ε 600
Ἐρίηρας Γ · ἄγαν εὐαρμόστους, ἤγουν ἑαυτῷ φίλους, τουτέστιν ἅρπαγας καὶ πλεονέκτας καὶ μοιχούς· γίνεται παρὰ τὸ ἐρί ἐπιτατικὸν μόριον καὶ τὸ ἄρω, τὸ ἁρμόζω, οἱονεὶ εὐάρεστος καὶ φίλος· ἢ παρὰ τὸ ἦρα, ὃ σημαίνει τὴν χάριν
ε 601
Ἐρίηρες ἑταῖροι Γ · παρὰ τὸ ἄγαν ἀρηρέναι
ε 602
Ἔριθος ·. παρὰ τὸ ἔρια ἐργάζεσθαι
ε 603
Ἐρίθυνος ·. παρὰ τὸ θύνω, τὸ ὁρμῶ
ε 604
Ἐρινεός · σημαίνει τὴν ἀγρίαν συκῆν· ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινός, καὶ κατὰ πλεονασμὸν τοῦ ε ἐρινεός. ἐριστικὸν δέ ἐστι τὸ δένδρον· ἀνέρχεται γὰρ καὶ εἰς τοῖχον καὶ εἰς ἕκαστον τόπον, ἔν τε πέτραις καὶ ὕδασι. Γεωργίου
ε 605
Ἐρινύς · ἡ καταχθόνιος δαίμων· παρὰ τὸ τὰς ἀρὰς ἀνύειν γέγονεν ἀρανύς, καὶ κατὰ τροπὴν τῶν δύο α εἰς ε καὶ ι Ἐρινύς. ἢ παρὰ τὴν ἔραν γέγονεν ἐρανύς καὶ Ἐρινύς, οἱονεὶ ἡ ἐκ τῆς γῆς ἀνερχομένη. ἢ παρὰ τὸ ἐρί τὸ ἐπιτατικὸν καὶ τὸ ἀνύειν γέγονεν Ἐρινύς, οἱονεὶ ἡ μεγάλως ἀνύουσα. ἢ παρὰ τὸ ἐλινύειν τὸ σημαῖνον τὸ ἡσυχάζειν γέγονεν ἐλινύς, οἱονεὶ ἡ ἡσυχάζουσα· Ἐρινύς δὲ κατὰ ἀντίφρασιν, ἤγουν ἡ μὴ ἡσυχάζουσα. ἢ παρὰ τὸ ἐκ τῆς ἔρας γεγενῆσθαι τιμωρός
ε 606
Ἐρινύες · παρὰ τὸ διανύειν τὰς ἀράς
ε 607
Ἔριον ·. παρὰ τὸ ἔρρω· ταλαιπωροῦσι γὰρ αἱ τοῦτο κάμνουσαι
ε 608
Ἔρις · παρὰ τὸ εἴρω, τὸ λέγω· ἡ διὰ λόγων φιλονεικία. τοῦ δὲ ἐρίζω ὁ Ἀττικὸς παρακείμενος ἐρήριδα διὰ τοῦ ι φυλάττων αὐτό. ἀπὸ δὲ τοῦ ἐρείδω ἐρήρειδα διὰ διφθόγγου, ἵνα μὴ συνεμπέσῃ τῷ ἀπὸ τοῦ ἐρίζω μέσῳ παρακειμένῳ
ε 609
Ἐρίσαι · εἰς τὸ Ζηλῶσαι. Ὁμήρου
ε 610
Ἐρίσαντε Α · ἐρίζω, τὸ φιλονεικῶ, ἐρίσω, ἤρισα, ἡ μετοχὴ ἐρίσας ἐρίσαντος, τὸ δυϊκὸν ἐρίσαντε
ε 611
Ἐρίτιμον · ἐκ τοῦ ἐρί τοῦ ἐπιτατικοῦ καὶ τοῦ τιμή· σημαίνει δὲ τὸν μεγαλότιμον, ὡς ἐν τῷ τῆς Ὑψώσεως Κανόνι ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ“. τὸ δὲ ἐρί ἐπιτατικὸν παρὰ τὴν περί πρόθεσιν, ἥτις σημαίνει τὸ περισσῶς, ὡς τὸ Δ περὶ μέν σε τίω Δαναῶν“· ἀποβολῇ οὖν τοῦ π γίνεται ἐρί
ε 612
Ἔριφος · παρὰ τὸ ἐν ἔαρι φαίνεσθαι
ε 613
Ἐριώλη · ἡ πνοή· παρὰ τὸ ἐρί ἐπιτατικὸν καὶ τὸ ἄω, τὸ πνέω· ἡ μέγα πνέουσα
ε 614
Ἑρκίον ·. ἐκ τοῦ ἕρκος, τὸ περίφραγμα, ὅπερ παρὰ τὸ ἐρύκω, τὸ κατέχω καὶ κωλύω, ἔρυκος καὶ ἕρκος. παροξύνεται· τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικά, τυρός τυρίον, τεῖχος τειχίον· τὰ δὲ ἀπὸ βραχείας οὐκέτι, ῥάκος ῥάκιον, φακός φάκιον. σεσημείωται τὸ ἴχνος ἴχνιον μὴ ποιοῦν μακρὰν τὴν ἄρχουσαν ὡς ὑγρὸν σύμφωνον ἔχον· γίνεται δὲ παρὰ τὸ ἷγμαι ἴγνιον καὶ ἴχνιον, ὡς παίζω παίγνιον
ε 615
Ἔρκος ·. Διονύσιος ψιλῶς ἀναγινώσκει· ἀπὸ γὰρ τοῦ ἐρύκειν λέγεται
ε 616
Ἕρκος · παρὰ τὸ ἐρύκω ἔρυκος καὶ ἕρκος
ε 617
Ἕρμαιον ·. ἕρμαιον καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο“· τὸ ἀπροσδόκητον κέρδος· ἀπὸ τῶν ἐν τοῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν· ἢ ἀπὸ τοῦ ἐν ἔθει λεγομένου κοινὸς Ἑρμῆσ“ ἐπὶ τῶν εὑρισκόντων τι, οἷον κοινὸν τὸ εὕρημα. παρὰ οὖν τὸ Ἑρμῆς ἕρμαιος καὶ ἕρμαιον τὸ οὐδέτερον
ε 618
Ἕρματα Ξ · ἐνώτια παρὰ τὸ ἐνείρεσθαι. Γεωργίου
ε 619
Ἑρμείας ·. ἀπὸ τοῦ Ἑρμέας γέγονε κατὰ πλεονασμὸν τοῦ ι
ε 620
Ἑρμηνεύς ·. παρὰ τὸ Ἑρμῆς, ὅντινα λέγουσιν ἐφευρετὴν τῶν λόγων· καὶ ἐντεῦθεν ἐτυμολογία παρὰ τὸ ἐφευρεῖν τὸν ἑρμηνεύοντα
ε 621
Ἑρμῖνες ·. παρὰ τὸ στηρίζεσθαι διʼ αὐτῶν τὴν κλίνην. Γεωργίου
ε 622
Ἑρμίς · ὃ σημαίνει τὸν κραβάττου πόδα· παρὰ τὸ ἐνείρεσθαι καὶ ἐμπλέκεσθαι ἐν τῇ κλίνῃ
ε 623
Ἑρπετόν · εἰς τὸ Ἐξεῖρψεν
ε 624
Ἑρπηστικός · ὁ ἑρπηστὴς ὄφις· ἐκ τοῦ ἕρπω, ὁ δὲ μέλλων περιττοσύλλαβος ἑρπήσω καὶ ἐξ αὐτοῦ ἑρπητικός καὶ πλεονασμῷ τοῦ ς ἑρπηστικός, ὡς χηρώσω χηρωτής καὶ πλεονασμῷ τοῦ ς χηρωστής
ε 625
Ἕρπω · εἰς τὸ Ἐξεῖρψεν καὶ Κρηπίς
ε 626
Ἐρράγη ·. παρὰ τὸ ῥῶ, τὸ φθείρω, ὁ μέλλων ῥήσω, ἐξ αὐτοῦ ὁ ἐνεστὼς ῥήσσω, ὁ δεύτερος ἀόριστος ἔρραγον καὶ ὁ παθητικὸς ἐρράγην
ε 627
Ἐρρέθη ·. ὡς ἀπὸ τοῦ ῥῶ, τὸ λέγω, ῥήσω ἔρρηκα ἔρρημαι ἐρρήθη καὶ τροπῇ ἐρρέθη
ε 628
Ἔρρω · εἰς τὸ Εἰροκόμος καὶ Ἔρανος
ε 629
Ἐρρώγει · εἰς τὸ Ξυνερρώγειν
ε 630
ἔρρωμαι · εἰς τὸ Ῥώμη
ε 631
Ἔρσις · εἰς τὸ Ἐνέρσει. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 632
Ἐρυθρά · ἀπὸ Ἐρυθροῦ βασιλέως πεσόντος ἐκεῖ καὶ πνιγέντος, ἢ ἀπὸ τῶν παρακειμένων ὀρέων ἐρυθρῶν
ε 633
Ἐρυθρά · ἀπὸ Ἐρυθροῦ βασιλέως· ἔρριψαν γὰρ αὐτὸν εἰς τὴν θάλασσαν καὶ ἐλάξευσαν ἐκεῖ λίθον καὶ ἔγραψαν οὕτως· ἔνθα δὲ τύμβος ἁλὸς μεδέοντος Ἐρυθροῦ“
ε 634
Ἐρυθρός · παρὰ τὸ ἐρεύθω, τὸ βάπτω, γίνεται ἐρευθόσ, καὶ ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ρ ἐρυθρός. πόθεν ἐκλήθη Ἐρυθραῖον πέλαγος; ἀπὸ Ἐρυθροῦ τινος βασιλέως· ἀποθανόντος γὰρ αὐτοῦ ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ ἐπιγράψαντες τῷ αὐτοῦ τάφῳ οὕτως· ἐνθάδε τύμβος ἁλὸς παμμεδέοντος Ἐρυθροῦ“
ε 635
Ἐρύκω · εἰς τὸ Ἀπερύκειν καὶ Ἔρυξαν καὶ Ἐρυσίβη
ε 636
Ἔρυμα · τὸ ἀσφάλισμα καὶ τειχίον· Δ ἔρυμα χροόσ“ καὶ ἕρκος καὶ τροπῇ ἅρκυς· σημαίνει δὲ τὸ δίκτυον, ὅπερ τιθοῦσι πρὸς θήραν λέοντος ἢ καὶ ἄλλων τινῶν
ε 637
Ἐρυμνώσας · ἰσχυροποιήσας, πυκνώσας, ἀσφαλισάμενος· ἀπὸ τοῦ ἐρυμνῶ· τοῦτο παρὰ τὸ ἔρυμα, ὃ σημαίνει τὴν ἀσφάλειαν, ἐρυμῶ καὶ πλεονασμῷ τοῦ ν ἐρυμνῶ· τὸ δὲ ἔρυμα παρὰ τὸ ἐρύω, ὃ σημαίνει τὸ ἀσφαλίζω, ἢ παρὰ τὸ ῥύω, ὃ σημαίνει τὸ φυλάσσω
ε 638
Ἐρυμνή ·. παρὰ τὸ ἐρύματος τάξιν ἔχειν, ἤγουν ἰσχυράν
ε 639
Ἔρυξαν Γ ·. ἔστιν ἐρύκω, τὸ κωλύω, καὶ γίνεται παρὰ τὸ ἕρκος ἑρκύω καὶ ἐν ὑπερβιβασμῷ ἐρύκω. ἔνθεν γίνεται ἔρυμα, τὸ ἀσφάλισμα
ε 640
Ἐρυσάρματες · εἰς τὸ Ἀνείμονος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 641
Ἐρυσίβη · σημαίνει τὴν πάχνην τὴν γινομένην ἐν τῇ δυσαερίᾳ καὶ φθείρουσαν τοὺς καρπούς· γίνεται παρὰ τὸ ἐρύκω, τὸ κωλύω, καὶ τὸ βῶ, τὸ τρέφω, ἡ κωλύουσα τρέφεσθαι τοὺς καρπούς. τὸ σι ι. διὰ τί; τὰ ἀπὸ μελλόντων συντιθέμενα ὀνόματα τῷ ι παραλήγονται, τέρψω τερψίμβροτος, στήσω Στησίχορος, ἐρύσω ἐρυσίβη
ε 642
Ἐρυσίβη · γένος ἀκρίδος· ἀπὸ τοῦ ἔρα, ὃ σημαίνει τὴν γῆν, καὶ τοῦ σίνω, τὸ βλάπτω, ἐρασίβη καὶ τροπῇ τοῦ α εἰς υ ἐρυσίβη, ἡ τὰ ἐν τῇ γῇ βλάπτουσα
ε 643
Ἐρυσίπτολις ·. ἤτοι ἡ ἐρύουσα καὶ ἀνθέλκουσα ἐν ταῖς μάχαις τὰς πόλεις, ὡς Ο ἐρυσάρματας ἵππουσ“ τοὺς ἕλκοντας τὰ ἅρματα· ἢ ἀπὸ τοῦ ἐρύεσθαι τὰς πόλεις. ἄμεινον δὲ οὕτως, ὅθεν καὶ πολιοῦχος
ε 644
Ἐρυσσάμενος Γ ·. μετοχὴ μέσου ἀορίστου πρώτου. ποιητικῶς δύο σς. τὸ θέμα ἐρύω· γίνεται ἐκ τοῦ ἕλω ἑλύω καὶ τροπῇ ἐρύω, ὁ παρατατικὸς εἴρυον, ὁ παρακείμενος εἴρυκα, εἴρυμαι, Ἰωνικὸν πληθυντικὸν εἰρύαται· ἢ παρὰ τὸ εἴρυμι, ὁ παθητικὸς εἴρυμαι εἴρυται καὶ Ἰωνικῶς εἰρύαται
ε 645
Ἐρύω · εἰς τὸ Εἰρύσασθαι καὶ Ῥυθμός καὶ Ἐρυσσάμενος καὶ Ἄψ
ε 646
Ἐρῶ · εἰς τὸ Εἰρύσασθαι καὶ Ἐξαιρέτως καὶ Ἔρανος καὶ Ἐρατεινή καὶ Ἔρεθεν
ε 647
Ἐρῳδιός ·. ἐτυμολογεῖται διαφόρως. οἱ μὲν παρὰ τὸ ἔαρ τὸ σημαῖνον τὸ αἷμα, ὡς παρὰ τῷ Κυρηναίῳ · αἷμα γὰρ λύχνου τὸ ἔλαιόν τι ἔλεξεν· καὶ ἐκ τοῦ ἔαρ γίνεται ἔωρ, ὡς τέκμαρ τέκμωρ· ἀπὸ οὖν τοῦ ἔωρ καὶ τοῦ ἰδίειν τοῦ σημαίνοντος τὸ ἱδροῦν γέγονεν· ἐν γὰρ ταῖς μίξεσι, ὥς φασιν, ὁ ἐρῳδιὸς αἷμα ἱδροῖ. ἢ ἀπὸ τοῦ ἕλους καὶ τοῦ ἴδιον γίνεται ἐλοίδιος καὶ τροπῇ τοῦ λ εἰς ρ ἐροίδιος καὶ ἐρῳδιὸς κατʼ ἔκτασιν τοῦ ο εἰς ω. ἢ ἀπὸ τοῦ ἔρως ἔρωτος καὶ τοῦ ἴδιοσ γίνεται παρώνυμον ἐρωτίδιος, καὶ ἀποβολῇ τοῦ τ ἐρωΐδιος καὶ ἐν συγκοπῇ ἐρῳδιός· σημαίνει δὲ τὸν πελαργόν· καὶ γάρ, ὥς φασιν, ἀφροδίσιόν ἐστι τὸ ὄρνεον. ὁ δὲ Ἡρωδιανὸς λέγει ὅτι, ὥσπερ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιος, οὕτως καὶ ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιος, καὶ πλεονασμῷ τοῦ ε ἐροίδιος, καὶ τροπῇ τοῦ ο εἰς ω ἐρῳδιός, καὶ μένει τὸ ι προσγεγραμμένον. ὀξύνεται· τὰ εἰς ος καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς ἐπὶ ὀρνέων ὀξύνεσθαι θέλουσιν, οἷον αἰγυπτιός βομβυλιός χαραδριός. οὕτως οὖν καὶ ἐρῳδιός. Ὁμήρου
ε 648
Ἐρωήσει Α ·. παρὰ τὸ ῥῶ ῥώω, τὸ φθείρω ἐξ οὗ καὶ ῥᾷον, ὡς γνῶ γνώω, ὅθεν τὸ Α ἐπερρώσαντο ἄνακτοσ“. γίνεται δὲ ῥωή, ὡς ζῶ ζωή, καὶ πλεονασμῷ τοῦ ε ἐρωή, καὶ ἐξ αὐτοῦ ῥῆμα ἐρωῶ ἐρωήσω. ἢ παρὰ τὸ ἐρῶ ἐρωῶ ἐρωήσω
ε 649
Ἔρως ·. ἀπὸ τοῦ ἑλεῖν τὸν ἐρῶντα· ἢ παρὰ τὸ ἔρειν, ὃ σημαίνει τὸ δεσμεῖν, ὁ συνδέων ἡμᾶς πόθος
ε 650
Ἐρωτήσατε ·. παρὰ τὸ ἐρῶ, τὸ ἐπιθυμῶ· τοῦτο παρὰ τὸ ἔρως ἔρωτος ἐρωτῶ, ὁ μέλλων ἐρωτήσω, ὁ ἀόριστος ἠρώτησα, καὶ τὸ προστακτικὸν ἐρώτησον καὶ τὸ πληθυντικὸν ἐρωτήσατε· περὶ οὗ γάρ τις ἐπιθυμεῖ περὶ τούτου καὶ ἐρωτᾷ
π 5
πυνθάνεσθαι διαφέρει· πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα αὐτὸν οὐ δὲν ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ θέλειν κεφαλαιώδη τινὰ λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος
α 1327
ἀνάκρισις διαφέρει· ἐρώτησις μὲν γάρ ἐστι σύντομος ἀπόκρισις· πύστις δὲ μακρᾶς πράξεως ἀπαγγελία· ἀνάκρισις δὲ ὑποδεεστέρων ἐξέτασις
ε 651
Ἐρωτῶ · παρὰ τὴν ἔρωτος γενικήν· οἱ γὰρ ἐρωτῶντες, οὗ ἐφίενται μαθεῖν, τοῖς ἐρῶσιν ἐοίκασιν. ἢ παρὰ τὸ ἔρως ἔρωτος, ὃ σημαίνει τὴν ἐπιθυμίαν, ἐρῶ καὶ ἐρωτῶ· ὁ γὰρ ἐρωτῶν περὶ οὗ ἐπιθυμεῖ καὶ ἀκούει· τοῦτο δὲ παρὰ τὸ ῥῶ, τὸ λέγω. Ὁμήρου
ε 652
Ἔσαν Α ·. ῥῆμα τῶν εἰς μι, ὁ παρατατικὸς ἦν ἦμεν ἦτε ἦσαν καὶ συστολῇ τοῦ η ἔσαν
ε 653
Ἐς δʼ ἐρέτας Α · ἐρέτης, ὁ κωπηλάτης, ἐκ τοῦ ἐρέσσω, τὸ ἐλαύνω. ἐρεσία, ἡ κωπηλασία· ἐρετμός, ἡ κώπη
ε 654
Ἐσθής ·. ἔστι ἕω καὶ σημαίνει τὸ ἐνδύομαι, ὁ μέλλων ἕσω, ὁ παρακείμενος εἷκα, ὁ παθητικὸς εἷσμαι, τὸ τρίτον εἷσται, ἐξ αὐτοῦ ἑστής καὶ τροπῇ τοῦ τ εἰς θ ἐσθής ἐσθῆτος. τὸ δὲ ἔσθησις ἐσθήσεως σημαίνει καὶ αὐτὸ τὴν ἐσθῆτα. γίνεται οὕτως· ἕω ἕσω καὶ πλεονασμῷ τοῦ θ γίνεται θέμα περισπώμενον ἐσθῶ πρὸς ἀντιδιαστολὴν τοῦ ἔσθω τοῦ σημαίνοντος τὸ ἐσθίω, ὁ μέλλων ἐσθήσω καὶ ἐξ αὐτοῦ ἔσθησις ἐσθήσεως, ἐξ οὗ καὶ τὸ ἦσαν ἄγγελοι ἐν ἐσθήσεσιν ἀστραπτούσαισ“
ε 655
Ἐσθής · παρὰ τὸν ἕσω μέλλοντα ἑστής καὶ ἐσθής, διὸ καὶ ἀμφιέσω. Ὁμήρου
ε 656
Ἐσθλόν Β ·. παρὰ τὸ ἐθέλον τι εἶναι, ὅπερ θέλει ἕκαστος· πλεονασμῷ τοῦ ς
ε 657
Ἔσκαλεν · σημαίνει τὸ ἠρεύνα, ἐζήτει· γέγονε δὲ ἀπὸ τοῦ σκάλλω, ὁ μέλλων σκαλῶ, καὶ ὁ δεύτερος ἀόριστος ἔσκαλον καὶ τὸ τρίτον ἔσκαλεν. ἐξ αὐτοῦ δὲ γίνεται καὶ τὸ σκαλεύω καὶ τὸ σκαλίζω. τὸ δὲ σκάλλω ἀπὸ τοῦ σκαλῶ καὶ τοῦ λῶ τοῦ σημαίνοντος τὸ θέλω γίνεται κάλλω καὶ πλεονασμῷ τοῦ ς σκάλλω· ὁ γὰρ ἐρευνῶν, ὅπερ θέλει, ἐκεῖνο καὶ ζητεῖ. τὸ δὲ ἐπὶ τῆς λύπης, ἔστιν ἄχος, ἡ λύπη, καὶ ἐξ αὐτοῦ γίνεται χάλλω καὶ πλεονασμῷ τοῦ ς σχάλλω καὶ ἀσχάλλω
ε 658
Ἐσκαλευκότες · ἐφʼ ἡμᾶς αὐτοὺς ἐσκαλευκότες φαινόμεθα“, σεσαλευκότες, ἐρευνήσαντες· ἀπὸ τοῦ σκαλεύω· τοῦτο δὲ παρὰ τὸ σαλεύω πλεονασμῷ τοῦ κ · τὸ δὲ σαλεύω ἀπὸ τοῦ σάλος· τὸ δὲ σάλος ἀπὸ τοῦ ἅλς ἁλός πλεονασμῷ τοῦ ς σάλος
ε 659
Ἐσκευωρῆσθαι · κατεστοχάσθαι, ἐπιβεβουλεῦσθαι· γέγονε δὲ ἀπὸ τοῦ σκευωρῶ· τοῦτο ἀπὸ τοῦ κεύθω, ὃ σημαίνει τὸ κρύβω, πλεονασμῷ τοῦ ς καὶ ἐκβολῇ τοῦ θ
ε 660
Ἐς μισγάγκειαν Δ ·. παρὰ τὸ μίσγω καὶ τὸ ἄγκος, ὃ σημαίνει τὸ κοῖλον καὶ βαθύ. τὸ δὲ ἄγκος γίνεται ἐκ τοῦ κέω, ὃ σημαίνει τὸ κεῖμαι, καὶ κατὰ συναλοιφὴν γίνεται κῶ. ἐξ αὐτοῦ ὄνομα μονοσύλλαβον γίνεται κός, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α πλεονασμῷ τοῦ γ ἄγκος, τὸ πάνυ κοῖλον καὶ βαθύ. ἐκ τούτου ἀγκεία καὶ μισγάγκεια
ε 661
Ἑσμός ·. τὸ πλῆθος τῶν μελισσῶν παρὰ τὸ τὴν ἕσιν ὁμοῦ ποιεῖν
ε 662
Ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι · τὸ ἐπιὸν ἔτος ἢ τὸ μέλλον· παρὰ τὸ ἔνος, ὃ σημαίνει τὸν ἐνιαυτόν, ἔνοστα καὶ ἀποβολῇ τοῦ ς ἔνοτα, καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ ὑπερθέσει τοῦ ν νέωτα
ε 664
Ἑσπέρα · ἀπὸ τοῦ ἔσω περᾶν πάντα τὰ ζῶα καὶ καθεύδειν, καὶ σαφῶς εἰς πέρας πάντα φέρειν· ἢ τῆς ἑῴας πέρας ἤγουν πλήρωμα. καὶ εἰς τὸ Ὀψέ
ε 665
Ἑσπερία θάλασσα · καὶ Ἀτλαντικὸν πέλαγος· ἐβασίλευσαν γὰρ αὐτῆς Ἄτλας καὶ Ἕσπερος
ε 666
Ἕσπετο Γ ·. ποίου εἴδους τοῦ πλεονασμοῦ; παρεμπτώσεως. καὶ τί ἐστι παρέμπτωσις; πλεονασμὸς συμφώνου κατὰ τὸ μέσον οὐ ποιοῦντος συλλαβήν, οἷον πόλις πτόλις, ἕπετο ἕσπετο
ε 667
Ἔσσεται Β ·. τετραχῶς προφέρεται· ἔσεται διʼ ἑνὸς ς κοινῶς, ἔσσεται δὲ διὰ δύο σς ποιητικῶς, ἐσσεῖται Δωρικῶς· οἱ γὰρ Δωριεῖς ἐμβολὴν ποιοῦντες τοῦ ς πλεονάζουσι τὸ ι καὶ περισπῶσιν αὐτό, οἷον Β ἄρκιον ἐσσεῖται“· καὶ κατὰ συγκοπὴν ἔσται. τοῦ δὲ ἐσσεῖται ὁ κανών· ἐπὶ τῶν μέσων μελλόντων οἱ Δωριεῖς παρεντιθέντες τὸ ι προπερισπωμένως προφέρονται, οἷον πλευσεῖται ῥευσεῖται ἐσσεῖται
ε 668
Ἐσσομένοισι Β ·. μετοχὴ μέσου μέλλοντος πρώτου· τὸ ῥῆμα ἔω, ὁ μέλλων ἔσω, ἔσομαι, ἐσόμενος. δύο σς ποιητικῶς
ε 669
Ἐστάθη · εἰς τὸ Στῆναι
ε 670
Ἔσται διαφέρει τοῦ γενήσεται, ὅτι τὸ μὲν ἔσται ἐπὶ τῶν ὄντων νῦν τάσσεται, τὸ δὲ γενήσεται ἐπὶ τῶν οὐκ ὄντων, ὡς τὸ γενήσονται τῷ πρεσβύτῃ παῖδεσ“· οὐκ ὄντες γὰρ θέλουσι γενέσθαι· καὶ ὁ νέος πρεσβύτης ἔσται“. Ὁμήρου. Εὐλογίου
ε 671
Ἔσται · γίνεται ἀπὸ τοῦ ἔω ἔεις ἔει, ὅ ἐστιν ὑπάρχω, ὁ παθητικὸς ἔομαι, ὁ μέσος μέλλων ἔσομαι ἔσῃ ἔσεται, καὶ κατὰ συγκοπὴν τοῦ ε ἔσται
ε 672
Ἑσταότες Β · ῥῆμα τῶν εἰς μι ἢ ἀπὸ τῶν εἰς ω ἑστήκω. τὸ στη η. διὰ τί; ἐκ τοῦ ἕστακα, ἐξ αὐτοῦ ἑστάκω ῥῆμα, τροπῇ Αἰολικῇ τοῦ α εἰς η ἑστήκω, ὁ παρακείμενος ἕστηκα καὶ συστολῇ ἕσταα ἑσταώς ἑσταότος. αἱ εἰς ως μετοχαὶ ἀπαθεῖς οὖσαι διὰ τοῦ ο κλίνεται καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υια οἷον τετυφότος τετυφυῖα, εἰ δὲ παθητικὴν κλίσιν ἔχουσι διὰ τοῦ ω τότε τὸ θηλυκὸν εἰς σα οἷον βεβαῶτος βεβῶσα, γεγῶτος γεγῶσα, ἑστῶτος ἑστῶσα
ε 673
Ἔστε Γ ·. ῥῆμα ἐγκλίσεως προστακτικῆς χρόνου· ἔστι τὸ ῥῆμα εἰμί, ἡ μετοχὴ εἴς ἔντος, τὸ προστακτικὸν ἔθι ἔτω καὶ πλεονασμῷ τοῦ ς ἔστω, τὸ πληθυντικὸν ἔστε βαρυτόνως· τὰ εἰς τε λήγοντα προστακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖς ὁριστικοῖς ὁμότονα καθεστήκασιν, οἷον ἤγετε ἄγετε, ἐλέγετε λέγετε. ἐπίτασιν οὖν ἔχει τὸ ἐστέ· τὸ μὲν ὁριστικὸν ὀξύνεται, ὡς τὸ φατέ, τὸ δὲ προστακτικὸν βαρύνεται
ε 674
Ἔστεργεν · ἔστεγεν, ὑπέμενεν, ἠγάπα· ἀπὸ τοῦ στέγω πλεονασμῷ τοῦ ρ · τὸ δὲ στέγω ἀπὸ τοῦ στῶ στέγω καὶ στέργω, ὡς φῶ φέβω καὶ φέρβω, ὃ σημαίνει τὸ τρέφω
ε 675
Ἔστη · εἰς τὸ Στῆναι
μ 3
μέγαρον διαφέρει· ἑστία μὲν γὰρ σημαίνει τὸν οἶκον· ἐσχάρα δὲ ἡ πρὸς βιωτικὴν χρῆσιν ἐπὶ γῆσ γινομένη, ἤγουν ἀντὶ βωμοῦ κεῖται· μέγαρον δὲ ἡ περιῳκοδομημένη
ε 676
Ἑστία ·. παρὰ τὸ ἑστάναι ἐπὶ τῇ γῇ. Εὐλογίου
ε 677
Ἐστί · τρίτου προσώπου τῶν ἑνικῶν. πόθεν γίνεται; ἔστι ῥῆμα εἰμί, οὖ ἀκόλουθον τρίτον εἰσί, καὶ τροπῇ Δωρικῇ τοῦ ς εἰς τ μετὰ ἀποβολῆς τοῦ ι ἐστί, ἴσως ἵνα καὶ τὴν πρὸς τὸ πληθυντικὸν συνέμπτωσιν ἀποφύγῃ, λέγω δὴ τοῦ εἰσί, καὶ μετὰ ἀποβολὴν καὶ τροπὴν προσέλαβε τὸ ς ἵνα τὴν ὀφειλομένην μακρὰν ἀπολάβῃ· τὰ γὰρ εἰς ι τρίτα πρόσωπα πάντα μακρᾷ παραλήγεται, τύπτουσι δίδωσι τίθησι. καὶ ἄλλως· τὸ ἐστί ἀπὸ τοῦ εἰμί ἐστι· τὸ γὰρ δεύτερον πρόσωπον ἔσς, καὶ τὸ τρίτον ἐσσί καὶ ἀποβολῇ τοῦ ς καὶ προσθήκῃ τοῦ τ ἐγένετο ἐστί. καὶ ἄλλως· τὸ ἐστί ἀπὸ τοῦ εἰμί ἐστι· τὸ δεύτερον γὰρ πρόσωπον τροπῇ τῆς μι εἰς ς γίνεται εἶς, καὶ τὸ τρίτον προσθέσει τοῦ ι γίνεται εἰσί, καὶ κατὰ διάλεκτον Δωρίδα τροπῇ τοῦ ς εἰς τ γίνεται εἰτί, καὶ κατὰ ἀποβολὴν τοῦ ι ἐτί, καὶ κατὰ προσθήκην τοῦ ς ἐστίν, ἐπειδὴ τὰ εἰς μι πάντοτε μακρᾷ θέλουσι παραλήγεσθαι
ε 678
Ἐστός · εἰς τὸ Μεστός. Ὁμήρου
ε 679
Ἔστω Β · ῥῆμα προστακτικόν· εἰμί, τὸ ὑπάρχω, ὁ παρατατικὸς ἦν, ἡ μετοχὴ εἴς ἔντος καὶ τὸ προστακτικὸν ἔθι· τὸ τρίτον ἔτω καὶ πλεονασμῷ τοῦ ς ἔστω. ἐξ αὐτοῦ γίνεται καὶ τὸ ἤτω τροπῇ τοῦ ε εἰς η. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 680
Ἑστῶτες ·. παρὰ τὸ ἵστημι στήσω, ὁ παρακείμενος ἕστακα, ἡ μετοχὴ ἑστακώς, ἀποβολῇ τοῦ κ ἑσταώς καὶ ἑστώς
ε 681
Ἐσύκαζεν · ἐσυκοφάντει, ἐλοιδόρει
ε 682
Ἐσφήκωντο Ρ ·. παρὰ τὸ σφήκωμα
ε 683
Ἐσχάρα · εἰς τὸ Ἑστία. Φωτίου
ε 684
Ἔσχατος · παρὰ τὴν σχέσιν καὶ κώλυσιν, ὁ τελευταῖος· καὶ ὕστατος δέ, ὅτι ὑπʼ αὐτόν ἐστιν ἡ στάσις καὶ οὐκ ἔτι προβῆναι δύναται, ἀλλʼ ὕστερος εἱστήκει τοῦ πρώτου μὴ ἐῶντος· καὶ τὸ πύματος ἀπὸ τοῦ πεπαῦσθαι· καὶ τέρμιον, τὸ ἔσχατον, ἀπὸ τοῦ τέρματος, ὅ ἐστι τέλους
ε 685
Ἔσχατος · παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ
ε 686
Ἔσχετο · εἰς τὸ Ὑπέσχετο
ε 687
Ἔσω · εἰς τὸ Ἔνδον. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ε 688
Ἔσῳσεν · παρὰ τὸ σῴζω, ὁ μέλλων σῴσω, ὁ ἀόριστος ἔσῳσα. τὸ δὲ σῴζω, ὅταν ἀπὸ τοῦ σωΐζω ἐστίν, ἔχει τὸ ι ὅτε δὲ ἀπὸ τοῦ σάος σαόζω καὶ κράσει τοῦ αο εἰς ω μέγα σώζω οὐκ ἔ χ ει αὐ τό. ὁ μέλλων σώ σω σέσωκα, σέσωσμαι. ἔστι καὶ ἄλλο σῶ, τὸ ὑγιαίνω, ἐξ οὗ ὁ παθητικὸς παρακείμενος σέσωμαι σέσωται, καὶ ἐξ αὐτοῦ σωτήρ. ἔστι καὶ σώω σώσω, ὡς γνώω γνώσω, ἐξ οὗ ὁ παρακείμενος ἔγνωκα, ὁ παθητικὸς ἔγνωσμαι καὶ ἐξ αὐτοῦ γνωστός, ὁ γνώριμος. ἐκ δὲ τοῦ γνῶ γνώσω ὁ παθητικὸς παρακείμενος ἔγνωμαι ἔγνωται καὶ ἐξ αὐτοῦ γνωτός, ὁ ἴδιος· καὶ γὰρ γνωστοὶ λέγονται οἱ γνώριμοι, γνωτοὶ δὲ οἱ ἴδιοι. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 689
Ἐτάζω · σημαίνει τὴν ἀλήθειαν ἀνακρίνω· γέγονε δὲ παρὰ τὸ ἐτεόν, ὃ σημαίνει τὸ ἀληθές, ὥσπερ παρὰ τὸ ἵππος ἱππάζω, ἐτεόν ἐτεάζω καὶ ἀφαιρέσει τοῦ ε ἐτάζω, ἐξ οὗ καὶ τὸ ἐξετάζω τὸ τὴν ἀλήθειαν ἀνακρίνω. καὶ εἰς τὸ Ἐξετάζω
ε 690
Ἑταῖρος Β ·. τὸ ται δίφθογγον· τὰ εἰς ος καθαρὸν ἀπὸ πρωτοτύπων τῶν εἰς ος παρηγμένα διὰ τῆς αι διφθόγγου γράφεται, οἷον ληνός ληναῖος, δρόμος δρομαῖος. οὕτως καὶ παρὰ τὸ ἔθος ἐθαῖος καὶ πλεονασμῷ τοῦ ρ ἐθαῖρος καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ἑταῖρος, οἱονεὶ ὁ συνήθης καὶ φίλος. τὸ δὲ ἕταρος ἐκ τοῦ ἑταῖρος
φ 3
φίλος διαφέρει· ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δὲ ἑταῖρος οὐ πάντως καὶ φίλος
ε 691
Ἑταίρω · εἰς τὸ Ἐθαίρω
ε 694
Ἐταράχθησαν · πόθεν γίνεται; ἀπὸ τοῦ
ε 695
Ἐτεά · ἐδόκει μὲν ἐτεὰ εἶναι καὶ τὰ ξυγκείμενα“ ἀκριβῆ, ἀληθῆ· ἔστι δὲ ὄνομα οὐδέτερον καὶ ἐπίρρημα ἀπὸ ἀρσενικοῦ τοῦ ἐτεός, ὃ σημαίνει τὸ ἀληθής· ἀπὸ τοῦ εἰμί ῥήματος, ὃ σημαίνει τὸ ὑπάρχω, ὁ παθητικὸς ἐνεστὼς ἔμαι, τὸ τρίτον ἔσται καὶ ἐξ αὐτοῦ ἐτός· τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγός
ε 696
Ἐτεόν Β ·. τὸ ον μικρόν. διὰ τί; τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν γραφὴν ταῖς πτώσεσιν ἔχουσι. καὶ ἐκ πόσων πτώσεων μετάγονται τὰ ἐπιρρήματα; ἐκ πασῶν· ἢ γὰρ ἀπὸ εὐθείας, ὥσπερ ὁ πρόφρων, Ξ πρόφρων δὴ Δαναοῖσι Ποσειδάων ἐπάμυνον“· ἢ ἀπὸ γενικῆς, ὡς τὸ προίξ προικός, ν ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι“· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ ἡ ἰδία τῆς ἰδίας τῇ ἰδίᾳ ἰδίᾳ ἦλθον, δημοσίᾳ ἐλάλησα“· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ ἡ ἀπριάτη τῆς ἀπριάτης τῇ ἀπριάτῃ τὴν ἀπριάτην, καὶ Ὅμηρος Α ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην“, καὶ ἡ πέρα τῆς πέρας τῇ πέρᾳ τὴν πέραν, πέραν τοῦ χειμάρρου τῶν Κέδρων“· ἢ ἀπὸ κλητικῆς, ὡς τὸ Ἡρακλέης Ἡράκλεις ὦ Ἡράκλεισ“, ἐπίρρημα θαυμαστικὸν ἀντὶ τοῦ ὦ τοῦ θαύματος· τοῦτο λέγει Λουκιανὸς ἀντὶ θαυμαστικοῦ ἐπιρρήματος παραλαμβάνων. καὶ εἰς τὸ Ἐξετάζω καὶ Ἐτάζω
ε 697
Ἐτεός · εἰς τὸ Ἄτη καὶ Ἔτος καὶ Ἐτώσιον
ε 698
Ἑτεραλκέαν Η · τὴν τοῖς ἑτέροις ἀλκὴν παρέχουσαν ἤτοι δύναμιν· παρὰ τὸ ἄλκω
ε 700
Ἐτησίας · τοὺς κατʼ ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνέοντας ἀνέμους· ἡ εὐθεῖα ὁ ἐτησίας τοῦ ἐτησίου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἐτησίαι τῶν ἐτησίων. γίνεται ἐκ τοῦ ἔθος ἐθησίας καὶ ἐτησίας, οἱ ἔθος ἔχοντες κατʼ ἔτος ἐν τῷ καιρῷ τῆς ὀπώρας πνεῖν ἄνεμοι. ἢ παρὰ τὸ ἔτος
ε 701
Ἔτι ·. ἐπίρρημα ἐπιτάσεως δηλωτικὸν ἢ παρατάσεως· εἰ γὰρ εἴπομεν τρέχοντός τινος ἔτι δραμεῖν, τοῦτο ἐπίτασις· εἰ δὲ νυκτὸς οὔσης ἔτι νύξ, παράτασις. τὸ τι ι. διὰ τί; τὰ εἰς ι λήγοντα ἐπιρρήματα συνεσταλμένα βαρύτονα δισύλλαβα ὑπάρχοντα διὰ τοῦ ι γράφεται, οἷον αὖθι κεῖθι νόσφι ἄχρι ἧχι ἔτι μέχρι ἄρτι
ε 702
Ἕτνος · τὸ ὄσπριον, καὶ δασύνεται. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 703
Ἑτοιμάσατε Α · παρασκευάσατε· παρὰ τὸ οἷμος, ὃ σημαίνει τὴν ὁδόν, καὶ τὴν ἐπί πρόθεσιν ἕποιμος, καὶ τροπῇ τοῦ π εἰς τ ἕτοιμος, ὁ ἐπὶ τὴν ὁδὸν ὢν παρεσκευασμένος. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 704
Ἑτοιμασία · τὸ τοι δίφθογγον· παρὰ τὸ ἑτοιμῶ, τοῦτο παρὰ τὸ ἕτοιμοσ· καὶ σημαίνει τὸν πρόχειρον καὶ γίνεται παρὰ τὸ οἶμα, τὸ ὅρμημα, Π οἶμα λέοντος ἔχων“
ε 705
Ἕτοιμος · ὁ πρόχειρος· παρὰ τὸ οἶμα, ὃ σημαίνει τὸ ὅρμημα, Π οἶμα λέοντος ἔχων“, καὶ τὸ ἔθος ἔθοιμος, καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται, γίνεται ἕτοιμος, ὁ εἰς τὸ ὁρμῆσαι καὶ πρᾶξαι πρόχειρος ὤν
ε 706
Ἕτοιμος · σημαίνει δύο, τὸν πρόχειρον καὶ τὸν ἀληθῆ. καὶ εἰ μὲν σημαίνει τὸν ἕτοιμον ἤγουν τὸν πρόχειρον, γίνεται παρὰ τὸ οἶμα, ὃ σημαίνει τὸ ὅρμημα, καὶ τὸ ἔθω, τὸ ἐξ ἔθους τι διαπράττομαι, ἔθοιμος καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν γίνεται ἕτοιμος. εἰ δὲ σημαίνει τὸν ἀληθῆ, γίνεται ἐκ τοῦ ἐτ ή τυμος κατὰ συγκοπήν · τὸ τυ ψιλόν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 707
Ἔτος Β · παρὰ τὸ ἔω, τὸ ὑπάρχω, γίνεται ἔος καὶ ἔτος. διαφέρει δὲ ἔτος καὶ ἐτός, καὶ βαρυτόνως μὲν σημαίνει τὸν χρόνον, ὀξυτόνως δὲ τὸν ἀληθῆ, ἐξ οὗ καὶ ἐτεός κατὰ πλεονασμὸν τοῦ ε
ε 708
Ἔτος · παρὰ τὸ ἔτι καὶ ἔτι εἶναι καὶ ἰέναι. καὶ εἰς τὸ Αὔτως καὶ Ἐτεά
ε 709
Ἔτυμος · τὸ τυ ψιλόν, καὶ σημαίνει τὸν ἀληθῆ, καὶ γίνεται παρὰ τὸ ἐτεόν, τὸ ἀληθές. ἐξ οὗ καὶ ἐτυμολογία, ἡ ἀληθολογία. Ὠρίωνος
ε 710
Ἐτυμολογία · ἔστιν ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης ἐξ αὐτοῦ τοῦ ὀνόματος ἑρμηνευομένη. Γεωργίου τοῦ Χοιροβοσκοῦ. Φωτίου
ε 711
Ἐτύχθη Β ·. ῥῆμα παθητικοῦ ἀορίστου β· ὁ παθητικὸς παρακείμενος τέτευγμαι, καὶ ὥσπερ ἀπὸ τοῦ πέφευγμαι γίνεται ποιητικῶς πέφυγμαι πεφυγμένος πεφυγμένοι κατὰ ἄστυ“, οὕτως καὶ ἀπὸ τοῦ τέτευγμαι τέτυγμαι· ὁ ἀόριστος ἐτύχθην, ἀποβολῇ τοῦ ε · ἐκ τοῦ πέφυκται γίνεται φυκτός καὶ ἄφυκτος, ὃν οὐ δύναταί τις διαλαθεῖν, καὶ ὁ Ἰωάννης σειραῖς ἀφύκτοις ὃν διαρθροῖ δακτύλοισ“. ἔστι οὖν ὁ ἐνεστὼς τεύχω· ἔστι καὶ περισπώμενον, ἐξ οὗ καὶ τὸ τετυχῆσθαι. ε ἀραρὼν θαμέσι σταμίνεσσιν“. ὁ παθητικὸς παρακείμενος τέτυγμαι, τὸ τρίτον τέτυκται καὶ ῥηματικὸν ὄνομα τευκτός, καὶ ὥσπερ ἀπὸ τοῦ σιμός σιμαίνω καὶ μάργος, ὃ σημαίνει τὸν μωρόν, μαργαίνω, οὕτως καὶ ἀπὸ τοῦ τευκτός τευκταίνω καὶ τεκταίνω, μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά“· καὶ ὁ μέλλων τεκτανῶ, καὶ ὁ ἀόριστος ἐτέκτανα καὶ Ἰωνικῶς ἐτέκτηνα, καὶ ὁ μέσος ἀόριστος ἐτεκτηνάμην καὶ τὸ τρίτον ἐτεκτήνατο. καὶ ἀπὸ τοῦ τέτυκται ποιητικῶς γίνεται τυκτός, καὶ ὁ ποιητής Ε τυκτὸν κακὸν ἀλλοπρόσαλλον“
ε 712
Ἐτώθαζον · ἔσκωπτον, διέσυρον σημαίνει δὲ καὶ τὸ ἐσχόλαζον. γίνεται δὲ τὸ τωθάζω παρὰ τὸ ὤθω ὠθάζω καὶ τωθάζω. συντάσσεται μετὰ δοτικῆς καὶ αἰτιατικῆς
ε 713
Ἐτώσιον Γ ·. ἐπίρρημα μεσότητος· τὸ τω μέγα· ἐκ τοῦ ἔω, τὸ ὑπάρχω, ἐτός, ὁ ἀληθινός, μετὰ τοῦ στερητικοῦ α ἄετος, ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄετοι, ἀέτων, ἀετώσιος καὶ ἀφαιρέσει ἐτώσιος. κανὼν γάρ ἐστιν ὁ λέγων· αἱ ἀπὸ γενικῆς πληθυντικῶν ὀνομάτων γινόμεναι παραγωγαὶ διὰ τοῦ ιος διχῶς σχηματίζονται, καὶ διὰ τοῦ ς καὶ διὰ τοῦ ν · καὶ ἡ μὲν τῶν Ῥηγίνων διάλεκτος διὰ τοῦ ς οἷον ἀέτων ἀετώσιος, ἡ δὲ τῶν Αἰολέων διὰ τοῦ ν οἷον Ἑλίκη Ἑλίκης Ἑλίκαι Ἑλικῶν Ἑλικώνιον, Υ Ἑλικώνιον ἀμφὶ ἄνακτα“
ε 714
Εὐαγγέλιον · τὸ διʼ ἀγαθὰς ἀγγελίας δωρούμενον, ξ εὐαγγέλιον δέ μοι ἔστω“
ε 715
Εὖγε ·. ἐπίρρημα εἰρωνικὸν ἤγουν ἐμπαιγμοῦ· ἢ ἐπίρρημα μεσότητος, καταχρηστικῶς δέ, ἀντὶ τοῦ καλῶς
ε 716
Εὐδαίμων · εἰς τὸ Ὄλβιος
ε 717
Εὐδία ·. εὐοδία τις οὖσα καὶ ἐν συγκοπῇ εὐδία
ε 718
Εὐδίνητον · σημαίνει τὸ εὔστροφον· γέγονε δὲ παρὰ τὸ εὖ μόριον καὶ τὸ δίνη, ὃ σημαίνει τὴν συστροφήν, εὔδινος, καὶ ἐξ αὐτοῦ εὐδινῶ εὐδινήσω εὐδίνηκα εὐδίνημαι εὐδίνησαι εὐδίνηται, καὶ ἐξ αὐτοῦ εὐδίνητος καὶ τὸ οὐδέτερον εὐδίνητον. δίνη δὲ παρὰ τὸ ἴω, τὸ πορεύομαι, ἴνη καὶ δίνη. τὸ οὐδέτερον δῖνος τοῦ δίνουσ τοῖς δίν εσ ι καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονασμῷ τοῦ ι δίνοισιν“, ἤγουν τοῖς ἐγκάτοις
ε 719
Εὐδοκία · ἡ ἀρίστη καὶ καλλίστη τοῦ θεοῦ ἑκούσιος θέλησις, ὅθεν εὐδοκία κυρίου“· παρὰ τὸ εὖ καὶ καλῶς δοκεῖν αὐτῷ, ἤγουν δεδόχθαι, οἷον προηγουμένως γὰρ θέλει πάντας ὁ θεὸς σωθῆναι καὶ τῆς βασιλείας αὐτοῦ τυχεῖν· τοῦτο εὐδοκία θεοῦ“
ε 720
Εὐδοκία · βούλησις· παρὰ τὸ εὖ καὶ καλῶς δεδόχθαι προσαγορεύεται. Χοιροβοσκοῦ
ε 721
Εὐδοκία · ·. βούλησις ἢ βούλημα, προαίρεσις, ἐπιθυμία· παρὰ τὸ καλῶς καὶ εὖ δεδόχθαι. ἔστι ὄνομα πόλεως καὶ κύριον ὄνομα· σημαίνει δὲ καὶ ἀποδοχὴν καὶ θέλησιν, ὡς τὸ εὐδόκησας, κύριε, τὴν γῆν σου“ ἀντὶ τοῦ ἠθέλησας. Νικήτου
ε 722
Εὐδοκῶ · παρὰ τὸ εὖ μόριον καὶ τὸ δοκῶ. τὸ δὲ δοκῶ παρὰ τὸ δέχω γίνεται· ἅπερ γὰρ δέχεται ὁ νοῦς, ἐκεῖνα καὶ δοκεῖ
ε 723
Εὗδον Β ·. ἐκ τοῦ ἕδω δασυνομένου· ἐκ τούτου γίνεται καὶ ἕδος, ἡ καθέδρα. ἕδω οὖν τὸ ῥῆμα, καὶ ἵνα μὴ συνεμπέσῃ τῷ ἐσθίω, πλεονασμῷ τοῦ υ γίνεται εὕδω. καὶ εἰς τὸ Εὐρύ
ε 724
Εὐειδοῦς · εἰς τὸ Εὔμορφος
ε 725
Εὔειλος · σημαίνει τὸν εὐάερον τόπον· παρὰ τὸ εἵλη, ὃ σημαίνει τὴν θερμασίαν. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ε 726
Εὐεπίης ·. γέγονεν ἀπὸ τοῦ εὐεπής. ἐξ αὐτοῦ τὸ θηλυκὸν εὐέπεια· τὸ πει δίφθογγον· τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν διὰ τοῦ εια παρηγμένα διὰ τῆς ει γράφεται. τὸ δὲ εὐεπής γέγονε παρὰ τὸ ἔπω, τὸ λέγω, καὶ τὸ εὖ μόριον. τὸ δὲ ἔπω σημαίνει δ· ἔπω, τὸ λέγω, Ὅμηρος δ αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον“· ἕπω, τὸ ἀκολουθῶ, Γ υἱέϊ σῷ ἑπόμην, θάλαμον γνωτούς τε λιποῦσα“· ἔπω, τὸ διοικῶ, ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν“· ἔπω, τὸ κατασκευάζω, Ζ τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα“
ε 727
Εὐεργεσία ·. ἐκ τοῦ εὐεργέτης εὐεργετία, ὡς ἱκέτης ἱκ ε τεία, καὶ τροπῇ Ἰωνικῇ τοῦ τ εἰς ς εὐεργεσία. Γεωργίου τοῦ Χοιροβοσκοῦ Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 728
Εὐεργέτης ·. παρὰ τὸ εὖ μόριον καὶ τὸ ἔργον γίνεται εὐεργέτης. καὶ πόθεν γίνεται τὸ εὖ μόριον; παρὰ τὸ ἐΰς, ὃ σημαίνει τὸν ἀγαθόν· κλίνεται ἐέος· τὸ οὐδέτερον ἐΰ καὶ κράσει εὖ. τὸ δὲ ἐΰς παρὰ τὸ ἔω, τὸ ὑπάρχω
ε 729
Εὔζωμον ·. διὰ τὸ καλὸν ἔχειν ζωμόν
ε 730
Εὐήθεια · μωρία, ἄνοια· ὁ δὲ Θουκυδίδης ἐν τρίτῃ τὸ εὔηθες ἐπὶ τὸ βέλτιον λαμβάνει καὶ ὁ φιλόσοφος
ε 731
Εὖθαρ · εἰς τὸ Εἶθαρ
ε 732
Εὐθές · οὐδέτερον· τὸ ἀρσενικὸν ὁ εὐθής, καὶ ἡ εὐθής. παρὰ τὸ εὖ μόριον καὶ τὸ θέω, τὸ τρέχω· εὐθὴς γάρ ἐστιν ὁ καλῶς τρέχων. ἢ παρὰ τὸ εὖ καὶ τὸν θήσω μέλλοντα, ὁ καλῶς διακείμενος πρὸς πάντα
ε 733
εὐθέως διαφέρει· εὐθὺς μὲν γάρ ἐστιν ὁ κανών, εὐθὺ δὲ τοῦ γυμνασίου ἀντὶ τοῦ κατʼ εὐθεῖαν τοῦ γυμνασίου, εὐθέως δὲ ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ζήτει
ε 734
Εὐθύωρον τὴν ἀναχώρησιν ἐποιήσαντο · εὐθυτάτην, σύντομον· παρὰ τὸ εὐθύ καὶ τὸ ὥρα, οἷον αὐτῇ τῇ ὥρᾳ
ε 735
Εὔκολος. εἰς τὸ Δύσκολος
ε 736
Ἐυκνήμιδες · παρὰ τὸ εὖ μόριον καὶ τὸ κνημίς· τὸ δὲ κνημίς ἐκ τοῦ κνήμη. κνῆμαι αἱ τῶν ποδῶν ἐκ τοῦ κινῶ κινήσω κινήμη κνήμη κατὰ συγκοπήν, αἱ ποιοῦσαι ἡμᾶς κινεῖσθαι· αἱ δὲ τῶν χειρῶν ἐκ τοῦ κνῶ κνήσω, ὃ δηλοῖ τὸ κνήθω. τὸ εὖ μόριον, ὅταν συντεθῇ μεθʼ ἑτέρας λέξεως ἀρχομένης ἀπὸ δύο συμφώνων ἢ ἀπὸ διπλοῦ, ἐν διαστάσει ἀναγινώσκεται παρʼ Ὁμήρῳ, εὔκνημις ἐΰκνημις, εὔξοον ἐΰξοον. κνημίς, τὸ μις μακρόν ἐστι, διότι τὰ εἰς ις θηλυκὰ δισύλλαβα, ἐὰν ἔχωσι τὴν παραλήγουσαν μακράν, ἐκτείνει τὸ ι κρηπίς κρηπῖδος, σφραγίς σφραγῖδος, κνημίς κνημῖδος
ε 737
Εὐκτήριον · παρὰ τὸ εὔκτιστον, ἢ παρὰ τὸ τὸ καλὸν τηρεῖν, ἢ εὐχῆς οἰκητήριον
ε 738
Εὐκτῶς ·. παρὰ τὸ εὐχή γίνεται εὔχω, εὔξω, ηὖξα, ὁ παρακείμενος ηὖχα καὶ ὁ παθητικὸς ηὖγμαι καὶ τὸ τρίτον ηὖκται καὶ ἐξ αὐτοῦ εὐκτός ὄνομα καὶ τὸ τῆς μεσότητος ἐπίρρημα εὐκτῶς, ἀντὶ τοῦ εὐκταίως
ε 739
Εὐλαί Τ · οἱ σκώληκες· παρὰ τὸ εἰλεῖσθαι, ὅ ἐστι κινεῖσθαι. τῷ δὲ τόνῳ ὡς εὐναί
ε 740
Εὐλή · εἰς τὸ Εἰλέωσιν
ε 741
Εὐμαθής · εἰς τὸ Εὐφυής
ε 742
Εὔμαιος · ὁ τοῦ Ὀδυσσέως δοῦλος· ἀπὸ τῆς πρὸς τὸν δεσπότην εὐμενείας
ε 743
Εὐμαρής ·. παρὰ τὸ μαίρω, τὸ λάμπω, μαρής καὶ εὐμαρής, ὁ εὔληπτος
ε 744
Εὐμενής · ὁ εὖ τισι κατὰ ψυχὴν διακείμενος, ὅπερ ἐστὶ μένος
ε 745
Εὔμορφος εὐειδοῦς διαφέρει· εὔμορφος μὲν γάρ ἐστιν ὁ τὴν μορφὴν εὖ ἔχων, ἤτοι εὐπρόσωπος· εὐειδὴς δὲ ὁ τὸ εἶδος καλὸν ἔχων, οἷον ἅπαν τὸ σῶμα. Φωτίου
ε 746
Εὐνή ·. παρὰ τὸ εὖ νενῆσθαι, ὅ ἐστι σεσωρεῦσθαι ταῖς στρωμναῖς. ἔργον εἴχοντο. καὶ εἰς τὸ Λέχος
ε 747
Εὖνις · ὁ ἔρημος, ὁ ἐστερημένος τινός· παρὰ τὴν ἑνός γενικὴν ἑνίς καὶ εὖνις προσθέσει τοῦ ι. οὕτως εὗρον ἐν τῷ Περὶ παθῶν
ε 748
Εὐνοῦχος ·. παρὰ τὸ εὖ νοῦν ἔχειν. ἢ παρὰ τὸ εὐνὴν καθαρὰν ἔχειν ἢ φυλάττειν· ἔχω γὰρ τὸ φυλάττω. ἢ παρὰ τὸ εἷς ἑνός ἑνοῦχος καὶ εὐνοῦχος, ὁ μόνος ὢν καὶ μὴ μετʼ ἄλλων συνεζευγμένος
ε 749
Εὐνοῦχος ·. Γεωργίου
ε 750
Εὔξεινος ·. ἀπὸ τοῦ ξένος γίνεται ξεῖνος κατὰ πλεονασμὸν τοῦ ι καὶ κατὰ σύνθεσιν εὔξεινος
ε 751
Ἐύξοον Β ·. ὄνομα ἐκ τοῦ ξέω, καὶ μετὰ τοῦ εὖ μορίου εὔξοον. ἀναβιβάζει δὲ τὸν τόνον· τὰ εἰς ος ὀνόματα ἔχοντα τὸ εὖ μόριον κατʼ ἀρχὴν ἅπαντα προπαροξύνεται, οἷον Εὔμαιος εὔσκο πος, χωρὶς τῶν παρὰ τὸ ἔργον συγκειμένων, οἷον εὐεργός λ ἥ τε κατʼ αἶσχος ἔχευε θηλυτέρῃσι γυναιξί, καὶ εἰ κʼ εὐεργὸς ἔῃσιν“
ε 752
Εὔξω · εἰς τὸ Εὐκτῶς
ε 753
Εὐπορεῖν ·. ἀπὸ τοῦ πείρω γέγονε περῶ καὶ ἐξ αὐτοῦ πόρος καὶ πορίζω. καὶ εἰς τὸ Ὀλβιόδαιμον
ε 754
Εὐράξ · εἰς τὸ Ὑπόδρα
ε 755
εὑρέσθαι διαφέρει· εὑρεῖν μὲν γὰρ τὸ καὶ ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἷον πορίσασθαι
ε 756
Εὑρέμεν · εὗρον, τὸ ἀπαρέμφατον εὑρεῖν, καὶ οἱ Ἴωνες καὶ οἱ ποιηταὶ διαιροῦσιν εἰς εμεν
ε 757
Εὗρεν Α · ῥῆμα ἀορίστου δευτέρου· ὁ γὰρ ἐνεστὼς οὐκ ἔστι ῥητός, ἀλλʼ ἐξ ὑπομνήσεως τοῦ μέλλοντος καὶ τοῦ παρακειμένου λέγεται καὶ ὁ ἐνεστώς, ἐπεὶ οὐκ ἔστι ῥητός· ὡς οὐδὲ τὸ ἔω, τὸ ὑπάρχω, οὐκ ἔστι ῥητὸς ὁ ἐνεστώς, ἀλλʼ ἐξ ὑπομνήσεως, ὡς εἴπομεν, τοῦ ἦον δευτέρου ἀορίστου ἐνεργητικοῦ καὶ τοῦ ἔω τοῦ ὑποτακτικοῦ καὶ ἐπινοεῖται ὁ ἐνεστὼς τοῦ ἀορίστου δευτέρου καὶ τοῦ ἀορίστων δευτέρων ὑποτακτικοῦ, ὡς ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω“. οὕτως ἐστὶ καὶ τὸ ὑπόλοιπον
ε 758
Εὔριζον ·. παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ε 759
Εὐρίζῳ · ἡ εὐθεῖα εὔριζος, καὶ γίνεται παρὰ τὸ εὖ μόριον καὶ τὸ ῥίζα. τοῦτο δὲ παρὰ τὸ ἵζω, τὸ καθέζομαι, ἵζα καὶ ῥίζα· ἢ παρὰ τὸ ῥέειν διʼ αὐτῆς τὸ ζῆν. Γεωργίου
ε 760
Εὐριπίδης · παρὰ τὸ Εὔριπος γέγονεν. Γεωργίου
ε 761
Εὔριπος ·. παρὰ τὸ ῥιπίζω γέγονεν Εὔριπος, οἱονεὶ ὁ εὐχερῶς ῥιπιζόμενος. ἔστι δὲ πέλαγος στενὸν μεταξὺ τῆς Ἀττικῆς καὶ Εὐβοίας, ὅπερ ἑπτάκις τῆς ἡμέρας ἐναλλάττει τὴν ἰδίαν κίνησιν καὶ πάντως ἐναντίως τῇ κινήσει τοῦ ἀνέμου κινεῖται. ἐκεῖ δὲ ἐτελεύτησεν ὁ Ἀριστοτέλης· ἐλθὼν γὰρ ἐκεῖ καὶ μὴ εὑρηκὼς τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως ὀλιγοψυχήσας ἀπέθανεν
ε 762
Εὖρος ε ·. διὰ τὸ πλατύ· εὖρος γὰρ πλάτος ἐστίν. ἢ παρὰ τὸ ἔω, τὸ πορεύομαι, ὁ πορευόμενος εἰς πλάτος. ἢ παρὰ τὸ εὐρὺ καὶ σφοδρὸν τοῦ πνεύματος
ε 763
Εὕροσαν ·. ἔστι εὑρῶ, εὑρήσω, ὁ δεύτερος ἀόριστος εὗρον καὶ τὸ τρίτον τῶν πληθυντικῶν εὗρον καὶ κατὰ διάλεκτον εὕροσαν
ε 764
Εὐρύ · τὸ πλατύ· παρὰ τὸ εὕδειν, ὅ ἐστι κοιμησθῆναι· πλάτος γὰρ χρῄζει διὰ τὸ περιστρέφεσθαι ὁ κοιμώμενος. Ὁμήρου
ε 765
Εὐρυάγυιαν Β ·. εὐρύς ἔστι παρασύνθετον παρὰ τὸ εὖρος· τοῦτο παρὰ τὸ εὖ ῥεῖν, ὅ ἐστιν εὐκόλως φέρεσθαι. Χοιροβοσκοῦ
ε 766
Ἐΰς · ὁ ἀγαθός· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐΰς, ὡς ἥδω ἡδύς, οὗ ἡ γενικὴ ἐέος καὶ. τὸ θηλυκὸν ἑή, ἐξ οὗ θ δωτῆρες ἑάων“, ὡς πύλαι πυλάων. καὶ εἰς τὸ Εὐεργέτης
ε 767
Εὐσεβής · εἰς τὸ Δίκαιος. Ὁμήρου
ε 768
Εὐσέλμοιο Β ·. ὄνομα σύνθετον εὔσελμος ἐκ τοῦ εὖ μορίου καὶ τοῦ σέλμα, ἡ τῶν ἐρεσσόντων καθέδρα· καὶ ὥσπερ ἀπὸ τοῦ ἔρεισμα γίνεται κατὰ συγκοπὴν ἕρμα οὕτως ἐστὶ σελίς καὶ σημαίνει τὴν καθέδραν ἡ γενικὴ σελλίδος, καὶ ἐξ αὐτοῦ ῥῆμα σελλίζω, καὶ κατὰ παραγωγὴν σέλισμα καὶ συγκοπῇ σέλμα· καὶ τρέπεται τὸ α εἰς ος ὡς σχῆμα εὔσχημος, σέλμα εὔσελμος, καὶ διαλύσει τῆς ευ διφθόγγου ἐΰσελμοσ. ποσαχῶς ποικίλλονται τὰ εἰς α οὐδέτερα;. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ε 769
Εὔσπλαγχνος · παρὰ τὸ εὖ μόριον καὶ τὸ σπλάγχνον γίνεται. σπλάγχνον δὲ ἐτυμολογεῖται οἱονεὶ πέλαγχνον διὰ τὸ πλησίον ἀλλήλων ὑπάρχειν, ἢ διὰ τὸ σπᾶν τὴν τροφήν
ε 770
Εὐστραφής · εἰς τὸ Ἐπιστραφής
ε 771
Εὖτʼ ἄν Β ·. δύο μέρη λόγου· εὖτε ἐπίρρημα χρόνου δηλωτικὸν καὶ ἄν σύνδεσμος. καὶ γίνεται οὕτως· ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε ἐστὶ πλεονασμῷ τοῦ υ οὖτε, καὶ μεταθέσει τοῦ ο εἰς ε γίνεται εὖτε· ὁ δὲ Ἡρωδιανός . ὅτι ἐκ τοῦ ὅτε ἐστί, καὶ πλεονασμῷ τοῦ ε καὶ κράσει τοῦ εο εἰς τὴν ευ Δωρικῶς γίνεται εὖτε. Ὁμήρου
ε 772
Εὐτείχεον Β ·. τὰ εἰς ος ἀπὸ οὐδετέρων σύνθετα ἀπὸ εὐθείας συντίθεται, οἷον ξίφος ἄξιφος, ῥῖγος δύσριγος, πλὴν τοῦ εὐτείχεος, ὃ ἀπὸ γενικῆς συντίθεται. ὤφειλε δὲ ἡ σύνθεσις ἀπὸ εὐθείας εἶναι, ἐγένετο δὲ ἀπὸ τῆς γενικῆς διὰ τὸν κανόνα. γίνεται δὲ ἐκ τοῦ τεῖχος τείχεος καὶ μετὰ τοῦ εὖ μορίου εὐτείχεος
ε 773
Εὐτελής ·. παρὰ τὸ εὖ μόριον καὶ τὸ τέλος· τὸ δὲ εὖ μόριον πολλάκις ἀντὶ τοῦ στερητικοῦ α τίθεται
ε 774
Εὐτραπελία ·. παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον
ε 775
Εὐτραπελία · μωρολογία, κουφότης, ἀπαιδευσία· γέγονε δὲ ἀπὸ τοῦ στρέφω ῥήματος ἢ τρέπω, οἱονεὶ εὔστρεπτος εὐστράπελος καὶ εὐτράπελος καὶ εὐτραπελῶ, ὡς φιλόσοφος φιλοσοφῶ, καὶ ἐξ αὐτοῦ εὐτραπελία. καὶ εἰς τὸ Σκῶμμα. Ὁμήρου
ε 776
Ἐΰτυκτον Γ ·. ἐκ τοῦ τεύχω, τὸ κατασκευάζω, τέτευχα, τέτευγμαι, τέτευκται, ἀποβολῇ τοῦ ε τέτυκται, ὄνομα ῥηματικὸν τυκτός καὶ μετὰ τοῦ εὖ μορίου εὔτυκτος. ὁ κανών· τὰ εἰς ος σύνθετα κοινά εἰσι τῷ γένει καὶ ὁμοφωνοῦσι τὰ θηλυκὰ τοῖς ἀρσενικοῖς
ε 777
Εὐτυχής · εἰς τὸ Ὀλβιόδαιμον
ε 778
Εὔφρανεν · εἰς τὸ Ηὔφρανεν
ε 779
Εὐφρόνη · ἡ νύξ· παρὰ τὸ εὖ φρονεῖν ἐν αὐτῇ, ὡς Μένανδρος ἐν νυκτὶ βουλήν, ὅπερ ἅπασι γίνεται, διδοὺς ἐμαυτῷ“
ε 780
εὐμαθὴς διαφέρει παρὰ τοῖς Ἀττικοῖς· εὐφυῆ μὲν γὰρ λέγουσι τὸν προκοπτικόν, εὐμαθῆ δὲ τὸν πρὸς μάθησιν εὖ πεφυκότα. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ε 781
Εὐχερῶς ·. ὥσπερ ἐκ τοῦ ἐναντίου δυσχερής παρὰ τὸ δύς μόριον καὶ τὸ χείρ χειρός, ὁ μετὰ βίας τινὶ κολλώμενος, οὕτως πάλιν ἀπὸ τοῦ εὖ μορίου καὶ τὸ χείρ χειρός γίνεται εὐχερής καὶ εὐχειρία, τὸ μετʼ εὐκολίας καὶ χωρὶς κόπου τῇ χειρὶ λαμβάνειν καὶ εὐθύνειν
ε 782
Εὐχή · διὰ τὸ εὖ ἔχειν ἤγουν καλόν. Νικήτου
π 6
προσευχὴ διαφέρει· εὐχὴ λέγεται ἐπαγγελία τινῶν τῶν κατʼ εὐσέβειαν ἀφιερωμένων θεῷ, προσευχὴ δὲ δέησις μετὰ ἱκετηρίας τῷ θεῷ προσαγομένη. Ὁμήρου
ε 783
Εὐχωλή · πόθεν; εὔχω εὐχωλή, ὡσ παύσω παυσωλή, τρέπω τερπωλή
ε 784
Εὔχομαι Β καὶ ἐπεύχομαι· ἀντὶ τῆς πρός, ὡς καὶ τὸ Γ ἐπίορκον“ ἀντὶ τοῦ ὑπεράνω τῶν ὅρκων γινόμενος, καὶ ἐπιβλέπειν, ὑπεράνω τὴν διάνοιαν ἔχειν· καὶ τὸ Π ἐπευχόμενοσ“ ἀντὶ τοῦ προσευχόμενος, καὶ ζ ἐπὶ γούνασιν“ ἀντὶ τοῦ πρὸς τοῖς γόνασιν ἢ πρὸς τὰ γόνατα. ὁ δὲ Ἡρωδιανός ὅτι ἴσως ἐκ τοῦ ἔχω πεποίηται κατὰ πλεονασμὸν τοῦ υ · οἱ γὰρ εὐχόμενοι ἀξιοῦσιν ἔχειν ὧν βούλονται. τὸ ἐνεργητικὸν δὲ οὐκ ἔστι· τότε γὰρ ἀπολιμπάνουσι τά τε ἐνεργητικὰ τά τε παθητικά, ἐν ᾧ ἂν ῥήματι ἐναντίως ἔχῃ τὸ σημαινόμενον τῷ τῆς φωνῆς χαρακτῆρι, οἷον ῥιγῶ κάμνω πυρέσσω φρίσσω πάσχω τύπον μὲν ἔχει ἐνεργητικὸν σημαινόμενον δὲ παθητικόν· ὁμοίως ἅλλομαι εὔχομαι ὀρχοῦμαι ἱππάζομαι φείδομαι τύπον μὲν ἔχει παθητικὸν σημαινόμενον δὲ ἐνεργητικόν
ε 785
Εὖχος · καύχημα, δόξα· ἐκ τοῦ αὐχῶ, ὃ σημαίνει τὸ μεγαλαυχῶ καὶ καυχῶμαι, αὖχος καὶ τροπῇ τοῦ α εἰς ε εὖχος, ἀντὶ τοῦ καύχημα. ἢ ἀπὸ τοῦ εὐχωλή, ὃ σημαίνει τὴν καύχησιν· τοῦτο δὲ παρὰ τὸ εὔχομαι· τοῦτο παρὰ τὸ εὐχή· τοῦτο παρὰ τὸ εὖ ἔχειν
ε 786
Εὐώδης · ὁ εὔοσμος· ἐκ τοῦ ἄω, τὸ πνέω, ἀής καὶ εὐαής καὶ ἐξ αὐτοῦ εὐαόδης καὶ κράσει εὐώδης· ἢ τὰ διὰ τοῦ ωδης μετουσιαστικὰ διὰ τοῦ ω μεγάλου γράφεται, χωρὶς τῶν παρὰ τὸ πούς, οἷον τριπόδης τετραπόδης
ε 787
Εὐώνυμος · ἡ χεὶρ κατὰ ἀντίφρασιν, ὡς καὶ ἀριστερὰ παρὰ τὸ ἄριστος
ε 789
Ἐχρῆν · χρόνου παρατατικοῦ καὶ οὐχὶ ἐπίρρημα
ε 790
Ἐφάμιλλος · ὁ συναγωνιζόμενος
ε 791
Ἔφαν Γ ·. οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν ἔνδειαν συλλαβῆς καὶ φυλάττουσι τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς, οἷον ἔβημεν ἔβαν. οὕτως ἔφαν· ἐκ τοῦ φημί ὁ παρατατικὸς ἔφην, τὸ πληθυντικὸν ἔφαμεν, ἀλλʼ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι τὸ τρίτον ἔφασαν καὶ Βοιωτικῶς ἔφαν
ε 792
Ἔφανεν · εἰς τὸ Ἐξέφηνεν
ε 793
Ἐφάνθησαν · εἰς τὸ Φάανθεν. Νικήτου
ε 794
Ἔφασκον ·. παρατατικοῦ· τὸ θέμα φάσκω· γέγονε δὲ παρὰ τὸ φῶ, τὸ λέγω, ἐξ οὗ καὶ φημί, οὗ ὁ μέλλων φάσω καὶ κατὰ πλεονασμὸν τοῦ κ φάσκω
ε 795
Ἐφειμένον · ἐντεταλμένον, προστεταγμένον· ἀπὸ τοῦ ἐφίημι ὁ μέλλων ἐφήσω, ὁ παρακείμενος ἐφεῖκα, ὁ παθητικὸς ἐφεῖμαι, ἡ μετοχὴ ἐφειμένος, τὸ οὐδέτερον ἐφειμένον. Ὁμήρου
ε 796
Ἐφεῖντο ·. ἑῶ ἐστι ῥῆμα καὶ σημαίνει τὸ κορεννύω· Τ ἐπεὶ χʼ ἑῶμεν πολέμοιο“, ἀντὶ τοῦ κορεσθῶμεν· καὶ ἐξ αὐτοῦ παράγωγον ἕημι, ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κράσει εἷμαι, ὁ παρατατικὸς εἵμην καὶ τὸ τρίτον τῶν πληθυντικῶν εἷντο καὶ μετὰ τῆς ἐπί προθέσεως ἐφεῖντο, ἀντὶ τοῦ ἀπολαύσουσιν ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο“
ε 797
Ἐφέστιος Β · ἔνοικος, πολίτης, αὐτόχθων. τὸ τι ι · τὰ διὰ τοῦ ιος ἐπίθετα ἢ καὶ ἀπὸ τόπου λαμβανόμενα διὰ τοῦ ι γράφεται. ἢ ἀπὸ τοῦ ἑστία· τοῦτο δὲ ὅτι τὰ διὰ τοῦ ια παροξύτονα θηλυκὰ. δασύνεται· τὸ ε ἐπιφερομένου τοῦ ς ᾧ ὑποτέτακται ἀντίστοιχον, ψιλοῦται. ψιλοῦται ἐσθής ἔσχατος. δασύνεται δὲ τὸ ἑστώς, . ἦν δὲ ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενοσ“, ἑσπόμεθα καὶ ἑστία καὶ ἕστιος καὶ ἐφέστιος. καὶ ποῖά εἰσι τὰ ἀντίστοιχα; τὰ ψιλὰ καὶ τὰ δασέα
ε 798
Ἐφετμή · ἐντολή, νουθεσία, ἐπιστολή, πρόσταγμα· παρὰ τὸ ἵημι ἕσω καὶ ὄνομα ῥηματικὸν ἑσμή, τροπῇ τοῦ ς εἰς τ ἑτμή καὶ ἐν συνθέσει ἐφετμή
ε 799
Ἔφηβος · εἰς τὸ Γέρων
ε 800
Ἔφηνεν · εἰς τὸ Ἐξέφηνεν
ε 801
Ἐφῆπται Β · ἐπικρέμαται· παρὰ τὸ ἅπτω, τὸ ἀρτῶ, ὁ παρακείμενος ἧμμαι ἧψαι ἧπται καὶ ἐφῆπται
ε 802
Ἐφιάλτην · τὸν ἐνδιάθετον καὶ ἐκ φύσεως παρεπόμενον λόγον τοῖς ἀνθρώποις ἢ τὸν ἐφαλλόμενον ἀνθρώποις ἀτάκτως. ἔστι δὲ μετοχή· ἔστι καὶ ὄνομα κύριον καὶ ὁ ἀγαθὸς δαίμων
ε 803
Ἐφιείς Α · ἐπιπέμπων· μετοχὴ ἐνεστῶτος· ἀπὸ τοῦ ἵημι ἱείς ἱέντος καὶ συνθέσει ἀφιείς καὶ διείς
ε 804
Ἐφίζον · καθίζον· μετοχὴ οὐδετέρου· τὸ θέμα ἵζω, τὸ σημαῖνον τὸ καθέζομαι, καὶ μετὰ τῆς ἐπὶ προθέσεως ἐπίζω καὶ ἐφίζω, ἡ μετοχὴ ἐφίζων ἐφίζοντοσ καὶ τὸ οὐδέτερον ἐφίζον. τὸ δὲ ἵζω ἀπὸ τοῦ ἕω, τὸ καθέζομαι
ε 805
Ἐφύμνια · οἱ ὕμνοι οἱ μετʼ ὀργάνων καὶ τέχνης ᾀδόμενοι· ἐκ τοῦ ἐφύμνιος· τοῦτο δὲ παρὰ τὸ ὕμνος, ὕμνιος καὶ ἐφύμνιος· τὸ δὲ ὕμνος παρὰ τὸ ὑπομένω, ὑπόμονός τις ὢν καὶ ὕμνος. τὸ μνι ι. διὰ τί; τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ειος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα, εἰ μὲν βαρύνεται, διὰ τοῦ ι γράφεται, οἷον κάπρος κάπριος ὕμνος ὕμνιος, εἰ δὲ ὀξύνεται, διὰ τῆς ει διφθόγγου, οἷον ἀρνός ἀρνειός θαμός θαμειός ἀδελφός ἀδελφειός. εἰ δὲ προπαροξύνεται, διὰ τοῦ ι γράφεται, οἷον Αἰτωλός Αἰτώλιος, Δ τοῖος ἔην Τυδεὺς Αἰτώλιοσ“, ὀρθός ὄρθιος, Βοιωτός Βοιώτιος
ε 806
Ἐχθές · ἐπίρρημα καιροῦ παραστατικόν· γίνεται δὲ παρὰ τὸ ἐκτός· ἐκτὸς γὰρ εἴρηται ὁ παρεληλυθὼς χρόνος· ἐκτές οὖν καὶ ἐχθές. ἢ παρὰ τὸ ἐκθέω, τὸ τρέχω, ἐκθές καὶ ἐχθές, ἡ ἐκθεύσασα καὶ παρελθοῦσα ἡμέρα. ἢ παρὰ τὸ ἐκθεῖν, ὅ ἐστι παραδραμεῖν. τούτου χάριν καὶ ἔστιν ἀναλογώτερον τὸ ἐχθές τοῦ χθές
ε 807
Ἐχθήρω ·. ἐκ τοῦ ἐχθρός ἐχθαίρω καὶ ἐχθήρω. Φωτίου
ε 808
Ἔχθιστος Β ·. ἐκ τοῦ ἐχθρός· ἐτυμολογεῖται δὲ ἐκ τοῦ θορῶ, τὸ πηδῶ, καὶ τῆς ἔκ προθέσεωσ ἐκθορῶ, ὁ μέλλων ἐκθορήσω, ἐκθορός καὶ συγκοπῇ ἐχθρός, ὁ ἔξω ἡμῶν προερχόμενος. ἢ παρὰ τὸ ἐχθύς γέγονεν ἐχθιστότερος τὸ συγκριτικόν, τὸ ὑπερθετικὸν ἐχθρότατος καὶ ὁ δεύτερος τύπος ἔχθιστος. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ε 809
Ἔχθος · τὸ μῖσος· παρὰ τὸ ἀπόβλητον καὶ ἐκτὸς ἡμῶν εἶναι. ψιλοῦται· πᾶν φωνῆεν πρὸ δασέος ψιλοῦται. καὶ εἰς τὸ Ἀπεχθής
ε 810
Ἐχθρός · παρὰ τὸ ἔξω ἡμῶν θορεῖν, ἤγουν πηδᾶν καὶ ἰέναι
δ 335
δυσμενοῦς διαφέρει· ἐχθρὸς μὲν γὰρ ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ διʼ ὅπλων χωρῶν πρὸς τὸν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον τὴν πρὸς τόν ποτε φίλον ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων
ε 811
Ἔχιδνα · παρὰ τὸ ἔχις, ὃ σημαίνει τὸν ὄφιν· ἢ παρὰ τὸ ἔχω καὶ τὸ ἰόσ γίνεται ἔχια καὶ πλεονασμῷ τῶν συμφώνων γίνεται ἔχιδνα, ἡ ἐν αὑτῇ τὸν ἰὸν ἔχουσα. Σελεύκου
ε 812
Ἐχῖνος · τὸ χερσαῖον ζῷον παρὰ τὸ συνέχειν ἑαυτὸ στρογγυλούμενον· τὸ δὲ θαλάσσιον καθʼ ὁμοιότητα τῶν ἀκανθῶν· καὶ ὁ τῶν ὀρνίθων κατὰ ποιότητα σχήματος· κακῶς δὲ Καλλίμαχος τῶν βοῶν τὰς κοιλίας εἶπεν. Σελεύκου
ε 813
Ἔχις · ὅτι μόνον τῶν ὄφεων μὴ ᾠοφορῆσαν τίκτει, καὶ παρʼ ἑαυτῷ κατέχει καὶ ζῳοφορῆσαν τίκτει οὐκ ὠόν, ἀλλὰ τέλεια τὰ ἑρπετά· ἀπὸ τοῦ κατέχειν οὖν ἔχις. Γεωργίου
ε 814
Ἐχίων ·. ἀπὸ τοῦ ἔχις ἔχιος, ὅ ἐστιν εἶδος ὄφεως, γέγονεν Ἐχίων. καὶ εἰς τὸ Ἰξίων
ε 815
Ἐχρησάμην · εἰς τὸ Χρῆμα
ε 816
Ἐχυρός · ὁ ἀσφαλής· παρὰ τὸ ἔχω ἐχυρός, ὅθεν καὶ ἐνέχυρον. καὶ εἰς τὸ Ἐνέχυρον
ε 817
Ἔχω · εἰς τὸ Δυσκάθεκτον καὶ Ἐκεχειρία καὶ Ἴσχω καὶ Ὀχμάσας. Εὐλογίου
ε 818
Ἐψεύσθησαν · πόθεν; ἀπὸ τοῦ ψεύδω ψεύσω, ὡς νήθω νήσω, ὁ παθητικὸς ἐνεστὼς ψεύδομαι, ὁ παρακείμενος ἔψευσμαι, ὁ ἀόριστος ἐψεύσθην καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐψεύσθησαν, ὥσπερ ἐνήσθησαν
ε 820
Ἔω · εἰς τὸ Ἀνειμένος καὶ Ἄποινα καὶ Ἑανοῦ καὶ Εἶαρ καὶ Εἶεν καὶ Εἵμασιν καὶ Εἵματα καὶ Εἰμί καὶ Εἶσι καὶ Εἰῶσι καὶ Ἐμπεδῶσαι καὶ Ἑννύω καὶ Ἔπεισι καὶ Ἐσθής καὶ Ἔτος καὶ Ἐτώσιον καὶ Εὗρεν καὶ Εὖρος καὶ Ἐφεῖντο καὶ Ἕωλον καὶ Ἤμην καὶ Ἠΰς καὶ Ἰέναι καὶ Ἶνες καὶ Ἶφι καὶ Ἰών καὶ Καθοῦ καὶ Λευχειμονείτω καὶ Μεστόν καὶ Νεανικῶς καὶ Περιπέζια καὶ Τελεῖ
ε 821
Ἐῶ · εἰς τὸ Ἄφενος καὶ Ἑζόμενος καὶ Ἐούσης
ε 822
Ἔωθεν · εἰς τὸ Εἴωθα
ε 823
Ἐῴκει Β ·. ῥῆμα ὑπερσυντελίκου· ὁ παρακείμενος ἔοικα καὶ σημαίνει τρία. ὁ ὑπερσυντέλικος ὤφειλεν εἶναι ἠοίκειν, ἀλλʼ οὐδέποτε λέξις Ἑλληνικὴ ἀπὸ τοῦ η ἀρχομένη ἐπιφέρει τὸ ο χωρὶς εἰ μὴ ἐν διφθόγγῳ εἴη κατὰ διάλεκτον, Θ Ἠοῦς δὴ καὶ μᾶλλον“. οὕτως οὖν καὶ τοῦ ἑώρταζον ἐγένετο ἡ ἔσωθεν μακρὰ ἡ ἔξωθεν βραχεῖα· ὁμοίως καὶ τὸ ἐώλπειν καὶ τὸ ἐώργειν
ε 824
Ἑωλοκρασία · ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι καταχεῖν τῶν κοιμωμένων τῶν ἑώλων δείπνων τοὺς ζωμοὺς πρὸς τοιαύτην παιδιὰν τετραμμένοισ. ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα, ὅτι τὰ πράγματα τὰ ἀρχαῖα συγκεράσας κατηγόρει ὁ Αἰσχίνης. ἢ ἑωλοκρασία ἡ χθεσινὴ μέθη· ἕωλον γὰρ τὸ χθεσινόν, παρὰ τὸ ἕω ἐλαθῆναι. ἢ ἕωλον τὸ λιτόν. ἢ τὸ μὴ πρόσφατον, ἀλλὰ χθεσινόν· παρὰ τὸ ἔω, ὃ σημαίνει τὸ περιπατῶ
ε 825
Ἐών · εἰς τὸ Ἢ τοιόσδε
ε 826
Ἐών Γ ·. μετοχή ἐστιν ἀορίστου δευτέρου, διότι οὐδέποτε μετοχὴ ἐνεστῶτος ὀξύνεται, πλὴν τοῦ ἑκών, καὶ οὐδέποτε μετοχὴ δευτέρου ἀορίστου, βαρύνεται, πλὴν τοῦ πέφνων. ὥστε τὸ ἐών δευτέρου ἀορίστου ἐστίν
ε 827
Ἕως · εἰς τὸ Ἥλιος καὶ Ἠώς
ε 828
Ἑωσφόρος · ἑωασφόρος, διὰ τὸ ἐκ τῆς ἑῴας φέρεσθαι· ὁ ἀνατολικὸς ἀστήρ, ὁ πρωϊνός, ὁ τὴν ἑῴαν φέρων. ὁ αὐτὸς καὶ φωσφόρος καλεῖται. Ζ Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
ζ 1
Ζαβουλών · ἀπὸ τοῦ βάλλω βολή καὶ βουλή καὶ μετὰ τοῦ ζα ἐπιτατικοῦ μορίου Ζαβουλών, ὁ πάνυ βουλευτικώτατος
ζ 2
Ζαγρεύς · ὁ μεγάλως ἀγρεύων, ὡς πότνια Γῆ, Ζαγρεῦ τε θεῶν πανυπέρτατε πάντων“ ὁ τὴν Ἀλκμαιονίδα γράψας ἔφη . τινὲς δὲ τὸν Ζαγρέα υἱὸν Ἅιδου φασίν, ὡς Αἰσχύλος ἐν Σισύφῳ Ζαγρεῖ τε νῦν μοι καὶ πολυξένῳ χαίρειν“· ἐν δὲ Αἰγυπτίοις οὕτως αὐτὸν τὸν Πλούτωνα καλεῖ τὸν ἀγραῖον, τὸν πολυξενώτατον, τὸν Δία τῶν κεκμηκότων“
ζ 3
Ζάθεος · μέγας θαυμαστός· παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ θεός ζάθεοσ καὶ ζαθέα καὶ Ἰωνικῇ τροπῇ τοῦ α εἰς η ζαθέη
ζ 4
Ζάκορος · νεωκόρος, ἤγουν ἡ διακονοῦσα περὶ τὸ ἱερόν, ἢ ὁ ἱερεὺς ὁ τὸν ναὸν σαρῶν· κορεῖν γὰρ τὸ σαίρειν Ἀττικῶς. τὸ γὰρ ζα οὐκ ἔστι ἐνταῦθα ἐπιτατικόν, ἀλλʼ ἀντὶ τῆς διά προθέσεως, ἵνʼ ᾖ διάκορος· οἱ Αἰολεῖς γὰρ καὶ οἱ Ἀττικοὶ τὴν διά καὶ ζά φασιν. οὕτως καὶ εἰς τὸ Ἐτυμολογικὸν καὶ Ῥητορικόν. Γεωργίου τοῦ Χοιροβοσκοῦ
ζ 5
Ζάλη · παρὰ τὸ ἅλς ἁλός ἅλη καὶ ζάλη. ἢ παρὰ τὸ ἅλλω, τὸ πηδῶ, ἡ ἀγριουμένη καὶ ὀγκουμένη θάλασσα. κυρίως δὲ λέγεται ζάλη ἐπὶ τῆς θαλάσσης παρὰ τὸ ζέειν τὴν ἅλα, ἤγουν ὀγκοῦσθαι ὑπὸ ἀνέμων
ζ 6
Ζαμενής · εὔψυχος, μέγα μένος ἔχων τουτέστι ψυχὴν ἢ προθυμίαν· ἢ ζαμενὴς ὁ ἄγαν ὀργίλος, παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ μένος, ὃ σημαίνει τὴν ὀργὴν καὶ τὸν θυμόν
ζ 7
Ζάφελος · σημαίνει τὸν μεγάλως ἐπικαθήμενον ἢ ηὐξημένον· παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ὀφέλλω, τὸ αὔξω. ζαφελῶς. καὶ τὸ μὲν ζάφελος βαρύνεται λόγῳ τοιούτῳ· τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα ἐπιτατικὸν προπαροξύνεται, οἷον ζάθεος ζάκοτος. οὕτως οὖν καὶ ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπειδὴ τὰ διὰ τοῦ λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον εὐτελῶς. οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον“ διὰ τὸ εὐτραπέλως εἰκέλως
ζ 8
Ζαχρειής · κυρίως ζαχρειές ἐστι τὸ βιαίως ταῖς χερσὶ πραττόμενον· παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις
ζ 9
Ζυγομαχεῖ · στασιάζει ὡς οἱ βόες ἐζευγμένοι· μετῆκται δὲ ἡ λέξισ ὡς ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης μὴ συμφώνως ἐργαζομένων· ἐκεῖνοι γὰρ πολλάκις, ὅταν ἕλκωσι, κάμνοντες ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους
ζ 10
Ζαχρειής · παρὰ τὸ χρῶ, τὸ πλησιάζω, χραύω, ὡς ψῶ ψαύω, Ε χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον“· ὄνομα χρής καὶ ζαχρεής καὶ ζαχρειής
ζ 12
Ζειά · ἔστιν εἶδος κριθῆς· τὰ εἰς α θηλυκὰ τῇ ει διφθόγγῳ παραληγόμενα ἢ τῷ ι ἐπὶ μὲν οὐσίας ὀξύνεται, οἷον ζειά Φειά χροιά, ἐπὶ δὲ πράγματος βαρύνεται, οἷον μνεία χρεία. Γεωργίου
ζ 13
Ζειαί · γίνεται παρὰ τὸ ζέειν ζέειαι καὶ κατὰ συναίρεσιν ζειαί, αἱ τοῦ ζέειν ἡμῖν αἴτιαι
ζ 14
Ζείδωρος παρὰ τὸ ζῆ ζηόδωρος, καὶ κατὰ συγκοπὴν τοῦ ο ζήδωρος, τροπῇ Βοιωτικῇ τοῦ η εἰς ει δίφθογγον, ὥσπερ οὐτῶ οὐτήσω, ὠτειλὴ, ζείδωρος, ἡ τὰ πρὸ τὸ ζῆν δωρούμενα τουτ’ἔστιν ἡ γῆ. ἢ παρὰ τὸ ζέειν, ζεέδωρος καὶ κατὰ κράσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον ζείδωρος
ζ 15
Ζείδωρον παρὰ τὸ ζῆν δωρεῖσθαι. αὑτὴ ἔστιν ἡ τὸ θερμότατον αἷμα ἐν τῷ σώματι ἐμποιοῦσα
ζ 16
Ζεῖρα σημαίνει τὴν ζώνην καὶ χιτῶνα καὶ χλαμίδα. διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ δεῖν, ὅ ἐστι τὸ δέσμειν, καὶ μεταθέσει τοῦ δ εἰς ζ ζεῖρα
ζ 17
Ζείφων εἰς τὸ ζέφυρος
ζ 18
Ζεύγλη παρὰ τὸ ζεύγω, ζεύξω, ζεύγλη
ζ 19
Ζεύγλη τὸ τοῦ τραχήλου μέρος, ἣ τὸ ἄκρον τοῦ ζυγοῦ, καθʼ οὗ ὁ ζυγός. Ὅμηρος· ζεύγλης ἐξερείπουσα, παρὰ τὸν ζυγὸν οὐδεὶς ἵκανε. παρὰ τὸ ζεύγω ζεύγλη, ὡς ἀΐξω ἀΐγλη, μετὰ τῆς συναιρέσεως
ζ 20
Ζεῦγος παρὰ τὸ ζεύγω, ὁμοίως ὁ μέλλων ζεύξω, καὶ ζεῦγος, ὡς παρὰ τὸ τεῦχος
ζ 21
Ζευγίσιον τῷ χαρακτῆρι τῶν διὰ τοῦ ισιον, οἷον, ἀφροδίσιον, ἀρτεμίσιον, προβλίσιον, οὕτως οὖν καὶ ζευγνίσιον. ἰστέον δὲ, ὅτι τέσσαρες τάξεις ἦσαν παρὰ Ἀθηναίοις. ἦσαν γὰρ πεντακοσιοὶ μεδιμνοὶ, οἵτινες πεντακοσιοὶ μεδιμνοὶ ἐλέγοντο, ἐκ τοῦ διακονῶν μέτρου τελεῖν. ἦσαν καὶ οἱ θῆτες, οἵτινες μὴ εὐποροῦντες τελέσαι τὶ, ἐθήτευον, ἢ καὶ ὡς μίσθιοι ὑπῆρχον
ζ 22
Ζεὺς Διὸς, ὁ κανών· δύο κανόνες εἰσὶ, οἱ μαχόμενοι ἀλλήλοις. ὁ μὲν εἷς λέγει, ὅτι πᾶν ὄνομα μονοσύλλα βον ὀξύτονον, μακρῷ κατάληκτον, εἰς ς λῆγον, διὰ καθαροῦ τοῦ ος κλινόμενον, τὸν χρόνον τῆς εὐθείας θέλει φυλάττειν ἐν τῇ γενικῇ. οἷον, δμὼς δμώος. θὼς θώος. καὶ ὤφειλεν εἶναι Ζεὺς Ζέος· ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ εἰς ευς διὰ τοῦ εος κλίνεται, καὶ ὤφειλεν εἶναι Ζέος. τῶν οὖν δύο κανόνων μαχομένων, εἰσῆχθεν ἡ τῶν Βοιωτῶν διάλεκτος, καὶ ἐγένετο Ζεὺς Διὸς· Ζεὺς ποτὲ βαρύνεται καὶ ποτὲ ὀξύνεται. βαρύνεται μὲν, ὡς Ζεὺς δʼ Ἔριδα προΐαλλεν. ὀξύνεται δὲ, Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε. βαρύνεται δὲ, ἐπειδὴ αἱ ὀξυνομέναι λέξεις, αἱ διὰ τὴν συνέπειαν τρέπουσι τὴν ὀξεῖαν εἰς βαρείαν, ἐπιφερομένου τοῦ ἐγκλιτικοῦ μορίου, τὴν ἰδίαν τάσιν φυλάττουσι. σημαίνει δὲ δύο· ὄνομα κύριον βασιλέως Ἀσσυριῶν καὶ τὸν ἀστέρα
ζ 23
Ζεύς ἐκλήθη, ὅτι ἔζησεν, ἐν τῇ Κρήτῃ οὗ ὁ Κρόνος κατεπόθη, τὸ πρότερον Δίας καλούμενος, παρὰ τὸ διαμένειν τὸν χρόνον. βελτίον δὲ γάρ ἐστι λέγειν ὅτι ζωῆς παρεκτικός. οἱ δὲ ὅτι τὸ σῶμα αὐτοῦ ἐσπαργάνωσαν. ὅτι δεύειν καὶ βρυχάζειν αἴτιός ἐστιν. καὶ γὰρ πῶς ὁ θεὸς τριώνυμος ἔστι καὶ ἕκαστον αὐτοῦ τῶν ὀνομάτων, οὐκ ἔχει τὰς πτώσεις, ἀλλʼ ὁ Ζεὺς ἔχει τὴν ὀρθὴν μόνον καὶ τὴν κλητικὴν, Ζεῦ ἄνα. πληροῦνται δὲ καὶ αἱ ἄλλαι ἀκατανωνόμαστοι· αἱ γὰρ Διὸς καὶ Διῒ καὶ Δῖα, οὐκ ἔχουσι τὴν ὀνομαστικὴν, ἀλλʼ ἀεὶ ἡ ὀνομαστικὴ Δῖα, ὅθεν ὁ Πλάτων, Ζεὺς εἶναι φησὶ, διʼ οὗ ζῶμεν. Ζῆνος δὲ καὶ Ζῆνι καὶ Ζῆνα ἀπʼ ὀρθῆς τοῦ Ζῆν. οἱ δὲ φυσικοὶ δῖνα ἀπʼ ὀρθῆς πτώσεως. λέγεται δὲ αὐτὸν τὸν αἰθέρα εἶναι δῖα. ὅτι ἔμπειρός ἐστι καὶ ζέει, ἀλλʼ αἰθὴρ τίκτει σε κόρας, Ζεὺς ὡς ἀνθρώποισιν ὀνομάζεται
ζ 24
Ζέφυρος ὁ καὶ λὶψ, ὅτι ἀπὸ ζείφου πνεῖ· ζεῖφον δὲ τὴν δῦσιν οἱ ἀρχαῖοι ἔλεγον
ζ 25
Ζέφυρος ὅτι ἐκ τῶν ζοφωτάτων τῆς δύσεος πνεῖ
ζ 26
Ζέφυρος παρὰ τὸ ζωοφόρος εἶναι. τρέφει γὰρ τοὺς καρπούς. ἢ παρὰ τὸ ζωὴ καὶ τὸ φέρω, ὁ τὸν ζῆν πᾶσι παρέχων, καὶ τὶ μετέχει τοῦ ζῆν, τῷ γὰρ θέρει πνέοντι αὐτῷ οἱ καρποὶ αὔξονται
ζ 27
Ζηκχὸς ζῆ ἐκ χοὸς, πόνους τιθέμενος εἰς γαῖαν, ἔνθεν τρυφᾷν εἴθισται ἔκπαλαι τῶν χρόνων. φιλεῖ γὰρ ὄντως ἰδίοις μόχθοις τρέφεσθαι, ἤπερ εἰσάγειν ἑαυτὸ ἐξ ἀλλοτρίων μόχθων
ζ 28
Ζῆθι ῥῆμα προστακτικὸν, κατʼ ἔκτασιν ἐστιν ἡ θι συλλαβή. ἔστι γὰρ ἄω τὸ πνέω, καὶ μετὰ τοῦ ζα ζάω ζῶ, καὶ κατὰ κράσιν Δωρικὴν τοῦ α εἰς η ζῆ. τὸ τρίτον τοῦ παρατατικοῦ ἔζαε, ἔζᾳ, καὶ τὸ προστακτικὸν ζῆ. ὡς τάω, τῶ, τῆς, τῆ. τῆ πρὸς οἶνον Κύκλωψ. ἀντὶ τοῦ δέξαι, καὶ προσθέσει τῆς ζη συλλαβῆς γίνεται ζῆθι. ἢ ἀπὸ τοῦ ζάω τὸ καθεύδω, οὗ ὁ μέλλων ζάσω, ἀντὶ τοῦ καθευδήσω, ζάω ζῶ, ἐξ οὗ καὶ τὸ προστακτικὸν ζῇ καὶ ἐπεκτάσει ζῆθι
ζ 29
Ζῆ τρίτου προσώπου, ζῶ, ζαεῖς ζᾶς, ζάει ζᾷ, καὶ κράσει Δωρικῇ τοῦ α εἰς η ζῇ
ζ 30
Ζῆθος ὁ ἥρως, Ἀμφίων τε Ζῆθός τε, παρὰ τὸν ζήσω μέλλοντα ζῆθος, ὡς ἐρίσω ἔριθος. ἢ ὅτι ἡ μήτηρ αὐτοῦ ἔζησεν εὐμαρῶς τεκεῖν αὐτόν
ζ 31
Ζῆθος Εὐριπίδης σαφῶς ἐτυμολογεῖ ἐν Ἀντιόπῃ. ζητῆσαι γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσα γυνή
ζ 32
Ζῆλος ἀπὸ τοῦ ζέω γίνεται ζέλος, καὶ τροπῇ τοῦ ε εἰς η ζῆλος, ὁ ἐκ τῆς ζέσεως τοῦ θυμοῦ γενόμενος. ἢ ἀπὸ τοῦ ζάλη, ζάλος καὶ τροπῇ ζῆλος, ὁ γὰρ ζῆλος ζάλην βάλλει εἰς τὸν ἄνθρωπον
ζ 33
Ζῆλος παρὰ τὸ ζέειν ὅλος, ζέελος, καὶ κράσει τῶν δύο εε εἰς η ζῆλος. τοῦτο παρὰ τὸ ζέω ζέηλος καὶ ζῆλος
ζ 34
ζηλοτυπία διαφέρει. ζῆλος μὲν γάρ ἐστι μίμησις τοῦ καλοῦ, οἷον, ζῆλον τὸν κατηγητὴν ὁ παῖς. ζηλοῖ δέ τε γείτονα γείτων, ἐπὶ καλοῦ. ζηλοτυποῖ δὲ ἡ δεῖνα τὸν δεῖνα. ζηλοτυπία γάρ ἐστι τὸ ἐν μίσει ὑπάρχον
ζ 35
Ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ διʼ ἐπιθυμίας γινομένη μίμησις, δοκοῦντι τινὸς καλοῦ. φθόνος δὲ βασκανία τις ἡ τοῖς ἄλλοις μὲν οὖσα ἀγαθὴ, ἡμῖν δὲ οὐ. καὶ εἰς τὸ χαμαίζηλος
ε 829
ἐρίσαι διαφέρει. ζηλοῦν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι. ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονείκειν ἐπὶ τινὶ πράγματι
ζ 36
Ζῆλος ζῆλος δʼ ἀνθρώποισιν ὀϊζυροῖσιν ἅπασι, παρὰ τὸ ζεῖν, ὁ φλεγμαίνειν καὶ ἐγκαίεσθαι τὴν ψυχὴν ποιῶν, ἢ ὁ ζητῶν πρός τι εἶναι καλὸν ζῆν
ζ 37
Ζημία ἡ τὰ πρὸς ζῆν μειοῦσα, τὸ ζη ἦθα. τὰ γὰρ ἀεὶ παρʼ ἡμῖν μὲν διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ δὲ τοῖς Δωριεῦσι εἰς η. οἷον, πεινάεις πεινᾶς· καὶ Δωρικῶς πεινῆς καὶ διψῆς. οὕτω γὰρ ζάεις ζᾶς, ὤφειλεν εἶναι ζῆς· ἀλλʼ ἐπεκράτησαν τοῦτο παρʼ ἡμῖν λέγεσθαι ζῆν
ζ 38
Ζηνὸς ὁ Δίας, καὶ Ζῆνα τὸν Δία, καὶ Ζῆνι τῷ Διΐ
ζ 39
ζῆν τὸ ῥῆμα κατὰ μίμησιν τοῦ κατὰ τὴν θερμασίαν τῶν ὑδάτων ἤχου· ἢ ἀπὸ τοῦ ζα καὶ τοῦ ἄω, ζάω καὶ ζέω
ζ 40
Ζημία ἡ τοῦ κέρδους καὶ ὠφελείας μείωσις, ἡ τῶν ὄντων πρὸς τὸ ζῆν μείωσις. τούτους μεγίστην ζημίαν ὀφλισκάνειν Εὐριπίδης. παρὰ τὴν ζέσιν τὴν γινομένην ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκτείνειν τὰ ἐπαγόμενα, ἢ δημία τὶς οὖσα, ἡ πολιτική. ἡ τὴν ζωὴν μειοῦσα, τουτ’ἔστι τὴν περιουσίαν. καὶ γὰρ ὁ ποιητὴς ζημίαν τὴν περιουσίαν λέγει. ἡ δὲ κατὰ ζωὴν φαγέειν μενοηκέα πόλλα
ζ 41
Ζήτης ὁ υἱὸς Βοῤῥᾶ. Ἀπολλόδωρος ὁ Ῥόδιος ἐν τοῖς Ἀργοναυτικοῖς. παρὰ τὸ ζα καὶ τὸ πνέω, ὁ μεγάλως πνέων. ἤτοι παρὰ τὸ σφοδρὸν τοῦ βορέου καὶ μεγαλοπνοῦν. υἱὸς γὰρ τοῦ Βοῤῥᾶ. ὁ αὐτὸς καὶ αἰθρηγενέτης, ὁ βορέας ὁ αἴθρου καὶ ψύχους αἴτιος
ζ 42
Ζητοῦ μὲν παρὰ τοῦ δίμηνος, καὶ τρίμηνος πόθεν ἄρα ἔστι; ἐκ τοῦ ὀνόματος τοῦ δύο καὶ τρία, ἢ ἐκ τοῦ ἐπιῤῥήματος. καὶ λέγει ὁ Ἡρωδιανὸς κατὰ τροπὴν τοῦ υ, ὡς Ἀφροδύτη Ἀφροδίτη καὶ προσθήκῃ τοῦ α τριάμηνος, καὶ κατὰ συγκοπὴν τρίμηνος. καὶ ποῖον ἔστιν ἄρα ἀναλογώτερον, τὸ ἐκ τοῦ ὀνόματος γινόμενον, ἢ τὸ ἐξ ἐπιῤῥήματος; καὶ λέγομεν, ὅτι μᾶλλον τὰ ἀπὸ τοῦ ὀνόματος. ἰδοὺ κατʼ ἐντελ. τὰ παρὰ Ἀθηναίοις συντιθέντα δεικνύουσιν ἡμῖν· καὶ ταῦτα γίνεσθαι ἐκ τοῦ ὀνόματος, οἱόνπερ ὀκτάμηνος. ἴσως δέ τις ἁρπάσαις λέγων, ἰδοὺ λέγομεν καὶ πεντάμηνος καὶ ὀκτάμηνος, καὶ δῆλον, ὅτι ἀπὸ τοῦ ἐπιῤῥήματος τοῦ πεντάκις καὶ ὀκτάκις γίνεται τὰ προκείμενα πεντακίμηνος καὶ ὀκτακίμηνος, καὶ κατὰ συγκοπὴν τῆς κι συλλαβῆς πεντάμηνος καὶ ὀκτάμηνος. καὶ λέγομεν πρὸς αὐτοὺς, ὅτι τοῦτο ἀληθές. ἀλλὰ πολλάκις οἱ ἄριθμοι ἐν ταῖς συνθέσεσι καὶ παραγωγαῖς τρέπουσι τὸ τέλος εἰς α. ὥσπερ γὰρ ἀπὸ τοῦ ὄκτω γίνεται κατὰ παραγωγὴν ὀκτάκις, καὶ ἀπὸ τοῦ πέντε πεντάκις, οὕτω καὶ σύνθετον ὄνομα πεντάμηνος καὶ ὀκτάμηνος. δέδεικται οὖν τὰ προκείμενα διὰ τῶν αἰτιατικῶν ὀνομάτων τοῦ πεντάμηνος καὶ ὀκτάμηνος μᾶλλον ἐκ τοῦ ὀνόματος γίνεσθαι τὸ δίμηνος καὶ τρίμηνος, καὶ ἐκ τρίμηνος τετράμηνος, ὅτι τετράμηνός ἐστιν καὶ ὁ θερισμός. οὐκ ἐξ ἐπιῤῥήματος οὖν, ὡς τινὲς φασί
ζ 43
Ζῆθα ἀπὸ τοῦ Ζητοῦ τοῦ Βορέου εἰρῆσθαι φασὶν, οὗπερ μέμνηται Ἀπολλώνιος
ζ 44
Ζήτημα παρὰ τοῖς ῥήτορσι καλεῖται τὸ ἤδη ὁμολογηθὲν συνίστασθαι πρόβλημα τοῦτο· οὐκ ἀξιοῦται δὲ τῆς τοῦ ζητήματος προσηγορίας. καὶ ἔστι μὲν ζήτημα τοῦτο καὶ πρόβλημα πάντως, οὐκ ἔστι δὲ πρόβλημα τοῦτο πάντως καὶ ζήθημα
ζ 45
Ζήτρειον διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλήγουσαν. σημαίνει τὸ τῶν δούλων δεσμωτήριον, ἤγουν τὸν μύλωνα. ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. γίνεται δὲ παρὰ τὸ δεῖν, ὃ σημαίνει τὸ δεσμεύειν, καὶ τὸ τρεῖν, ὃ σημαίνει τὸ φοβεῖσθαι, δείτριον, μετατιθέντος τοῦ δ εἰς ζ καὶ τῆς ει διφθόγγου εἰς η, ὡς τὸ πλείων πλήων, καὶ μείων μήων. ἢ παρὰ τὸ ζα καὶ τὸ τρεῖν ζάτρειον καὶ ζήτρειον, τροπῇ τοῦ α εἰς η. ἐξ οὗ καὶ ζάπλουτος
ζ 46
Ζιζάνιον τὸ ἄνευ σπορᾶς παραφυόμενον τῷ σίτῳ καὶ γίνεται παρὰ τὸ ἵζω καὶ σιτώζω καὶ σίνω τὸ βλάπτω, σισάμιον καὶ ζιζάνιον, τὸ ἐπικαθήμενον ζιζάνιον, τὸ βλάπτον τὸν σῖτον
ζ 47
Ζόφος ὁ σκοτασμός, παρὰ τὸ νέφος νόφος καὶ μετὰ τοῦ ζα ζάνοφος καὶ κατὰ συγκοπὴν ζόφος. διάτι βαρύνεται; τὰ εἰς φος δισύλλαβα προσηγορικὰ βαρύτονα, εἰ μὴ ἔχουσι τὸ ι πρὸ τέλους συνεσταλμένον, οἷον, τάφος κέπφος, ἔστι δὲ εἶδος ὀρνέου, λαῖφος, βρέφος, γόμφος, ζόφος
ζ 48
Ζυγομαχεῖν οἱ μὲν ἀπὸ τῶν πολούντων σταθμῶ, καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους. οἱ δὲ ἀπὸ τῶν ὑποζυγίων, οἷον, βοῶν ἢ ἵππων, ἢ τινῶν τοιούτων μὴ συμφώνως συνεργαζομένων, ὡς Ἡσίοδος. ζυγὸς σημαίνει τῶν βοῶν τὸ ξύλον. οὐκ ἂν τώγʼ ἐρίσαντες ἐν αὔλακι. ὁ δὲ Ἡρώδοτος, ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυγῶν δύνασθαι φησὶν εἶναι τὴν λέξιν, ὅτε περὶ τὰς καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. ἐν ἄλλῳ Ἡσίοδος, βόε δʼ ἐνναετῆρε ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνὸν· οὐκ ἂν τώγʼ ἐρίσαντες ἐν ἀύλακι καμμὲν ἄροτρον ἀξείαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν
ζ 49
Ζύμη τὸ μικρὸν φύραμα, παρὰ τὸ ζωῆς οἶμον εἶναι, ἢ παρὰ τὸ ζέω ζύμη, ὡς λύω λύμη. καὶ ζυμήτης ὁ ἀρτοποιός
ζ 50
Ζυμήτης ὁ ἀρτοποιὸς, Ξενοφῶν, ἄρτοι ζυμῆται μεγάλοι, παρὰ τὸ ζῶ ζέω καὶ ζύω, ὡς ξέω ξύω, χέω χύω, ζύμη καὶ ζύμωμα καὶ ζυμήτης ἄρτος, ἐκ τοῦ ζέσαντος σταιτὸς γεγονώς
ζ 51
Ζύμη τὸ σταὶς, τὸ συμπεφθὲν εἰς ὄπτησιν, παρὰ τὸ ζέω ζύμη, ὡς λύω λύμη, ὡς σύω σύμη, δύω δύμη, τὸ ζεὸν σταίς
ζ 52
Ζύγονος ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κάλα μοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι, οἷς ἐξάπτονται καὶ αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι
ζ 53
Ζυγὸς καὶ ζυγὸν ἐπὶ τῶν ἁμαξῶν καὶ ἁρμάτων καὶ πλοίων. καὶ τὸ λεγόμενον ὑπὸ τινῶν τῶν ποιητῶν τάλαντον, ἢ τριτάνη. παρὰ τὸ δύο ἄγειν δύαγον καὶ ζυγὸν κατὰ Δωριεῖς. ἰστέον ὅτι τὸ ζ οἱ Δωριεῖς εἰς ς καὶ δ, διαλύουσιν, οἷον, ζυγὸς, σδυγὸς, θερίζω θερίσδω
ζ 54
Ζυγὸς ἐτυμότερον Αἰολικῶς δυγὸν, ὅτι δύο ἄγει ἡ πλαστυγης ὅταν τὰ στάθμα σημαίνωμεν. καὶ ζυγὸς ὁ δύο ἄγων. ζυγὸν τὸ σταθμιστικόν. σημαίνει καὶ τὴν καθέδραν τοῦ πλοίου, καὶ τὸ ἅρμα, καὶ τὸ ἄστρον. ἡ μὲν συνήθεια ἀρσενικὸν ἐπιφαίνεται, Ἀττικοὶ δὲ ἥδονται τῷ οὐδετέρῳ γένει. καὶ ὁ ποιητὴς τὸν ζυγὸν λέγει. λέγεται ζυγὸς καὶ ὁ τῆς κιθάρας πῆχυς, εἰς ὃν ἔγκεινται οἱ κόλαβοι, ἤγουν οἱ πάσσαλοι, ὧν ἐξάπτονται αἱ χορδαί· παρὰ τὸ κεκολλῆσθαι
ζ 55
Ζεῦγος ἐκ τοῦ ζυγὸς, τὸ δὲ ζυγὸς, παρὰ τὸ δύο ἄγειν δυαγὸς, καὶ τροπῇ τοῦ δ εἰς ζ ζυαγὸς καὶ κράσει τοῦ υα εἰς ευ δίφθογγον ζεῦγος
ζ 56
Ζῶ ζῆς, ζῆ, ἀπὸ τοῦ ζάω, κατʼ ἀποβολὴν τοῦ α, τὸ δὲ ζῆς, ζῆ ἀπὸ τοῦ ζάει, κατὰ κράσιν Δωρικὴν τοῦ α καὶ ε εἰς η τραπέντος, ζῆς, ζῆ. ὅθεν καὶ ὁ παρατατικὸς ἔζαον ἔζων, ἔζαες ἔζης, ἔζαε ἔζη. καὶ λοιπὸν τὸ προστακτικὸν ζῆ
ζ 57
Ζωάγρια ἄποινα, τὰ ὑπὲρ τοῦ ζῆν διδόμενα. συντάσσεται μετὰ δοτικῆς
ζ 58
Ζωγράφος διὰ τὸ τὰ ζῶα μιμούμενος γράφειν καὶ εἰς τὸ ἱστοριογράφος
ζ 59
Ζώδιον ὅτι ζῶντος εἶδος φέρει
ζ 60
Ζωὴ ὥσπερ παρὰ τὸ ῥέω ῥοὴ, καὶ χέω χοὴ, οὕτω καὶ ἀπὸ τοῦ ζέω ζωὴ τροπῇ τοῦ ο εἰς ω. τὰ γοῦν παρὰ τὸ ζῶ συγκείμενα, τὴν αὐτὴν φυλάσσει γραφὴν, οἷον, ζωηφόρος, ζωοτόκος
ζ 61
Ζωννύω τὸ τῇ ζώνῃ δεσμῶ, ἢ ὁπλίζω τὸ περιεζωσμένον ἐκ τοῦ ζώου· βαρύνεται. εἰ γὰρ ἦν ἀπὸ τοῦ ζῶ ζήσω, οὐκ ὤφειλε προσλαμβάνειν τὸ ς. τὸ δὲ ζῶ ἐπὶ τῆς ζωῆς, ὁ μέλλων ζήσω. ἔχει δὲ τὸ ζωννύω παρὰ τὸ ζῶ συγγένειάν τινα, ἐπεὶ τὸ ζῆν αὐτῷ θερμασία, ὥσπερ καὶ κατὰ περίφρασιν, ἀλίβας λέγεται ὁ νεκρὸς, ὁ μὴ ἔχων λιβάδα, μήτε θερμότητα, ἀπὸ μεταφορᾶς τοῦ ζῆν, καὶ τὸ ζωννύω, ἐπειδὴ κατʼ ἐκεῖνον τὸν τόπον ζωννύμεθα, ἐν ᾧ ἔστι τὸ τοῦ σώματος θερμόν, ἤγουν ἡ καρδία. καὶ εἰς τὸ κεραννύς
ζ 62
Ζώνη τὸ τοῦ σώματος μέρος. εἴρηται παρὰ τὸ ζῶ, ἐν ᾧ μάλιστα ἔστι τὸ τοῦ ζῆν δεκτικὸν καὶ τὸ ζωτικὸν, καὶ τὸ περὶ αὐτὸν ὕφασμα
ζ 63
Ζώνη ὁμωνύμως ὡς καὶ θώραξ, τὸ μέρος τοῦ σώματος, καὶ τὸ περιτιθέμενον ὅπλον
ζ 64
Ζωὴ ἡ πρὸς τὸ ζῆν παρασκευὴ καὶ κτῆσις, ἢ ἡ πρὸς τὰ τὸ ζῆν φύουσα χορηγία
ζ 65
Ζῶον τὸ γενικὸν ὄνομα, παρὰ τὸ ζῶ, τὸ τοῦ ζῆν δεκτικὸν, τὸ ζῶον ἔχον ἢ ζέσιν ἔχον καὶ θερμότητα, πρὸς ἀντιδιαστολὴν τῶν μὴ ζώων. ὅθεν καὶ ζεστὸν ἄνθρωπον φαμὲν τὸν εὐκίνητον καὶ θερμόν
ζ 66
Ζῶον ἀπὸ τοῦ ζῶ ῥήματος γέγονε ζῶον, διὰ τὸ ἐκ ζωῆς ὄν
ζ 67
ζώοις εἰς τὸ ποιήσειας
ζ 68
Ζωπυρεῖν κυρίως τὸ τοὺς ἄνθρακας φυσᾷν, ὡς τὸ, τρισκατάρατε, ἀναζωπύρει τοὺς ἄνθρακας, Μένανδρος ἐν Ἀῤῥηφόρῳ
ζ 69
Ζωστὴρ ζώνης διαφέρει. ζωστὴρ μὲν γάρ ἐστι κυρίως ὁ ἀνδρεῖος, ζώνη δὲ ἡ γυναικεία. ζώνη δὲ σημαίνει δύο, τὸν περὶ τὸν γαστέρα τόπον, καὶ τὴν λεγομένην θωρακείαν ζώνην
ζ 70
Ζωστὴρ σημαίνει τρία, τὸ ἐπάνωθεν τοῦ θώρακος. λύσε γὰρ ζωστῆρα παναίολον. ζῶμα δὲ αὐτὸς ὁ θώραξ. λέγεται δὲ καὶ ζῶμα τὸ περίζωμα. Τέλος τοῦ Ζ στοιχείου. ΑΡΧΗ ΤΟΥ Η ΣΤΟΙΧΕΙΟΥ
η 2
Ἤ σύνδεσμος βεβαιωτικὸς, ἢ αἰτιολογικὸς, ἀντὶ τοῦ καθὸ παραλαμβανόμενον. καὶ εἰς τὸ ὀψετέλεστον
η 3
Ἦ ἐπίῤῥημα ὁρκικὸν, ὅπερ καὶ διὰ διφθόγγου γράφεται. εἰ μὴν εὐλογῶν εὐλογήσω σε
η 4
Ἦ ψιλούμενον καὶ περισπώμενον δηλοῖ σύνδεσμον παραπληρωματικὸν, ἶσον τοῦ δὴ, ἐπεὶ ἦ πολὺ φέρτερος ἐσσί. ἔστι δὲ ἐπίῤῥημα βεβαιώσεως, ἀντὶ τοῦ οὕτως, ὡς τὸ, ἦ μάλα τέθνηκεν Μενοιτίου ἄλκιμος υἱός. καὶ ἀντὶ ἀποῤῥηματικοῦ τοῦ ἄρα. ἦ οὐχ Ἑλένης ἑνέκʼ ἠϋκόμοιο. καὶ ῥῆμα ἶσον τοῦ ἔφη. ἦ, καὶ κυανεῇσιν ἐπʼ ὀφρῦσι νεῦσε Κρονίων
η 5
Ἤ ψιλούμενος σύνδεσμος καὶ ὀξυνόμενος σημαίνει τρία, ἢ διαζευκτικὸς, ἢ ὑποδιαζευκτικὸς, ἢ διασαφητικός. καὶ διαζευκτικὸς μέν ἐστιν ὁ διάφορα πράγματα τιθεὶς, καὶ μηδὲν ἕτερον ἐν τῆ αἰτήσει διαιρῶν. οἷον, δός μοι χρυσὸν, ἢ ἄργυρον, ἢ λίθους τιμίους. διασαφητικὸς δέ ἐστιν, ὅταν δύο προτεθέντων, τὸ ἓν αἱρεῖται, οἷον, κρείσσων ἐν γῇ πένεσθαι, ἢ πλουτοῦντα πλεῖν. καὶ θέλω τύχης σταλαγμὸν ἢ φρενῶν πῖθον. ῥανὶς φρενῶν μοι μᾶλλον ἢ βυθὸς τύχης. πόσα σημαίνει τὸ ἡ; ἣ ἀντὶ τοῦ ἥτις, ἢ ἀντωνυμία καὶ ἀντὶ τοῦ ἔστι. πόσα σημαίνει ὁ ἢ σύνδεσμος; ἢ ἀντὶ τοῦ ἢ τόδε, ἢ ἀντὶ τοῦ καὶ, ἢ ἀντὶ τοῦ ἀλλὰ, ᾖ ἀντὶ τοῦ ὑπάρχῃ, ᾗ ἀντὶ τοῦ καθά. ἦ ἀντὶ τοῦ ἆρα· ἢ ἀντὶ τοῦ εἴπερ. ἦ ἀντὶ τοῦ ἔφη
η 6
Ἦ πολεμήτης ἦν αὐτοῖς, ἀντὶ τοῦ ὅπου τοπικὸν ἐπίῤῥημα. τὸ γὰρ ἧχι, κατʼ ἔκτασιν τῆς χι συλλαβῆς
η 7
Ἠβαιὸς ὁ μικρὸς, ἠβαιὸν ὄνομα οὐδέτερον, τὸ ἀρσενικὸν ἠβαιὸς, τὸ η ἦθα διάτι; ἐκ τοῦ ἥβη ἡ ἀκμὴ, ἠβαὸς, καὶ πλεονασμῷ τοῦ ι ἠβαιὸς, ὁ ἐπʼ ὀλίγον χρόνον ἀκμάζων, καὶ μαραινόμενος πάλιν. καὶ εἰ ἐκ τοῦ ἥβη γίνεται, ὤφειλε λοιπὸν δασύνεσθαι. οὐκ ἔστι δὲ οὕτως. ἀλλὰ ἀπὸ τοῦ βῆναι γίνεται βαὸς καὶ πλεονασμῷ τοῦ ι βαιὸς, ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκὼς, καὶ πλεονασμῷ τοῦ η ἠβαιὸς, ὡς μύει ἠμύει, βαιὸν ἠβαιόν. καὶ ἄλλως· ἐκ τοῦ γράφεσθαι διφθόγγῳ, πλεονασμὸν εἶναι τοῦ η. λέγει γὰρ ὁ κανὼν, τὰ διὰ τοῦ αιος ὀξύτονα δισύλλαβα τριγενῆ, διὰ τῆς αι διφθόγγου γράφεται, οἷον, σκαιὸς, φαιὸς, λαιὸς, οὕτω καὶ βαιὸς, πλὴν τοῦ θεὸς, δῆλον ὅτι πλεονασμός ἐστι τοῦ ἦθα
η 8
Ἠβαιὸς παρὰ τὴν ἥβην, ἐπεὶ καὶ αὐτὴ ἀρξαμένη ταχέως παύεται. καὶ εἰς τὸ ἠθεῖος
η 9
Ἥβη ἡ θεὸς, μετὰ δέ σφισι πότνια Ἥβη. καὶ ἡ νεότης, καὶ γʼ ἔχει ἥβης ἄνθος, καὶ ἀνδρότητα καὶ ἥβην, ἤδη τὶς οὖσα, ἤδει γὰρ ἡμᾶς, ὡς ἄνθος οὖσα, καὶ μεταπτώσει τοῦ δ εἰς β Βοιωτικῶς. ἢ παρὰ τὸ ἅπτω ἁφὴ καὶ ἥβη, κατὰ τροπὴν τοῦ α καὶ τοῦ φ. πηρώδεις γὰρ οἱ ἡβῶντες, ἢ ἁφή τις οὖσα, τότε γὰρ ἁπτόμεθα καὶ ἔργου καὶ γυναικός. ἢ παρὰ τὸ ἠβαιὸν, ἡ ἐπʼ ὀλίγον χρόνον οὖσα, ἀπὸ τοῦ βεβηκέναι ἅβη καὶ ἥβη
η 10
Ἥβη ἡ ἡλικία καὶ ἡ νεότης, καὶ ἡ ἀκμὴ Ἡσιόδος, καὶ ἡ τῆς γνώσεως ἀκμὴ, καὶ ὄνομα θεᾶς, καὶ τὸ τοῦ ἀνθρώπου μόριον. ἐκ τοῦ βῶ βῆ, καὶ πλεονασμῷ τοῦ η ἥβη. βῶ δὲ σημαίνει τὸ πορεύομαι
η 11
Ἠβηδὸν ἀθροὸν, ὅ ἐστι καθʼ ἡλικίαν, ἢ κατὰ νεότητα, ἥβη γὰρ ἡ νεότης. τὸ δὲ ἥβη παρὰ τὸ βῶ τὸ βαίνω, ἡβῶ καὶ ἐξ αὐτοῦ ἥβη. συντάσσεται δοτικῇ
η 12
Ἠγαθέη θαυμαστὴ, ἐν Πύλῳ ἠγαθέῃ. παρὰ τὸ ἀγῶ περισπώμενον, ἀγάζω, ἀγαστὸς, καὶ ἀγαθὸς καὶ ἀγάθεος καὶ κατὰ τροπὴν ἠγάθεος, τὸ θηλυκὸν ἠγαθέη. ἢ παρὰ τὸ ἄγαν καὶ τὸ θεὸς, τὸ γὰρ ἄγαν ἀποβάλλει τὸ ν ἐν ταῖς συνθέσεσιν, Ἀγανίπη, Ἀγαμίδης, ἀγάστροφος, Ἀγαμέμνων καὶ ἠγάθεος, ὡς ἀνεμόεις ἠνεμόεις
η 13
Ἠγάθεον ἢ θαυμαστὸν, παρὰ τὸ ἄγαμαι ἀγάθεον καὶ ἠγάθεον. ἢ παρὰ τὸ ἄγαν καὶ τὴν θέαν, ὁ ἀξιοθέατος
η 14
Ἠγάσατο ἐθαύμασεν, ἐξεπλάγη, παρὰ τὸ ἄγαν ἀγάζω, ὡς λίαν λιάζω ἢ ἀγαίω, ὡς ῥῶ ῥαίω, κνῶ κναίω. ἀγέομαι οὖν ἠγάσμην, ἠγασάμην, ἠγάσσατο πλεονασμῷ τοῦ ς. διὰ τὸ μέτρον, ὡς ἀκῶ, ἠκεσάμην, ἠκέσσατο. δηλονότι τοῦ ι ἀποστάντος
η 15
Ἡγεμόνεσσι ἡγέμοσιν, ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν ὀνομάτων, ἡνίκα λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ες, προσθέσει τῆς σι συλλαβῆς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, παρὰ τοῖς Ἴωσι καὶ τοῖς ποιηταῖς, οἷον, Αἴαντες Αἰάντεσσι, γυναῖκες γυναίκεσσι. ἐπὶ δὲ τῶν οὐδετέρων, ἐπειδὴ οὐ λήγει ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς ες, ἀπὸ τῶν γενικῶν τῶν ἑνικῶν γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν, κατὰ τροπὴν τοῦ ο εἰς ε, οἷον, στόματος, στομάτεσσι, δεπάος δεπάεσσι
η 16
Ἡγεμονικὸς ἐκ τοῦ ἡγεμὼν, ἡγεμόνος. τοῦτο ἐκ τοῦ ἄγω
η 17
Ἡγεμὼν ἄρχων, ταξίαρχος, παρὰ τὸ ἄγω, ἡγῶ, ἡγήσω, ἡγήμων καὶ ἡγεμών. κλίνεται δὲ ἡγεμόνος, συστέλλεται ὡς ῥηματικὸν, ἡγεμὼν ἡγεμόνος, κηδεμὼν κηδεμόνος ὁ φροντιστὴς. τὸ γε ψιλὸν διάτι; τὰ διὰ τοῦ ἐμῶν ὀξύτονα διὰ τοῦ ε ψιλοῦ γράφεται. οἷον, κηδεμὼν, ἡγεμὼν, ἀκρέμων. καὶ εἰς τὸ βασιλεύς
η 18
Ἠγερέθοντο πόθεν γίνεται, ἀπὸ τοῦ ἐγέρθω, ὁ μέλλων ἐγέρσω, γίνεται ὁ παθητικὸς ἐνεστὼς ἐγέρθομαι, ὁ παρατατικὸς ἠγερθόμην. τὸ τρίτον τῶν πληθυντι κῶν ἠγέρθοντο, καὶ προσθέσει τοῦ ε ἠγερέθοντο
η 19
Ἤγερθεν ἐγείρω, ἐγερῶ, ἤγερκα, ἤγερμαι, ἠγέρθην, ἠγέρθησαν τὸ τρίτον τῶν πληθυντικῶν καὶ ποιητικῶς ἤγερθεν
η 20
Ἡγηλάζω τὸ ἄγω καὶ ὁδηγῶ, Ὅμηρος. καὶ σὺ κακὸν μόρον ἡγηλάζεις. παρὰ τὸ ἄγω ἀγάγω καὶ ἀγηλάζω καὶ ἡγηλάζω
η 21
Ἡγήσατο ὁδηγὸς ἐγένετο. ὁμώνυμος ἡ λέξις. ὅτε γὰρ δηλοῖ τὸ προηγῆσθαι ὁδοῦ, δοτικῇ συντάσσεται. ὅτε δὲ τὸ ἄρχειν γενικῇ
η 22
Ἥγισμαι εἰς τὸ ἀγιστεῖα
η 23
Ἡγῶμαι Δωρικῶς ἀντὶ τοῦ ἀγοῦμαι
η 24
Ἠγκιστρωμένοι ἠγρευομένοι, παρὰ τὸ ἀγκιστρῶ, τοῦτο παρὰ τὸ ἄγχω, ἄγχιστρον καὶ ἄγκιστρον, τὸ ἄγχον τοὺς ἰχθύας, ἢ παρὰ τὸ ἄγω τὸ φέρω. σημαίνει δὲ τὸ ἐζωγρημένον
η 25
Ἦγμαι εἰς τὸ δυσκάθεκτον, καὶ παρεκτικός
η 27
Ἤγουν εἰς τὸ τουτ’ἔστιν. γίνεται παρὰ τὸ ἢ σύνδεσμον
η 28
Ἥδε δὲ οἱ αὕτη δὲ αὐτῷ, καὶ περισπᾶται. ἔστι δὲ ἓν μέρος λόγου, ἐπειδὴ δείκνυται ἐκ τοῦ ἀρσενικοῦ, ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περί
η 29
Ἤδη ὃ σημαίνει τὸ πρῶ. δηλοῦσιν οἱ Δωριεῖς, διὰ τοῦ α λέγουσιν ἄδη
η 30
Ἤιδη παρὰ τὸ εἴδω τὸ γινώσκω, ὁ παρακείμενος εἶδα, ἄτρεπτος γὰρ ἡ ει δίφθογγος. εἶτα ἐκτάσει Ἀττικῇ τῆς ει διφθόγγου εἰς η, ἦδα, καὶ ὁ ὑπερσυντελικὸς ἤδειν, καὶ τροπῇ Δωρικῇ τῆς ει διφθόγγου εἰς η γίνεται ἤδην, ἤδης, ἤδη, ὡς πλείων πλήων
η 31
Ἤιδει ἠπίστατο. εἴδω τὸ γινώσκω καὶ ἐπίσταμαι, τὸ ει δίφθογγος. ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶδα, ὁ ὑπερσυντελικὸς ᾔδειν. καὶ οἱ Ἀττικοὶ τὸ ε τῶν παρωχημένων εἰς η τρέπουσι, καὶ μένει τὸ ι προσγεγραμμένον. τὸ γὰρ ἐβουλόμην ἠβουλόμην λέγουσι. τὸ δὲ ἔθελον ἤθελον. οὕτως καὶ τὴν ει δίφθογγον ἔστρεψαν εἰς η. καὶ μένει τὸ ι προσγεγραμμένον. κᾀγὼ οὐκ ᾔδειν αὐτόν. οἱ δὲ Ἴωνες διαλύουσι τὴν ει δίφθογγον, τὴν ἐν τῷ τέλει, ἐν μὲν τῷ πρώτῳ προσώπῳ εἰς ε καὶ α. ᾔδεα μὲν γὰρ ὅτι πρόφρων, καὶ ὅτι τρέπεται εἰς ε καὶ α, οἷον, ἐτετύφειν ἐτετύφεα, τοῦ ν ἀποβληθέντος. ἐπειδὴ τὸ α ἀποβλητικόν ἐστι τοῦ ν. οἷον, Ξέρξην Ξέρξεα, Πολυδεύκην, Πολυδεύκεα, καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, ἢν ἔα, ἧκε ζωσαμένη νοὸς ἔα. τὸ δὲ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ν, καὶ οὔκ ἐστι κατὰ πάθος, ὥσπερ καὶ ταῦτα. ἐν δὲ τῷ τρίτῳ προσώπῳ διαλύουσι τὴν ει δίφθογγον, εἰς δύο εε, οἷον, ἐτετύφειν, ἐτετύφεα, ἀρχόμενοι δὲ πάλιν οἱ Ἀθηναῖοι, κιρνῶσιν αὐτὸ εἰς η, οἷον, ᾔδη, ὃς ᾔδη τά τε ὄντα
η 32
Ἤιδη ἐκ τοῦ εἴδω τὸ γινώσκω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶδα καὶ οἶδα Αἰολικῶς, ὁ ὑπερσυντελικὸς εἴδειν, εἴδεις, εἴδει, κατὰ διάλυσιν ἐΐδει, τροπῇ τοῦ ε εἰς η, ᾔδει. ποιητικῶς γράφεται καὶ τὸ δεύτερον διὰ τοῦ η. κατὰ δὲ ἡμᾶς τὸ πρῶτον καὶ δίφθογγος καὶ η. τὸ δὲ δεύτερον καθόλου διὰ τῆς ει διφθόγγου
η 33
Ἤδη καὶ πρὸ τούτου, ἐπίῤῥημα χρόνου δηλωτικὸν, συντάσσεται μετὰ τριῶν χρόνων. τὸ γὰρ ἤδη, ἀντὶ τοῦ τῷ νῦν, συντάσσεται δὲ μετὰ ἐνεστῶτος, παρεληλυθότος καὶ μέλλοντος. σημαίνει δὲ τὸ ἤδη, ἀντὶ τοῦ τότε, ἐπειδὴ τὰ ἐπιῤῥήματα, μὴ διορίζοντα χρόνον, κοινὴν δὲ τάξιν ποιοῦντα, ἐπὶ παντὸς χρόνου παρα λαμβάνονται. οἷον, νῦν φρονῶ, νῦν ἐφρόνησα, νῦν φρονήσω. ἤδη γράφω, ἤδη ἔγραψα, ἤδη γράψω
η 34
Ἦιδον σημαίνει τὸ ἔψαλλον. καὶ εἰς τὸ ᾄδω
η 35
Ἠδολέσχησα τὸ θέμα ἀδολεσχῶ, γίνεται δὲ παρὰ τὸ ᾄδειν, ὃ σημαίνει τὸ δαψιλῶς, καὶ τὸ λέσχη ὃ σημαίνει τὴν πολυλογίαν. πόσα σημαίνει; τέσσαρα. τὸ φιλοσοφῶ, ὡς τὸ ἠδολέσχησα ἐν τοῖς δικαιώμασί σου. τὸ φλυαρῶ, ὡς τὸ, τὶ ἀδολέσχεις ἄνθρωπε; τὸ πολυλογῶ, ὡς τὸ ἠδολέσχησα καὶ ὠλιγοψύχησα. καὶ τὸ παίζω, ὡς τὸ, ἐξῆλθον Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ πεδίον. καὶ εἰς τὸ ἀδόλεσχος
η 36
Ἡδίων καὶ ἡδεῖα, ἀπὸ τοῦ ἡδύς
η 37
Ἡδοναὶ ἐπιθυμίαι, παρὰ τὸ ἥδεσθαι ἢ ἡδονὴ τινὲς ἡδονοῦσι, ὡς εἶναι ἄρθρον τὸ η, αὐτὸ δὲ εἶναι δονοῦσαν καὶ κλονοῦσαν ἡμᾶς. οἱ δὲ ἡδονὴν μετὰ τοῦ η, ὅθεν ἡ ἡδονὴ ἄλλον ἄρθρον
η 38
Ἡδρασμένος κατὰ τροπὴν τοῦ ε εἰς η, ἀπὸ τοῦ ἑδράζω ἑδραμένος
η 39
Ἡδὺ τὸ γλυκὺ, ἐπίῤῥημα, ἀπὸ ὀνόματος μετήχθη εἰς ἐπιῤῥηματικὴν σύνταξιν. ὥσπερ ἡδὺ εὐφραντικὸς τὸ ἀχρεῖον δʼ ἐγέλασε
η 40
Ἡδὺς καὶ ἡδύ τι τὸ ψιθύρισμα, οὕτω Θεόκριτος
η 41
Ἡδὺς παρὰ Πλάτωνι, ὁ εὐήθης καὶ ἔμφρων
η 42
Ἡδὺς εἰς τὸ εἶδον καὶ λελυμασμένος
η 43
Ἡδύοσμον διὰ τὸ ἡδὺ τῆς ὀσμῆς
η 44
Ἥδω εἰς τὸ ἄδειν, καὶ ἀδολεσχία, καὶ ἀήσυλος, καὶ ἀμειδὴς, καὶ ἥνδανε, καὶ ἥσυχος, καὶ μήδεια, καὶ τέλος
η 45
Ἡδονὰ ἱμάτια τὰ Θρακικά
η 46
ἤδων εἰς τὸ κλαγγήδων
η 47
Ἠὲ διὰ παντὸς, οὐδέποτε γὰρ εὑρίσκεται σύνδεσμος εἰς τὴν αι δίφθογγον λήγων, πλὴν τοῦ καί. καὶ εἰς τὸ οὐκ ἦν
η 48
Ἡδὺ τὸ γλυκὺ, οἷον, τὸ ἡδὺ τῆς ψαλμῳδίας. καὶ ἡδύ τὸ ἔχον γῆν καλήν
η 51
Ἠέλιος περιφραστικῶς ὁ ἥλιος, κατὰ πλεονασμὸν τοῦ ε ποιητικῶς
η 52
Ἠέλιος παρὰ τὸ ἕλη, ὃ σημαίνει τὴν λαμπηδόνα, ἕλιος, καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος, ὅπερ ἔστι παρὰ τὸ ἔπω τὸ λέγω, ἐξ αὐτοῦ ἐπύω, καὶ τροπῇ τοῦ ε εἰς η ἠπύω τὸ φωνῶ, ἠπύτα κήρυξ. ἢ παρὰ τὸ δῆλος, ὁ φανερὸς, δήλιος, ἀποβολῇ τοῦ δ ἥλιος, ὡς διώκω διωκὴ καὶ ἰωκὴ, καὶ δαίω τὸ μερίζω καὶ δαίσω, καὶ αἶσα, καὶ δαίμονα αἵμονα θήρης. ἢ παρὰ τὸ ἅλς, ἁλὸς, ἅλιος καὶ ἥλιος, ἀνιμᾶσθαι γάρ φησὶν οἱ φυσικοὶ τὸν ἥλιον τῆς θαλάσσης τὸ ὕδωρ. καὶ γὰρ Ποσειδῶν παρὰ τὴν πόσιν ἀναπίειν τῷ δάει, τουτ’ἔστι τῷ ἡλίῳ
η 53
Ἧεν ἀορίστου δευτέρου, προσώπου τρίτου τῶν ἑνικῶν, τὸ θέμα ἔω τὸ ὑπάρχω, ὁ μέσος παρακείμενος ἦα, καὶ ὁ β ἀόριστος ἦον, καὶ τὸ τρίτον ἦε, καὶ ἐπενθέσει τοῦ ν ἦεν, καὶ ἐν συναιρέσει τοῦ η καὶ ε εἰς αὐτὸ τὸ η γίνεται ᾖν, καὶ μετάγει τὸ ν τῆς ἐπενθέσεως
η 54
Ἠέριαι ἔστιν ἀὴρ ἀέρος, καὶ ἐξ αὐτοῦ ἀέριος καὶ ἀέρια τὸ θηλυκὸν καὶ κατὰ Ἰωνικὴν τροπὴν τοῦ α εἰς η ἠέρια. καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠέριαι
η 55
Ἠερέθονται ἀποκρέμονται, ἠερεθίζονται, ἐκ τοῦ ἀείρω ὃ σημαίνει τὸ ἐπαίρω, καὶ ἐξ αὐτοῦ γίνεται ἀερέθω, καὶ τροπῇ τοῦ α εἰς η ἠερέθω, καὶ διάτι οὐκ ἔστιν ἀεράθω; ἔστι καὶ εἰς τὸ ἐγειρέθω
η 56
Ἠέρι εἰ μὲν ἀρσενικῶς, σημαίνει τὸν περικεχυμένον ἡμῖν ἀέρα, οὐ τὸν ἔκτοθεν ἀέρα. γίνεται οὖν παρὰ τὸ ἄω τὸ πνέω. ἡ τότʼ ἐν Ἴδῃ μακρότατα πεφυκυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανον. θηλυκῶς δὲ τὴν ἀορασίαν, ἀὴρ δὲ βάθος ἦν
η 57
Ἠερία ἡ ἀορασία, ἔστιν ἀὴρ ἀέρος, καὶ ἐξ αὐτοῦ γίνεται ἀέριος. καὶ τὸ θηλυκὸν ἠερία κατὰ Ἰωνικὴν διάλεκτον. ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠερίαι
η 58
Ἠέρι ἀέρι, ἠερίαι, ὄνομα γένους θηλυκοῦ, ἡ εὐθεῖα ἠερία παροξυτόνως. τὸ η ἦτα. ἐκ τοῦ ἀὴρ ἀέρος, ἀέριος. τὸ ρι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ηρ ὑπὲρ μίαν συλλαβὴν, διὰ τοῦ ιος γινόμενα, διὰ τοῦ ι γράφεται. οἷον. συντακτὴρ, συντακτῆρος, συντακτήριος, ἀστὴρ, ἀστέρος, ἀστέριος, αἰθὴρ, αἰθέρος, αἰθέριος, ὀλετὴρ, ὀλετῆρος, ὀλετήριος, οὕτω καὶ ἀὴρ, ἀέρος, ἀέριος, καὶ τροπῇ τοῦ α εἰς η ἠέριος. πρόσκειται ὑπὲρ μίαν συλλαβὴν, διὰ τὸ θὴρ, θηρὸς, θήριος. λοιπὸν γί νεται ἠέριος, καὶ τὸ θηλυκὸν ἠερία, παροξυτόνως, ἡ εὐθεῖα τῶν πληθυντικῶν ἠερίαι
η 59
Ἤεσαν εἶμι τὸ πορεύομαι, ὁ μέλλων εἴσω ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶα, καὶ οἱ Ἀττικοὶ τῶν παρωχημένων εἰς η τρέπουσι. καὶ ὁ ὑπερσυντελικὸς ᾔειν, καὶ μένει τὸ ι προσγεγραμμένον. τὸ τρίτον τῶν πληθυντικῶν ᾔεισαν, καὶ ἐκβολῇ τοῦ ι ᾔεσαν
η 60
Ἠεροφοίτης ἀρσενικὸν ὁ ἐν τῇ ἀέρει φοιτῶν. παρὰ τὸ διʼ ἀέρος φοιτᾷν καὶ σκότους. καὶ τὸ θηλυκὸν ἠεροφοῖτις, ἡ ἀπροοράτως φοιτῶσα καὶ ἀπερχομένη, ὡς τιμωρὸς τῶν ἀδικημάτων. ἔστι δὲ καταχθονία δαίμων ἠεριννύς. οἷον, ἡ διερευνῶσα ἐν ταῖς πράξεσιν ἔργα
η 61
Ἤθας ὁ συνήθης καὶ συνεργὸς καὶ ἠθολόγος
η 62
Ἠθεῖος ἀδελφὸς, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ θεὸς γέγονε θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος, καὶ κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος. ἢ ἀπὸ τοῦ ἦθος γέγονεν ἠθεῖος. σημαίνει δὲ φρόνησιν νεωτέρου πρὸς παλαιότερον. καὶ τινὲς μὲν λέγουσιν, ὅτι πρὸς ἀδελφὸν μόνον λέγεται. ὥσπερ δηΐφοβος λέγεται πρὸς ἑκάτερον ἠθεῖος, μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς. οὐ καλῶς δὲ λέγουσι. εὑρίσκεται γὰρ καὶ μὴ πρὸς ἀδελφὸν λεγόμενον, ὥσπερ ὁ εὐμαῖος λόγος περὶ τοῦ Ὀδυσσέος. ἀλλά μιν ἠθείῳ καλέω καὶ νόσφιν ἔοντα. ἰστέον δὲ, ὅτι ὁ Ἀντίμαχος ἐχρήσατο ταύτῃ τῇ λέξει, μὴ ποιήσας τινὰ λέγοντα αὐτὴν, ἀλλʼ αὐτὸς ἐξ ἑαυτοῦ λεγόμενος ἐχρήσατο, λέγων, αὐτίκα δʼ ἠθείοισιν ἀναπτύσσων φάτο μῦθον. σημαίνει δὲ ἐνταῦθα τοῖς οἰκείοις φίλοις. ταῦτα δὲ λέγων παρὰ τὸν ἄνδρά σου
η 63
Ἠθεῖε προσφώνησις φιλοφρονητικὴ νεωτέρου ἀδελφοῦ πρὸς πρεσβύτερον κατὰ τιμήν. ἢ παρὰ τὸ θεῖος δεῖ αὐτὸν κανονίζειν, καὶ κατὰ πλεονασμὸν τοῦ η αὐτὸ γεγονέναι ἠθεῖος, πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσι, ὡς τὸ μύω ἠμύω, πεδανὸς ἠπεδανός. ἢ παρὰ τὸ ἔθος ἔθειος, ὡς τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος, ὀνείδειος, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ καταβιβασμῷ τοῦ τόνου ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν, ἤπερ ἐκ τοῦ ἔθος. ἐκ γὰρ τοῦ θεῖος καὶ ὁ αὐτὴ τάσις σώζεται, καὶ ὀλίγα πάθη δίδοται. ἐκ δὲ τοῦ ἔθος, καὶ ἀλλότριος ὁ τόνος, καὶ πολλὰ τὰ πάθη δίδοται
η 64
Ἤθεος ὁ ἄπειρος γάμου, ἢ νεώτερος ἐτῶν ιδ
η 65
Ἦθος σημαίνει τὸν τρόπον. γίνεται παρὰ τὸ ἔθος, κατʼ ἔκτασιν τοῦ ε εἰς η. ἢ ἀπὸ τοῦ ἵημι ἥσω. ἥσω γὰρ ἐγὼ ἀφʼ οὗ καὶ αἱ κατὰ μέρος ἐκπέμπονται πράξεις
η 66
Ἠθικὰ διότι εἰς ἤθη λέγεται ἀνθρώπου τουτ’ἔστιν οὐ θελικὰ κατορθώματα
η 67
Ἤϊε ἐπορεύετο ἐκ τοῦ εἶμι τὸ πορεύομαι, ὁ μέσος παρακείμενος εἴα, τὸ τρίτον εἶε, καὶ ἐν διαλύσει ἔϊε, καὶ τροπῇ τοῦ ε εἰς η ἤϊε. δύναται εἶναι καὶ παρατατικός· καὶ εἰς τὸ, ὁ δʼ ἤϊε
η 68
ᾐόνα αἰγιαλὸν ἢ ὄχθην. οὕτω γὰρ καλεῖται ὁ παραθαλάσσιος καὶ ὁδεύσιμος τόπος. παρὰ τὸ ἰέναι
η 69
Ἠϊὼν ὁ αἰγιαλὸς· ἤτοι ὅτι ἀκούομεν ἐκεῖ τῶν κυμάτων, ἀπὸ τοῦ. ἰέναι ἀρασσομένων, οἷον, ἀϊόνα ἀντὶ τοῦ ᾐόνα Δωρικῶς, παρὰ τὴν ἀπόρευτον θάλασσαν, μέχρι γὰρ αὐτοῦ ἴησιν ἡ θάλασσα. τάχα δὲ ἀπὸ τοῦ ἀονᾷν λέγουσιν ἐπὶ τοῦ καταντλεῖν, ἀήονα εἰκότως. μέμνηται δὲ τοῦ ἀονᾷν καὶ Ἱπποκράτης καὶ εἰς τὸ αἱματόεσσα
η 70
Ἤϊα πολλοὺς θεοὺς γουνούμενος. καὶ τὰ ἄλευρα. ἐν δὲ καὶ ἤϊα κωρύκῳ
η 71
Ἥλλετο ἅλλωμι τὸ πηδῶ, τὸ παθητικὸν ἅλλομαι, καὶ ὁ παρατατικὸς ἡλλόμην, ἥλλου ἥλλετο
η 72
Ἧκες σημαίνει τὸ ἦλθες, τὸ θέμα ἥκω, ὁ μέλλων ἥξω, ὁ παρατατικὸς ἧκον, ἧκες ἧκε
η 73
Ἥκιστα σημαίνει τὸ οὐδαμῶς, Ἡρώδοτος Ἡρόδοτυς λέγει, ἐκ τοῦ ἧκα μάλα ψύξας γίνεται ἥκιστα κατὰ πλεονασμὸν τοῦ ς. οὐχ ἥκιστα δὲ ἀντὶ τοῦ λίαν καὶ πάνυ
η 74
Ἡκέστας ἀκεντρήστους, ἀδαμάστους, παρὰ τὸ κέντω κένσω, κεστὸς, ἄκεστος καὶ ἤκεστος, ἠκεστὴ καὶ ἠκέστας τοὺς ἀκενήτους
η 75
Ἠκηδίασε παρὰ τὸ ἀκηδιῶ. τοῦτο παρὰ τὸ ἀκηδιάζω. καὶ ἀκηδιῶ
η 76
Ἥκιστα λέγει Ἡρώδοτος Ἡρόδοτος ὅτι παραλόγως δασύνεται Ἀττικῶς. ἐκ τοῦ ἥσσω τὸ ἥττω, ἐκεῖνο γὰρ δασύνεται, ἥσσω ἥσιστα καὶ ἥκιστα. ὁ δὲ Ἡρώδοτος Ἡρόδοτος καθὼς εἶπε, ὅτι παραλόγως δασύνεται. γίνεται δὲ ἐκ τοῦ ἠρέμα. ἧκα μάλα ψύξασα, ἐκ τοῦ ἧκα ἥκιστα. καὶ μετὰ τῆς οὐ ἀρνήσεως οὐχ ἥκιστα, ἀντὶ τοῦ μάλιστα, δείκνυται γὰρ ἐκ τῆς συναλοιφῆς
η 77
Ἠκρωτηριασμένος ἐκ τοῦ ἄκρον καὶ τοῦ τηρῶ τὸ ἀποβάλλω καὶ τέμνω. οἱ τὰ ἄκρα τῶν μερῶν ἀποβάλλοντες
η 78
Ἠκούτισαν τὸ θέμα ἀκουτίζω, τὸ ἀκούειν ποιῶ ἄλλον τινὰ, κυρίως. πόθεν γίνεται; παρὰ τὸ ἀκουστός· τοῦτο παρὰ τὸ ἀκούω
η 79
Ἠκαιρεῖσθε κωλύεσθε. καιρὸν οὐκ ἔχετε
η 80
Ἠκονημένα παρὰ τὸ ἀκονῶ, ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, τοῦτο παρὰ τὸ ἀκόνη, ἔστι δὲ λίθος, διʼ οὗ ὀξύνεται ὁ σίδηρος. τοῦτο παρὰ τὸ κονῶ καὶ φθείρω καὶ λεπτύνω. τὸ φθείρω σημαίνει τὸ λεπτύνω τὸν σίδηρον
η 81
Ἠλακάτη τὸ τῶν γυναικῶν ἐργαλεῖον, εἰς ὅπερ εἱλίσσουσι τὸ ἔριον. παρὰ τὸ ἑλίσσειν, ἢ ἀπὸ τῆς εἱλήσεως τοῦ ἐρίου, ἢ καὶ ἀπʼ αὐτοῦ τοῦ σκεύους. στέφεται γὰρ Ὅμηρος ἐπὶ μὲν τῶν ἐρίων ἠλακατοστρόφως ἁλιπόρφυρα θαῦμα ἰδέσθαι. ἐπὶ δὲ τοῦ σκεύους, ἠλακάτη τετάνυστο ὀϊδνεφὲς εἶδος ἔχουσα. ἡ δὲ Ἄρτεμις χρυσηλάκατος οὐκ ἀπὸ τούτου, ἀλλʼ ἀπὸ τῶν βελῶν καθʼ ὁμοίωσιν ὄντων ἠλακάτῃ. ἢ ὅτι ἔστιν ἠλάκατον τῆς θεοῦ τὸ βέλος
η 82
Ἠλακάτη ἐκτάσει τοῦ ε εἰς η, εἱλῶ γὰρ εἵλας καὶ ἠλάκα
η 83
Ἠλλάξαντο ἐκ τοῦ ἀλλάσσω. τοῦτο παρὰ τὸ ἄλσος
η 84
Ἠλασκάζω παρὰ τὸ ἀλῶ ἀλασκάζω καὶ ἠλασκάζω. σημαίνει δὲ τὸ διατρίβω καὶ πλανῶμαι
η 85
Ἠλάσκουσι πλανῶνται. παρὰ τὸ εἱλῶ ἑλάσκω καὶ ἠλάσκω, οἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσι. ἤγουν τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἱλῆσθαι
η 87
Ἠλέκτωρ ὁ ἥλιος, ὅτι ἄληκτός ἐστι καὶ ἀκάμας· ἔνιοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου
α 1328
ἀλέκτωρ τὸ ζῶον. ἐτυμολογεῖται δὲ παρὰ τὸ λέκτρον καὶ τὸ ἐπιτατικὸν α, πολυόχευτον, τὸ α τὸ πολὺ σημαῖνον. οἱ δὲ ὅτι ἐκ τῶν λέκτρων ἡμᾶς ἐγείρων ἔστι. καὶ εἰς τὸ ἥλιος
η 88
Ἠλέκτωρ ὁ ἥλιος, ἐπιθετικὸν, ὅτι ἀλέκτρους ἡμᾶς ποιεῖ ἀνισταμένους ἐκ τῆς κοίτης. ἢ ὅτι λαμπρός ἐστιν, παρὰ τὸ ἤλεκτρον
η 89
Ἤλεκτρον τὸ βερωνικόν. Ὅμηρος μετὰ δʼ ἠλέκτροισιν ἔερτο. εἴρηται δὲ διαχύμενον καὶ ὑγρὸν ὂν, ὁ περὶ τὰς τοῦ ἡλίου δυσμὰς πήγνυται, ἄλεκτρόν τι ὄν, ὅτε ἐπὶ λέκτρον ἡ ἠὼς ὁρμᾷ πήγνυται. ἢ παρὰ τὸ ἑλίσσω ἔλεκτρον καὶ ἤλεκτρον. κόσμω γὰρ εἰς περιδέρρεα καὶ ὅρμους ἐχρῶντο περιελίσσοντες. ἢ παρὰ τὸ ἑλεῖν τὰ ἐκτὸς, ἢ παρὰ τοῦ Ἠλισίου κυρίου ὀνόματος ὠνομάσθη
η 90
Ἤλεκτρον ἀλλότυπον χρυσίον μεμαλαγμένον ὑέλῳ καὶ λιθίῳ
η 91
Ἥλλετο ἅλλωμι τὸ πηδῶ, τὸ παθητικὸν ἄλλομαι, καὶ ὁ παρατατικὸς ἡλλόμην, ἥλλου, ἥλλετο
η 92
Ἠλεὸς παρὰ τοῖς παλαιοῖς ὁ μάταιος, ἐντεῦθεν τὸ ἠλίθιον ὄνομα. παρὰ τοῖς πολιτικοῖς εἴρηται. σημαίνει δὲ τὸν ἠλίθιον ὄνομα τὸν ἀνόητον καὶ ἀναίσθητον
η 93
ἠλεὴς ὁ ἄφρων. καὶ εἰς τὸ ἄλλω
η 94
Ἠλεὸς ὁ θερμὸς καὶ προπετὴς, παρὰ τὴν ἀλέαν
η 95
Ἤλευθα καὶ εἰς τὸ εἰλήλουθας
η 96
Ἤλθοσαν παρὰ τὸ ἐλεύθω, ὁ μέλλων ἐλεύσω, ὁ ἀόριστος ἤλευσα, ὁ δεύτερος ἀόριστος ἤλυθον καὶ ἐν συγκοπῇ ἦλθον· καὶ πῶς γίνεται ἤλθοσαν; οἱ γὰρ Βοιῶτοι ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον ποιοῦσιν ἔνδειαν, ἐκοσμήθημεν, ἐκόσμησαν· καὶ Ὅμηρος, αὐτὰρ ἐπεὶ κόσμηθεν
η 97
Ἡλιακὸν διὰ τὸ ἐν τῷ ἡλίῳ κεῖσθαι
η 98
Ἠλίας ἠλίου, ὥσπερ κοχλίας κοχλίου. τὰ δὲ ἠλιοῦ ἀπὸ εὐθείας ἀκλίτου, οἷον, ἠλιοῦ ὡς περισπωμένως
η 99
Ἠλίβατος ὑψηλὴ πέτρα. ἀπὸ τοῦ ἐκεῖ πρῶτον ἐπιβαίνειν τὸν ἥλιον. τινὲς δὲ ἀντὶ τοῦ β τὸ φ γράφουσιν, ἠλίφατος. ἀπὸ τοῦ φωτίζειν τῆς ἀχλύος τὰ ὑψηλά. ἀλιόβατον δὲ Ἡλιόδωρος, ἀφʼ οὗ ἔστιν ἀλυτεῖν βαίνοντας, ἢ διὰ τὸ ὕψος, ἢ διὰ τὴν τραχύτητα
η 100
Ἠλεῖος διὰ τῆς ει διφθόγγου ἡ παραλήγουσα, ἀπὸ τοῦ ἥλις, ἥλιος, ἡλίδειος, ἢ ἀποβολῇ τοῦ δ ἠλίειος, καὶ κράσει τοῦ ι καὶ ει διφθόγγου, εἰς τὴν ει δίφθογγον γίνεται ἠλεῖος. ὁ κανὼν, τὰ ἀπὸ εἰς ις διὰ τοῦ ειος γινόμενα παράγωγα, πρὸ μιᾶς ἔχοντα τὸν τόνον, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον, δηρὶς δηρεῖος
η 101
Ἤλιθα πολλὰ πάνυ, ἄγαν πολὺ, ἀπὸ τοῦ ἄλις γέγονεν, ὅ ἐστι δαψιλῶς, ἠλίθιον δὲ τὸν ἀλιταίνοντα, ὅ ἐστιν ἁμαρτάνοντα
η 102
Ἠλίθιος ὁ μάταιος, παρὰ τὴν ἅλα, ταύτης γὰρ τὸ ὕδωρ ἀχώριστον, οἷον, ἀλάθιος
η 103
Ἠλίθιος σημαίνει τὸν ἀνόητον, γίνεται παρὰ τὸ ἄλιος ἀλίϊος, πλεονασμῷ τοῦ θ ἀλίθιος, καὶ ἠλίθιος, ὁ πάντα χύδην ποιῶν
η 104
Ἤλιθα πολλὰ, παρὰ τὸ ἅλις ὅ ἐστι δαψιλῶς ἢ ἀθρόως. ἠλίθιον δὲ τὸν ἀλιταίνοντα, ὅ ἐστιν ἁμαρτάνοντα, παρὰ τὸ ἅλις, ἅλιθα καὶ ἥλιθα, ὡς ἄπειρος ἤπειρος. καὶ ἀντὶ τοῦ ματαίως τάττεται, ἐπέχραον ἤλιθα χερσὶν, ἀντὶ τοῦ ματαίως
η 105
Ἠλίσκοντο ἐκ τοῦ ἀλίσκω τὸ κρατῶ
η 106
Ἡλικιῶτις θηλυκὸν ἡ ἡλικία. ἡλικιώτης ὁ τέλειος τῇ ἡλικίᾳ
η 107
Ἠλισγημένα ἐκ τοῦ ἀλισγῶ, ἀλισγήσω, σημαίνει δὲ τὰ μαγειρευμένα
η 108
Ἤλιθα ἐπίῤῥημα ἀθροίσεως, σημαίνει δὲ καὶ τὸ ἀθρόως
η 109
Ἥλιος διὰ τὸ ἴειν λίαν, ἤτοι πορεύεσθαι. οἱ γὰρ παλαιοὶ διὰ τὸ περιέρχεσθαι θεὸν αὐτὸν ἐκάλουν. ἤγουν ὁ τρέχων
η 110
Ἥλιος ἅλιος, παρὰ τὸ ἁλίζειν εἰς ταυτὸν τὰ μετέχοντα αὐτοῦ πάντα ἅλιος. ἢ παρὰ τὸ περὶ τὴν γῆν ἀεὶ ἡλεῖν ἰών. ἢ, ὅτι ποικίλλει ἰὼν τὰ γινόμενα ἐκ τῆς γῆς. ἢ ὅτι ἀολλῆσαι ποιεῖ πάντα τὰ ἐσκεδασμένως καὶ διαφόρως αὐτοῦ ἀπολαύοντα, ὅπερ ἔστι συνηθροισμένα, ἡνωμένα, ἥλιος, ἅλιος, ἀόλιος
η 111
Ἥλιος παρὰ τὸ ἐν ἁλὶ διατρίβειν, οἷον, ἅλιος, ἢ παρὰ τὸ σέλας, ὃ σημαίνει τὴν λαμπεδόνα, σέλιος καὶ ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς η ἥλιος. ἢ παρὰ τὸ τὴν ἅλα ἀνιμᾶσθαι ἥλιος, ἢ ἀπὸ τοῦ ἀολλίζεσθαι ἡμᾶς ἐν ταῖς ἡμέραις· καὶ Ἀθήναις ἡλιαία δικαστήριόν ἐστιν ἐκ τῆς συναγωγῆς τῶν ἀνθρώπων. οἱ δὲ ἀπὸ τοῦ ἁλιαίειν, ὅ ἐστι θερμαίνειν καὶ διαχεῖν. τινὲς δὲ ἀπὸ τῆς γινομένης προσπνεύσεως ἐκ τοῦ στόματος ἡμῶν. πρὸς τοὺς δακτύλους, ὃ λέγεται αὔειν καὶ ἄζειν, κατὰ μίμησιν τῆς φωνῆς τῆς θάλψεως τοῦ στόματος ἡμῶν Ἐμπεδοκλῆς δὲ, ἀλλʼ ὁ μὲν ἀλεῖσθαι μέγαν οὔρανον ἀμφιπολεύει. λέγεται δὲ καὶ ἠλέκτωρ, ὅτι ἄλεκτός ἐστι καὶ ἀκάμας. ἄλλοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου. οἱ δὲ ὅτι ἐκ τῶν λεκτρῶν ἡμᾶς ἐγείρει. ἦμος δʼ ἐριγένεια φάνη ῥοδοδάκτυλος ἠώς. τὸ δὲ ζῶον ἀλέκτωρ ἐτυμολογεῖται παρὰ τὸ λέκτρον καὶ τὸ α τὸ ἐπιτατικὸν, πολυόχευτον γὰρ τὸ α τὸ πολὺ σημαίνοντα· ἀλλʼ ἡ ἑτοιμότης σφαιρική ἐστι
η 112
Ἥλιος ἡ ἕως λίαν, διὰ τὸ ἴεσθαι τὸ ἕως, ἤγουν φέρειν τὸ φῶς. ἕως γὰρ ἡ ἀνατολή. ἢ διὰ τὸ ἐξ αὐτοῦ ἴεσθαι τὸ ἕως, ἤγουν τὸ φῶς
η 113
Ἥλιος ἢ διὰ τὸ εἱλῆσθαι τῷ δρόμῳ, ἢ διὰ τὸ ἴεσθαι εἴρηται. διάτι δασύνεται; τὸ η πρὸ τοῦ λ ψιλοῦται, πλὴν τοῦ ἥλιος. τὸ λι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος ὀνόματα, τῇ λι ἢ τῇ ρι συλλαβῇ παραληγόμενα, μὴ σημαίνοντα μέρος σωματικὸν εἴτε μετουσιαστικὸν, μήτε κτητικὰ ὑπάρχοντα, διὰ τοῦ ι γράφεται. ἅλιος, ἥλιος, πύλιος, δόλιος. σημαίνει δὲ δύο ὀνόματα κύρια, βασιλέα Φρυγῶν καὶ τὸν Φαεινῆ
η 114
Ἥλιος καὶ ὑπὸ τῶν ποιητῶν ἠέλιος, παρὰ τὴν ἅλαν ἅλιος καὶ ἥλιος. ἔστι γὰρ κατὰ Ζήνωνα τὸν Στωϊκὸν ἄνα μ μαν τὸν ἐκ τοῦ θαλάσσης. ἢ παρὰ τὸ ἅλις, ἅλιος καὶ ἥλιος, ἐπεὶ πρὸς πάντα ἱκανῶς καὶ ἁρμοδίως ἔχει. ἢ παρὰ τὸ ἄλεος, ἵνʼ ᾖ τὸ ἀληθὲς καὶ συνηθροισμένον πῦρ. λέγει γὰρ καὶ Ἐμπεδοκλῆς, ἀλλʼ ὁ μὲν ἁλισθεὶς μέσον οὔρανον ἀμφιπολεύει
η 115
Ἥλιξ ἡ ἡλικιῶτις τέλειος
η 116
Ἠλυσίων πεδίων ἐκόμων τὰ λήϊα, παρὰ τὸ ἄλυτα τηρεῖν τὰ σώματα. ἢ ἠλύσιον τὸ καθαρὸν ἀπὸ ἁμαρτίας. ἢ ἀπὸ Ἠλυσίου τινός
η 117
Ἠλυσίων ἡ μακάρων νῆσος. εἴρηται δὲ ἐν νήσῳ τὸ ἀλύσιον, ὅπου διαλύονται αἱ ψυχαὶ τῶν σωμάτων. ἢ ἀλύσιον, ὅθεν οὐκ ἀναλύει τις. ἢ ἀπολύουσι κολάσεως. λέγεται δὲ Ἠλύσιον καὶ ἱερὸν πεδίον Ῥόδων. οἱ δὲ περὶ Αἴγυπτον ἢ Λέσβον
η 118
Ἠλύσιον πεδίον ἐπλάσατο τοῦτο ὁ Ὅμηρος. μήποτε ἀθανατοποιόν ἐστι, ἐπεὶ οὐ διαλύει τὰ σώματα. ἐγὼ δὲ ὑπονοῶ, ὅτι οὐκ εἶδεν Ὅμηρος, ἀθανατοποιὸν, ἀλλὰ ἡδεῖαν παρέχον ζωήν. οὐ γὰρ λέγει ὁ Πρωτεὺς τῷ Μενελάῳ, ὅτι οὐχ ἥμαρταί σοι ἀποθανεῖν ἐν τῷ καθόλου. ἀλλʼ ὅτι ἐν Ἄργει οὐ πέπρωται ἀποθανεῖν σε. ὁ δὲ τοῦτο λέγων, οὐ λέγει ὅτι ἀθάνατος εἴη, ἀλλʼ ὅτι ἐν ἑτέρῳ τόπῳ. σοὶ δʼ οὐ θέσφατόν ἐστι διοτρεφὲς ὦ Μενέλαε, Ἄργει ἐν ἱπποβότῳ θάνατον καὶ πότμον ἐπισπεῖν, ἀλλὰ ςʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς ὅπου ἀποθάνῃ. οὔτε γὰρ τὸν Ῥαδάμανθυν ἀθάνατόν τις ἡμῖν παρέδωκεν, οὔτε τὸν τούτου ἀδελφὸν Μίνωα
η 119
Ἠλύσιον πεδίον τὸ τῶν ἡρώων ἐνδιαίτημα, κεκλημένον ἀπὸ Ἠλυσίου τοῦ Ἐλευθῆρος εὐσεβεστάτου γινομένου, ἢ παρὰ τὰ ἄλυτα μένειν ἐν αὐτῷ τὰ σώματα, ὁ δὲ τόπος ἐν ταῖς καλουμέναις μακάρων νήσοις
η 121
Ἠλίφατος εἰς τὸ ἠλίβατος
η 122
Ἠλλοιώμενος παρὰ τὸ ἀλλοιῶ, τοῦτο παρὰ τὸ ἄλλος καὶ τὸ οἷος γίνεται ἀλλοῖος, καὶ ἐξ αὐτοῦ ἀλλοιῶ, ἀλλοιώσω, ἀλλοίωσις, σημαίνει δὲ τὴν ἐναλλαγήν
η 123
Ἦλος παρὰ τὸ ἵημι, ἥσω, ἧλος, ὁ διαπεμπόμενος
η 124
Ἦλος ἐκ τοῦ ἄλλω. ἢ παρὰ τὸ ἡλεῖσθαι καὶ περονᾶσθαι
η 126
Ἦλις πόλις ἐν Ἀρκαδίᾳ τῆς Πελοπονήσου
η 127
Ἠλιτόμηνος ὁ Διόνυσος. σημαίνει δὲ τὸ ἑπταμηνιαῖον γεννηθὲν παιδίον. Καλλίμαχος. τὴν οὐκ ἔπλησε μητὴρ φέρουσα οὓς ὤδινε μῆνας. Ὅμηρος, ἐκ δʼ ἄγαγε προφόως δὲ καὶ ἠλιτόμηνον ἔοντα. παρὰ τὸ ἄλιτος ἀλιτόμηνος, ὡς παρὰ τὸ ποιητὴς ποιητοῦ, διδάσκαλος διδασκάλου. σημαίνει δὲ τὴν τῶν κακῶν λῦσιν
η 128
Ἠμαθίων Ἠοῦς υἱὸς, Μέμνονος ἀδελφὸς, μήπω τʼ οὖν ὑποκοριστικῶς ἀπὸ τῆς ἡμέρας, ἡμερίων, ἠματίων καὶ ἠμαθίων
η 130
ἦμαρ ψιλοῦται. τὰ γὰρ εἰς ος δισύλλαβα, εἰ μὲν ἀπὸ φύσει μακρᾶς ἄρχονται, ψιλοῦται, αἶσχος, εὖρος, εὖχος, οὕτως οὖν καὶ τὸ ἦμος καὶ ἦμαρ καὶ ἦμα
η 131
Ἦμαρ εἰς τὸ ἡμέρα, καὶ αὐτῆμαρ καὶ ἥματα
η 132
Ἡμάρτησαν τὸ τρίτον τῶν πληθυντικῶν ἥμαρτον. καὶ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχὴν εἰς ς ὀξύτονον, εἰς σαν ποιοῦσι τὸ πληθυντικόν
η 133
Ἡμέρα παρὰ τὸ ἵημι τὸ πέμπω, ἡ ἐκπέμπουσα ἡμᾶς πρὸς πάντα, καὶ δασύνεται, ἦμαρ δὲ ψιλοῦται, ἐπειδὴ τὰ ἀπὸ δασέος σχηματιζόμενα ψιλοῦνται, οἷον, ἦθος, ἦμαρ, ἦμος. ἢ οὕτω, τὰ εἰς ος λήγοντα δισύλλαβα. εἴρηται εἰς τὸ ἦμα
η 134
Ἡμέρα διὰ τοῦ η, ἀμέρα ἡμέρα, ὡς ἔλεκτρον ἤλεκτρον, τριβόμενον γὰρ ἁρπάζει τὰ πελάζοντα φρύγανα, ἢ παρὰ τὸν ἥλιον, ὃς ἠλέκτωρ ὀνομάζεται τὸ τοῦ ἡλίου. Φασὶ γὰρ αὐτὸ δάκρυον εἶναι τῶν ἡλιάδων ὅπερ ἐπὶ τῷ Φαέθοντος οἴκτῳ στάζουσι. ἢ ὅτι ἡλιαυγής ἐστιν ἡ ἡμέρα. ἢ οὕτως καλουμένη παρὰ τὸ ἡμέρα ποιεῖν τὰ ζῶα. Δωριεῖς γὰρ ἀμέρα φησίν
η 135
ἠώς διαφέρει. ἡμέρα μὲν γάρ ἐστιν ἡ ὑπὸ ἡλίου φαῦσις. ἠὼς δὲ ἡ μετὰ τὸν ἥλιον
η 136
Ἠμεδαπὸς ἴδιος, ἐγχώριος, ἀπὸ τῆς ἡμετέρας χώρας. δάπεδον γὰρ τὸ ἔδαφος. οὕτω καὶ ἠμεδαπὸς ὁ ἀπὸ ἡμέτερας χώρας, δευτέρου προσώπου
η 137
Ἡμερινὸς πυρετὸς ὁ καθʼ ἡμέραν, ἐξ οὗ καὶ ἀφημερινός
η 138
Ἡμερὶς ἡ ἀναδενδρὰς, ὅτι ἄγει τὶς αὐτὸ ὅπη ἑλκύσει ἥμερον οὖσαν καὶ οὐκ ἀντισπῶσαν. μηδέπω δὲ τῆς τομῆς εὑρεθείσης αὐταῖς ἥρπαζον αἱ ἄμπελοι, ἀγρίους καρποὺς φέρουσαι, ὡς δὲ εὑρέθη καὶ θήραντο. ἥμερον καὶ τὸν καρπὸν καὶ τὴν ὄψιν ἔσχον
η 139
Ἤμην ὑπῆρχον, ἐκ τοῦ ἔω τὸ ὑπάρχω. τὸ παθητικὸν ἔομαι μονῇ τῇ φώνῃ, τῇ δὲ σημασίᾳ ἀπέλειψε. ὁ παρατατικὸς ἠόμην καὶ συγκοπῇ ἤμην
η 140
Ἡμεῖς διὰ τῆς ει διφθόγγου. ἄμες γὰρ λέγουσιν οἱ Δωριεῖς, καὶ ἄμμες οἱ Αἰολεῖς. καὶ ἡμεῖς τὸ πρῶτον αὐτῶν εἰς η τρέπομεν
η 141
Ἤμην οὕτως δὴ ἀληθῶς, τὸ η σύνδεσμος βεβαιωτικὸς, τὸ μὴν σύνδεσμος παραπληρωματικός. τὶ διαφέρει ὁ ἐναντιωματικὸς τοῦ παραπληρωματικοῦ; ὅτι ὁ μὲν παραπληρωματικὸς ἐπιφέρεται σύμφωνον καὶ φωνῆεν, ὁ δὲ ἐναντιωματικὸς οὐδέποτε ἐπιφέρεται φωνῆεν
η 142
Ἠμὶ ῥῆμα χρόνου ἀορίστου δευτέρου, συζυγίας δευτέρας τῶν εἰς μι. γίνεται δὲ ἐκ τοῦ φημί. ὁ μέλλων ἤσω, ὁ β ἀόριστος ἦν
η 143
Ἡμῖν πρωτότυπος ἀντωνυμία. αἱ ἀντωνυμίαι ἡνίκα ὁρισμὸν δηλοῦσι, μένουσιν ἐν τῷ αὐτῷ τόνῳ· ἡμῖν μὲν τόδʼ ἔφηνε, καὶ ἡμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ὅτε δὲ ἀπόλυτον ἔχουσι τὸ σημαινόμενον ἐγκλίνονται, ἠδʼ ἡμῖν δοκέει τόδε λωΐτερον, σὺν δʼ ἡμῖν ταράξει, ὅφρʼ ἡμῖν ἑκάεργος
η 144
Ἡμῖν διὰ τοῦ ι, ἄμμες γὰρ λέγουσιν οἱ Αἰολεῖς βαρύνοντες καὶ συστέλλοντες τὸ ι. καὶ ἦμιν λέγουσιν Ἴωνες προπερισπῶντες. καὶ ἄμμιν λέγουσιν οἱ Δωριεῖς, κατὰ τροπὴν τοῦ α εἰς η. ὡς ἅλιος ἥλιος, καὶ κάπος κῆπος