Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Etymologicum Gudianum

Library › Greek: Grammar & Reference › Etymologicum Gudianum

Etymologicum Gudianum is an anonymous Byzantine etymological lexicon, named after Marquard Gude, the seventeenth-century scholar who once owned one of its manuscripts. It is usually dated to around the eleventh century. Arranged alphabetically, it ranges from one-line glosses to longer discussions of how words are derived and formed. This text follows F. W. Sturz's edition of 1818 and E. L. de Stefani's partial edition.

The Gudianum belongs to the family of Byzantine etymologica that grew out of the Etymologicum Genuinum. It preserves glosses and scraps of grammatical learning not found elsewhere. It is useful both for rare Greek vocabulary and for seeing how medieval scholars explained the language of Homer, the dramatists and the Bible.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Sturz 1818; de Stefani 1909–20 (α–ζειαί)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Etymologicum Gudianum
Anonymous · Part 17 · every word parsed
χ 33
Χαμαίζηλος παρὰ τὸ χαμαὶ καὶ τὸ ζῆλος, τοῦτο παρὰ τὸ ζέειν ὅλως· τὸ μαι διφθόγγω διάτι; τὰ παρὰ τὸ χαμαὶ συγκείμενα ἅπαντα διὰ τῆς αι διφθόγγου γράφεται, οἷον, χαμαίζηλος, χαμαίμηλος, χαμαιτύπη ἡ πόρνη, παρὰ τὸ χαμαὶ τύπτεσθαι· πλὴν τοῦ χαμαιτερὲς καὶ χαμερπές
χ 34
Χαῦνος παρὰ τὸ χαίνω χάνος καὶ χαῦνος, ὡς φαίνω φάνος καὶ χαῦνος ὁ ταπεινός
χ 35
Χαλίφρων κυρίως ὁ μέθυσος λέγεται· χάμις γὰρ ἄκρος οἶνος, παρὰ τὸ χαλᾶν τὰς φρένας
χ 36
Χἁυτῷ ἀντὶ τοῦ καὶ ἑαυτῷ, κατʼ ἀποβολὴν τοῦ ἰῶτα, τοῦ εἰς τὸν καὶ σύνδεσμον, καὶ τοῦ ε, καὶ κράσει τοῦ α καὶ υ εἰς τὴν αυ δίφθογγον, γίνεται κἀυτῷ, καὶ ἐπειδὴ διὰ τὸ α, διὰ τὴν αὐτοπαθῆ ἀντωνυμίαν ἐτράπη τὸ κ εἰς χ, καὶ γέγονε χἁυτῷ
χ 37
Χαράδρης τῆς ἐγχαράξεως τοῦ ἐδάφους, τῆς γενομένης ἀπὸ τῶν ἐπιφερομένων ἐμβρίων ὑδάτων· εἴρηται δὲ οἱονεὶ τοῦ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος
χ 38
Χάραγμα καὶ χαράσσω, κατὰ παραγωγήν· σημαίνει δὲ κοίλωμα ὄρους
χ 39
Χερόνησος ἐκ τοῦ χεὶρ χειρὸς, καὶ τοῦ νῆσος, γίνεται Χερόνησος
χ 40
Χερουβὶμ παρὰ χεὶρ, χερός
χ 41
Χάρμη ἡ μάχη· ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις, καὶ τὸ χαίρειν τῇ μάχῃ, παρὰ τὸ χαράσσω· τὴν γὰρ χαρὰν, ὡς φησὶ καὶ Ἀριστίδης· χάρμα λέγεται οὐδετέρως
χ 42
Χάραξ φραγμὸς, ὁ ὄξεσι ξύλοις, ἢ καλάμοις ἐχόμενος, ἐκ τοῦ χαράσσω
χ 43
Χαράδραι αἱ ὑπὸ τῶν χειμάῤῥων ἐκρησσόμενοι αὐλῶνες, παρὰ τὸ χαράσσειν, καὶ τραχύνειν τὴν γῆν
χ 44
Χαραδριὸς ὁ ἡδόμενος ταῖς χαράδραις
χ 45
Χάρτης παρὰ τὸ χαράσσω. ἢ παρὰ τὸ κείρω τὸ κόπτω
χ 46
Χάρτης παρὰ τὸ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, τὸ διαχεόμενον. παράγωγον ποιεῖ τὸ χαίρω, οὐκ εἰρόμενον ἐπὶ τούτου τοῦ σημαινομένου, τὸ χωρεῖν· παρὰ δὲ τὸ αὐτὸ χαίρω χάρτης, χωρητικὸν ὢν τῶν ἐγγραφομένων
χ 47
Χαρακτὴρ. ἐκ τοῦ σκιάζω, καὶ χαράσσω, καὶ μορφῶ
χ 48
Χάρις δωρέα, ἢ ἀρετὴ, καλλόνη· ἐκ τοῦ χαίρω
χ 49
Χάρης Χάρητος, ὄνομα κύριον
χ 50
Χάρων παρὰ τὸν χύσω μέλλοντα, δηλοῦντα τὸ χωρῶ· καὶ οὕτω Φιλόξενος
χ 51
Χαρτοφύλαξ παρὰ τὸ χάρτης καὶ τὸ φυλάσσω, γίνεται σύνθετον ὄνομα χαρτοφύλαξ
χ 52
Χάρυβδις ὠμόβροτος, ἐκ τοῦ χαὸς καὶ τοῦ ῥύβδης, ἡ ἀναπινομένη θάλασσα, ἐπὶ τὰ γάδειρα, καὶ πάλιν ῥαγδοτέρως ἐπαναστρέφουσα. εἴρηται δὲ καὶ χάσμα θαλάσσιον πᾶν τὸ εἰς χαὸς καὶ ὄλεθρον κατασπῶν· διαφέρει κῆτος θαλάσσης
χ 53
Χάσμα παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ μέλλων χάσω, κέχασμαι, χάσμα
χ 54
Χέρας τῆς ὑπὸ ποταμῶν ἀθροιζομένης ψάμμου, καὶ ξύλων συγκομιδῆς· Ἀρίσταρχος δὲ χεράδας φησὶ καλεῖσθαι τοὺς ποταμοὺς, καὶ τοὺς ἐν αὐτῇ λίθους
χ 55
Χασμῳδία ἀλλʼ ἐπʼ ἄλληλα φωνηέντων, ἤτοι συνέχεια
χ 56
Χαῦνος παρὰ τὸ χαίνω, χάνος καὶ χαῦνος
χ 57
Χέδροψ ὄσπριον ἄγριον, κατὰ συγκοπὴν, χειρίδοψ γάρ ἐστι τὸ τῇ χειρὶ ἀνασπώμενον· τὰ γὰρ ὄσπρια ἐλευθερίζονται
χ 58
Χελιδὼν εἴρηται παρὰ τὸ κελαδεῖν, κελιδών τις οὖσα· τὸ μέντοι κελαδεῖν, διὰ τοῦ ε γραφόμενον μαρτυρεῖται· ἐκ τῆς χρήσεως ποταμοῦ κελαδοῦντος
χ 59
Χελώνη κατὰ στέρησιν τοῦ κέλλειν ὅ ἐστι κινεῖσθαι· τὸ γὰρ νω στερητικὸν, νωθεὺς γὰρ τὸ ζῶον, διχηλή τις οὖσα, παρὰ τὸ διεσχίσθαι, ὥσπερ ὁπλὴ ἀντὶ τοῦ ἁπλῆ
χ 60
Χὴν ὄνομα θηλυκὸν, κοινὸν τῷ γένει, ὁ χὴν καὶ ἡ χήν· κρακτικὸν γάρ ἐστι καὶ φωνητικόν· γίνεται δὲ παρὰ τὸ ἠχὴ, ὃ σημαίνει τὴν βοήν
χ 61
Χὴν καὶ χῆνα τὸ χηνάριον παρὰ τὸ ἠχεῖν, ἢ παρὰ τὸ χαίρειν, τουτ’ἔστι πέδειν, πέδον χηνάριον, διότι ἐν τοῖς νάμασι χαίρει· ἢ παρὰ τὸ ἕζω, τὸ καθέζομαι· οἱ γὰρ δεδεμένοι κυρίως ἐπὶ τῆς γῆς κατακεῖνται
χ 62
Χεῖα παρὰ τὸ χωρεῖν, ἀλλὰ καὶ χηραμὸς ἡ κατάδυσις τῶν Ῥωμαίων, ὁ φωλεὸς τῶν μυρμήκων
χ 63
Χεῖλος τὸ μέρος τοῦ σώματος, παρὰ τὸ χέειν τοὺς λόγους χέλος· καὶ χεῖλος τοῦ ποταμοῦ· τὸ χει διφθόγγῳ, διὰ τὸ χέλος κατὰ πλεονασμὸν τοῦ ἰῶτα χεῖ λος· χῖλος δὲ ὄνομα κύριον
χ 64
Χειμάδια δὲ τόπος ἐν ᾧ δεῖ παραχειμᾶσαι τῷ χειμῶνι· ἐφʼ ᾧ ἄν τις δύναιτο χειμῶνος ἐγκαθορμήσασθαι ἤτοι χειμᾶσαι· χειμαδία δὲ ἡ τοῦ χειμῶνος ὥρα
χ 65
Χερειότερος χερείων, καὶ κατὰ μεταπλασμόν· πλεῖον καὶ πλεῖα καὶ πλοῖαί τοι χαλκοῦ κλίσιαι· καὶ τὶ σημαίνει χερείων, τὸ ἐλάσσον
χ 66
Χειμὼν παρὰ τὸ χέω, ὁ ἐν τῇ γῇ χεόμενος
χ 67
Χείμαῤῥος ὁ ποταμὸς, παρὰ τὸ ἐν τῷ χειμῶνι ῥεῖν· ἢ διὰ τὸ χέεσθαι εὐμαρῶς ἤγουν εὐκόλως
χ 68
Χεῖρες διὰ τὸ χεῖσθαι ῥᾷον· καὶ διὰ τὴν χρείαν ὑπουργεῖν
χ 69
Χείμεθλον τὸ ἐν τῷ χειμῶνι γενόμενον ἐν τοῖς ῥηξὶ τῶν δακτύλων ἕλκος
χ 70
Χειμερινὸς παρὰ τὸ χεῖμα, ὡς παρὰ τὸ ἔαρ ἐαρινὸς ὤν· ἡ παραγωγὴ διὰ τοῦ ε γράφεται
χ 71
Χείρων χείρονος, οἱ Αἰολεῖς χήρων καὶ χέῤῥων· ἐπὶ μὲν κυρίου φυλάσσουσι τὸ ω, ἐπὶ δὲ προσηγορικοῦ οὐ φυλάσσουσι
χ 72
Χειμὼν διὰ τὸ χέεσθαι ὁμωνύμως, ἤγουν ἐπὶ μῆνας πέντε ἢ ἕξ
χ 73
Χειροπέδες ἡ εὐθεῖα ἡ χειροπέδη, ἐκ τοῦ χεὶρ χειρὸς καὶ τοῦ πέδους· χείρων, παρὰ τὸ χεὶρ χειρὸς, ὁ πρῶτος τύπος τῶν συγκριτικῶν χειρότερος, ὁ β, χερίων, διὰ τοῦ ἰῶτα γράφεται· καὶ ἐν ὑπερβιβασμῷ γίνεται χείρων· καὶ χερνῆτις θηλυκῶς, ἡ χειρομαχία γυνή, ἡ διὰ τῶν χειρῶν νήθουσα· ἰστέον δὲ, εἰ μὲν ὄνομα εἴη διὰ τοῦ ω γράφεται εἰ δὲ ἐπίῤῥημα διὰ τοῦ ο
χ 74
Χειρόκμητα ὑπὸ χειρῶν γεγλυμμένα, ἢ περιεξεσμένα, ἢ κατειργασμένα
χ 75
Χειροτονία ἐκλογὴ παντὸς δήμου
χ 76
Χαράστριος παρὰ τὸ χαίρειν τοῖς ὕδασιν· ἐλανδεὺς γὰρ τὸ ὄρος
χ 77
Χειροβοσκὸς ὁ διὰ χειρὸς ζῶν, ὡς φησὶ Σοφοκλῆς
χ 78
Χερουβεὶμ ἐπὶ μὲν ἑνικοῦ διφθόγγῳ· ἐπὶ δὲ πληθυντικοῦ διὰ τοῦ ἰῶτα
χ 79
Χερείων ὁ χείρων, ὁ ἐλάσσων, συγκριτικόν· διότι τὸ χερεῖος διφθόγγῳ
χ 80
Χερόνησος γῆ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν· καὶ γίνεται ἐκ τοῦ χεὶρ χειρὸς, καὶ τοῦ νῆσος
χ 81
Χέρσος ἡ ξηρὰ γῆ, παρὰ τὸ κείρω τὸ κόπτω, ὁ μέλλων κερῶ, Αἰολικῶς κέρσω καὶ ἐξ αὐτοῦ κέρσος καὶ χέρσος, ἡ κεκομμένη γῆ καὶ ἄδενδρος
χ 82
Χήληξι τοῖς ὄνυξι τοῦ βοὸς, ἐκ τοῦ χαλῶ, ἐξ οὗ δίχηλος, χηλὸς, ὥσπερ τὸ ἥσω ἧλος, ἡ χωροῦσα ἕκαστον τῶν ἀντιθεμένων
χ 83
Χήρα ἡ γυνὴ, παρὰ τὸ χαίρω χαρὰ, κατʼ ἀντίφρασιν, ἡ μὴ χαίρουσα· ἢ παρὰ τὸ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, καὶ ἐξ αὐτοῦ γίνεται χήρα, ἡ χωρητικὴ τῆς λύπης· ἢ ἡ μεμονωμένη τοῦ ἀνδρός
χ 84
Χηραί τε ἄνδρας μὴ ἔχουσαι· γίνεται χήρα ἀπὸ τοῦ χῶ τὸ χωρῶ, ὁ μέλλων χήσω, καὶ ἐξ αὐτοῦ γίνεται χήρα· ἐτυμολογεῖται καὶ παρὰ τὸ χαρὰ, καὶ ἀναδόσει τοῦ τόνου, καὶ τροπῇ τοῦ α εἰς η γίνεται χήρα, κατʼ ἀντίφρασιν· ἡ ἐστερημένη τῆς εὐφροσύνης καὶ τῆς χαρᾶς
χ 85
Χηρωσταὶ ἀλλότριοι, ἢ οἱ πόῤῥωθεν συγγενεῖς, διότι χηρεύοντος τοῦ οἴκου, καὶ ἐρήμου ὄντος τέκνων, αὐτοὶ κληρονομοῦσι
χ 86
Χηραμὸς παρὰ τὸ χῶ τὸ χωρῶ· χῶ, χήσω, χῆρος, ὁ ἔρημος, ὁ χωρεῖν δυνάμενος, διὰ τὸ κενὸν εἶναι· χῆρος οὖν καὶ παρωνύμως χηραμός· ἔστι δὲ χηραμὸς ὁ φωλεὸς τοῦ ὄφεως
χ 87
Χηνάριον διότι ἐν τοῖς νάμασι χαίρει
χ 88
Χηλὴ ἐπὶ τῶν διονύχων ζώων, διχόλη τις οὖσα, παρὰ τὸ διεσχίσθαι· ὥσπερ ὁπλὴ, ἀντὶ τοῦ ἁπλὴ, ἐπὶ τῶν μονωνύχων
χ 89
Χήτει δοτικὴ, στερήσει, ἐνδείᾳ, καὶ σπάνει, παρὰ τὸ χῶ ῥῆμα, ὃ σημαίνει τὸ ἐνδεοῦμαι· χῶ οὖν ὁ μέλλων χήσω, ὄνομα ῥηματικὸν χῆτις ἡ ἔνδεια, καὶ χῆτος ὄνομα οὐδέτερον, καὶ χητόπη ῥηματικὸν, δηλοῦν τὴν ἔνδειαν
χ 90
Χῆτις ἡ ἔνδεια, καὶ χῆτος ἕτερον ὄνομα, παρὰ τὸν χήσω μέλλοντα· χήτεα, Ἡσίοδος· παρὰ δὲ τὸ χῆτος ῥῆμα χητίζω καὶ χατίζων, ὡς θέρος θερίζω, ἄνθος ἀνθίζω· οὕτω Φιλόξενος
χ 91
Χειμέριος τὸ ρι ἰῶτα· τὰ διὰ τοῦ ιος, διὰ τοῦ ἰῶτα γράφεται, χωρὶς εἰ μὴ ᾦσιν ἀπὸ τῶν εἰς ος οὐδετέρων· οἷον, ἀκαίριος, ὁ μὴ ἔχων καιρὸν, ὥριος ὁ τῆς ὥρας προέφθασα ἐν ἀωρίᾳ, παρὰ τὸ ὥριος, ὁ μὴ ἔχων ὥραν· ἑσπέριος, ἡμέριος, ἀκάριος· χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος οὐδετέρων εἶπε, διὰ τὸ θέρος θέρειος· λοιπὸν ἐκ τοῦ χειμερινός
χ 92
Χήλωμα τὸ τῶν κτηνῶν
χ 93
Χθαμαλὴ χθεσινὰ ὠμὴ καὶ ἄσθμα
χ 94
Χθιζά τε χθεσινὰ ἐπίῤῥημα ἀπὸ ὀνόματος γενόμενον εἰς ἐπίῤῥημα, ὡς ἐν τῷ ἐτεὸν καὶ τὸ σίδηρον· καὶ τὸ χθιζὸς διάτι ὀξύνεται; τὰ εἰς ζος, ἀπὸ ἐπιῤῥημάτων παραγόμενα ἢ τριγενῆ ὄντα, ὀξύνεται, οἷον, χθιζὸς, πρωϊζός· καὶ πόθεν παρήχθη; ἐκ τοῦ ἐχθές· καὶ ποῖόν ἐστιν ἀναλογώτερον, καὶ κυριώτερον καὶ πρῶτον, τὸ ἐχθὲς ἢ χθές; τὸ χθές· ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν ἐπίῤῥημα μονοσύλλαβον ἀπαθὲς, κατʼ ἰδίαν ῥητὸν μακροκαταληκτεῖ φύσει ἢ θέσει· οἷον, μὴν, νὴ, πλὴν, δὴν, πὺξ, λὰξ, μὰψ, ἄψ; πρόσκειται μονοσύλλαβα, διὰ τὴν δισυλλαβίαν· πρόσκειται ἀπαθὲς διὰ τὸ δύο καὶ τρίς· ταῦτα γὰρ κατὰ παθός εἰσιν, ἐκδιάκις, καὶ τριάκις· πρόσκειται κατʼ ἰδίαν ῥητὸν, ὅτι ἔδει αὐτὸ μακροκατάληκτον εἶναι, εἴτε φύσει εἴτε θέσει, ὥστε τὸ ἐχθὲς ἀναλογώτερόν ἐστιν, ἐκφεῦγον τὴν παραλογίαν τοῦ χθές· γίνεται ἐκ τοῦ ἐχθέω, ἐχθεύσω, ἐχθεὺς, ἡ ἐκθεύσασα ἡμέρα· ἐτυμολογεῖται δὲ παρὰ τὸ ἐκτὸς ἡμῶν γένεσθαι ταύτης τῆς ἡμέρας
χ 95
Χθονὶ τῇ γῇ, δοτική· κλίνεται χθὼν, χθονός· ὁ κανών· πᾶν ὄνομα μονοσύλλαβον, εἰς ἀμετάβολον λῆγον, προσθέσει τοῦ ος κλίνεται, οἷον, κλὼν κλωνὸς, χὴν χηνὸς, πρὼν πρωνὸς, ἐξ οὗ καὶ πρόωνες ἄκραι, σπλὴν σπληνὸς, μὴν μηνός· πλὴν τοῦ φρὴν φρενὸς, καὶ χθὼν, χθονός· τὸ δὲ φρὴν ἐσημειώθη, ἐπειδὴ τὰ εἰς ην μονοσύλλαβα κοινά εἰσι τῷ γένει, ὁ χὴν καὶ ἡ χὴν, ὁ ῥὴν καὶ ἡ ῥὴν, σημαίνει δὲ τὸν ἄρνα, ἀπὸ γὰρ τῆς ῥηνὸς γενικῆς τροπῇ τοῦ η εἰς α ῥανὸς, καὶ ἐν ὑπερβιβασμῷ ἄρνος, καὶ ἡ αἰτιατικὴ ἄρνα· τὸ δὲ φρὴν αἰολικῶς μόνου γένους ὂν, ὡς διήλλαξε περὶ τὸ γένος, διήλλαξε καὶ κατὰ τὴν κλίσιν
χ 96
Χθὼν παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χὼν, καὶ πλεονασμῷ τοῦ θ, χθὼν, ἡ πάντας χωροῦσα· ὅτι πᾶν ὄνομα μονοσύλλαβον, εἰς ἀμετάβολον λῆγον, προσθέσει τοῦ ος κλίνεται, εἴρηται ἐν τῷ φρήν· περὶ δὲ τοῦ χθονὸς εἴπωμεν, ὅτι κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ων λήγοντα ὀξύτονα μονοσύλλαβα, μόνως ἀρσενικὰ, καὶ μὴ μόνως θηλυκὰ, φυλάττει τὸ ω ἐπὶ γενικῆς· οἷον, κλὼν κλωνὸς, πρὼν πρωνὸς, ὥστε πρὼν ἰσχάνει ὕδωρ. τὸ δὲ χθὼν ἐπειδὴ μόνως ἔστι θηλυκοῦ γένους, τούτου χάριν ἔτρεψε τὸ ω εἰς ο, οἷον, χθονός· καὶ ἐξ αὐτοῦ χθόνιος
χ 97
Χιλὸς καὶ θηλυκῶς λέγεται· γράφεται δὲ διὰ τοῦ ἰῶτα. καὶ λέγουσιν, ὅτι ὤφειλε διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἐπειδὴ καὶ τὸ χεῖλος διὰ τῆς ει διφθόγγου. ἐκ δὲ τοῦ χεῖλος γίνεται χιλὸς ἡ τροφὴ, ἡ ἐν τοῖς χείλεσι διδομένη. ἀλλʼ ἔστιν εἰπεῖν διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τῶν διὰ τοῦ ιλος
χ 98
Χίδρα στάχυες ἁπαλοῦ σίτου, ὁ νεὸς καρπὸς, ἢ ἄλευρον τὸ ἐξ ἁπαλῶν κριθῶν φρικτῶν γινόμενον. χίδαρα ὄντα τινὰ, καὶ χίδρα, τὰ τῇ χειρὶ ἀνασπώμενα
χ 99
Χιλὸς ἡ τροφὴ, ἐξ οὗ καὶ χιλὸς, ὁ Ἀχιλεύς
χ 100
Χιλοῦ τε ἕνεκα καὶ τῆς λείας ἀνασχοῦ· φύουσι γὰρ χιλὸν, καὶ ἐλυμὰν καὶ χόρτον
χ 101
Χιλὸς οὖν ἡ τροφὴ παρὰ τὸ ἴσχειν τὸ σῶμα, τουτ’ἔστι κρατεῖν, χιλὸς δὲ ὁ χόρτος τῶν βοσκημάτων, παρὰ τὸ χεῖσθαι τῷ ἕλει· χηλὴ δὲ ἐπὶ τῶν διονύχων ζώων, οἷον, διχέλη τις οὖσα, ἀπὸ τοῦ ἐσχίσθαι, ὡς τὸ ὁπλῆ ἡ ἁπλῆ, ἐπὶ ἵππων καὶ ἡμιόνων· καὶ εἰς τὸ Ἀχιλεύς
χ 102
Χίλιοι διὰ τοῦ ἰῶτα γράφεται, ἐπειδὴ οἱ Αἰολεῖς χέλλιοι λέγουσι· τοῦτο δὲ ἔχουσιν ἔθος ποιεῖν ἐπὶ τῶν γραφομένων· φθείρω φθέῤῥω, σπείρω σπέῤῥω· εἰ δέ τις εἴποι, ὅτι τὸ ἰῶτα εἰς ε τρέπουσιν, οἷον Πρίαμος Πρέαμος, κοπρία κοπρέα, τρίτος τρέτος· τὸ δὲ χίλιοι τὸ χι μακρὸν ἔχει, πῶς ἔτρεψε παρʼ αὐτοῖς τὸ ι εἰς ε; ἀλλʼ ἰστέον, ὅτι σπανίως τὸ ἰῶτα ἐκτεταμένον τρέπουσιν εἰς ε, οἷον, ἵλαθι, ἕλλαθι, χίλιοι χέλλιοι. ἰστέον δὲ ὅτι τὸ χίλιοι διὰ τοῦ ι γράφεται· ἐπειδὴ πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ συνεμπίπτει τῷ ἰῶτα στοιχείῳ
χ 103
Χεὶρ τὸ χεὶρ διφθόγγῳ γράφεται, ἐπειδὴ οἱ Δωριεῖς χὴρ λέγουσι διὰ τοῦ ἦτα· καὶ ἔθος δὲ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν, οἷον, πλείων πλήων, μείων μήων· καὶ ἄλλως, ὅτι οἱ Αἰολεῖς ἐφανέρωσαν τὸ ε, χέρες εἴποντες, χεῖρες διφθόγγῳ
χ 104
Χείρων ὁ κένταυρος· χεῖραι καλοῦνται, αἱ ἐν τοῖς ποσὶ ῥαγδάδες. ἔνθεν καὶ χείρων, διὰ τὸ ἐν χείροσι
χ 105
Χίμαιρα ἡ περισυνὴ αἴξ· ἔστι δὲ ὄνομα θηρίου τρικεφάλου· εἴρηται ὁ κανών
χ 106
Χίμαρος ὁ τράγος, ἐκ τοῦ χιμαίρω. τὸ χι ἰῶτα πρὸς ἀντιδιαστολὴν τοῦ ποταμοῦ, τοῦ ἐν τῷ χειμῶνι ῥέοντος· καὶ γίνεται παρὰ τὸ κίω τὸ πορεύομαι, κίμαρος καὶ χίμαῤῥος
χ 107
Χῖος ἐπὶ τοῦ πολίτου ὁ λόγος, ἡ δὲ νῆσος διὰ βραχέως τοῦ ἰῶτα
χ 108
Χιράδες αἱ τῶν χειρῶν· χιρὰς δὲ τὸ πάθος
χ 109
Χιράδες διὰ τοῦ ἰῶτα γράφεται. καὶ ὤφειλε διὰ διφθόγγου, ἐπειδὴ παρὰ τὸ χεὶρ γέγονε· ἀλλʼ ἴσως ἀπέβαλε τὸ ε, ὁμοίως ὡς τὸ λείβω λιβάς· κρεῖττον δὲ εἰπεῖν, ὅτι συνέπαθεν ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ τὸ χεῖρας ἔνδειαν τινὸς σημαίνει
χ 110
Χιτῶνος ἐπὶ μὲν τοῦ σηνήθους· τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα. ἐπὶ δὲ τοῦ θώρακος· Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι
χ 111
Χιτὼν ὑποκάμισον, τὸ τοῦ ἄνδρος ἱμάτιον, παρὰ τὸ περιχεῖσθαι τῷ σώματι ἡμῶν· τὸ δὲ τῆς γυναικὸς πέπλον· λέγεται δὲ καὶ χιτωνίσκος· καὶ εἰς τὸ πέπλος
χ 112
Χίων παρὰ τὸ χέω, καὶ χιτών· συστέλλει δὲ τὸ ω ἐπὶ γενικῆς
χ 113
Χλαῖνα παρὰ τὸ χλιαίνειν, ὅ ἐστι θερμαίνειν· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς
χ 114
Χλαῖνα γίνεται ἐκ τοῦ χλαίνω, τὸ θερμαίνω· καὶ τὶ διαφέρει χλαῖνα, χλανὶς καὶ χλαμύς; διαφέρει· χλαῖνα μὲν γὰρ λέγεται τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον· χλαμὺς δὲ τὸ περιφερὲς, τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον σαγομαντίον· χλανὶς δὲ τὸ λεπτότατον καὶ τρυφερὸν ἱμάτιον· χλαμὺς δὲ καὶ ὅπερ φοροῦσιν οἱ κηροφόροι
χ 115
Χλευασμὸς ἀπὸ τοῦ χλευάζω, τοῦτο ἐκ τοῦ χλεύη, ὃ σημαίνει τὴν ἀπάτην· τοῦτο ἐκ τοῦ κλέπτω, κλεύη καὶ χλεύη· ὁ γὰρ κλέπτων τινὰ, καὶ χλευάζει αὐτόν· καὶ ὁ χλευάζων τινὰ ὑποκλέπτει αὐτόν· ἢ ἀπὸ τοῦ χεύω γίνεται χεύη, καὶ κατὰ πλεονασμὸν τοῦ λ, χλεύη. ἢ παρὰ τὸ γελῶ γελεὺς καὶ χλεύη
χ 116
Χλεύη χειλεύη τις οὖσα, παρὰ τὸ ἀνοίγειν τὰ χείλη· οἱ δὲ παρὰ τὴν χλόην, δυσωπητικὰ γὰρ τὰ σκώμματα, καὶ χρειὰς μεταβλητικά
χ 117
Χλιδὴ ἡ τροφή· τὸ χλι ἰῶτα. τὰ εἰς δη ψιλὰ ἑνὶ φωνήεντι παραλήγεται, οἷον, κλίδη, ἴδη, χλιδή· ἔστι δὲ χλίδω βαρυτόνως, καὶ χλιδῶ περισπωμένως, δευτέρας συζυγίας τῶν περισπωμένων· ἄλλοι φασὶ τὸ χλιδῶ, ὃ σημαίνει τὸ τρέφω καὶ αὐξάνω, ὡς ἀπὸ τοῦ κλείω τὸ δοξάζω
χ 118
Χλίδοντα χλίδην, σωρηδὸν, δηλοῖ πλήθους ἔμφασιν, αἰσχύλος ὁ πλουκρίσει καὶ χεριδόντα, ἀντὶ τοῦ πληθύνοντα
χ 119
Χλιδὴ ἥκιστα ἔχαιρες ἀγλαϊσμῶν τροφὴ, καὶ χλιδανὸν τὸ τρυφερὸν, παρὰ τὸ χαλῶ ῥῆμα, καὶ τὸ δέω τὸ πρέπω, χαλιδὴ καὶ χλιδὴ, ἡ ὑποχαλῶσα τοῦ πρέποντος· λέγεται δὲ καὶ χλιδὴ ἡ ἔκλυσις, καὶ μαλακία, ἀπὸ τοῦ χλιάνθαι, καὶ ἐκλελύσθαι, ἀσθενείᾳ τοῦ θερμοῦ· καὶ χλίδοντα, ἀντὶ τοῦ πληθύνοντα
χ 120
Χλῆδος ἀρσενικόν· κυρίως δὲ ὁ σωρὸς τῶν λίθων
χ 121
Χλωρὸς παρὰ τὸ χολὴ, χολερὸς καὶ χλωρὸς, καὶ ἐκ τούτου χλίηρος, καὶ τροπῇ τοῦ η εἰς ω καὶ κράσει χλωρός· καὶ ἐκ τούτου χλωρότης
χ 122
Χλούνης ὁ σύαγρος, ὁ χοῖρος, ὁ ἐν χλόῃ ἀναζωούμενος καὶ διατρίβων, χλοεύνης καὶ χλεύνης
χ 123
Χλόη παρὰ τὸ φλέω τὸ ἀναδίδωμι, φλόη καὶ χλόη
χ 124
Χοῖνιξ καὶ ἴφι, ταυτόν ἐστιν. ἔστι δὲ μέτρον ξεστῶν δύο, καὶ ποστιμόριον, ὅ ἐστι τῶν δύο δρακῶν, τῆς χειρὸς τὸ μέτρον· χοῖνιξ δὲ σημαίνει τὴν χώρησιν
χ 125
Χοῖνιξ διὰ τοῦ ἰῶτα γράφεται. ἔστι δὲ εἶδος μέτρου. οὐδέποτε δίφθογγος εἰς διπλοῦν λήγει, πλὴν τοῦ προίξ
χ 126
Χοιράδες νόσημά τι περὶ τὸν τράχηλον τῶν ἀνθρώπων γενόμενον, ὅπερ οἱ ἰατροὶ χοιράδες καλῶς ὀνομάζουσι, διὰ τὸ ζώοις ἐοικέναι τοιούτοις τὰ δημιουρ γοῦντα τὸ νόσημα, καὶ κενοὺς σοφεώρας ἀνθρώπων τοὺς τραχήλους ποιουμέναι
χ 127
Χοῖρος παρὰ τὸ χοῦς χοὸς, χόϊρος καὶ χοῖρος κατὰ κράσιν, ὁ τὸν χοῦν ἐρευνῶν
χ 128
Χοῖρος διὰ τὸ τὴν χύσιν ἐρᾷν καὶ ῥυφᾷν· ἤτοι τοῦ χείρονος ἐρᾷν, ἤτοι τοῦ χοὸς ἐρᾷν
χ 129
Χολάδες τὰ ἔντερα, εἰς αὐτὰ γὰρ ἡ ξανθὴ χολὴ συῤῥεῖ, τοῦτο μηχανισαμένης τῆς φύσεως, πρὸς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς, πρὸς τὴν παράκλισιν τῶν περιττῶν, ἔμελλε γὰρ ψυχρὰ ὄντα, τῇ κράσει ἀργὰ μένειν, καὶ μηδέποτε ποιεῖν τὴν παράκλισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα· ἐτυμολογεῖται παρὰ τὸ χεῖσθαι οὐ καλῶς
χ 130
Χολωσάμενος ὀργισθείς· τὸ χο μικρὸν διάτι; ἐκ τοῦ χέω, ὁ γὰρ χόλος διαχεῖται· ἡ πρώτη γὰρ ἔκκαυσις τῆς καρδίας, καὶ διάχυσις τῆς χολῆς πρὸς ὀργὴν, χόλος λέγεται· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ· καὶ τὸ γενικόν ἐστιν ὁ θυμός· ταῦτα δὲ εἴρηται, καί εἰσιν εἴδη
χ 131
Χολὴ παρὰ τὴν ὀργὴν καὶ τὴν μελανίαν· ἢ διὰ τὸ χέεσθαι τὴν αἰτίαν εἰς ὅλον τὸ σῶμα, καὶ τυφλεῖν αὐτόν
χ 132
Χόλω καὶ χολῶ διαφέρει· ἐπὶ μὲν τοῦ ὀργιζομένου ἐκ τοῦ χολή· ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων, χολῶ χολᾶς, τὸ πληθυντικὸν χολᾶτε, ἐμοὶ χολᾶτε, ὅτι ὅλον τὸν ἄνθρωπον ὑγιῆ ἐποίησα· ἐπὶ δὲ τοῦ ἐκ τοῦ χόλος, γίνεται χολῶ, τρίτης συζυγίας τῶν περισπωμένων, χολόω χολῶ, ὁ μέλλων χολώσω, κεχολωμένος
χ 133
Χολωσέμεν ὀργισθήσεσθαι· καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα ποιοῦσιν εἰς εμεν, καὶ οἱ Αἰολεῖς εἰς εμεναι, τύπτειν, τυπτέμεν, τυπτέμεναι, γελάσειν, γελασέμεν, γελασέμεναι, χολώσειν, χολωσέμεν, χολωσέμεναι
χ 134
Χόνδρος τὸ τοῦ στομάχου ἔντερον· ἔνθεν καὶ ὑποχόνδριον καλεῖται, καὶ χονδή· καὶ λοιπὸν φύσκη τὸ ἕτερον
χ 135
Χορδὴ τὸ ἔντερον, ἢ ἡ λύσις τῶν ἐντέρων, παρὰ τὸ χωρεῖν τὴν ἐδωδήν· ἢ παρὰ τὸ τὰ χωρηγούμενα δεῖν, ὅ ἐστι δεσμεύειν
χ 136
Χορταῖος ὁ δασὺς χιτὼν, ᾧ χρῶνται αἱ παρθένοι αὐλῆς ἐν χόρτωπι· καὶ χορτοὶ οἱ τριγχοὶ, ὡς Εὐριπίδης ἐν δροπωθ. συγχορταναίῳ πεδία· ταῖς δʼ ἐλευθέραις· καὶ ἐν Ἀνδρομάχη ὁμοίως
χ 137
Χόριον τὸ κάλυμμα, τὸ περιέχον τὸ ἔμβρυον, τὸ συγγενώμενον ἐν τῇ κοιλίᾳ τοῖς βρέφεσιν, ὡς χωρίον αὐτὸ ὂν τῶν διατρεφόντων· χόριον τὸ ἔντερον τὸ συγγενώμενον ἐν τῆ κοιλία τοῖς βρέφεσι, τὸ ἐκ τοῦ ἐμβρύου τοῦ τικτομένου. ἐκ τοῦ χέω
χ 138
Χολέρα ἔκρυσις διὰ τοῦ στόματος καὶ γαστρός
χ 139
Χορηγὸς δότης, παρὰ τὸ χεὶρ χερὸς καὶ τὸ ἄγω, γίνεται χερηγὸς, καὶ τροπῇ τοῦ ε εἰς ο χορηγὸς, ὁ διὰ χειρὸς ἄγων
χ 140
Χορόνδε ὄνομα, ἐκ τοῦ χῶρος, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον· τὸ δε οὐκ ἔστι μέρος λόγου, ἀλλὰ μόριον· λαμβάνεται δὲ ἀντὶ τῆς ἐν προθέσεως
χ 141
Χόρτος παρὰ τὸ ἐν τῇ χέρσῳ γίνεσθαι· ἢ διὰ τὸ ἐν τῇ χέρσῳ τείνεσθαι· ἢ παρὰ τὸ κείρω τὸ κόπτω, κόρτος καὶ χόρτος
χ 142
Χορτάσαι παρὰ τὸν χόρτον, τὸν περιβαλλόμενον τοῖς ὑποζυγίοις
χ 143
Χορὸς ἄθροισμα, ἀπὸ τοῦ χῶρος, ὃ σημαίνει τὸν τόπον, ἀπὸ περιέχοντος τὸ περιεχόμενον· ἐκ τοῦ οὖν χῶρος, κατὰ συστολὴν τοῦ ω εἰς ο, καὶ καταβιβάσει τοῦ τόνου γίνεται χορὸς ὁ λαὸς, ὁ περιεχόμενος ἀπὸ τόπου· γίνεται καὶ χορεῖος
χ 144
Χορὸς παρὰ τὸ χαίρω χαρὸς, καὶ τροπῇ τοῦ α εἰς ο χορός· ἢ παρὰ τὸ χεὶρ χειρός. τὸ χο μικρὸν διάτι; πρὸς ἀντιδιαστολὴν τοῦ χῶρος τοῦ σημαίνοντος τὸν τόπον, καὶ Ὅμηρος, χῶρον μὲν πρῶτον διεμέτρεον· καὶ ὡς οἶδε χῶρον ἔρημον
χ 145
Χοῶν θυσίων, ἐκ τοῦ χοὴ, τοῦτο ἐκ τοῦ χέω, χοὴ, χοαὶ, χοῶν, τὰ ἐπιχεόμενα. οἱ γὰρ ἀρχαῖοι, ἅπερ εἶχον κάλλιστα καὶ τιμιώτατα, ἔῤῥευον εἰς τοὺς νεκροὺς τιμῶντες αὐτούς
χ 146
Χροῦς ὅ ἐστι χουζὰ, τὸ μὲν μέγα ξεστῶν η· τὸ δὲ ἅγιον ξεστῶν ἕξ. ὅ ἐστι δώδεκα μετρήτους
χ 147
Χραίσμη ἐκ τοῦ χραισμῶ τὸ βοηθῶ, ὁ β ἀόριστος ἔχραισμον, τὸ ἐπιτακτικὸν ἐὰν χραισμῶ, ἐὰν χραισμῆς, ἐὰν χραισμῇ, καὶ χραίσμη
χ 148
Χρεία παρὰ τὸ χρέος γέγονε χρέα, καὶ ἐν πλεονασμῷ τοῦ ἰῶτα χρεία. διὰ τῆς ει διφθόγγου γράφεται, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων
χ 149
Χρεῖσθαι καὶ χρᾶσθαι, προσφέρεσθαι, δανείσασθαι, καὶ ἐπίτασις χρειώδους, καὶ ἀναγκαίας χρείας
χ 150
Χρήσασθαι πρᾶξαι ἢ γαμῆσαι, ἢ ἄλλο τι ποιῆσαι, ἢ ἀποκτεῖναι
χ 151
Χρηστήριον σημαίνει δὲ τὸ μαντεῖον
χ 152
Χρέος παρὰ τὸ χρέω τὸ δηλοῦν τὸ ἐνδεῖν, οὔτως Ἀπολλώνιος ἐν τῷ ἐπὶ ῥημάτων
χ 153
Χρέων ἐπίῤῥημα, ἀντὶ τοῦ χρή
χ 154
Χρεωφειλέτης ἐκ τοῦ χρέος, καὶ τοῦ ὀφειλῶ
χ 155
Χρείω τὸ χρησμοδοτῶ, ἤγουν τὸ μαντεύομαι, ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον, ἔχρειον· ἐπὶ δὲ τῶν ἄλλων ἐστὶ διὰ τοῦ ἦτα, τὸ δανείζω· ἐξ οὗ καὶ χρήσασθαι τὸ δανείσασθαι. χρείω δὲ καὶ τὸ κεντρίζω
χ 156
Χρὴ ἀπὸ τοῦ χρῶ, χρᾶς, δευτέρας συζυγίας τῶν περισπωμένων, εἶτα παράγωγον χρῆμι, χρῆς, χρῆσι, καὶ κατʼ ἀποβολὴν τῆς σι συλλαβῆς χρή· διάτι ὀξύνεται; πᾶσα λέξις δισύλλαβος ἐν ῥήμασιν, εἰ μὲν ἀπὸ τῆς ἀρχῆς ἀποκοπὴ τὴν καταλιμπανομένην συλλαβὴν περισπᾶ, εἰ δὲ ἀπὸ τέλους ὀξύνει
χ 157
Χρὴ δεῖ γινώσκειν, ὅτι τὸ χρῆ ἐστιν ἐνεστῶτος τῶν εἰς μι, τρίτου προσώπου, ἑνικοῦ. ἔστι χρῆμι, τὸ δεύτερον χρῆς, καὶ τὸ τρίτον χρῆσι, καὶ κατὰ συγκοπὴν χρή
χ 158
Χρὴ ἐπίῤῥημα, ὁμοίως καὶ τὸ δεῖ· ὅτι τὰ ἐπιῤῥήματα καὶ ἐπίκειται τοῖς ῥήμασι προτασσόμενα, καὶ ὑπόκειται· οἷον, καλῶς ἀναγινώσκει δίων, ἀναγινώσκει καλῶς δίων· τοιαῦτα δὲ τὰ προκείμενα ἐν τῇ συντάξει ἔστι κατὰ ἀπαρέμφατον, οἷον, Ἀπολλώνιος χρὴ γράφειν, Ἀπολλώνιος δεῖ περιπατεῖν. καὶ ἄλλως, κανὼν γάρ ἐστιν ὁ λέγων, τὰ ἐν προσώποις ἀντωνυμικοῖς κατὰ παρασχηματισμὸν ἐκφερόμενα, κατὰ τὸ τρίτον πρόσωπον ἐπιῤῥήματά εἰσιν, οἷον, Ἑλληνιστὶ λέγω ἐγὼ, Ἑλληνιστὶ λέγει ἐκεῖνος· ὁμοίως καὶ τὸ ἐμὲ χρὴ γράφειν, σὲ χρὴ γράφειν, ἐκεῖνον χρὴ γράφειν· ἆρα κατὰ τοιαύτην ἀπόδειξιν ἐπίῤῥημα. ἕτεροι δὲ κανόνες εἰσὶν οἱ λέγοντες, ταῦτα τοῦ μὴ ἐπιῤῥήματος εἶναι, ἀλλὰ ῥήματα. ῥήματα δέ εἰσιν, ἐπειδὴ ἴδιόν ἐστι τῶν συγκεχυμένων ῥημάτων τὸν χρόνον διαστέλλειν· ἐνεστὼς γὰρ χρόνος γίνεται τὸ δεῖ καὶ τὸ χρή· οἷον χρὴ γράφειν, δεῖ ἀναγινώσκειν· παρατατικὸς δὲ ἔδει γράφειν, καὶ ἔχρην ἀναγινώσκειν, προσελθόντος ἔξωθεν τοῦ ε, ὥσπερ ῥῆμα ἴδιόν ἐστι. καὶ πάλιν διὰ τὴν κατάληψιν ῥῆμα ἔστιν· οὐδὲν γάρ ἐστιν ἐπινοῆσαι ἐπίῤῥημα εἰς ε καταλῆγον μονοσύλλαβον, κατὰ τὸ κοινὸν ἔθος, αἱ γὰρ τοιαῦται προφοραὶ ἐν συναιρέσει ῥημάτων ἴδιαί εἰσιν. οἷον, χέει χεῖ, ῥέει ῥεῖ, πλέει πλεῖ, ἕως ἐξουρίας πλεῖς, πνέει πνεῖ· ἆρα οὖν ῥῆμα ἔστι τὸ δεῖ καὶ τὸ χρή. ἕτερος κανών ἐστιν ὁ λέγων, πᾶν ῥῆμα μακροκατάληκτον, ἐπὶ τῆς μακρᾶς ἔχον τὸν τόνον περισπᾶται, οἷον νοῶ, χρυσῶ· σεσημείωται τὸ χρὴ καὶ τὸ δεῖ
χ 159
Χρήζω θέλω, ἐν οἶς καὶ νὴν γράφει τὸ ἰῶτα. καὶ χρηΐζω λέγεται κατὰ διάστασιν· εἴρηται δὲ παρὰ τὸ χρεία, ὅπερ ἔχει τὴν ει δίφθογγον, χρεΐζω, καὶ κατʼ ἔκτασιν τοῦ ε εἰς η, χρηΐζω
χ 160
Χρησμὸς παρὰ τὸν χρήσω μέλλοντα
χ 161
Χρήματα τὸ πλῆθος τοῦ χρυσίου, παρὰ τὸ χρῶ χρήσω, ὃ σημαίνει τὸ κτῶμαι, ἐξ οὗ καὶ ὁ μέσος ἐχρησάμην, ἀντὶ τοῦ ἔλαβον, καὶ ἐκτησάμην χρήματα
χ 162
Χρήματα τὰ ἀργύρια, χρήματα τὰ πράγματα
χ 163
Χρίσις οὕτως ἡ παράδοσις, μαρτυρεῖ δὲ Ἀλεξίων καὶ Φιλόξενος. παρὰ τὸ χρίω τὸ ἀλείφω· ὅτε γὰρ δηλοῖ τὸ μαντεύομαι, διὰ τῆς ει διφθόγγου γράφεται
χ 164
Χριστὸς παρὰ τὸ χρίω, ὃ σημαίνει τὸ ἀλείφω· σημαίνει δὲ τὸ τοῦ κυρίου ὄνομα καὶ τὸν βασιλέα· χρίω ὁ μέλλων χρίσω, κέχρικα, κέχρισμαι, κέχρισαι, κέχρισται, καὶ ἐκ τούτου Χριστός. τὸ χρι ἰῶτα διάτι; τὰ εἰς στος, εἴτε ἁπλᾶ, εἴτε σύνθετα, διὰ τοῦ ἰῶτα γράφεται, οἷον, πιστὸς, ἱστὸς, παστὸς, Χριστός. ὀξύνεται, τὰ εἰς τος λήγοντα ὀνόματα, ἔχοντα πρὸ τοῦ τ, τὸ ς, εἰ παρασχηματίζοιτο εἰς διαφορὸν γένος, εἰ μὴ ὑπερθετικὰ εἴη, ὀξύνεται· οἷον, πιστὸς, πλιστὸς, ξυστὸς, μεστὸς, σχιστὸς, φραστὸς, κτιστὸς, χριστός. πρόσκειται μὴ ὑπερθετικὰ, διὰ τὸ πλεῖστος, λῷστος, ῥᾷστος
χ 165
Χρηστὸς ὁ ἀγαθός· τὸ χρη ἦτα διάτι; ἀπὸ γὰρ τοῦ χρῶ, χρᾶς, χρᾶ, γίνεται χρηστὸς ὁ ἀγαθὸς, καὶ χρήστης ὁ δανείζων καὶ ὁ δανειζόμενος. χριστὸς δὲ καὶ χρίσμα διὰ τοῦ ἰῶτα, ἀπὸ τῆς τοῦ ἐλαίου χρίσεως
χ 166
Χρησμωδοσία ἐκ τοῦ χρησμὸς καὶ τοῦ δόσις· χρησμῳδία δὲ ἐκ τοῦ χρησμωδοτῶ, τοῦτο ἐκ τοῦ χρησμὸς καὶ τοῦ ᾠδὴ, γίνεται χρησμωδοσία
χ 167
Χρημώδημα καὶ χρησμωδότημα, τὸ μάντευμα
χ 168
Χρῆμα κυρίως τὸ διὰ χειρὸς ἔργον, οἷον χέρημα
χ 169
Χρῆμα πρᾶγμα, πλοῦτος, οὐσία. χρῆμα, προφήτευμα, χρυσίον
χ 170
Χρόνος εἰς τὸ καιρός
χ 171
Χρόα παρὰ τὸ χρῶ τὸ βάπτω, ἐξ οὗ καὶ χρῶμα, κατὰ παραγωγήν· καὶ εἰς τὸ ὦχρος
χ 172
Χρυσάμπυκα ζήτει εἰς τὸ ἄμπυξ, χρυσοχαλίνους, ἀπὸ μέρους, ἢ χρυσοκόμους· κυρίως δὲ ἄμπυξ καλεῖται, σειρὰ κατάχρυσος, ἡ ἀπὸ μετώπου τεινομένη, ᾗ συνδοῦνται αἱ τρίχες
χ 173
Χρύσεος ἀποβάλλει τὸ ἰῶτα τῆς ει διφθόγγου. τὰ διὰ τοῦ ειος κτητικὰ, ὑπὲρ δύο συλλαβὰς, οἱ αἰολεῖς διὰ τοῦ εος προσφέρουσιν, οἷον φλόγειος, φλόγεος, σιδήρειος, σιδήρεος. ποίας διαφορᾶς τῶν κτητικῶν; μετουσιαστικοῦ· καὶ πόσαι διαφοραὶ τῶν κτητικῶν; τρεῖς· οἰκειωτικὸν, συνεκφαντικὸν, μετουσιαστικόν. οἰκειωτικὸν δέ ἐστι, τὸ ἔχον οἰκείωσιν πρὸς τόπον, οἷον, οὐράνιος, ὁ ἔχων οἰκείωσιν πρὸς οὐρανόν· γήϊνος, ποτάμιος· μετουσιαστικὸν δέ ἐστι, τὸ μετέχον οὐσίας τινὸς, οἷον χρύσειος σταυρὸς, ἀνθρώπειος χεὶρ, δρακόντειος κάρα· ταῦτα μὲν σωματικά. ἐκφαντικὸν δέ ἐστι, τὸ συνεμφαῖνόν τι παρὰ ταῦτα, οἷον μήτε μετουσιαστικὸν, μήτε οἰκειωτικὸν, οἷον, γραμματικὸς, ῥητορικός, καὶ τὰ ὅμοια· τὶ διαφέρει τὰ μετουσιαστικὰ τῶν μέρος σώματος· διαφέρει, ὅτι τὰ μὲν μετουσιαστικὰ ἀπὸ ἀψύχων γίνεται, τὰ δὲ δηλοῦντα μέρους σώματος, ἀπὸ ἐμψύχων παράγονται
χ 174
Χρυσέω χρυσὸς, ἐκ τοῦ ῥύω, ῥύσω, ῥυσὸς καὶ χρυσὸς, ὁ ῥυόμενος ἄνθρωπον ἐκ τοῦ θανάτου· ἢ ἐκ τοῦ ῥέω
χ 175
Χρυσίτης λίθος, ἔνθα ἀκονῶσι τὸ χρυσίον· τὸ σι ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης γινόμενα ὀνόματα, διὰ τοῦ ἰῶτα γράφεται, οἷον, στῦλος στυλίτης, μῦρος μυρίτης
χ 176
Χρυσολάχανον ὡς ἀναγκαῖον καὶ χρήσιμον τῇ βρώσει
χ 177
Χρυσοχόος διὰ τὸ τὸν χρυσὸν χωνεύειν, καὶ χέειν ἐν τῷ χωνευτηρίῳ
χ 178
Χυλὸς παρὰ τὴν χῦσιν· διαφέρει δὲ χυμὸς καὶ χυλὸς, καὶ ἄμφω ὑγρὰ, ἐπὶ τὸ ἐν πέψει, καὶ ἐν ἑψήσει γεγονὸς χυμός· ἔστι δὲ χυμὸς γλυκὺς καὶ πικρὸς, τὸ ἀπέπτεον καὶ ἀνέψητον, πεφθῆναι δὲ δυνάμενον, ὡς τὸν καὶ ὀπῶρες χυλόν· ὡς καὶ τοῦ βίου μαρτυροῦντος· τὸ μὲν γὰρ καλέσαι ἐφθὴν σύγχυμον καλεῖ, τὸ δὲ ἄνεφθον ἀσύγχυτον
χ 179
Χωσάμενος ἐκ τοῦ χώων, παρὰ τὸ χῶ, τὸ ὀργίζομαι, ὅπερ γέγονε ἀπὸ τοῦ χέω χῶ, ἢ παρὰ τὸ διαχεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, καὶ ἡ μετοχὴ χοόμενος χούμενος, καὶ Δωρικῶς χώμενος, καὶ πλεονασμῷ τοῦ ο χωόμενος, ὡς τὸ, χωόμενος δʼ ὁ γέρων πάλιν ὤχετο
χ 180
Χρῴζω σημαίνει τὸ πλησιάζω· γίνεται δὲ παρὰ τὸ χρὼς χρωτὸς, χρωτίζω, καὶ μετὰ τοῦ ἀνεκφωνήτου ἰῶτα, χρῴζω
χ 181
Χρῶντις εἰς τὸ ἀποχρώντως
χ 182
Χύτρα παρὰ τὴν χῦσιν
χ 183
Χρῶς χρωτὸς, εἰς τὸ ἐγχρίπτουσι καὶ Τρώς
χ 184
Χύφελλον εἰς τὸ κύπελλον
χ 185
Χυτλῶσαι τὸ λούσασθαι, τὸ ἀλεῖψαι, χύτλος γὰρ τὸ ἔλαιον
χ 186
Χώνη χθάνη τίς ἐστι, διʼ ἧς χεῖται τὰ ὑγρά
χ 187
Χῶ χωννύω, μέλλοντα οὐκ ἔχει, ποιεῖ δὲ τὸ παράγωγον εἰς μαι, καὶ ἄχρι τοῦ παρατατικοῦ κλίνεται
χ 188
Χῶ σημαίνει ζ. χῶ τὸ χαίρω, χῶ τὸ χωρῶ, χῶ τὸ ὑπάρχω, χῶ τὸ ὑποχωρῶ, χῶ τὸ ὀργίζομαι, χῶ τὸ χέω, ἀπὸ τοῦ χέω χῶ τὸ χώσω, χῶ τὸ χάζω
χ 189
Χωρὶς παρὰ τὸ χωρίσω ῥῆμα, ἀποβολῇ τοῦ ω, τὸ ἐπίῤῥημα ἐγένετο
χ 190
Χωλὸς τὸ χω μέγα διάτι; ἐκ τοῦ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν, ὁ τὰ ὀστᾶ βεβλαμμένα ἔχων, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ μεταβάσει τοῦ τόνου, γίνεται χωλός. καὶ τὶ διαφέρει χῶλος καὶ χωλός; Χῶλος βαρυτόνως ἡ πόλις, καὶ ὄνομα κύριον βασιλέως· χωλὸς δὲ ὀξυτόνως βεβλαμένος τὸ ὀστοῦν· τὸ χω μέγα διάτι; ἐκ τοῦ κῶλον· καὶ ἐκεῖνο διάτι; τὰ μέσα δύο ἀμεταβόλων, ἢ μέσα δύο συμφώνων τῶν αὐτῶν, διὰ τοῦ ω, γράφεται
χ 191
Χωλὸς παρὰ τὸ κωλὸν, ὃ σημαίνει τὸ βεβλαμένον ὀστοῦν, τροπῇ τοῦ κ εἰς χ· κῶλος γάρ ἐστι, ὁ μὴ τέλειος, ἀλλὰ βεβλαμένος τὸ ὀστοῦν, καὶ κεκρατημένος τὸ περιπατεῖν, ἐξ οὗ κωλύω τὸ κρατῶ, καὶ κῶλα ἐκάλουν, τοὺς κριοὺς τοὺς ἀποβεβληκότας τὰ κέρατα
χ 192
Χωνευτήριον παρὰ τὸ χῶ, τὸ σημαῖνον τὸ χωρῶ, ἐκ τούτου γίνεται χῶνος, καὶ χωνίον τὸ χω. ε τικὸν, καὶ ἐκ τοῦ χῶνος χωνεύω, καὶ ἐξ αὐτοῦ χωνευτὴς καὶ ἐκ τούτου χωνευτήριον
χ 193
Χώρα παρὰ τὸ χῶ τὸ χωρῶ
χ 194
Χωόμενος χῶ τὸ ὀργίζομαι, χώομαι, ἡ μετοχὴ ὁ χωόμενος
χ 195
Χωρίον ἐν ᾧ κατοικοῦσιν ἄνθρωποι· χώριον δὲ τὸ ἔλυτρον, τὸ κάλυμμα, τὸ συγγενώμενον ἐν τῇ κοιλίᾳ τοῖς βρέφεσιν, ἢ τὸ ἐκ τοῦ ἐμβρύου τοῦ τικτομένου· ἐκ τοῦ χέω
χ 196
Χωρῆσαι τὸ δόξασθαι, χωρίσαι τὸ διαμερίσαι
χ 197
Χωσάμενος ἐκ τοῦ χωῶ τὸ δέχω, παρὰ τὸ χῶ τὸ ὀργίζομαι, ὅπερ γέγονεν ἀπὸ τοῦ χέω, χῶ, τὸ διαχεῖσθαι τὴν χολήν· χῶ οὖν χώσω, καὶ μετοχὴ παθητικὴ χοόμενος, χούμενος, καὶ Δωρικῶς χώμενος, ὡς Μοῦσα Μῶσα, καὶ πλεονασμῷ τοῦ ο, χωόμενος· ἢ παρὰ τὸ χολῶ χολώσω, χολούμενος καὶ ἐκβολῇ τοῦ λ, χοούμενος, καὶ τροπῇ τῆς ου διφθόγγου εἰς ω, χωόμενος· ἢ παρὰ τὸ χῶ, καὶ ὑπερβιβασμῷ τοῦ τόνου, ὡς ὤρω, ὤρωρε· σημαίνει δὲ τὸ λυπῶ, καὶ ὀργίζομαι
χ 198
Χειροβοσκὸς ὁ διὰ τῶν χειρῶν βοσκόμενος, χοιρο βοσκὸς δὲ ὁ τῶν χοίρων νομεύς. Τέλος τοῦ Χ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ψ ΣΤΟΙΧΕΙΟΥ
ψ 2
Ψαιστὸν ἔστιν εἶδος πλακοῦντος, ὁ διʼ ἀλφίτων παρασκευάζεται, ἀπὸ τοῦ ψῆσθαι καὶ ψώχεσθαι, ὅθεν καὶ ψωμοὶ, καὶ ψιχὲς τὰ μικρὰ θρέμματα
ψ 3
Ψάλλειν ἐπὶ τῶν χορδῶν· παρὰ τὸ ψῶ, οὗ τὸ παράγωγον ψαύω καὶ ψάλλω, παρὰ τὸ διὰ δακτύλων ἐπιψαῦσθαι αὐτῶν, οὕτως Ἡρωδιανός
ψ 4
Ψαιδρὸν τὸ φαιδρὸν, Κύπριοι
ψ 5
Ψαλμῳδία παρὰ τὸ ψάλλειν μετʼ ᾠδῆς, ψαλμῳδ. ψαλμὸς μετʼ ᾠδῆς λεγόμενος
ψ 6
Ψαλίδιον ὅτι δύο μέλια ἐν ἑνί
ψ 7
Ψαλτήριον παρὰ τὸ τὰ ψαλλόμενα τηρεῖν· τὸ τη, ἦτα διάτι; παρὰ τὸ ὠρῶ τὸ φυλάσσω, πλεονασμῷ τοῦ τ, καὶ τοῦ μακροῦ εἰς μακρόν· ἢ ψαλτήριον διὰ τὸ τοὺς ψαλμοὺς τηρεῖν ἤγουν φυλάττειν
ψ 8
Ψάμμος ὡς ψιλὸν ἅμα εἶναι
ψ 9
Ψάμμος διὰ τὸ εἶναι αὐτὴν ὑψηλὴν, καὶ ἄμικτον, καὶ ἀδύνατον μετὰ ἄλλης ὕλης μίγεσθαι καὶ κρατεῖσθαι
ψ 10
Ψαύειν εἰς τὸ τιμή
ψ 11
Ψεδνὸς μαδαρὸς, ἀρεόθριξ, παρὰ ἐψῆσθαι, ὅ ἐστιν ἀποβάλαι τὴν τρίχα
ψ 12
Ψεδνὴ ὀλίγη, καὶ Ὅμηρος, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη· ἐκ τοῦ ψῶ τοῦ σημαίνοντος τὸ ἀπὸ τινὸς μείζονος οὐσίας, εἰς ἐλάχιστον καὶ μικρὸν μέρος καθιστάμενον, γίνεται ὁ μέλλων ψήσω, ῥηματικὸν ψηνὸς, καὶ πλεονασμῷ τοῦ συμφώνου γίνεται ψεδνός· ὁ γὰρ πλεονασμὸς τοῦ συμφώνου τὴν φύσει μακρὰν μετέβαλεν εἰς θέσιν· ὡς πενὴς πενιχρὸς, μῆκος μακρὸς, σημαίνει δὲ ψεδνὸς, τὸν φαλακρόν
ψ 13
Ψεῦδος παρὰ τὸ φεύγω φεῦγος καὶ ψεῦδος· ἢ παρὰ τὸ φείδω φεῖδος καὶ ψεῦδος· τοῦ γὰρ ψεύδους πάντες φειδόμεθα
ψ 14
Ψευδέσιν οὐ γὰρ ἐπὶ ψευδέσιν πατὴρ Ζεύς. Ἀρίσταρχος ψευδέσιν ὡς σαφέσι δηλοῖ, οὐ γὰρ τοῖς ψεύσταις τρωσὶ βοηθεῖ Ζεῦς. εἰ δὲ πρα. εἰ βουλοίμεθα παραλαβεῖν ψευδέσιν, ἀνέγνωμεν ἂν ὡς βέλεσιν, ἵνʼ ἐπευήθας τὸ ψεῦδος, ἐπειδὴ οὐδέποτε, φησὶν, οἶδεν ὁ ποιητὴς ἁπλοῦν τὸ ψευδὲς ἐν συνθέσει φιλοψευδής· καὶ μᾶλλον πιστέον Ἀριστάρχῳ
ψ 15
Ψαῖμα τὸ ὀλίγον, καὶ ψαῖσμα τὸ ὀλιγόσιτον
ψ 16
Ψαινάθιον τὸ ψευδὲς καὶ μάταιον
ψ 17
Ψηνὸς ὁ μαδαρὸς καὶ φαλακρὸς, παρὰ τὸ ἐψῆσθαι. ὁ δὲ Ἡρωδιανὸς δηλοῖ τὸ ψῶ τὸ εἰς ἐλάχιστον καὶ μικρὸν ἐκ τινὸς οὐσίας μέρος καθιστάμενον
ψ 18
Ψαλμός ἐστιν ἀλεξητήριον πάσης ἀντικειμένης ἐνεργείας, ἢ ᾠδὴ θεῷ προσφιλής
ψ 19
Ψαλμός ἐστιν εἴδους, τῶν ὑποπεπτωκότων τῷ ὀνόματι, συνωνύμου
ψ 20
Ψαλμὸς ὕμνος, ᾠδὴ, αἶνος καὶ ἆσμα
ψ 21
Ψευδοπαιδεία εἰ μὲν παρὰ τὴν παίδευσιν λέγεται ψευδοπαιδεία, ει, ἡ ψευδὴς παίδευσις· εἰ δὲ παρὰ τὸ παῖς παιδὸς λέγεται, ψευδοπαιδία, ἰῶτα
ψ 22
Ψηλαφῶ ἀπὸ τοῦ ψῶ τὸ προσεγγίζω, ὁ μέλλων ψήσω, ἀποβολῇ τοῦ ω ψὴς, καὶ τοῦ ἀφῶ, ὃ σημαίνει τὸ ψηλαφῶ, γίνεται ψηαφῶ, καὶ πλεονασμῷ τοῦ λ, ψηλαφῶ. τὸ δὲ ἀφῶ παρὰ τὸ ἀφὴ, ὃ σημαίνει τὴν χεῖρα, ψηλαφῶ γὰρ λέγεται τὸ ταῖς χερσὶ κρατῶ
ψ 23
Ψηλαφήσουσι παρὰ τὸ μῆλον μηλαφῶ, οὕτως εὗρον ἐν ὑπομνήσει πεζῶν
ψ 24
Ψηφὶς ὁ μικρὸς λίθος. τὸ φις ἰῶτα διάτι; τὰ εἰς ις δισύλλαβα, τῷ ἦτα παραλήγεται. οἷον κρηπὶς, κνημίς
ψ 25
Ψῆφος κρίσις, ἀπόφασις, δόγμα, ἀριθμὸς καὶ χειροτονία
ψ 26
Ψηνὸς ὁ φαλακρὸς, παρὰ τὸν ψήσω μέλλοντα
ψ 27
Ψιάδες σπασιάδες τινὲς οὖσαι, παρὰ τὴν παῦσιν ψεκάδες, καὶ ψιάδες, ἀποβολῇ καὶ μεταθέσει, Ἡρωδιανός. ὁ δὲ· Φιλόξενος, ὅτι ψῶ ἐστι ῥῆμα, ὅθεν καὶ κατασπᾷν, καὶ παράγωγον ψαύω καὶ ψίω, ἀφʼ οὗ καὶ ψιὰς, ἡ κατὰ λεπτὸν τοῦ ὕδατος ἔκδοσις, ὡς λάμπω λαμπὰς, ἴλλω ἰλλὰς, ἰλασία οὐκ ἔθετο. τὸ γὰρ ψίω καὶ ἐλαττοῦν. οἱ δὲ παρὰ τὸ ψίσω τὸ ποτίσω
ψ 28
Ψιθυρίζω παρὰ τὸ ψῶ τὸ λεπτύνω καὶ τὸ θύρα, ὁ τῇ φωνῇ λεπτολογῶν
ψ 29
Ψιλὸς μόνος, μικρὸς, γυμνὸς, μηδὲν ἔχων
ψ 30
Ψηφίζειν πῇ μὲν τὸ κυροῦν σημαίνει, πῇ δὲ τὸ ἐρωτᾷν· οὕτως ἔχομεν παρὰ τῷ Δημοσθένει· καὶ ὁ ταῦτα ἐπιψηφίζων ἐπιστάτης, ἀντὶ τοῦ ἐρωτῶν
ψ 31
Ψηλαφῶ δῆλον τὸ σημαινόμενον· ἡ μεταφορὰ τῆς λέξεως ἀπὸ τῶν μήλων, μῆλα δὲ τὰ πρόβατα· μηλαφῶ οὖν, τὸ τῶν μήλων ἐφάπτομαι, καὶ τροπῇ τοῦ μ εἰς ψ, ψηλαφῶ
ψ 32
Ψίθυρ λέγεται καὶ ψίθυρος, οἷον, ψίθυρ, ψίθυρος καὶ ψιθύρου, ὡς μάρτυς, μάρτυρος, μαρτύρου, τὸ δὲ ψίθυρ παρὰ τὸ ψῖθος. ἢ παρὰ τὸ ψίω τὸ λεπτύνω, καὶ τὸ θύρα· σημαίνει δὲ τὰ χείλη περιφραστικῶς
ψ 33
Ψιθυρίζειν τινὲς ὀνοματοποιεῖσθαι φασὶν, ὡς τὸ, κρίκε δὲ ζυγὸν, καὶ σίτιζε, ὅθεν κυρίως ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν λαμβάνουσιν, ἐγκειμένου τοῦ ψίθους· Καλλίμαχος· σκῦλα γυνὴ κατακῶσα, καὶ οὐ ψίθος οὔνομʼ ἔχουσα
ψ 34
Ψυθυρίζω παρὰ τὸ ψῶ, ὃ σημαίνει τὸ προσεγγίζω, γίνεται ψίω, καὶ ἐκ τούτου γίνεται ψίθυρος, καὶ ψιθυρίζω· ψίθυρος λέγεται, ὁ ἔξω τῶν θυρῶν μικρὰ τοῦ πλησίου διαλεγόμενος πρός τινα. τὸ δὲ θύρα, παρὰ τὸ θύω, τὸ ὁρμῶ
ψ 35
Ψιθυρισμὸς λέγεται ἡ λεπτὴ φωνὴ, ἐκ τοῦ ψιθυρίζω· τοῦτο δὲ ἐκ τοῦ ψίω τὸ λεπτύνω, καὶ τοῦ θύρα, ὃ σημαίνει περιφραστικῶς τὰ χείλη
ψ 36
Ψιθύρισμα ἡδύ τι τὸ ψιθύρισμα τῶν δένδρων ἠκούετο· πεποιημένη λέξις, ἀπὸ τοῦ ἀποτελουμένου ἤχου ἀπὸ φυσῶντος τοῦ ἀνέμου· καὶ εἰς τὸ μάρτυροι
ψ 37
Ψιλὴ διὰ τοῦ ἰῶτα, ἀπακρα γὰρ τῆς γλώττης, παρὰ τὸ ψῶ τὸ προσεγγίζω, καὶ ἄκροις δὲ τοῖς χείλεσι τιθέμενον ψιλὸν καλεῖται
ψ 38
Ψιλὸς ὁμοίως παρὰ τὸ ψῶ, τὸ προσεγγίζω
ψ 39
Ψιλοῖ ψῶ τὸ καίω, ἐξ οὗ καὶ ψιλὸν καλοῦμεν τὸν ἄοπτον
ψ 40
Ψιλὴν ἄροσιν, ἀροτριασίμην καὶ σπορίμην, τὴν ἄδενδρον χώραν, τὴν πρὸς τὸ σπείρεσθαι καὶ ἀροῦσθαι ἐπιτήδειαν
ψ 41
Ψιλὸς παρὰ τὸ ψῶ, τὸ σημαῖνον τὸ λεπτύνω, καὶ ἐκ τούτου ψιλὸς ὁ ἀσθενὴς, μόνος, μικρὸν, μηδὲν ἔχον· καὶ εἰς τὸ γυμνὸς, καὶ εἰς τὸ δαψιλός
ψ 42
Ψινύσσω τὸ ξύω, οὗ ὁ μέλλων ψινύξω, καὶ ψέδω τὸ λυπῶ, καὶ ψέδεσθαι τὸ λυπεῖσθαι, καὶ ψινάω τὸ φυρολογῶ, καὶ ψινάζω τὸ ἀπορῶ, καὶ ψίδω τὸ φροντίζω καὶ ἐντρέπομαι, καὶ ψίω τὸ ἐλάττω, καὶ ψιὰς, ἡ λεγομένη ψιχαρισμός
ψ 43
Ψιμύθιος ὅθεν ὁ τῶν ὀψέων τῶν γυναικῶν λέγεται λευκασμός· ἐκ τῆς ἀναθυμιάσεως τοῦ ὄρους πρὸς τὸν μόλυβδον γενόμενον, ἀλλὰ καὶ ὄνομα ποταμοῦ ἐν Σικελίᾳ, ὁ λεγόμενος Ψίμυθος
ψ 44
Ψίω εἰς τὸ τιμὴ καὶ ψιθυρισμός
ψ 45
Ψίχειν ὄξους, εἰς τὸ τιμὴ καὶ ψίξ
ψ 46
Ψιχίων ἐκ τοῦ ψιχῶ τὸ λεπτύνω
ψ 47
Ψίσαι οὕτως ἡ παράδοσις, δηλοῖ δὲ τὸ ψωμίσαι, καὶ βραχὺ θρέψαι, μεταποιοῦ τινὸς ἤχου
ψ 48
Ψι ὅτι συριγμὸν ἔχει αὐτοῦ ἡ ἐκφώνησις, ὅστις συριγμὸς, οὐκ ἔστι τι, ἢ μόνον ψι· ἄλλοι δὲ ὅτι ἑνὸς ψαύει χρόνου, ἄδειαν διπλοῦ
ψ 49
Ψύλλαι θηλυκῶς, ἔθεισο δὲ φθεὶρ ἀρσενικῶς
ψ 50
Ψίω διὰ τοῦ ἰῶτα γράφεται, καὶ οὐ τεχνικὴ ἡ παράδοσις, ἡ γὰρ ἐπιψίσει ἅπαντας ἐμὰς κοίμησις
ψ 51
Ψιλὴ ἀπʼ ἄκρας γὰρ τῆς γλώττης προσφέρεται, ἢ πρὸς τὴν δασεῖαν, ἥτις ἀπὸ τοῦ σεύεσθαι εἴρηται, καὶ τῆς δα ἐπιτάσεως, ἁθροῦν γὰρ πνεῦμα ἡ δασεῖα ἔχει
ψ 52
Ψύλλειον ἡ βοτάνη, ὁ εἰς τὸ δεῦρο
ψ 53
Ψόγον ἐκ τοῦ ψέξιν, ἢ ψέξασθαι, ὅ ἐστι καταισιάσασθαι, ἢ μέμψασθαι
ψ 54
Ψόγος ὄνειδος, λάλημα, λοιδορία, μέμψις
ψ 55
Ψόγος κτύπος, καὶ ἡ θνῆσις τῶν πτηνῶν, ἐξ οὗ καὶ ἡ ψοφία τὸ θηλυκόν
ψ 56
Ψυὰ ἡ σὰρξ, ἡ ἐπιπολὺ οὖσα τοῖς ὀστέοις
ψ 57
Ψυὴ οὕτω διὰ τοῦ υ, παρὰ τὸ ψαύω ψυὴ, ἡ ἐπιψαύουσα σάρξ. καὶ ἐπιπολὺς οὖσα τοῖς ὀστέοις· τὰ ψιὰ καὶ τὰ νῶτα
ψ 58
Ψυὰ ἀπὸ τοῦ ξύω γίνεται ξυὰ καὶ ψυὰ, κατʼ ἀντίφρασιν, ἣν εὐχερῶς κνῆσαι οὐ δυνάμεθα, ἢ παρὰ τὸ ὀπίσω, συγκοπῇ ὄψω, καὶ ἐξ αὐτοῦ ὀψία, καὶ ἀποβολῇ τοῦ ο, ψία, ἡ ὀπίσω οὖσα· καὶ τροπῇ τοῦ ἰῶτα εἰς υ, ψυά
ψ 59
Ψυχὴ παρὰ τὸ ψύχω τὸ ἀναπνέω
ψ 60
Ψυχὴ παρὰ τὸ ψύχος, ὅ ἐστι πνεῦμα· Ὅμηρος, ψύχεος ἱμείρων, ἀντὶ τοῦ πνεύματος, ὅθεν ἐκοιμᾶτο ἐλπήνωρ ἐν τῷ ὑπερώῳ, ἐν Ἰλιάδι φησὶν, ἦκα μάλα ψύξασα, ἀντὶ τοῦ φυσήσασα. πνεῦμα καὶ ἡ ψυχὴ, ἡ τὸ πνεῖν ἡμῖν παρέχουσα
ψ 61
Ψυχὴ διὰ τὸ ἐμψύχειν καὶ ζωογονεῖν τὸν νεκρὸν λέγεται
ψ 62
Ψυχὴ πόσα σημαίνει; ἕξ· τὴν τοῦ σώματος κίνησιν, τὸ ζωτικὸν, τὸ λογικὸν, τὴν πνοὴν, τὸ αἷμα, καὶ τὸ λῖπος
ψ 63
Ψωλὴ παρὰ τὸ ἐμφύσασθαι κατὰ τὴν ὄρεξιν τῶν ἀφροδισιῶν, διὸ καὶ φυσῶδες τὸ μόριον· καὶ φύσει φυσῶδες ἔστι· οὕτως ὡριανός
ψ 64
Ψυχωλέτρεια ἐκ τοῦ ψυχὴ καὶ τοῦ ὀλῶ τὸ ἀπωλῶ
ψ 65
Ψωμὸς παρὰ τὸ ψῶ, τὸ σημαῖνον τὸ λεπτύνω· τὸ ψω μέγα διάτι; τὰ διὰ τοῦ ωμος καθαρὰ δισύλλαβα ἀρσενικὰ, ὀξύτονα, μὴ διφορούμενα, διὰ τοῦ ω γράφεται, οἷον, βωμὸς, ζωμὸς, ψωμὸς, μὴ διφορούμενα εἶπε, διὰ τὸ τομὸς καὶ τομός
ψ 66
Ψωμὸς ἀπὸ τοῦ ψῶ, τοῦ σημαίνοντος τὸ κόπτω εἰς μικρὰ, γίνεται ψωμὸς, ὡς παρὰ τὸ ζῶ ζωμός· τὸ δὲ ψῶ πρώτης συζυγίας ἔστι, ψῶ, ψεῖς, ψεῖ, ψήσω· καὶ ἐκ τούτου ψωμίζω
ψ 67
Ψώρα παρὰ τὸ ψῶ τὸ προσεγγίζω
ψ 68
Ψῶ σημαίνει ζ, τὸ κόπτω εἰς μικρὰ, ἐξ οὗ καὶ ψωμός. ψῶ τὸ προσεγγίζω, ἐξ οὗ καὶ ψώρα, παρὰ τὸ ἅπτεσθαι ἐν τῷ κνήθειν τὰ πεπονθότα μέρη τοῦ σώματος· ψῶ τὸ λεπτύνω, ἐξ οὗ καὶ ψιλὸν στρατιώτην λέγομεν τὸν ἄοπλον καὶ γυμνὸν, ψῶ τὸ ψαύω, ἐξ οὗ καὶ ψοά· ψῶ ψίω τὸ ἐμβρωματίζω· ψῶ τὸ καίω, ἐξ οὗ καὶ ψολοεὶς κεραυνὸς ὁ καυστικός. ψῶ τὸ τρίβω, ἐξ οὗ καὶ ψώγοντες ταῖς χερσὶν, ἤγουν τρίβοντες. Τέλος τοῦ Ψ στοιχείου. ΑΡΧΗ ΤΟΥ Ω ΣΤΟΙΧΕΙΟΥ
ω 4
Ὦ εἰς τὸ ἵημι, καὶ οὐσία καὶ ὦμος
ω 5
Ὦια τὸ πεδιαῖον μέρος, τὸ ἄκρον τοῦ ἱματίου, ἢ ἀρχὴ ἐξετάσεως, παρὰ τὸ οἶς, ὅπερ ἀπὸ τοῦ ὄϊς· ἀπὸ οὖν τοῦ οἶς οἴειος τὸ κτητικὸν, τὸ θηλυκὸν οἴεια, καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν τοῦ ο, εἰς ω, ᾦα. τὸ δὲ οἶς παρὰ τὸ οἴω τὸ κομίζω
ω 6
Ὤια παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον, γίνεται ὀΐα, καὶ κατὰ συναίρεσιν οἶα, καὶ κατʼ ἐπαύξησιν τῆς οι διφθόγγου εἰς ω. τὸ α μακρὸν, τὰ γὰρ εἰς α λήγοντα θηλυκὰ, τῷ ω παραληγόμενα, ἐκτείνουσι τὸ α, οἷον, ἑώδης ἡ ἀνατολὴ, ἑσπερῶα, οὕτως οὗν καὶ ἑώα
ω 7
Ὤιαν σημαίνει τὴν ἐργασίαν, τὴν εἰς τὸ ἄκρον τοῦ ἱματίου οὖσαν, τὸ περιστώμιον
ω 8
Ὤιαν τοῦ ἐνδύματος · γίνεται παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον, καὶ διαλύσει γίνεται ὄϊς, καὶ ἐπαυξήσει τοῦ ο εἰς ω, ὤϊς, καὶ τὸ θηλυκὸν ᾤα, καὶ μένει τὸ ἰῶτα προσγεγραμμένον, καὶ κλίνεται ᾤας· οἱ γὰρ παλαιοὶ εἰς τὰς ἀνακλάσεις τῶν ἱματίων αὐτῶν, προβάτων δέρματα ἐπέβαλον· ἔστι δὲ καὶ τὸ α μακρόν· τὰ γὰρ εἰς α λήγοντα θηλυκὰ, καὶ παραλήγοντα τῷ ω, ἐκτείνουσι τὸ α. οἷον, ἑώα ἡ ἀνατολὴ, ὑπερώα ὁ οὐρανίσκος· οὕτω δὲ καὶ ᾤα. σημαίνει δὲ τὴν ἀνάκλασιν τοῦ χιτῶνος
ω 9
Ὧδε σημαίνει δύο παρὰ τῷ ποιητῇ, τὸ οὕτως, ὧδε δέ τις εἴπεσκε. σημαίνει δὲ καὶ τὸ νῦν· ἀφραίνοντα κιχήσομαι ὡς νύ περ ὦδε
ω 10
Ὧδε ἐπίῤῥημα τοπικόν· ὁ ἔστιν ἄρθρον, καὶ ἐκτάσει τοῦ δε, γίνεται ὅδε, ἀντὶ τοῦ οὗτος, καὶ αὐξήσει τοῦ ο εἰς ω, ὧδε. ἔστι δὲ ἐπίῤῥημα, ἀντὶ τοῦ ου τως
ω 11
Ὠιδὴ ἔστιν ἐπινίκιος κατʼ ἐχθρῶν, καὶ εὔρυθμος εὐχαριστία, ἢ φωνὴ ἐμμελὴς μετʼ ἐργασίας, ἢ χωρὶς ἐνηχήσεως ὀργάνου, ἢ θεολόγου εἰς θεόν· ἔστι καὶ συνώνυμον
ω 12
Ὦ εἴρηται παρὰ τὸ ἔω τὸ ὑπάρχω, ἐπειδὴ καὶ τοῦτο ὑπάρχει μικρὸν, καὶ πλατὺν χαρακτῆρα ἔχον· καὶ διὰ τὸ ὁμοίαν τῷ χαρακτῆρι τὴν ἐκφώνησιν ἀπηνέγκατο
ω 13
Ὢ ὀξυνόμενον σχετλιαστικὸν, ὢ τοῦ ἰδίου, ὢ ἐγώ
ω 14
Ὧι ᾧτινι, ἀντωνυμία παράγωγος, πτώσεως δοτικῆς τῶν ἑνικῶν
ω 15
Ὠιδὴ ἀπὸ τοῦ ἀοιδὴ, τοῦ α καὶ οι εἰς ω ἐκταθέντος γέγονεν ᾠδή. ἢ παρὰ τὸ εἴδω, τὸ γινώσκω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀείδω, τὸ πάνυ γινώσκω, καὶ κράσει τοῦ α καὶ ε εἰς α μακρὸν ᾄδω, καὶ ᾠδή. καὶ εἰς τὸ ἄειδε
ω 16
Ὡδὶ ἀντὶ τοῦ οὕτως, ἐπίῤῥημα μεσότητος
ω 17
Ὠδεῖον τὸ μουσεῖον· τὸ δει διφθόγγῳ. ἐν ᾧ ᾄδουσι καὶ ψάλλουσι τὰς ᾠδάς
ω 18
Ὠδὶς ὠδῖνος, ἡ γέννησις, ἢ πόνος, παρὰ τὸ ὤθω, ὠθίζω, ὠθὶς καὶ ὠδὶς, ὠθή τις οὖσα, διʼ ἧς ὠθεῖται τὸ βρέφος
ω 19
Ὠιδὴ καὶ ἐπῳδή· ᾠδὴ ὁ ὕμνος, ἐπῳδὴ ἡ μαντεία
ω 20
Ὠδίνω τίκτω, μέλλοντα οὐκ ἔχει, ἀλλʼ ἄχρι τοῦ παρατατικοῦ κλίνεται
ω 21
Ὠιδικώτερος ἐκ τοῦ ἀείδω
ω 22
Ὠιδὴ προστίθησι τῷ ω, τὸ ἰῶτα, διὰ τὴν ἀοιδὴν, καὶ παρὰ πάντα, τὰ παρὰ τούτων γινόμενα, οὕτως ἔχει, κωμῳδία, μελῳδία, ῥαψῳδία, τραγῳδία. γέγονε δὲ καὶ ὠδὴ οὕτως· ἀπὸ τοῦ ἀοιδὴ τοῦ α καὶ τοῦ οι εἰς ω, ἐκταθέντος, γέγονεν ᾠδή
ω 23
Ὠδῖνες ἡ εὐθεῖα ἡ ὠδὶς καὶ ὠδὶν, παρὰ τὸ ὠδίνω
ω 24
Ὠιδὸς θρῆνος, ἢ ὁ κιθαρῳδός
ω 25
Ὤζεσαν ἐκ τοῦ ὄζω γίνεται περισπώμενον ὀζῶ, ὁ μέλλων ὠζέσω, ὁ ἀόριστος ὤζεσα, τὸ τρίτον τῶν πληθυντικῶν ὤζεσαν
ω 26
Ὠὴ ἔπος θρηνητικὸν, καὶ ὀττοτοί. ἔστιν ὦ κλητικὸν ἐπίῤῥημα, ὥσπερ τὶ ἐρωτηματικὸν, καὶ πλεονασμῷ τοῦ η, ὠή
ω 27
Ὠήθην τὸ ὑπέλαβον, παρὰ τὸ οἴω, οἰήσω· καὶ ᾤετο
ω 28
Ὠθίζω ἐπὶ ἐνεστῶτος, ἔστι γὰρ καὶ ὠθέω ὠθῶ, διωθήσας γὰρ, καὶ ἀντωθῶ καὶ συνωθῶ
ω 29
Ὦκα εὐθέως, ταχέως, καὶ σπουδαίως, ὡς τοῦ ὠκέα κατὰ συγκοπὴν ὦκα. διάτι βαρύνεται; ἐπειδὴ τὰ ἀπὸ πληθυντικῶν οὐδετέρων μεταγόμενα εἰς ἐπιῤῥηματικὴν σύνταξιν ἅπαντα βαρύνονται. οἷον τάχεα τάχα· τάχα γάρ με κατακτέουσιν Ἀχαιοί. σαφέα σάφα, σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν· ὠκέα ὦκα, ὦκα μʼ ἐν πεδίῳ διωκομένη φέβεσθαι, πλὴν τοῦ θαμὰ, θαμʼ ἐβάζετε. τὸ δὲ ὦκα ἐκ τοῦ ὠκύς· τοῦτο παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ὀξύτητα, τὸ οὐδέτερον ἄκυ, ἄκεα, ἄκα, καὶ μεταθέσει τοῦ α εἰς ἦτα, ἦκα. ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον. ἀντὶ τοῦ μετὰ ἡσυχίας, ἠρέμα. τρέπεται δὲ τὸ α εἰς ω, ὥσπερ ἔστι φάρος καὶ σημαίνει τὸ ἱμάτιον, ἐξ αὐτοῦ οὖν φαριαμός καὶ φωριαμὸς, οὕτω καὶ ἄκα, τρέπεται δὲ τὸ α εἰς ω, καὶ γίνεται ὦκα. ἐκ δὲ τοῦ ὠκὺς καὶ τοῦ μόρος γίνεται ὠκύμορος. διάτι ἀπέβαλε τὸ ς ἐν τῇ συνθέσει; τὰ εἰς υς ἀποβάλλουσι τὸ ς, ἐν τῇ συνθέσει, καὶ φυλάττουσι τὸ υ, οἷον, ὀξύδρομος, ὀξυθάνατος, ὀξύγραφος, ὠκύμορος· πλὴν τοῦ ἥμισυς, τοῦτο γὰρ ἐν τῇ συνθέσει ἀποβάλλει τὴν συ, συλλαβὴν, οἷον, ἡμικύκλιον, ἡμίονος, ἡμίφωνον· ἔστι δὲ καὶ τὸ ὦκα ἐπίῤῥημα μεσότητος
ω 30
Ὤκεον εἰς τὸ ἐπενήνοθεν
ω 31
Ὠκεανὸς παρὰ τὸ ὠκὺς καὶ τὸ ἀνύω, ὁ ταχέως φέρων, ἢ παρὰ τὸ ὠκέως ναίειν, ὅ ἐστι πορεύεσθαι ταχύ· σημαίνει καθʼ Ὅμηρον, ποταμὸν ἔξωθεν περιέχοντα κυκλοτέρως ὅλον τὸν κόσμον. Ὠκεανὸς, παρὰ τὸ ὠκέως ἀνύειν κύκλῳ
ω 32
Ὠκυτόκιον προπαροξυτόνως, ὠκὺς παρὰ τὸ ἀκὶς, τροπῇ τοῦ α εἰς ω, τὸ δὲ ἀκὶς παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ
ω 33
Ὠκέας ταχεῖς, ὠκύλας ταχύνας
ω 34
Ὤκλασαν τὰ γόνατα ἔκαμψαν· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἀπειρηκότων ἐν πάντι πράγματι, καὶ μηκέτι ἀντεχόντων
ω 35
Ὤικουν κατέλυσαν, χρόνου παρατατικοῦ, σὺν τῷ ἰῶτα. οἰκῶ γὰρ τὸ θέμα
ω 36
Ὠλέναι αἱ χεῖρες, ἀπὸ τὸ διʼ αὐτῶν ὀλοῦσθαι τινὰς πράξεις, τουτ’ἔστι πληροῦσθαι· οὕτω Σωρανός
ω 37
Ὠλένη εἰς τὸ λευκώλενος
ω 38
Ὠλένη ἐκ τοῦ ὀλοῦσθαι τὰ ἔργα, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω
ο 409
Ὀλιγωρηκότα ἢ φροντικότα, ἀπὸ θέματος τοῦ ὀλιγωρῶ· τοῦτο παρὰ τὸ ὀλίγος καὶ τὸ ὥρα, ὃ σημαίνει τὴν φροντίδα
ω 39
Ὦ μάκαρ μακάριε, τίμιε, Ἀτρείδη, μοιρηγενὲς, ὀλβιόδαιμον, ὁ ἐπὶ εὐτυχία τεχθεὶς, εὐδαιμονέστατε· ἔχει ἐξαίρετον ὁ στίχος οὗτος, ὑπὲρ τοὺς λοιπούς. οὗτος ὁ στίχος μιμεῖται τὰς τοῦ ἡλίου ἀκτίνας· ὡς ἐκεῖνος ἀνατέλλων ὀλίγον τι ἐφαπλοῖ τὰς ἀκτίνας αὐτοῦ, ἐπειδὴ ἐν τῷ μέσῳ νήματι ἐλθὼν τελειότατα γίνεται, οὕτω καὶ ὁ στίχος οὗτος, ἀπὸ εὐτελῶν συλλαβῶν ἀρχόμενος ἐπὶ τὸ τέλειον ἔρχεται. τὸ γὰρ ὦ ἐστι μονοσύλλαβον, τὸ δὲ μάκαρ δισύλλαβον, τὸ δὲ Ἀτρείδη τρισύλλαβον, τὸ δὲ μοιρηγενὲς τετρασύλλαβον, τὸ δὲ ὀλβιόδαιμον πεντασύλλαβον
ω 40
Ὠμὸν τὸ μὴ μεταβολὴν εἰληφὸς εἰς πέμψιν, ὡς καὶ τὴν ἔξω τροφὴν ὠμὴν λέγουσι τὴν οὐτʼ ὠπτημένην, οὐτʼ ἐψημένην. ἢ ὡς Φιλόξενος, τὸ ὠμὸν εἰρῆσθαι, φησὶ, τὸ ἐν ταυτότητι μένον, ἤγουν ὑπάρχον, παρὰ τὸ ὦ τὸ ὑπάρχω, καὶ μὴ μεταβληθέν
ω 41
Ὦμος ἐκ τοῦ οἴω, τὸ κομίζω, οἷμος, καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω, ὦμος, ὁ τὰ βάρη κομίζων· ἢ παρὰ τὸ ὦς ὠτὸς, ὠτῶ, ὠτίω· ἐκβολῇ τοῦ τ, καὶ πλεονασμῷ τοῦ μ, ὦμος
ω 42
Ὤμοι παρὰ οἴμοι, σχετλιαστικὸν ἐπίῤῥημα, τροπῇ τοῦ ο εἰς ω, ὤμοι· οὐ γὰρ, ὥς τινες, ὤ ἐμοί ἐστι, καὶ συναλοιφῇ ὤμοι· πῶς γὰρ τῇ δοτικῇ ἐπιφέρεται εὐθεῖα; ὤμοι ἐγώ τι πάθω· τὸ δὲ χωρὶς τοῦ ἰῶτα, ἀπὸ τοῦ ω σχετλιαστικοῦ, κατʼ ἐπέκτασιν τοῦ μοι
ω 43
Ὡμήρησεν ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκὺς, συνέτυχεν, ἢ συνήντησε, ἀπὸ μεταφορᾶς τῶν ὁμοῦ ἐρεσσόντων· ἢ ἀπὸ τοῦ ἅμα ἀρηρέναι, ὡς οἶνος οἰνηρὸς, οὕτως ὅμος Ὅμηρος. Πίνδαρος δὲ ἐν ὕμνοις, ἐρίφων μεθομήρεον, οἷον, ὁμοῦ καὶ μετʼ αὐτῶν πορευόμενον· ὅθεν καὶ ὅμηροι, παρὰ τὸ συνεῖναι τοῖς λαμβάνουσιν, ἢ ἀντὶ τοῦ συναντιλαβοῦ, καὶ συμβαλοῦ· ἐξ οὗ καὶ ὅμηροι, οἱ ἐπὶ καταλλαγῇ ἀποστελλόμενοι διʼ εἰρήνην καὶ ὁμόνοιαν. οἱ δὲ φασὶ τοὺς ἀρχαίους ὁμηρεῖν λέγειν τὸ συνακολουθεῖν· τοὺς οὖν ἐπὶ τῇ ἀκολουθίᾳ τῶν λεγομένων ὁμήρους λέγουσιν
ω 44
Ὠμήσιον καὶ ὠμήστιον, μανδας κουκούλλιον, ἀνάβολος, ὠμόφορος
ω 45
Ὠμίλουν ω μέγα, ὁμιλεῖν δὲ μικρόν
ω 46
Ὠμηστὴς ὠμοφάγος, παρὰ τὸ ἔδω, ὄνομα ἔστης. ὡς ψεύδω ψεύστης, οὕτως ἔδω ἔστης, καὶ ὠμέστης, καὶ τροπῇ τοῦ ε εἰς η, ὠμηστής· τάσσεται δὲ ἐπὶ ἀλόγων καὶ λογικῶν· Ὅμηρος, ὠμηστὴς καὶ ἀπηνὴς ἀνήρ. καὶ ἐπὶ ἀλόγων, ἀλλʼ οἰωνοὶ ὠμησταὶ, οἷα καὶ τὰ ὠμόφαγα θηρία, καὶ τὰ ὄρνεα
ω 47
Ὤμοι ἔστιν ἀναφώνημα λύπης, λύπης δηλωτικὸν· ἐκ τοῦ οἴμοι κατʼ ἔκτασιν τοῦ οι εἰς ω, ὤμοι, διʼ ἑνὸς μ. ἢ ἀπὸ τοῦ ω τοῦ σχετλιαστικοῦ, ὅπερ καὶ εἰς α συστέλλεται, ὡς τὸ, ἆ δεῖλα· ἀντὶ τοῦ ὦ ἀθλία· τοίνυν ἀπὸ τοῦ ω, ὤμοι καὶ τὸ ἰῶτα οὐκ ἔχει
ω 48
Ὤμοι φεῦμοι, ἔστιν ἀναφώνημα λύπης καὶ οἴκτου δηλωτικόν
ω 49
Ὤμοισι τοῖς ὤμοις, πᾶσα εὐθεῖα πληθυντικῶν, ἀρσενικῶν τε καὶ θηλυκῶν εἰς φωνῆεν λῆγον, προσθέσει τῆς σι, συλλαβῆς, ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, Ἀτρεῖδαι, Ἀτρείδαισι
ω 50
Ὠμόρξατο εἰς τὸ ἀπομόρξατο· ὤμοξε
ω 51
Ὦμος παρὰ τὸ ὦ, τὸ ὑπάρχω, κτητικὸν, ὑπομένων τὰ βάρη ἰσχυρῶς· τὸ ω μέγα διάτι; ἐκ τοῦ οἴσω μέλλοντος, ὁ γὰρ ἐνεστὼς οὐκ εἴρηται. καὶ ὥσπερ τρέπεται τὸ ω εἰς τὸ οι, οἷον ἀγκώνη καὶ ἀγκοινή· οὕτω καὶ ἡ οι τρέπεται εἰς ω· τὶ διαφέρει ὦμος καὶ ὠμός; διαφέρει· ὠμὸς ὁ ἀπηνὴς καὶ σκληρὸς, ὦμος δὲ τὸ μέρος τοῦ σώματος· τὸ ω μέγα διάτι; τὰ διὰ τοῦ ωμος δισύλλαβα, μονογενῆ, μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ε, διὰ τοῦ ω, γράφεται, ἐπὶ βαρυτόνων καὶ ὀξυτόνων, οἷον, κῶμος, μῶμος, βρωμὸς τὸ δῆγμα, ζωμὸς, βωμὸς, ψωμός
ω 52
Ὦμος διάτι βαρύνεται; τὰ εἰς ος λήγοντα δισύλλαβα, μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προκειμένου τοῦ ἰῶτα βαρύνεται· οἷον, ὦρος, ὦχρος, ὦμος· πρόσκειται μονογενῆ διὰ τοῦ ὠμὸς ὁ ἀπηνὴς, καὶ ἡ ὠμὴ καὶ τὸ ὠμόν. πρόσκειται ἀπὸ τοῦ ω, ἀρχόμενα, διὰ τὸ ζωμὸς ψωμός· μὴ προσκειμένου τοῦ ἰῶτα εἶπε, διὰ τοῦ ᾠδὸς καὶ τραγῳδός
ω 53
Ὦμος ἡ δοτικὴ τῶν πληθυντικῶν ὤμοισιν· ὁ κανὼν, πᾶσα εὐθεῖα πληθυντικῶν, ἀρσενικῶν τε καὶ θηλυκῶν ὀνομάτων, εἰς φωνῆεν λήγουσα, προσθέσει τῆς σι συλλαβῆς, ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἷον καλοῖσι, σοφοῖσι, Ἀτρείδαισι· τὸ ω μέγα, τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων
ω 54
Ὦμος ὅτι ὁμᾶς ἐστι τοῦ πλάτους καὶ τοῦ μήκους τοῦ σώματος
ω 55
Ὤναντο ὤμοσεν, καὶ εἰς τὸ ὀνῶ, καὶ εἰς τὸ ἀπώναντο
ω 56
Ὤοντο ὑπέλαβον, παρατατικὸς, οἷον τὸ ἐκ τοῦ ὤθω, ὠνὴ καὶ ὦνος ἡ τιμή
ω 57
Ὤμοσε ὤμωσε σημαίνει δύο· τὸ διὰ τοῦ ο γραφόμενον, τὸ περί τι ὀμόσαι· ἔστι δὲ ἕτερον ὠμῶσαι καὶ γράφεται διὰ τοῦ ω, τὸ εἰς ὁμόνοιαν καὶ φιλίαν ἄγειν· καὶ Ὅμηρος, εἰς εὐνὴν ἀνέσαιμι, ὁμωθῆναι φιλότητι
ω 58
Ὦνον ἐκ τοῦ ὤθω τὸ πρώθω ὠνὴ καὶ ὦνος ἡ τιμή
ω 59
Ὦπες οἱ ὀφθαλμοὶ, οἱονεὶ ὠπαί τινες οὖσαι τῆς ψυ χῆς, διʼ ὧν τὸ κατάστημα τῆς ψυχῆς θεωρεῖται· σώζεται δὲ ἐν συνθέτοις καὶ νῦ παρὰ τὸ τοὔνομα, καὶ ὑπώπια δὲ λέγονται, τὰ ὑπὲρ τοὺς ὀφθαλμοὺς περιδνώματα. ὡς δέ τινες, ὅτι ὀπῇ καὶ τρυπήμασιν ἐοίκασιν, ὅθεν ὁποτιον τὸ ποιοῦν ὀπήν· γέγονε δὲ κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω ὦπες, οὕτω Σωρανός
ω 60
Ὦ πόποι ποίου μέρους λόγου ἐστιν· ἐπιῤῥήματος σχετλιαστικοῦ· καὶ πῶς τίθενται δύο τόνοι; εἰ γὰρ ἦν μέρος ἓν λόγου ὤφειλεν ἔχειν ἑνὰ τὸν τόνον· οὐδέποτε ἓν μέρος λόγου δύο τόνους ἐπιδέχεται· εἰσὶ δὲ δύο ἐπιῤῥήματα, καί ἐστιν ἀντὶ τοῦ παπαί· καί ἐστιν ἐκ παραλλήλου ἓν μέρος λόγου καὶ λέγομεν, ὅτι συνεξηκολούθησε τῇ ὀνομαστικῇ πτώσει, τῇ ὦ φίλοι· ὠφείλει δὲ ὀξύνεσθαι, ὡς γενόμενον ἐκ τοῦ παπαί· ἀλλὰ συνεξηκολούθησε τῇ ὀνομαστικῇ πτώσει· οἱ γὰρ Σκῦθαι ἀγάλματά τινα ἔχοντες ὑπόγεα τῶν θεῶν, πόπους αὐτὰ καλοῦσιν
ω 61
Ὥρα παρὰ τὸ ὁρίζειν, ὥρωα καὶ ὥρα, παρὰ τὸ ὁρίζειν τὰ μέρη τῆς ἡμέρας καὶ τῆς νυκτός
ω 62
Ὥρα ἡ τροπὴ, παρὰ ὡρεῖν καὶ φυλάσσειν τεταγμένως τὸν ἴδιον καιρόν
ω 63
Ὥρα εἴρηται τετραχῶς· ἐπὶ φροντίδος, ὡς θυρωρὸς, κηπωρὸς ὀλίγωρος, ἀπὸ τοῦ τὴν φροντίδα ἔχειν τῶν θυρῶν· καὶ ὀλίγην ὥραν· ὥρα δὲ πάλιν τὸ κάλλος, ὅθεν καὶ τὸ ὡραῖος· ὥρα δὲ καὶ ἡ στάσις τῆς ἡμέρας, ὡς ὅταν λέγωμεν· πέμπτη ὥρα ἐστιν· ὥρα δὲ ἡ ἐπὶ καιροῦ, ὧρα χειμῶνος, ὥρα θέρους
ω 64
Ὧραι ἀπὸ τοῦ ὡρεύειν, ὅ ἐστι φυλάττειν· αὗται γὰρ φύλακες τῶν ἀνθρωπίνων ἔργων· ὡρεύουσι δὲ, φυλάττουσι, καὶ φροντίζουσιν, ὅθεν καὶ οὖρος λέγεται ὁ φυλάσσων, καὶ φύλαξ· ὥρα τὸ ιβ τῆς ἡμέρας καὶ τῆς νυκτός· ὥρα ὁ καιρὸς, ὥρα ὁ ἐνιαυτὸς, ὥρα ἡ εὐμορφία, ὥρα ἡ νεότης, ὥρα ἡ φροντὶς, ὥρα δὲ καὶ ἡ ἀστραπή
ω 65
Ὥρη δὲ ἄνθη τὰ κατὰ καιρὸν γινόμενα
ω 66
Ὦπτο ἐθεάθη· ἐκ τοῦ ὄπτω, ὁ μέλλων ὄψω, ὁ παρακείμενος ὦφα, ὁ παθητικὸς ὦμμαι, ὁ ὑπερσυντελικὸς ὤμμην, ὦψο, ὦπτο
ω 67
Ὥρα διὰ τὸ ὁρᾶσθαι, ἢ διὰ τὸ ἀπὸ τῆς ἑώας ὁδὸν παρέρχεσθαι τῆς ἡμέρας· ἔστι δὲ ὄνομα θηλυκόν· καὶ ὥσπερ ἀπὸ τοῦ χῶ χώρα, καὶ ψῶ ψώρα, οὕτω καὶ ἀπὸ τοῦ ὦ, τοῦ σημαίνοντος τὸ ὑπάρχω γίνεται ὥρα· σημαίνει δὲ τὸ ιβ τῆς ἡμέρας· τὸ ρα μακρόν ἐστι· τὰ εἰς ρα θηλυκὰ δισύλλαβα, εἰ μὲν διφθόγγῳ παραλήγονται, συστέλλουσι τὸ α, οἷον στεῖρα, πεῖρα, σφαῖρα· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγονται, ἐκτείνουσι τὸ α· χώρα, χήρα, ψώρα, πήρα, οὕτω καὶ ὥρα
ω 68
Ὡραῖα ἔστιν ὥρα, ὃ σημαίνει τὸν ἐνιαυτὸν, καὶ ἐκ τούτου γίνεται τὸ ὡραῖον, τοῦ ὡραίου, οἱονεὶ τὸ διαδοῦναι κατὰ τὸν καιρὸν τὸν ἑαυτοῦ καρπόν
ω 69
Ὡραιότης διὰ τὸ ἐμπόνως ἐνορᾶσθαι τὸ καλόν
ω 70
Ὡραῖος ἀπὸ τοῦ ὥρα, ὃ σημαίνει τὴν εὐμορφίαν· τὸ ραι, διφθόγγῳ διάτι; τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς ἦτα θηλυκῶν
ω 71
Ὥρα σημαίνει τέσσαρα· τὴν φροντίδα, τὴν θεωρίαν, τὴν σωματοειδῆ θεὰν, καὶ τὸν καιρόν
ω 72
Ὡραΐζεται ἐπὶ τοῦ εὐφραίνεσθαι
ω 73
Ὡρεῖν εἰς τὸ ἀλεωρή
ω 74
Ὥραον εἰς τὸ ὁρά
ω 75
Ὥραισι ταῖς γυναιξὶ, ἀπὸ τοῦ ἀρηρέναι ἀνδράσι· ἔνθεν καὶ ξυνωρὶς, παρὰ τὸ ξυνηρμόσθαι· γίνεται ὃ ἄορος, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἄοροι, καὶ κατὰ μεταπλασμὸν ὄαρες, καὶ συναιρέσει ὧρες
ω 76
Ὥρεσσι ταῖς γυναιξὶ, ταῖς ζευχθείσαις ἀνδράσι, ὅθεν καὶ ξυνωρὶς, τὸ συνεζευγμένον τῶν ἵππων· γράφε, ξυνώριον τὸ συνέδριον τῶν ἵππων
ω 77
Ὤρεχα εἰς τὸ ὀρεκτόν
ω 78
Ὠρίων ὄνομα κύριον, καί ἐστιν ἐπίσημον ἄστρον· τὸ ω, μέγα διάτι; κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς ω, ὡς βοῦν βῶν, οὕτως οὐρίων, Ὠρίων, ἀπὸ ἱστορίας, ἀπὸ τοῦ οὐρῆσαι τοὺς θεοὺς ἐν τῇ βύρσῃ, καὶ γένεσθαι αὐτόν· καὶ ἄτρον οὕτω καλούμενον, ἡ λεγομένη σκεπαρνέα, καὶ κλίνεται Ὠρίωνος
ω 79
Ὠρεῖον τὸ καλούμενον σιτοδοχεῖον, ἐκ τοῦ ὠρῶ, τὸ φυλάσσω, τὸ ρει διφθόγγῳ
ω 80
Ὥρμαινε ἐκ τοῦ ὁρμῶ ὁρμαίνω, τὸ δὲ ὁρμῶ, ἐκ τοῦ ὅρμος
ω 81
Ὦρος ὁ χρόνος, καὶ ὦρος ὄνομα
ω 82
Ὦρσε ὄρω τὸ διεγείρω, ὁ μέλλων ὀρῶ, καὶ Αἰολικῶς ὄρσω, οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσι, ὁ ἀόριστος πρῶτος ὦρσα, ὦρσας, ὦρσεν, ὥσπερ φθείρω φθερῶ φθέρσω, κείρω, κερῶ κέρσω
ω 83
Ὠρίων ἄστρον, καὶ τὸν Ὠρίωνα δέρκομαι
ω 84
Ὠρειθυῖα ἑορτὴ, παρὰ τὸ ἐν ὄρει θύειν
ω 85
Ὠρειθυῖα ὄνομα θεᾶς, παρὰ τὸ ὄρει δοτικῇ, καὶ τὸ θύω τὸ ὁρμῶ, κατʼ ἐπαύξησιν τοῦ ο, εἰς ω
ω 86
Ὠρειαύλιος ὄνομα, ἐκ τοῦ ὥρα καὶ τοῦ αὔλιος
ω 87
Ὠρείτης ὁ ἐξ Ὠρεοῦ πόλεως, πλησίον Λέσβου, καὶ ὄνομα κύριον
ω 88
Ὠρυγὴ ἡ βοὴ, ἐκ τοῦ ὀρύσσω, ὀρύω, ὠρυγὴ τοῦ ζώου
ω 89
Ὠρυόμην καὶ ὠρυόμενος μετοχὴ, ἀπὸ τοῦ ὠρύω πρωτοτύπου διὰ τοῦ ω μεγάλου· σεσημείωται πέντε· καὶ ὠρύω τὸ βοῶ, ὁ τὸ τύζειν βοᾷν, ῥοίζησεν, ἐφώνησεν, ἰυγμὸς, βοὴ, φωνὴ, ἠύδησεν, ἐφώνησεν, ηὔσεν, ἐβόησεν· ἰύζει, βοᾶ, κραυγάζει, ἶφι βοᾶ, μεγάλως
ω 90
Ὠσθεὶς παρὰ τὸ ὤθω, ὤσω, ὦκα, ὦσμαι, ὤσθην, ὠσθείς
ω 91
Ὠρύω σημαίνει τὸ κλαίω, παρὰ τὸ αὔω τὸ φωνῶ αὐορύω, καὶ κράσει τοῦ α καὶ ο εἰς ω, καὶ ἐκβολῇ τοῦ υ, ὠρύω· ἢ παρὰ τὸ θορυβῶ, θορύω, κατʼ ἀποβολὴν τοῦ β, καὶ ἐκτάσει τοῦ ο εἰς ω, καὶ ἐκβολῆ τοῦ θ, ὠρύω
ω 92
Ὡς ἐπίῤῥημα ἐπιτάσεως, ἀντὶ τοῦ λίαν
ω 93
Ὡς ἐπίῤῥημα, ἵνα, ἡνίκα, ὅπως, ἢ οὕτως, καὶ ὁμοίως καὶ ἀληθώς
ω 94
Ὦς τὸ ὠτίον, ἡ εὐθεῖα τὸ ὦς, παρὰ τὸ αὔω τὸ φωνῶ αὖος, καὶ ἐκβολῇ τοῦ υ, καὶ κράσει τοῦ αο εἰς ω, ὦς· καὶ ἐν ὑπερβιβασμῷ οὖας, καὶ ἐκβολῇ τοῦ α, οὖς· τὸ δὲ ὦς κλίνεται, ὡς τὸ φῶς. τὸ δὲ οὖς ἄκλιτόν ἐστι
ω 95
Ὡς ἐπίῤῥημα παραβολῆς· πότε ὀξύνεται καὶ πότε βαρύνεται, καὶ πότε περισπᾶται· τὸ δὲ ὡς, ὅτε ἐπὶ τέλους στίχου κεῖται, ὀξύνεται. καὶ ὅτε προηγεῖται ἐγκλίνεται· ἐάν τε ἄρχοι φράσεως, εἴτε μέσον εἴη, ὄρνιθες ὡς· ἔμοι καλὴ τὸν οἶτον ἀπὸ δυσπότμου παιδὸς ἐνίσποις· ὡς τε γὰρ ἢ παῖδες νεαροὶ, οὔτως ἀλλʼ ὥς τις τοῦτο γε βέλος· βαρυτονεῖται δὲ ἐν ἀρχῇ τιθέμενον, μὴ ἐπιφερομένης ἐγκλίσεως, ὡς εἰπὼν πυλέων· ὡς δὲ λέων μήλοισι, ὡς ἐχάρη Μενέλαος· καὶ ἐν μεσοφράσει, μὴ ἐπιφερομένου ἐγκλιτικοῦ· εἰ δὲ μὴ, σημαίνει τὸ ὅμως, ἢ τὸ οὕτως· ὁπότε γε οὕτως ὑποτάσσοιτο συνδεσμ. ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· καὶ Ἕκτωρ δὲ ὡς οἶδε Τεῦκρον· καὶ Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν. Ἀρίσταρχος δὲ παρῄνει καὶ Τυραννίων τὸ ὡς ἐν μέσῃ φράσει περισπᾷν, εἰ μὴ ὑποτάσσοιτο σύνδεσμ. ὡς τὸ καὶ ἀλλά. καὶ ὡς ἐθέλω, ἐπειδὴ ὡς ἄγεν εἶκος Ἀθήνη· ἀλλὰ καὶ ὡς ἱππεῦσι μετέσσομαι· ἀλλʼ οὐδέπω σε ἔολπα ὀνόσεσθαι κακότητα
ω 96
Ὡς τὸ ὡς σημαίνει λβ· ὡς ἐπίῤῥημα θαυμαστικὸν ἀντὶ τοῦ λίαν· ἢ ἐπίῤῥημα βεβαιώσεως. τὸ ὡς σημαίνει λβ· παραβολὴν, ὡς δὲ λέων ἐν βουσὶ θορῶν· σημαίνει ἀνταπόδοσιν, ὡς ἂν καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων, καθʼ ὑπερβολὴν, ὡς τὸ, οὐκ ἔστι κύντερον ἄλλο γυναικός· καὶ ὁμοίωσιν, ὡς ὁδʼ Ὀδυσσῆος μεγαλήτορος ὗιϊ ἔοικε· καὶ ἀντὶ τοῦ ὅμως, ἀλλʼ οὐδʼ ὡς ἑτάρους ἐῤῥύσατο ἱέμενός περ· καὶ ἀναφορὰν, ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· καὶ θαυμαστικὸν, ὡς ἀγαθαὶ φρένες ἦσαν ἐχέφρονι Πηνελοπείῃ καὶ τὸ οὕτως, ὡς εἰπὼν πυλέων ἐξέσσυτο, καὶ τὸν ἵνα σύνδεσμον ὥς μοι καὶ τονδʼ ἄνδρα πελώριον ἐξονομήνης· καὶ τὸ ὅπως· ὡς σπείσῃς Διῒ πατρὶ καὶ ἄλλοις ἀθαναθοῖσι· καὶ τὸ ὅτι, ἔγνως ὡς θεὸς εἰμί· καὶ ἐπεὶ, ὡς ἴδε χῶρον ἔρημον ὅθʼ ἔστασαν ὤκεες ἵπποι· καὶ τὸ εἴθε εὐκτικὸν, ὡς ὄφελʼ αὐτοθʼ ὀλέσθαι ἀνδρὶ δαμείς. καὶ ἀντὶ τοῦ διότι, ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος. καὶ τὸν ει συναπτικὸν σύνδεσμον, ὡς ὑμεῖς παρʼ ἐμοῖο θοὴν ἐπὶ νῆα ἵκοιτε· καὶ τὸ ὁμοίως, μνήσομαι ὡς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔθηκε· καὶ τὸ ὅμως καὶ τροπῇ, ἤρξατο ὡς πρῶτον κικάνας δαμάσαντο· καὶ ἐπὶ πρόθεσιν, ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· καὶ τὸ ὅσον, καὶ κρέας ὡς σοι χεῖρες ἐχάνδανον· καὶ τὸν γὰρ, ὡς ἤτοι ποταμῷ γε δαμημέναι αἴσιμον ἦεν. καὶ τὸ εὐθέως, ὡς ἴδεν, ὤς μιν μᾶλλον ἔδυ χόλος. καὶ τὸ ὡσαύτως, ὡς δʼ αὖ νῦν μοι ἄγεσθε θεοί. καὶ βεβαίωσιν, ὡς χαρίσοιτʼ ἄνθρωπος ἀνθρώποισι· καὶ τὸ ἀλλὰ, ὡς τοῦτο ἀληθῶς Ἀττικῶς τὰ οὐδέτερα· καὶ τὸ ἕως· ὡς ὁ μὲν ἔθετο πολὺν βίοτον· καὶ τὸ οὕτως, ὥς ποτε ἦσαν νεώτεροι· καὶ τὸ οὐκέτι, ὡς χάρις μετόπισθεν εὐεργετῶν· καὶ διηγηματικὸν κεφάλαιον, ὡς ἦλθʼ ὡς Αἴγισθα ἐμήσατο λόγον· καὶ ἀντὶ τοῦ λίαν, ὡς τὸ, ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε
ω 97
Ὡς ποσαχῶς ἡ παραβολή; πενταχῶς. πρώτη παραβολὴ τὸ ὑπόδειγμα, καὶ ὁ ὀνειδισμός ἔθου ἡμᾶς εἰς παραβολὴν. δευτέρα παραβολὴ, αἰνιγματώδης λόγος, οἷον, πολλοὶ λέγουσι· ζήτημα ἐμφαῖνον μέντοι, οὐκ αὐτόθεν δὲ πάντως δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλʼ ἔχον ἐντὸς διάνοιαν κεκρυμμένην, ὡς ὁ Σαμψὼν ἔλεγεν· ἐξῆλθεν ἀπὸ στόματος γλυκύ· καὶ Σολομὼν, τότε νοήσεις παραβολὴν καὶ σκοτεινὸν λόγον· παραβολὴ καὶ ἡ ὁμοίωσις, ἄλλην γὰρ παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, ὁμοία ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. παραβολὴ καὶ ἡ τροπικῶς λεγομένη, οἷον ἐστι τὸ, υἱὲ ἀνθρώπου, εἷπον αὐτοῖς τὴν παραβολὴν ταύτην, ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ἀετὸν λέγων τὸν βασιλέα. παραβολὴ καὶ ὁ τύπος, καὶ ἡ εἰκών, ὡς καὶ ὁ Παῦλος ἔφη, πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ, πειραζόμενος καὶ τὸν μονογενῆ προσφέρειν, ὁ τὰς ἐπαγγελίας δεξάμενος· ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο, τουτ’ἔστιν ἐν τύπῳ καὶ εἰκόνι
ω 98
Ὡς ἄημα ὡς πνεῦμα, ὡς ἄνεμος, ἄημα γὰρ τὸ πνεῦμα, τὸ πνέον, παρὰ Διογενειανῷ
ω 99
Ὡσεὶ ὠδίνουσα · ὡσεὶ ἐπίῤῥημα παραβολῆς, ὠδίνουσα, ὄνομα μετοχικὸν, τὸ θέμα ὠδίνω· γίνεται παρὰ τὸ
ω 100
Ὠθίζω ὠθὶς καὶ ὠδίς
ω 101
Ὡς ἄμαθες ἐν τάχει ἀναγνωστέον, τὸ ὡς ἀντὶ τοῦ ἵνα γάρ ἐστι
ω 102
Ὡς ἐθύραζε ἀντὶ τοῦ ἀπώσατο, κυρίως μὲν ἔξω τῆς θύρας
ω 103
Ὥσκεν ὅπως ἂν, τὸ μὲν ὡς ἀντὶ τοῦ ὅπως, τὸ κεν ἀντὶ τοῦ ἄν
ω 104
Ὥσπερ τὸ ὡς ἐπίῤῥημα συγκριτικὸν, αἱ δὲ συγκρίσεις τῶν ὁμοουσίων
ω 105
Ὡσπερεὶ δύο μέρη λόγου εἰσί· τὸ ὡς ἐπίῤῥημα ὁμοιώσεως καὶ τό περ σύνδεσμος συναπτικὸς, καὶ τὸ εἰ
ω 106
Ὠττίζοντο ὤθουν, συνέθλιβον, ἐκ τοῦ ὤθω ῥήματος ὁ μέλλων ὤσω, πλεονασμῷ τοῦ τ, μετὰ περισπωμένου τόνου, ὠστῶ, ἐκ τούτου ἕτερον ῥῆμα ὠστίζω, τὸ παθητικὸν ὠστίζομαι, ὁ παρατατικὸς ὠστιζόμην, τὸ τρίτον τῶν πληθυντικῶν ὠστίζοντο· Ἀριστοφάνης, ὠστιζόμετα ἑκάστοτε ἐν τῇ ἐκκλησίᾳ
ω 107
Ὠσχοφορία ἑορτὴ Διονύσου· ὦσχον γὰρ Αἰγύπτιοι καλοῦσι τὴν ἄμπελον· ἀπὸ περισπωμένου δέ ἐστι τὸ ὄνομα· ἔστι γὰρ ὠσχοφορῶ· ἡ ὤσχη δέ ἐστι τὰ μετὰ τῶν βοτρύων κλήματα
ω 108
Ὦτα παρὰ τὸ ὠθούμενον καὶ εἱλικτὸν εἰσέρχεσθαι ἐν αὐτοῖς τὸ πνεῦμα, ἤτοι ἄνεμον, καὶ πάντα ἦχον. Ἀπολλόδωρος δὲ ἀπὸ τοῦ δέχεσθαι τὴν ὄσσαν· οἱ δὲ διʼ ὧν ὠθεῖται ἡ φωνὴ, οἱ δὲ κατὰ μετάθεσιν τοῦ π εἰς τ, ὤπα τινα ὄντα, παρὰ τὸ ὀπὰς ἔχειν, ἢ παρὰ τὸ δέχεσθαι τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν· οὕτως Ἡρακλείδης
ω 109
Ὦ τᾶν πόθεν ἐγένετο τὸ ὦ τᾶν; λέγομεν δὲ, δύο μέρη λόγου εἰσί· ὦ τᾶν, τουτ’ἔστιν, ὦ προσφιλέστατε, ὦ ἑταῖρε· σημαίνει δὲ τὸν συνήθη φίλον
ω 110
Ὦ τᾶν ὦ οὗτος, ὦ σύ· δύο μέρη λόγου, καὶ κατὰ πλάνην, ἀντὶ τοῦ ἐπὶ τέλους ὀξείας, περισπώμενον ἔσχε· ἐγένετο οὕτως, ἔτης, ἐτᾶν, ὦ ἐτᾶν, καὶ κράσει
ω 111
Ὠτὶ ἰῶτα ἡ παράδοσις· καθόλου γὰρ ἡ δοτικὴ ἑνικὴ εἰς ἰῶτα λήγουσα, ἐὰν ἰσοσυλλαβεῖ τῇ ἰδίᾳ εὐθείᾳ, δίφθογγον ἔχει, ἐὰν δὲ περιττοσυλλαβεῖ ἰῶτα μόνον ἐκφωνούμενον
ω 112
Ὧι τε ᾧ τινι, δύο μέρη λόγου εἰσὶ, τὸ ᾧ, ᾧ τινι, καὶ τὸ τε παρέλκει
ω 113
Ὠτειλὴ παρὰ τὸν οὐτήσω μέλλοντα γίνεται οὐτηλὴ, καὶ οἱ Δωριεῖς τὴν ου δίφθογγον τρέπουσιν εἰς ω. ὡς βοῦν βῶν, βῶν ἀζαλέην· οἱ Βοιωτεῖς πάλιν τὸ ἦτα εἰς ει δίφθογγον τρέπουσι, καὶ γίνεται ὠτειλὴ, διὰ τοῦ ω, καὶ τῆς ει διφθόγγου
ω 114
Ὠτειλὴ τὸ τραῦμα, ἀπὸ τοῦ οὐτᾶσθαι, ὅ ἐστι τετρῶσθαι
ω 115
Ὠτειλὴ ὠτέλλας γὰρ οἱ Αἰολεῖς τὰ τραύματα, Ἀττικοὶ δὲ οὐλὴν λέγουσι
ω 116
Ὠτειλὴ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι
α 1335
Ἀγαμέμνονος Α · ὁ κανών· τὰ δὲ σύνθετα ὁμοίως τοῖς ἁπλοῖς κλίνεται, οἷον Μέμνων Μέμνονος· τὰ δὲ εἰς ων ἔχοντα δύο σύμφωνα ἐν συλλήψει μὴ ὄντα πατρωνυμικὰ τρέπουσι τὸ ω εἰς ο ἐπὶ γενικῆς, οἷον φράδμων φράδμονος, ἄκμων ἄκμονος. τὸ δὲ Ἅβρων Ἅβρωνος πατρωνυμικὸν ἀπὸ τοῦ ἁβρός
α 1336
Ἀγαμέμνων · παρὰ τὸ ἄγαν καὶ τὸ μένειν
α 1337
Ἀγαπῴην · ῥῆμα ἀγαπάω ἀγαπῶ, ἀγαπάων ἀγαπῶν, ἀγαπάοντος ἀγαπῶντος, ἀγαπάοιμι ἀγαπῷμι, τὸ τρίτον ἀγαπάοι ἀγαπῷ. καὶ οἱ Ἴωνες ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν εἰώθασι ἐπεντιθέναι τὸ η. καὶ ἀναλόγως τὸ πρῶτον γίνεται ἀγαπῴην
α 1338
Ἀγαυός · γαίω, τὸ γαυριῶ, ἀγαιός καὶ τροπῇ ἀγαυός, ὡς καίω καύσω
α 1339
Ἀγέλη · τὸ πλῆθος τῶν ζώων, προβάτων ἢ βοῶν, τὰ ἄζευκτα ζῶα, ἢ τὰ ὁμοῦ συνηθροισμένα καὶ ἀγόμενα καὶ νεμόμενα. κυρίως δὲ ἐπὶ τῶν βοῶν, καταχρηστικῶς δὲ ἐπὶ προβάτων καὶ βοῶν
α 1340
Ἀγγεῖα · ἀπὸ τοῦ διάγειν τι διʼ αὐτῶν
α 1341
αὐτάγγελος διαφέρει· ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν· ἐξάγγελος δὲ ὁ πάντα τὰ ἔνδοθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης διάγγελον ἐκάλεσε λέγων ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν“· αὐτάγγελος δὲ ὁ αὐτὸς ἀφʼ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφʼ ἑτέρου πεμπόμενος
α 1342
ἀγενές · τὸ ἀγεννές λέγεται καὶ ἐπὶ τοῦ ἐναντίου τῷ εὐγενεῖ· ἐκ τοῦ γένους
α 1343
Ἀγινεῖν · φέρειν· ι · ὃν γὰρ τρόπον παρὰ τὸ ἴσχω γίνεται ἰσχνῶ, οὕτω καὶ παρὰ τὸ ἄγω ἀγνῶ καὶ ἐν πλεονασμῷ τοῦ ι ἀγινῶ περισπωμένως. Ἄγγος· ἐν πλεονασμῷ τοῦ γ · ἄγω καὶ ἄγος καὶ ἄγγος, ἐν ᾧ τις ἄγεται
α 1344
Ἀγηγερμένοι · τὸ θέμα ἀγείρω, ἤγερ κα ὁ παρακείμενος καὶ ἀγήγερκα, ὁ παθητικὸς ἤγερμαι καὶ ἀγήγερμαι, ἡ μετοχὴ ἀγηγερμένος
α 1345
Ἀγκαλεῖ · ἀναγινώσκει
α 1346
Ἀγκαλίδα · μερίδα
α 1347
Ἀγκηθής · ἀβλαβής
α 1348
Ἄγκιστρον · παρὰ τὸ ἄγω ἄγιστρον καὶ τροπῇ ἄκιστρον καὶ πλεονασμῷ τοῦ γ ἄγ κιστρον· ἢ παρὰ τὸ ἀνάγω ἀνάγιστρον καὶ ἄνκιστρον καὶ τροπῇ τοῦ ν εἰς γ ἄγκιστρον
α 1349
Ἄγκος · ὁ κοῖλος τόπος τ ῆς γῆς· παρὰ τὸ κέω, ἐξ οὗ κατὰ συναλοιφὴν κῶ δηλοῦν τὸ κεῖσθαι· ἄγκος οὖν ἐν ᾧ ἔστι συνάγεσθαί τι καὶ κεῖσθαι
α 1350
Ἄγκος · ὁ κοῖλος τόπος τῆς γῆς. Ὁμήρου
α 1351
Ἀγκυλομήτεω Β · ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη, ἤτοι ὁ ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς καὶ τῶν παίδων, ὥς φησιν Ἡσίοδος · τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπινεν· ἢ ὁ τὰ ἀγκύλα καὶ σκολιὰ καὶ δυσχερῆ πράγματα τῇ μήτιδι περιλαμβάνων, κορόνους τις ὢν καὶ τέλειος νοῦς. δηλοῖ δὲ τὸ ἀγκύλον παρὰ τῷ ποιητῇ τρία· τὸ σκολιόν, ὡσ ὅταν λέγῃ Β ἀγκυλομήτην τὸν Κρόνον· καὶ τὸ περιφερὲς κατὰ τὸ σχῆμα, ὡς τὸ Ε ἀγκύλα τόξα“, κυκλώδη· καὶ τὸ ἰσχυρόν, ὡς τὸ Ζ ἀγκύλον ἅρμα“
α 1352
Ἀγκυλομήτης · σκολιὰ βουλευόμενος· μῆτις γὰρ ἡ βουλή
α 1353
Ἀγκύλον · τὸ ὄπισθεν μέρος τοῦ σώματος
α 1354
Ἀγκύλον · σκολιόν, δυσχερές, ποικίλον
α 1355
Ἀγκυλόχειλον · σκολιόχειλον
α 1356
Ἀγκύρα · πόλις καὶ ἐργαλεῖόν τι σιδηροῦν καμπτόμενον, τὸ χαλώμενον ἀπὸ τῆς νηός, ἡ ἀξίνη τῆς νηός. καταχρηστικῶς δὲ καὶ ἡ βάσις καὶ τὸ στήριγμα τῆς πίστεως
ω 117
ών · ἀπὸ τοῦ κατʼ αὐτὸν ἄγεσθαι τὴν χεῖρα· Χρύσιππος δὲ ἐγκὼν λέγει ἀπὸ τοῦ ἐγκεῖσθαι τῷ ἑτέρῳ ὀστέῳ τὸ ἕτερον· ἢ ὁ ἀνέχων, τουτέστιν ὁ ἐξέχων
α 1357
Ἀγλαὸν ἕδραν · τὴν λαμπρὰν καθέδραν
α 1358
Ἀγλαός · καλός, λαμπρός
λ 280
λαός · παρὰ τὴν αἴγλην· ἐφʼ οἷς τις ἀγάλλεται καὶ λαμπρύνεται
α 1359
Ἀγμή · ἡ νεότης
α 1360
Ἀγοὶ Κρητῶν Γ · οἱ ἡγεμόνες τῶν Κρητῶν· ἀγὸς δὲ εἴρηται παρὰ τὸ ἄγειν τοὺς ὑποτεταγμέν ους. ἀγός· καὶ παρὰ τὸ ἄγω ῥῆμα Γ ἀγοὶ Κρητῶν“. ὃ στεφανίτην ἐχρῆν
α 1361
Ἀγορή · παρὰ τὸ ἀγεί ρεσθαι ἐν αὐτῇ τὸ πλῆθος καὶ συνάγεσθαι· ἢ παρὰ τὸ ἀγορεύειν ἐν αὐτῇ
α 1362
Ἄγραυλοι · οἱ ἄγροικοι, τουτέστιν οἱ ἐν ἀγροῖς αὐλιζόμενοι
α 1363
Ἄγραυλος · παρὰ τὸ ἀγρός καὶ τὸ αὐλίζω ἀγρόαυλος καὶ ἐν συγκοπῇ ἄγραυλος, ὁ ἐν ἀγρῷ αὐλιζόμενος. ἢ ἐκ τοῦ ἀγρός καὶ τοῦ αὐλῶ · οἱ γὰρ ἐν ἀγρῷ αὐλοῦσιν
α 1364
Ἀγρός · ὁ χωρὶς τῆς κώμης ἢ τῶν οἰκητόρων τόπος. ἀγρὸς ἀρούρης διαφέρει· ἀγρὸς ὁ σπειρόμενος ἁπλῶς καὶ δεχόμενος σποράν, ἄρουρα δὲ ἡ σπαρεῖσα καλλιεργία
α 1365
Ἀγρυπνία · κατὰ πλεονασμὸν τῶν συμφώνων· ἀϋπνία γάρ ἐστιν
α 1366
Ἀγρῶστις · ἐκ τοῦ ἀγρώσσειν
α 1367
Ἀγυιά · ἡ ῥύμη· παρὰ τὸ ᾄσσειν καὶ ἄγεσθαι διʼ αὐτῆς. ἀγυιά, ἀγορά, ἄμφοδον, ἔμβολος, ῥύμη. ἀγυιά· ὁ κανών· τὰ διὰ τοῦ υια θηλυκὰ ὀνόματα ὑπὲρ δύο συλλαβὰσ προπαροξυνόμενα τῷ ι θέλει παραλήγεσθαι, οἷον ἅρπυια Εἰλείθυια αἴθυια Ὠρείθυια ἄγυια · σεσημείωται τὸ μητρυιά παραληγόμενον τῷ ι καὶ ὀξυνόμενον, καὶ ἀναλογώτερόν ἐστι τὸ ἄγυια, Υ μέσην ἐς ἄγυιαν ἰοῦσαι“
α 1368
Ἀγύρται · παρὰ τοῖς ἀρχαίοισ οἱ τὰ χρήματα ἀγείροντες ἑαυτοῖς ὀνόματι δαιμόνων, οἷον Ῥέας καὶ τῶν λοιπῶν
α 1369
Ἀγχόνη · ὁ πνιγμός. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1370
Ἄγχω · ἐκ τοῦ ἄγω πλεονασμῷ τοῦ ν ἄνγω καὶ τροπῇ αὐτοῦ εἰς γ καὶ τοῦ γ εἰσ χ ἄγχω
α 1371
Ἄγω · σημαίνει ε· ἄγω, τὸ πορεύομαι, ἐξ οὗ καὶ ἀγυιά, ἡ ὁδός· ἄγω, τὸ κλάνω, ἐξ οὗ καὶ τὸ κατέρξαν αὐτοῦ τὰ σκέλη“· ἄγω, τὸ φέρω, καὶ ἄγω, τὸ ἑορτάζω, ἐξ οὗ καὶ ἀγώγιμος, ὁ φερόμενος, καὶ ἄγωμεν, τὸ ἑορτάζωμεν· ἀγῶ, τὸ ἐκσπλήττομαι, ἐξ οὗ καὶ ἄγαμαι, τὸ ἐκπλήττομαι, καὶ ἀγάμενος, ὁ θαυμάζων· ἀγῶ, τὸ φθονῶ, ἐξ οὗ καὶ ἄγος, ὁ φθόνος
α 1372
ἀγῶ διαφέρει· τὸ μὲν βαρυνόμενον σημαίνει τὸ φέρω, τὸ δὲ περισπώμενον τὸ θαυμάζω
α 1373
Ἀγωγή · εἴρηται παρὰ τὸ συνάγειν τοὺς ἀγνώμο νας εἰς τὸν δικαστήν
α 1374
Ἄγων · ἡ μετοχὴ παροξυτόνως· ἀγὼν δὲ τὸ περιεκτικόν, ὃ καὶ ὀξύνεται
α 1375
Ἀδάμ · τοῦτο τὸ ὄνομα τὰ τέσσαρα στοιχεῖα ἤτοι τὰ τέσσαρα πέρατα τοῦ κόσμου ἐν ἑαυτῷ περιέχει· τὸ μὲν πρῶτον στοιχεῖον τὸ ἄλφα σημαίνει ἀνατολή, τὸ δὲ δεύτερον ἤτοι τὸ δ δύσις, τὸ δὲ τρίτον ἤτοι τὸ α ἄρκτος, τὸ δὲ τέταρτον ἤτοι τὸ μ μεσημβρία. ἑρμηνεύεται δὲ γηγενής, πῦρ καὶ πυρρός
α 1376
Ἄδεια · ει κατὰ τὸν προκείμενον λόγον τοῦ ἀναίδεια. καὶ ἀπέχθεια ει ὁμοίως
α 1377
Ἀδέκαστος · ὁ δίκαιος καὶ ἀπροσωπόληπτος καὶ ἀδωροδόκητος· παρὰ τὸ μὴ δέχεσθαι ἄδικον ἢ πρόσωπον ἢ δῶρον
α 1378
Ἀδελφειός · ει · καὶ γὰρ ἀδελφεός
α 1379
Ἀδελφός · παρὰ τὸ δελφύς, ὃ σημαίνει τὴν μήτραν, καὶ τὸ α ὃ σημαίνει τὸ ὁμοῦ · ὁ ὁμομήτριος
α 1380
Ἀδελφός. παρὰ τὸ ἐκ τῆς αὐτῆς δελφύος τουτέστι μήτρας ἢ γαστρὸς τὸ γάλα θηλάσαι· εἴρηται γὰρ δελφὺς καὶ ἐπὶ τῆς μήτρας καὶ ἐπὶ τῆς γαστρόσ
α 1381
Ἅδην · τὸ κεκορεσμένως καὶ τὸ εἰς πλήρωσιν ἄγον· παρὰ τὸ ἥδω· καὶ γὰρ τὸ τερφθῆναι ἐπὶ τοῦ κορεσθῆναι τίθησιν ὁ ποιητής, ζ αὐτὰρ ἐπεὶ σίτου τάρφθεεν“ καὶ Ψ αὐτὰρ ἐπεὶ κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο“. ᾧ γὰρ λόγῳ ἐξήνεγκεν δ αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τʼ ἐκορέσθη“, τῷ αὐτῷ καὶ τὸ Ω αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο“. τὸ δὲ ἥδω τοῦ ἔω παράγωγον, ἔω ἔδω ἥδω. τὸ δὲ ἔω δηλοῖ τὸν κόρον, ὡς τὸ Τ ἐπεὶ κʼ ἔωμεν πολέμοιο“. τὸ δὲ ἥδεσθαι, ι καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶσ“, ἀντὶ τοῦ ἐτέρφθη. ἀπὸ δὲ τοῦ ὦ ᾆς ᾆ, τὸ αὐτὸ δηλοῦντος τῷ κορεσθῆναι, καὶ Λ ἄσειν ἐν Τροίῃ ταχέας κύνασ“. ἀπὸ δὲ τοῦ ἔω τὸ ἐῶ, Ω ἐπεί με πρῶτον ἔασασ“. ἀντὶ τοῦ ἧδος ἐστὶν ἅδος, ὁ κόρος, Λ ἅδος τέ μιν ἵκετο θυμόν“, ἵνα ᾖ ἔω, παρὰ τοῦτο ἔδω καὶ ἥδω ἥδομαι, ἀφʼ οὗ ἧδος καὶ ἅδος, ὁ κόρος
α 1382
Ἄδην · σημαίνει τὸ δαψιλῶς, καὶ ἐξ αὐτοῦ ἀδηφάγο ς, ὁ δαψιλῶς ἐσθίων
α 1383
Ἅιδης · διὰ τὸ ἀειδὴς εἶναι
α 1384
Ἅιδης · ὁ θάνατος· παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς ἀνθρώπων ἀπωλείασ
α 1385
Ἅιδης · παρὰ τὸ Ἀΐδης Ἅιδης· τὸ δὲ Ἀΐδης παρὰ τὸ εἴδω, τὸ βλέπω, εἴδης καὶ μετὰ τοῦ στερητικοῦ α ἀείδης, ἐ ν ᾧ οὐδὲν βλέπομεν καὶ συστολῇ τῆς ει διφθόγγου εἰς τὸ ι καὶ συναιρέσει τοῦ α καὶ ι Ἅιδησ
α 1386
Ἅιδης · παρὰ τὸ ἀειδής· ἐτυμολογεῖται δὲ καὶ ἐκ τοῦ ἄγειν καὶ τοῦ δούς, ὁ ἄγων τοὺς νεκροὺς καὶ μὴ βουλομένους
α 1387
Ἅιδης · παρὰ τὸ ἀειδής. ἐτυμολογεῖται δὲ ἐκ τοῦ ἀειδοῦς, ὅ ἐστι ἀφανοῦς
α 1388
Ἅιδης · πόθεν συνετέθη; ἐκ τοῦ α τοῦ στερητικοῦ ἐπιρρήματος καὶ τοῦ εἴδης ἀείδης, ὅθεν καὶ οἱ νεκροὶ ἀειδεῖς καὶ ἀναίσθητοι γίνονται ἐπὶ τὸ αὐτό· καὶ κιρνᾶται τὸ αε εἰς α μακρὸν καὶ μένει τὸ ι μὴ ἐκφωνούμενον
α 1389
Ἀδηφάγος · ἐκ τοῦ ἄγαν ἐσθίειν
δ 339
δινά · ἡ εὐθεῖα ἀδινός· ἐκ τοῦ ἄδην ἐπίρρημα
α 1390
Ἁδινάων ·. ἁδινός, τὸ δι βραχύ. διὰ τί; τὰ εἰς ι νος παρώνυμα συ στέλλει τὸ ι · ἑσπερινός, ἁδινός· πλὴν τοῦ χαλινός, λαρινός. διὰ τί δασύνεται; τὸ α πρὸ τοῦ δ δασύνεται
α 1391
Ἀδινάων · ἐπὶ μελι σσῶν ὅτε λέ γει Ὅ μηροσ Β π αρὰ τὸ ἄ δην, τὸ ἀθρ όως. Σ ἀδινόν“ πολύ, παρὰ τὸ ἄδην, τὸ δαψιλῶς· ἢ καὶ ἐπιδεόμενον τῇ ψυχῇ· ἀδινὸν κῆδοσ“ ἐλεει νόν
α 1392
Ἀδράνεια · σημαίνει τὴν ἀσθένειαν
δ 340
δρηστίνη · ι · ὡς Αἰητίνη · καθόλ ου γὰρ ὁ διὰ τοῦ ινη τύπ οσ ἀπ έστραπται τὴν διὰ τῆς ει διφθόγγου παράληξιν, οἷον Εὐηνίν η ἰατρίνη θριδακί νη Κλεοβουλίν η. ταύτῃ οὖν καὶ τὸ ὑσμίνη διὰ τοῦ ι γράφεται κατὰ τὴν π α ράδοσιν. ἀργυροδίν ης παρὰ τὸ δίνα, ἥτις διὰ τοῦ ι γράφεται· δίννα γὰρ Αἰολεῖσ
α 1393
Ἄιδω · παρὰ τὸ εἴδω, τὸ γινώσκω, καὶ μετὰ το ῦ ἐπιτατικοῦ α ἀείδω καὶ ἐν συναιρέσει τοῦ αε εἰς α μακρὸν ᾄδω
α 1394
Ἄιδω · σημαίνει γ· τὸ ψάλλω, τὸ ὀρχοῦμαι καὶ τὸ ὑμνῶ
α 1395
Ἀεί · διὰ διφθόγγου γράφεται· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον Α θεοὶ αἰὲν ἐόν τεσ“. τὰ δὲ παρὰ τὸ ἀεί συντιθέμενα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀείμνηστος ἀειπά ρθενος ἀειθαλής. ἰστέον ὅτι δώδεκα φωναί εἰσι τοῦ ἀεί· ἔστι γὰρ αἰεί, καὶ αἰέν, καὶ αἰές ποιητικῶς, καὶ ἀεί συνεσταλμένον καὶ ἐκτεταμένον, καὶ ἄϊ παρὰ τοῖς Αἰολεῦσι, καὶ ἄϊν παρʼ αὐτοῖς, ἐξ οὗ καὶ ἀΐδιος διὰ τοῦ ι καὶ παρὰ τοῖσ αὐτοῖς αἶι καὶ αἶιν. παρὰ τοῖσ Βοιωτοῖς δὲ διὰ τοῦ η καὶ ι καὶ παρὰ τοῖς Ταραντίνοις διὰ τῆς αι καὶ τοῦ η · οἱ δὲ Τα ραν τῖνοι ἄ ποικ οί εἰσι τῶν Δω ριέων · ἔστι καὶ ἀ ές παρὰ τοῖς Δωριεῦσιν. ταῦτα μὲν ἀπα ρ ένθετα. καὶ ταῦτα δώδεκα φωνὰς λέγουσιν εἶναι · ἐπειδὴ καὶ τὸ ἀ έ παρὰ Πεισ άν δρῳ
δ 341
δε · ὡς τὸ Α μῆνιν ἄειδε“· τὸ ῥῆμα ἀείδω, ἀ είδεις, καὶ τὸ προστακτικὸν ἄειδε. τὸ ει δίφθογγον. διὰ τί; ἀντιπαράκειται αὐτῷ τὸ ἀοιδή
α 1396
Ἀείδελον · ἐκ τοῦ εἴδω, τὸ βλέπω· ὥσπερ ἀπὸ τοῦ στίλβω στιλπν ός, οὕτως καὶ παρὰ τὸ εἴδω γέγονεν ἀϊδνός διὰ τοῦ ι · πολλὰ γάρ εἰσιν ὀνόματα
α 1397
Ἀείδελος · παρὰ τὸ εἴδω εἴδελος καὶ ἀείδελος, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται. τὸ δὲ θ ἀΐδηλον Ἄρηα“ διὰ τοῦ ι γράφεται
α 1398
Ἀείδω · εἴδω ἀείδω· ἐπιτατικὸν τὸ α · καὶ γὰρ ἀοιδὸς ὁ πολλὰ εἰδώς, πολύπειρος. καὶ δή φησιν Ὅμηρος μ ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώσ“
α 1399
Ἀεικέλιον · σκληρόν, ἀπρεπές· κατὰ στέρησιν τοῦ ἐοικέναι καὶ εἴκειν
α 1400
Ἀεικέλιος · ει · παρὰ γὰρ τὸ εἴ κελος. γίνεται δὲ καὶ διὰ τοῦ ι Β ἴκελος Διῒ τερπικεραύνῳ“
θ 277
θύελλα διαφέρει· ἄελλα μὲν γάρ ἐστιν ἄημα συνεστραμμένον θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα
α 1401
Ἀήθης · ἀτριβής, ἄγριος
α 1402
Ἄημα · σημαίνει τὸ πνεῦμα· γέγονε δὲ παρὰ τὸ ἄω, τὸ πνέω, ὁ μέλλων ἀήσω, ὁ παρακείμενος ἄηκα, ὁ παθητικὸς ἄημαι καὶ ἐξ αὐτοῦ ἄημα
α 1403
Ἀήρ · ἔστι στοιχεῖον, οὗ πᾶσαι κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν
α 1404
Ἀήτης · ὃ σημαίνει τὸν ἄνεμον, ἐκ τοῦ ἄω, τὸ πνέω· ἄω ἀήτης
α 1405
Ἀθανασία · ἐστὶν ἀΐδιος ζωὴ καὶ αἰώνιος
α 1406
Ἀθέσφατον · οἷον ἀθεόφατον καὶ ἄπειρον, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ς ἀθέσφατον
α 1407
Ἀθήναζε · εἰς τὸ Ἀγορήνδε καὶ Χαμᾶζε
α 1408
Ἄαθλος · ὁ ἄνευ ἄθλου ἤγουν βραβείου
α 1409
Ἆθλον ἀρετῆς · ἀντὶ τοῦ γέρας ἀρετῆς, ἐπινίκιον· οὐδέτερον δέ. ἀρσενικῶς γὰρ ὁ ἆθλος τὸν ἀγῶνα σημαίνει
α 1410
Ἀθηρηλοιγόν · τὸ πτύον, ᾧ τοὺς ἀθέρας διαχωρίζουσι καὶ διαλέγουσιν
α 1411
Ἄθωος · ὁ ἀναίτιος· καὶ ἀθῷος, ὁ ἀζήμιος
α 1412
Αἴγισθοσ. Αἴγιθος ὄνομα καὶ πλεονασμῷ τοῦ ς Αἴγισθος· ἱστοροῦσι γὰρ αὐτὸν αἰγείῳ γάλακτι χρήσασθαι τὸ πρῶτον
α 1413
Αἰγίοχος · παρὰ τὸ αἰγίς καὶ τὸ ὄχος. τὸ αἰγίς παρὰ τὸ ἀΐσσω· παρὰ γὰρ τὸ συστροφὰς ἀνέμων ποιεῖν κινουμένην εἴρηται καταιγίς· καὶ τὸ ὄχος παρὰ τὸ ἔχειν. ἱμάτιον δέ ἐστιν αἰγὶς πολεμικὸν ἐξ αἰγείων δερμάτων
α 1414
Ἀΐδης · κατὰ στέρησιν τοῦ ἰδεῖν, ὁ ἀφανής· καὶ τοῦτο μὲν ὡς κύριον ἐβαρύνετο, τὸ δὲ ἐπίθετον ὠξύνθη τοῦ δὲ τάφον καὶ σῆμʼ ἀϊδὲσ ἐποίησεν Ἄναυροσ“ παρʼ Ἡσιόδῳ . καὶ εἰς τὸ Ἅιδης
α 1415
Αἰάζω · τὸ στενάζω, βοῶ καὶ ἀναβοῶ· οὗ ὁ μέλλων αἰάξω
α 1416
Αἰδώσ · ἡ αἰσχύνη· ἐπὶ τῆς καλῆς καὶ κακῆς· παρὰ γὰρ τὸ ἀεὶ τὸ δέον ἔχειν, ἡ δὲ κακὴ παρὰ τὸ ἀεὶ ἐνδεὴς εἶναι τοῦ ὀρθοῦ
α 1417
αἰσχύνη διαφέρει· α ἰδεῖταί τις τὸν πατέρα σεβασμίως πρὸς αὐτὸν διακείμενος, αἰσχύνεται δέ τις ἐφʼ οἷς ἔ πραξε καὶ κατὰ συνήθειαν ἁμαρτάνει
α 1418
Αἰειγενέτῃσιν Γ · αἱ τοιαῦται δοτικαὶ. ἡ εὐθεῖα ἀειγενέτης. τὸ νε ψιλόν. διὰ τί; τὰ διὰ τοῦ ετης ἀρσενικὰ βαρύτονα εἴτε ἁπλᾶ εἴτε σύνθετα διὰ τοῦ ε ψιλοῦ γράφεται· μητιέτης, λογοθέτης, εὐνέτης· πλὴν τοῦ προσαίτης, εὐχαίτης, ὁ καλλίθριξ ἵππος
α 1419
Αἰζῃοί Γ · νεανίαι· θαλεροὶ“ δὲ οἱ ἀκμαῖοι· παρὰ τὸ θάλλ ειν, ὅ ἐστιν αὔξειν τῇ ἡλικίᾳ· ἢ παρὰ τὸ ζέειν τῇ νεότητι
α 1420
Αἰζῃός · ὁ νεανίας καὶ ἡβῶν ἀνήρ· παρὰ τὸ αἶμα ζέειν ἐν αὐτῷ
α 1421
Αἰθάλη · παρὰ τὸ αἴθω, ὅ ἐστι καίω. αἰθάλη δέ ἐστι σπ οδὸς τοῦ πυρόσ
α 1422
Αἰθάλη · παρὰ τὸ αἴθω, τὸ καίω
α 1423
Αἰθαλόεν Β · τὸ ἐπίθετον καὶ ἐπὶ μελάθρου, χ αὐτὴ δʼ αἰθαλόεντος ὑπὲρ μεγάροιο μελάθρων“, καὶ ἐπὶ στοᾶς. παρὰ τὸ αἰθάλην ἔχειν ἀπὸ τοῦ καιομένου πυρός· οἱ γὰρ παλαιοὶ οὐκ ἐκέχρηντο ἐλαίῳ καὶ λύχνῳ, ἀλλὰ ξύλοις· καὶ Ὅμηρος τ νήησαν ξύλα πολλὰ φόως τʼ ἔμεν ἠδὲ θέρεσθαι“. διὸ σημειωτέον τὸ ἐν τῇ Ὀδυσσείᾳ τ χρύσεον λύχνον ἔχουσα“
α 1424
Αἰθιοπία · παρὰ τὸ Αἰθίοψ· τοῦτο παρὰ τὸ αἴθω, τὸ καίω
α 1425
Αἰθίοψ · ὁ μέλας· οἱονεὶ ὁ εἰς ὄψιν ὢν θείας δόξης, ἣν ὀπτάνεται ἐντὸσ τοῦ ἐν Ἐδὲμ παραδείσου. τὴν δὲ διαγωγὴν καὶ τὴν πολιτείαν τῶν Βραγμάνων κέκτηται, οἵτινές εἰσιν οἱ ἅγιοι μάκαρες· οὐδὲν ὑπάρχει αὐτοῖς πρὸς διαγωγήν ἀλλὰ οὐρανὸς σκέπη, στρωμνὴ ὕλη, τράπεζα ἡ γῆ, ἀκρόδρυα εἰς βρῶσιν αὐτοῖς, καὶ τρυφὴ εὐχαὶ καὶ ὕμνοι εἰς θεὸν γινόμενοι. ὁ αὐτὸς Αἰθίοψ περ ισσόχειλος, χαλαστόδοντος, εὐρωστόψυχος, τολμηρὸς ἐν ψύχει, δειλὸς ἐν καύματι, ἀνεπιθύμητος πόλ εων, ἐπιθυμητὸς δὲ μᾶλλον καθεύδειν ἐν τῇ ἰδίᾳ γαίᾳ καὶ ἀπολαύειν τῶν αὐτῆς παγκοσμίων ἀρωμ άτων
α 1426
Αἰθίοψ · οὐχ, ὥς τινες, παρὰ τὸ ἔχειν τὴν ὄπα μελανήν, ὃ σημαίνει τὴν φωνὴν ἢ τὸν ὀφθαλμόν· ἀλλʼ ὁ ἔχων τὴν ὄψιν καυστικήν. καὶ γράφεται διὰ τοῦ ο μικροῦ. Ὁμήρου
α 1427
Αἴθουσαι θ · αἱ ὑπὸ τοῦ ἡλίου καταυγαζόμεναι στοαί· παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι καίεσθαι καὶ φλέ γεσθαι
α 1428
Αἴθριος. ἔξω, ὑπὸ τὸν αἰθέρα ἤτοι ἀέρα
α 1429
Αἴθριπτος · ὁ ταχύς· παρὰ τὸ ἵπτασθαι ἐν τῷ αἰθέρι
α 1430
Αἶθρος · τὸ κρύος τὸ ὀρθρινόν· εἴρηται δὲ παρὰ τὸν αἰθέρα
α 1431
Αἴθυια · τὸ ζῶον καὶ ἡ ἴγδη
α 1432
Αἴθυια · κορώνη ἐναλία
α 1433
Αἴ κεν Β · ἐκ τοῦ εἴ κεν αἴ κεν. ὁ εἴ σύνδεσμος συναπτικὸς τρέπει τ ὸ ει εἰς α · οἱ γὰρ Δωριεῖς τὸ εἴθε αἴθε λέγουσιν
α 1434
Αἴ κεν ·. καὶ Ὅμηρος Α · Αἴ κεν πίθησαι“, ἐάν περ πεισθῇσ
α 1435
Αἰκήσας · κοσμήσας. αἰκίσας δὲ μαστίξας
α 1436
Αἰκία · ἡ τρῶσις καὶ ὕβρις σώματος
α 1437
Αἷμα · διὰ τὸ εἶναι ἅμα τῷ σώματι· ὅπου γὰρ σῶμα πάντως καὶ αἷμ α διὰ τὸ εἶναι μετὰ τῶν ἄλλων στοιχείων
α 1438
Αἷμα · παρὰ τὸ αἴθ ω τὸ θερμαί νω
α 1439
Αἷμα · παρὰ τὸ ἀναδίδοσθαι, αἷμα ἄϊμα. αἷμα παρὰ τὸ αἴθω· θερμὸν γάρ
α 1440
Αἷμα · πόσα σημαίνει; τὸ γένος, τὸ σπέρμα καὶ τὸ ἀπὸ τῶν πληγῶν τοῦ σώματος ῥέον
α 1441
Αἷμα · τὸ θερμότατον τῶν ἐν τῷ σώματι
α 1442
Αἷμα · τὸ θερμότατον τῶν ἐν σώματι· διὸ καὶ ἀπὸ τοῦ ἄναμμα εἶναι κέκληται αἷμα, ἢ παρὰ τὸ αἴθω. καθὸ δὲ ὡς ἅμμα καὶ δεσμὸς πάντων δυναστεύων Ἐμπεδοκλῆς ὁ φιλόσοφός φησιν αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα“
α 1443
Αἱμασιά · τὸ ἐκ τοῦ αἱμάσσεσθαι ἐν αὐτῇ τοὺς παριόντας
α 1444
Αἱμνίον · τὸ αἱμοδόχον ἀγγεῖον. ζήτει εἰς τὸ Ἀμν ί ον
α 1445
Αἱμωδεῖν. αἱμωδία γὰρ λέγεται ἡ τῶν ὀδόντων νάρκη
ο 410
ὁ ἥρως υἱὸς Ἀγχίσου· παρὰ τὸν αἰνόν, τὸν δεινόν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1446
Αἰνεῖτε · παρὰ τὸ αἰνῶ, τοῦτο παρὰ τὸ αἶνος, τοῦτο παρὰ τὸ ἰαίνω. τὰ διὰ τοῦ αινω διὰ τῆς αι διφθόγγου γράφεται πλὴν τοῦ στένω. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1447
Αἴνεσις · ἀπὸ τοῦ αἰ νῶ αἰνέσω, τοῦτο παρὰ τὸ αἶνος, τοῦτο παρὰ τὸ ἰ αίνω, ὁ μέλλων ἰανῶ, ἐξ αὐτοῦ ἴανος καὶ ἐν ὑπερβιβασμῷ καὶ κράσει αἶνοσ. σημαίνει δὲ δύο· ποτὲ μὲν τὸν ἔπαινον, ὡς τὸ Ψ Ἀντίλοχʼ, οὐ μέν τοι αἶνος μέλεος εἰρήσεται αἶνοσ“, ποτὲ δὲ γνώμην παραμυθικὴν καὶ παραβεβλημένον λόγον πρός τι ὑποκείμενον, ξ αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξασ“
π 688
πρῆστις · ζῶα θαλάττια
α 1448
Αἰνός · ὁ φοβερός, ἢ πονηρός, ἢ κακός· ἀφʼ οὗ τὸ Η αἰνόθεν καὶ αἰνῶσ“ καὶ δ αἰνότατοσ“. παρὰ τὸ δεινός τροπῇ τοῦ ε εἰς α καὶ ἀποβολῇ τοῦ δ · ἢ παρὰ τὸ δαΐς, τὸ σημαῖνον τὴν μάχην, γέγονε δαϊνός καὶ ἀφαιρέσει τοῦ δ αἰνός, ὁ μάχιμος
α 1449
Αἶνος · ἔστιν ὁ ἐκ τῶν δημιουργημάτων ἤτοι κατορθωμάτων μνημο νευόμενος εὐ κτικὸς λόγος ἤτοι παρακλητικός. ἔστι καὶ πόλις· ἐξ οὗ καὶ Αἴνιοι
π 689
παροιμία διαφέρει· ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀνάπλασιν μυθικὴν ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος· οἷον, ἀπ ὸ μὲν ἀλόγων ζώων, ὡς παρὰ Ἀρχιλόχῳ αἶνός τις ἀνθρώπων ὅδε, ὡς ἆρʼ ἀλώπηξ κἀετὸς ξυνωνίαν ἔθεντο“, καὶ ἄλλως τῷ δʼ ἆρʼ ἀλώ πηξ κερ δαλέη συνήντετο πυκνὸν ἔχουσα νόον“, καὶ Ἡσίοδος νῦν δʼ αἶνον βασιλεῦςʼ ἐρέω ν ο έουσι καὶ αὐτοῖς· Ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον“· ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ ἄκουε δὴ τὸν αἶνον· ἔν κ ο τ ε Τμώλῳ δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοὶ λέγουσι θέσθαι“ καὶ τὰ ἑξῆς. καὶ ἔστιν ὁ αἶνος ἐξηπλωμένη παροιμία καὶ μετὰ διηγήσεως ἀ παρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· π αροιμία δὲ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου καὶ τὴν ἔξωθεν ἐνδεχομένη μετάβασιν, οἷον μένε βοῦς ποτε βοτάνην“ καὶ κισσὸς μετʼ ἀνθεστήρια“
α 1450
Αἶνος · ὁ ἔπαινος ὁ εἰς προτροπὴν περιπέτειαν ἔχων παραινετικήν· καὶ Ἀρχίλοχος δὲ λέγει αἶνός τις ἀνθρώπων ὅδε ὡς ἆρʼ ἀλώπηξ καἰετὸς ᾧ ξυνωνίαν ἔμιξαν“. Αἰνέας δὲ παρὰ τὸ αἶνοσ
α 1451
Αἶνος · ὁ ἔπαινος· παρὰ τὸ ἰαί νω ἐστὶν ἴαινος καὶ αἶν ος· παρὰ τὸ χαίρειν τοῖς ἐγκωμίοις τὴν ψυχήν. δύναται δὲ καὶ ἐπὶ τοῦ μυθώ δους καὶ παροιμιακοῦ λόγου · ἰαινόμεθα γὰρ τῇ διηγήσει τῶν τοιούτων λόγων
ο 411
ὁ ἔπαινος· παρὰ τὸ ἰ αίνω ἀποβολῇ τοῦ ι ἴαινος γάρ ἐστι καὶ αἶνος· παρὰ τὸ διαχεῖσθαι καὶ χαίρειν τὴν ψυχὴν τούτῳ. δύναται δὲ καὶ ἐπὶ τοῦ μυθώδουσ καὶ παροιμιακοῦ λόγου· ἰαινόμεθα γὰρ τῇ διηγήσει τῶν τοιούτων λόγων
α 1452
Αἶνος · ὁ ἔπαινος προ περισπωμένως· καὶ ῥῆμα αἰνῶ· παρὰ τὸ ἰαίνω, τὸ δια χέω, ἴαινοσ καὶ αἶνος κατὰ ἀφα ίρεσιν τοῦ ι
α 1453
Αἶνος · ὁ μῦθος· παρὰ τὸ ἰαίνω, τὸ τέρπω καὶ διαχέω, ἰαίνετο δὲ φρένας εἴσω“, ἴαινος καὶ ἀφαι ρέσει τοῦ ι αἶνος, ὁ τὴν διάνοιαν τέρπων· ἢ ἀπὸ τοῦ αἰνῶ καὶ συναινῶ
α 1454
αι · τὸ ἀφαιρῶ ἢ λαμβάνω, Ὅμηρος Φ ἐξαίνυτο καμπύλα τόξα“ καὶ ι αἰνύμενοσ“ καὶ Λ ἀπαινύμενοσ“· παρὰ τὸ αἱρῶ αἰρνῶ, ὡς πε ρῶ περνῶ, ἀφʼ οὗ Χ περνὰς νήσων ἔπι τηλεδαπάων“· παράγωγον αἴρνυμι καὶ αἴρνυμαι καὶ ἀποβολῇ τοῦ ρ αἴνυμαι
α 1455
Αἴξ · οὗτινος ἡ γενικὴ αἰγός, εἴρηται παρὰ τὸ ἀΐσσειν
α 1456
Αἰξωνεύεσθαι. δῆμος δὲ ἡ Αἰξωνὴ τῆς Κεκροπίδος φυλῆς
α 1457
Αἰολίς · Αἰολίδος· οἱ Λέσβιοι
α 1458
Αἰόλος · ὁ ποικίλος· ἐπίθε τον. Αἴο λος ὄνομα κύριον. παρὰ τὸ ἀΐειν, ὃ δηλοῖ τὴν ἀνυπό στατον κίνησι ν, ἔνθεν ἄειν. ἀΐειν, τὸ ὁρμᾶν καὶ ἀΐσσειν
α 1459
Αἰπὰ ῥέεθρα Θ · παρὰ τὸ αἰπύ αἰπέα καὶ συγκοπῇ αἰπά, ὅθεν τὸ α βραχύ. αἰπὰ οὖν ῥέεθρα τὰ δύσβατα ἀπὸ μεταφορᾶς τῶν ἀκρωτηρίων· αἶπος γὰρ τὸ ἀκρω τήριον
α 1460
α · ει · καὶ πάντα τὰ παρ εσχηματισ μένα παρὰ τὰ εἰς υς ταχεῖα βρα δεῖα ἡδεῖα, διὰ τῆς γενικῆς αἰπέος βρα δέος ταχέος. διδ άσκουσι δὲ καὶ αἱ διάλεκτοι · ταχῆας γὰρ λέγουσι καὶ βαρῆας διὰ τοῦ η
α 1461
Αἰπεινός · ει · ἴσως γὰρ παρὰ τ ὴν αἰπεῖ δο τικήν. οὕτως ἔχει καὶ τὸ ὀρεινός καὶ φαεινός, καὶ Αἰολικῶς ὄρεννος καὶ φάεννος, ἄλλως τε τὰ εἰς νος παρώνυμ α γενόμενα ὀξύτονα, εἰ μὴ ἐπὶ καιροῦ παρ άκειται, διὰ διφθόγγου γράφεται, οἷον βορεινός ἐλεεινός ἐρατεινός. τὸ μέντοι ἀληθινός καὶ τὸ φυ ζα κινός τό τε ῥαδινός καὶ τὸ πεδινόσ τέλος δὲ τὸ ἐρινός καὶ χαλινός καὶ λαρινός διὰ τοῦ ι γράφεται ἐκτεταμένου
α 1462
Αἰπεινός · ὑψηλός· παρὰ γὰρ τὸ αἶπος, ὅπερ ἐπὶ μὲν τῆς σημασίας τοῦ ὕψους διὰ τῆς αι διφθόγγου γράφεται, ἐπὶ δὲ τοῦ λόγου διὰ τοῦ ε ψιλοῦ
α 1463
Αἰπόλοσ. οἷον αἰποπόλος· ἢ ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος συμπαραλαμβανομένων ἔξωθεν καὶ τῶν προβάτων
α 1464
Αἶρα · ἡ σφῦρα· Κ αλλίμαχος α ἰράων ἔρ γα διδασκόμεθα“. παρὰ τὸ ῥαίω, τὸ φθείρω, κατὰ Δ ωριέας φθαίρ ω καὶ φθαῖρα καὶ αἶρα ἀ ποβολῇ τοῦ φθ · καὶ προσθέσει τοῦ ς σαίρω · καὶ αἱρῶ τὸ νικῶ, ἐξ οὗ καὶ τὸ οὐχ αἱρήσεισ“, τὸ οὐ νικήσεισ
α 1465
Αἱρετός · ἀρεστός, ἐπίλεκτος. καὶ αἱρετικὸς ὁ αἱρεσιώτης
α 1466
Αἱρετός · ὁ διʼ ἀπορίαν, αἵρετος δὲ ὁ διʼ ἑαυτὸν ἐπίλεκτος
α 1467
Αἱ Ῥῖπαι · ὄρη Σκυθίας
α 1468
Αἰρόπινον · τ ὸ ἀραιὸν κόσκινον· παρὰ τὸ τὰς αἴρας ποι εῖν ἀπεῖναι καὶ χωρίζειν. αἶρα δὲ σπέρμα σι τῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γενόμενον
α 1469
Αἰρόπινον · τὸ κόσκινον· παρὰ τὸ αἴρειν τὸν πίνον, ὅ ἐστι τὸν ῥύπον
α 1470
Αἱρῶ · τὸ καταβάλλω καὶ πορθῶ
α 1471
Αἶσα · ἡ ἀεὶ ἴση
α 1472
Αἶσχος · παρὰ τὸ α στερητικὸν καὶ τὸ ἴσχειν, ὃ σημαίνει τὸ παῦσαι καὶ κωλῦσαι, οἱονεὶ ὅπερ οὐκ ἔστι ῥαδίως ἴσχειν καὶ παύειν
α 1473
Αἰχμάζειν · τὸ κινεῖν· αἰχμητὴς γὰρ ὁ πολεμικός. εἴρηται δὲ αἰχμή, τὸ δόρυ, παρὰ τὸ αἷμα χέειν
α 1474
Αἰχμαλωσία · ἐκ τοῦ α ἰ χμά λωτος· τοῦτο παρὰ τὸ αἰχμή· τοῦτο παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ
α 1475
Αἰχμάλωτος · ὁ τῇ αἰχμῇ ἁλωτός, ὅ ἐστι δορί· ἔνθεν αἰχμάλωτον λέγομεν, καὶ δοριάλωτον κα λοῦμεν τὸν ἐν πολέμῳ ληφθέντα διὰ δόρατος, ἤγουν αἰχμῆς ἀμφήκους καὶ σπάθης καὶ τὰ λοιπά
α 1476
Αἰχμάλωτος · παρὰ τὴν αἰχμήν, ὅ ἐστι τὸ ξίφος, καὶ τὸ ἁλῶναι. αἰχμή, τὸ δόρυ, παρὰ τὸ ἀΐσσω αἰχμή ἐν συνθέσει, ὡς δράσσω δράξω δραχμή, τὸ λεπτὸν νόμισμα
α 1477
Αἶψα · ἐπίρρημα· σημαίνει τὸ ταχέως. παρὰ τὸ ἅψασθαι· δοκεῖ γὰρ τ ὰ ταχέως γινόμενα ἀλλή λων ἅπτεσθαι διὰ τὴν συνέ χειαν
α 1478
Αἶψα · ταχέως· εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι, ὅ ἐστι βλάψαι· Α μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν“. διὰ δὲ τοῦ βλάψαι καὶ ἐμποδίζειν ἀνάγκη· τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνεται καὶ εὐκίνητόν ἐστιν
α 1479
Αἰών · ἡ ζωή· αἰών παρὰ τὸ ἀεὶ ὤν, καὶ συστολῇ τοῦ ε καὶ κράσει τοῦ αϊ εἰς τὴν αι δίφθογγον γίνεται αἰών, ὁ ἀεὶ ὤν
α 1480
Αἰών · ἡ ζωή· θηλυκῶς Ὅμηρος Χ αὐτὸς δὲ φίλης αἰῶνος ἀμέρδεισ“. παρὰ τὸ ἄειν, ὅ ἐστιν πνέειν· ἔμπνουν δὲ τὸν ζῶντά φαμεν. ἢ παρὰ τὸ ἀεὶ ὂν τῆς ζωῆς· οἱ γὰρ ζῶντες ἐν χρόνοις καὶ ἔτεσι διαμένουσιν
α 1481
Αἰών · ὁ ἀεὶ ὤν· καὶ συστέλλεται τὸ ε
α 1482
Αἰών · παρὰ τὸ ἀεὶ εἶναι· αἰὼν γὰρ ὁ ἀεὶ ὤν. κλίνεται δὲ αἰῶνος. ὁ κανών · τ ὰ εἰς ων περιεκτικά
α 1483
Αἰών · σημαίνει ε· αἰὼν λέγεται ἡ τοῦ ἑκάστου ἀνθρώπου ζωή, καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμός· αἰὼν λέγεται καὶ ὁ μέλλων ὁ ἀΐδιος καὶ ἀτελεύτητος, καὶ οἱ ζ αἰῶνες, καὶ ὁ νωτιαῖος μυελὸς ὡς τὸ ἄνθρωπος νοσήσας τὸν αἰῶνα ἑβδομαῖος ἀπέθανεν“
α 1484
Ἀϊόνες · οἱ αἰγιαλοί
α 1485
Ἀκαδημείας · οἱ μὲν παλαιοὶ ἀπὸ Ἀκαδήμου τινὸς τοῦ δομησαμένου τὴν Ἀκαδημίαν ὡς μετουσιαστικὸν διὰ τῆς ει διφθόγγου· οἱ δὲ νυνὶ διὰ τοῦ ι ὡς κύριον ὄνομα
ρ 111
ρείτης · ὁ πράως ῥέων ποταμός· ἀ κ α λὸ ν γὰρ τὸ ἥσυχον ἢ ὡς ἀκαλ ὰ προρέων“. ἢ παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν
ρ 112
ρείτης · σημαίνει τὸν ἀκαλά, ἤγουν ἡσύχως, ῥέοντα ποταμόν
α 1486
Ἀκαλήφη · ἔστι καὶ θαλάττιον φυτὸν καὶ βοτάνη δῆξιν καὶ κνησμὸν ἐν τῷ ἅπτεσθαι ἐμποιοῦσα· κατὰ ἀντίφρασιν ἡ μὴ ἔχουσα ἀ καλὴν τὴν ἁφήν, ἧς οὐκ ἔστιν ἀκαλῶς, ὅ ἐστιν ἡσύχως, ἅπτεσθαι
α 1487
Ἀκαλός · Η ἐξ ἀκαλαρ ρείταο“, τοῦ πραέως καὶ ἠρέμα ῥέοντος. εἴρηται δὲ παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν· Γ ἀκὴν ἐγένοντο σιωπῇ“. καὶ ἄλλο παράγωγον· ἐκ τοῦ ἄκος καὶ τοῦ αλ πάλιν πλεονάσαντος ἐγένετο ἀκαλός. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ
α 1488
Ἀκάμανος · ἡ κάμηλος· παρὰ τὸ μὴ κάμνειν, ὅ ἐστι κοπιᾶν. ἢ ἀκά ματοσ · πολύμοχθον γὰρ τὸ ζῶον
α 1489
Ἀκάματον · ἀκαταπόνητον, ἀήττητον, ἀσώματον
κ 936
καρῆ · ἐκ τοῦ κάρα κα ρ ῆ καὶ ἀκαρῆ
α 1490
Ἀκαρής · ὁ ἐλάχι στος κα ιρός· καὶ κυρίως ἐτίθεσαν καὶ ἁπλῶσ ἐπὶ τοῦ οἱουδήποτε ἐλαχίστου· Μένανδρος ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτ ίωσ“, καὶ Ἀριστοφάνης γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνῳ“. παρὰ τὸν καιρὸν καὶ τὴν στέρησιν, ἀκαιρές τι ὄν· κατʼ ἔλλειψιν ἀκαρές, τὸ μὴ καιρὸν ἔχον, ἀλλʼ ἐλάχιστον. ἢ παρὰ τὸ κάρα, τὸ ἀκέφαλον, μηδὲ ἀρχὴν ἔχον
α 1491
Ἀκαριαῖον · ὀλίγον, βραχύ, λεπτόν
α 1492
Ἀκαριαῖον · τὸ βραχύ, τὸ ὀλίγον· ἐκ μεταφορᾶς τῶν μὴ δυναμένων καρῆναι τριχῶν
α 1493
Ἀκέραιοσ ·. κεραιός καὶ μετὰ τοῦ α στερητικοῦ ἀκέραιος, ὁ ἀόργη τος καὶ ἀβλαβήσ
α 1494
Ἀκέραιος · παρὰ τὸ κέρω, οὗ παράγωγον κεράω· ὁ μὴ κεκραμένος κακοῖς, ἀλλὰ ἁπλοῦς καὶ ἀφελής
υ 134
υνον · τὸ παυστικὸν τῶν ὀδυνῶν
α 1495
α · Μακεδο νικόν φασι τὸ ὄνομα. σημαίνει δὲ τὴ ν ῥᾳθυμίαν. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1496
Ἀκηδία · παρὰ τὸ κήδω, τὸ φροντίζ ω, ἀ κηδία, ἡ μη δενὸς ἡμᾶς ποι οῦσα φροντίζ ειν. ἢ παρὰ τὸ ἀηδής ἀη δία καὶ ἀκηδία, ἡ ἀηδ ῶσ διακεῖσ θαι καταναγκάζουσα. Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου
α 1497
Ἀκηδιῶ · παρὰ τὸ ἡδύς ἡδιῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀκηδιῶ πλεονασμῷ τοῦ κ. Ὠρίωνος
α 1498
Ἀκὴν ἐγένοντο σιωπῇ Γ · ἐν τῷ ἀκμαιοτάτῳ τῆς σιωπῆς ἐγένοντο· ἀκὴ γὰρ ἡ ἀκμή. ἢ ἀντὶ τοῦ ἀχήν, παρὰ τὸ μὴ χαίνειν, μεταθέσει τοῦ χ εἰς κ. Φωτίου
α 1499
Ἀκήρατος · παρὰ τὸ γῆρας γήρατος καὶ τροπῇ τοῦ γ εἰς κ κήρατος καὶ μετὰ τοῦ στερητικοῦ α ἀκήρατος, οἱονεὶ ὁ ἀθάνατος
α 1500
Ἀκήρυκτον · ἄγ νωστον, ἀφανέσ καὶ τὸ μέγα καὶ ἀδιάλ λακ τον
α 1501
Ἀκιδνόσ. ἀφʼ οὗ καὶ συγκριτικὸν ἀκιδνότερος, ἤγουν ὁ ἀσθενέστερος ἢ προπετέστερος ἢ ἀ φρονέ στερος
κ 937
κικυς · δὲ νεκρός· ἐκ τοῦ κίω κῖκυσ καὶ μετὰ τοῦ στερητικοῦ α ἄκικυς, ὁ μὴ πορευόμενος. καὶ εἰς τὸ Κῖκυς
α 1502
Ἀκίς · ἡ ὀξ ύτης τοῦ στ άχυος τοῦ σίτου
α 1503
Ἀκίς · τὸ τοῦ βέλους σιδήριον· παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, καὶ κατʼ ἐπένθεσιν τοῦ μ λέγεται ἀκμή· παρὰ τὸ ἀκὴ οὖν ὑποκοριστικὸν ἀκίς, ὡς σκάφη σκαφίς, ἄμη ἀμίς
α 1504
Ἀκίχητος · ὁ ἀκατάλ ηπτος. καὶ εἰς τὸ Κιχῶ
α 1505
Ἀκμή · ἡ ἀκροτάτη ὀξύτης τοῦ σιδήρου κυρίως· παρὰ τὸ ἥκω ὄνομα ἠκή, ὃ σημαίνει τὴν ὀξύτητα, ἡ διὰ παντὸς ἰ οῦσα · Ἀρχίλοχος ἵστη κατʼ ἠκὴν κύματός τε κἀνέμου“· παρʼ αὐτὸ ἀκή ἐν συστολῇ ἀφʼ οὗ ἐπίρρημα Γ ἀκὴν ἐγένοντο σιωπῇ“. ἀκή οὖν καὶ ἀκμή πλεονασμῷ τοῦ μ
α 1506
Ἀκμή · ἡ νεότης· ἐξ οὗ καὶ ἀκμαῖος, ὁ σφριγῶν νεανίας
α 1507
Ἀκμή · παρὰ τὸ κμῶ, ὅ ἐστι τὸ α ἐκ τοῦ κάμω σ υγκοπέν, καὶ μ ετὰ τῆς α στ ερήσεως ἀκμή, ἡ μὴ κάμνουσα ταχέως ἢ π όνουσ δ υ ναμέν η ὑποστῆναι
α 1508
Ἀκμοθέτῳ θ · τῷ ὀρύγματι, ἐν ᾧ ὁ ἄκμων ἐντίθεται
α 1509
Ἄκμων · ἐφʼ οὗ τὸν σ ίδηρον παρελαύνουσιν οἱ χ αλκεῖς· ἀκά μων τις ὤν, ὁ μὴ κοπ ιῶν ὁ ἀκαμ άτως φέρων τὰς πληγάσ · ἐξ οὗ καὶ ἄκ μων, ὁ μὴ κάμνων καὶ μὴ τύπτων ἀλλὰ τυ πτόμενος μᾶ λλον
α 1510
Ἄκνηστις · ἡ ῥάχισ · παρὰ τὸ μὴ εὐχερῶς τὴν ῥάχ ιν κνήθεσθαι
α 1511
Ἄκνηστις · ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαι τινὰ κνήσασθαι αὐτὴν τῇ οἰκείᾳ χειρί
α 1512
Ἀκοίτης · ἀνήρ· μίξεως ἐπιθυμητικός. ἄκοιτις δὲ γαμετή· σύγκοιτος
α 1513
ἄλοχος · ἡ ἑτέρου εἰς κοίτην καὶ λέχος μὴ ἐλθοῦσα. Ὠρίωνος
α 1514
Ἀκόλαστος · κυρίως ὁ ἀπαίδευτος, διὰ τὸ μὴ ἀγωγῆς καὶ κολάσεως τετυχηκέναι τῆς ἐπ ιτηδείας. οὕτω Φ ιλόξενοσ ἐν τῷ Περὶ ἑλληνισμοῦ. τινὲς δὲ οὕτω φασὶ τὸν κατωφερῆ πρὸς συνου σίαν · διὰ τὸ μὴ κολάζει ν τὴν ἐπιθυμίαν ἀκόλαστος ἀκούει τις
α 1515
Ἄκολος · ὁ ψωμός· ρ αἰτίζων ἀκόλουσ“. εἴρηται δὲ ὁ μηκέτι δυνάμενος κολούεσθαι
α 1516
Ἀκολουθῶ ἕπω καὶ ἐπίσπω· τὸ ἀκολουθῶ. εἷπον παρατατικός. ὀπηδαῖος ὁ ἀκόλουθος· καὶ ἐπισ πόμενος καὶ ἑπόμενος καὶ ξυνοπαδός καὶ ὀπαδός
α 1517
Ἀκόνη ·. τὸ κο μικρόν. διὰ τί; τὰ διὰ τοῦ ονη θηλυκὰ βαρύτονα
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top