λ 186
Λιλαίω ἐκ τοῦ λιλῶ· καὶ ὥσπερ ἐκ τοῦ κερῶ γίνεται κεραίω, περῶ περαίω, οὕτω καὶ λιλῶ λιλαίω· κατὰ παραγωγὴν τὸ λιλῶ ἐκ τοῦ λῶ τὸ θέλω, κατʼ ἀναδιπλασιασμόν· τὸ λαι διφθόγγῳ διάτι; τὰ εἰς α λήγοντα ῥήματα, μὴ ἐπιδεχόμενα συναίρεσιν ἐπὶ δευτέρου καὶ τρίτου προσώπου, διὰ τῆς αι διφθόγγου γράφεται· οἷον, παίω καὶ τὰ ὅμοια· σημαίνει δὲ τὸ ἐπιθυμῶ
λ 187
Λιμνώρεια ἐκ τοῦ ὄρος καὶ τοῦ λίμνη
λ 188
Λιμβὸς παρὰ τὸ λίαν καὶ τὴν βάσιν, ἤγουν τὴν τροφήν· ὡς σφόδρα περὶ ταύτην ἔχων
λ 189
Λιμὴν διὰ τὸ λίαν μένειν ἀχειμάστως ἐν αὐτῷ τὰ πλοῖα
λ 190
Λιμὴν παρὰ τὸ λεῖον αὐτὸν διαμένειν ἤγουν πραῢν, καὶ μὴ πρὸς ἀτάκτους φορὰς ῥευμάτων καὶ κυμάτων, τὰ πολλὰ ἀντεγείρεσθαι
λ 191
Λίμνη ἡ συναγωγὴ τῶν ὑδάτων· εἴτε παρὰ τὸ λείβειν, εἴτε παρὰ τὸ λίαν μένειν ἐν αὐτῷ τὰ πλοῖα, ὃ καὶ μᾶλλον στάσιμον τὸ ὕδωρ τῶν λίμνων
λ 192
Λιμητανέων τὰ ἐν ταῖς ἐσχάταις φρούρια· λίμητα Ῥωμαῖοι καλοῦσι τὰς κλησούρας
λ 193
Λιμὸς ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι, ὅτι λείψις ἐστὶ τῶν ἐπιτηδείων· ἀλλʼ ἀπὸ τοῦ λιμπάνω γέγονε διὰ τοῦ ἰῶτα
λ 194
Λοιμὸς διὰ τὸ φθείρειν, παρὰ τὸ λείπω, λέλοιπα λοιπὸς καὶ λοιμός
λ 195
Λιμὸς λοιμοῦ διαφέρει· λιμὸς γὰρ ἐστὶν ἔνδεια τῶν ἀναγκαίων, λοιμὸς δὲ πάθος θανάσιμον λοιμοῦ παρακο λοθοῦντος· καὶ Δωριεῖς μὲν ἡ λιμὸς, Ἀθηναῖοι δὲ ὁ λιμός· ἔδει δὲ διὰ τῆς οι διφθόγγου, ἀπὸ γὰρ τοῦ λείπω ἐστὶ· καὶ ἐπειδὴ ἔνδειαν σημαίνει τῶν ἀναγκαίων, τούτου χάριν ἔνδειαν φωνῆς ἀνεδέξατο. ὥσπερ καὶ χιράδες αἱ τῶν χειρῶν ῥαγάδες· τὸ γὰρ ἔχον ῥαγάδας, οὐκ ἔστιν ὁλόκληρον, εἰ καὶ ἀπὸ τοῦ χεῖρ ἐγένετο· ὅμως κατὰ τοῦτο διὰ τοῦ ἰῶτα γράφεται
λ 196
Λιπανάτω ἐκ τοῦ λιπαίνω λιπανῶ ὁ μέλλων, καὶ ὁ β ἀόριστος ἐλίπανον, τὸ προστακτικὸν λίπανε, τοῦ δευτέρου ἀορίστου τὸ τρίτον λιπανάτω
λ 197
Λιπαρῇσιν ἀπὸ τοῦ λιπαίνω γίνεται λιπαρός· τὰ γὰρ εἰς ναι ἀπαρέμφατα ποιοῦσιν εἰς ρος ὀνόματα ἰσοσύλλαβα τοῖς ῥήμασι, καὶ ἢ τῷ α παραλήγει ἢ τῷ ε. μιάναι μιαρὸς, χλιάναι χλιαρὸς, θλιβῆναι θλιβερὸς, στυγῆναι στυγερὸς, μυσάναι μυσαρὸς, τακῆναι τακερὸς, λιπάναι λιπαρός
λ 198
Λιρὸς σημαίνει τὸν ἀναιδῆ, παρὰ τὸ λίαν ὁρᾷν· οἱ γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν τὰ κάλλιστα τῶν βρωμάτων
λ 199
Λίτρα διὰ τοῦ ἰῶτα· εὕρηται γὰρ ἐν συστολῇ παρὰ τοῖς Δωριεῦσι. λίτρα δέ ἐστι νόμισμα παρὰ Σικελιώταις, ὅπερ ἰσοδυναμεῖ τῷ ὀβολῷ
λ 200
Λιπαρεῖν σημαίνει τὸ παρακαλεῖν, παρὰ τὸ λίαν παρεῖναι καὶ προσεγκεῖσθαι
λ 201
Λιποτακτεῖν τὴν τάξιν καταλιμπάνειν· κυρίως δὲ ἐπὶ στρατιώτων φυγοπολέμων
λ 202
Λιπερνήταις Ἀριστόξενος λιπερνήτας φησὶ τοὺς ἁλιεῖς καὶ θαλασσίους, ἀπὸ τοῦ τῆς ἁλὸς διαπιπράσκειν καὶ ζῇν· τινὲς δὲ λιπερνήται οἱ λιπαίνοντες τὸ βλάστημα τοῦ ἄνθους τοῦ πλούθου. λέγεται δὲ καὶ ἀλιπερνῆτες
λ 203
Λῖπος παρὰ τὸ λίαν καὶ τὸ πῖον, ὃ σημαίνει τὸ λιπαρόν· τὸ λίον πῖον καὶ εὐδιάλυτον· τὸ λι ἰῶτα. συνεσταλμένη γάρ ἐστιν ἡ λι συλλαβή
λ 204
Λίσσομαι παρὰ τὸ λίαν ἵζω· τὸ θέμα λίσσω, ὁ μέλλων λίσω· ἢ παρὰ τὸ λιτῶ τὸ παρακαλῶ· ἢ ὡς φησί τινες, ἀπὸ μέλλοντος παρήχθη εἰς ἐνεστῶτα, καὶ ἐγένετο λίσω, καὶ πλεονασμῷ τοῦ ἑτέρου ς λίσσω, λίσσομαι
λ 205
Λὶς ὁ λέων, παρὰ τὸ λίαν ἐπίῤῥημα, ὁ λίαν βλέπων, διὰ τοῦ ἰῶτα, ἐπειδὴ τὰ εἰς ις κοινολεκτούμενα ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφὴν, οἷον πάρις, θέτις, ὄφις, κὶς, σημαίνει δὲ τὸν σκώληκα, ῥὶς, θὶς, οὕτω καὶ λίς· χωρὶς τοῦ κλεὶς καὶ ἀντήρεις· εἰ δέ που εὑρεθῆ διὰ τοῦ νος, διὰ τῆς ει διφθόγγου γράφεται, διότι ἔχει ἀναφαινόμενον ἐν τῇ γενικῇ, οἷον εἷς ἑνὸς, κτεὶς κτενὸς, οὐδεὶς οὐδενὸς, χαρίεις χαρίεντος
λ 206
Λισγάριον σκαφείδιον, καὶ σκαφεῖον
λ 207
Λιτανεύω παρὰ τὸ λιτὴ, τοῦτο παρὰ τὸ λίσσω τὸ ἱκετεύω, τοῦτο παρὰ τὸ λίαν καὶ τὸ ἵζω τὸ καθέζομαι
λ 208
Λιτὸν σημαίνει τὸν εὐτελῆ καὶ τὸν ἀποίκιλον χιτῶνα, καὶ τὸν πένητα
λ 209
Λίταργος ὁ ταχὺς, παρὰ τὸ λίαν ἀργὸν εἶναι, ἤγουν ταχύν
λ 210
Λιχμώμενος παρὰ τὸ λείχω τὸ ἀποσπογγίζω, ἀπὸ τοῦ λικμάω λικμῶ, δευτέρας συζυγίας τῶν περισπωμένων, ἀπὸ τοῦ λείχω πλεονασμῷ τοῦ μ λικμῶ· τὸ λι ἰῶτα διάτι; ἐπειδὴ ἅπαντα ἀκολουθοῦσι τὰ παράγωγα τοῖς πρωτοτύποις
λ 211
Λίχνοι οἱ πολυπράγμονες, καὶ ὀψοφάγοι, ἢ λαίμαργοι, παρὰ τὸ λίαν χαίνειν
λ 212
Λὶψ σημαίνει τὸν ἄνεμον καὶ ἥτταν, ὅτι λείβει, ἤγουν στάζει, καὶ βρέχει, ἢ παρὰ τὸ λείπω λείψω, λείβω λείψω
λ 213
Λίσφοι τὰ ἰσχία, οἱ Ἀττικοὶ, παρὰ τὸ λείπειν αὐτὰ σαρκῶν· δύναται δὲ καὶ λεσφοὶ λεῖοι εἶναι μετὰ τὴν ὀσφύν
λ 214
Λοβὸς ἐκ τοῦ λείβω τὸ στάζω· λοβοὶ λέγονται τὰ κατώτερα μέρη τῶν ὤτων· καὶ Ὅμηρος εὐτρήτοισι λοβοῖσι. λέγεται δὲ καὶ ἀγγεῖον ἐρεβίνθου καὶ κυάμου. παρὰ τοῖς θητικοῖς λέγεται τὰ κατώτερα μέρη τοῦ ἥπατος
λ 215
Λοβὸς οὗ ἐστι λαβέσθαι, οἷον, ἐπὶ μὲν ἀνθρώπου τὸ ἄκρον τοῦ ὦτος κατʼ ἐξοχὴν, ὁ μὴ ὀστώδης τόπος· ἔστι δὲ ἀλεκτρυόνων λείαφος, οἱονεὶ ἔλιος κατὰ τὴν ἀφήν
λ 216
Λογγῶνες ἐν Συρακούσαις λιμένες εἰσι διττοί· λογγῶνες δὲ καλοῦνται, οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, οὓς τρυποῦσιν, ἵνʼ ἐξαρτῶσιν ἐξ αὐταῖς τὰ σχοινία τῶν νεῶν· τοὺς δὲ τοιούτους λίθους καὶ λογγάσια ἔλεγον
λ 217
Λογεῖον σημαίνει δὲ εἶδος κρατῆρος, καὶ τὸν τόπον τοῦ θεάτρου. ὥσπερ γὰρ ἀπὸ τοῦ αἰδῶ αἰδοῖον, κείρα κειρεῖον, σκάφη σκαφεῖον, γραφὴ γραφεῖον, οὕτω καὶ ἀπὸ τοῦ λέγω λεγεῖον· διὰ διφθόγγου· καὶ γὰρ τὰ ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ ειον παραγόμενα, καὶ προπερισπᾶται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται. αἰδῶ αἰδοῖον· ἀγγεῖον ἐκ τοῦ ἄγω, οὕτως οὖν καὶ λέγω λογεῖον
λ 218
Λογικὸς εἰς τὸ ἐμπειρικός
λ 219
Λογὰς ἡ ἐκλογὴ, καὶ λογία ὁμοίως· σημαίνει δὲ καὶ συλλογὰς καὶ καρποφορίας
λ 220
Λόγος βαρύνεται. τὰ γὰρ εἰς ος δισύλλαβα δίβραχα, ἀπὸ ῥήματος γινόμενα, βαρύνεται, οἷον, ψόγος, μόγος ὃ σημαίνει τὴν κακοπάθειαν, ἐξ οὗ καὶ τὸ μογεῖν τὸ κακοπαθεῖν λέγεται· καὶ ἤτοι ὅμοιον
λ 221
Λόγος ποιήσεως διαφέρει· λόγος μὲν γάρ ἐστιν ἡ δίχα μέτρου σύνταξις· ποίησις δὲ ἡ ἔμμετρος σύνθεσις· ἡ μέτρῳ κοσμημένη, ὡς ὁ Ὅμηρος
λ 222
Λόγος παρὰ τὸ λέγω λόγος· σημαίνει ἕπτα· λόγος ὁ ἐνδιάθετος λογισμὸς, καθὸ λογικοὶ καὶ διανοητικοὶ ἐσμὲν· λόγος λέγεται καὶ ἡ φροντὶς, ὣς ὅταν λέγωμεν, οὐκ ἐστι λόγου ἄξιος· οὐ ποιοῦμεν αὐτοῦ λόγον· λόγος λέγεται καὶ ὁ ἀπολογαρισμὸς, ὡς ὁ ἡγεμὼν πρὸς τοὺς ἑαυτοὺς ἐπιτρόπους λόγον ἔχει· λόγος λέγεται καὶ ἡ ἀπολογία· ὡς τὸ ἔδωκε περὶ τούτου λόγον· λόγος λέγεται καὶ ὁ καθόλου περιέχων ἐν ἑαυτῷ πᾶσαν λέξιν. σημαίνει δὲ καὶ πᾶν μέρος λόγου, ἤτοι, ὄνομα, ῥῆμα καὶ τὰ λοιπά· λόγος λέγεται καὶ ὁ ὦρος, ὡς ὅταν λέγωμεν, ἄποδος τὸν τοῦ ζώου λόγον, οἷον, οὐσία, ἔμψυχος, αἰσθητική· λόγος λέγεται καὶ ἡ αὐτοτελὴς τῶν λέξεων παράθεσις, τουτ’ἔστιν ὁ κατὰ σύνταξιν λόγος
λ 223
Λογογράφος λογοποίου διαφέρει· λογογράφος μέν ἐστιν, ὁ τοὺς διακονικοὺς λόγους γράφων· λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς
λ 224
Λογγούβαρδος παρὰ τὸ λόγγου κατὰ Ῥωμαίους καὶ σημαίνει τὸ μακρὺ, καὶ τὸ βάρβα, τὸ γένειον· ἐξ οὗ καὶ βαρβάτος, ἐκ τούτου γίνεται Λογγούβαρδος, ὁ μακρὺ ἔχων γένειον
λ 225
Λοιγὸς ὁ ὄλεθρος, παρὰ τὸ λείπω λοιπὸς καὶ λοιγός· λεῖψιν γὰρ τῶν ἀνθρώπων ἐργάζεται
λ 226
Λιτὸς ὁ πένης καὶ δημότης· ἢ ὁ ἐκ λιτανείας ζῶν· ἢ ὁ ἐπὶ γῆς τιμώμενος, λιτὴ γὰρ ἡ γῆ
λ 227
Λοίδορος παρὰ τὸ λόγος καὶ τὸ δόρυ γίνεται λοίδορος, ὡς ὁ δόρατα λόγους πέμπων· λοίδορος διὰ τῆς οι διφθόγγου, οὐχ ὡς τινὲς ἐπλανήθησαν, παρὰ τὸ δῶρον λύειν τῆς ἀγάπης· λογοορῶν τις ὢν, τουτ’ἔστιν ὁ τοὺς λόγους ταράσσων· πλεονασμῷ τοῦ ι
λ 228
Λοιδορία ὕβρεως διαφέρει, ἡ μὲν γὰρ λοιδωρία γλώσσης ἔστι μόνον ἀτιμία· ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπαισχυνομένην τῶν ὑβριζομένων ἐπίνοιαν ἔχειν
λ 229
Λόπος τὸ λεπτὸν τοῦ κρομμύου
λ 230
Λουκᾶς Ῥωμαῖον τὸ ὄνομα, οὐχὶ δὲ Ἑλληνικόν· ἄλλοι δὲ λέγουσιν, ὅτι ἀπὸ τοῦ λευκὸς γέγονε, Λευκᾶς καὶ Λουκᾶς
λ 231
Λουτρὸν ἔστι λύω, τὸ σημαῖνον τὸ καθαίρω, οὗ ὁ μέλλων λύσω, ὁ παρακείμενος λέλυκα, ὁ παθητικὸς λέλυμαι, καὶ ἐξ αὐτοῦ λῦμα τὸ καθάρσιον, ὡς Ὅμηρος· οἱ δʼ ἀπελυμαίνοντο· καὶ ἐκ τοῦ λῦμα γίνεται λυμαίνω τὸ καθαίρω· ἐκ δὲ τοῦ λύω κατὰ πλεονασμὸν τοῦ ο λούω, ὁ μέλλων λούσω, ὁ παρακείμενος λέλουκα, ὁ παθητικὸς, λέλουμαι τὸ τρίτον λέλουται, καὶ ἐξ αὐτοῦ λουτὸν καὶ πλεονασμῷ τοῦ ρ λουτρὸν, τὸ λῦον τὴν τρῶσιν
λ 232
Λουτρὸν βαλάνειον καὶ λοετρόν
λ 233
Λουτρὰ τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥῦπος· λύματα πάντα καθῇραν
λ 234
Λόφος ὁ ὑψηλὸς τοῦ ὄρους τόπος· παρὰ τὸ λέπω τὸ λεπτύνω· ἔνθεν καὶ λόπος, τὸ τοῦ κρομμύου λεπτόν· καὶ λόφος τὸ τῆς περικεφαλαίας
λ 235
Λόφος σημαίνει τρία· τὸν τράχηλον, ἐξ οὗ καὶ τὸ ἐλόφησαν, ἀπὸ μεταφορᾶς τῶν βοῶν τῶν ἀναπαυομένων ἐν τῷ λόφῳ, ἡνίκα ἀνεθῶσι τοῦ ζυγοῦ· γίνεται δὲ ἀπὸ τοῦ λέπω τὸ λεπίζω λόπος καὶ λόφος, ἀπὸ μεταφορᾶς τῶν βοῶν, τοῦτο γὰρ τὸ μέρος πρῶτον πάντων ἀπέρχεται, λεπίζειν καὶ ἐκδείρειν τὰ ζῶα. σημαίνει δὲ καὶ τὸ ἐπανάστημα τῆς περικεφαλαίας· σημαίνει δὲ καὶ τὸ ὄρος
λ 236
Λοχᾷν τουτ’ἔστιν ἐνεδρεύειν
λ 237
Λοχαγὸς ἡγούμενος, ὁ τοῦ λόχου ἄρχων, ἤγουν τῆς τάξεως
λ 238
Λοχευομένων ἐκ τοῦ λοχεύω τὸ γεννῶ, τοῦτο παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην
λ 239
Λόχμη θάμνος, ὕλη, σύνδενδρος τόπος, παρὰ τὸ λοχᾷν ἐν αὐτῷ, τουτ’ἔστιν ἐνεδρεύειν· ἔστι οὖν λοχῶ, λόχη, καὶ πλεονασμῷ τοῦ μ λόχμη· συντάσσεται αἰτιατικῇ
λ 240
Λόχος ἡ ἔνεδρα, παρὰ τὸ λέγω τὸ ἐπιλέγομαι, ἐξ οὗ καὶ ἐπίλεκτος· ὅτι τοιοῦτοι ἐπίλεκτοι ἐπελέγοντο εἰς τὰς ἐνέδρας
λ 241
Λοχῶ τὸ ἐνεδρεύω, ἐξ οὗ καὶ λόχος ἡ ἔνεδρα· καὶ λόχμος ὁ σύμφυτος τόπος· καὶ λοχία διὰ τοῦ ἰῶτα· καὶ λοχῶ τὸ τίκτω, ἐξ οὗ καὶ λόχος ὁ τόπος, καὶ λοχεία, διὰ τῆς ει διφθόγγου
λ 242
Λοξίας λόξην τὴν ἡῶ, ἤγουν τὴν φωνὴν ἔχων
λ 243
Λυμαντικὸν λοιμικὴ δὲ νόσος, καὶ λυμικὸν, καὶ εἰς τὸ ἐλυμῄνατο
λ 244
Λύμη ἡ φθορὰ, ἐκ τοῦ λύω λύσω, ἐξ οὗ καὶ γράφεται διὰ τοῦ υ ψιλοῦ· βαρύνεται· τὰ εἰς μη καθαρὰ δισύλλαβα, φύσει μακρᾷ παραληγόμενα ὀξύνονται καὶ βαρύνονται, οἷον, μνήμη· καὶ τὰ ἔχοντα πρὸ τοῦ ν τὸ η, εἰ καὶ ὑπὲρ δύο συλλαβὰς ᾦσι, διὰ τὸ νοσήνη, φιλήνη· καὶ καθόλου ὁποῖα ὑπάρχει φύσει μακρὰ, οἷον, μυκήμη, λύμη. σεσημείωται τὸ τιμὴ ὀξυνόμενον, ὡς προσηγορικόν· καὶ εἰς τὸ ἐλυμῄνατο καὶ λελυμασμένος
λ 245
Λόχος ἡ ἔνεδρα· ἤτοι ἀπὸ τοῦ τοὺς ἐπιλέκτους εἰς τοῦτον ἐνθετεῖν, ἢ ἀπὸ τοῦ λέξασθαι, ὃ πολλὰ σημαίνει· καὶ ἀριθμηθῆναι, καὶ καθευδῆσαι καὶ ἐπιλέκτους εἶναι· ὡς ἓν καὶ τὸ διαλέξασθαι, ὅτι οἱ τοιοῦτοι ἐπίλεκτοι διεκρίνοντο εἰς τὰς ἐνέδρας· εἰ γὰρ νῦν παρὰ νηῦσι λεγώμεθα πάντες ἄριστοι εἰς λόχον, ἢ ὡς λέχεις ἔχειν ἀνακρινομένους, ἵνα ἀθεώρητοι ὦσι. ὡς ἄρα φωνήσαντε, πάρεξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην
λ 246
Λύγος τὸ σκότος, οὐδέτερον· ἀπὸ τοῦ λύειν τὴν αὐγήν· καὶ τὸ κατακρύπτεσθαι ὑπολυγίζεσθαι λέγεται
λ 247
Λυκόφως τινὲς λυκόφως τὸ σκοτεινόν· λυγαῖον, γὰρ τὸ σκοτεινὸν, οἷον, διαλυόμενον φαὸς, ἢ αὐγὴ διαλυθεῖσα. τινὲς δὲ ἀπὸ τῶν ἀλόγων ζώων τῶν λύκων· ὀξυδερκὲς γὰρ τὸ ζῶον· διὸ καὶ ἑρμῇ αὐτὸ ἀναπτύσουσιν· ἀλλὰ καὶ ὁ ὑρὸς αὐτοῦ αὐτόλυκος, καὶ λυκεὺς ἔβλεπε· τὸ δὲ ἐν τῇ πυγμῇ λυγίζειν παρὰ τὸ φυτόν· μαλακὸν γὰρ καὶ εὐκαμπές, καὶ εὔτονον
λ 248
Λύμη φθορὰ, λυμέων φθορεὺς, ὄλεθρος
λ 249
Λυγμὸς ὁ θρῆνος, καὶ λυγμὴ ἡ κραυγή
λ 250
Λύθρος ἡ ἀκαθαρσία· κυρίως δὲ τὸ μετὰ κόνεως αἷμα· παρὰ τὸ λύματα καὶ καθάρματα δεῖσθαι
λ 251
Λυκάων Λυκάωνος, ὄνομα κύριον, υἱὸς Πινδάρου· ὁ κανών· τὰ εἰς ων βαρύτονα διχρόνῳ ἐκτεταμένῳ παραληγόμενα
λ 252
Λύκος παρὰ τὸ λίαν κακός· ἢ λύειν κακῶς τὴν ποίμνην ἢ φαγεῖν πολλά
λ 253
Λύη ἡ στάσις, παρὰ τὸ λυθῆναι τὴν ὁμόνοιαν· ἔνθεν καὶ ἀστασίαστος ὄχλος καὶ δῆμος καλεῖται τὸ σκοτεινόν
θ 275
θρύπτεσθαι διαφέρει· λυγίζειν μὲν γάρ ἐστι τὸ τεχνικῶς ὀρχεῖσθαι καὶ θρύπτεσθαι· εἶτα τοῖς μέλεσι καὶ τῇ φωνῇ κατακλώμενος ἀκκίζεσθαι. θρύπτεσθαι δέ ἐστι, τὸ ἄνευ φωνῆς καὶ τέχνης ἀκκίζεσθαί τε καὶ κατακλᾶσθαι τοῖς τοῦ σώματος μέλεσιν· εἴρηται δὲ τὸ λυγίζειν ἀπὸ τοῦ λύγου· λύγος δέ ἐστι παροξυτόνως, τὸ ἱμαντῶδες φυτὸν, ὁ γοῦν λυγίζων στρέφεται ὡς καὶ τὸ φυτὸν, καὶ ἀκκιζόμενός τε καὶ θρυπτόμενος· εὔδηλον δὲ ὡς ὀξυτονούμενον τὸ λυγὸς ὄνομα, σημαίνει ποιητικῶς τὸν ὄλεθρον· τὸ δὲ ἐν τῇ πυγμῇ λυγίζειν παρὰ τὸ φυτὸν, μαλακὸν γὰρ καὶ εὐκαμπὲς καὶ εὔτονον
λ 254
Λυκάβας ὁ ἐνιαυτός· εἴρηται δὲ ἀπὸ τοῦ λυγέως βαίνειν, ὅ ἔστι σκοτεινῶς· ἀοράτως γὰρ καὶ λελυθότως ὁ χρόνος διέρχεται
λ 255
Λύματα καθάρματα, αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνα ἐκῥύσεις
λ 256
Λύπη παρὰ τὸ λύειν τοῖς δάκρυσι τοὺς ὦπας, ἤγουν τοὺς ὀφθαλμούς
λ 257
Λύπη λῦσις τις οὖσα ψυχῆς· καί τι μετέχει ἐκ τοῦ λύω; λῦσις γὰρ τῆς ψυχῆς τὸ πάθος, λυπηρὸν γάρ· καὶ εἰς τὸ ἄχος
λ 258
Λύπη παρὰ τὸ λύω λύη καὶ πλεονασμῷ τοῦ π λύπη
λ 259
Λύκειον ἔστι δὲ πόλις Θετταλίας, ἔνθα λύκος ἐπιὼν ἐπὶ τοῖς τοῦ Πήλεως βουσὶν ἀπελιθώτη· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, οἷον, Λαύρειον, ἐστι δὲ τόπος τῆς Ἀττικῆς, ποιῶν μέταλλον· λάγειον, οὕτω δὲ λέγεται τὸ ἱπποδρόμιον Ἀλεξάνδρου, ἀπὸ λαγοῦ τινός. Χλούνειον καὶ αὐτὸ τόπος ἐν Αἰτωλίᾳ, ἔνθα ὁ Χλούνης διέτριβεν· οὕτω καὶ Λύκειον
λ 260
Λύρα παρὰ τὸ λύω, λύσω, λύρα· ἐδόθη γὰρ τῷ Ἀπόλλωνι παρʼ Ἑρμοῦ, ὑπὲρ ὧν ἔβλεψε τὰς βοῦς αὐτοῦ λύτρα τις οὖσα, ἢ παρὰ τὸ λύειν τὴν ἀράν· ἐκ τούτου λυρικὴ ἡ αὐτὴ, καὶ κιννύρα
λ 261
Λυσιτελὴς σημαίνει τὸ εὔκολον ὄντα, καὶ μὴ στραγγαλιώδη, καὶ γίνεται παρὰ τὸ λύω λύσω καὶ τὸ τέλος
λ 262
Λύχνος παρὰ τὸ λύειν τὸ νύχος τουτ’ἔστι τὸ σκότος
λ 263
Λυχνίον λυχνοὺ διαφέρει· λυχνιὸν μὲν γάρ ἐστιν ἡ λυχνία· λύχνος δὲ ὁ φανὸς, καὶ λυχνοῦργος ὁ λυπηρός
λ 264
Λύτρα ὁ μισθός· ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας, ἐπὶ τὸ λυτρώσασθαι ἀπὸ βαρβάρων, ἢ ἑτέρας κακῆς δουλείας
λ 265
Λύσσα ἡ μανία, ὀργὴ, χόλος καὶ μῆνις· εἴρηται δὲ παρὰ τὸ λύειν τὸν νοῦν
λ 266
Λύτρωσις παρὰ τὸ λυτρῶ· τοῦτο παρὰ τὸ λύω τὸ ἀγοράζω
λ 267
Λωβὸς ὁ κελεφὸς ἐκ τοῦ λαὸς καὶ τοῦ βοὴ γίνεται λαοβὴ καὶ λωβὴ καὶ λωβός
λ 268
Λωβήσαιο παρὰ τὸ λωβῶ, πρώτης συζυγίας τῶν περισπωμένων, μέσου ἀορίστου πρώτου παθητικοῦ εὐκτικοῦ· τοῦτο παρὰ τὸ λωβὴ, τοῦτο παρὰ τὸ λῶ τὸ θέλω, κατʼ ἀντίφρασιν, ὃν οὐδεὶς θέλει· τοῦτο ἀπὸ μεταφορᾶς τῶν ἠκρωτηριασμένων· ἐπειδὴ οἱ παλαιοὶ τοὺς ἔν τισιν ἀτοπήμασιν ἀλῶντας ἐνυβρίζοντες τὰ ἄκρα τῶν ὤτων ἀπέτεμνον· ὡς καὶ ὁ ποιητὴς πρὸς τὸν ἶρον· καὶ ταῦτα ὁ Ὠρίων· ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι ἐκ τοῦ λαβή ἐστιν, ὃ σημαίνει τὸ ξίφος· ἐξ αὐτοῦ γὰρ λάβη, καὶ τὸ α τρέπει εἰς ω· ὡς ἐμάθομεν, φάρος φαριαμὸς καὶ φωριαμὸς, καὶ γίνεται λώβη καὶ βαρύνεται, ἐπειδὴ τὰ εἰς βη λήγοντα δισύλλαβα φύσει μακρᾷ παραλήγεται, ὑπεσταλμένης τῆς οι διφθόγγου, βαρύνεται· βήβη, ἥβη, στίβη, σημαίνει δὲ τὸν ὀρθρινὸν παγετόν· λώβη· τὸ δὲ λαβὴ ὀξύτονον· ἐπειδὴ τὰ εἰς βη λήγοντα κυρίως βαρύνεσθαι θέλουσιν· εἰ μέντοι ῥηματικὰ ὑπάρχει ἢ προσηγορικὰ ὀξύνεσθαι θέλουσιν· τοῦ μὲν προτέρου παραδείγματος φοίβη, βλάβη, Βοίβη κύριον ὄνομα βαρύνεται· τὸ μέντοι λαβὴ καὶ στιλβὴ καὶ λοιβὴ ὀξύνεται, ῥηματικὰ ὑπάρχοντα καὶ προσηγορικά. σεσημείωται τὸ λώβη καὶ βλάβη· λώβη δὲ τὸ λω μέγα· κανὼν γὰρ ἔστιν ὁ λέγων· τὰ εἰς βη λήγοντα δισύλλαβα βαρύτονα φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον ἥβη, θήβη, στίβη· μὴ μʼ ἄμυδις στίβη τὲ κακὴ καὶ θῆλυς ἐέρση
λ 269
Λώβη ἡ βλάβη, κυρίως ἐπὶ τῶν ἠκρωτηριασμένων· ἀπέτεμνον γὰρ τοὺς λόβους καὶ τὰ ἄκρα τῶν ῥινῶν· καὶ λώβη ἡ ὕβρις, οἷον, λωβοὴ ἐπὶ κακῷ περιβόητος πᾶσιν
λ 270
Λώϊον κρεῖσσον βέλτιον, γίνεται παρὰ τὸ λῶ τὸ θέλω, ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον τοῦτο καὶ θέλει· καὶ τὸ συγκριτικὸν λῴων, ὡς πλείων, ῥᾴων· καὶ ὄνομα λώϊον
λ 271
Λωπίζω τὸ ἐκδύω, ἐξ οὗ καὶ λωποδύτης ὁ κλέπτης, ὁ τοῦ νεκροῦ τὸ ἱμάτιον ἀφελόμενος
λ 272
Λωπὸς τὸ ἱμάτιον τοῦ νεκροῦ, ἀναλογεῖ γὰρ τῇ λωπίᾳ, τῷ δέρματι
λ 273
Λῷστοι βέλτιστοι, ἠγαπημένοι, πεποθημένοι· ἔστι δὲ ὄνομα ὑπερθετικὸν ἀπὸ τοῦ λῶος τὸ ὑπερθετικὸν λῷστος· τοῦτο παρὰ τὸ λῶ τὸ θέλω· τὸ γὰρ καλὸν πάντες θέλουσι
λ 274
Λωφήσω τὸ καταπαύσω· λόφος δὲ τὸ ἐπανάστημα
λ 275
Λωποδύτης παρὰ τὸ ἀποδύειν τὸ λῶπος, ὃ ἔστι τὸ ἱμάτιον τοῦ νεκροῦ κατὰ Ἀθήνας
λ 276
Λωφῆσαι ἔστι δὲ ἡ λέξις μεταφορικὴ, ἀπὸ τῶν βοῶν τῶν ὑπὸ λόφον ἀναπαυομένων ἡνίκα ἀνεθῶσι τοῦ ζυγοῦ· ἐκ τούτου οὖν γίνεται λωφῶ ῥῆμα, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω· ἰστέον δὲ ὅτι τὸ λωφεῖν λέγεται πρώτης συζυγίας τῶν περισπωμένων· μετελώφιον γὰρ φησὶν Ἀπολλώνιος ὁ ποιητὴς ἀντὶ τοῦ μετελώφουν, καὶ μετὰ τὸν πόνον ἀνεπαύοντο, ὅθεν δῆλον ὅτι πρώτης συζυγίας τῶν περισπωμένων ἔστι
λ 277
Λωφήσασα παυσαμένη, λήξασα· κυρίως δὲ λωφῆσαι τὸ ἀποπαύσασθαι περὶ τὸν λόφον, ἀπὸ τῶν ὑποζυγίων, τῶν ἀπὸ τῶν ἔργων ἀπολυομένων καὶ ὑπὸ λόφων παυσαμένων. συντάσσεται μετὰ αἰτιατικῆς
λ 278
Λωφήσω τὸ καταπαύσω· λόφος δὲ τὸ ἐπανάστημα μικρὸν, ἐκ τοῦ λεύω τὸ βλέπω
λ 279
Λύσσα ἡ μανία· παρὰ τὴν λύσιν τῶν κατὰ τὴν ψυχὴν λογισμῶν καὶ τοῦ πάλαι τῶν φρενῶν καταστήματος· ἢ παρὰ τὸ ἀφέτους εἶναι τοὺς κατεχομένους ὑπʼ αὐτῆς. Τέλος τοῦ Λ στοιχείου. ΑΡΧΗ ΤΟΥ Μ ΣΤΟΙΧΕΙΟΥ
μ 5
Μαγγανεῖα στρεβλότης· ἢ μαγγανεία, ἐκ τοῦ μαγγανεύω τοῦτο παρὰ τὸ μάγγανον, τοῦτο παρὰ τὸ ἄγω, ἄγγανον καὶ μάγγανον
μ 6
Μάγειρος διὰ τὸ τὰ μάγματα ἀγείρειν· μάγμα γὰρ ἡ ἄρτυσις, ἀγείρειν δὲ τὸ ποιεῖν
μ 7
Μάγειρος ὡς ὄνειρος, πέπειρος, αἴγειρος· καὶ φασὶ γενέσθαι παρὰ τὸ μάσσειν. Ἀλεξίων δὲ φησὶ, ἢ ὅτι μαγεία τίς ἐστιν ἡ ἄρτυσις τῶν ἐψημάτων· ἢ ἐπειδὴ εἰς μίαν αὐτὰ συγκόπτει· ῥηματικὸς γὰρ ὁ χαρακτὴρ καὶ ἁρμόζει τῷ μάσσω ῥήματι· Φιλόξενος δὲ λέγει, ὅτι παρʼ Αἰολεῦσιν ἡ γραφὴ διὰ τοῦ ἰῶτα ἔστι, μάγιρος
μ 8
Μαγίρες παρὰ τὸ τοῖς Ἄραψι μαγὶς τὸ σκουτάριον· καὶ λέγονται δὲ μαγίδες μάζαι, τουτ’ἔστιν ἄρτοι, ἃς καταφέρουσιν οἱ εἰς τροφονίου κατιόντες
μ 9
Μαγὶς ἡ τραπέζα, ἔνθα τὰ μεμαγνευμένα
μ 10
Μαγκίπες Ῥωμαϊστὶ οἱ τεχνίται τοῦ ἄρτου
μ 11
Μαγεία ἡ κατασκευὴ τῶν ὁμοιωμάτων, καὶ ἡ ἄρτυσις τῶν ἐψημάτων
μ 12
Μαγὰς σανὶς τετράγωνος, ὑπόκροφος, δεχομένη ἐφʼ ἑαυτοῦ τὰς νευρὰς καὶ ἐκτελοῦσα τὸν φθόγγον
μ 13
Μάγος παρὰ τὸ μάσσω τὸ μαλάσσω, ὁ διὰ τῶν μαλακτικῶν αὐτοῦ, καὶ μαγικῶν ἐμπλάστων τὰ μέλλοντα προλέγων· ἢ παρὰ τὸ ἄγος, ὃ σημαίνει τὸν ῥυπαρὸν, ἄγος καὶ μάγος, ὁ μισητὸς καὶ ῥυπαρὸς παρὰ ἀνθρώποις· τὸ δὲ μάγος σημαίνει δύο τὸν μάγον καὶ μαλακτικὸν, καὶ τὸν τὰ μάγεια ἐργαζόμενον
μ 14
Μάζα εἰς τὸ ἀμαζὼν, καὶ μαγίδες, καὶ μείζων
μ 15
Μακεδὼν λέγουσι τοὺς καθαροὺς, μαρμαρὼθ τοὺς διυλιστρᾶς εἰτουνιθμούς
μ 16
Μάζας ψώμια, ἀπὸ τοῦ μάσσω τὸ μαλάσσω, τροπῇ τῶν δύο σς εἰς ζ, λέγεται δὲ μάζα φύραμα γινόμενον, πινόμενον δὲ ποτὲ μὲν ἐξ ὕδατος ποτὲ δὲ καὶ ὀξυκράτου, καὶ ὀξυμέλιτος, ἢ ὑδρομέλιτος· ἔστι γὰρ τρόφιμον
μ 17
Μαθεῖν μήθω ἔστι ῥῆμα ἀφʼ οὗ ἔμαθον δευτέρου ἀορίστου, τροπῇ δὲ γέγονε τοῦ δ εἰς θ, μήδω, μήθω
μ 18
Μαθὼν παρὰ τοῦ διδαχθῆναι παρὰ τινός
μ 19
Μαιμάσσει ἀφύζει, προθυμεῖται, κοιματοῦται· παρὰ τὸ αἷμα αἱμάσσω, καὶ πλεονασμῷ τοῦ μ μαιμάσσω· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ. μαιμάσσειν μαλάσσειν· ὡς οἶμαι καὶ τήκειν, καὶ δαπανᾷν, καὶ μαραίνειν, καὶ καταναλίσκειν
μ 20
Μαινόλης μαινόμενος, ἢ μανιοπὸς, παρὰ τὸ μαίνω καὶ τὸ ὅλος γίνεται μαινόλης, ὥσπερ καὶ τὸ ἐξώλης καὶ πανώφης· σεσημείωται τὸ μαινόλης διὰ τοῦ ο μικροῦ
μ 21
Μαίνω τὸ ὀργίζομαι, καὶ εἰς τὸ μηνιεῖ
μ 22
Μαίος Φιλόξενος δὲ λέγει, ὅτι παρʼ Αἰολεῦσι ἡ γραφὴ διὰ τοῦ ἰῶτα· ἔστι δὲ μαίος ἐπεξουσιαστὴς, ὡς ἐκ τοῦ μαγέστατος, ἀπὸ Μαίας τῆς Ἄτλαντος τοῦ Ἑρμοῦ ὀνομασθείς· μάϊον κατὰ διάλυσιν τοῦ ἰῶτα
μ 23
Μαινὰς βάκχη, ὀρχουμένη, καὶ μαινὰς ἡ παράφορος καὶ μαινὰς ἡ πόρνη
μ 24
Μαιρὰ ὑπό τινων ὁ ἥλιος, ἀπὸ τοῦ μαραίνεσθαι ὑπʼ αὐτοῦ πάντα· λέγεται δὲ ὁ κατάστερος ὁ κατεστιγμένος κύων μαίρας· καλλίον δὲ ἀπὸ τοῦ μαρμαίρειν ἤγουν λάμπειν
μ 25
Μακὰρ πόσας εὐθείας ἔχει; τρία· μάκαρς, μάκαρος, μακάριος· ὅπερ ἀπὸ τοῦ κὰρ ὃ σημαίνει τὴν θανατηφόρον Μοίραν γέγονε, καὶ ἐξ αὐτοῦ μάκαρς· ἀπὸ τῆς δευτέρας συλλαβῆς ἡ κλητικὴ, μακάριος ἐμῇ κηρὶ, τουτ’ἔστι φθορᾷ ὑποκείμενος, οἱ δὲ πλεονασμῷ τοῦ μ ἀκάριος καὶ μακάριος, ὁ πάντοτε ἐν ἀγαθοῖς ὤν
μ 26
Μάγοι ἔθνος· ἢ ἐλαφρῶς ἐπάδοντες τοὺς ἀλγοῦντας ἰῶνται, ὡς καὶ οἱ Φρύγες αὐλοῦντες τοῦς ἀλγοῦντας τόπους ἰῶνται τῶν πασχόντων ἡδὺ προσπνέοντες
μ 27
Μάγιστρος ὀφφικίων ὄνομα, οὐδὲν ἧττον ἡγούμενος τῶν αὐλικῶν κατὰ λόγων, διὰ σημασίας
μ 28
Μάκαρες οἱ μὴ πεπτωκότες ὑπὸ κῆρα
μ 29
Μάκαρται οἱ ἀποθανόντες· οἱ ἤδη τὸ μῆκος ἐπιλαμβανόμενοι, μήκιστοι, ὅθεν καὶ μακαιρίων μακηρίων ἡ τύμβος, ὁ ἐς μακρόν
μ 30
Μακκοᾶ ἀνοηταίνει, μωραίνει, παρὰ τὸ μὴ καὶ τὸ κοῶ τὸ νοῶ μηκοῶ· καὶ κατὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι ἐπείσοδος συμφώνων τροπὴν ποιεῖ, ὡς ἥδω ἁνδάνω, ἐπεισῆλθε τὸ ν καὶ ἐτράπη τὸ η εἰς α
μ 31
Μακρὰν ἐπίῤῥημα τοπικὸν μεσότητος· γίνεται δὲ παρὰ τὸ μακρὸς, τοῦτο παρὰ τὸ μῆκος μακερὸς καὶ ἐν συγκοπῇ μακρός
μ 32
Μάκρα ὄνομα ἐκ τοῦ μακρός· τοῦτο ἐκ τοῦ μῆκος· καὶ ὥσπερ παρὰ τὸ κύδος γέγονε κυδρὸς καὶ κυδρὴ, οὕτω καὶ ἐκ τοῦ μῆκος γίνεται μηκερὸς καὶ ἐν συγκοπῇ μηκρὸς καὶ μακρός· ἡνίκα γὰρ ἐπλεονάσσε τὸ σύμφωνον ἐτράπη τὸ μακρὸν εἰς βραχύ· τὸ δὲ μακρὰ βιβῶντα· ἔστιν ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ μεγάλως, ὡς τὸ ταχέα τάχα, ὠκέα ὦκα, οὕτω καὶ τὸ μακρέα μακρά· ὁ δὲ κανών, ὡς ἀρτίβιος· μακρὸν ἐτυμολογεῖται, παρὰ τὸ μέχρις ἄκρου διήκειν, τουτ’ἔστιν ἀρχῆς· ἢ παρὰ τὸ μῆκος μηκερὸς, καὶ ἐν συγκοπῇ μηκρὸς καὶ μακρός
μ 33
Μακρύνης παρὰ τὸ μακρύνω, τοῦτο παρὰ τὸ μακρὸς τὸ δὲ μακρὸς παρὰ τὸ μακκοῶ, τοῦτο παρὰ τὸ μὴ κοεῖν, ὅ ἐστι ἀκούειν ἢ νοεῖν, μῆκος μήκους, καὶ κατὰ τροπὴν μακρός
μ 34
Μακρόθυμος παρὰ τὸ μακρὰν ἔχειν τὸν θυμόν
μ 35
Μάκτρα παρὰ τὸ μάττειν ἐν αὐτῇ τὴν μάζαν· μάζα δὲ ὁ ἄρτος
μ 36
Μακελλάριος ὁ σφάζων τὰ ζῶα· μάκελ γὰρ καὶ μακέλλης Ῥωμαϊστὶ ἔστιν ὁ σφαγεύς
μ 37
Μακκαβαῖος κατὰ Πέρσας κάρανος τουτ’ἔστι δεσπότης. τῇ δὲ Σύρων διαλέκτῳ ἀνδρεῖος, πολεμιστὴς, δυνατώτατος
μ 38
Μαῖα ἰατρικὴ ταῖς ἐν τῷ τίκτειν γυναιξὶ κινδυνευούσαις βοηθοῦσα
μ 39
Μαιμόωσα οἱ μὲν μαμόωσα καὶ πλεονασμῷ τοῦ ἰῶτα μαιμόωσα, ἡ ἐνθουσιῶσα καὶ ὀξέως ὁρμῶσα· ἡ τοῦ αἵματος γευστικῶς ἔχουσα
μ 40
Μαῖα μαίω ῥῆμα τὸ ζητῶ, καὶ ῥηματικὸν ὄνομα Μαῖα· ἡ κατὰ γαστρὸς παιδία ζητοῦσα
μ 41
Μάλαθρον παρὰ τὸ μάλα ἀθρεῖν, ἤγουν λίαν βλέπειν· ἢ ὅτι μάλα θρεῖ, ἤτοι ὠφελεῖ τὴν ὅρασιν
μ 42
Μαλακὸς ὁ μάλα ἤγουν καυκός
μ 43
Μανία μανὸν ἔλεγον τὸ ἀραιὸν, ὡς καὶ Αἰσχύλος, ἐμμανοῖς στύλοις ἐπίπλοις τουτ’ἔστιν ἀραιοῖς
μ 44
Μανίαν τὴν ἀραίωσιν, καὶ χαυνότητα τῶν φρενῶν· ἀραιὸν γὰρ τὸ ἀσθενὲς, κατὰ τ’οὐναντίον οὖν ἀγχίνους καλεῖται, παρὰ συνεχεῖς καὶ πυκνὰς ἔχειν τὰς φρένας, καὶ πίνυτος καὶ πυκινὸς, καὶ αὐτὴ ἡ συνέχησίς ἐστι σύγκλεισις, καὶ οἷον ἕνωσις φρενῶν
μ 45
Μαλάχη διὰ τὸ μάλα χέειν τὸν θυμόν
μ 46
Μαλακὸς παρὰ τὸ μαλάσσω μαλακός, ὥσπερ παρὰ τὸ λεύσσω λευκός
μ 47
Μάλεια ὄνομα ὄρους, διὰ τῆς ει διφθόγγου γράφεται· εὕρηται καὶ χωρὶς τοῦ ι Μαλέα, ὡς καὶ παρʼ Εὐρι πίδῃ· ἰστέον δὲ ὅτι ἡνίκα μὲν διὰ τῆς ει διφθόγγου γράφεται προπαροξύνεται, Μάλεια· ἡνίκα δὲ διὰ τοῦ ε μόνου παροξύνεται Μαλέα
μ 48
Μάνδρα παρὰ τὸ ἄντρον ἄντρα καὶ μάνδρα, τὸ δὲ ἄντρον, ἐκ τῆς ἀνὰ προθέσεως, καὶ τοῦ τρῶ τὸ τρυπῶ
μ 49
Μαλλὸς ἐπὶ τῶν πλαγίων τῶν τριχῶν τῆς κεφαλῆς· εἴρηται δὲ ἀπὸ ἐμφείας τῶν τοῦ προβάτου μαλλῶν· μαλλὸς δὲ ἀπὸ τοῦ μῆλον τὸ πρόβατον, μαλὸς καὶ πλεονασμῷ τοῦ λ, μαλλός
μ 50
Μαλακισθέντες ἀντὶ τοῦ σχυνωθέντες, τὸ θέμα μαλακίζω, γίνεται ἐκ τοῦ μαλακὸς, τοῦτο ἐκ τοῦ μαλάσσω
μ 51
Μαλακὸν ἁπαλόν· μαλάκιον, εἶδος ἰχθῦος
μ 52
Μᾶλλον λίαν, πάνυ, πλέον. ἐκ τῆς μη ἀπαγορεύσεως καὶ τοῦ ἄλλον γίνεται μήαλλον καὶ μᾶλλον· τὸ μα μακρὸν διάτι; πᾶν δίχρονον, ἔχον διπλασιασμὸν ἀμεταβόλου συστέλλεται, οἷον, ἀμνὸς, φαλκόνιλλα, ψύλλα, σεσημείωται· τὸ μᾶλλον παρὰ Ἀττικοῖς ἐκτεινόμενον
μ 53
Μαλθακὸς τρυφερὸς, εὐμάλακτος, ἐκλελυμένος
μ 54
Μαμμωνᾶς τὸ κέρδος, ὁ χρυσὸς καὶ ὁ πλοῦτος
μ 55
Μαμερτῖνοι Μάμερτος ἐν Ἰταλίᾳ ὁ Ἄρης, ὅθεν καὶ οἱ ἐν Σικελίᾳ οἰκήσαντες στρατιῶται μαμερτιανοὶ ὠνομάσθησαν, οἱ ἶσα ἐργαζόμενοι Ἄρει
μ 56
Μανδήλιον μανειήλιον καὶ μανδήλιον τὸ ἀποσπόγγιζον τὰς μάνους ἤγουν τὰς χεῖρας
μ 57
Μάννα σημαίνει τοῦτο· οὐ γὰρ σημαίνει τὴν τροφὴν κυρίως· ἐγείροντο γὰρ τῷ πρωῒ, καὶ εὕρισκον ὅσον ἤρκει αὐτοὺς φαγεῖν, μὰν λέγοντες· καὶ λοιπὸν ἐλθόντες οἱ Ἕλληνες προσέθηκαν τὸ να· καὶ σημαίνει τὶ τοῦτο· εἶχον γὰρ τοῦτο, ὅτε ἤθελον ἀπελθεῖν εἰς τινὰ τόπον, καὶ ἀπὸ δισχιλίων πηχῶν ἐποίουν τὴν σκήνην
μ 58
Μάννα βάρβαρον, γέγονεν ἀπὸ τοῦ μαίω τὸ ζητῶ, ὄνομα θηλυκὸν, ἡ μάννα, τῆς μάννας, ἣν πάντες ἐπιζητοῦσι· καὶ ἐκ τούτου τὸ βάρβαρον ὠνόμασται· καὶ τὸ οὐδέτερον τὸ μάννα
μ 59
Μαντίνεια διὰ τῆς ει διφθόγγου· ἔστι δὲ ὄνομα πόλεως· γίνεται δὲ παρὰ τὸ μαντίνες, Μαντίνεια
μ 60
Μάντις μάντεως καὶ μαντίπολις
μ 61
Μαντεία ὁ χρῆσμος οἰονὸς καὶ ὑποφήτης ὁ μάντις
μ 62
Μανδραγόρα εἶδος βοτάνης φονικῆς
μ 63
Μαπία σπογγίστρια παρὰ τὸ μάσσω τὸ μαλάσσω
μ 64
Μαρίλη σημαίνει τὴν κόνιν τὴν γινομένην ἐκ τοῦ κατασβέννυσθαι τοὺς κάρβωνας· τὰ γὰρ διὰ τοῦ ιλη μονογενῆ μὴ ὄντα ἀπὸ κράσεως, καὶ μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, σμίλη τὸ σμιλίον, ἴλη ἡ ἄθροισις, σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων· μὴ ὄντα ἀπὸ κράσεως, ὅτι ἀπὸ τοῦ ἐνδεία τὴν ἕλην γίνεται διέλη, καὶ κράσει δείλη· μὴ ὄντα ἀπὸ τῶν ἐχόντων τὸ ἰῶτα, ὅτι ἀπὸ τοῦ ἕλη τοῦ σημαίνοντος τὴν θερμασίαν γίνεται εἵλη πλεονασμῷ τοῦ ι· πρόσκειται μονογενῆ, διὰ τὸ δειλὸς δειλή· χωρὶς τοῦ ὠφειλὴ καὶ ἀπειλή
μ 65
Μαραίνω παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν πόλεμον ἀραίνω, καὶ πλεονασμῷ τοῦ μ μαραίνω· καὶ εἰς τὸ μαρνάμενος
μ 66
Μάργος ὁ μαινόμενος, οὗ μή ἐστιν ἀρωγή· ἢ παρὰ τὸ ἐστερῆσθαι τὶ ἐργάζεσθαι ἀγαθὸν, παρὰ τὸ μὴ καὶ τὸ ἔργον· καὶ εἰς τὸ ἐτύχθη
μ 67
Μαρμαρέην ἡ εὐθεῖα μαρμαρέη· ὁ κανών· τὰ εἰς ος ἀρσενικὰ ποιοῦντα κατʼ ἰδίαν θηλυκά· ἐκ τοῦ μαρμάρεος, τοῦτο ἐκ τοῦ μαρμάρειος, ἀποβολῇ τοῦ ἰῶτα· ἐπὶ γὰρ τῶν διὰ τοῦ ειος κτητικῶν, οἱ Ἴωνες ἀποβάλλοντες τὸ ἰῶτα, τὴν ει δίφθογγον διὰ τοῦ εος προσφέρουσιν· οἷον, φλόγειος, φλόγεος· ἐς δʼ ὄχεα φλόγεα, τὸ ρει διφθόγγῳ· τὰ διὰ τοῦ ειος κτητικὰ, σημαίνοντα μέρος σωματικὸν ἢ μετουσιαστικὸν, διὰ τῆς ει διφθόγγου γράφεται. σιδήρειος, χρύσειος, οὕτω καὶ μαρμάρειος γίνεται ἐκ τοῦ μάρμαρον· σημαίνει δὲ τὸ λευκόν· τοῦτο ἐκ τοῦ μαρμαίρω τὸ λάμπω· μέλλοντα οὐκ ἔχει
μ 68
Μαυλὶς ἡ μάχαιρα· καὶ ἴσως εἴρηται παρὰ τὸ μαῦρον, ὃ ἔστι τὸ ἀμαυρὸν τῇ λαμπήδωνι· ὅτι δὲ ἄνευ τοῦ α λέγεται σαφῶς παρʼ Ἡσιόδῳ· ῥεία τέ μιν μαυροῦσι θεοί· Δημήτριος δὲ παρὰ τὸ ὁμοῦ αὐλίζεσθαι τοῖς φοροῦσιν ὁμαλις· ἀποπεσόντος οὖν τοῦ ο, ἔμεινε μαυλίς
μ 69
Μάραθρον Ῥωμαῖοι λέγουσιν αὐτὸ φαινούκλουμ, παρʼ ὅτι φαῖνον ποιεῖ τὸν ὄκλον, ἤγουν τὸν ὀφθαλμὸν, Ἕλληνες δὲ διὰ τὸ μαραίνειν καὶ ξηρᾶν ποιεῖν τὴν σάρκα· ἢ ψωρίαν ἐσθιόμενον ποιεῖν
μ 70
Μάραθρον κατʼ ἀποβολὴν τοῦ ρ· μάραθρον γάρ ἐστι παρὰ τὸ μαραίνειν εὐθέως τὸ ἄνθος
μ 71
Μάταιος παρὰ τὸ μάτος· ὅπερ εἴρηται παρὰ τὴν ἄτην μάτιος, ὡς φίλος, φίλιος καὶ φίλαιος, οὕτω μάτιος, ἀφʼ οὗ μάτια καὶ μάταιος, ὡς παρὰ τὸ θάλασσα θαλάσσιος θαλασσαῖος. Καλλίμαχος, πολυθαλασσίων μανδότρ. ἐπιδών· ὡς παρὰ τὴν ὥραν, ὥριος καὶ ὡραῖος
μ 72
Μάρμαρον διὰ τὴν μαρμαρυγὴν, ἤγουν τὴν λάμψιν· ἢ διὰ τὸ μέρος αἴρεσθαι· ἢ διὰ τὸ μαρμαραίνειν ἤγουν στίλβειν
μ 73
Μαρνᾶται μάχεται ἐν πολέμῳ, παρὰ τὸ μαραίνεσθαι καὶ φθείρεσθαι
μ 74
Μάρψαι κυρίως μάρψαι ἔστι τὸ ταῖς χερσὶ συλλαμβάνειν· μάρη γὰρ ἔλεγον τὰς χεῖρας· ἔνθεν τὸ εὐχερὲς εὐμαρές· οὕτως εὗρον ἐν ὑπομνήματι
μ 75
Μαρναμένοιϊν ἀπὸ τοῦ μαρνῶ μάρνημι, μαρνάμενος, μαρναμένοιν καὶ πλεονασμῷ τοῦ ἰῶτα μαρναμένοιϊν· τὸ δὲ μαρνῶ ἀπὸ τοῦ ἀρνός· οἱ παλαιοὶ γὰρ τὰς πραγματείας μετʼ ἀρνῶν ἐποιοῦντο, ὅθεν καὶ τὸ ἀρνῶ ἀρνοῦμαι
μ 76
Μάρπτω ὃ δηλοῖ τὸ καταλαμβάνω· καὶ εἰς τὸ ἁμαρτάνω καὶ μάρτυροι
μ 77
Μαρσίππιον ὁ ἐν αὐτῷ πάντα μάρπτων καὶ συνέχων· ἔστι δὲ ζύγιον
μ 78
Μάρτιος παρὰ τὸ ἄρην ἄρτιος καὶ μάρτιος, κατὰ πλεονασμὸν τοῦ μ· τῶ γὰρ μηνὶ τούτῳ ἑορτὴν ἦγον τῷ Ἄρεϊ· ἐφετὴν γὰρ λέγουσιν Ἑλλήνων παῖδες· τοῦτον τῆς τῶν ὅπλων γυμνασίας, καὶ πρὸς τιμὴν τούτου ἔθυον τράγον, καὶ ἐχρίοντο ἐκ τοῦ αἵματος αὐτοῦ, ὅθεν καὶ τὸ γυμνάσιον μέχρι τῶν δεῦρο κεκράτηται παρʼ Ἕλλησι· καὶ τὸ τῶν κυάμων ἄλευρον κατὰ μίμησιν χρίονται ἀντὶ τοῦ αἵματος
μ 79
Μάρτυροι δύο γενικὰς ἐπιδέχεται, ὡς τὸ ψίθυρις ψίθυρος ψιθύρου, οὕτω μάρτυς μάρτυος, καὶ πλεονασμῷ τοῦ ρ μάρτυρος· τὸ δὲ μάρτυς γίνεται παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω μάρπτυς καὶ μάρτυς ἀποβολῇ τοῦ π· ὁ ἐκ τοῦ κατειληφέναι δυνάμενος περὶ αὐτοῦ εἰπεῖν· ἢ παρὰ τὸ μαρμαίρω τὸ λάμπω, ὁ λαμπρύνων καὶ εἰς φῶς ἄγων τὸ ζητούμενον· κλίνεται δὲ μάρτυς μάρτυος, καὶ κατὰ πλεονασμὸν τοῦ ρ μάρτυρος· καὶ μάρτυρος μαρτύρου
μ 80
Μάρτυς ἐλέγχου διαφέρει· μάρτυς γὰρ ἐπʼ ἀγαθοῦ λαμβάνεται· ἔλεγχος δὲ ἐπὶ φαύλου
μ 81
Μασσῶμαι παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω καὶ κινῶ, ἀφʼ οὗ καὶ τὸ σήθω· καὶ προσλαβὼν τὴν μα συλλα βὴν ἐποίησε τὸ μασῶ καὶ μασῶμαι, τὸ εἰς λεπτὰ τὴν τροφὴν κερματίζειν καὶ κατακόπτειν
μ 82
Μασθὸς παρὰ τὸ μῶ τὸ ζητῶ, καὶ τὸ θῶ τὸ θηλάζω, κατʼ ἀντίφρασιν, ὁ μὴ πρὸς τὸ θηλάζεσθαι ζητούμενος
μ 83
Μάστιγξ ἐκ τοῦ μαστίζω, τοῦτο παρὰ τὸ μάσσω τὸ μαλάσσω, ἢ παρὰ τὸ ἱμάσσω τὸ πλήσσω
μ 84
Μαστίζω ἀπὸ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἱνὰς καὶ ἱμὰς, ἡ γενικὴ ἱμάντος, καὶ ἐξ αὐτοῦ γίνεται ἱμαστίζω· καὶ κατʼ ἀποβολὴν τοῦ ι μαστίζω· τὸ μετὰ δυνάμεως πλήσσω
μ 85
Μάστιγξ παρὰ τὸ ἱμάσσω, σημαίνει δὲ τὸ πλήττω· τοῦτο παρὰ τὸ ἱμὰς ὁ λῶρος
μ 86
Μάρσιππος σάκκος, θυλάκιον, βαλαντίον
μ 87
Μαστροπὸς ὃ ἔστι μαυλιστής· μαστροπὸς ἥξει τοὺς ἐραστὰς καὶ ἐρωμένους
μ 88
Μαστροπὸς παρὰ τὸ μάττεσθαι τοῖς τρόποις
μ 89
Μαστροπὸς μα, τὸ σημαῖνον τὴν μητέρα καὶ τὸν τρόπον, οἱονεὶ ἡ δοκοῦσα ἔχειν μητέρος τρόπον· σημαίνει δὲ τὴν μαυλίστριαν· σὺν αὐτῷ δὲ τετάχθω καὶ τὸ προαγωγόν
μ 90
μαζὸς διαφέρει, μαστὸς μὲν γὰρ ἐστὶν ὁ γυναικεῖος· κυρίως δὲ, διὰ τὸ εἶναι μεστὸς γάλακτος· μαζὸς δὲ ὁ ἀνδρεῖος, ὡς καὶ ὁ ποιητὴς δηλοῖ· νεύρην μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον· τινὲς δὲ ἀδιαφόρως χρῶνται ταῖς λέξεσι
μ 91
Μαστὸς ὁ γυναικεῖος παρὰ τὸ μεστὸς εἶναι γάλακτος· ἢ ἀπὸ τοῦ μαστεύεσθαι ὑπὸ τῶν παίδων· ἢ παρὰ τὸ μαστεύεσθαι, ὃ ἔστι ζητεῖσθαι ὑπὸ τοῦ βρέφους
μ 92
Μαστὸς ὁ ἀνδρῶος, παρὰ τὸ μὴ ἐσθίεσθαι
μ 93
Μαστοὶ κυρίως ἐπὶ τῶν γυναικείων, οἷον, μασητοὶ, οὗτοι γὰρ ἀλλήλοις τροφὴ, ἀπὸ τοῦ τὴν μαστάκα, τουτ’ἔστι τὴν τροφὴν τῶν γεννωμένων παρέχειν, ἀφʼ ἧς καὶ τὸ μάσημα· ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προφύεσθαι τούτοις πρῶτον τὰ βρέφη, οἷον παστοὶ, ἀπὸ τοῦ πάσσεσθαι, ἢ παστοὶ τινὲς ὄντες, ἀπὸ τοῦ πᾶν αὐτοὺς τὰ βρέφη· ὁ δὲ Σωρανὸς φησὶ ὑπὸ τῶν θηλαζομένων ἐπισπᾶσθαι· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ, παράγωγον μάζω καὶ μαστὸς, ὃν ἐπιζητοῦσι οἱ παῖδες· δύναται δὲ καὶ παρὰ τὸ αὐτὸ μάζω μάζα, ἡ ζητουμένη τροφὴ, ὡς σχίζω σχίζα
μ 94
Μασχάλη παρὰ τὸ εἰς μαστὸν χαλᾶσθαι· ἢ παρὰ τὸ σχῶ σχήσω, σχήλη, ὡς στήσω στήλη, καὶ μεταθέσει τοῦ α εἰς η σχάλη, καὶ πλεονασμῷ τῆς μα συλλαβῆς μασχάλη, ἡ λίαν κατέχουσα, ἅτινα ἂν σχῆ· ἢ ἀπὸ τοῦ χαλᾶσθαι εἰς μασθόν· ἢ εἰς ἣν χαλᾶσθαι ὁ μῦς· ἢ ἀπὸ τῆς ἀλέας, τὴν διὰ τὴν κάμπην τοῦ σώματος· οὕτω Σωρανός· ὁ δὲ Ἡρακλῆς ἀπὸ τοῦ μαστεύειν τὶ ὑπʼ αὐτὴν ἐπειδὴ οἱ ὑφαινούμενοί τι ὑπʼ αὐτοῦ κρύπτεσθαι
μ 95
Μαχλὰς ἡ πόρνη, καὶ μαχλὸς ὁ κατωφελὴς, παρὰ τὸ χαλῶ, μαχαλὸς καὶ μαχλός
μ 96
Μασσαλία Φωκαεῖς καταλιπόντες τὴν Ἰωνίαν διὰ τὴν τῶν Περσῶν ἔφοδον, παρεγένοντο εἰς Γαλατίαν· καὶ ἰδόντες ἁλιέα, ἐπʼ αὐτὸν ἴεσαν, ἑαυτοῖς παρακελευόμενοι Μεσσαλιεῖς· οὗτος δὲ συλληφθεὶς, ἔδειξεν αὐτοῖς οἰκήσιμον τόπον· ὅθεν καὶ Μεσσαλίαν ὠνόμασαν, ἐν ᾗ καὶ ἔλαβον τὸν ἁλιέα
μ 97
Ματῶ εἰς τὸ αὐτομάτως, καὶ χατίζεις
μ 98
Μάχαιρα διὰ τὸ μάχεσθαι ῥᾷον· ἢ διὰ τὸ μάχεσθαι πᾶσι φύσεσι, καὶ τόνον ἐμποιεῖν βίᾳ· ἢ παρὰ τὸ μάχῃ χαίρειν· ἢ ὅτι αἷμα χέει· ἢ παρὰ τὸ τοῖς αἵμασι χαίρειν· ἢ παρὰ τὸ εἰς μάχην αἴρεσθαι καὶ λαμβάνεσθαι· ἢ διὰ τὸ χέειν αὖθις τὸ αἷμα
μ 99
Μάχη παρὰ τὸ ἄχος ἄχη καὶ μάχη πλεονασμῷ τοῦ μ· ὡς ἄλευρον μάλευρον, καὶ χεὶρ χειρὸς χειράδιον καὶ χερμάδιον
μ 100
Μαχήσομαι μαχῶ μαχήσω· τὸ μαχῶ ἐκ τοῦ μάχω βαρυτόνου εἴρηται· τὸ δὲ παθητικὸν μάχομαι· ὁ γὰρ χαρακτὴρ παθητικὸς ἐστὶ, τὸ δὲ σημαινόμενον ἐνέργειαν δηλοῖ· κανὼν γὰρ ἔστιν ὁ λέγων, ὅτι τὰ εἰς χω λήγοντα βαρύτονα, τῷ α καθαρῷ παραληγόμενα σπάνιά εἰσι, τὸ ἄχομαι καὶ τὸ μάχομαι, καὶ ταῦτα μὲν ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα· ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡς περισπώμενα ποιοῦνται τὴν κλίσιν· Ἡρωδιανός
μ 101
Μὰψ ἀντὶ τοῦ ματαίως ἐπίῤῥημα
μ 102
Μεγάλη παρὰ τὸ μὴ καὶ τὸ γῆ μηγὴ, καὶ τροπῇ τοῦ πρώτου η εἰς ε καὶ τοῦ δευτέρου εἰς α μέγα· καὶ τὸ σέλας ἀπὸ τοῦ μέγας· τοῦτο δὲ εἴρηται ἀπὸ μεταφορᾶς τοῦ ὑψηλοῦ καὶ ἐπηρμένου τόπου· ἢ παρὰ τὸ μὴ εἰς γῆν εἶναι
μ 103
Μέγαρον οὐδέτερον, τὸ τῆς Δήμητρος ἱερόν· μέγαρον δὲ ἔστιν ὁ οἶκος· μέλαθρον δὲ ἡ ὀροφὴ ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ, ὡς Ὅμηρος· αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον· οὐ γὰρ ἂν εἴποι τις οἴκου οἶκος· καὶ εἰς τὸ ἑστία
μ 104
Μέγας τὸ ἐπίθετον συστέλλει τὸ α, διότι τὰ εἰς ς λήγοντα μετὰ διχρόνου, καὶ τὰ ἑξῆς· καὶ σεσημείωται τὸ μέγας. βαρύνεται τὸ κύριον ὄνομα, ὅπερ ἰσοσυλλάβως κλίνεται, ὁ Μέγας τοῦ Μέγα, ἐξ οὗ καὶ τὸ παρώνυμον Μεγάδης. καὶ ὁ ποιητὴς καὶ Πέριμον Μεγάδην· ἤγουν τοῦ μεγάλου τὸν υἱόν· καὶ διαφέρει τὸ κύριον τοῦ προσηγορικοῦ· ὅτι τὸ μὲν κύριον ἰσοσυλλάβως κλίνεται καὶ ἐκτείνεται τὸ α· τὸ δὲ προσηγορικὸν περιττοσυλλάβως καὶ συστέλλει τὸ α καὶ εἰς τὸ βασιλεὺς καὶ μείζων
μ 105
Μεγαλεῖον ἐν τοῦ μεγάλως· ἔστι δὲ μετουσιαστικόν
μ 106
Μέγας ἀπὸ μεταφορᾶς τοῦ ὑψηλοῦ τόπου· ἢ παρὰ τὸ εἰς γῆν μὴ εἶναι
μ 107
Μέγας παρὰ τὸ μὴ καὶ τὸ γῆ μήγας, καὶ τροπῇ τοῦ η εἰς ε μέγας
π 9
πολὺς διαφέρει· μέγας μὲν ἐπὶ πηλικότητος τάσσεται, πολὺς δὲ ἐπὶ ποσότητος· ὁμοίως καὶ τὸ μικρὸν τοῦ ὀλίγου, τὸ μὲν μικρὸν ἐπὶ πηλικότητος, τὸ δὲ ὀλίγον ἐπὶ ποσότητος· ὅθεν ὁ λέγων, μικρὸν ὕδωρ ἀντὶ τοῦ ὀλίγον ἀκυρολογεῖ
μ 108
Μέγεθος παρὰ τὸ μέγα μέγαθος, καὶ τροπῇ τοῦ α εἰς ε μέγεθος
μ 109
Μεγαλοψυχία ἔστιν ἀρετὴ ψυχῆς καθʼ ἣν δύναται φέρειν τὴν εὐτυχίαν καὶ τὴν ἀτυχίαν, τιμὴν καὶ ἀτιμίαν· μικροψυχία δὲ ἐστὶ μακρὰ ψυχῆς καθʼ ἣν ἀδύνατόν ἐστι φέρειν εὐτυχίαν
μ 110
Μεδέων μετοχὴ, ὡς φιλέων, κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς δω λήγοντα ῥήματα δισύλλαβα, μὴ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ε στοιχεῖον παραλήγουσαν, περισπᾶσθαι θέλει· οἷον, πηδῶ πηδήσω, σκεδῶ σκεδάσω· οὕτως ἔστι τὸ ἐδῶ καὶ μεδῶ· ταῦτα δὲ βαρύνονται καὶ περισπῶνται· ἀναλογώτερον οὖν ἐστι περισπώμενον. μεδεῶν, ὡς νοέων καὶ φιλέων· πολλαὶ δὲ εἰσὶ καὶ τοῦ ἐδῶ κινήσεις· ἔδεσμα καὶ ὁδηγός
μ 111
Μέδιμνον μοδ ε, ὡς εἶναι μοδ δ· μέτρον δὲ ξέστων κβ· ἄλλο δὲ
μ 112
Μεγαλύνω παρὰ τὸ μεγάλως· τοῦτο παρὰ τὸ μὴ εἰς γῆν εἶναι, ὡς πρὸς σύγκρισιν τῶν μικρῶν, τῶν οὐ πολὺ τῆς γῆς ἀφεστώτων
μ 113
Μέδων σημαίνει τὸν βασιλέα, ἡ εὐθεῖα ὁ μέδων· γέγονε δὲ ἀπὸ μετοχῆς ὄνομα μετοχικόν· τὸ θέμα μέδω· τοῦτο παρὰ τὸ ἕζω τὸ καθέζομαι, γίνεται ἔδω καὶ μέδω, καὶ μέδων, ὁ ἑδραίως καθεζόμενος· καὶ εἰς τὸ μήδω
μ 114
Μέζεα τὰ αἰδοῖα, ὅτι μέσεά ἐστι τῆς οὐρᾶς· οὐρᾶς δʼ ὑπὸ μεζʼ ἔθεντο· Σικελοὶ δὲ καὶ Ταραντῖνοι μέσα αὐτὰ καλοῦσι
μ 115
Μεθέμεν ἔστιν ἀπαρέμφατον Ἰωνικὸν ἢ Δωρικὸν ἐνεργητικοῦ καὶ παρατατικοῦ, πρώτης τῶν περισπωμένων· οἷον, μεθῶ μεθήσω· Ὅμηρος μεθέμεν, καταλιπεῖν, ἀπὸ τοῦ ἔναι καὶ πλεονασμῷ τῆς με ἔμεναι, καὶ συγκοπῇ τῆς αι διφθόγγου ἔμεν καὶ μετὰ τῆς προθέσεως μεθέμεν ἐκ τοῦ ἵημι τὸ πέμπω, τὸ ἀπαρέμφατον ἔναι
μ 116
Μεθέμεν ἀφεῖναι συγχωρῆσαι· ἵημι τὸ πέμπω καὶ μετὰ τῆς μετὰ μεθίημι, ὁ μέλλων μεθήσω, ὁ παρατατικὸς μεθίην, τὸ πληθυντικὸν μεθίεμεν καὶ τὸ ἀπαρέμφατον μεθιέμεναι καὶ κατὰ συγκοπὴν μεθέμεν, ἤγουν ἀποπέμψαι τὴν ὀργήν
μ 117
Μέθες ἄφες, βάλε, ἀπὸ τοῦ ἵημι· ὁ δεύτερος ἀόριστος ἧν ἡ μετοχὴ εἳς ἕντος καὶ τὸ προστακτικὸν ἕς· καὶ μετὰ τῆς μετὰ προθέσεως μέθες· σεσημείωται γὰρ τὸ θὲς, δὸς, ἕς
μ 118
Μεθήμων ὁ ἀμελὴς, ὄνομα· τὸ θη ἦτα· ὥσπερ γὰρ ἀπὸ τοῦ νοήσω νοήμων· οὕτως ἀπὸ τοῦ μεθῶ μεθήσω, μεθήμων
μ 119
Μεθίω τὸ ἀμελῶ, τὸ θι μακρόν· τὰ εἰς ω καθαρὰ βαρύτονα, ὑπὲρ δύο συλλαβὰς, τῷ ι παραληγόμενα ἐκτείνεται· τὰ διὰ τοῦ ι ῥήματα ὑπὲρ δύο συλλαβὰς κλινόμενα εἰς μέλλοντα, διὰ τοῦ ι γράφεται· καὶ γίνεται ἐκ τοῦ μέθηες ὃ σημαίνει τὸν οἶνον
μ 120
Μεῖς ὁ μὴν, Δωρικῶς. δεῖ γινώσκειν, ὅτι ἡ εὐθεῖα τριχῶς λέγεται· μεῖς Δωρικῶς, καὶ μὴς Ἀττικῶς, καὶ μὴν κοινῶς
μ 121
Μεθοδεία ἡ τοῦ χρόνου ἔρευνα καὶ ἡ τέχνη
μ 122
Μέθυσο παρὰ τὸ μέθηες, ὃ σημαίνει τὸν οἶνον· καὶ Ὅμηρος, καὶ μέθυ, χίλια μέτρα· τοῦτο παρὰ τὸ μέθη· τοῦτο παρὰ τὸ μεθίω, τὸ ἀμελῶ· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐμὲ θύειν
μ 123
Μεθύμναιος ὁ Διόνυσος, ὅτι μεθʼ ὕμνων ἦλθε· τάχα δὲ ὅτι καὶ παρὰ τὴν μέθην εἴρηται καὶ μεεθυδώτης μεεθηδότης
μ 124
Μεγαλεῖον τὸ λει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ ειον μετουσιαστικὰ μὴ σημαίνοντα μέρος σώματος, διὰ τῆς ει διφθόγγου· καὶ προπερισπᾶται. οἷον, ἑτερεῖος, πρυτανεῖος, γυναικεῖος, μεγαλεῖος
μ 125
Μέγας ποίου εἴδους τῶν ὑποπεπτωκότων; τῷ ὀνόματι· πρὸς τὶ ἔχων; πρὸς γὰρ τὸ μικρὸν ἔχει
μ 126
Μείζων παρήχθη ἀπὸ τοῦ μέγας· καὶ ἐγένετο πρῶτος τύπος τῶν συγκριτικῶν μεγάτερος, ὁ δεύτερος μεί ζων, ὁ τρίτος μέσσων· καὶ οἱ μὲν Αἰολεῖς τὸν ἵππον ἴσσον, καὶ τὸ βλέπω βλέσσω, ὑφαιροῦνται τὸ β καὶ πλεονασμῷ τοῦ υ ποιοῦσι λεύσσω· καὶ παρὰ τοὺς Βοιωτοὺς μείζων, ὡς εἴρηται· ἡ δὲ τῶν Ταραντίνων· διάλεκτος, τὰ δύο σς εἰς ξ τρέπει ὡς καὶ ἡ τῶν Βοιωτῶν
μ 127
Μειλίχιος παρὰ τὸ μέλι μέλιχιος· καὶ πλεονασμῷ τοῦ ι μειλίχιος
μ 128
Μειλίγματα σημαίνει τὰ πραϋντικὰ, ὥσπερ ἀπὸ τοῦ μειλίσσω μείλιγμα
μ 129
Μειλίσσω τὸ καταπραΰνω διὰ τῆς ει διφθόγγου· παρὰ τὸ μέλι ἢ τὸ μέλος γέγονε μελίσσω
μ 130
Μέλισσα παρὰ τὸ ἐν τοῖς μήλοις ἱζάνειν· μῆλα δὲ λέγει Ὅμηρος τὰ πρόβατα
μ 131
Μεῖον μικρὸν, παρὰ τὸ μέρος γέγονε μερίων καὶ κατὰ συγκοπὴν τοῦ ρ μεΐων, καὶ κατὰ κράσιν μείων, καὶ τὸ οὐδέτερον μεῖον· καὶ εἰς τὸ Βενιαμὶν, καὶ μειδιῶ, καὶ μὴν καὶ μήρυγμα, καὶ μικρόν
μ 132
Μειονεκτεῖσθαι τουτ’ἔστι τοῖς μικροῖς ἡττᾶσθαι. μεῖον γὰρ σημαίνει τὸ μικρόν, οἷον, ἐπὶ μικρὸν ἔχεσθαι, τουτ’ἔστι κρατεῖσθαι
μ 133
Μεῖστος σημαίνει τὸν ἕνα· διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ων συγκριτικῶν εἰς τος γινόμενα, εἰ μὲν ἀπὸ τῶν ὑπὲρ δύο συλλαβὰς παραχθῶσι, διὰ τοῦ ι μόνου παράγονται, οἷον, χερείων, χέριστος, εἰ δὲ ἀπὸ τῶν δισυλλάβων, φυλάττουσι τὴν ει δίφθογγον· οἷον, πλείων πλεῖστος· λῴων λῷστος, σημαίνει δὲ τὸν συμφέροντα. οὕτω καὶ μείων μεῖστος· ἰστέον ὅτι τὰ εἰς ων καθαρὰ δισύλλαβα τέσσαρά εἰσι· καὶ τὰ μὲν δύω διφθόγγῳ παραλήγονται, καὶ ἐκφωνοῦσι τὸ ἰῶτα, πλείων, μείων· τὰ δὲ ἕτερα διφθόγγῳ παραλήγονται, καὶ ἀνεκφώνητον ἔχουσι τὸ ι· οἷον, λῴων, ῥᾴων
μ 134
Μειράκιον παρὰ τὸ εἴρω τὸ λέγω εἰράκιον· καὶ πλεονασμῷ τοῦ μ μειράκιον
μ 135
μείραξ διαφέρει· μείραξ μὲν ἐπὶ θηλείας, μειράκιον δὲ ἐπὶ ἄῤῥενος· καὶ εἰς τὸ γέρων
μ 136
Μείρεται εἰ μὲν σημαίνει τὸ μερίζεται, γίνεται ἀπὸ τοῦ μέρος, μερῶ, μέρομαι, καὶ πλεονασμῷ τοῦ ι μείρομαι· εἰ δὲ σημαίνει τὸ ἐπιθυμῶ, γίνεται ἀπὸ τοῦ ἵμερος, ἱμέρω καὶ πλεονασμῷ τοῦ ι ἱμείρω καὶ ἱμείρομαι, τὸ τρίτον ἱμείρεται καὶ ἀποβολῆ τοῦ ι μείρεται
μ 137
μειράκιον εἴρηται ἀπὸ τοῦ μεῖον καὶ ἧττον εἴρειν καὶ λέγειν τῶν ἀνδρῶν τὸν νέον
μ 138
Μεὶς σημαίνει τὸν μῆνα καὶ γράφεται διὰ τῆς ει διφθόγγου· ἐπειδὴ οἱ Δωριεῖς διὰ τῆς η γράφουσιν αὐτό· ἔθος δὲ ἔχουσι τὴν ει δίφθογγον εἰς η, τρέπειν, οἷον πλείων πλήων, μείων μήων. ἰστέον, ὅτι τὸ μεὶς μὴν ὑπῆρχε καὶ ἔτρεψε τὸ η εἰς τὴν ει δί φθογγον· καὶ ἐπειδὴ τὰ εἰς ν λήγοντα, ἀρσενικὰ ἢ θηλυκὰ, οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ν δίφθογγον, οἷον Σωλὴν, Πλάτων, ἔτρεψε τὸ ν εἰς ς· καὶ ἐγένετο μείς· πρόσκειται ἀρσενικὰ ἢ θηλυκὰ, διὰ τὰ οὐδέτερα, οἷον τὸ διπλοῦν, τὸ χρυσοῦν· λέγει δὲ ὁ Διονύσιος, ὅτι μὴν ἦν, καὶ ἔτρεψε τὸ ν εἰς ς· καὶ ἐγένετο μής· καὶ ἐπειδὴ οἱ ἀρχαῖοι ἠγνόουν τὰ μακρὰ στοιχεῖα, ἐτίθεσαν ἀντὶ τοῦ η τὸ ε, καὶ ἀντὶ τοῦ ω τὸ ο οὕτω· καὶ ἐνταῦθα ἀντὶ τοῦ ι ἔθηκαν τὸ ε· καὶ εἶπον μές· εἶτα τὸ λοιπὸν μετὰ τὸ φανῆναι τὰ μακρὰ νομίσαντες, ὅτι ἀντὶ τοῦ ει κεῖται τὸ ε, προσέθηκαν τὸ ι, καὶ ἐγένετο μεὶς διὰ τῆς ει διφθόγγου· ὁ δὲ ἕβδομος εἱστήκει μείς· λέγει δὲ τὸ μεὶς ὁ Ὦρος, καὶ ὁ Ἀρκάδης καὶ ὁ Εὐδαίμων ἄκλιτον εἶναι· ἡ γενικὴ ὡς κτεὶς κτενός
μ 139
Μέλαθρον κυρίως λέγεται τὸ μέσον τῆς στέγης ξύλον τὸ ὑπερτον καλούμενον ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ· ὅταν οὖν εἴπῃ Ὅμηρος, αὐτὴ δʼ αἰθαλόεντος ἀναΐξασα μελάθρου ἕζετο, τοῦτο φησὶ δηλοῦν· τινὲς δὲ ἁπλῶς τὸν ὄροφον ἢ τὸν οἶκον
μ 140
Μέλισσα οἱονεὶ μέλιζα, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς καρποῖς· μῆλα γὰρ κατὰ πάντα εἴρηται οἱ καρποὶ τῶν βοτάνων, ὅθεν καὶ πολύμηλος γῆ
μ 141
Μέλαινα τὰ διὰ τοῦ αινα θηλυκὰ προπαροξύτονα ὑπὲρ δύο συλλαβὰς, διὰ τῆς αι διφθόγγου γράφεται, οἷον, μύραινα, δράκαινα, λέαινα, οὕτω καὶ μέλαινα· καὶ γίνεται ἐκ τοῦ μέλας μέλανος· ὁ κανὼν, τὰ εἰς ας ὀνόματα περιττοσυλλάβως κλινόμενα, διὰ τοῦ ντ κλίνεται, μέλας μέλαντος, ἐξ οὗ καὶ τὸ, μελάντερον ἠΰτε πίσσα· τάλας τάλαντος· ἐπεκράτησε δὲ ἡ συνήθεια, διὰ μόνου τοῦ ν αὐτὰ κλίνεσθαι· πρόσκειται περιττοσυλλάβως διὰ τὸ μέγας μέγα, λάας λάα
μ 142
Μέλαν παρὰ τὸ μὴ καὶ τὸ λάειν, τὸ μὴ βλέπειν, ὅθεν ἀλαὸς ὁ τυφλὸς, καὶ· ὁ μὲν λάε νεβρὸν ἀπάγχων
μ 143
Μελδόμενος παρὰ τὸ τὰ μέλη ἔδειν, ὃν ἔστιν ἐσθίειν, ἢ τήκειν, οἷον, μελέδειν καὶ μέλδειν κατὰ συγκοπήν· ἔστι δὲ μελδόμενος ὁ τηκόμενος
μ 144
Μελέαγρος κύριον, παρὰ τὸ μέλλειν αὐτῷ τὴν ἄγραν
μ 145
Μελεδῶναι αἱ τὰ μέλη ἔδουσαι φροντίδες· ὅθεν Ἡσίοδος γυιοκόρους αὐτὰς καλεῖ, τὰς ἕως κόρου τὰ γυῖα ἀναλυούσας, καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύνην λέγουσιν· ἀποστάζουσι γὰρ καὶ ῥέουσιν· Ὅμηρος, τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· καὶ εἰς τὸ κήδω
μ 146
Μελέεσι ποιητικῶς τοῖς μέλεσιν, ὁ κανὼν εἴρηται εἰς τὸ ἡγεμόνεσσι. τὶ διαφέρει μέλος καὶ μέρος; διαφέρει· ὥσπερ γὰρ τὰ μέλη μέρη τοῦ σώματός εἰσι, καὶ τὰ μέν εἰσι βραχέα τὰ δὲ μακρὰ, καὶ τὰ μὲν εἰς ἐνέργειν, ὡς ἐπὶ τῶν χειρῶν, τὰ δὲ ἐπὶ τὸ περιπαθεῖν, ὡς ἐπὶ τῶν ποδῶν· οὕτω καὶ τὰ μέλη τὰ μέν εἰσιν ὀξύτονα, τὰ δὲ βαρύτονα, καὶ οὕτως ἀποτελοῦσι τὴν ἐν ἁρμονίᾳ μελῳδίαν· ἔστι δὲ μέρος εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι συνωνυμίας· συνώνυμον δέ ἐστι, τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν· τὸ δὲ μέλος παρὰ τὸ μέρος· τὰ γὰρ μέλη μέρη εἰσὶ τοῦ σώματος· μεταφορικῶς δὲ ἡ ἐναρμόνιος μελῳδία
μ 147
Μέλαιον τὸ μάταιον, παρὰ τὸ λῶ τὸ θέλω, καὶ Ἰωνικῶς λέω, ὃ μὴ λέομεν, τουτ’ἔστιν ὃ μὴ θέλομεν, οὐδεὶς γὰρ θέλει τὸ μάταιον
μ 148
Μελέτη ἡ φροντὶς, διὰ τὸ τὰ μέλλοντα μεριμνᾷν, παρὰ τὸ μέλλειν
μ 149
Μέλη τὰ μέρη συνωνύμως, κατὰ μείζονα καὶ ὁλοσχερέστεραν νοούμενα περιγραφὴν· ἢ ἀπὸ τῶν κατὰ τὴν μουσικὴν μελῶν ἁρμονίαν, ὡσὰν εἴπης μέρη
μ 150
Μέλισσα παρὰ τὸ ἐν τοῖς μήλοις ἱζάνειν· μῆλα δέ εἰσι τὰ ἄνθη· Ὅμηρος· αὐτῇ σοι ῥίζοισι καὶ αὐτοῖς ἄθεσι μήλων. καί τι μετέχει τοῦ ἄνθους; καὶ γὰρ ἡ μέλισσα τῶν ἀνθέων τὰ χρησιμώτατα συλλέγουσα ποιεῖ τὸ μέλι
μ 151
Μελισσάων μελίσσων· ὁ κανών· οἱ Αἰολεῖς τὰς εἰς ων γενικὰς, τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας, διὰ τοῦ αων προσφέρουσιν, οἷον, μοῦσαι μουσάων, πύλαι πυλάων, ἀδιναὶ ἀδινάων, μέλισσαι μελισσάων· οἱ δὲ Δωριεῖς διὰ τοῦ εων, πύλαι πυλέων. Ὅμηρος, πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ
μ 152
Μελίφρων παρὰ τὸ μέλισσα, τοῦτο ἐκ τοῦ μῆλον, ὃ σημαίνει τὸν πάντα καρπὸν, μήλιζά τις οὖσα, ἡ τοῖς καρποῖς ἐφιζάνουσα· ἡ γὰρ μέλισσα, τῶν ἀνθέων τὰ χρησιμώτατα συλλέγουσα ποιεῖ τὸ μέλι· τὰ μὲν καλὰ ἐκλέγεται, τὰ δὲ φαῦλα ἀποῤῥίπτει· λέγεται δὲ καταχρηστικῶς ὁ γλυκὺς ἄνθρωπος οἱονεὶ, ὁ γλυκαίνων τὰς φρένας· ὅμως καὶ κρίθης μελίφρονος εἴρηκε
μ 153
Μέλος κατὰ σύγκρισιν τοῦ ἔπους, τὸ μεμελισμένον ἢ ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μόρσιλος δὲ τὰς ἐν Λέσβῳ γενομένας παρθένους Μούσας ἐπὶ τὰ πένθη φοιτᾷν καὶ θρηνεῖν, ὅθεν ἐπεκράθησε τὰ ἀδόμενα μέλεα κληθῆναι· οἱ δὲ ἀπὸ τοῦ μελιγόρου Πινδάρου μελισσοτευκηρίων, ὃ ἔστι τὸ μέλος τὸ ἑκάστῳ μεμελημένον· καὶ γὰρ μετὰ φροντίδος σκευάζεται
μ 154
Μελῳδία παρὰ τὸ μέλος, ἐξ οὗ καὶ μελῳδός· γράφεται δὲ διὰ τοῦ ω μεγάλου· τὰ γὰρ παρὰ τὴν ᾤδην γινόμενα ἅπαντα διὰ τοῦ ω γράφεται· οἷον, ὑμνῳδὸς, τραγῳδὸς, ψαλμῳδὸς, χωρὶς τῶν παρὰ ὁδόν· ταῦτα γὰρ διὰ τοῦ ο γράφεται
ω 2
ὠδὴ ἀπὸ μεταφορᾶς τῶν μελῶν τοῦ σώματος· καὶ εἰς τὸ μελέεσσι καὶ μέλπω
μ 155
Μέλπηθρα παίγνια παρὰ τὸ μέλπω τὸ παίζω· δηΐω μέλπεσθαι ἄρηϊ
μ 156
Μέλπω παρὰ τὸ μέλος, ὃ σημαίνει τὴν ᾠδὴν, γίνεται μέλω, καὶ πλεονασμῷ τοῦ π μέλπω· ἐξ οὗ καὶ μολπή
μ 157
Μελχισεθὲκ τὸ χι ἰῶτα διάτι; ἀπὸ παραδόσεως τὸ μελ λέγεται βασιλεὺς, τὸ σεθὲκ λέγεται δικαιοσύνη· λέγεται δὲ οὖν μελχισεδὲκ βασιλεὺς δικαιοσύνης· καὶ μελχισαλὴμ βασιλεὺς εἰρήνης· καὶ ἀνάγεται εἰς τὸν Χριστὸν ἡ τοιαύτη παραγωγὴ παρʼ Ἑβραίοις
μ 158
Μέλλω σημαίνει τέσσαρα· τὸ ὠφείλω, ὡς τὸ, ᾧ μέλλεις εὔχεσθαι· τὸ φροντίζω, ὡς τὸ, καὶ σὲ χρὴ ταῦτα πάντα μέλλειν νύκτας τε καὶ ἦμαρ· καὶ τὸ βραδύνω, ὡς τὸ, τὶ μέλλεις; τὶ ἀναδύη; καὶ τὸ φαίνω ὡς τὸ οὕτω που Διῒ μέλλει ὑπερμένεϊ φίλον εἶναι· καὶ τὸ πρέπω· καὶ ἀπέκειτο ὡς τὸ ἔμελλον ἆρα
μ 159
Μέλλω διὰ δύο λλ, ἐπειδὴ οὐδέποτε βαρυτόνως ἐνεστὼς διʼ ἑνὸς λ ἐκφέρεται· καὶ διὰ τοῦτο τὰ φθάσαντα γενέσθαι βαρύτονα καὶ τὰ ὅμοια ἄχρι τοῦ παρατατικοῦ κλίνεται ὡς βαρύτονα, ἀπὸ δὲ τοῦ παρατατικοῦ ὡς περισπώμενα. καὶ εἰς τὸ πλημμέλεια, καὶ σεμέλεια καὶ μελῳδός
μ 160
Μέλεα τὰ ἄθλια καὶ μάταια, μέλεος γὰρ ὁ ἄθλιος, μάταιος καὶ ταλαίπωρος καὶ δυστυχής
μ 161
Μελῳδὸς παρὰ τὸ μέλος καὶ τὸ ᾠδή· τὸ δὲ μέλος σημαίνει δύο· τὸν ψαλμὸν καὶ γίνεται παρὰ τὸ μέλλω τὸ φροντίζω· ἢ παρὰ τὸ ἔλω τὸ ἐλαύνω, ἔλος καὶ μέλος. σημαίνει καὶ τὸ μέρος τοῦ σώματος, καὶ γίνεται παρὰ τὸ μείρω τὸ μερίζω
μ 162
Μεμαῶτα προθυμούμενον· χρόνου παρακειμένου μετοχῆς· ἔστιν ἀπὸ τοῦ μῶ τοῦ σημαίνοντος τὸ προθυμοῦμαι, δευτέρας συζυγίας τῶν περισπωμένων· ὁ μέλ λων μήσω, ὁ παρακείμενος μέμηκα, ἡ μετοχὴ ὁ μεμηκὼς, καὶ τροπῇ τοῦ η εἰς α καὶ ἀποβολῇ τοῦ κ, μεμαώς
μ 163
Μέμω τὸ προθυμοῦμαι, ἐξ οὗ καὶ ὄνομα ῥηματικὸν ματὸς, καὶ μετὰ τοῦ αὐτὸς γίνεται αὐτόματος, ὁ αὐτόκλητος· ὁ μέλλων μεμῶ, ὁ παρακείμενος μέμακα, ἡ μετοχὴ ὁ μεμακὼς, καὶ ἀποβολῇ τοῦ κ μεμαώς· καὶ κλίνεται μεμαῶτος μεμῶτος κατὰ συναίρεσιν· τὸ πληθυντικὸν μεμῶτες, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς μεμαῶτες· καὶ φυλάττει τὸ α· τὸ θηλυκὸν ἡ μεμῶσα· ζήτει τὸν κάνονα εἰς τὸ ἑστῶσα
μ 164
Μεμυελωμένα παρὰ τὸ μυαλῶ, τοῦτο παρὰ τὸ μύω τὸ ἀσφαλίζω, γίνεται μυελὸς ὁ ἠσφαλισμένος ὑπὸ τοῦ ὀστέου· λέγεται δὲ καὶ μυαλὸς, ἐκ τούτου μυαλῶ μυαλώσω· καὶ τὰ λοιπὰ δηλωτικά
μ 165
Μεμυκέναι κρύψαι, κολλῆσαι ἢ καμμῦσθαι· σημαίνει δὲ κυρίως καὶ ἠχῆσαι, ἀπὸ τοῦ μυκῶ, ὁ μέλλων μυκήσω, μεμύκηκα ὁ μέσος μέμυκα, τὸ τρίτον μέμυκεν· Ἡσίοδος, μέμυκε δὲ γαῖα καὶ ὕλη, ἀντὶ τοῦ ἤχησε· καὶ τὸ ἀπαρέμφατον μεμυκέναι
μ 166
Μέμφεαι ἐπὶ τῶν τριῶν προσώπων τῶν πληθυντικῶν οἱ Ἴωνες ἀποβάλλουσι τὸ τ τοῦ τρίτου προσώπου, καὶ δεύτερον ποιοῦσιν· ἐνέργειαν δὲ οὐκ ἔχει· γίνεται ἐκ τοῦ μέμφη μέμφω, τὸ παθητικὸν μέμφομαι μέμφεται, ἐκβολῇ τοῦ τ μέμφεαι
μ 167
Μεσίτης ὁ μεταξὺ δύο ὤν· καὶ σημαίνει τὸν μεσάζοντα. διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης γινόμενα διὰ τοῦ ι γράφεται, οἷον, τόπος τοπίτης, στῦλος στυλίτης, λόχος λοχίτης, μῦθος μυθίτης· οὕτω καὶ μέσος μεσίτης
μ 168
Μεμισθαρνικὸς ὁ μισθῷ κάμνων· ἢ διὰ μισθὸν ψεῦδος ποιῶν
μ 169
Μενδήσιος μένδος ἐλέγετο παρʼ Αἰγυπτίοις ὁ τράγος, ἐκ τοῦ μένδος, μένδητος, μενδήτιος καὶ μενδήσιος· ἢ ὅτι τοπικόν ἐστι, ὡς θαλάσσιος, οὐράνιος
μ 171
Μένος εἰς τὸ δυσμένης, καὶ εὐμένης καὶ ζαμένης
μ 172
Μέντοιγε ἐκ τοῦ μὲν, καὶ τοῦ τοὶ, καὶ τοῦ γέ· ἔστι δὲ ἐπίῤῥημα μεσότητος
μ 173
Μενοῦνγε τρεῖς εἰσὶ σύνδεσμοι σημαίνει δὲ βεβαιότητα καὶ ἀληθές
μ 174
Μενοῦν διὰ τοῦτο, τοιγαροῦν
μ 175
Μενοινᾶ ἔστι γὰρ πολέμοιο μενοινᾶ· καὶ μενοινῶ, μενοινᾶς. σημαίνει δὲ τὸ προθυμῶ
μ 176
Μερμέριζε φρόντιζε, βουλεύου. παρὰ τὸ μερίζω, τοῦτο παρὰ τὸ μέρος· τοῦτο παρὰ τὸ μείρω, μερῶ, με ρίζω καὶ μερμερίζω, καὶ τροπῇ τοῦ ε εἰς η, μερμηρίζω, ἀπὸ τοῦ, ἐπὶ τάδε καὶ τάδε μερίζεται τὴν ψυχὴν τοῦ μεριμνῶντος· ὅθεν καὶ μερμήρας τὰς φροντίδας ἔνιοι λέγουσιν
μ 177
Μέρμις μέρμιθος, τὸ σχοινίον· καὶ εἰς τὸ ὄρνιθος
μ 178
Μεριμνῶ παρὰ τὸ μέριμνα, τοῦτο παρὰ τὸ μερίζω μερίσω, μεμέρικα, μεμέρισμαι, μέριμνα. ἐτυμολογεῖται δὲ παρὰ τὸ μερίζειν τὸν νοῦν
μ 179
Μερὶς παρὰ τὸ μερίζω, τοῦτο παρὰ τὸ μείρω τὸ μερίζω· ἢ παρὰ τὸ μέλος μελίζω καὶ μερίζω
μ 180
Μέροψ ὁ ἄνθρωπος, συνώνυμον· γίνεται παρὰ τὸ μείρω τὸ μερίζω, ὁ μεμερισμένην ἔχων τὴν ἔναρθρον ὄπα, ἤγουν τὴν φωνὴν, ὥσπερ σύγκρισιν τῶν ἄλλων ζώων· ἐπειδὴ ἐὰν λαλῇ ὁ ἄνθρωπος μερίζεται εἰς συλλαβάς
μ 181
Μέροπες οἱ μορητικοὶ καὶ κακοπαθεῖς· οἱ δὲ μεμορημένοι τὸ λόγιον. οἱ δὲ μεμορῆτες τὸν λόγον· ἑκάστῳ γὰρ ὀνόματι φωνῇ παράκειται. οὐ γὰρ πάντων ἢ ἐν ὁμοθρόως, οὐ διʼ ἄγυρις· ἄλλοι δὲ τοὺς ὑπὸ ὄρον πεπτωκότας, οἷς κατὰ τ’οὐναντίον μάκαρες, οἱ μὴ κῆρα ἔχοντες, οἱ ἀθάνατοι
μ 182
Μέσος παρὰ τὸ μερίζω μερίσω, μέρισος καὶ κατὰ συγκοπὴν μέσος· ἐτυμολογεῖται παρὰ τὸ τὰ μέρη ἶσα ἔχειν
μ 183
Μεσημβρία παρὰ τὸ μέση καὶ τὸ ἡμέρα μεσημερία, καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ β, μεσημβρία
μ 184
Μεσίας ὁ Χριστὸς, παρὰ τὸ μέσος
μ 185
Μεσούσης ἔστιν ἶσον, καὶ τροπῇ τοῦ ι εἰς ε, καὶ πλεονασμῷ τοῦ μ, μέσος, καὶ ἐκ τούτου μεσῶ, μεσώσω, τρίτης συζυγίας τῶν περισπωμένων· καὶ ἡ μετοχὴ ὁ μεσῶν τοῦ μεσοῦντος, καὶ τὸ θηλυκὸν ἡ μεσοῦσα, τῆς μεσούσης· καὶ ἀπὸ τοῦ μεσάζω μεσάζουσα καὶ κατὰ συγκοπὴν μεσοῦσα
μ 186
μεστὸν τὸ πλῆρες, παρὰ τὸ ἔω τὸ πληρῶ, ἐξ αὐτοῦ ἐστὸς, καὶ πλεονασμῷ τοῦ μ, μεστός
μ 187
Μετὰ δαῖτα δύο μέρη λόγου· μετὰ πρόθεσις, δαῖτα ὄνομα· ἡ εὐθεῖα ἡ δαῖς
ε 832
ἑτεροιοῦσθαι διαφέρει. μεταβαλεῖν μὲν γάρ ἐστι πάθος κοινόν· καὶ καιρῶν γίνεται μεταβολὴ καὶ πράξεων, καὶ ἀφροδισίων. Εὐριπίδης· μεταβολὴ πάντων γλυκύ· μεταμόρφωσις δὲ μεταχαρακτηρισμὸς, καὶ μετατύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα· ἀλλοίωσις δὲ οὐ μόνον μετασχηματισμὸς χαρακτῆρος, ὡς Ὅμηρος, ἀλλοῖος μοι ζῆν ἐφάνη ἠὲ πάροιθεν· ἀλλὰ τῆς προτέρας ὑπολήψεως ποίησις ἕτερα· ἑτεροίωσις δὲ ὅταν ἀφʼ ἑτέρου σώματος εἰς ἕτερον μεταβάλλεται· οἷον, Νιόβη εἰς λίθον
μ 188
Μεταλλῶ σημαίνει τὸ ζητῶ, καὶ πολυπραγμονῶ, δευτέρας συζυγίας τῶν περισπωμένων· καὶ σημαίνει τὸ πολύπονον· γίνεται ἐκ τοῦ μέταλλον, ὃ σημαίνει τὸν τόπον, ἐν ᾧ ὁ χρυσὸς τίκτεται· ἢ ἡ χρυσίτης γῆ· καί τι μετέχει τὸ μέταλλον, πρὸς τὸ μεταλλῶ· ἐπειδὴ ταῦτα εὐρένης οὐ τῆς τυχούσης, ἀλλὰ καὶ τῆς ἀναγκαίας δέονται
μ 189
Μεταμέλεια σχῆμα παρασύνθετον, ἐκ τοῦ μεταλῶμαι καὶ μετανόω, καὶ μεταγινώσκω
μ 190
Μετάφρενον τὸ μεταξὺ τῶν ἐξοχῶν τοῦ νώτου· καὶ τοῦ μέρους μέσον
μ 191
Μετάξιν διὰ τὸ μεταξὺ ζώου καὶ δένδρου· ἔστι δὲ σπέρμα καὶ οὐ σπέρμα, ζῶον, ἑρπετὸν, πτερωτὸν καὶ σπερματικόν
μ 192
Μεταίχμιον ὁ μεταξὺ δύο στρατιώτων τόπος
μ 193
Μεταλλᾶν ἀντὶ τοῦ ζητεῖν ἐν αὐτῷ τι. τὸ γὰρ ζητεῖν μεταλλᾶν ἔλεγον
μ 194
Μεταξὺ ἀπὸ τοῦ μεσάζω· ἔθος ἔχουσιν οἱ Δωριεῖς τρέπειν τὸ ς εἰς τ, καὶ γίνεται μετάξω καὶ μεταξύ· καί ἐστιν ἐπίῤῥημα
μ 195
Μετάρσιος ὁ ὑψηλός· ἔστιν αἴρω ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, καὶ ἐξ αὐτοῦ ἄρσιος ὄνομα, καὶ μετὰ τῆς μετὰ προθέσεως μετάρσιος, ὁ λίαν ὑψούμενος· ἡ γὰρ μετὰ ἐπίτασιν σημαίνει ἀρτίως
μ 196
Μετάφρενα οἱ μεταξὺ τῶν νώτων τόποι μετὰ τὰς φρένας ἐγγύς· τὰ ὀπίσθια τῆς κεφαλῆς· ἐν τῇ κεφαλῇ γὰρ αἱ φρένες
μ 197
Μεταπεσεῖν τὸ ἀπὸ δόξης εἰς ἀτιμίαν ἐλθεῖν
μ 198
Μετριάζει ταπεινοφρονεῖ, μέτρια φρονεῖ
μ 199
Μεταπλασμὸς ἔστιν ὅταν τραπῇ ἡ τελευταῖα συλλαβὴ τῆς λέξεως εἰς ἄλλην συλλαβὴν, οἷον, διχόμηνι, πολυπόταγι
μ 200
Μετέωρος ὁ ὑψηλὸς, παρὰ τὸ αἴρω τὸ κουφίζω, καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν ἄειρος· καὶ ἐν ὑπερβιβασμῷ ἔοιρος, καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω ἔωρος, καὶ μετὰ τῆς μετὰ προθέσεως μετέωρος· ἐξ οὗ καὶ ἐωρίζω καὶ μετεωρισμός
μ 201
Μετρῆσαι εἰς τὸ ἀριθμῆσαι
μ 202
Μέτριον τὸ ταπεινὸν καὶ ἐπιεικὲς, παρὰ τὸ μετρῶ, τὸ ὑπερταπεινούμενον· τοῦτο παρὰ τὸ μέτρον τοῦτο παρὰ τὸ μείρω τὸ μερίζω. ὥσπερ παρὰ τὸ δείρω δέτρον, οὕτω παρὰ τὸ μείρω μέτρον· σημαίνει δὲ δύο, τὸ ταπεινὸν, καὶ τὸ ὑποκοριστικὸν τοῦ μέτρου
μ 203
Μέτρον τινὲς τὸ κοῖλον, παρὰ τὸ μέσον εἶναι, τὰ δʼ ἄλλα ἀπʼ αὐτοῦ· τὸ δὲ μετροῦν, μέθορος ποιοῦν ἐτυμολογεῖται
μ 204
Μετώπηδον τὰς φάλαγγας μετώπηδον στήσαντες, ἀντὶ τοῦ ἔμπροσθεν τῶν ὠπῶν
μ 205
Μέτωπον ἔστιν ἐνταῦθα πρόθεσις ἀντὶ προθέσεως, τουτ’ἔστιν ὑπέρωπον, τὸ ὕπερ τοὺς ὦπας μέρος ὂν, μέτωπον, παρὰ τὸ ἄνω τῶν ὠπῶν ἵστασθαι
μ 206
Μέχρι ἐπίῤῥημα χρόνου δηλωτικόν· ἢ ἐπίῤῥημα καιροῦ παραστατικόν· τὸ χρι ἰῶτα διάτι; τὰ πεφυκότα ἐπιῤῥήματα, κᾂν τε μετὰ τοῦ ς, κᾄν τε ἄνευ τοῦ ς διὰ τοῦ ι γράφεται, οἷον, πολλάκις, ὀλιγάκις, μέχρις, ἄχρις καὶ ἄχρι· πλὴν τοῦ χρὴ, ὅπερ καὶ παρʼ ἡμῖν λέγεται· παρὰ πολλοῖς δὲ ἀπόχρης
μ 207
Μέχρι τῆς δεῦρο ἕως τῆς σήμερον· μέχρι τῆς δεῦρο, ἕως ὧδε, ἕως νῦν
μ 208
Μετοχὴ ὀνόματος διαφέρει· καθὸ ἐν μὲν τοῖς ὀνόμασί τινα ἐστὶ μονογενῆ τινὰ δὲ κοινὰ, τινὰ δὲ τριγενῆ, ἡ μέντοι μετοχὴ τὴν τριγένειαν ἠσπάσατο· τύπτων γὰρ τύπτουσα καὶ τύπτον· πλὴν τοῦ ἐκτρώσασα· ταύτης γὰρ τῆς μετοχῆς ἡ φωνὴ ἐπὶ τοῦ ἄῤῥενος οὐ συνίσταται· τὸ δὲ ῥῆμα ἐκτρῶ, ἐκτρᾶς, ἐκτρώσασα. μὴ παραδῶς ὑποτακτικὸν ἐκ τοῦ δίδωμι, δώσω, ὁ β ἀόριστος ἔδων καὶ τὸ ὑποτακτικὸν ἐὰν δῶ, ἐὰν δῶς· καὶ παραδῶς
μ 209
Μὴ τὸ μὲν ἀπαγορευτικὸν ἐπίῤῥημα, μετὰ πόσων ἐγκλίσεων συντάσσεται; μετὰ τριῶν. μετὰ προστακτικοῦ ὡς Ὅμηρος, μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν· καὶ ὁ Δαβίδ, μή με καταποντισάτω καταιγὶς ὕδατος. καὶ μετὰ ποίων προσώπων συντάσσεται ἐν τοῖς προστακτικοῖς; ἐν μὲν τοῖς προστακτικοῖς μετὰ δευτέρου καὶ τρίτου προσώπου συντάσσεται, εἰς ἐνεστῶτα· οἷον, μή δʼ ἔα νῆας ἅλαδʼ ἑλκέμεν· καὶ μή μοι οἶνον ἄειρε· μετὰ δὲ τρίτου προσώπου, ὡς ὁ Παῦλος, ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ κρινέτω· καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ ἐξουθενείτω· ἐπὶ δὲ τοῦ πρώτου τοῦ μέλλοντος, ἀορίστου ἐνεργητικοῦ παθητικοῦ, μετὰ τρίτου προσώπου μόνον συντάσσεται, οὐ γὰρ λέγεται μὴ τύψον, ἢ μὴ τύψαι, ἢ μὴ τυποῦ· καὶ μετὰ εὐκτικοῦ, ὡς ἐν τῷ· εἰ μὴ ἐγὼ τάδε τόξα φαείνῳ ἐν πυρὶ θείην· καὶ μετὰ ὑποτακτικοῦ, ὡς τὸ μὴ δήπω ὑπʼ ὀχέσφι λυώμεθα μώνυχας ἵππους· καὶ ἀλλαχοῦ· μή μιν ἐγὼ μὲν ἵκωμαι ἴων· ὁ δὲ μ’οὐκ ἐλεήσει, οὐδέ τι μʼ αἰδέσεται· εἰ δὲ τῇ ὁριστικῇ ἐγκλίσει συντάσσεται, οὐ μετὰ τῆς ἰδίας δυνάμεως τάσσεται, ἀλλὰ ἀντὶ τῆς οὐ ἀποφάσεως, ὡς ἐν τῷ, μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων ποιμαίνει, Τρῶας τε καὶ Ἕκτορα τοῖσι δʼ ἀρήγει· ἀντὶ τοῦ οὐ διὰ τὴν ἐμὴν βούλησιν· καὶ ὡς ἐν τῷ μὴ ὄφελες λίσσεσθαι, ἀντὶ τοῦ οὐκ ὤφελες· ἀπαρεμφάτῳ δὲ εἰ συντάσσεται ἡ μὴ ἀπαγόρευσις, οὐ ξένον, διότι παντὸς ῥήματος ἀρχὴ τὸ ἀπαρέμφατον· κρεῖττον δὲ εἰπεῖν, ὅτι ἡνίκα μετὰ ἀπαρεμφάτου συντάσσεται ἡ μὴ ἀπαγόρευσις, ἀντὶ προστακτικῆς ἐγκλίσεως πρόσκειται· ὡς τὸ, μήτʼ αὐτὸν κτείνειν, μήτε μναᾶσθαι ἄκοιτιν· ἀντὶ τοῦ μὴ κτεινέτω τὸν Ἀγαμέμνονα ὁ Αἴγισθος, καὶ μὴ ἔστω μνηστὴρ τῆς γυναικὸς αὐτοῦ. καὶ Ὅμηρος. μὴ μὲν ἐγὼ Βρισηΐδι χεῖρʼ ἐπενεῖκαι. συνεχῶς γὰρ ὁ ποιητὴς τὰ ἀπαρέμφατα ἀντὶ τῶν προστακτικῶν κέχρηται, ὡς ἐν τῷ, πειρᾷν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαίους, ἀντὶ τοῦ ἀπόπειραν ποιησάτω. καὶ, πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω, ἀντὶ τοῦ ἀγόρευσον. τὸ μὴ ἦτα διάτι; πᾶν ἐπίῤῥημα μονοσύλλαβον μακροκατάληκτον ὀξύνεσθαι θέλει καὶ διὰ τοῦ η γράφεται. οἷον, μὴ, νὴ, δή· εἰς τὸ μὴ τι προσγράφεις οὐδέν; διὰ τὸ τὰ εἰς η λήγοντα ἐπιῤῥήματα ἔχουσι καὶ τὸ ι προσγεγραμμένον, οἷον, ἄλῃ, πάντῃ, πλὴν τοῦ μὴ καὶ νὴ, καὶ δηλαδή· τὸ μὴ σημαίνει δύο, ἀπαγόρευσιν, καὶ δισταγμόν· ἀπαγόρευσιν, οἷον, μὴ φάγῃς, μὴ πίῃς· δισταγμὸν δὲ, μὴ ἀπέθανεν ὁ δεῖνα
μ 210
Μηδαμινὸς ἄτιμος, εὐτελής· εἰς τὸ οὐτιδανοῖσι
μ 211
Μήδεα τὰ βουλεύματα, ἡ εὐθεῖα μῆδος
μ 212
Μήδεα τὰ αἰδοῖα, παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς γενέσεως· καὶ μέζεα, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ· ἢ μέδεα καὶ κατὰ τροπὴν τοῦ ε εἰς η μήδεα τὰ μόρια· ἦτοι μέδεα ὧν δεῖν κρατεῖν· ἢ τὰ ἔχοντα τὸ μήδειν, ὅ ἐστι τὸ κρατεῖν, ἐπειδὴ τῆς ἀρσενότητος αἰτία· ἢ καὶ μετὰ τοῦ τοῦ σώματος οὐρὴν δʼ ὑπὸ μέζεʼ ἔθεντο· ὡς καὶ Ἀρχίλοχος, ἴνας δὲ μελέων ἀπέθρισε
μ 213
Μηδία κέκληται, ἀπὸ τοῦ μιαροῦ μαθήματος τῆς μηδούσης ἧς ἐδίδαξε τούς τε ἀνθρώπους ὁ Περσεύς
μ 214
Μήδω τὸ μὴ ἦτα· καὶ ὅτι μέδων ἐστὶ, καὶ ἐκτάσει τοῦ ε εἰς η. καὶ μέδων ὁ βασιλεὺς, μεδῶ, ἐξ οὗ καὶ μεδέων· ἢ καὶ τὰ διὰ τοῦ ηδω ῥήματα δισύλλαβα βαρύτονα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον, δείδω, ἐρείδω, πλὴν τοῦ μήδω· ἥδω τὸ εὐφραίνομαι· καὶ κλυταιμνῆσαι, καὶ Προμήθευς
μ 215
Μήθʼ ἑνὸς τρία μέρη λόγου· τὸ μὴ ἀπαγορεύσεως, τό τε σύνδεσμος, καὶ τὸ ἑνὸς ὄνομα, ἀπὸ τοῦ εἷς ἑνὸς, οἷον, μήτε ἑνός, καὶ κατὰ συγκοπὴν μήθʼ ἑνὸς, τροπῇ τοῦ τ εἰς θ
μ 216
Μήλιον τὸ δῶρον, ὅθεν καὶ κειμήλιον
μ 217
Μῆκος παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ γῆ, ἦγος καὶ μῆγος, καὶ ἐξ αὐτοῦ μῆκος, τὸ πολὺν γῆν ἔχον· ἣ παρὰ τὸ ἥκω, τὸ ἔρχομαι, ἧκος καὶ μῆκος· τὸ τοῖς ἐν αὐτῷ ἐρχομένοις κόπους παρέχειν
μ 219
Μηκάδας ἤτοι μηκωμένας ἀπὸ τῆς φωνῆς· μήκη γὰρ λέγεται ἡ τῶν αἰγῶν φωνή· ἢ ἀπὸ τοῦ ἐπὶ τὰ μήκη κίειν, ὁ ἔστι πορεύεσθαι
μ 220
Μήκωνος μάκων, μήκων· ἔστι δὲ ἡ παπαρίνα, ἡ δὲ ταύτης κεφαλὴ κώδεια, καὶ κωδία λέγεται
μ 221
Μῆλα τὰ πρόβατα, ἀπὸ τοῦ μεμαλλῶσθαι. ὁ δὲ καρπὸς κατʼ ἐξοχὴν, πᾶς γὰρ οὕτως ἐλέγετο· πολλὰ δʼ ὅγε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ, αὐτῇσιν ῥίζῃσι, καὶ αὐτοῖς ἄνθεσι μήλων· ἀντεστραμμένως δὲ εἴρηται· ἔδει γὰρ εἰπεῖν ἀνθέων μήλοις
μ 222
Μῆλον ὀπώρα, παρὰ τὸ μηλωθρῶ, ὃ σημαίνει τὸ βάπτω· ὥριμον γὰρ ῥούσιόν ἐστι
μ 223
Μῆλον τὸ πρόβατον, ὅθεν καὶ μηλωτή· δηλοῦσιν οἱ Δωριεῖς διὰ τοῦ α
μ 224
Μήλη ἰατρικὴ διʼ ἧς ψηλαφᾶται τὰ πονούμενα· μηλοῦν γὰρ τὸ ψηλαφᾶν λέγεται· καὶ μήλωα θεαταὶ, πορφύρα βάμματα
μ 225
Μηλωτὴ γίνεται παρὰ τὸ μῆλον, ὃ σημαίνει τὸ πρόβατον· τοῦτο παρὰ τὴν ἐπιμέλειαν ἥντινα εἰς αὐτὰ ποιούμεθα· ἢ παρὰ τὸ μαλλόν· τὸ λω μέγα διάτι; τὰ διὰ τοῦ ωτη
μ 226
Μηλωτὴ δέρμα, δορὰ προβάτου· μῆλα γὰρ παρὰ τῶν Ἰώνων τὰ πρόβατα λέγονται
μ 227
Μὴν γὰρ παρὰ τὸ μήνη ὃ σημαίνει τὴν σελήνην, διʼ αὐτῆς γὰρ τελειοῦται ὁ μήν. ἢ παρὰ τὸ μεῖον τὸ μικρὸν, γίνεται μείην καὶ κατὰ συγκοπὴν μὴν, ἡ εἰς ἄκρον ἐλάττωσις, καὶ ἀποτερμάτωσις τῆς σελήνης. καὶ εἰς τὸ ἤμην
μ 228
Μήνη ἡ σελήνη, ἀπὸ τοῦ μὴ μένειν ἐν ταὐτῷ, ἀλλὰ ποτὲ μὲν μειοῦσθαι ποτὲ δὲ αὐξάνεσθαι, ὡς ἐκλείπειν· ἢ παρὰ τὸ ἐλαττοῦσθαι. ἐξ οὗ καὶ σκοτομήνη· καὶ εἰς τὸ μήν
μ 229
Μῆνιξ ὁ μυελὸς τῆς κεφαλῆς
μ 230
Μήνιγγες παρὰ τὸ μένειν ἐν αὐταῖς τὸν ἐγκέφαλον
μ 231
Μηνιεῖ ἀπὸ τοῦ μαίνω τὸ ὀργίζομαι, ὁ μέλλων μανῶ, ὁ ἀόριστος ἔμανον καὶ ἔμηνα· καὶ ἐκ τούτου μῆνις· καὶ ἐκ τοῦ μῆνις μηνίω, μηνίσω, ὁ β μέλλων μηνιῶ, τὸ τρίτον μηνιεῖ
μ 232
Μῆνις ἔστι παρὰ τὴν ἐμμένουσαν ὀργὴν μένις καὶ κατʼ ἐπέκτασιν τοῦ ε εἰς η μῆνις· ἐστι δὲ καὶ παρὰ τὴν μανίαν· καὶ εἰς τὸ θυμός
μ 233
Μῆνις μάνις τίς ἐστι· παρὰ τὴν ὀργὴν καὶ τὴν μανίαν· ἐοίκασι γὰρ μαινομένοις οἱ ὀργιζόμενοι· ἢ παρὰ τὸ ἐμμένειν τῷ μηνιῶντι καὶ ὀργιζομένῳ· διαφέρει δὲ μῆνις χόλου καὶ ὀργῆς
μ 234
Μῆνιν παρὰ τὸ μηνίω, μηνίσω μῆνις· ἢ παρὰ τὸ μένω ἡ ἐπίμονος ὀργή· καθάπερ μὲν ἐπὶ συκῆς πρῶτον μὲν ἔστιν ὄλυνθος, εἶτα φῆλιξ, εἶτα σῦκον, εἶτα ἴσχας, οὕτως ὀργὴ, θυμὸς, χόλος, κότος καὶ μῆνις· ὁ μὲν οὖν ποιητὴς ὡς συνωνύμοις ὀνόμασι συγκεχυμένως αὐτὰ λέγει
μ 235
Μήνισκος ὁ περιτραχήλιος κόσμος, ἡ μανιάκις· παρὰ τὸ κυκλοειδῆ εἶναι καὶ περιτίθεσθαι, ἡ μεταφορὰ ἀπὸ τῆς μήνης, ἤγουν τῆς σελήνης· κυκλοειδὴς γὰρ ἐστί
μ 236
Μήνυμα παρὰ τὸ μηνύω, τοῦτο παρὰ τὸ ἀνύω, ὃ σημαίνει τὸ διέρχομαι, ἄνυμα καὶ πλεονασμῷ τοῦ μ, ἐν πολλαῖς γὰρ λέξεσι πλεονάζει τὸ μ, καὶ τοῦ α εἰς η τρεπομένου, μήνυμα
μ 237
Μῆνις παρὰ τὸ μένω, τὸ ἐπιμένω, ἡ ἐναπομένουσα ὀργή· κλίνεται δὲ μῆνις μήνιδος κοινῶς, μῆνις μήνιος αἰολικῶς
μ 238
Μήτι διὰ τοῦ ι. ὡς ἀπὸ τοῦ νεάνις, κατὰ κράσιν γίνεται νῆνις, καὶ ἐκεῖθεν νήνιος, νήνιϊ, καὶ κατὰ κράσιν τῶν δύο ιι εἰς ι μακρὸν ἓν, νήνι, ποικίλους ἀμβάλω, οὕτω καὶ ἀπὸ τοῦ μήτις μήτιϊ καὶ κράσει τῶν δύο ιι εἰς ἓν ι μακρὸν μήτι
μ 239
Μήρινθος ἡ σπαρτὸς, παρὰ τὸ μείρεσθαι καὶ καταῤῥεῖν ἐν τῷ κλῶσθαι αὐτὴν, ἤτοι νήθεσθαι
μ 240
Μήρα μήρια, κατὰ μῆρʼ ἐκάη, τὸ ὁλόκληρον γὰρ ἔστι τὰ μήρα· καὶ ὤφειλεν εἶναι κατὰ μηρὰ ὀξυτόνως· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ ἀρσενικῶν ἢ θηλυκῶν εἰς οὐδέτερα γινόμενα, μεταπλασιασμὸν τοῦ αὐτοῦ σημαινομένου, ὁμότονα καθεστήκασιν, οἷον, ἐρετμὴ ἐρετμὴν, πυρετὰ πυρὰ, χίλιʼ ἄρης ἐν πεδίῳ πυρὰ καίετο, αἱ οἰκεῖαι, τὰ οἰκεῖα, καὶ αἱ οἰκεῖαι καὶ τὰ οἰκεῖα ποιήσονται, ὁδῷ ἐπὶ παιπαλοέσσῃ, αἱ δὲ πλευραὶ τὰ πλευρὰ. καὶ ὤφειλεν εἶναι καὶ τοῦτο ὀξύτονον, οὐκ ἔστι δὲ· ἔδειξε γὰρ ὁ τόνος τὸ πάθος· ἔστι γὰρ τὸ μηρίον καὶ τὰ μηρία τὸ πληθυντικὸν, καὶ κατὰ συγκοπὴν τὰ μῆρα· διαφέρει τὸ ἀρσενικὸν τοῦ οὐδετέρου. ὅτι τὸ ἀρσενικὸν μὲν ὁ ποιητὴς τίθησι καὶ ἐπὶ τῶν ἁγιαζομένων, ἤγουν θυομένων, καὶ ἐπὶ τῶν ἀνθρωπείων· ὡς μήρους ἐξέταμον, ἐπὶ τῶν ἀνθρωπείων, ὡς τοιοίτοι, μὲν μιάνθην αἵματι μηροί· τὸ δὲ οὐδέτερον ἐπὶ τῶν ἁγιαζομένων μόνον· ὡς τὸ αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη· γίνεται παρὰ τὸ μείρω τὸ μερίζω, ἀπʼ αὐτοῦ γὰρ τοῦτο μερίζεται τὸ σῶμα, μέχρι γὰρ αὐτοῦ ἕν ἐστι, ἀπʼ αὐτοῦ δὲ μερίζεται
μ 241
Μηρία γέγονε παρὰ τὸ μηρὸς, τοῦτο παρὰ τὸ μερίζω, μερὸς καὶ μηρὸς, καὶ τὸ ὑποκοριστικὸν μηρίον
μ 242
Μηρὸς παρὰ τὸ μερὸς, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ ἐκτάσει τοῦ ε εἰς η· τὸ μη ἦτα· τὰ διὰ τοῦ ηρος ὀξύτονα ἅπαντα διὰ τοῦ η γράφεται· πλὴν τοῦ καυστειρός
μ 243
Μηρὸς παρὰ τὸ μερίζω, ἔνθα μεμέρισθαι τὸ σῶμα καὶ τροπῇ τοῦ ε εἰς η· οὕτως Ἡρωδιανὸς ἐν τοῖς ἐπιμερισμοῖς
μ 244
Μηριόνης ὁ διὰ τῶν μηρῶν τὴν ὄνησιν αὐτῷ ἐμποιῶν· ταχὺς γὰρ ἦν καὶ μόλος, ἀπὸ τοῦ μο λίσκειν
μ 245
Μηρυκισμὸς ἐκ τοῦ μηρυκίζω, τοῦτο ἐκ τοῦ μηρύκω, μηρύκειν γὰρ λέγεται τὸ ἐκ βάθους ἀρύεσθαι τὴν τροφὴν καὶ εἰς μικρὰ κόπτειν· τοῦτο παρὰ τὸ μηρίω τὸ ἀναλέγομαι, τοῦτο παρὰ τὸ μερὸς· μερυχ. τὸ εἰς μικρὰ κοπτόμενον
μ 246
Μήρυγμα ἀπὸ τοῦ τῆς ὑποστατικωτέρας ὑπάρξεως εἰς μεῖον καὶ ἔλαττον ἕλκεσθαι, οἱ δὲ μόρημα, ἐπεὶ διὰ πόνου ἐργάζεται· μορεῖν γὰρ τὸ πονεῖν, ὅθεν καὶ μόρτοι οἱ ἄνθρωποι
μ 247
Μήστορα τὸ κύριον διὰ τοῦ ο, Μήστορα τʼ ἀντίθεον· τὸ δὲ σημαῖνον τὸν ἔμπειρον τῆς μάχης διὰ τοῦ ω, μήστωρας ἀΰτης
μ 248
Μήτειρα σημαίνει δὲ τὴν μητέρα· διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειρα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφεται· τὸ κάειρα καὶ ἄειρα καὶ ἀμφίβολ
μ 249
Μήτηρ παρὰ τὸ μὴ τηρεῖσθαι· αἱ γὰρ γυναῖκες πρὶν γένονται μητέρες φυλάττονται πρὸς τὸ μὴ λυμανθῆναι τὴν αὐτῶν παρθενίαν· ἡνίκα δὲ γένωνται μητέρες οὐ τηροῦνται
μ 250
μητρολῶας ὁ τὴν μητέρα τύπτων
μ 251
Μητηρ τινὲς ἀπὸ τοῦ μαστεύσθαι· τινὲς, ὅτι μέθηκε τὸ βρέφος ἐν τῇ κυήσει· τινὲς ἀπὸ τῆς μήτρας· αὑτὴ δὲ ἡ μήτρα μήστειρα καλεῖται, καὶ ἔρα ἀπὸ τοῦ ὑγραίνεσθαι ἀπὸ τοῦ θοροῦ· καθὸ καὶ οἱ ὠσιαγενεῖς, φύσεως ἐργαστήριον αὐτὴν εἶπον
μ 252
Μίλαξ διὰ τοῦ ι, τὰ εἰς αξ λήγοντα, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον, Φαῖαξ, αὖλαξ, θώραξ, κλίμαξ, θρίδαξ, πλὴν τοῦ λεῖαξ ὃ σημαίνει τὸν λειμῶνα, καὶ τὸ μείραξ· ἰστέον δὲ ὅτι τὸ μίλαξ εἶδος βοτάνης ἔστιν, ἥτις λέγεται καὶ ἡ μίλος· ἐξ οὗ καὶ μίλιον χρῶμα διὰ τοῦ ι γράφεται
μ 253
Μητίετα Ζεὺς τὸ μῆτις γέγονεν ἐκ τοῦ μήδω, τὸ σημαῖνον τὸ βουλεύομαι, ὅθεν καὶ μέδοντες οἱ βασιλεῖς λέγονται, οὓς εὐβουλίας δεῖ, ὅθεν καὶ βουληφόροι λέγονται· οὗ ὁ μέλλων μήσω ῥῆμα, καὶ ὄνομα μῆσις, καὶ μεταθέσει τοῦ ς εἰς τ μῆτις, καὶ ἐν συνθέσει ἀγκυλομήτις· ἀπὸ δὲ τοῦ μήδω ἐγένετο τὸ μῆδος ὄνομα, ὅθεν καὶ μήδεα πυκνά· καὶ ἀπὸ τούτου ἐγένετο μητιόεις, ὄνομα ἀρσενικὸν, οὐδέτερον μητιόεν μητιόεντος· ἰστέον ὅτι ταῦτα κατὰ ποιητικὴν ἄδειαν λέγονται, ὡς ἱππότα Νέστωρ καὶ μητίετα Ζεὺς, καὶ αὐτὰρ ὦ Θύεστα καὶ τὰ τούτοις ὅμοια· ταῦτα γὰρ καὶ μηνόπτωτά εἰσι, καὶ μετὰ ποιητικῷ μεταπλασιασμῷ λέγουσιν εἶναι αὐτὰ, διὸ καὶ ἄκλιτα ἔμειναν· καὶ ἄλλως· παρὰ τὸ μήδω τὸ βουλεύομαι γίνεται μητίτης καὶ κατὰ πλεονασμὸν τοῦ ε. καὶ συστολῇ τοῦ ι, γίνεται μητιέτης· ἔστι Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τῶν ὀνομάτων μετασχηματισμός· παρʼ ἡμῖν οὔδε ἀρσενικὸν ὄνομα ἐπʼ εὐθείας εἰς α λήγει
μ 254
Μιαιφόνος οἷον βιαιφόνος, καὶ τροπῇ τοῦ β εἰς μ. ἢ ἰαιφόνος ὁ ἰαινόμενος τοῦ φόνου, τουτ’ἔστιν εὐφραινόμενος
μ 255
Μήτηρ παρὰ τὸν μῶ μήσω μέλλοντα, ὃ ἔστι φροντίσω· τὸ μη ἦτα, ἐκ τοῦ ματῶ μάτηρ καὶ μήτηρ, ὡς μάτης καὶ μήτης ὁ τῶν ἀδήλων ζητητικός
μ 256
Μητίετα ἔστιν ἡ εὐθεῖα μητιέτης, παρὰ τὸ μῆτις τοῦτο παρὰ τὸ μήδω· ἐκ τοῦ μῆτις γίνεται μητίτης καὶ πλεονασμῷ τοῦ ε μητιέτης, ἡ αἰτιατικὴ τὸν μητιέτην, καὶ κατὰ μεταπλασμὸν μητίετα· διάτι προπαροξύνεται; αἱ γινόμεναι κατὰ μεταπλασμὸν εἰς α αἰτιατικαὶ, μὴ προηγουμένης γενικῆς ἢ δοτικῆς, διὰ τὸ ἱππότης, ἱππότου, ἱππότα, προμετεπλάσθη γὰρ· πρόσκειται τὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ λιτοῦ λίτα καὶ λίτα πετάσας· τὸν μητιέτην γάρ· καὶ ἡ κλητικὴ ὦ μητίετα ὤφειλε βαρύνεσθαι· ἀλλὰ κανὼν ἔστιν ὁ λέγων, ὅτι τὰ εἰς ης ἰσοσύλλαβα, εἰ τὸ τ ἔχει, ποιοῦσιν εἰς α τὴν κλητικὴν, καὶ ὤφειλεν εἶναι μητιέτα ἀπὸ τῆς μητιέτης εὐθείας· ἀλλʼ ἐπειδὴ ἕτερος κανὼν ἔστιν ὁ λέγων, ὅτι πᾶσα πτῶσις συνεμπίπτουσα ἑτέρᾳ πτώσει, κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὸν αὐτὸν τόνον ἐπιδέχεται· τούτου χάριν ἡ κλητικὴ τὸν αὐτὸν τόνον ἐφύλαξε τῆς αἰτιατικῆς· καὶ ἡ εὐθεῖα πάλιν τῇ αἰτιατικῇ ὡμοφώνησεν
μ 257
Μήτρα παρὰ τὸ μήτηρ, μητέρος, μητέρα καὶ κατὰ συγκοπὴν μήτρα· σημαίνει δύο· τὴν μήτραν καὶ γράφεται διὰ τοῦ ἦτα· καὶ τὴν ζώνην καὶ γράφεται διὰ τοῦ ι. καὶ Ὅμηρος, μίτρα θʼ ἣν ἐφόρει
μ 258
Μήτρα ὡς ἀπὸ τοῦ πατὴρ πάτρα, οὕτω καὶ ἀπὸ τοῦ μήτηρ μήτρα, ὑπερβιβασμῷ τοῦ ρ, τὸ δὲ μήτηρ, παρὰ τὸ μῶ τὸ ζητῶ· ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυηθεῖσι· ἢ ὅτι φυσικῶς αὐτὰ τὰ γεννηθέντα μαστεύει καὶ ζητεῖ· ῥήτρα καὶ φήτρα, ἡ μήτρα τῆς γυναικός
μ 259
Μῆχος ἔστιν ὄνομα οὐδέτερον· τὸ μη ἦτα, λέγουσί τινες, ὅτι ἐκ τοῦ μηχανὴ γίνεται· κατὰ παρασχηματισμόν
μ 260
Μιλιαρήσιον τὸ καὶ χρυσοῦν καὶ ἥμισυ τοῦ ἀργύρου· ἄγει οὐγκίας δέκα· καὶ εἰς τὸ ἄργυρος
μ 261
Μιλιαρήσιον ἓν δηνάρια δύο, στρατιωτικὸν δῶρον· μιλιν γὰρ ἡ στρατεία
μ 262
Μίνως διὰ τοῦ ἰῶτα· τινὲς γράφουσιν αὐτὸ διὰ τῆς ει διφθόγγου, παρὰ τὸ μένειν λέγοντες μένως καὶ πλεονασμῷ τοῦ ι μείνως· ἡ δὲ παράδοσις διὰ τοῦ ι αὐτὸ γράφει· ἐπειδὴ εὕρηται καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ· ἢ ὅτι παρὰ τὸ μίμνω γέγονε μίμνως καὶ Μίνως· καίπερ διὰ τοῦ ι γράφεται· ἢ παρὰ τὸ ἲς, τὸ σημαῖνον τὴν δύναμιν, γέγονεν ἴνως, καὶ πλεονασμῷ τοῦ μ Μίνως, ὡς ἴα καὶ μία· ἐκ τοῦ Μίνως γίνεται Μινώταυρος ὄνομα κύριον
μ 263
Μία ὄνομα θηλυκὸν, γίνεται παρὰ τὸ ἴα μία· ζήτει τὰ λοιπὰ εἰς τὸ εἷς
μ 264
Μιγέντα ἐκ τοῦ μίγω· τὸ μι ἰῶτα διάτι; τὰ διὰ τοῦ ηγω ῥήματα, εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς, εἴτε ὀξύτονα, εἴτε προπερισπώμενα διὰ τοῦ η γράφεται, οἷον, τμήγω τὸ διαχωρίζω, θήγω τὸ ἀκονῶ, ἀρήγω τὸ βοηθῶ, περισπώμενα δὲ, ξυληγῶ, στρατηγῶ, ὁδηγῶ· πλὴν τοῦ πνίγω, μίγω, λέγεται καὶ μίσγω καὶ θίγω τὸ προσεγγίζω καὶ τὸ σιγῶ· σεσημείωται καὶ τὸ ἐπείγω, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται
μ 265
Μικρὸς παρὰ τὸ μεῖον, ὃ σημαίνει τὸ ἔλαττον· τοῦτο γὰρ κατὰ διάλυσιν τοῦ ι καὶ ἔκτασιν τοῦ ε εἰς η, μήϊγον καὶ ἐκεῖθεν μήϊκρον καὶ μικρὸν κατὰ συγκοπήν· τὸν μικρὸν δὲ ἄνθρωπον εἰώθασι νάνον καλεῖν
μ 266
Μικρὸς διὰ τοῦ ι γράφεται κανόνι τοιούτῳ· τὰ εἰς ρος καθαρὰ δισύλλαβα εἴτε κύρια εἴτε μὴ κύρια, ἀποστρέφει τὴν διὰ τῆς ει διφθόγγου γραφήν
μ 267
Μιμαλῶνες γυναῖκες, παρὰ τὸ μιμεῖσθαι ἄνδρας· ἤτοι διὰ Μακεδονικὴν ἱστορίαν ἥτις κεῖται ἐν τοῖς Καλ λιμάχου· καὶ εἰς τὸ Ἄπολλον
μ 268
Μιμηλὸν ζῶον, ὅμοιον ἐξ ὁμοιοῦντα, παρὰ τὸ μιμεῖσθαι, ὃ καὶ μιμηλὸς, ἄνθρωπος ὁ μίμης· τὸ μι ι διάτι; ἐκ τοῦ μῖμος μιμῶ καὶ μιμηλῶ τὸ μιμοῦμαι ὁμοιάζω· ἐξ οὗ καὶ μίμος, ὁ μιμούμενος· καὶ εἰς τὸ ὅμοιος
μ 269
Μὶν ἀντωνυμία δοτικὴ, τρίτου προσώπου πρωτοτύπου, ἐγὼ σὺ, ἲ, τοῦτο γὰρ τὸ ἲ, ὡς τρίτον βραχυνόμενον πρόσωπον ἐφελκύσατο τὸ ν, ἔτυψε ἔτυψεν, καὶ πλεονασμῷ τοῦ μ μίν· ὡς ἴα μία, χεράδιον χερμάδιον· τὸ δὲ μὶν τρία σημαίνει γένη, αὐτὸν, αὐτὴν, αὐτό
μ 270
Μίνθη ἥν τινες ἡδύοσμον καλοῦσι· ἔτι δὲ καλάμινθος, ἄγριον ἡδύοσμον, ὅπερ λυπουμένη ἡ Δημήτηρ ἰδοῦσα, ἰδοῦσα, ἐμίσησε καὶ ἄκαρπον ἐποίησεν, Ὀρφεὺς, τὸ πρὶν ἐὸν μέγα δένδρον ἐπὶ χθονὶ, καὶ φέρε καρπόν· μήποτʼ οὖν ἡμεῖς μίνθον κατʼ ἀντίφρασιν τὴν δυσωδίαν καλοῦμεν
μ 271
Μίξις ὥσπερ ἀπὸ τοῦ σώσω, σωσίας, καὶ λέξω λεξίας, οὕτω καὶ μίξω μιξίας, καὶ μίξις
μ 272
Μίξις διὰ τοῦ ἰῶτα· ὥσπερ παρὰ τὸν πράξω μέλλοντα γίνεται πράξις, οὕτω καὶ παρὰ τὸ μίξω μίξις· τὸ δὲ μίσγω διὰ τοῦ ἰῶτα, ἐπειδὴ μέμισγά ἐστιν ὁ μέσος παρακείμενος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, μεῖγα εἶχεν εἶναι· ἐὰν γὰρ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ε ἢ μόνον, ἢ μετὰ τοῦ ι, τότε εἰς ο αὐτὸ τρέπει, ὁ μέσος παρακείμενος. οἷον, πείσω πέποιθα, λείψω λέλοιπα, λέγω λέλογα
μ 273
Μισγάγκεια σημαίνει κοῖλον τόπον, ὡς ὃν καταφερόμενα τὰ ὕδατα τῶν ὀρῶν μίσγονται· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ διὰ τοῦ εια προπαροξυτόνων, οὕτως οὖν καὶ ἄγκος μίσγαγκος, μισγάγκεια· σημαίνει δὲ τὸ ἄγκος τὸν ἐξέχοντα τόπον, ἐξ οὗ καὶ τὸ ἀγκών
μ 274
μισήτη διαφέρει· ἐὰν μὲν γὰρ ὀξυτονήσωμεν, σημαίνει τὴν ἀξίαν μία, καθὼς καὶ ἐν τῇ συνηθείᾳ. εἰ δὲ βαρυτονήσωμεν τὴν κατωφερῆ πρὸς συνουσίαν
μ 275
Μισθαρνία παρὰ τὸ μισθὸς καὶ τὸ ἀρνῶ, τὸ ἀντικαταλλάσσομαι, ἐξ οὗ καὶ κατὰ παραγωγὴν ἀρνύω καὶ ἄρνυμαι καὶ ἀρνύμενος· τὸ δὲ ἀρνῶ παρὰ τὸ ἀρνός· οἱ γὰρ ἀρχαῖοι τὰς ἀμοιβὰς διὰ τῶν ἀρνῶν ἐποιοῦντο· τὸ δὲ ἀρνός· παρὰ τὸ ἄρην, ὃ σημαίνει τὸ πρόβατον ῥῆν κατὰ συγκοπὴν, καὶ μεταθέσει ἀρνός· τὸ δὲ ἀρὴν παρὰ τὸ ἄρα, ὃ σημαίνει τὴν εὐχὴν, τὰς γὰρ εὐχὰς οἱ ἀρχαῖοι διὰ τῶν ἀρνῶν ἐποιοῦντο
μ 276
Μισθὸς οἱονεὶ πιστὸς, ὁ πείθων τινὰ ὑπηρετεῖν· ἢ παρὰ τὸ μῖσος ὠθεῖν· ἢ παρὰ τὸ πείθω· ἢ παρὰ τὸ μῶ τὸ ζητῶ καὶ τὸ θὴς, ὃ σημαίνει τὸν δοῦλον, πρὸς ὃν ἀναβλέπει ὁ δουλεύων
μ 277
Μίστυλλον παρατατικὸς τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς ω· τὸ θέμα μιστύλλω, σημαίνει τὸ εἰς μικρὰ κατακόπτω· γέγονε δὲ παρὰ τὸ μεῖον τὸ μικρὸν, μιτύλλω καὶ πλεονασμῷ τοῦ ς μιστύλλω, ἐμίστυλλον, καὶ Ἰωνικῶς μίστυλλον
μ 278
Μνημόσυνον ἀπὸ τοῦ μνῶ μνήσω ὄνομα ῥηματικὸν μνήμων, μνήμονος, μνημοσύνη· τὸ οὐδέτερον μνημόσυνον
μ 279
Μνεῖα ἔστι μένω μενία καὶ ἐν ὑπερθέσει τοῦ ε μνέϊα, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι, εἰς τὴν ει δίφθογγον μνεῖα· μνεῖα δέ ἔστιν ἔν τινι οὖσα, οἱονεὶ ἐγκει μένη
μ 280
Μνήμη μενήμη, ἀπὸ τοῦ μένειν ἐν ἡμῖν αὐτήν· Ἀλκμὰν δὲ φασὶ δόρκον αὐτὴν καλεῖ· βλέπομεν γὰρ τῇ διανοίᾳ τὰ ἀρχαῖα
μ 281
μνεῖα διαφέρει, μνήμη μὲν γὰρ ἔστιν ἡ τῷ μνημονικῷ ἀεὶ συνοῦσα καὶ συνοικοῦσα, μνεῖα δὲ προγεγονότος τινὸς ὑπόμνησις· ὅπου γὰρ μνεῖα ἐκεῖ καὶ μνήμη· ὅπου δὲ μνήμη οὐ πάντως καὶ μνεῖα· ἔστι γοῦν μνήμη γενικὴ τύπωσις, μνεῖα λόγος κατὰ ἀνανέωσιν λεγόμενος
μ 282
Μνήσαντο μνήμην ἐποιοῦντο τοῦ πολέμου καὶ τῆς χάρμης· χάρμη δὲ ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα, ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσι
μ 283
Μνηστεύου σαυτὸν μνηστεύεσθαι δὲ ἑτέρῳ
μ 284
Μνὰ τινὲς μὲν τρία νομίσματα ταῦτα φασὶ εἶναι· ἔνιοι δὲ ἐτυμολογοῦντες μίαν τινὰ αὐτὴν εἶναι· κατὰ μίαν οὖν μνά
μ 285
Μνὰ ἔχει οὐγκίας κ. ἄλλοι δὲ ἑξακοσίας
μ 286
Μνάσις κατὰ μέδιμνον· οἶμαι δὲ ἐκ Ῥωμαϊκῆς γλώσσης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ· μνάσις τοίνυν παρὰ Κυπρίοις μετρεῖται, καὶ παρʼ ἄλλοις ἔθνεσιν· εἰσὶ δὲ καὶ μόδιοι σίτου ι, ἢ κριθῆς· ἔστι δὲ παρὰ Κυπρίοις μόδον· μέδιμνος δὲ παρʼ αὐτοῖς τοῖς Κυπρίοις διάφορος· τὸν γὰρ μέδιμνον Σαλαμίνιοι ἢ Κωνστάντινοι κε μοδίων ἔχουσι· Πάφιοι δὲ καὶ Σικελοὶ τέταρτον ἥμισυ μοδ αὐτὸν μετροῦσι· καὶ εἰς τὸ σάτον
μ 287
Μόδιος παρʼ Ἑβραίοις μώβηλ λέγεται, ὃ ἔστι κβ ξέστων· Ἕλληνες δὲ τὸ αὐτὸ ἑρμηνεύοντες μόδιον· φασὶ καὶ Αἰγύπτιοι καὶ Σύροι καὶ Ἄραβες· καὶ εἰς τὸ σάτον
μ 288
Μνήστωρ ἐκ τοῦ μένειν στερρῶς
μ 289
Μνηστὴρ μνηστὴς διαφέρει· καὶ κλίνεται μνηστὴρ μνηστῆρος, μνηστὴ δὲ ἡ γυνὴ καὶ κλίνεται μνηστὴς· ἰστέον ὅτι, ὁ λαμβάνων γυναῖκα πρῶτον λέγεται μνηστὴρ, εἶτα νυμφίος, εἶτα ἀνήρ· ἡ δὲ γυνὴ πρῶτον παρθένος, εἶτα μνηστὴ, εἶτα νύμφη, εἶτα γυνὴ, κᾂν τὸ κυοφορούμενον βαστάζει· ἐὰν γὰρ οὖν προέλθῃ μήτηρ οὐ λέγεται· τὸ δὲ γεννώμενον πρῶτον μὲν λέγεται σπέρμα, ἔπειτα ἔμβρυον καὶ ὅταν γεννήθη υἱός
μ 290
Μνῶ εἰς τὸ μνύω μνῶ, τὸ ἐπιμνήσκω· καὶ μνῶ τὸ σφίγγω
μ 291
Μόγος κάματος, παρὰ τὸ μέγα, ἐν γὰρ τοῖς μεγάλοις πράγμασι κοπιῶμεν· καὶ εἰς τὸ λόγος καὶ μόχθος
μ 292
Μοθωνία ἀλαζωνεία τις τοῦ σώματος κινητική· ὅθεν καὶ μόθος καὶ μόθων ὁ ταρακτικός· Ὅμηρος, οἶδα δʼ ἐπαΐξαι μόθων ἵππων ὠκειάων
μ 293
Μοῖραν ἀντὶ τοῦ μεμερίσθαι καὶ κατανεμεῖσθαι τινὰ ἡμῶν ἑκάστῳ· καὶ εἰς τὸ ηὐμοίρησε
μ 294
Μοιρηγενὴς γίνεται ἐκ τοῦ μοῖρα, ὃ σημαίνει τὴν εὐτύχησιν· καὶ Ἰωνικῶς μοίρη· καὶ τὸ μοιραγενὴς, οἱονεὶ ἐπὶ εὐτυχίας γεγενημένη
μ 295
Μοιχὸς σημαίνει δύο· τὸν ἐνδότατον τόπον, καὶ γράφεται διὰ τοῦ υ ψιλοῦ· γίνεται δὲ παρὰ τὸ νὺξ νυχὸς κατὰ τροπὴν τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον μυχὸς, ὁ ἐνδότατος καὶ σκοτεινὸς τόπος, παρὰ τὸ μεμυκέναι, ἠνυχός τις ὢν, οἱονεὶ σκοτεινός· ἢ ἐκ τοῦ μύω τὸ καμμύω, οὗ τὰ ἐνδότερα φωτὸς ἐστέρηνται· μοῖχος δὲ ὁ πόρνος, τὸ μοι διφθόγγῳ, καὶ γίνεται παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ οἴχω τὸ πορεύομαι· ὁ μέσος παρακείμενος οἶκα, καὶ ἐξ αὐτοῦ μετὰ τῆς μὴ ἀπαγορεύσεως μηοικὸς καὶ κατὰ συγκοπὴν μοικὸς, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺν μοιχὸς, ὁ τὰ μὴ ἐοικότα πράττων· ἢ παρὰ τὴν μὴ ἀπαγόρευσιν, καὶ τὸ οἴχω τὸ πορεύομαι· ἐπιτηρεῖ γὰρ μὴ οἴχεται ὁ ἀνὴρ τῆς γυναικός· ἢ παρὰ τὸ μίασμα ἔχεσθαι
μ 296
Μοῖρα ἡ μεμερισμένη ἑκάστῳ καὶ δίαις καὶ δάϊς καὶ δαίμονα, ἀφώρισται γὰρ καὶ δαίμων
μ 297
Μοιχὸς ἀπὸ τοῦ εἰς μυχοὺς καταβαίνειν· ὁ δʼ εὐκήλας μυχῷ Ἄργεος ἵππος· ὅτι οὐχ ὡς τινὲς μαίοιχος ὁ μαιόμενος καὶ ζητῶν, πότε ἀπῆλθεν ὁ ἀνὴρ, ὡς ὁ ποιητής· δεῦρο, φίλη, λέκτρον δὲ τραπείομεν εὐνηθέντε, οὐ γὰρ ἔθʼ Ἥφαιστος καταδήμιος, ἀλλά που ἤδη οἴχεται εἰς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους οἱ δὲ ὁ ἐν τῷ μυχῷ ὀχεύων, ὡς Διόνυσος φησὶν
μ 298
Μολόχη διὰ τὸ μάλα χέειν τὸν χυμόν
μ 300
Μόλυσμα ἔστι μολύνω, μολυνῶ, μεμόλυκα, μεμόλυμμαι, τροπῇ τοῦ μ εἰς ς μεμόλυσμαι· ἐξ αὐτοῦ μολυσμὸς καὶ τὸ μόλυσμα
μ 301
Μολῶ τὸ παραγίνομαι· ἢ παρὰ τὸ μέλω τὸ φροντίζω γίνεται μολῶ· ἢ παρὰ τὸ πονῶ πολῶ, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ τροπῇ τοῦ π εἰς μ μολῶ· εἰς ὃν γάρ τις τόπον οἰκεῖ, ἐκεῖ καὶ μολεῖ
μ 302
Μονὰς λέγεται παρὰ τὸ μένειν ἐφʼ ὃν ἂν γένηται ἀριθμόν
μ 303
Μόλιβδος μόλυβδος παρὰ τὸ μολεῖν εἰς βάθος· μετὰ τούτου γὰρ βολίζειν λέγεται τὸ πέλαγος
μ 304
Μολοβρὸς ὁ ἀλήτης, ὁ ἐπαίτης, ὁ γαστρίμαργος, ὁ μολίσκων ἐπὶ τὴν βοράν· ὁ ἀκόρεστος τροφῆς· παρὰ τὸ τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν
μ 305
Μονονουχὶ ἐπίῤῥημα συγκριτικόν· σημαίνει δὲ τὸ σχεδόν, ἢ τὸ ἐγγὺς καὶ ἔστι τοπικόν
μ 306
Μοναχός ἐστιν ὁ μόνῳ τῷ θεῷ εὐχόμενος ἐν πάντι καιρῷ καὶ τόπῳ καὶ πράγματι. μοναχός ἐστιν ἔμψυχος νεκρός, καὶ σιωπῶν τῷ βίῳ
μ 307
Μονιὸς σημαίνει τὴν ἄρκτον· γέγονε δὲ ἀπὸ τοῦ μόνος μονιὸς, ἡ γὰρ ἄρκτος οὐ προσκολλᾶται ἑτέρῳ τινί· καταχρηστικῶς δὲ σημαίνει τὸν δαίμονα
μ 308
Μονοκερώτων ἐκ τοῦ μόνος καὶ τοῦ κείρω, τὸ κόπτω, γίνεται κέρας καὶ κλίνεται· κέρατος καὶ τὸ Ἰωνικὸν κέραος καὶ Ἀττικῶς κέρως· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθείαν καὶ κλίνεται κέρωτος· ἡ γενικὴ τῶν πληθυντικῶν τῶν μονοκερώτων
μ 309
Μονογενὴς ὁ μόνος γεννώμενος· ἢ διὰ τὸ μόνος τῷ γένει ὤν
μ 310
μοναχὸς διαφέρει· μοναχὸς μὲν εἴρηται, παρὰ τὸ μόνος τῷ θεῷ εὔχεσθαι· ἢ παρὰ τὸ μόνος ἄχη ἔχειν, μόνος δὲ ἁπλῶς ὁ μεμονωμένος
μ 311
Μόνος παρὰ τὸ μὴ μετὰ ἑτέρου εἶναι· ἐτυμολογεῖται δὲ παρὰ τὸ μένω, μένος καὶ μόνος
μ 312
Μορμολυκεῖον τὸ ἐκφοβοῦν, παρὰ τὸ μορμώ. ἔστι δὲ ὄνομα γυναικός· μεταφορικῶς οὖν ἐκ ταύτης τὰ πρὸς κατάπληξιν ἐκτυπωθέντα προσωπεῖα, ἐκάλεσαν μορμολυκεῖα
μ 313
Μορφὴ ἰδέα, παρὰ τὸ μείρω τὸ μερίζω, γίνεται μορὴ καὶ πλεονασμῷ τοῦ φ μορφή· ἢ παρὰ τὸ μαρμαίρω τὸ λάμπω· τὸ μορ μικρόν· τὰ ἔχοντα τὸ ε, ἐγκείμενον ἐν τοῖς ῥήμασι· τὶ διαφέρει μορφὴ καὶ σχῆμα; διαφέρει, μορφὴ μὲν λέγεται ἐπὶ τῶν ἐμψύχων, σχῆμα δὲ ἐπὶ τῶν ἀψύχων· καὶ σχῆμα ἔστιν ἡ πάντος ὄγκου ἀποπεράτωσις· ἡ γὰρ μορφὴ πάντα μερίζει
μ 314
Μόρος παρὰ τὸ μείρω τὸ μερίζω, ὁ μεμερισμένος ἑκάστῳ, ὡς σπείρω σπόρος· σημαίνει δὲ τέσσαρα· τὸν θανάτον τὴν κακοπάθειαν, καὶ τὸν κόπον καὶ τὴν μωρίαν
μ 315
Μόσχος σημαίνει τρία· τὸ μοσχάριον, καὶ τὸν ἀρωματικὸν μόσχον· σημαίνει καὶ τὸ ἱμαντῶδες φυτόν· καὶ εἰ μὲν σημαίνει τὸ μοσχάριον, γίνεται παρὰ τὸ τῇ μήτρι κράζειν, μῶ μᾶ· ἢ παρὰ τὴν μητέρα ὀσμᾶσθαι· εἰ δὲ σημαίνει τὸν ἀρωματικὸν μόσχον, παρὰ τὸ μέσον χεῖσθαι· εἰ δὲ τὸ ἱμαντῶδες φυτόν
μ 316
Μόσχος παρὰ τὸ μῶ, τὸ σημαῖνον τὸ ζητῶ, ὁ τοῖς πᾶσι ζητούμενος· ἢ ἀπὸ τοῦ ὄζω γίνεται ὄσχος, καὶ πλεονασμῷ τοῦ μ μόσχος· ἢ κατὰ στέρησιν τῆς δυσῳδίας ἀπὸ τοῦ ὄζω ὄσχος καὶ μόσχος· δύο γὰρ σημαίνει τὸ ὄζω
μ 317
Μοχλὸς μὴ ὀχλὸς τίς ἐστι, ὁ μὴ ἐὼν ὀχλεῖσθαι τὴν θύραν, ὡς καὶ Ὅμηρος, ἀπʼ οὔδεος ὀχλίσσειαν, καὶ ὄχλος ἀπὸ τοῦ κινεῖσθαι ἄκοντας ἀπʼ ἀλλήλων
μ 318
Μοῦσα γνῶσις, παίδευσις, θεωρία, ᾠδὴ, μορφὴ καὶ ὄνομα κύριον· ἄμουσον, ἀπαίδευτον· καὶ ἀμουσία
μ 319
Μουσικὰ τερπνὰ, τὰ διʼ αὐλῶν καὶ κιννύρας· καὶ τὰ τούτοις ὅμοια
μ 320
Μόριον τὸ ἐπὶ τοῦ αἰδοίου, κατʼ ἐξοχὴν δὲ τῶν ἄλλων μορίων ἐπειδὴ γενέσεώς ἐστιν ὄργανον
μ 321
Μορία ἡ ἐλαῖα· οἱ μὲν πᾶσαν ἐλαῖαν οὕτω καλοῦσιν· οἱ δὲ τὰς ἱερὰς τῇ θεῷ· ἐκλήθη δὲ μορία, ὅτι δημοσίαν μοῖραν ἐκ τῶν παρθένων ἐλάμβανον· ζην τ δὲ ὁ μινθάδιος, ὅτι τὸ βρύον τῶν ἐλαιῶν ἐκαλεῖτο μόριον· ἔνθα αἱ ἀνθοῦσαι ἐλαῖαι μόραι· τινὲς δὲ φασὶ, διὰ τὸν ταλλιρόθου μῦθον, ὃν ἑαυτὸν ἀνεῖλε πελέκει, βιασάμενον αὐτοῦ τὴν θυγατέρα ἀναλκίππην, εἰς τὸ ἐλαίας μόρια ἐκλήθη
μ 322
Μοτάριον ἔστι βῶ, βίβημι, βέβαμαι, βέβασαι, βέβαται καὶ ἐξ αὐτοῦ βατὸς, καὶ τροπῇ τοῦ β εἰς μ καὶ τοῦ α εἰς ο, μοτὸς μοτοῦ· καὶ μοτῶ ῥῆμα μοτώσω, τρίτης συζυγίας τῶν περισπωμένων· καὶ ἐξ αὐτοῦ μοτάριον
μ 323
Μοτὸν τὸ εἰς ἀναπλήρωσιν σαρκὸς τιθέμενον· ἔνθεν καὶ ὁμολυτός· οἷον, ὁ πεπληρωμένος σαρκός
μ 324
Μότωσις παρὰ τὸ βῶ, βήσω, βέβηκα, βέβημαι, βέβαται βατὸς καὶ τροπῇ τοῦ β εἰς μ, ματὸς καὶ ἐξ αὐτοῦ περισπώμενον ῥῆμα ματῶ, μάτωσις καὶ ματάριον
μ 325
Μοχθηρία λέγεται ἡ κακία, ἀπὸ τοῦ μοχθηρὸν, ὃ σημαίνει τὸ κακόν· τοῦτο ἐκ τοῦ μόχθος, τοῦτο ἐκ τοῦ μόγτος, ὃ σημαίνει τὸν κόπον, τροπῇ τοῦ γ εἰς χ μόχθος
μ 326
Μυῖα πόθεν; ἐκ τοῦ μύων· σημαίνει δὲ τὸ σαρκῶδες τῶν ὀπισθίων μέρος, τὸ συνεσφιγμένον ὑπὸ τῶν νεύρων· καὶ γίνεται παρὰ τὸ μύω, τὸ συσφίγγω, μύων, ἔνθα πάχιστος μύων ἀνθρώπου πέλεται, ὁ συνεσφιγμένος τόπος· καὶ ἐξ αὐτοῦ γίνεται μυΐα, ἡ σαρκώδης οὖσα καὶ παχεία. καὶ ὥσπερ ἀπὸ τοῦ ἀλύω, πλεονασμῷ τοῦ ι γίνεται ἀλυΐω σὺν τῷ ι, οἷον, ἡ δʼ ἀλύουςʼ ἀπεβήσατο, οὕτω καὶ τὸ μύω πλεονασμῷ τοῦ ι, καὶ ἡ γενικὴ μυάων Αἰολικῶς
μ 327
Μύδρος ὁ πεπυρακτωμένος σίδηρος· παρὰ τὸ μύρεσθαι καὶ διαῤῥεῖν
μ 328
Μυδῶντα σημαίνει τὸν ὄζοντα· ἔστι γὰρ μυδῶ καὶ γίνεται παρὰ τὸ μύειν τοὺς μυκτῆρας, ἤγουν τοὺς μυκτῆ ρας κλείειν· καὶ ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, μυδᾶς γὰρ λέγομεν, καὶ ἡ μετοχὴ μυδάων μυδῶν
μ 329
Μυεῖται παρὰ τὸ μύω τὸ μανθάνω τὰ ἀπόκρυφα, μύω τὸ καμμύω
μ 330
Μυελὸς παρὰ τὸ ἐν τῷ μυχῷ εἰλῆσθαι, μυχελός τις ὤν· καὶ εἰς τὸ μεμυαλλός
μ 331
Μυελὸς ὅτι μεμυκόσι τοῖς ὀστέοις ἐγγενᾶται
μ 332
Μυθήσασθαι ἐκ τοῦ μυθῶ, μυθήσω, ἐμύθησα ἐμυθησάμην, μυθήσασθαι τὸ ἀπαρέμφατον
μ 333
Μῦθος σημαίνει δύο· τὸν σκοτεινὸν λόγον, παρὰ τὸ μύω, τὸ καμμύω. καὶ τὸν ἁπλοῦν λόγον, καὶ γίνεται παρὰ τὸ μυῶ μυήσω, τὸ διδάσκω, μύηθος καὶ μῦθος· τὸ μυ ψιλὸν διάτι; τὰ διὰ τοῦ υθος δισύλλαβα, διὰ τοῦ υ ψιλοῦ γράφεται. οἷον, μῦθος, ζῦθος· τὸ μὲν βυθὸς τὸν τόνον ἤμειψε, τὴν δὲ γραφὴν ἐφύλαξε· βαρύνεται· τὰ εἰς ος λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα, παραληγόμενα φύσει μακρὰ βαρύνεται, οἷον, μῦθος, κῶθος, ζῦθος· πρόσκειται μονογενῆ, διὰ τὸ στρουθός· καὶ εἰς τὸ μυστήριον
μ 334
Μῦθος λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν
μ 335
Μύθλος ἀπὸ τοῦ περὶ αὐτὸ μεμυκέναι τὸ ὀστέον
μ 336
Μυκτηρίζω παρὰ τὸ μυκτήρ· τοῦτο παρὰ τὸ μύω μύσω· ἢ παρὰ τὸ ἐκμυζῶ, τὸ πιέζω, ἀφʼ οὗ καὶ τὸ, αἷμʼ ἐκμυζήσας
μ 337
Μυκτὴρ ἀπὸ τοῦ μεμυκέναι τὴν ὑγρὰν στάσιν
μ 338
Μυκηθμὸς ἡ τῶν βοῶν φωνή
μ 339
Μυλωθρὸς πλεονασμῷ τοῦ ρ, οἱονεὶ ὁ τὴν μύλην ὠθῶν, μυλωθός τις ὤν
μ 340
Μύλος διὰ τὸ μυλίζειν λίαν, ἤγουν κόπτειν· ἢ παρὰ τὸ μυελὸς, κατὰ συγκοπὴν μύλος, παρὰ τὸ μυελὸν ποιεῖν, τὰ εἰς αὐτὸν βαλλόμενα· καὶ τὸ θηλυκὸν μύλη· τοῦτο παρὰ τὸ μεῖον ὃ σημαίνει τὸ ἔλαττον· ἢ παρὰ τὸ εἱλῶ τὸ συστρέφω· ἢ παρὰ τὸ μειοῦν
μ 341
Μύλαι τινὲς τῶν ὀδόντων, διὰ τὸ ὑπʼ αὐτῶν λεαίνεσθαι, ἤτοι τρίβεσθαι τὴν τροφήν
μ 342
Μύζα παρὰ τὸ ἀπὸ τῶν μυκτήρων ἐξέρχεσθαι
μ 343
Μύρια τινὲς τὰ μὴ ὡρισμένα, οἱ δὲ τὰ πολλὰ, οἱ δὲ τὰς δέκα χιλιάδας· ἀπὸ τοῦ μεμυκέναι τοὺς δακτύλους ἐν τῇ ψήφῳ
μ 344
Μύρια τὸ μυ ψιλὸν· οὐδὲν στοιχείου ὄνομα εἰς δίφθογγον λήγει· ἢ οὕτως· ὁ τεσσαρακοστὸς ἀριθμὸς ἐφʼ ἑαυτὸν πολυπλασιαζόμενος γίνεται χίλια ἑξακόσια. εἶτα τὰ χίλια ἑξακόσια ἐφʼ ἑαυτὰ ἐξαπλασιαζόμενα γίνεται ἐννάκις χίλια ἑξακόσια· εἶτα ἀπὸ τοῦ υ στοιχείου τὰ τετρακόσια προστεθέντα, γίνεται μύρια· δέκα χιλιάδες
μ 345
Μύρεσθαι τὸ κλαίειν, παρὰ τὸ μύρειν, καὶ ῥεῖν τὰ δάκρυα
μ 346
Μυρίας τὸ μυ ψιλόν· τὰ γὰρ ἀριθμητικὰ ἀπὸ στοιχείου ὄνομα ἀρχόμενα τὴν αὐτὴν τοῦ στοιχείου ἔχει γραφὴν, οἷον χ χιλίας, ει εἴκοσι, μυ μύριος· οὐ μόνος δὲ, ἀλλὰ καὶ τετρακοσιοστὸς ἀριθμὸς συγγένειαν ἔχει πρὸς τὸν τεσσαρακοστὸν ἄριθμον· ὁ γὰρ τεσσαρακοστὸς ἀριθμὸς ἐφʼ ἑαυτὸν πολυπλασιαζόμενος, ποιεῖ τὸν χιλιοστὸν ἑξακοσιοστόν· ὅστις πάλιν ἐξαπλασιαζόμενος ποιεῖ τὸν θχ· πρὸς ἀναπλήρωσιν τοῦ υ, ὅπερ ἐπιτεθὲν τῷ χαρακτῆρι τοῦ μ, ἀποτελεῖ στοιχεῖον ἐκ φωνεῖσθαι τοῦ μ. ὅτι δὲ συγγένειαν ἔχει πρόδηλον· ὁ γὰρ δ τὸν θχ, ἐννακισχιλίας ἑξὰς, ὅστις ἐνδεῖ πρὸς ἀναπλήρωσιν τοῦ μυρίου τὸν λ, οὗ τινὸς ἔστιν ἀριθμὸς γεννητικὸς τοῦ δεκάτου ἀριθμοῦ ἐστι· φαμὲν γὰρ α, β, γ, δ, καὶ γίνεται δέκα
μ 347
Μῦρτα ὁ καρπὸς τῆς μυρσίνης
μ 348
Μῦρον τινὲς ἀπὸ τῆς Μύῤῥας οὕτως ὠνομασμένης γυναικὸς, ἡ ἀπεδενδρώθη· ἢ μῦρον ἀπὸ τοῦ ἐμπιέζεσθαι τὰ ἀρώματα καὶ ἀποστάζειν ἐκεῖνα. Ὅμηρος, ποταμῶν ἁλὶ μυριέντων εἰς θάλασσαν
μ 349
Μῦς διὰ τὸ τοὺς μύσους ἐρᾷν, ἤγουν τὰς ἀκαθαρσίας
μ 350
Μύσταξ ἀπὸ τοῦ τὰς μυστῆρας στάζειν ἐν αὐτῇ· ᾒ ἀπὸ τοῦ μεστοῦσθαι
μ 351
Μύσταξ αἱ τοῦ ἄνω χείλους τρίχες, ἀπὸ τοῦ μυκτῆρος· ἢ μέσταξ ἀπὸ τοῦ μεστοῦσθαι τῶν τρίχων· ἤτοι μεστοὺς εἶναι
μ 352
Μύκηθες οἱ σπινθῆρες, ἀπὸ τῶν μυζῶν τοῦ λύχνου
μ 353
Μύστης ἀρσενικὸν, ὁ τῶν μυστηρίων εἰσηγητὴς, μύστις δὲ θηλυκὸν, ἡ τῶν μυστηρίων κοινωνός
μ 354
Μώλωψ Δημήτριος ὁ ποιητὴς, ἐν τῷ παρὰ τὸ διαλέκτου μώλωψ ἐτυμολογεῖται, οἷον, ἀπὸ βόος λέπους ὅ ἐστι δέρματος, οὗ οἱ ἱμάντες σκευάζονται· μήποτε οὖν καὶ ὁ ἕλλος, ὁ νεβρὸς, καὶ οἱ ἔλλοπες οἱ ἰχθύες, οὐκ ἀπὸ τοῦ τὴν ὄπα μὴ ἔχειν ἀλλʼ ἀπὸ τοῦ τοὺς μὲν ἐλλιπεῖς εἶναι τοὺς ἐν λόποις· λέπις μὲν γὰρ καὶ λέπος καὶ λόπος τὸ περικείμενον τῇ σαρκὶ καλεῖται· λῶπος μὲν οὖν λέγεται τὸ ἱματίον κατὰ μεταφοράν· λόπος δὲ καὶ λέπυρον καὶ λέπις, κυρίως καὶ τὴν φολίδα, ἀπὸ τοῦ φολεύειν ἐν αὐτῇ
μ 355
μυσταγωγός διαφέρει· μυσταγωγὸς ὁ μύων καὶ τελῶν· μύστης δὲ ὁ μύων καὶ τελούμενος
μ 356
Μῦνδος ὁ μὴ οὐδῶν· Σοφοκλῆς μύνδος ὁ μὴ αὐδῶν· ὅθεν καὶ ἔλλοψ, ἀπὸ τοῦ ἐλλειπῆ τὴν ὄπα ἔχειν· τὸ δὲ μυ, ὅτι μυγμόν τινα ἔχει, ἡ τούτου ἐκφώνησις
μ 357
Μυκτηρίζω παρὰ τὸ μυκτὴρ, τοῦτο παρὰ τὸ μύω μύσω, ἢ παρὰ τὸ ἐκμύζω τὸ ἐκπιέζω, ἀφʼ οὗ καὶ τὸ αἷμʼ ἐκμυζήσας
μ 358
Μυριοπλάσιον ἐκ τοῦ μύριος καὶ τοῦ πλάσσω γίνεται μυριοπλάσιον
μ 359
Μυστήρια μυθήρια, μῦθος γὰρ ὁ λόγος· βελτίον οὖν, ἃ δεῖ μύσαντες τηρεῖν ἔνδον
μ 360
Μυστήριον κατὰ τὸ μύειν κατʼ αἴσθησιν νοῦ· καὶ τὸ τηρεῖν τὸ νοούμενον· κατὰ δὲ Ὦρον, ἡ διετης γνῶσις τῶν πάνυ πολλῶν ἀγνοουμένων
μ 361
Μυττωτόν τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συντιθέμενον· οἱ δὲ Ἀττικοὶ ἀρτυμάτιον μετὰ σκορόδων ὑπό τριμμα γενόμενον λέγουσιν· ἔνιοι δὲ πλακοῦντα διὰ λαχάνων συντιθέντες· βέλτιον δὲ τὸ διὰ σκορόδων σύντριμμα, ὡς εἶναι παρὰ τὸ μυσάττεσθαι τὴν δυσωδίαν· μυσσωτὸν καὶ μυττωτόν
μ 362
Μυχὸς ἀπὸ τοῦ μεμυκέσθαι· ἢ διὰ τὸ ἐπεσκοτεῖσθαι τὴν νύκτα· εἰς τὸ μοιχός
μ 363
Μῦ ὅτι μεμιγμένον τινὰ ἔχει ἡ τούτου ἐκφώνησις
μ 364
Μυωπιζόμενος ἄκροις τοῖς ὀφθαλμοῖς προβλέπων
μ 365
Μύωψ ὁ κνύων πυκνῶς τοὺς ὀφθαλμούς
μ 366
Μῶ εἰς τὸ μεμάσσει, καὶ μάννα, καὶ μαστὸς, καὶ μέλω, καὶ μήτηρ, καὶ μισθὸς, καὶ μόσχος
μ 367
Μῶλον ἄργιον, τινὲς χρονισμὸν, ἀπὸ τοῦ μόλις δύνασθαι ἐκφυγεῖν, ἢ ἀπὸ τοῦ μόλις κινεῖσθαι αὐτὸν, καὶ οἱ ναυτικοὶ οἰκείως μῶλον, ἀντὶ τοῦ μόλις ἐξέρχονται, ἀλλʼ οὐ μόγις· τὸ μὲν γὰρ ἀπὸ τοῦ μόγου ἐτυμολογεῖται· οἱ δὲ μῶλον, ἢ ἀπὸ τοῦ μόλις κινεῖσθαι αὐτὸν κατὰ τὴν θάλασσαν, καὶ τοὺς ἐν πολέμῳ ὁμοίως
μ 368
Μῶλος ἡ πολυχρόνιος μάχη· κυρίως παρὰ τὸ μὴ λύεσθαι ταχέως· ἢ παρὰ τὸ ὁμοῦ ὀλλύειν· ἢ παρὰ τὸ μολεῖν τὸ σῶμα. ἐκ δὲ τοῦ ὀλλύω τὸ ὀλοθρεύω γίνεται· καὶ εἰς τὸ ἀμβλὺς καὶ μόλις
μ 369
Μώλωψ στίγματος διαφέρει· μώλωψ μὲν ἡ ἐκ πολέμου γινομένη πλήγη· στίγμα δὲ ἡ ἀπὸ δαρμοῦ πλῆξις καὶ σημείωσις
μ 370
Μώλωψ τραῦμα· ἔστιν ὄλλω τὸ συστρέφω καὶ φθείρω, ὁ μέλλων ὀλῶ, ὁ παρακείμενος ὦλκα, ὁ παθητικὸς ὦλμαι, καὶ ἐξ αὐτοῦ ὦλμος, καὶ ὑπερθέσει τοῦ μ μῶλος ἡ συστροφὴ, οἷον, μῶλον ἄρηος· καὶ ἐξ αὐτοῦ μώλωψ· ἤγουν ἡ πλήγη, ἡ ἐκ πολέμου γενομένη· καὶ ἄλλως ζήτει εἰς τὸ ἔρωτα
μ 371
Μῶμος παρὰ τὸ μῶ, οὗ ὁ μέλλων μώσω, δηλοῖ δὲ τὸ ζητῶ τὸ μῶμαι· μῶμος οὖν ὁ ἀεὶ ζητητικὸς, καὶ μηδὲν τῶν ἄλλων ἱκανὸν εἶναι νομίζων, ἀλλʼ ἐνδεῖν τοῦ κρείττονος· ἀεὶ πᾶν ὅτι οὖν λέγεται διασύρων
μ 372
Μῶλυ ἐκ τοῦ μῶ τὸ ζητῶ μῶλυ, βοτάνης εἶδος, παρὰ τὸ μωλύειν, ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα· φασὶ δὲ αὐτὸ ἑλκόμενον τῆς ῥίζης τῷ τέλει θάνατον ἐπιφέρειν τῷ ἀποσπῶντι
μ 373
Μωκῶ τὸ κατατρώγω καὶ διαμωκῶ τὸ καταγελῶ· καὶ συντάσσεται μετὰ γενικῆς
μ 374
Μῶν ἔστι ἀντὶ τοῦ ἆρα· ἔστιν ἀπορηματικὸς σύνδεσμος. συνετέθη δὲ, ἀπὸ τῆς μὴ ἀπαγορεύσεως, καὶ τοῦ οὖν συνδέσμου, καὶ ἐγένετο μὴ οὖν, καὶ ἀποβολῇ τοῦ η μοῦν καὶ τροπῇ Δωρικῇ τοῦ ου εἰς ω γέγονε μῶν· καὶ περισπᾶται
μ 375
Μωρὸς παρὰ τὸ μὴ στερητικὸν καὶ τὸ ὥρα, οἱονεὶ ὁ μὴ ἐπιτηρῶν τὴν ὥραν· ἢ διὰ τὸ μὴ ὁρᾷν τὸ συμφέρον
μ 376
Μωρὸν τινὲς εὐφήμως μωρὸν, ἐπεὶ ἀμελέστατοι εἴσθων· οἱ δὲ ἐν τῇ συνθέσει, μωρὸς ὁ βραδὺς τὸν νοῦν· ἐπεὶ ἐν Κορίνθῳ ἦν τις παράφρων μωρὸς καλούμενος, ἀφʼ οὗ οἱ Κορίνθιοι τοὺς ἀήθεις, ὡς ἐκεῖνον μωροὺς καλοῦσι
μ 377
Μωρὸς πόθεν ἐτυμολογεῖται; μὴ ὡρός τις ὢν, ὁ μὴ βουλόμενος φροντίζειν περὶ τοῦ συνοίσοντος· ὥρα γὰρ ἡ φροντίς
μ 378
Μωϋσῆς παρὰ τὸ μῶϋ, ὃ σημαίνει τὸ ὕδωρ Αἰγυπτιστὶ, καὶ τὸ σῆς, ὃ σημαίνει τὸ λαμβάνω, καὶ κατʼ Αἰγυπτίους, ὁ ἐκ τοῦ ὕδατος ληφθείς
μ 379
μῶϋ τὸ ὕδωρ ἐξ οὗ καὶ Μωϋσῆς
μ 380
Μωσῆς πόσας κλίσεις ἐπιδέχεται; τέσσαρας· Μωσῆς μωσέως, Μωσῆς μωσῆ, Μωϋσῆς μωϋσέος καὶ Μωσεὺς μωσέως, ὡς Πηλεὺς πηλέως. Τέλος τοῦ Μ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ν ΣΤΟΙΧΕΙΟΥ
ν 3
Ναὶ μὰ τόδε σκῆπτρον πλεονασμῷ τοῦ μὰ, ἤτοι ἀπομοτικὸν μόριον, κατὰ Ἀττικὸν ἔθος ἐστί· ἤρκει γὰρ εἰπεῖν, καὶ τοῦτο τὸ σκῆπτρον· λέγεται καὶ ἀντὶ τοῦ ὅμως, οἷον, ναὶ μὲν ἀκηδεστὸν γαίῃ ἐνὶ τὸν δὲ λιπόντες. ἢ ἀντὶ τοῦ ἐγκαλῶν· λυπούμενος τὴν αι δίφθογγον ἀπουρῶν
ν 4
Ναὶ ἐπίῤῥημα συγκαταθέσεως· ἀπὸ τοῦ νοῦς, νοὸς, νοῒ καὶ τροπῇ τοῦ ο εἰς α καὶ ἐν συναιρέσει ναί· διότι καὶ ὀξύνεται
ν 5
Ναζαρὲτ κάθαρσις· καὶ Ναζαραῖος ὁ καθαριστής
ν 6
Ναζιραῖος ὁ καθαρὸς καὶ ἅγιος
ν 7
Ναὸς παρὰ τὸ ἐν αὐτῷ ναίειν, ὅ ἐστιν οἰκεῖν, ἢ νάειν ὃ ἔστι ῥέειν, σημαίνει δὲ τὸ θυσιαστήριον· καὶ Ἀττικῶς νέως· ναὸς δὲ βωμοῦ διαφέρει
ν 8
Ναιεταώση ἀπὸ τοῦ ναῖον, ναιέτης, ναιετῶ, ὡς κυνηγῶ, κυνηγέτης, κυνηγετῶ, ναιέτης ναιετῶ ναιετᾶς, καὶ διαλύσει ναιετάω· ἔδει μὲν ναιεταούση, ὡς βοαούση, ἀλλʼ ἔστιν ὅμοιον τοῦ ἱδρῶσαι
ν 9
Ναίουσι καὶ ναίοιτε, εὐκτικὸν χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ, δευτέρου προσώπου, τὸ ῥῆμα ναίω. τὸ ναι διφθόγγῳ, διότι ἀνεφάνη τὸ α ἐν τῷ ναός· ἐπεὶ μὲν οὖν τὸ οἰκῶ διαφέρει· ἐπὶ δὲ τοῦ πορεύομαι νέω, διὰ τοῦ ε, πρὸς ἀντιδιαστολὴν ἐκείνου
ν 10
Ναίων παρὰ τὸ ναίω, τὸ οἰκῶ· νέω διὰ τοῦ ε, σημαίνει δύο, τὸ πορεύομαι· νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα. καὶ νέω τὸ κολυμβῶ, αὐτὰρ ὁ χερσὶ νέων ἐπεμαίνετο νόστου· καὶ διὰ τῆς αι διφθόγ γου ἓν, τὸ οἰκῶ, ἐνθάδε ναίε, Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα
ν 11
Νᾶμα παρὰ τὸ νῶ, τὸ νέω, ὁ μέλλων νάσω, νᾶμα ὡς δρᾶμα
ν 12
Νᾶμα τὸ ὕδωρ, διὰ τὸ νομὰς ἔχειν ἅμα εἰκός· ἢ ἐκ τοῦ νάουσα, ὡς προνάουσα καὶ προχέουσα
ν 13
Νάνος παρὰ τὸ ἄνω, ὃ δηλοῖ τὸ αὐξάνω, ἄνος, καὶ μετὰ τοῦ νη στερητικοῦ νάνος, ὁ μικρὸς οὐ πίθηκος
ν 14
Νάπη ὁ σύνδενδρος τόπος, ὁ δΐυγρος· καὶ τὸ οὐδέτερον νάπος, ἔδαφος· καὶ νάπῃ δοτική
ν 15
Νάπαι ὑψώματα, ἀλλʼ ἀπὸ τῆς ψάμμου· αὗται δὲ καὶ θῖνες λέγονται ἄμμου