς γ γινώσκω. καὶ λοιπὸν ἡ θέσει μακρὰ μετῆλθεν εἰς φύσει, ὥσπερ καὶ ἐπὶ τοῦ γίγνεται γίνεται· ἀποβολῇ γὰρ τοῦ ἑνὸς γ ἐξέτεινε τὸ ι. καὶ δὲ ἄλλον λόγον τὸ γινώσκω διὰ τοῦ ι γράφεται ἐπειδή, ὡς ἐμάθομεν, ἀπὸ διπλασιασμοῦ ἔχει τὴν γι συλλαβήν· οὐ θέλουσι δὲ οἱ ἀνα δ ιπλασιασμοὶ διὰ τῆς ει διφθόγγου γράφεσθαι, οἷον δῶ διδῶ, θῶ τιθῶ, βῶ βιβῶ· οὕτως οὖν καὶ γνώσκω γιγνώσκω
γ 230
Γλαρίδες · οἱ κολαπτῆρες· παρὰ τὸ γλάπτειν
γ 231
Γλαυκόφθαλμος · ὁ τὸ γλαυκὸν ἔχων ἐν τῷ ὀφθαλμῷ· παρὰ τὸ γλαύσσειν, ὅ ἐστι λάμπειν
γ 232
Γλαύσσω · λάμπω· ἐξ οὗ καὶ γλήνη, ἡ τῶν ὀφθαλμῶν κόρη, παρὰ τὸ διʼ αὐτῶν γαληνεύεσθαι τῇ ποικιλίᾳ τῶν ὁρατῶν τὴν αἴγλην. γλήνη δέ ἐστι φάος. γλήνη λέγεται καὶ κόρη παρθένος
γ 233
Γλαφυρόν · ἐπὶ μὲν τοῦ ἡδέος τὸ διορύττον καὶ κινοῦν τὴν ἀκοὴν εἰς ἡδονήν. ἐπὶ δὲ τοῦ κοίλου καὶ βαθέος παρὰ τὸ γλάφω, τὸ διορύττω καὶ κοιλαίνω
γ 234
Γλαφυρόν ε · κοῖλον, διὰ τὸ γεγλύφθαι
γ 235
Γλήνη ·. ἢ ἀπὸ τοῦ γλαύσσειν, ὅ ἐστι λάμπ ειν · εἰσὶ γὰρ αἱ κόραι ἔμπυροι, ὅθ εν παρʼ Ὁμήρῳ Υ ὁ λέ ων γλαυκι ό ων“
π 697
πῖνος · ὁ ῥύπος
γ 236
Γλίχεσθαι · τὸ ἐπιθυμητικῶς σπεύδειν· παρὰ τὸ λίαν ἔχεσθαι, καὶ ἐν πλεονασμῷ τοῦ γ γλίχεσθαι. τὸ δὲ λίαν διὰ τοῦ ι γράφεται, ἐπειδὴ εὕρηται συνεσταλμένον
γ 237
Γλιχόμενοσ ·. παρὰ τὸ λίαν ἔχεσθαί τινος
γ 238
Γλουτοί · ἔνυγροι· τῆς κοτύλης οἱ κύκλοι τουτέστι ποτηρίου· κοτύλη δὲ κράσεως μέτρον
γ 239
Γλουτός · τὸ ὑπὸ τὸν πρωκτὸν μέρος ὄπισθεν τῶν μηρῶν· διὰ τὸ τρυφερὸν καὶ ἁπαλὸν καὶ γλοιῶδες εἶναι τὸ μέρος γλοιουτός καὶ γλουτός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
γ 240
Γλυκύτερα · παρὰ τὸ γλυκύς· τοῦτο παρὰ τὸ γλεῦκος, ὃ σημαίνει τὸν ἀποστάζοντα οἶνον ἐκ τοῦ ληνοῦ, γλευκύς καὶ γλυκύς
γ 241
Γλυπτόν · ἐκ τοῦ γλύφω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
γ 242
Γλυπτόν · παρὰ τὸ γλύφω· τοῦτο παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω
γ 243
Γλύφω · ἀπὸ τοῦ γλάφω. ὅθεν καὶ βραχὺ ἔχει τὸ υ ὥς φησιν Ὦρος ἐν τῷ Περὶ διχρόνων. Γλῶσσα·. σημαίνει γ
γ 244
Γλῶσσα · ἡ γνῶσιν ἔχουσα ἐν τοῖς τῶν χυμῶν ἰδιώμασι, ἢ ὅτι κλωμένη τὴν ἔναρθρον φωνὴν ἀποδίδωσιν
γ 245
Γλῶσσα · παρὰ τὸ εἶναι αὐτὴν γνῶσιν τῶν νοστίμων καὶ ἀνόστων, ἤγουν τῶν βρωσίμων καὶ ποσίμων, ἡδέων καὶ πικρῶν, γλυκέων καὶ ἀγλύκων
γ 246
Γλῶσσα · τὸ φωνητικὸν ὄργανον παρὰ τὸ γνώσω γνῶσα καὶ πλεονασμῷ τοῦ ς γνῶσσα καὶ γλῶσσα, ἡ ὑπὸ γνῶσιν ἄγουσα τὰ ἐν τῇ διανοίᾳ. ἀπὸ μελλόντων πολλὰ γίνεται θηλυκά, ὡς δόξω δόξα, βήσω βῆσα καὶ ἐν διπλασιασμῷ βῆσσα. καὶ γὰρ διαγνωστική ἐστι τῶν ἐν τοῖς χυμοῖς ποιοτήτων· τὸ γὰρ γευστικὸν ἐ ν αὐ τῷ. ἢ κλῶσσα, διὰ τὸ εὐχερῶς κλᾶσθαι· καὶ Ὅμηρος Υ στρεπτὴ δὲ γλῶσσά ἐστι βροτῶν“· κλῶσσα οὖν καὶ γλῶσσα τροπῇ τοῦ κ εἰς γ
γ 247
Γλῶσσα · τρέψας τὸ λ εἰς τὸ ν καὶ τὸ δεύτερον ς εἰς τὸ τ φημὶ οὕτως ἡ γνωστὰ ἐν τῷ νῷ τοῖς ἀκούουσι ποιοῦσα τὰ λεγόμενα
γ 248
Γλωσσόκομον · ὡς γλῶσσα ὄν· μακρὸν σῶμα κομίζον. διὸ καὶ λέγεται γλωσσόκομος
γ 249
Γναθμοῖς · γνάθοις, ἀκωκαῖς
γ 250
Γνάθοι · οἷον χανινοί τινες ὄντες· χαίνοντι γὰρ ἡ ἔνθεσις γίνεται τῶν εἰσφερομένων
γ 251
Γναπτῇσιν Λ · ἐπικεκαμμέναις
γ 252
Γνήσιος · παρὰ τὸν γενήσω μέλλοντα
γ 253
Γνόφος · ἔστιν ἔνοσις καὶ σημαίνει τὸ κ ινῶ. ἐγράφη
γ 254
Γνόφος · ἡ πυκνοτάτη συννέφεια· καλεῖται καὶ δνόφ ος· παρὰ τὸ ν είφ ω νέφος καὶ ν ό φ οσ καὶ ἐν πλεονασμῷ τ οῦ γ γ ν όφοσ
γ 255
Γνόφος · παρὰ τὸ δονῶ καὶ τὸ νέφος δόνοφος, καὶ ἐν συγκοπῇ δνόφος καὶ γνόφος
γ 256
Γνόφοσ ·. οὕτως Εἰρηναῖος ὁ Ἀττικιστής
γ 257
Γνόφος · ὁ κενὸς φάους ἀήρ, κατὰ μετάθεσιν τοῦ κ εἰς γ κενόφαός τις ὤν. τινὲς δὲ οὕτως· νείφω νόφος, καὶ πλεονασμῷ τοῦ γ γνόφος, καὶ μεταθέσει τοῦ γ εἰς δ δνόφος
γ 258
Γνύξ ·. γόνυξ καὶ γνύξ ἐν συγκοπῇ
γ 259
Γνύξ · γόνυξ· ἐπίρρημα· ἀντὶ τοῦ ἐπὶ γόνυ. ἔνθεν ἰγνύα, ἡ τὸ γόνυ συνέχουσα
γ 260
Γνώμη · παρὰ τὸ γνώσω γνώμη, ὡσ στήσω στήμη, φήσω φήμη· ἢ ἀπὸ τοῦ νοήσω νοήμη καὶ νώμη καὶ γνώμη· ἢ παρὰ τὸ νωμῶ, τὸ μερίζω, νώμη καὶ γνώμη
γ 261
Γνώμων · γνώμονος· τὸ μέτρον, ἡ στάθμη
γ 262
Γνώμων · ὁ ὀδοὺς τῶν ἀλόγων ζώων, ὅθεν καὶ προβατογνώμων“. εἴρηται ἀπὸ τοῦ τὸν χρόνον ἀπʼ αὐτοῦ διαγινώσκεσθαι
γ 263
Γνώριμοι · μαθηταί, ἢ φίλοι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
π 698
παρὰ τὸ γνώσω γνωστός καὶ ἄγνωστος
γ 264
Γνωτός · ὁ ἀδελφός ἢ ὁ ἅμα τινὶ γεννητός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
γ 265
Γογγύζω · τὸ τῇ φωνῇ ὑποκλαίω. καὶ γίνεται ἐκ τοῦ γρύζω καὶ κατὰ ἀναδιπλασιασμὸν γογγρύζω, καὶ ἀποβολῇ τοῦ ρ γογγύζω
γ 266
Γόης · κόλαξ, πλάνος, περίεργος, ἀ πατεών, φαρμακός
γ 267
Γοητεία · ἀπάτη
γ 268
Γομόρ · τὸ μέγα μέτρον ἐστὶ τὸ καὶ λεθέκ· λεθὲκ δέ, ὡς ἐν τῷ προφήτῃ Ὠσηὲ εἴρηται ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν“, ἐν ἄλλοις δὲ ἀντιγράφοις λέγεται γομὸρ κριθῶν“· τὸ οὖν αὐτὸ ιε μόδια δηλοῖ. λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν εἴρηται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι νεανίαν ἐπάραντα τὸν γόμον τῶν ιε μοδίων τοῦ σίτου ἢ κριθῆς τῷ ὄνῳ ἐπιτιθέναι. ἔστι δὲ καὶ μικρὸν γομὸρ μοδίων ιβ, ξεστῶν δὲ ν
γ 269
Γομόρ · τὸ μέγα, ὃ καὶ θεκέλ
γ 270
Γονεία · ἡ γέννησις· γωνία, ἡ τοῦ τοίχου· καὶ γονία, εἶδος ὀρνέου
γ 271
Γονόρροια · γονορροίας· τὰ παρὰ τὸ νοῦς καὶ ῥοῦς καὶ πλοῦς διὰ διφθόγγου, οἷον εὔχροια εὔροια Εὔβοια. γονορρής δὲ ὄνομα ἀρσενικόν, ὁ γονορρυής
γ 272
Γόνυ · ἐκ τοῦ κονῶ, τὸ ἐνεργῶ
γ 273
Γόνυ · τὸ εἰς γῆν νεῦον
γ 274
Γοῦν · τοίνυν
γ 275
Γουνάσομαι Α · ἔστι μέσου μέλλοντος πρώτου δευτέρας συζυγίας τῶν περισπωμένων
γ 276
Γοῦτος · ληκύθου εἶδος· εἴρηται παρὰ τὸν γοῖτον, ὅ ἐστι ῥύπον
γ 277
Γράμματα · οἱ χαρακτῆρες τῶν στοιχείων· παρὰ τὸ γράφεσθαι, ὅπερ ἐστὶ καταξέεσθαι· ἔνθεν καὶ γράβδις ἡ κατεξυσμένη λαμπάς, καὶ γραῦς ἡ κατεξυσμένη τὸ σῶμα διὰ τὸ γῆρας· ὡς τρέφω οὖν θρέμμα, θρ ύπτω θρύμμα, οὕτω γράφω γράμμα. ἢ παρὰ τὸ γλάφω γλάμμα γράμμα καὶ Ὅμηρος δ · εὐνὰς ἐν ψαμάθοισι διαγλάψασʼ ἁ λί ῃσι“
γ 278
Γραμματείας · παρὰ τὸ γραμματεύς· τοῦτο παρὰ τὸ γράμμα. Γεωργίου
γ 279
Γραμματείδιον. ἀμφίβολόν ἐστιν εἴτε διὰ τῆς ει εἴτε διὰ τοῦ ι. εἰ μὲν οὖν ἀπὸ τοῦ γραμμάτιον τοῦ σημαίνοντος τὸ μικρὸν γράμμα, διὰ τοῦ ι μακροῦ γράφεται, ὥσπερ ὀψάριον ὀψαρίδιον, λαχάνιον λαχανίδιον· εἰ δὲ ἀπὸ τοῦ γραμματεῖον γέγονε τοῦ σημαίνοντος τὴν μικρὰν δέλτον, διὰ τῆς ει γράφεται, ὥσπερ γραφεῖον γραφείδιον. ἰστέον δέ, ὅτι τινὲς λέγουσι γραμματεῖον τὸ μικρὸν βιβλίον, ὁ δὲ Ὦρος τὴν μικρὰν δέλτον
γ 280
Γραμματική · διὰ τὸ τήκειν, ὅ ἐστι χ ω ν ε ύειν, γράμμα · τοῦτο δὲ παρὰ τὸ γλάπτω, τὸ κοιλαίνω
γ 281
Γραμματική · ὡς κατὰ πολὺ τῶν ἄλλων ἐνῳκειωμένη ἐστὶ πολυμάθειαν· ἔνθεν γὰρ αὐτῇ καὶ τὰ τῆς ἐπικλήσεως κατῆρξεν. γραμματεὺς καὶ οὐ γραμματαῖος
γ 282
Γρᾶστις · ἡ χλωρὰ κριθή
γ 283
Γράφω · σημαίνει γ
δ 345
διὰ τοῦ ι τὸ νι · ἔστι δὲ ὄνομα ποταμοῦ. καί τ ινεσ λ έγουσιν ὅτι τῷ λόγῳ τῶν εἰς κος κ τητικῶν, ὥσπερ βασι λ ικός. ταῦτα γὰρ γενό μενα κύρια ἐβαρύνθησαν. τὸ λοιπὸν κατὰ τροπὴν τοῦ κ εἰς γ Γρήνικος. ἕτεροι δὲ λέγουσιν ὅτι σύνθετόν ἐστιν, ἀπὸ γὰρ τοῦ γῆ καὶ τοῦ νῖκος γέγονε Γήνικος, τουτέστιν ὁ τὴν γῆν νικῶν, καὶ πλεονασμῷ τοῦ ρ Γρήν ικος· ἐκεῖ γὰρ ἐνίκησαν. ἐγράφη
γ 284
Γριπεύς · ὁ ἁλιεύς· παρὰ τὸ γρῖπος, τὸ δίκτυον, παρωνύμως γρ ιπ εύ ς. γρῖπος δὲ παρὰ τὸ ἀγρεῖν, ἐνδείᾳ τοῦ α. τὸ δʼ αὐτὸ καὶ γρῖφος καλεῖται, παρὰ τὸ γράφειν, ὅ ἐστι ξύειν, ὁ τὴν γῆν ξύων, γράφος καὶ γρῖφος καὶ γρῖποσ
γ 285
Γρῖπος. παρὰ τὸ ἀγρεῖν, ὅ ἐστι παρακολουθεῖν τῇ ἄγρᾳ. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ὀρθογραφία . . Θεόκριτος τοῖσ δὲ μετὰ γριπεῦσιν“. γριπεύς γὰρ ὁ ἁλιεύς, καὶ γρῖπος τὸ ἁλιευτικὸν δίκτυον, οἷον ἄγριπος· ἀγρεῖν δὲ τὸ λαμβάνειν. οὕτω Θέων ἐν Ὑπομνήματι τῷ εἰς Θεόκριτον . γρῖπος πάλιν τὸ συμποτικὸν πρόβλημα, τὸ θηρεῦσαι καὶ κατασχεῖν δυνάμενον διὰ τὴν δυσχέρειαν
γ 286
Γρυμεία · ἣν οἱ πολλοὶ γρύτην καλοῦσι· τὰ εἰκῆ συμπεφορημένα. καὶ ἔστι πολιτικώτερον ἄνευ τοῦ ι γρυμέα. καὶ ἐκεῖθεν τὸ λεγόμενον ἐν τῇ συνηθείᾳ ἐγριπίσαμεν“ τοῦ φ τραπέντος εἰς π
γ 287
Γρύψ · παρὰ τὸ γρύζειν ἰσχυρῶς ἐν τῷ ἁρπάζειν καὶ ἀνασπᾶν τὴν θήραν
γ 288
Γρώνη · ἡ βεβρωμένη ἤτοι τετρημένη πέτρα· Λυκόφρων οἱ δʼ οὖσα γρώνης εὐγάληνα χερμάδοσ“. παρὰ τὸ γῶ, ὃ σημαίνει δέχομαι, γώνη καὶ προσθέσει τοῦ ρ γρώνη, ἡ ἐν τῇ τρήσει δεχομένη τὰ σχοινία πέτρα· οὖσα γὰρ τὰ σχοινία. οὕτως
γ 289
Γύαλον · τὸ κοίλωμα. κυρίως τὸ τῆς χειρὸς λέγεται γύαλον ἀπὸ τοῦ γῶ, τὸ λαμβάνειν. Ὁμήρου
γ 290
Γύαλον · τὸ κύτος, τὸ κοίλωμα τοῦ θώρακος· χύαλον, τὸ περιχεχυμένον τῷ φοροῦντι· καὶ ἁπλῶς πᾶν κοίλωμα. τινὲς δὲ καὶ ἐπὶ τοῦ Ο γυάλοισιν ἀρηρότα“ τοῖς ἔξωθεν κόσμου χάριν ἐπικεκολπωμένοις, διὸ καὶ ἀρηρότα“ εἶπεν· οἱ δὲ πάλιν ἡρμοσμένα τὰ κοῖλα τῷ φοροῦντι. Ἡσιόδου
γ 291
Γύης · τὸ κατώτατον ἄκρον τοῦ ἀρότρου τὸ πρὸς τῷ ἐλύματι, ἤτοι τὸ ξύλον τὸ λεγόμενον γονάτι ον. εἴρηται παρὰ τὸ γῶ, τὸ λαμβάνω· ἢ ὅτι ἀεὶ π ερὶ τ ὴν γ ῆν. λέγεται δὲ καὶ γῆς μέτρον παρʼ Ὁμήρῳ
γ 292
Γυῖα · κυρίως ἐπὶ τῶν ποδῶν· παρὰ τὸ ἐπὶ τῆς γύης, ὅ ἐστι τῆς γῆς, ἰέναι
γ 293
Γυῖα · τὰ μέλη τοῦ σώματος· κυρίως δὲ χεῖρες καὶ πόδες· ἐξ οὗ Θ γυιώσω“, χωλώσω
γ 294
Γυμνάσια · οἱ τόποι ὅπου ἐγυμνάζοντο· ἐπειδὴ γυμνοὶ ἠγωνίζοντο
γ 295
Γύναι · ἡ κλητική· παρὰ τὴν γύναιξ εὐθεῖαν, ὅθεν καλλιγύναικα“. καὶ δῆλον ἀπὸ τῆς δοτικῆς τῶν πληθυντικῶν· αἱ γὰρ εἰς ξ δοτικαὶ πληθυντικαὶ ἀποβάλλουσαι τὸ ι ποιοῦσι τὴν εὐθεῖαν· φοίνιξι φοῖνιξ, κόλαξι κόλαξ
γ 296
Γυνή · γονή τις οὖσα· ἡ δεκτικὴ τοῦ σπέρματος. διὰ τί μὴ ἐκλίθη γυνή γυνῆς ἀλλὰ γυναικός; διότι τὰ εἰς η θηλυκὰ δισύλλαβα ἐκτείει
γ 297
Γυνή ·. οὕτως Ἡρῳδιανὸς ἐν Ἐπιμερισμοῖς. καὶ εἰς τὸ Καλλιγύναικα
γ 298
Γυνή · κοινὴ γῆ
γ 299
Γυνή · ὡς μὲν Δημόκριτος γονή τις οὖσα, ἡ γονῆς δεκτική· ἢ ἀπὸ τῆς γῆς καὶ τοῦ γεννᾶν. κλίνεται δὲ ἡ γυνή κατὰ τὰς ἄλλας πτώσεις ὡς τὰ εἰς η λήγοντα· Φερεκράτης ὡς ἄτοπόν ἐστι μητέρʼ εἶναι καὶ γυνήν“
γ 300
Γύννις · γυναικώδης· εἴρηται παρωνύμως παρὰ τὸ γυνή γύνις, ὡς δάφνη Δάφνις, νύμφη Νύμφις, νίκη Νῖκις
γ 301
γυρῖνος · ὁ μικρὸς βάτραχος· παρὰ τὸ γυρόν, τὸ περιφερές
γ 302
Γωνία · ἡ τοῦ τοίχου· γονεία, ἡ γέννησις· καὶ γονεία, εἶδος ὀρνέου
γ 303
Γωνία · παρὰ τὸ γῶ, τὸ χωρῶ. γονεία δὲ ἡ γέννησις
γ 304
Γωρυτός · ἡ τοξοθήκη· παρὰ τὸ χωρῶ χωρυτός· ἢ παρὰ τὸ γῶ, ὃ σημαίνει τὸ λαμβάνω, τὸ λαμβάνον τὸ τόξον
γ 305
Γωρυτῷ φ · τῇ θήκῃ τοῦ τόξου· μετείληπται δὲ ἐκ τοῦ χ τὸ γ καὶ οἱονεὶ χωρυτός, παρὰ τὸ χωρεῖν τὸ τόξον. Δ
δ 346
Δαί · σύνδεσμος ἐρωτηματικός ἐκτετ αμένος, οἷον α τίσ δαὶ ὅμιλοσ“ Κ πῶς δαὶ τῶν ἄλλων Τρώων“· ὁ δὲ συμ πλεκ τικὸσ δέ συνεσταλμένος
δ 347
Δαί · σύνδεσμος ἴσος τῷ δέ
δ 348
Δαίδαλος · τὸ δαι δίφθογγον· παρὰ γὰρ τὸ δαίω, τὸ γινώσκω, οἱονεὶ ὁ πολυΐστωρ. Ὁμήρου
δ 349
Δαίμονες · θεοί, ἅτε δαήμονες πάντων ὄντες· ἢ μερίζοντες ἡμῖν πάντα, παρὰ τὸ δάσασθαι
δ 350
Δαίμονες · παρὰ τὸ δαῆναι τὰ πάντα, ἢ μερίζειν τὰ ἀγαθὰ καὶ τὰ κακὰ τοῖς ἀνθρώποις
δ 351
Δαίμων · δαίμονος· ἐκ τοῦ δαίω, τὸ μανθάνω· δαήμων τις ὤν
δ 352
Δαίμων · ὄνομα· σημαίνει καὶ τὸν δαίμονα καὶ τὸν ἐπιστήμονα καὶ τὸν δαΐζοντα καὶ διακόπτοντα
δ 353
Δαίμων · ὁ πάντα εἰδώς. παρὰ τὸ δαίω, τὸ γινώσκω· ὁ εἰδήμων πάντων
δ 354
Δαίμων · παρὰ γὰρ τὸ δαίω, τὸ γινώσκω· ὁ εἰδήμων πάντων
δ 355
Δαίμων · σημαίνει ζ· τὸν πάντα εἰδότα θεόν, τὸν ἀκάθαρτον, τὸν τεχνίτην, τὸν μακάριον, τὸν πλούσιον, τὸν εὐτυχῆ καὶ τὸν ἀστέρα
δ 356
Δαίνυντο Α · παρατατικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς μι · ἀπὸ τοῦ δαινύω ἕκτης συζυγίας τῶν βαρυτόνων τὸ παράγωγον δαίνυμι
δ 357
Δαιομένων · διαιρουμένων, διανεμομένων, ἢ καιομένων
δ 358
Δαΐς · ἡ λαμπάς ὀξυτόνως. δάϊς δὲ ἡ μάχη βαρυτόνως
δ 359
Δαΐς · ἡ λαμπάς. παρὰ τὸ δαίω, τὸ καίω, ἀφʼ οὗ τὸ δ δάος μετὰ χερσὶν ἔχουσαι“· καὶ ὡς σκέλος σκελὶς μέρος μερὶς οὕτωσ. καὶ δάος δαΐς, ὡς δέ τινες δ άϊ ς δαῖς
δ 360
Δάϊς · ἡ μάχη· βαρύνεται· Καλλίμαχος εἰς δάϊν ἐρχομένων“· καὶ μεταθέσει τοῦ α εἰς η δηΐς
δ 361
Δαισάνη · πτισάνη, ἀπὸ σίτου ἐπτισμένου ἑψηθεῖσα· εἴρηται παρὰ τὸ δαίσασθαι, ὅ ἐστιν εὐωχεῖσθαι· τὴν γὰρ πρώτην τροφὴν πρὸ τῆς εὑρέσεως τῶν ἄρτων οὕτως ἐποιοῦντο. Ὁμήρου
δ 362
Δαιτός Δ · θηλυκοῦ γένους μόνου· γενικῆς τῶν ἑνικῶν· κλίνεται δὲ ἡ δαίς τῆς δαιτός. γέγονεν δὲ ἀπὸ τοῦ δαίω ῥήματος, τοῦ σημαίνοντος τὸ κόπτω καὶ μερίζω· τουτέστιν ἡ μεριστή, ἡ ἴσως διδομένη διὰ πᾶσιν. ὁ μέλλων ἐκ τοῦ δαίω δαίσω, καὶ κατὰ ἀποβολὴν τοῦ ω δαίς, ὀξυτόνως· τὸ δὲ παῖς περισπωμένως ὡσ καὶ σταῖς
δ 363
Δαιτρεύειν Λ · διαιρεῖν· ὅθεν καὶ δαιτρός, ὁ μάγειρος, παρὰ τὸ διαιρεῖν τὰ κρέα
δ 364
Δαιτρόν Δ · τὸ μερισθέν, μεριστόν
δ 365
Δαΐφρονι · πολεμόφρονι· δάϊς γὰρ ἡ μάχη
δ 366
Δάκρυον · δάκνυόν τί ἐστιν· ἀπὸ τοῦ δάκνεσθαι διʼ αὐτῶν τὰ ὄμματα, ἢ ὅτι τὰ πολλὰ ἀπὸ τῆς δηκτικῆς λύπης γ ίνεται
δ 367
Δάκρυον · παρὰ τὸ δήκω, τὸ δαγκάνω, δάκνυ ον καὶ δάκρυον· δακνομένης γὰρ τῆς ψυχῆς ἐξέρχεται τὸ δάκρυον
δ 368
Δακτύλιος · ἐπὶ τῆς ἕδρας, ἤγουν ὁ ἀφεδρών· ἤτοι διὰ τὸ δακτύλῳ ἐφικτὸν εἶναι ἢ ἀπὸ τῆς στρογγυλότητος τοῦ σημαντῆρος, τουτέστι τοῦ σφιγκτῆρος. ὁ δὲ φορούμενος ἀπὸ τοῦ περὶ τὸν δάκτυλον ἰέναι
δ 369
Δάκτυλοι · δάπτυλοί τινες ὄντες
δ 370
Δάκτυλοι · οἷον δράκτυλοι, παρὰ τὸ δράττεσθαι· ἢ δέκτυλοι, δεκτικοὶ ὄντες· ἢ δείκτυλοι, ἀπὸ τοῦ διʼ αὐτῶν γίνεσθαι τὴν δεῖξιν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 371
Δάμαλις · δαμάλεως καὶ δαμάλιος· τὸ θηλυκὸν καὶ μικρὸν βοΐδιον. τὸ δὲ ἀρσενικὸν ταυρίδιον. ἐτυμολογεῖται δὲ δάμαλις παρὰ τὸ δαμάζεσθαι ἅλις καὶ οὕ τωσ ἡμεροῦσθαι. Δάμαλις καὶ δαμάλης διαφέρει
δ 372
Δάμαρ · γαμετή. παρὰ τὸ δεδαμάσθαι. ἢ παρὰ τὸν γάμον γάμαρ καὶ δάμαρ
δ 373
Δάμαρ · παρὰ τὸ δεδμῆσθαι
δ 374
Δαμασκηνόν · παρὰ τὸ θ αυ μα στῶσ κινεῖν, θαυμάσκι νόν τι ὄν
δ 375
Δανά ο · ξύλα ξηρά· παρὰ τὸ δήν, τὰ διὰ τὸν χρόνον ξηρά· ἢ παρὰ τὸ δαίω, τὸ καίω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 376
Δανείζω · ἐκ τοῦ δάνος· τοῦτο παρὰ τὸ δίδοσθαι μετὰ ἀνίας
δ 377
Δάνειον · παρὰ τὸ δάνος, ὃ σημαίνει τὸ δῶρον· ὡς οὖν τέλος τέλειον, οὕτω δάνος δάνειον, κατὰ ἀντίφρασιν τὸ μὴ δῶρον. Τρύφων δὲ ὁ τοῦ Ἁρποκρατίωνός φησι τὸ παλαιὸν ἐπὶ τοῦ ἀναφαιρέτου δώρου τάττεσθαι τὴν λέξιν. Δίδυμος δὲ τὸ χρονίζον χρέος, παρὰ τὸ δήν
δ 378
Δαπάνη · καὶ ῥῆμα δαπανῶ καὶ παράγωγον δαπανηρός· παρὰ τὸ δάπτω, τὸ ἐσθίω. τί γὰρ οὕτω δάκνει ὡς δαπάνη; ὡς γὰρ θήγω θηγάνη, ἀκῶ ἀκόνη, περῶ περόνη, οὕτω δάπτω δαπάνη
δ 379
Δάπεδον · ἔγκειται τὸ δα δηλοῦν τὸ ἄγαν, ὡς τὸ ζα ἀφʼ οὗ, τὸ μέγα. τὸ μέγα οὖν πεδίον ζάπεδον μεταθέσει τοῦ δ εἰς ζ
δ 380
Δάπιδες · τάπητες· παρὰ τὸ ἐν δαπέδῳ στρώννυσθαι. Ὁμήρου
δ 381
Δαρδάπτουσι Λ · διασπαράσσοντες ἐσθίουσιν. ἐπέκτασις δέ ἐστι τοῦ δάπτω ἐμφάσεως χάριν. Ἀππ
κ 943
καταδαρθεῖν · τὸ κοιμηθῆναι. καὶ δραθεῖν. παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, παράγωγον δρήθω, τὸ κοιμῶμαι· οἱ γὰρ κοιμώμενοι οὐκ ἐρνεργοῦσιν
δ 382
Δασεῖα · τὸ πνεῦμα· παρὰ τὸ σφοδρὸν καὶ μέγα εἶναι πρὸς σύγκρισιν τῆς ψιλῆς. παρὰ τὸ δα τὸ ἐπιτατικὸν καὶ τὸ σεύεσθαι, τὸ ὁρμᾶν· τὸ σφοδρῶς ἐκπεμπόμενον πνεῦμα
δ 383
Δασέος · γένους οὐδετέρου. ἡ εὐθεῖα τὸ δασύ
δ 384
Δαύω · τὸ κοιμῶμαι· ἐκ τοῦ εὕδω
δ 385
Δαύω · τὸ κοιμῶμαι· ἐκ τοῦ εὕδω ἐστί, καὶ ἐν ὑπερθέσει τοῦ δ δεύω, καὶ τροπῇ τοῦ ε εἰς α δαύω, ἵνα μὴ τὸ δεύω τοῦτο ἐπὶ τοῦ δεύω, τὸ χρήσω, συμπέσῃ
δ 386
Δάφνη · τὸ φυτόν· δαοφωνή τις οὖσα, ἡ ἐν τῷ δαίεσθαι φωνοῦσα· ἠχεῖ γὰρ καιομένη. μαρτυρεῖ Θεόκριτος χὡς αὐτὰ λάκκον μέγα κἀκπυρίσασα“
δ 387
Δεδῃωμένους · ἐκ τοῦ δαίω, τὸ κόπτω, καὶ ἐξ αὐτοῦ παράγωγον δῃ ῶ δῃ ώσω ἐδῄωσεν
δ 388
Δέδοικα · ἔστι δείδω, τὸ φοβοῦμαι, ὁ μέσος παρακείμενος δέδοιδα, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν τριῶν δδδ ἐτράπη τὸ ἓν εἰς κ καὶ γέγονε δέδοικα
δ 389
Δέησις · δεήσιος καὶ Ἀττικῶς δεήσεως. ζήτει καὶ εἰς τοὺς Ἐπιμερισμούς
ε 842
ἔντευξις διαφέρει· δέησις μὲν γάρ ἐστιν, ὅταν τις ἀξιοῖ τὸν θεὸν εἰς πρᾶγμα, ἢ ὑπὲρ ἀπαλλαγῆς τινων λυπηρῶν ἱκεσίαν προσφέρῃ· προσευχὴ δὲ αἴτησις ἀγαθῶν· εὐχαριστία δέ, ὅταν τις ὑπὲρ ὧν ἔπαθεν εὐχαριστῇ τῷ θεῷ· ἔντευξις δὲ κατηγορία τῶν ἀδικούντων, ὡς καὶ Παύλῳ δοκεῖ
δ 390
Δέησις · δεήσεως· παρὰ τὸ δέω, τὸ παρακαλῶ. διαφέρει δὲ δέησις ἱκεσίας οὐδέν
π 699
Περὶ τοῦ Δεῖ · δ ἔχει σημαινόμενα· δεῖ ἀντὶ τοῦ πρέπει, καὶ δεῖ ἀντὶ τοῦ χρεία ἐστίν, οἷον δεῖ δὲ χρημάτων καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι“, καὶ δεῖ ἀντὶ τοῦ δεσμεῖ, καὶ δέει ἐν διαλύσει ἀντὶ τοῦ ἀπέχει
δ 391
Δείελος · ἡ δειλινὴ ὀψία· ἀπὸ τοῦ δεῖν τὴν ἕλην, ὃ σημαίνει τὴν αὐγὴν τοῦ ἡλίου. τὸ Δείκω σημαίνει τρία· δείκω τὸ δεικνύω, ἐξ οὗ καὶ ἀπόδειξις· δήκω τὸ δαγκάνω, ἐξ οὗ καὶ δηγμός· δίκω τὸ βάλλω καὶ ῥίπτω, ἐξ οὗ καὶ δίκτυον
δ 392
Δειλακρείων · ὁ δειλός. Ἀριστοφάνης ὦ δειλακρίων, πῶς ἦλθες;“ συντίθεται ἡ λέξις παρὰ τὸ δειλός καὶ τὸ ἄκρος· ὁ ἄκρως δειλός. εἴρηται καὶ δείλακρος καὶ δειλάκρα καὶ δειλακρίας
δ 393
Δείλη · ἡ ἀσέληνος νύξ, ἡ σκοτεινή. διὰ τ ῆς ει διφθόγγου γράφεται κατὰ τὴν ἄρχουσ αν· παρὰ γὰρ τὸ δέος ἐστίν οἱονεὶ ἡ φ ό βο υ ἐμποιητική
δ 394
Δείλη · παρὰ τὸ ἐνδεῖν τηνικαῦτα τὴν ἕλην. ἀπὸ γὰρ τῆς μεσημβρίας ἀμυδροτέρα γίνεται ἡ τοῦ ἡλίου θερμότης. λέγεται καὶ δείλη καὶ δειέλη καὶ δεείλη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 395
Δειλιῶ · ἐκ τοῦ δειλός· τοῦτο παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, δεϊλός καὶ δειλός. σημαίνει δύο· τὸν δείλαιον, ὡς τὸ ε ὤμοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένοιτο;“ καὶ τὸν παρʼ ἡμῖν λεγόμενον
δ 396
Δειλός · διὰ τῆς ει γράφεται. ὥσπερ παρὰ τὸν χήσω μέλλοντα, τ ὸν δηλ οῦντα τὸ χωρήσω, γίνεται χηλόσ ὁ κ ι βωτός, καὶ παρὰ τὸν χύσω χυλός, καὶ παρὰ τὸν βή σω βηλός, ὁ βαθμόσ οὕτως καὶ παρὰ τὸν δείσω δειλός διὰ τῆς ει
δ 397
Δειλός · ὁ ἀσθενής· παρὰ τὸ δέω, τὸ φοβοῦμαι, δειλός· δέους γάρ ἐστι ποιητικός· καὶ γίνεται ἐκ τοῦ δέελος. σημαίνει δὲ ὁ δειλὸς δύο· τὸν κακὸν καὶ τὸν ἄνανδρον. δειλὸς δὲ κυρίως ὁ δεδιὼς τὰς ἴλας τῶν π ολεμίων ἤτοι τὰ στίφη
δ 398
Δεῖμος · Ὅμηρος Δ Δεῖμός τε ἠδὲ Φόβοσ“. παρὰ τὸ δέος Δέϊμος, ὡς ἄνθος ἄνθιμος, κῦδος κύδιμος, καὶ κατὰ συναίρεσιν Δεῖμοσ, ὁ δέος ἐμποιῶν, ὄνομα πρέπον Ἄρεος παιδίου
δ 399
Δεῖν · συναλοιφὴ τοῦ δέον δεῖν, ὡς πλέον πλεῖν. τῇ δεινὶ γὰρ ἡμέρᾳ“· δεῖν δεινὸς δεινί
δ 400
Δεινός · ὁ φοβερός· παρὰ τὸ δέος δεϊνός καὶ δεινός, ὁ φόβον δυνάμενος ὑπεναντίοις ἐμποιεῖν
δ 401
Δεῖνος · ὁ ψυκτήρ
δ 402
Δεῖπνον · τὸ λεγόμενον ἄριστον. τὸ δὲ ἑ σπεριν ὸν δόρποσ. ἄριστον· μακρὸν τὸ α. μήποτέ ἐστι καὶ τὸ ἄριστον ἀόριστόν τι ὄν, τὸ παρὰ ἡμῖν λεγόμενον ἀκ ρά τι σμα τὸ μ ὴ ὡ ρισμέν ον τῷ κ αιρῷ
δ 403
Δεῖπνον · τὸ παρʼ ἡμῖν ἄριστον, μεθʼ ὃ δεῖ πονεῖν. ἄριστον δὲ τὸ παρʼ ἡμῖν πρωϊνὸν βρῶμα. Γεωργίου
δ 404
Δεῖπνον · τὸ πρωϊν ὸν βρῶμα καὶ τὸ παρʼ ἡμῖν ἄριστον. διὰ τῆς ει γράφεται κατὰ τὴν ἄρχουσ αν · καὶ γὰρ τὸ ἔτυμον παρὰ τὸ δεῖ καὶ τὸ πονεῖν εἴ ρηται
δ 405
Δεῖπνος · ὁ καιρὸς τῆς τροφῆς καὶ ἡ ἐν τούτῳ τῷ καιρῷ διδομένη τροφή· Σ δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλ ὰ πάλυνον“. οἱ δὲ κωμ ικοὶ καὶ οἱ νεώτεροι συ γχ έουσι τὸν καιρὸν τὴν ἑσπερινὴν τροφὴν δεῖπνον ὀνομάζοντες, ὡς καὶ νῦν. μεθʼ ὃ δεῖ πονεῖν· ἕωθεν γὰρ ἐσθίοντες ἐπὶ πόλεμον ἢ ἐπʼ ἐργασίαν ἐξ ήρχοντο. Ἐπαφρόδιτος δὲ παρὰ τὸ δάπτω δάπτον καὶ δ άπνον δέπνον καὶ δεῖπνον κατὰ τροπὴν καὶ πλεονασμόν
δ 406
Δειρή ·. Εὔπολις ἱμάτιον παχύ, Πλάτων δὲ παραπέτασμα
δ 407
Δεῖσα · ἡ ὑγρότης, ἡ δυσωδία· εἴρηται παρὰ τὸ δίω, τὸ διὰ τοῦ ι γραφόμενον καὶ σημαῖνον τὸ φοβοῦμαι, ἵνʼ ᾖ δῖσα ἡ δυσοσμία ἣν φεύγομεν. εἴτε οὖν διὰ τοῦ ι εἴτε διὰ τῆς ει διφθόγγου γράφοιτο ἄδηλον· τὸ δίω γὰρ καὶ δείω διφορεῖται, ὅθεν δέος καὶ δίος διὰ τοῦ ι ὅθεν καὶ π δείδιε θυμῷ“ καὶ Χ τρὶς π ερὶ ἄστυ μέγα Π ριά μου δίον “
δ 408
Δεῖσα · παρὰ τὸν δεύσω μέλλοντα· ὁ βοτανώδης τόπος
δ 409
Δεισιδαιμονία · εἴρηται παρὰ τὸ δεδειέναι τοὺς δαίμονας, καὶ παρὰ μὲν τοῖς Ἕλλησιν ἐπὶ καλοῦ λαμβάνεται, ὡς δέον δεδιέναι τοὺς θεοὺς αὐτῶν, παρʼ ἡμῖν δὲ τοῖς Χριστιανοῖς ἐπὶ τῆς ἀσεβείας λέγεται τὸ τῆς δεισιδαιμονίας ὄνομα· οὐ τοὺς δαίμονας γὰρ δεδιέναι χρὴ ἀλλὰ τὸν ὄντως ὄντα θεόν, κἀκείνους μὲν μισεῖν ὡς ἐχθροὺς καὶ πολεμίους καὶ ἀσπόνδους ἀεί, τὸν θεὸν δὲ τὸν τοῦ κόσμου παντὸς ποιητήν τε καὶ κυβερνήτην ἀγαπᾶν τε καὶ σέβεσθαι
δ 410
Δεισιδαιμονία · ἡ πρὸς τοὺς θεοὺς εὐσέβεια
δ 411
Δεκάς · δεκὰς λέγεται οἱονεὶ δεχάς τις οὖσα· ὁ γὰρ δέκατος δέχεται ἤγουν περιέχει ἐν ἑαυτῷ πάντας τοὺς πρὸ αὐτοῦ ἀριθμούς. ὡς δεκτικὸς οὖν πάντων λέγεται δέκατος, καὶ ὅτι μέχρις αὐτοῦ προϊόντες οἱ ἀριθμοὶ ἐπανακάμπτουσιν ἐπὶ τὴν μονάδα· διὸ καὶ δευτερουμένην μονάδα καλοῦσι τὴν δεκάδα οἱ Πυθαγόρειοι
δ 412
Δεκάς · ὁ ἀριθμός· παρὰ τὸ δέχομαι δεχάς, διὰ τὸ δέχεσθαι τὸ ἄπειρον. Ὀρφεὺς δὲ κλαδοῦχον αὐτὸν ὀνομάζει, ὅτι πάντες οἱ ἀριθμοὶ ἐξ αὐτῆς φύονται. Ἰωάννου Λυδοῦ
δ 413
Δεκάς · παρὰ τὸ δέχεσθαι πάντα τὰ γένη τῶν ἀριθμῶν
δ 414
Δέκατος · πόθεν γίνεται; παρὰ τὸ δέχω, τὸ λαμβάνω, δέχατος καὶ δέκατος· δεκτικὴ γάρ ἐστι πάντων τῶν ἀριθμῶν ἡ δεκάς. πόθεν Δέκατος; ἐκ τοῦ δεκάς. τοῦτο παρὰ τὸ δέχω δεχάς καὶ δεκάς, ἡ τοὺς ἀριθμοὺς δεχομένη. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 415
Δεκαχόρδῳ · ἡ εὐθεῖα δεκάχορδος· γίνεται δὲ παρὰ τὸ δέκα καὶ τὸ χορδή· σημαίνει δὲ ἔντερον· ἐτυμολογεῖται δὲ παρὰ τὸ χέειν ᾠδ ήν ἢ παρὰ τὸ χέειν κάτωθεν τὴν χορηγουμένην ἐδωδήν
δ 416
Δέλτα · οἱονεὶ δέρτα τι ὄν, τὸ ἐλλεῖπον τῇ ἐπάρσει. ἰσόπλευρον γὰρ ὂν τοῦτο ἐνδεές ἐστιν ἐπάρσεώς τινος καὶ ἀφαιρέσεως· οὐ γὰρ ἀφαιρούμεθά τι τῶν ἴσων, ἵνα ἴσα γένηται, ἐπεὶ οὕτως ἔτυχεν ἔχειν ἐκ τῆς κατʼ ἀρχὴν τυπώσεως. ἄλλοι δὲ ἀπὸ τοῦ Δελτωτοῦ τοῦ σημαίνοντος τὸν ἀστέρα, καὶ τὸν τύπον ἔχειν τοῦ Δ προεβάλοντο τοῦ ἐξ ἀστέρων συγκειμένου, οὗ καὶ Ἄρατος μνημονεύει λέγων Δελτωτὸν πλευρῇσιν ἰσαιομ ένῃσιν ἐοικόσ“
δ 417
Δέλτος · βίβλος· παρὰ τὸ δηλοῦν
δ 418
Δέλφακες · οἱ χοῖροι. ἀπʼ αὐτῶν καὶ δελφοὶ διὰ πονηρίαν, ἐπεὶ καὶ Ὅμηρος Ρ ὀλοόφρονας αὐτοὺς καλεῖ· οἱ γὰρ πονηροὶ δελφοὶ προσηγορεύοντο. καὶ οἱ Τυρρηνοὶ διὰ τὴν πονηρίαν καὶ ληστ είαν δε λ φ ῖνε ς προσ η γορ εύοντο
ε 843
έλφαξ · ὁ γαλαθηνὸς χοῖρος· Ἐπ ίχα ρμοσ δέλ φα κά τε τῶν γειτόνων τοῖσ Ἐλευσιν ί οις φυλάσσω “. παρὰ τὴν δελ φὺν τὴν μή τραν· κυρίως γὰρ ἐπὶ τῆσ θηλ είας λέγεται δέλ φαξ, ἡ δελ φὺν ἔχουσα
δ 419
Δελφίνιος · οὕτω καλεῖται ὁ Ἀπόλλων καθʼ ἱστορίαν
δ 420
Δελφός · Καλλίμαχος Δελφὸς ἀνὴρ ἐμὸς ἱεροερ γόσ“. τὸ ἔθ νος οἱ Πύθιοι, παρὰ τὸ ἀδελφοί τινες ὄντες κατὰ ἀφαί ρεσιν τοῦ α ὅτι τὰ τοῦ Διονύσου μέλη σπαράξαντες οἱ Τιτᾶνες τῷ Ἀπόλλωνι παρέθεντο ἐμβαλόντεσ λέβητι, ὁ δὲ παρὰ τῷ τρίποδι ἀπέ θετο. παρὰ τὰ τοῦ ἀδελφοῦ Δελφοί τοῦ α ἀφαιρεθέντοσ
δ 421
Δέμας · λέγεται οἱονεὶ δεσμὸς τῆς ψυχῆς, ἢ παρὰ τὸ δεδέσθαι ἐν αὐ τῷ τὰ μέλη
δ 422
Δεξαμενή · ἡ δεχομένη. ἡ δεξαμένη ἡ μετοχή
δ 423
Δεξιά ·. ἔστι δὲ τριγενές· τὸ ἀρσενικὸν ὁ δεξ ιόσ τὸ οὐδέτερον δεξιόν καὶ ἐξ αὐτοῦ δεξιοῖσ“ ἡ δοτικὴ τῶν πληθυντικῶν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 424
Δεξιά · παρὰ τὸ δέχω, τὸ λαμβάνω· ἡ ἐπιτήδειος πρὸς τὸ δέχεσθαι
δ 425
Δεξιτερή · εἴρηται ἡ δεξιὰ ἀπὸ τοῦ δέχεσθαι διʼ αὐτῆς τὸν ἄνθρωπον τὰ διδόμενα, ἢ ἀπὸ τοῦ διʼ αὐτῆς διεξιέναι τὰς πλείονας πράξεις ἤπερ διὰ τῆς ἀρι στερᾶσ
δ 426
Δεξιῶ ·. τοῦ ι δεξιῶ καὶ ἐδεξιοῦτο τὸ λυτήριον“ ἀντὶ τοῦ φιλοφρόνως ὑπεδέχετο
δ 427
Δέος · παρὰ τὸ δείω, τὸ φοβοῦμαι, ὡς νείφω νέφος
δ 428
Δέπας · εἴρηται οἱονεὶ δεχάς, ἀπὸ τοῦ δέχεσθαι τὸν οἶνον, τροπῇ τοῦ χ εἰς π καὶ μεταθέσει τοῦ τόνου, οἷον πλησάμενος δʼ οἴνοιο δέπασ“
δ 429
Δεπωτᾶτοι · λειτουργοί, ἀφωρισμένοι
δ 430
Δέργματα · τὰ ὄμματα· δέρξεις γὰρ αἱ βλέψεις, ὥστε ἀπὸ τῶν βλεπομένων καὶ τῆς ἐνεργείας ὠνόμασται· δέρκεσθαι γὰρ δηλοῖ τὸ βλεπόμενον διέρχεσθαι
δ 431
Δέρκω · τὸ βλέπω· ἐξ οὗ καὶ δράκων καὶ δορκάς
δ 432
Δέρμα · παρὰ τὸ διαιρεῖσθαι αὐτὸ ἀπὸ τῆς σαρκός, ἤτοι ἐκφέρεσθαι
δ 433
Δέρμα · τὸ συνεσχηκὸς τὸ σῶμα, οἷον δέμα τ ι ὄν
δ 434
Δέρος · κώδιον· παρὰ τὸ δείρω δέρος, ὡς μείρω μέρος καὶ φθείρω φθόρος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 435
Δέρριν · ἡ εὐθεῖα δέρρις· σημαίνει δὲ τὴν δορὰν τοῦ κτήνους. γίνεται δὲ παρὰ τὸ δέρω, τὸ ἐκδέρω
δ 436
Δέρρις · ἱμάτιον παχὺ ἤτοι παραπέτασμα ἐπὶ ταῖς θύραις ταῖς αὐλείαις βαλλόμενον. Εὔπολις γυνὴ μέλαιναν δέρρ ιν ἠμφιεσμένη“ ἐπὶ τοῦ ἱματίου· ἐπὶ δὲ τοῦ παραπετάσματος Πλάτων . παρὰ τὸ δέρω δέρις καὶ ἐν πλεονασμῷ τοῦ ρ δέρρις
δ 437
Δεσπότης · δέος καὶ φόβον ἐμποιῶν
δ 438
Δεσπότης · παρὰ τὸ δέος ποιεῖν· ὁ τοῖς δούλοις φοβερός. ἢ παρὰ τὸ δέω δεσμώτης καὶ δεσπότης, ὁ δεσμὰ περιβάλλων καὶ δουλαγωγῶν
δ 439
Δεύειν · τὸ βρέχειν. κυρίως δὲ τὸ ὑπὸ Διὸς βρέχεσθαι, ἔνθεν διερὸς ὁ ὑγρός
δ 440
Δεύνυσος · ὁ Διόνυσος· ἀπὸ τοῦ Διόνυσος τοῦ ι τραπέντος εἰς ε Δεόνυσος Δεόνυσος· οὕτω γὰρ Σάμιοι προφέρονται· συναιρέσει δὲ Ἰωνικῇ Δεύνυσος, ὡς Θεόδοτος Θεύδοτος. ἔνιοι δὲ αὐτὸν Δεύνυσον ὀνομάζεσθαί φασιν, ἐπειδὴ ἐβασίλευσε Νύσης· κατὰ γὰρ τὴν τῶν Ἰνδῶν φωνὴν δεῦνος ὁ βασιλεύς
δ 441
δεῦτε · τὸ μὲν δεῦτε ἀπὸ τοῦ θέω θεύσω θεῦτε τροπῇ τοῦ θ εἰς δ καὶ τοῦ τ εἰ σ ρ κατὰ Ἐρετριέας ἢ Ἠλείους· διὰ τοῦτο καὶ κλίνεται αὐ τὸ ὁ μο ίωσ τοῖς ῥήμασι εἰς ἀριθμ οὺς καὶ πρόσωπα. ἢ ἀπὸ τοῦ θέω θεύσω· οἱ γὰρ προσ καλούμενοι θέουσι π ρὸσ τοὺς καλ οῦντασ. τὸ δὲ δ εῦρο ἀπὸ τοῦ δ εύσω τροπῇ τοῦ ς εἰσ ρ καὶ τοῦ ω εἰς ο. δύο δὲ σημαίνει τὸ δεῦρο· τὸ ἐν ταῦθα, ὡς ἐν τῷ Α δεῦρο μα χησόμενοσ“, καὶ τὸ ἔξ ελθε, ὡς ἐν τῇ θείᾳ γραφῇ Λάζαρε, δεῦρο ἔξω“ ἀντὶ τοῦ ἔξελθε. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 442
Δεῦτε · ἐπίρρημα παρακελεύσεως. γίνεται δὲ παρὰ τὸ θέω, τὸ τρέχω, θεῦτε καὶ δεῦτε
δ 443
Δεύτερος · παρὰ τὸ δεύω, τὸ λείπω· ὁ λειπόμενος τοῦ πρώτου
δ 444
Δεύω · τὸ χρῄζω, ἐξ οὗ καὶ ἐδεύησα“. δεύω, τὸ βρέχω, ἐξ οὗ καὶ ἔδευσεν“, τὸ ἔβρεξεν
δ 445
Δέχω · σημαίνει τὸ δέχομαι, ἐξ οὗ καὶ δεξιά καὶ δέπας, τὸ ποτήριον
δ 446
Δέω · σημαίνει θ· ε διὰ τῆς αι διφθόγγου καὶ δ διὰ τοῦ ε ψιλοῦ. καὶ τὰ μὲν διὰ τῆς αι διφθόγγου εἰσὶ ταῦτα· δαίω, τὸ μανθάνω, ἐξ οὗ καὶ δαίμων, οἱονεὶ δαήμων τις ὤν, καὶ ἐδάην, τὸ ἔμαθον, ὁ δεύτερος ἀόριστος ἔδαον, καὶ δαήμων, ὁ ἔμπειρος· δαίω, τὸ μερίζω, ἐξ οὗ καὶ δαιτρός, ὁ μάγειρος ἢ ὁ ἐν τῇ τραπέζῃ κόπτων τὰ κρέα· δαίω, τὸ εὐωχοῦμαι, ἐξ οὗ καὶ δαίς δαιτός, ἡ εὐωχία, καὶ δαιτυμόνες, οἱ φίλοι· δαίω, τὸ καίω, ἐξ οὗ καὶ δᾷδες, αἱ καιόμεναι, ἡ εὐθεῖα δᾴς δᾳδός· δαίω, τὸ χορεύω, ἐξ οὗ καὶ δαῖσαι, τὸ χορεῦσαι. τὰ δὲ διὰ τοῦ ε ψιλοῦ εἰσι ταῦτα· δέω, τὸ φοβοῦμαι, ἐξ οὗ καὶ δέο ς, ὁ φόβος· δέω, τὸ ἱ κε τεύω καὶ χρῄζω, ἐξ οὗ καὶ δέησις καὶ δέομαι· δέω, τὸ δεσμεύω, ἐξ οὗ καὶ δεσμός καὶ δῆμος, ὁ συνδεδεμένος ὄχλοσ · δέω, τὸ πρέπω, ἐξ οὗ καὶ τὸ ἔδεον ἔδεε καὶ ἔδει γενέσθαι“ ἀντὶ τοῦ ἔπρεπεν καὶ κατὰ κρᾶσιν ἐπὶ παρατατικοῦ οἷον δέω, τὸ δοκῶ, ἐξ οὗ ἀπροσδεής καὶ ἐπιδεής καὶ μικροῦ δέω
δ 447
Δήγηρες · στροῦθοι
δ 448
Δηϊάνειρα · ζήτει
δ 449
Δήϊος · ἐκ τοῦ δαίω, τὸ καίω, γίνεται δάϊος καὶ τροπῇ δήϊος
δ 450
Δήϊος · ὁ πολεμικός
ι 323
ϊος · ὁ πολεμικός· παρὰ τὸ δαίω, ὃς οὐκ ἂν φείσαιτο τοῦ δαίειν καὶ κόπτειν
δ 451
Δηϊοτῆτι · μάχῃ· παρὰ τὸ δῃοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους, ὅ ἐστι διακόπτεσθαι
δ 452
Δηΐπυλος · ὄνομα κύριον
δ 453
Δηϊώσας · διακόψας
δ 454
Δηλητήριον · φάρμακον ὀλέθριον καὶ βοτάνη θανάσιμος· εἴρηται δὲ παρὰ τὸ δηλήσασθαι καὶ βλάψαι
δ 455
Δῆλον · παρὰ τὸ δήω δήσω δῆλον· δηλοῖ δὲ τὸ ἀνευρεῖν ν δήεις τόν γε σύεσσι“
δ 456
Δηλονότι · φανερὸν ἐξ ἅπαντος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
δ 457
Δηλώσω · ἐκ τοῦ δῆλος, ὃ σημαίνει τὸν φανερόν· τοῦτο ἐκ τοῦ δαλός τροπῇ τοῦ α εἰς η καὶ ἀναδόσει τοῦ τόνου
δ 458
Δημηγόρος · ὁ δημιουργός· δημηγόρος δέ
δ 459
Δημήτηρ ·. ἐν τῇ ἀρόσει· ἢ ὅτι ζητούσῃ αὐτῇ τὴν Περσεφόνην ἔλεγον δήεισ“, οἷον εὑρήσεις
δ 460
Δημήτηρ · ἡ θεός· γημήτηρ τίς ἐστι· καὶ αὐτὸ δὲ τὸ γῆ Δωρικῶς διὰ τοῦ δ λέγεται δᾶ. ἢ δήμου μήτηρ καὶ Δημήτηρ κατὰ συγκοπήν
δ 461
Δημήτηρ · ὄνομα θεᾶς· λέγεται καὶ ἡ γῆ
δ 462
Δημήτηρ · παρὰ τὸ δηλεῖν τὴν γῆν καὶ τέμνειν ἐν τῇ ἀρόσει. ἢ παρὰ τὸ δαίειν, ὅ ἔστι καίειν· λαμπαδοῦχος γὰρ ἡ θεός
δ 463
Δημιουργός · πολλὰ σημαίνει ἡ λέξις· σημαίνει γὰρ τοὺς τὰ κοινὰ ἐργαζομένους τεχνίτας, ἀφʼ ὧν καὶ ὁ πάντων ποιητὴς θεὸς δημιουργὸς εἴρηται· καὶ δημιουργοὶ ἐκαλοῦντο παρά τε Ἀργείοις καὶ Θεσσαλοῖς οἱ περὶ τὰ τέλη, ἵνα ση μαίνῃ τοὺς τὰ δημόσια ἐργαζομένους καὶ διὰ φροντίδ οσ ἔχοντας· σημαίνει δὲ καὶ τὰς παρὰ τοῖς Ἀττικοῖς τοὺς πλακοῦντας ἐργαζομένας γυναῖκας
δ 464
Δημοβόρος Α · ζήτει
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top