κ 653
Κορυθάϊξ ἀπὸ τοῦ ἀΐσσω ἀΐξω, καὶ τοῦ κόρυθος γίνεται κορυθάϊξ· τὰ δὲ εἰς ξ λήγοντα ἀποστρέφονται τὴν ει δίφθογγον, οἷον, πέρδιξ, τέττιξ
κ 654
Κορυθαίολος ἔστιν αἰόλλω τὸ δηλοῦν τὸ κινοῦν καὶ συνεχῶς στρέφειν· οἷον, ὣς δʼ ὅτε γαστέρʼ ἀνὴρ ἐμπλείην κνίσσης αἰόλλει· καὶ αἰόλαι ἐλαι, ὅπερ ἀπὸ τοῦ ἀέλλης γίνεται· ἢ ἀπὸ τοῦ ἄειν καὶ τοῦ εἰλεῖν, ἀφʼ οὗ ῥηματικὸν ὄνομα αἴολος, καὶ ἐν συνθέσει μετὰ τοῦ κόρυθος κορυθαίολος, ὡς πάλλω πάλος καὶ σακέσπαλος· κορυθαίολος οὖν, ὁ τὴν κόρυθα εὐκίνητον ἔχων, ἢ ποικίλην· ἐξ οὗ καὶ πολεμικήν
κ 655
Κόρυθος φάλον τὸ πρὸ μετωπίδα ἀνάστημα τῆς περικεφαλαίας· φάλον γὰρ τὸ λαμπρόν· ὅθεν καὶ φαλακρὸς, ὁ ἔχων φαλὸν τὸ κάρα
κ 656
Κορύνη ῥόπαλον, παρὰ τὸ κάρη, ὅπερ ἀπὸ τοῦ κάρηνον γέγονε, κατʼ ἀποκοπὴν καρήνη· καὶ τροπῇ τοῦ α εἰς ο κορύνη, τὸ παχεῖαν κεφαλὴν ἔχον ξύλον· ἢ κατὰ τὸ κάλον νεύουσα καρήνη καὶ κορύνη καὶ κορυνήτης
κ 657
Κόρυς ἡ περικεφαλαία, παρὰ τὸ κάρη κάρυς καὶ κόρυς· ἢ παρὰ τὸ κόρση γέγονε κόρυς· κόρση δὲ ἡ κεφαλή· καὶ τὸ κορσοῦσθαι ἐπὶ τοῦ κείρειν ἔλεγον οἱ Ἴωνες, καὶ κουρσωτῆρα τὸν κουρέα
κ 658
Κορυφὴ τὸ μέσον τῆς κεφαλῆς, ὅτι τῆς κάρας ἔστιν ὀροφή· τινὲς δὲ ἀπὸ τοῦ κεκρύφθαι αὐτὴν ὑπὸ τῶν τρίχων, κρύφή τις οὖσα· καὶ πλεονασμῷ τοῦ ο, κορυφή· ὁ δὲ Φιλόξενος ἐν τῷ περὶ διαλέκτων λέγει, ὅτι παρὰ τὸ κάρη γέγονε καρύπτω καὶ κρύπτω, μεταθέσει τοῦ α εἰς ο· ὡς παρὰ Θεοκρίτῳ· τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τυ κορύψῃ· ἐκ τοῦ οὖν κορύπτω γέγονεν ὄνομα ῥηματικὸν κορυφή· ἰστέον δὲ ὅτι τὸ αὐτό ἐστι τὸ κορύσσω καὶ κορύπτω, ὅθεν Ὅμηρος εἰπὼν, πόντῳ καὶ τὰ πρῶτα κορύσσεται, ἐπήγαγε τὸ κυρτὸν ἐὸν κορυφοῦται, εἰς τὸ αὐτὸ καταστρέφοντος τοῦ ῥήματος· σημαίνει δὲ τὸ κορύσσω καὶ τὸ καθοπλίζω καὶ κατασκευάζω
κ 659
Κορώνη κορωνὶς, ἐπὶ τὸ αὐτὸ, οἷον, αἱ καμπυλοπρύμναι, σὺν νηυσὶ κορώνισι, παρὰ τὸ ἄνω ἐξηρημέναι εἶναι, διὰ τὸ εἰς ὕψος ἀνέχειν· καὶ κορώνη τὸ ὄρνεον, παρὰ τὸ καῦρον ὃ σημαίνει τὸ κακὸν· Ἀνακρέων κόρωνα βαίνων φησί· τίθεται δὲ ἡ λέξις ἐπὶ τοῦ ὀρνέου, καὶ ἐπὶ τοῦ ἐπικαμποῦς τόξου, καὶ τοῦ θύρας κρίκου
κ 660
Κορωνὸς ὁ γαῦρος καὶ ὑψαυχενῶν· παρὰ τὸ κάρη κατὰ μετάθεσιν τοῦ α εἰς ο· ἀρχίλαος· βοῦς δὲ ἡμῖν ἐργάτης ἐν οἰκίῃ κορωνὸς ἔργον ἴδρις
κ 661
Κοράλλιον διὰ τοῦ ι, καὶ ἴσως τὸ ἅλιον ἔγκειται, ἀπὸ τῆς θαλάσσης ταῖς κόραις κόσμιος, ἡ κοινὴ διὰ τοῦ ο, Ἀττικῶς δὲ διὰ τοῦ ἰῶτα
κ 662
Κόραξ ὅτι κόρος ἐστὶ τῇ χροιᾷ· κόρον δὲ τὸ μαῦρον εἴρηται, ἢ διὰ τὸ τῆς κοινῆς ῥέξαι· ἢ διὰ τὸ κόρας ξύειν πάντος ὀρνέου καὶ ἐσθίειν· ἢ διὰ τὸ πολλὰ ἐσθίειν
κ 663
Κοράλλιον λίθος παραθαλάσσιος ἐρυθρός
κ 664
Κορεῖν κοσμεῖν βίβλους ἢ σαίρειν
κ 665
Κορεσθῆναι φαγεῖν ὅσον χωρεῖ
κ 666
Κόρη παρὰ τὸ κόρον ἐμποιεῖν τῆ ἰδέᾳ· σημαίνει τὴν παρθένον, παρὰ τὸ κορῶ τὸ ἐπιμελοῦμαι· ἐξ οὗ καὶ νεωκόρος· ὁ τοῦ λαοῦ ἐπιμελούμενος. Σελευκός
κ 667
Κόρη κώλυσις τοῦ ῥεῖν ἤτοι πρὸ τοῦ τόκου, ἤγουν πρὸ τῶν αἱμάτων· κόρη δὲ ἡ τοῦ ὀφθαλμοῦ, ὡς ἐκ τοῦ κολλοῦ χέειν τὸ δάκρυον· λέγεται ἐκ τούτου κολλούριον τὸ κωλύον τὸ ῥέειν
κ 668
Κοριάξιος διὰ τὸ τὴν κόρην ἔχειν ὀξεῖαν· ἢ τὴν κεφαλήν
κ 669
Κοροπλάστης ὁ τὰ ζῴδια πλάσσων· οὐ γὰρ μόνον κούρους, ἢ ὁμοίως κόρας πλάσσει, ἀλλὰ πᾶν ζῶον
κ 670
Κόρος σίτος· ὁ κόρος εἴληπται ἐκ τῆς Ἑβραϊκῆς διαλέκτου, ὃς καλεῖται χώρ· εἰσὶ δὲ μόδιοι λ· χὼρ δὲ λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χωρία γὰρ καλεῖται τὰ βουνία· λέγονται βουνοὶ βασανισθέντες οἱ λ, μόδιοι, φοντ. ποιοῦσι καμήλου
κ 671
Κορύβαντες οἱ τὴν κόρην καταβάντες ἀναγαγεῖν καὶ μὴ ὑποστρέφειν
κ 672
Κορυθαίολος ἐκ τοῦ κόρυς κόρυθος, καὶ τοῦ αἰόλλω· εἰ γὰρ ἦν ἀπὸ τοῦ αἰολος ὀνόματος, ὤφειλε προπαροξύνεσθαι· κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς ος ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχοντα. ἐν τῇ συνθέσει προπαροξύνεται· χωρὶς εἰ μὴ σύνθετον εἴη ἕνεκα ἐνεργείας παροξυνόμενον· οἷον, πλησίος παραπλήσιος, αἰόλος παναιόλος· τὸ γὰρ κορυθαιόλος οὐκ ἔχει τὸ ἐγκείμενον τὸ αἰόλον, ἀλλὰ τὸ αἰόλλω ῥῆμα, τὸ δηλοῦν τὸ κινῶ· γίνεται δὲ ἐκ τοῦ ἀέλλα, ἀέλλω καὶ πλεονασμῷ τοῦ ι, αἰόλλω, ἐξ οὗ καὶ αἴλουρος, παρὰ τὸ αἰόλλειν τὴν οὐρὰν, ὅ ἐστι κινεῖν
κ 673
Κόρυβος εὐηθὴς, μωρός τις μετρῶν τὰ κύματα
κ 674
Κορύνη βάκλον, ῥόπαλον· καὶ εἰς τὸ ἱπποκορυστής
κ 675
Κορυφαιότατος μείζων, ἐξωχότατος, ἐνδοξότατος
κ 676
Κορώνη παρὰ τὸ κρώζω κρώνη, καὶ πλεονασμῷ τοῦ ο κορώνη
κ 677
Κορωνίσι κεφαλαῖς, ὑποκοριστικὸν ἐκ τοῦ κορώνη κορωνίς, τοῦτο ἐκ τοῦ κάρα, διʼ ἧς ὑψοῦ ἀνέχη· καὶ κορώνη ἐκ τοῦ γαῦρον, ἐξ οὗ καὶ κορωνὸς ὁ γαῦρος
κ 678
Κόρυζα μυξῶν πλέον κατάῤῥους
κ 679
κόρη ἀπὸ τῆς θεραπείας, τὸ γὰρ κορεῖν τοιοῦτον· οἷον, δῶμα κορύσατε, τουτ’ἔστι καλύμματα· καὶ μυλωκόρον τὸ καθάριτον τὸν μύλωνα· οἱ δὲ οἰόμενοι τὸ σαρῶσαι σημαίνεσθαι διὰ τὸ κορίσαι ἀγνοοῦσι· νεωκόρος γέ τοι οὐκ ἔστιν ὁ σαρῶν τὸν νέω· ἀλλʼ ὁ ἐπιμελούμενος αὐτοῦ· αἵτε ἡλικίαι τῶν νέων πολλῆς ἐπιμελείας χρήζουσι· καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖς κόρα, ἧς καὶ αὐτὴ ἡ φύσις πεφρόντικε, σάρκινά τε ἑαυτῇ περιθεῖσα βλέφαρα, καὶ ταῦτα ὀχυρώσασα θριξὶ, ταῖς λεγομέναις βλεφάρισι
κ 680
Κορώνη κόραξ, τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νεῦρα τίθεται, καὶ ὁ κρίκος τῆς θύρας καὶ τὸ ζῶον, καὶ ὄρνεον ἄλλο θαλάσσιον, ὃ καλεῖται αἰθρία, λάρος καὶ εἶδος στεφάνου
κ 681
Κόσμος παρὰ τὸ κοσμῶ, ὁ πάντα ἐν αὐτῷ ἔχων κεκοσμημένα καὶ διατεταγμένα· ἢ παρὰ τὸ κάζω κάσω κέκασμαι, κασμὸς ῥηματικὸν ὄνομα καὶ μεταθέσει τοῦ α εἰς ο καὶ ἐναλλαγῇ τοῦ τόνου, κόσμος, οὕτω Φιλόξενος
κ 682
Κοσμηθὲν ἀπὸ ποίου θέματος; ἀπὸ τοῦ κοσμῶ κοσμήσω κεκόσμηκα. κεκόσμημαι, ἐκοσμήθην. τὸ τρίτον τῶν πληθυντικῶν ἐκοσμήθησαν· εἶτα ἀφαιρέσει τοῦ ε κοσμήθησαν· συγκοπῇ λοιπὸν γίνεται κοσμήθησαν κοσμηθέν
κ 683
Κοσμήτορας ἡγεμόνας, διὰ τὸ κοσμεῖν τὸν λαὸν, τουτ’ἔστι καθοπλίζειν
κ 684
Κόσυμβος ἀναδεσμὸς κροσσώτ. χίτων
κ 685
Κοτταβίζω συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν· καὶ τῶν κοτταβιῶν τὰ πολλὰ ἡμέτερα ἦν
κ 686
Κότος ἡ ὀργὴ, παρὰ τὸ κέω κῶ τὸ κεῖμαι, κέημι, ὁ παθητικὸς κέεμαι κεῖμαι, τὸ τρίτον κεῖται, ῥηματικὸν ὄνομα κότος, ἡ ἐναπομένουσα ὀργὴ κότος λέγεται
κ 687
Κοτέοντες ὀργιζόμενοι, μετοχή· τὸ ῥῆμα κοτῶ, ἐκ τοῦ κότος· τὸ κο μικρὸν διάτι; τὰ ἔχοντα τὸ ε ἐγκείμενον. ποίου εἴδους τῶν ὑποπεπτωκότων, εἰδικοῦ· τὸ γενικὸν θυμός. γίνεται δὲ τὸ κότος, παρὰ τὸ κῶ τὸ κοιμῶμαι· κέω κοὸς καὶ κότος, ἡ κοιμωμένη καὶ ἡσυχάζουσα ἐν τῇ ψυχῇ μῆνις
κ 688
Κότος θυμὸς, ἐπιτηρῶν καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ οὕτω παρὰ τὸ ἐνεκεῖσθαι. καί τι διαφέρουσιν ἀλλήλων ὀργὴ μῆνις, χόλος, κότος καὶ θυμὸς; διαφέρει δὲ ὀργὴ μὲν γὰρ ἡ ἐπʼ ὀλίγον χρόνον, ἀπὸ τοῦ ὀργᾷν· μῆνις δὲ ἡ μόνιμος ὀργὴ, ἀπὸ τοῦ μένειν· χόλος δὲ ἡ κίνησις τοῦ χόλου, καὶ ἐπʼ ὀλίγον χρόνον γενόμενον· κότος δὲ ἡ πολυχρόνιος μνησικακία, ἀπὸ τοῦ οἰκεῖσθαι· θυμὸς δὲ ξέσις τοῦ περικαρδίου αἵματος θερμοῦ, πρὸς ἀντιληπῆσαι ὁρῶσα, παρὰ τὸ θύειν, ὅ ἐστι μανικῶς ὁρμᾷν
κ 689
Κοτζὸς ὁ κεκομμένους τοὺς πόδας ἔχων, οἱονεὶ κότος
κ 690
Κοτύλη ὅπου ἐγκλίνεται ἡ κεφαλὴ τοῦ μηροῦς, περὶ τὴν κοιλότητα, τὴν ἐν αὐτῇ τῇ κοτύλῃ γινομένην· λέγεται καὶ κοτύλη τὸ κοῖλον τῆς χειρός· ὅθεν καὶ κοτυλήρυτον, τουτ’ἔστι τοσοῦτον τῷ πλήθει, ὥστε καὶ κοτύλην ἀρύεσθαι, παρὰ τὸ ἀρύω ἀρύσω, ἄρυτον καὶ ἐν συνθέσει κοτυλήρυτον, ὥστε ψιλωτέον τὸ ρ· λέγουσι κοτύλην καὶ εἶδος ποτηρίου καὶ εἶδος μέτρου· κυρίως δὲ τὸ ὁπωσοῦν μέτρον κοτύλην ἔλεγον οἱ ἀρχαῖοι· παρὰ τὴν κοιλότητα
κ 691
Κοτύλη κυρίως μέτρον, ἢ γλοῦτος, ἀπὸ τῆς κοιλότητος
κ 692
Κοτύλη ἥμισυ ξεστίου ἐστιν, ὅθεν οἱ πτωχοῦντες οἶνον ἔλαιον κοτυλισταὶ καλοῦνται· καλεῖται δὲ κοτύλη, ἀπὸ τοῦ ξέστην εἰς δύο κόπτεσθαι
κ 693
Κότινος ὁ στέφανος ὁ Ὀλυμπιακὸς, ὅτι πάλαι ἐφυλλοβόλουν τοὺς νικῶντας ἀπὸ τῶν παρακειμένων φύλλων, ἐπιῤῥίπτοντες ἃ δίστρωμνα αὐτοῖς πρὸς τὴν εὐνὴν ἔπιπτον· ὅθεν καὶ κότινον φησὶ καλεῖσθαι τὸν στέφανον τὸν Ὀλυμπιακόν· ἀπὸ τῆς κοίτης ἀρξαμένου στέφανον εἶναι τοῖς νενικηκόσι· σημαίνει καὶ ἀγριελαίαν
κ 694
Κουρὰ κείρω, κέκαρμαι, κορὰ καὶ κουρά
κ 695
Κουρίζω τὸ κεάζω καὶ ἀκμάζω· ἢ τὰ τῶν νεοτέρων φρονῶ· ἐξ οὗ καὶ κουρὸς ὁ νεώτερος
κ 696
Κοῦρβα διὰ τὸ εἰς κόραν βαίνειν
κ 697
Κούρη παρὰ τὸ ὠρῶ ῥῆμα, ὃ σημαίνει τὸ φυλάττω, γίνεται ὄνομα οὔρη καὶ κούρη· φυλακτικὴ γάρ· ἢ παρὰ τὸ κείρω τὸ κουρεύω, κόρη καὶ Ἰωνικῶς κούρη, κατὰ πλεονασμὸν τοῦ υ, ἡ κειρομένη ἔτι, ἦν νεάζουσα
κ 698
Κουροσύνα κοῦρος λέγεται παρὰ τοῖς Ἀθηναίοις ἡλικία τις ἐν ᾗ ποιοῦντες τραπέζας ἔταττον ἑαυτοὺς μετὰ τῶν νεωτέρων· λέγεται δὲ καὶ ὁ ξυρίζων αὐτοῦ τὸ γένειον
κ 699
Κούρους εἰς τὸ γέρων
κ 700
Κουράτωρ φύλαξ, ἐκ τοῦ κοῦρα· κουράτωρ δέ ἐστιν ὁ ἐπόπτης καὶ διοικητὴς τῶν τοῦ πουπίλλου πραγμάτων
κ 701
Κουλεὸς ἡ ξιφοθήκη· τὸ λε ψιλὸν διάτι; τὰ διὰ τοῦ εος ὀξύτονα μονογενῆ διὰ τοῦ ε ψιλοῦ γράφεται, οἷον, ἐλεὸς, σημαίνει δὲ τὸν ἐλεεινὸν· ἡ δʼ ἐλεεινὸν γναμπτῇσι πεπαρμένη ἀφʼ ὀνύχεσσι· γίνεται ἐκ τοῦ κοῖλον κοιλεὸς, καὶ τροπῇ τοῦ ι εἰς υ κουλεός· τὸ κοῖλον καὶ βαθύτατον
κ 702
Κουριδίης παρθενικῆς γυναικὸς, ὥσπερ ἐκ τοῦ μοίχου μοιχιδίη, οὕτω καὶ παρὰ τὸ κοῦρος κουριδίη
κ 703
Κουρῆτες οἱ μὲν ἀπὸ ὄρους τοπικοῦ, οἱ τὴν Πλευρῶνα πόλιν τῆς Αἰτωλίας κατοικοῦντες· οἱ δὲ ἀπὸ τῆς κουρᾶς, παρὰ τὸ μὴ κείρεσθαι. Κουρῆτες δὲ οἱ ἀκρανάνες, οἱ τὸν Διὰ τρέψαντες· κατʼ ἐπέκτασιν Κουρῆτες, προπερισπωμένως· ἐπὶ τοῦ ἔθνους· ἐπὶ δὲ τοῦ νέου προπαροξυτόνως
κ 704
Κόφινος παρὰ τὸ κόπον ἐπιέναι τοῖς βαστάζουσιν· ᾒ παρὰ τὸ κοῦφον, ὃ σημαίνει τὸ βαθύ
κ 705
Κοχλιάριον τὸ κοχλίον αἶρον· ἢ ὅτι τὰ κοχλάζοντα αἴρει
κ 706
Κοχλίδιον τὸ ὄστρεον, ὡς ἀπὸ τοῦ γονία γονίδιον, καὶ ἀπὸ τοῦ κοιλία κοιλίδιον
κ 707
Κοχλιάριον μέτρον ἐστιν ὑγροῦν, καὶ αὐτὸ παρʼ Ἑβραίοις ἐκφωνούμενον· τοῦτο τὸ μέτρον ἐστιν ἐν ταῖς χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων, δηλούμενον ὡς ἕκαστος τῶν τότε βασιλέων φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο· ὃς ἑρμηνεύεται συνημμένον ἢ συνεστραμμένον· ἔχει δὲ ξέστας δύο
κ 708
Κουστωδία στρατιωτικὸν στίφος, ὃ βάνδον καλοῦσι Ῥωμαῖοι
κ 709
κόσσιον τὸ κρεμώμενον, ἢ τυχὴ καὶ ἀλυσείδιον
κ 710
Κόχλος παρὰ τὸ χαλῶ, καὶ συγκοπῇ χλῶ χλὸς, καὶ κατʼ ἀναδιπλασιασμὸν χόχλος, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κόχλος, τὸ κατʼ εἴλησιν χαλώμενον ἑκάστῳ· ὅθεν καὶ Θουκυδίδης ἐν τῷ τετάρτῳ διὰ τοῦ α λέγει κόχλακας· ὡς παρὰ τὸ ἱερὸς γίνεται ἱέραξ καὶ νεὸς νέαξ, ὡς παρὰ Καλλιμάχῳ καὶ τῶν νεήκων εὐθὺς οἱ τομώτατοι· καὶ μῦρμος μύρμαξ, οἷον, αὐτίκα μύρμων πλεονᾶ ἢ διὰ τὸ κόχλος κόχλαξ
κ 711
Κραδάων κινῶν, ἐξ οὗ καὶ τὸ κραδαίνω τὸ σημαῖνον τὸ κινῶ· οἶμαι δὲ ἀμφότερα γεγενῆσθαι ἀπὸ τοῦ κάρα καραίνω, κραδαίνων καὶ κραδάων
κ 712
Κράδη ἡ συκῆ, διὰ τὸ συνεχῶς κραδαίνεσθαι. Ὦρος τῷ Θηριππίδῃ· ἔστι πατὴρ κύμηνον καὶ μόνον οὐτʼ ἀρηχεύων τοὺς θαλλοὺς τῶν κραδῶν
κ 713
Κράβατος κρεμνᾷν τὰς βάσεις· καὶ τὸ μὲν κρα κραδαίνεσθαι ἤγουν σαλεύεσθαι σημαίνει, τὸ δὲ βα, τὴν βάσιν
κ 714
Κράμβη κοράμβη, ἡ ἀμβλύνουσα τὰς κόρας· βέλτιον δὲ ἡ τῷ κόρῳ ἀντιβαίνουσα· ὅθεν καὶ πρώτη ἐν τοῖς συμποσίοις δίδοται, καὶ παρὰ ἀμπέλῳ οὐ φύεται
κ 715
Κράζω παρὰ τὸ κρῶ, τοῦτο παρὰ τὸ καλῶ, καὶ κρῶ καὶ κατὰ παραγωγὴν κράζω καὶ κρώζω· διαφέρει δὲ τὸ κράζω τοῦ κρώζω· τὸ μὲν κράζω ἐπὶ ἀνθρώπου, τὸ δὲ κρώζω ἐπὶ ὀρνέου
κ 716
Κραδία ἀντὶ τοῦ καρδία, παρὰ τὸ ἀεὶ κραδαίνεσθαι καὶ πάλλεσθαι τὸ τῆς καρδίας σπλάγχνον
κ 717
Κραίνω καὶ ἐπικραίαινον, τὸ κραι διφθόγγω, διότι ἀνεφάνη τὸ α ἐν τῷ κρανῶ μέλλοντι, ὁ ἀόριστος ἔκρανα καὶ Ἰωνικῶς ἔκρηνα, τὸ προστακτικὸν κρῆνον, καὶ πλεονασμῷ τοῦ ἦτα κρήηνον
κ 718
Κραναῆς τραχείας, ὀρείου κάρηνα ἐχούσης. Ὦρος παρὰ τὸ κραναὸν, τοῦτο παρὰ τὸ κρανίων, ὅπερ ἐστι παχὺ καὶ ὀστῶδες
κ 719
Κραίνω τὸ ἄρχω, ἐξ οὗ καὶ κρανίον, καὶ κέρατα, παρὰ τὸ ἄρχειν τοῦ σώματος ὅλου
κ 720
Κρανίον ἡ κεφαλὴ, καὶ γράφεται διὰ τοῦ ἰῶτα. κρανεῖον δὲ ὁ τόπος διφθόγγῳ
κ 721
Κρανίον ἐν ᾧ κρέμεται ὁ νοῦς
κ 722
Κράθις ὁ ἐν Κροτώνῃ ποταμὸς, ὅτι κιρνᾷ τὰ χρώματα τῶν ἐξ αὐτοῦ πινόντων
κ 723
Κρανέεσθαι τελειωθήσεσθαι, τελείως λείψεσθαι, ἀπὸ τοῦ κρανίω, κράνω
κ 724
Κράτεια παρὰ τὸ κρανῶ κράτεια, ἀνθῶ ἄνθεια
κ 725
Κρατευτάων τῶν βασέων, ὅ ἐστι τῶν λίθων, ἐφʼ ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτομένων τῶν κρεῶν, οἱ δὲ τῶν λαβῶν τῶν ὀβελίσκων εἶπον κακῶς
κ 726
Κράτα τὴν κεφαλὴν, ἀπὸ τοῦ κράτος ἐνταῦθα τοῦ ἡγεμονικοῦ τυγχάνοντος· ἢ παρὰ τὸ κραίνειν καὶ βασιλεύειν τοῦ λοιποῦ σώματος, ὅθεν καὶ κρανίον καὶ κέρατα, τὰ ἐκ τοῦ κρανίου φυόμενα· οὕτως Ὦρος. ὁ δὲ Χοιροβοσκὸς παρὰ τὸ ὁ κρὰς τοῦ κρατὸς τῷ κράτι τὸν κράτα
κ 727
Κραταιώθητε παρὰ τὸ κραταιῶ, τοῦτο παρὰ τὸ κραταιὸς, τοῦτο παρὰ τὸ κραίνω τὸ τελείω, οἱ γὰρ κραταιοὶ κυρίως τοῖς ἑαυτῶν πράγμασι τὰ μέλη τιθέασι
κ 728
Κρατερὸς ἐκ τοῦ κρατός· τὰ δὲ εἰς τερος τρισύλλαβα παράγωγα προπαροξύνονται· οἷον, κύντερος πρότερος, σφέτερος· τοῦτο δὲ ὀξύτονον, διότι οὐκ ἐγένετο ἡ παραγωγὴ αὐτοῦ διὰ τοῦ τερος, ἀλλὰ διὰ τοῦ ερος, τὸ γὰρ τ τοῦ πρωτοτύπου ἐστι· ὅμοιόν ἐστι καὶ τὸ βλαβερὸς ἐκ τοῦ βλάβη. τὸ τε ψιλὸν διάτι; τὰ διὰ τοῦ τερος ὑπὲρ δύο συλλαβὰς ὀξύτονα τριγενῆ διὰ τοῦ ε γράφεται, γοερὸς, φοβερὸς, ἱερός· κρατερός· διάτι ὀξύνεται τὸ καρτερὸς; διότι τὰ μὲν ἄλλα ἀπὸ τῆς παραγωγῆς ἔσχον τὸ τ, τὸ μὲν πρότερος κατὰ παραγωγὴν ἐκ τῆς προ προθέσεως, τὸ σφέτερος ἐκ τῆς σφῶν γενικῆς τῶν πληθυντικῶν, τὸ κύντερος ἐκ τοῦ κυνὸς, κυνότερος καὶ συγκοπῇ κύντερος· τὸ δὲ κρατερὸς ἐκ τοῦ πρωτοτύπου, ἐκ τοῦ κράτος, ἐξ αὐτοῦ κρατερός· ἢ ἐκ τοῦ κρατερῶ, καὶ ὑπερθέσει τοῦ α, καρτερῶ, τοῦτο ἐκ τοῦ κρῶ τὸ τελειῶ
κ 729
Κράτιστος κρατύτερος, κρατύων, καὶ τὸ ὑπερθετικὸν κράτιστος· τὸ δὲ κράτος παρὰ τὸ κάρα· τοῦτο καρὰ τὸ ἄκρον· τοῦτο παρὰ τὸ ἥκω τὸ ἔρχομαι· κράτος ἡ ἐξουσία, ἐκ τοῦ κρατεῖν· κράτησον τοῦ πιάσον διαφέρει
κ 730
Κρατὸς ἡ εὐθεῖα κρὰς κρατός· ὁ κανών· τὰ εἰς ας ὀξύτονα μονοσύλλαβα κύριά εἰσι, καὶ διὰ τοῦ ντ κλίνεται· οἷον, ζὰς ζαντὸς, στὰς σταντὸς, πρὰς πραντός· τὸ δὲ κρὰς προσηγορικόν ἐστι, διὸ καὶ ὡς διήλλαξε περὶ τὸ σημαινόμενον, διήλλαξε καὶ περὶ τὴν κλίσιν
κ 731
Κραταίπεδον λίαν ὀρθόστρωτον ἔδαφος· ἢ ψηφολόγητον τὸ ἀντίτυπον
κ 732
Κρατῆρες ἀπὸ τοῦ γινομένου ἐλέγοντο, κράμα γὰρ ἐγίνετο· οἱ μὲν ἀρʼ οἶνον ἔμισγον
κ 733
Κρατὺς ἀπὸ τοῦ κράτος κρατὺς, ὡς πλάτος πλατύς
κ 734
Κρατῶ παρὰ τὸ κράτος· τοῦτο παρὰ τὸ κάρα κάρατος καὶ κράτος· ὁ γὰρ κρατῶν καὶ ἄρχων ἐκεῖνος ἔστι κεφαλή
κ 735
Κράσπεδον τὸ κρεμάμενον ἤτοι κεχαλασμένον εἰς πέδον· γίνεται παρὰ τὸ ἄκρον καὶ τὸ πέδον τὴν γῆν· ἀκρόπεδον, καὶ ἀφαιρέσει τοῦ α, καὶ τροπῇ τοῦ ο εἰς α, καὶ πλεονασμῷ τοῦ ς κράσπεδον, οἷον τὸ, ἔξω ὂν ἐν ἀκροτάτῳ τόπῳ, καὶ τῇ γῇ πλησιάζον
κ 736
Κραιπνὸς ὁ ταχὺς, καὶ τὸ συγκριτικὸν κραιπνότερος, παρὰ τὸ κάπω τὸ πνέω, ὅθεν καὶ κάπος τὸ πνεῦμα, καὶ καπνὸς τὸ ἐκ ξύλων καυθέντων ἀναπεμπόμενον πνεῦμα· τοῦτο καὶ πλεονασμῷ τοῦ ρ γίνεται καρπὸς, καὶ καθʼ ὑπερβιβασμὸν καὶ πλεονασμῷ τοῦ ἰῶτα κραιπνός. Φιλόδωρος
κ 737
Κρέας παρὰ τὸ κέαρ ὃ σημαίνει τὴν ψυχὴν, καθʼ ὑπέρθεσιν· πᾶν γὰρ κρέας ἔμψυχόν ἐστι, εἴγε πᾶν ἔμψυχον κρέας ἔχει· ἢ παρὰ τὸ κερῶ τὸ συγκεκρασμένον ἐκ τεσσάρων στοιχείων· τινὲς δὲ παρὰ τὸ κρατύνειν καὶ ἰσχυροποιεῖν τὸ σῶμα ἡμῶν· ἢ παρὰ τὸ κείρω τὸ κόπτω
κ 738
Κρεῖον παρὰ τὸ κρέας γέγονε κρέον καὶ κρεῖον διὰ τῆς ει διφθόγγου· λέγει ὁ Ὦρος ἐν τῇ Ἰλιακῇ προσῳδ, ὅτι τὸ κρεῖον ὅμοιόν ἐστι τῷ θεῖον· ἰστέον δὲ ὅτι ἡ μὲν κοινὴ δόξα ἔχει, ὅτι τὸ κρεῖον κρεοδόχον ἀγγεῖον σημαίνει· ὁ δὲ Εὐφορίων τὸ κρέας λέγει αὐτὸ εἶναι, ὡς καὶ Ὅμηρος· αὐτὰρ ὅγε κρεῖον μέγα κάββαλεν· ὁ δὲ Ἡρωδιανὸς τὴν ἐκ τῶν ὠμῶν κρεάτων πεπληρωμένην τράπεζαν· ὁ δὲ Πτολέμαχος τὸν ἀπὸ στέατος πλακοῦντα
κ 739
Κρείουσα σημαίνει τὸ βασιλεύουσα, παρὰ τὸ κρατῶ κρατείω, ὡς κιχῶ κιχείω, καὶ ὀλῶ ὀλείω, καὶ ἡ μετοχὴ κρατείων καὶ τὸ θηλυκὸν κρατείουσα, καὶ συγκοπῇ κρείουσα
κ 740
Κρείσσων ὡς ἀπὸ τοῦ ταχὺς γίνεται ταχίων, καὶ ὁ τρίτος τύπος θάσσων, οὕτω καὶ ἀπὸ τοῦ κρατὺς γίνεται κρατίων καὶ ὁ τρίτος τύπος κράσσων καὶ τροπῇ τοῦ α εἰς ε κρέσσων, καὶ πλεονασμῷ τοῦ ι κρείσσων· οὐδέποτε πρὸ τῶν δύο σς δίφθογγος εὑρίσκεται, οἷον, φρίσσω, ἑλίσσω ἀΐσσω, πλὴν τοῦ κρείσσων καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ γινομένου· καὶ χωρὶς τοῦ λεύσσω, σημαίνει δὲ τὸ θεωρῶ, καὶ τοῦ γλαύσσω, σημαίνει δὲ τὸ φωτίζω· ταῦτα διὰ δύο σς ἐκφέρονται ἐπειδὴ τετάρτης συζυγίας εἰσι τῶν βαρυτόνων· ἡ δὲ τετάρτη συζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο σς ἐκφέρεται
κ 741
Κρειῶν σημαίνει τῶν κρεάτων· παρὰ τῶν κρεάτων γέγονε καὶ ἀποβολῇ τοῦ τ κρεάων, καὶ κατὰ κράσιν κρεῶν καὶ πλεονασμῷ τοῦ ἰῶτα κρειῶν· οὐκ ἔστι δὲ μετοχὴ ἀλλʼ ὄνομα, ὡς Ὦρος
κ 742
Κρεκυδειλος κροκόδειλος, κατὰ ἐναλλαγὴν τῶν στοιχείων
κ 743
Κρεμόω ἀπὸ τοῦ κρεμῶ κρεμᾶς, γίνεται ποιητικῶς, πλεονασμῷ τοῦ ο, κρεμόω, ὡς παρὰ τὸ γελῶ γελόω, καὶ ὁρῶ ὁρόω· ἐνεστὼς δέ ἐστι καὶ οὐ μέλλων· ἐὰν γὰρ τὸ κρεμῶ καὶ ἀγορῶ δῶμεν μέλλοντας εἶναι, ἀπὸ τοῦ κρεμάζω καὶ ἀγοράζω εὑρίσκεται ἐλάττονας συλλαβὰς ἔχοντα τοῦ ἐνεστῶτος, ὅπερ ἐστι ἀδύνατον· ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀγοράζω καὶ κρεμάζω γίνεται ὁ μέλλων ἀγοράσω καὶ κρεμάσω, ἀποβολῇ τοῦ ς ἀγοράω καὶ κρεμάω, καὶ κατὰ συγκοπὴν ἀγορῶ καὶ κρεμῶ· μετάγεται εἰς ἐνεστῶτα. ταῦτα δὲ μέχρι τοῦ παρατατικοῦ κλίνονται· ὁ γὰρ κρεμάσω μέλλων οὐκ ἔστιν ἀπὸ τοῦ κρεμῶ, ἐπειδὴ κρεμήσω ὤφειλεν εἶναι ὁ μέλλων, ὥσπερ βριμῶ βριμᾶς βριμήσω· ἀλλὰ τὸ κρεμάσω καὶ ἀγοράσω οὐκ ἐκ τοῦ ἀγορῶ, ἀλλʼ ἐκ τοῦ ἀγοράζω· ἐπειδὴ ὤφειλεν εἶναι τὸ α μακρὸν, ἀλλʼ ἔστι βραχὺ, μήποτε οὖν καὶ τὸ ἀμφιῶ ἢ ἐνεστώς ἐστιν, ἢ μεταβέβηκεν εἰς ἐνεστῶτα, χωρὶς εἰ μή τις εἴπῃ, ὅτι τὰ τῷ ἰῶτα παραληγόμενα τῶν περισπωμένων δευτέρας συζυγίας ἔστι καὶ οὐ τῆς πρώτης· οἷον, ἀνιῶ, κοπιῶ· πῶς οὖν τὸ ἀμφιῶ πρώτης, ζήτει
κ 744
Κρεμάννυσι ὁ κρεμῶν, κρεμᾶται ὁ κρεμώμενος
κ 745
Κρεμάθρα εἰς τὸ ἀγαθός
κ 746
Κρεμῶ ἔστιν ἔρα ἡ γῆ, καὶ ἐξ αὐτοῦ γίνεται ἔραμος καὶ κέραμος καὶ κεραμῶ, καὶ συγκοπῇ κερμῶ, καὶ ἐν ὑπερβιβασμῷ κρεμῶ, ἐκ μεταφορᾶς τῶν κεράμων· ἐκ δὲ τοῦ κέραμος κατὰ συγκοπὴν κράμος
κ 747
Κρείσσων ὁ μέγας, παρὰ τὸ κράτος γέγονε κρατὺς κρατίων καὶ κράσσων καὶ τροπῇ τοῦ α εἰς ι, καὶ πλεονασμῷ τοῦ ι, κρείσσων
κ 748
κρείττων δίφθογγος καὶ ω μέγα· παρὰ τὸ γένος· εἰ μὲν ἀρσενικὸν ὁ κρείσσων, καὶ ἡ κρείσσων ω· εἰ δὲ οὐδέτερον τὸ κρεῖσσον ο μικρόν
κ 749
Κρείων ὁ βασιλεὺς, ἀπὸ μετοχῆς μετήχθη εἰς ὄνομα. ἔστι γὰρ κρατῶ καὶ σημαίνει τὸ ἄρχομαι, καὶ ἐξ αὐτοῦ παράγωγον κρατείω· τὸ τει διφθόγγῳ διάτι; τὰ διὰ τοῦ ειω παρʼ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ὀψείω, βρωσείω, θείω· τούτου ἡ μετοχὴ κρατείων καὶ συγκοπῇ κρείων· ἀπὸ μετοχῆς μετήχθη εἰς ὄνομα, καὶ γράφεται διὰ διφθόγγου
κ 750
Κρείων ὁ βασιλεὺς, παρὰ τὸ κρατῶ κρατείω· ἐκ τοῦ κρατείων γίνεται κατὰ συγκοπὴν κρείων· πάλιν ζητοῦμεν, τὸ κρείων πόθεν διφθογγογραφεῖται; καὶ λέγομεν, ὅτι πρῶτον δεῖ γινώσκειν, ὅτι μετοχή ἐστι, ἀπὸ τοῦ κρατῶ κρατείω, ὡς γαμῶ γαμείω· τούτου ἡ μετοχὴ κρατείων, καὶ συγκοπῇ τοῦ α καὶ τ κρατείων
κ 751
Κρήγυον τὸ ἀληθὲς καὶ τὸ ἡδὺ τῆς ψυχῆς, τὸ ἀγαθὸν· παρὰ τὸ κῆρ ἡ ψυχὴ, καὶ τὸ ἡδὺ γέγονε κηρήδυον, καὶ κατὰ συγκοπὴν κρήδυον, καὶ τροπῇ τοῦ δ εἰς γ κρήγυον· τὸ τὴν ψυχὴν ἡδύνον, ἢ τ’αυτό ἐστι τὸ θυμῆρες
κ 752
Κρήδεσμον τὸ κεφαλοδέσμιον, παρὰ τὸ καρὴ, ὃ σημαίνει τὴν κεφαλὴν, καὶ τὸ δέω τὸ δεσμεύω καρήδεμνον, τὸ δεσμεῦον τὴν κεφαλήν· κρήδεσμον λέγουσι τὸ κατεσκευασμένον καὶ πεποιημένον εἰς κεφαλήν· σημαίνει δὲ καὶ τὰ ὑπὲρ ἄνω τῶν τείχων, οἷον, τὰ περιβλήματα· Ἡσιόδος ἐν ἀσπίδι· ὃς Θήβης κρήδεμνον ἔχει, ῥύεταί τε πόληα
κ 753
Κρήηνον ἐπιτέλεσον, ἐκ τοῦ κραίνω παρὰ τὸ τὴν κάραν ἤτοι κεφαλὴν ἐπιθεῖναι τῷ πράγματι· ἔστι δὲ τὸ θέμα καραίνω, ἀπὸ τοῦ κάρα καὶ συγκοπῇ κραίνω, κρανῶ, ἔκρηνα· κραιαίνω, κραιανῶ, ἐκραίηνα, καὶ τροπῇ τοῦ α εἰς ἦτα καὶ ἀποβολῇ τοῦ ι ἐκρήηνα, καὶ τὸ προστακτικὸν κρήηνον
κ 754
Κρημνὸς παρὰ τὸ κρεμῶ, καὶ τροπῇ τοῦ ε εἰς η κρημὸς, καὶ προσθέσει τοῦ ν κρημνός· καὶ εἰς τὸ κρεμῶ· ἢ παρὰ τὸ κάρα καὶ τὸ νεύω καρανὸς καὶ κρημνός· ὁ ἐπὶ κάραν νεύων
κ 755
Κρήμνη ὡς παρʼ Εὐριπίδῃ· κρήμνη σεαυτὴν ἐκ μέσης· ὡς ἀπὸ τοῦ ἱστῶ ἵστημι, ἵστην, ἵστης ἵστη, τὸ προστακτικὸν ἵστη, οὕτως ἀπὸ τοῦ κρημνῶ κρήμνημι, κρήμνην, κρήμνης, κρήμνη, καὶ τὸ προστακτικὸν κρήμνη
κ 756
Κρήνη ἔστι ῥῆμα μονοσύλλαβον κρῶ, ἀπὸ τοῦ κερῶ, ὃ δηλοῖ τὸ ἐπιχέω· ὡς παρὰ τὸ εἴρω, τὸ λέγω, εἰρήνη, οὕτω κρῶ κρήνη· καὶ νεοκράτη σπονδάς· Αἰσχύλος τὰς νεωστὶ ἐκχυθείσας. καὶ Ὅμηρος· κέρασσε νέκταρ ἐρυθρόν· ἐπέχεεν, οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ
κ 757
Κρήνη παρὰ τὸ ῥέω ῥένη, καὶ τροπῇ τοῦ ε εἰς η, καὶ πλεονασμῷ τοῦ κ κρήνη· ἢ ἀπὸ τοῦ κάραν καὶ κορυ φὴν εἶναι τοῦ ῥεύματος, καὶ κόρη νάματος· καὶ γὰρ αἱ κρῆναι θυγατέρες τῶν ποταμῶν εἰσι
κ 758
Κρηπὶς ἡ βάθρα, καὶ ἡ ἀρχὴ καὶ βαθμὸς καὶ βάσις ποδὸς, ὄχθη καὶ θεμέλιον
κ 759
Κρηπὶς σημαίνει τὸ ὑπόδημα, παρὰ τὸ ἕρπω ἑρπὶς καὶ κρηπὶς, διʼ ἧς ἐστιν ἕρπειν, ὅ ἐστι βαδίζειν· ἢ παρὰ τὸ ἕρπω, τὸ σύρω, ἑρπὶς, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ρ ῥεπὶς, καὶ πλεονασμῷ τοῦ κ κρεπὶς, καὶ τροπῇ τοῦ ε εἰς η κρηπίς· οὕτως Ἡρωδιανός
κ 760
Κρησφύγετα φρούρια καὶ φυγαί τινες ὄντα, ἐν οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγοντες· τὸ οὖν κρησφύγετον ἔλεγον τὸ χρήσιμον τοῖς φεύγουσιν εἰς ἀσφάλειαν
κ 761
Κρητὴρ ἐκ τοῦ κρατὴρ, καὶ τροπῇ Ἰωνικῇ τοῦ α εἰς η· ὡς πράγμα πρῆγμα· τὸ κρα μακρὸν ἐκ τοῦ κρῶ κράσω· καὶ εἰ μὲν καθαρεύει ὁ ἐνεστὼς, ἢ τὸ ρ παραλήγει· ὅπερ ἀπὸ τοῦ κερῶ κέρας, οἱ γὰρ παλαιοὶ κέρατι ἐχρῶντο ἀντὶ τοῦ προχοδ
κ 762
Κρῆτες παρὰ τὸ ἐπὶ κρέασι βιοτεύειν, κυνηγετικοὶ γάρ· ὁ δὲ Ἀπολλώνιος παρὰ τὸ εὖ κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα
κ 763
Κρῖ σημαίνει τὴν κριθήν· ἀπὸ τοῦ κριθὴ γίνεται κατὰ ἀποκοπὴν τῆς θη συλλαβῆς· ἀπὸ τοῦ κρίμον, ὃ σημαίνει τὸ παχὺ τῆς ἀλεύρου· καὶ κατὰ ἀποκοπὴν κρί. ζήτει πλατύτερον εἰς τὸν Χοιροβοσκόν
κ 764
Κρίβανος σημαίνει τὴν κάμινον, ἔνθα ὄπτουν τοὺς ἄρτους· παρὰ τὸ κρῖ, τὸ σημαῖνον τὴν κριθὴν, καὶ τὸ βαῦνος, τὸ σημαῖνον τὴν κάμινον· οἱ μέντοι Δωριεῖς κλίβανον λέγουσι καὶ κρίβανον
κ 765
Κρίβανος παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος, ἐν ᾧ αὔουσι καὶ φρύγουσιν ἢ κριθὴν ἢ κρίμνον· οἱ μέν τοι Δωριεῖς κλίβανον λέγουσι
κ 766
Κρίθη παρὰ τὸ κριθῆναι τῶν δρυῶν· ὀπτοὺς γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι· καὶ πάλιν ἤρξαντο ἀπὸ κριθοῦ ὕστερον ἄρτον ἐσθίειν· ἢ διὰ τὸ κρίνεσθαι καὶ διαχωρίζεσθαι αὐτὴν ἐκ τῶν ἀχύρων ἀπὸ τοῦ ἀνέμου
κ 767
Κριθὴ διὰ τοῦ ἰῶτα· τὰ γὰρ εἰς θη οὐ θέλουσι παραλήγεσθαι τῇ ει διφθόγγῳ, ὡς μέθη, ποθὴ, πάθη· ποθὴ σημαίνει δὲ τὸ αἰδοῖον, τιτθὴ, σημαίνει δὲ τὴν παρέχουσαν τὸ γάλα, τοῖς ἀρτιγένεσι παισί· τιθὴ, σημαίνει δὲ τὴν μάμμην· οὕτως οὖν καὶ κριθή· πάντα δὲ τὰ παρʼ αὐτοῦ διὰ τοῦ ἰῶτα γράφεται
κ 768
Κρῖος ἔστι δὲ ὄνομα Τιτᾶνος, παρὰ τὸ κεκρίσθαι· γράφεται δὲ διὰ τοῦ ἰῶτα· προπερισπᾶται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ κριός· ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει, ὁμοίως τῷ προσηγορικῷ. ἄλλως τε, διὰ τοῦ ι γράφεται τὸ Κρῖος, τὰ γὰρ δισύλλαβα ἀρσενικὰ, ἀποστρέφει τὴν διὰ τῆς ει διφθόγγου γραφὴν· οἷον, βίος, Χῖος, ὁ ἀπὸ τῆς Χίου, δῖος ὁ ἔνδοξος, Θρίος ὄνομα τόπου, Κίος κύριον, Τῖος κύριον, ἴος ὁ μόνος, ἰὸς τοῦ ὄφεως καὶ τὸ βέλος, Πῖος κύριον, κριός· οὕτως οὖν καὶ Κρῖος· πρόσκειται ἀρσενικὰ, διὰ τοῦ νειὸς ἡ ἄρουρα, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, ἀλλʼ οὐκ ἔστιν ἀρσενικὸν ἀλλὰ θηλυκόν· καὶ σεσημείωται διὰ τῆς ει διφθόγγου γραφόμενον ὡσαύτως καὶ τὸ θεῖος, Κεῖος ὁ πολίτης τῆς κέω, πλεῖος, μεῖος, λεῖος, ῥεῖος διὰ τῆς ει διφθόγγου γράφεται· ῥεῖον δὲ λέγουσιν οἱ Κύπριοι τὸν ἀσθενῆ, παρὰ τὸ ῥέα, τὸ σημαῖνον τὸ εὐχερές· χρεῖος παρὰ τὴν χρείαν. τὸ Δελφειὸς, τὸ σημαῖνον τὸν Διόνυσον, διφορεῖται καὶ διὰ τοῦ ἰῶτα καὶ διὰ διφθόγγου γράφεται
κ 769
Κριὸς διὰ τοῦ ἰῶτα· παρὰ γὰρ τὸ κεκρίσθαι ἔστι, κατὰ τὰς τρίχας· διαφέρουσι δὲ αἱ τρίχες τοῦ κριοῦ τῶν ἄλλων ζώων· ὥσπερ λέγεται κρείων ὁ βασιλεὺς, οὕτω καὶ κριὸς ὁ ἐξέχων τῆς ποίμνης· διὰ τοῦ ι δὲ γράφεται, τῷ κανόνι τῷ προειρημένῳ ἐκ τοῦ κρῖος· ἰστέον ὅτι τὸ κριὸς πολλὰ σημαίνει· ἔστιν ὁ προηγούμενος τῆς ποίμνης· καὶ ὄργανον πολιορκητικὸν, καὶ μέρος πλοίου, καὶ εἶδος ἐρεβίνθου, ὁ ἐρέβινθος δὲ λέγεται ἀρσενικῶς, οἱ δὲ Ἀθηναῖοι τὰς τραχείας κόγχυ καλοῦσι, τὴν γραφὴν διὰ τῆς ει διφθόγγου ποιούμενοι· καὶ ὁ ἀστήρ· τινὲς δὲ λέγουσιν, ὅτι τὸ κριὸς ἀπὸ κέρας γέγονε κέριος, καὶ κατὰ συγκοπὴν κριός· οὐ καλῶς δὲ, εἰ γὰρ ἦν ἀπὸ τοῦ κέρας κεραιὸς ὤφειλεν εἶναι, ὥσπερ κνέφας κνεφαιὸς, καὶ Ἰούδας Ἰουδαῖος
κ 770
Κριὸς · ὁ τῷ κέρατι ἱέμενος· ὡς ὁ κρύπτων ἤλαυνεν ὀπίσω. καὶ ἐν ταῖς οἰνικαῖς ἀποστάσεσι κριὸς λέγεται τὸ πρῶτον κεράμιον, ᾧ τὰ λοιπὰ ἐνήρεισται· κριὸς δὲ λέγεται καὶ τὸ ἄστρον, ἢ τὸ ζῴδιον
κ 771
Κρίκε ἰστέον ὅτι τὸ, κρίκε δὲ ζυγὸν μιμητικῶς εἰρημένων. ἀφʼ οὗ τινὲς οὐ προσεσχηκότες τῇ μιμήσει τῆς φωνῆς ἠπόρησαν· ὡς Ἡρωδιανὸς φησὶ, πῶς ἀπὸ θέματος τοῦ κρίζω ὢν, ὁ β ἀόριστος οὔτε διὰ τοῦ δ, ὡς φράζω, ἔφραδον ἀλλὰ διὰ τοῦ κ· ὅτι δέ ἐστι τὸ κρίζω τὸ θέμα δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητὴς φησὶ, ὡς αἱ κεκριγυῖαι, καὶ ῥηματικὸν ὄνομα κριγὴ, ὡς παρʼ Ἱππώνακτι, οἷον, κριγὴ δὲ νεκρῶν ἄγγελός τε καὶ κῆρυξ· σχηματίζει δὲ τὸ κρίζω ὁ Ἡρωδιανὸς οὕτως· ἔστι μονοσύλλαβον ῥῆμα κρῶ, ἀφʼ οὗ τὸ κράζω καὶ ἕτερον ῥῆμα κρώζω· ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω, ὡς στάζω στίζω, σεβάζω σεβίζω· τοῦτο δὲ τὸ κρίζω ἡμαρτημένον ἀόριστον παραλαμβάνει· τὸ δὲ κρίκε δὲ ζυγὸν ἡμεῖς οὐ φαμὲν αὐτὸν ἡμαρτῆσθαι, ἀλλὰ πεποιῆσθαι· οὕτω Ζηνοδότος. σημαίνει δὲ ἐψόφησεν, ἤχησεν, ποῖον ἀτελὲς ἦχον
κ 772
Κρίμνα σημαίνει δὲ τὸ κλάσμα
κ 773
Κρίμα τὸ ἐκριθὲν, ἤγουν ἐκλελεχθέν
κ 774
Κρίμισος ὄνομα τόπου, παρὰ τὸ κρίνειν τὰ μίση· Κριμισὸς δὲ κιφησὸς πόλις
κ 775
Κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γάρ ἐστι τὸ κυρίως δοκιμάζειν, διακρίνειν τὸ πνεῦμα πράγματα διαχωρίζειν, καὶ διϊστᾶναι· καὶ εἰς τὸ κριτής
κ 776
Κρίνον τὸ ἄνθος, παρὰ τὸ κρῖ, τὸ σημαῖνον τὸ λευκόν· ἢ παρὰ τὸ ἐν κάναις ὑδάτων γίνεσθαι
κ 777
Κρίνον ἀπὸ τοῦ διακρίνειν· διὸ καὶ τὰ τοῦ διακρίνειν λέγεται· κρίνον εὐμάραντον ὑπαρχὸν καὶ ταχὺ ἀποπιπτὸν· διὸ καὶ λέγεται· κρίνον καὶ ἡ κολόκυνθα· ἐκ γὰρ τοῦ κρίνειν λέγεται ἡ κολόκυνθα ἀλλʼ ἀποπίπτει. διὸ τοὺς πτωχοὺς καὶ νεκροὺς κρίνα. αὕτη δὲ ἡ κολόκυνθα Μηδικόν ἐστιν ὄνομα
κ 778
Κρίνω διὰ τοῦ ι, κρινῶ γὰρ ὁ μέλλων· εἰ δὲ διὰ διφθόγγου γράφεται, κρενῶ ἂν εἶχεν εἶναι ὡς κείρω κερῶ· ἄλλως δὲ ἐπικρίνω λέγουσιν οἱ Αἰολεῖς
κ 779
Κριτὴς ὁ τῆς διαφορᾶς χωριστικὸς κρίναι γὰρ τὸ διαχωρίσαι καὶ διακρίναι· ἔνθεν καὶ ἀκριτόμυθος, ὁ ἄκριτα λέγων, καὶ ἀδιαχώριστα· καὶ μὴ διακρίναι δυνάμενος τὰ λεγόμενα, οἷον, Θέρσιτʼ ἀκριτόμυθε
κ 780
Κριτὴς ὁ δικάζων, κρίνων· ἐκ τοῦ κρὶς κριτὸς γέγονε, καὶ ἐξ αὐτοῦ κρίσις
κ 781
Κριτὴς ὁ τοὺς ἐμπελεγμένους ἀλλήλοις διαχωρίζων· καὶ αἱ γυναῖκες κρίνας ἐπὶ τῶν τρίχων λέγουσι ἤγουν πλοκῶν· καὶ τὸ διαχωρίζειν, Ὅμηρος κρίνʼ ἄνδρας, ἀντὶ τοῦ διαχώρισον
κ 782
Κροαίνω τὸ κτυπῶ, καὶ ἠχῶ καὶ κρούω, ἐκ τοῦ κρούω, καὶ ἐξ αὐτοῦ παράγωγον ῥῆμα κρουαίνω, καὶ ἐκβολῇ τοῦ υ κροαίνω
κ 783
Κροαίνειν φησὶν Ἀριστοφάνης τὸ τοῖς ποσὶ κροτεῖν καὶ σκιρτᾶν· παρὰ τὸ κροτῶ κροταίνω, ἀποβολῇ τοῦ τ κροαίνω· ἢ παρὰ τὸ κρούω κρουαίνω· καὶ κρουνός
κ 784
Κροκόδειλος παρὰ τὸ δειλὸς καὶ τὸ κρόκος γέγονε κροκόδειλος, καὶ γὰρ ὁ χερσαῖος κροκόδειλος φοβεῖται τὸν κρόκον· ὅθεν οἱ μελιτουργοὶ ἐπειδὴ ἀνέρχεται καὶ ἐσθίει τὸ μέλι, ἐπιτιθέασιν ἔξωθεν κρόκον, ὅνπερ ὁρῶν φεύγει· ὁ δὲ θαλάττιος παρὰ τὸ δειλαίνεσθαι τὰς κρόκας ὃ σημαίνει τοὺς αἰγιαλοὺς, οἱονεὶ ὁ περὶ τὴν γῆν δειλός· ὁ δὲ κροκόδειλος ζωυφίον ἐστι μικρόν· καὶ ἡ χρῆσις παρὰ Ἱππώνακτι
κ 785
Κρόκος παρὰ τὸ ἐν κρύει ἔχειν τὴν αὔξησιν, οἱονεὶ κρυόκιός τις ὢν, ὃ ἐν τῷ κρύει κίων καὶ αὐξάνων· οὕτως εὗρον ἐν ὑπομνήματι Ἰλιάδος Ἀριστονίκου
κ 786
Κρόκαλα ᾗχι πολυκροκάλοιο παρʼ ἀνδήροισι Νεμείης· κρόκαλα λέγεται αἱ ψῆφοι τῶν ποταμῶν, ἀπὸ τοῦ κροτεῖν καὶ ψοφεῖν· Νεμέα πότε ἐν Ἄργει παρʼ ἀνδήροις, τοῖς τοῦ ποταμοῦ ἀναχωρήμασι
κ 787
Κρόμυον παρὰ τὸ τὰς κόρας μύειν τῶν ἐσθιόντων· αὐτὸ δριμὺ γάρ· οὔτως Ἡρακλείδης
κ 788
Κρόκη παρὰ τὸν κρούσω μέλλοντα, ἀποβολῇ τοῦ υ γέγονεν· ᾗ τὸ κρούεσθαι διʼ ὅλου παρηκολούθησε
κ 789
Κρόκος κρυόκιός τις ὢν, ὅτι κύειν καὶ ἀναβλαστάνειν ἐν τῷ ὕδατι συμβέβηκε καὶ τὸ ἐν τῷ κρύειν πηγνύμενον ὕδωρ κρύσταλλος· ὁ δὲ λίθος καθʼ ὁμοιότητα
κ 790
Κροκύφαντος ὅτι διὰ κρόκου ὑφαίνεται· οἱ δὲ Ἀττικοὶ κεκρύφαλον αὐτὸν καλοῦσιν, ὅτι κρύπτει τὸν φαλὸν, ὅ ἐστιν ἐξοχὴ τῆς κεφαλῆς
κ 791
Κρονίδης παρὰ τὸ Κρόνος Κρονίδης. τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα, διὰ τοῦ ι γράφεται, οἷον Κρόνος Κρονίδης, Ὅμηρος Ὁμηρίδης, Πρίαμος Πριαμίδης, χωρὶς τοῦ Κύθνος Κυθνείδης· ἔστι δὲ ὄνομα κύριον
κ 792
Κρονίων Κρονίωνος, Κρόνου υἱὸς, ποίου εἴδους τῶν παραγώγων; πατρωνυμικοῦ· καὶ κλίνεται Κρονίωνος· τὰ εἰς ων πατρωνυμικὰ φυλάσσουσι τὸ ω ἐπὶ γενικῆς· ἡ δοτικὴ Κρονίωνι· ὁμοίως καὶ τῷ Κρονίδης διὰ τοῦ ι γράφεται, ὡς εἴρηται· καὶ συνεσταλμένη ἡ νι συλλαβὴ, ὡς παρὰ τῷ ποιητῇ· ὃς ῥὰ παρὰ Κρονίωνι· τὸ γὰρ Ζηνὸς καὶ Κρονίωνος ὑπερβιβασμὸν ἐδέξατο τοῦ χρόνου, καὶ τὴν μὲν προπαραλήγουσαν ἐξέτεινε, τὴν δὲ παραλήγουσαν συνέστειλεν· ἄλλως τε τὸ Κρονίων, διὰ τοῦ ἰῶτα, ὡς Αἰακὸς, Αἰακίδης· πλὴν τοῦ Κυθνὸς Κυθνείδης· τὰ εἰς ος εἰ μὲν καθαρεύουσι, διὰ τοῦ αδης ποιοῦσι πατρωνυμικὸν, οἷον, Θυέστιος Θυεστιάδης, Τελαμώνιος Τελαμωνιάδης· εἰ δὲ μὴ καθαρεύουσι διὰ τοῦ ιδης, Πρίαμος Πριαμίδης
κ 793
Κρόσας οἱ μὲν φασὶ κεφαλίδας τοῦ τείχους σημαίνειν· ἄλλοι δὲ τοὺς προμαχῶνας, Ἀρίσταρχος δὲ κλίμακας τινας ἢ ὄργανα τινὰ πρὸς τειχομαχίαν ἐπιτήδεια· οἱ δὲ καὶ τὰς προκόσας κλημακηδόνα, ἄλλοι δὲ τὰ ἀποκριδώματα· καὶ γὰρ κροσσοὺς τὰ ἄκρα τῶν ἱματίων λεγόμενα, ὃ καὶ βέλτιον, οἱονεὶ κόρσους τινὰς ὄντας, παρὰ τὴν κόρσην τὴν κεφαλήν· ἡ μεταφορὰ ἀπὸ τῶν πλοκάμων· κατὰ μετάθεσιν τοῦ ρ κρόσας, οὕτω Φιλόξενος, ἐν τῷ περὶ ἰάδος διαλέκτῳ· τὸ δὲ τῆς κλί μακος ὄνομα οὐ γινώσκει Ὅμηρος, οὐδέπω γὰρ ἦν τὰ πολεμικὰ ὄργανα· καὶ ταῦτα μὲν ὁ Ὠρίων· ἐγὼ δὲ εὗρον σχόλιον παρακείμενον ὑπόνοιαν παρέχων μοι, ἵνα σημαίνῃ καὶ τὰς κλίμακας, καὶ τὰ ἐξέχοντα τοῖς τείχεσιν· ἔχει δὲ οὕτως· ὅτι εἰ μὲν διαστέλλοιμεν εἰς τὸν μὲν σύνδεσμον, γένοιτο ἂν, κρόσσας μὲν πύργων ἔρυον, οἷον, ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων ἔρυον τὰς ἐξοχὰς φησὶ. περὶ ὧν ἐν τοῖς περὶ ναυστάθμου διαλέγεται· στήλας δὲ προβλήτας, ἀντὶ τοῦ τοὺς προκαταβεβλημένους θεμελίους
κ 794
Κρόταφοι κυρίως μὲν ἡ λέξις ἐπὶ τῶν ζώων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι τὰ κέρατα, οἱονεὶ κερατοφόροι τινὲς ὄντες, ἢ ὅτι κρούουσι τὴν ἁφὴν παλλόμενοι, οἷον κρούταφοι· ὡς δὲ Ἀπολλόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν· ὁ δὲ Ἀπίων, ὅτι τοῦ κρόσσου ἅπτονται, τουτ’ἔστι τῆς κεφαλῆς. οὕτως Ὦρος
κ 795
Κρότων ὁ φθεὶρ, ἀπὸ τοῦ κρατεῖν οὓς ἂν ἐκφύει· ὁ δὲ Ὦρος βοτάνην λέγει διὰ τὸ ἐξ αὐτῆς τὸ σπέρμα διατριβόμενον, τοῖς δακτύλοις ὁμοίως τῷ ζώῳ. διὰ τοῦτο κροτὼν ἐκλήθη· ἔστι δὲ καὶ ὄνομα πόλεως παρʼ αὐτῷ, ἀπὸ τοῦ Κρότωνος, ὅστις ὑφήρπασε κλαίουσαν κρέθην
κ 796
Κρόταφος καλεῖται οὕτως ἐπειδὴ ὁ κρουόμενος εἰς αὐτοὺς τάφον ἔχει· ὡς τὸ τάφος δʼ ἕλε πάντας Ἀχαιούς
κ 797
Κρόταφος παρότι ἐστι τάφος τοῦ ὀφθαλμοῦ
κ 798
Κροτήσατε ἐκ τοῦ κροτῶ· τοῦτο παρὰ τὸ κρούω
κ 799
κρόσσιον τὸ κρεμώμενον εἰ τύχη καὶ ἀλυσείδιον· παρὰ τὸ ἄκρον καὶ τὸ σείω· τὸ ἐν τῷ ἄκρῳ κρεμάμενον
κ 800
Κροσσωτὸς παρὰ τὸ κροσσὸς γίνεται κροσσῶ, κροσσώσω, κροσσωτός· ἢ παρὰ τὸ ἄκρον γίνεται ἀκρῶ, ἀκρώσω, καὶ ἐκτάσει ἀκρόσσωτον, καὶ ἀποβολῇ τοῦ α κροσσωτὸν, τὸ ἐν τῷ ἄκρῳ κρεμάμενον· ἢ ἀπὸ τοῦ κρεμῶ καὶ τοῦ σείω γίνεται κρεμώσιον καὶ κροσσωτόν
κ 801
Κρουνῶν ῥευμάτων, ἔστι ῥῆμα κρῶ μονοσύλλαβον, ὅπερ γίνεται ἀπὸ τοῦ κερῶ κρῶ· ἐκ τούτου γίνεται κρονὸς καὶ κρουνός
κ 802
Κρουνοὶ κυρίως αἱ ἀρχαὶ τῶν ῥευμάτων, ἢ αἱ φλέβες
κ 803
Κρούω ἔστι ῥῆμα κρῶ, παράγωγον κρόω, καὶ πλεονασμῷ τοῦ υ κρούω, ὡς ὄρω, ὀρόω καὶ ὀρούω· κυρίως δὲ τὸ κρούειν, ἐπὶ τῶν κερατηφόρων εἴρηται· κορούειν γὰρ τὸ τοῖς κέρασι παίειν, καὶ κατὰ συγκοπὴν κρούειν· οὕτω Φιλόξενος
κ 804
Κρυεροῦ φοβεροῦ, καὶ κρυόεντος, φρικτοῦ φοβεροῦ, συμβαίνει γὰρ τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας
κ 805
Κρυμὸς παρὰ τὸ κρύπτω κρυμμὸς, καὶ ἀποβολῇ τοῦ μ κρυμός· κρυμὸς δὲ ὀνομάζεται αὐτὸ τὸ πάγος, ᾧ ἐπικρυπτόμεθα· χειμερίου γὰρ καιροῦ τὸ πάγος
κ 806
Κρύος ῥίγος, ψύχος, παρὰ τὸ τὴν γινομένην κροῦσιν τῶν ὀδόντων, ἐν τῷ ψύχει, κροῦος καὶ κρύος
κ 807
Κρύσταλλος παρὰ τὸ κρύω καὶ σταλάσσω γίνεται κρύσταλλος· τὸ δὲ κρύος παρὰ τὸ κρατῶ κρατύω, καὶ συγκοπῇ κρόω, καὶ ἐξ αὐτοῦ κρύος
κ 808
Κρώπος ἱδρύα, ἤτοι ἄγγος, εἰς τὸ ἐπιχέειν ὕδωρ, παρὰ τὸ κρῶ τὸ ἐπιχέω· τοῦτο γέγονε παρὰ τὸ κερῶ καὶ κατὰ συγκοπήν· οἷον, κέρασσε δὲ νέκταρ, ἀντὶ τοῦ ἐπέχεεν, οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ, καὶ παρʼ Αἰσχύλῳ νεωκράται σπονδαὶ λέγονται· τουτ’ἔστιν αἱ νεωστὶ ἐκχυθεῖσαι
κ 809
Κρῶ σημαίνει τέσσαρα· τὸ ἐπιχέω, οὗ ὁ μέλλων κρώσω, ἐξ οὗ καὶ κρῶπος, ὃ σημαίνει τὴν ὑδρίαν· κρῶ τὸ φωνῶ ἐξ οὗ καὶ κρώζω τὸ κράζω καὶ κεραρύζω, οὗ ὁ μέλλων κρώσω· ἐν Ἡσιόδῳ μή τοι κρώζῃ λακέρυζα κορώνη. κρῶ τὸ τελειῶ, ἐξ οὗ καὶ κρήηνον
κ 810
Κρώζειν ὡς κόραξ, ἢ ὡς κορώνη κράζειν
κ 811
Κταμῶ τὸ ἀναιρῶ, καὶ φονεύω· τὸν δὲ κτάμενον παρόχου
κ 812
Κτάμενος ἐκ τοῦ κτῶ τὸ φονεύω καὶ ἀναιρῶ γίνεται κτῆμι, κτήσω, ἔκτηκα, ἔκτημαι, ἐκτάθην, ἐκτάμην, κτάμενος ἡ μετοχή· τὶ δὲ ἐστὶ τὸ εἰς χειρὸς ἀναιρεθέν; ἐπειδὴ θέλων ὁ ποιητὴς δεῖξαι τὸν ἰσχυρὸν τοῦ δέρματος· τῶν γὰρ θνησιμαίων τὰ δέρματα, ἀσθενέστερά εἰσιν, ὡς προδιαφθαρέντων· τούτου χάριν εἶπε, τὰ ἰσχυρῶς ἀναιρεθέντα
κ 813
Κτεὶς σημαίνει τρία· τὸ μόριον ἤγουν τὸ αἰδοῖον· οἷον οὐδʼ οἷσιν ἐπὶ κτενὸς ἔσχον αἱ θεῖραι, παρὰ τὸ ἐκτείνεσθαι ἐν ταῖς συνουσίαις. τὸ κτένιον τῆς κεφαλῆς, παρὰ τὸ ἐκτείνειν τὰς τρίχας ἢ τὰς χεῖρας· ἢ κτείνειν τοὺς φθεῖρας· τὸ θαλάσσιον ζῶον, παρὰ τὸ ἐκ τείνεσθαι καὶ ἁπλοῦσθαι
κ 814
Κτήνη κυρίως μὲν τὰ θυόμενα, ὅσα νόμος σφάζει καὶ κτείνει· καταχρηστικῶς ἐπὶ τῶν τε θυσίμων καὶ μὴ οὕτως. τὸ κτη η διάτι; τὰ διὰ τοῦ ηνος οὐδέτερα, διὰ τοῦ η γράφεται· οἷον, σμῆνος, θρῆνος, κτῆνος
κ 815
Κτῆσιν τὴν περιουσίαν· κτῆσιν ἐμὴν δμῶας τε καὶ ὑψερεφὲς δῶμα
κ 816
Κτῆσις κτίσεως διαφέρει. κτῆσις μὲν γὰρ κυρίως ἔστιν, αὐτὰ τὰ εἴδη, ἃ κτώμεθα κινητά τε καὶ ἀκίνητα· κτίσις δὲ ἡ δημιουργὸς οὐρανοῦ καὶ γῆς
κ 817
Κτεατίζω εἰς τὸ φιλοκτεανώτατος
κ 818
Κτίλος ὁ προηγούμενος τῶν προβάτων κριὸς, οἱονεὶ κῖλός τις ὢν, πλεονασμῷ τοῦ τ κτῖλος, παρὰ τὸ κίειν ὅ ἐστι πορεύεσθαι· οἱ δὲ νεώτεροι τάσσουσιν τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου καὶ γεγονότος ἡμερίου ζώου· ἢ ἀπὸ τοῦ ἵκω ἰκτὸς, ὡς τάσσω τακτὸς, πλέκω πλεκτός· καὶ ὥσπερ παρὰ τὸ πένθος γίνεται πένθιλος, ναυτίλος, οὕτως οὖν καὶ ἰκτὸς ἰκτίλος· καὶ ἀφαιρέσει τοῦ ι, κτῖλος· τὸ μὲν πρῶτον Ὠρίων, τοῦτο δὲ Ἡρωδιανὸς περὶ παθῶν
κ 819
Κτίλος ὁ πρᾶος καὶ χειροήθης κριὸς καὶ ἀφηγούμενος τῆς ποίμνης· εἴρηται κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα, οἱονεὶ ἄκτιλός τις ὤν· ἢ κῖλος τις ὢν, παρὰ τὸ κίειν τῶν λοιπῶν ἤγουν προπορεύεσθαι· τὸ κτι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιλος ἀρσενικὰ βαρύτονα μὴ ἀπὸ ὀνομάτων ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται· σεσημείωται τὸ Νεῖλος, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ τῆς ἐτυμολογίας παρὰ τὸ νέαν ἰλὺν ἔχειν, καὶ διὰ τὸ ἔχειν νέαν ἰλὺν, ἐπειδὴ ἐναντίως φέρεται ὡς πρὸς τοὺς λοιποὺς ποταμούς· οἱ μὲν γὰρ λοιποὶ τῷ χείμωνι πλημμυροῦσι, τῷ δὲ θέρει ἀνεκτότερον πρόεισι τὸν ῥοῦν· οὗτος δὲ τ’ουναντίον τῷ μὲν χειμῶνι ἀνεκτότερον ῥεῖ, τῷ δὲ θέρει πλημμυρεῖ καὶ ἐξερχόμενον ποτίζει πᾶσαν τὴν γῆν ἐκείνην. καὶ εἰς τὸ ἐκτῖλαι
κ 820
Κτίσις κτίσματος διαφέρει· κτίσις μὲν γὰρ κυρίως καλεῖται ἡ σύστασις τοῦ παντός· κτίσμα δὲ τὸ ὑφʼ ἑκάστου ἀνδρὸς δυνάμενον οἰκονομεῖσθαι· οἷον, πόλις, οἶκος· καὶ εἰς τὸ κτῆσις
κ 821
Κτύπος παρὰ τὸ τύπτω τύπος, καὶ πλεονασμῷ τοῦ κ κτύπος· τὰ γὰρ τυπτόμενα ψοφεῖ
κ 822
Κύαμος φάβα μέγα· παρὰ τὸ κύειν αἷμα. Ὅμηρος, ἶσον τοι κυάμοις τε φαγεῖν
κ 823
Κυβερνήτης ἀναλόγως οἱ Αἰολεῖς κυμερνήτην λέγουσιν, παρὰ τὸ ἐρευνᾷν τὰ κύματα, καὶ πρὸς αὐτὰ ἰθύνειν τὴν ναῦν· ἡμεῖς δὲ τροπῇ τοῦ μ εἰς β κυβερνήτην φαμέν
κ 824
Κυβερνήτης ἐκ τοῦ κυβερνῶ, τοῦτο ἐκ τοῦ κύβερνος· τὸ δὲ κύβερνος παρὰ τὸ τὰ κύματα ἐρευνᾷν, κυμέρεμνός τις ὢν, ὁ τῶν κυμάτων ἐρευνήτης
κ 825
Κυβιστητὴρ ὁ ὀρχιστὴς, παρὰ τὸ κρύπτω κρύψω γίνεται κῦβος, ὅθεν καὶ κῦφος καὶ ἀμφικύπελλον, καὶ ἐξ αὐτοῦ κυβιστὴς καὶ κυβιστητὴρ· τὰ γὰρ ἐπικύψαντα κυλισθῆναι, κυβιστῆναι ἔλεγον· Λυκόφρων ἄφλαστα καὶ κόρυμβα καὶ κλῄδων, θρόνους πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων· ἄφλαστα καλεῖ τὸ ἄκρον τῆς νεὼς, κατʼ εὐφημισμὸν, οἷον, τὸ εὔθλαστον, καὶ κόρυμβα δὲ τὸ αὐτὸ δηλοῖ· καί ἐστιν ἐκ παραλλήλου τὸ αὐτό· διαφέρουσι δὲ, ὅτι τὰ μὲν ἄφλαστα τὰ πρυμνήσια, τὰ δὲ κόρυμβα πρωῤῥήσια
κ 826
Κυβήβη κυρίως τὸ ἐπὶ τῆς κεφαλῆς κύπτον· Ὅμηρος· κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους· ἐπειδὴ οἱ μανιώδεις τὴν κεφαλὴν πάθους γινομένου τοιοῦτοι γίνονται· ὅθεν καὶ τὴν μητέρα τῶν θεῶν Κυβήβην λέγουσιν· αἰτία γὰρ ἐνθουσιασμοῦ τοῖς μύσταις γίνεται· ἔστι δὲ καὶ ἐν Φρυγίᾳ ἱερὸν μητέρος θεῶν
κ 827
Κυβιστᾷν τὸ ἐπὶ κεφαλῆς πηδᾶν· κύβην γὰρ ἔλεγον τὴν κεφαλήν
κ 828
Κύβος ὁ κύκλωθεν βάσιν ἔχων· ὁ δὲ Ἀπολλόδωρος ἀπὸ τῆς κουφότητος· τὰ γὰρ ἐπὶ τῶν κεφαλῶν κύψαντα κυλισθῆναι κυβιστῆναι ἔλεγον. Ὅμηρος, κυβιστῆρι ἐοικώς
κ 829
Κυδιάνειρα ἐνδόξους ἄνδρας ἔχουσα· ἢ ἐνδόξους τοὺς ἄνδρας ποιοῦσα
κ 830
Κῦδος παρὰ τὸ κύειν δέος· ἢ παρὰ τὸ κύειν ἡδονὴν, κύηδος καὶ κατὰ κρᾶσιν κῦδος· ἢ παρὰ τὸ κύω τὸ φιλῶ κύσω, καὶ τροπῇ τοῦ ς εἰς δ κῦδος· τὴν γὰρ δόξαν πάντες φιλοῦμεν· καὶ τὸ ὑπερθετικὸν κύδιστος, κῦδος, κυδότερος, κυδότατος, κύδιστος
κ 831
Κυδιόων γαυριῶν, ἐπαιρόμενος ἀπὸ τοῦ κῦδος, κυδίων
κ 832
Κύδοιμος ταραχὴ, θόρυβος, ἢ πόλεμος, ἀπὸ τοῦ κύειν τὸ δέος· ἢ ἀπὸ τοῦ κύειν δεῖμα
τ 4
τίκτειν διαφέρει, κύειν μὲν γάρ ἐστι τὸ ἔγκυον εἶναι· τίκτειν δὲ τὸ ἀπαλλάττεσθαι τοῦ κύειν
κ 833
Κύαθος πῇ μὲν εἰς ἁπλοῦν ποτήριον δέ ἐστι ξεστῶν ἕξ· εἰς τριπλοῦν ὅ ἐστι ξεστῶν τριῶν· ἀντλητήριον δὲ ἐστὶν ἀπὸ τοῦ κεραμίου ἀντλοῦν, διὰ μακρᾶς λαβῆς
κ 834
Κύαθος ἔχει ὀγκίαν μίαν· ὁ δὲ τοῦ ἐλαίου ὀγκίαν α, ὁ δὲ τοῦ οἴνου ὀγκίαν α· ὁ δὲ τοῦ μέλιτος ὀγκίας δύο ἥμισυ· λέγονται δὲ αὐτοὶ κύαθοι, καὶ μαδεκὼβ, μαμαρὼθ δὲ τοῦ διϋλιστῆρας
κ 835
Κυθέρεια ἡ Ἀφροδίτη, ἡ κεύθουσα τοὺς ἔρωτας, ἢ ἀπὸ τοῦ τόπου, διότι προσέκυρσε Κυθήρας· ἢ ἀπὸ τοῦ χέειν τοὺς ἔρωτας· ἡ δὲ κοινὴ ἔννοια, ἧς ἔθει ἀπο κεκρύφθαι τὸ ὄνομα ἀκούει. ἐπεὶ μυστηριώδης ἡ γένεσις αὐτῆς· τινὲς δὲ καὶ τὴν Κύθηραν ἀπʼ αὐτῆς, ὅτι γεννηθεῖσα ἐκεῖ ἐκρύφθη· τὴν δὲ Κυθέρειαν νοοῦσι τινὲς ὡς κρυψίποθον ἔνων· διὸ καὶ σκοτίας Ἀφροδίτης ἱερὸν εἶναι ἐν Φαιστῷ· ἐν δὲ καύδῳ καὶ καλιψοῦν ἔστιν Ἀφροδίτης ἱερόν· Παφίην δὲ ἀπὸ τοῦ περὶ τοὺς ἔρωτας πάθους, οὐκ ἀπὸ τόπου ὡς Χρύσιππος· ἐγὼ δὲ τὴν Παφίην παρʼ ἐπαφίην θέλω εἶναι· καὶ τὸν παρʼ Ἀντιμάχω τινὲς κυθώνυμον Οἰδιποῦν, οὐχ ὡς ἡ κοινὴ ἔννοια, οὗ ἔδει ἀποκεκρύφθαι τὸ ὄνομα, διὰ τὰ κακὰ, ἀλλʼ οὐ κέχυται τὸ ὄνομα ἀκούουσι· κυθογένης μὲν γὰρ ὁ Διόνυσος, ἐπεὶ μυστηριώδης ἡ γένεσις αὐτοῦ· καὶ τὴν Ἀφροδίτην κρύπτουσαν τὸν γεννώμενον κυόμενον ἀπὸ τοῦ γεννηθῆναι
κ 836
Κύθειρα ἡ Ἀφροδίτη, παρὰ τὸ χέειν τοὺς ἔρωτας· ἢ παρὰ τὸ χύδειν θέρει, καὶ φλέγειν τῷ πάθει· ἢ παρὰ τὸ κεύθειν, καὶ κρυφίαν τινὰ οὖσαν τὴν μίξιν
κ 837
Κύθηρα πόλις μακρὰ Κύπρου· εἴρηται δὲ Κύθηρα ἀπὸ τοῦ κεύθειν καὶ κρύπτειν τὸ αἰσχρόν· ἢ ἀπὸ τοῦ κύειν
χ 1
χύθρα τὸ τζοκκάλιον, ἢ παρὰ τὸ κύτος, ἢ παρὰ τὸ κεύθω
κ 838
Κύθρα ἀπὸ τοῦ κῦτος, κῦθος, κύθρα
κ 839
Κυαιστινάριοι οἱ δήμιοι, οἱ θυρωροί
κ 840
Κυκεὼν ἡ πόσις, ἀπὸ τοῦ κεχῦσθαι χυχεών τις ὢν, πόμα κατασκευασθὲν, παυστικὸν δίψους
κ 841
Κυκεὼν κυκεῶνος, τὸ ἐξ οἴνου καὶ μέλιτος, καὶ ἀλιφίτων καὶ ὕδατος, καὶ πυροῦ ἀναμεμιγμένον
κ 842
Κύκλα σημαίνει τοὺς τρόχους· ἔστι ῥῆμα κλῶ, ἐξ οὗ καὶ μονοσύλλαβον ὄνομα κλός· καὶ ἐπειδὴ οὐδὲν εἰς ος ὄνομα λήγει μονοσύλλαβον διπλασιασμὸν ἀναδεξάμενον ἐγένετο κύκλος. ὡς παρὰ τὸ θῶ τὸ θηλάζω θὸς, καὶ ἐπειδὴ οὐκ ἠδύνατο διπλασιασθῆναι ἐγένετο τηθός· ἢ κύκλος λέγεται ὁ εὐκύλιστος· τὸ δὲ κύκλα ἐγένετο κατὰ μεταπλασμόν· ὁ δὲ τοιοῦτος μεταπλασμὸς φυλακτικός ἐστι τῶν αὐτῶν τόνων, κύκλα κύκλους, θάρσους θάρσα, ἐρετμοὺς ἐρετμά· οὕτως Ἡρωδιανὸς ἐν β, αὐτοῦ ἐπιμερισμοῖς
κ 843
Κύκλω ἐκ τοῦ κυκλῶ· κυκλόθεν δὲ μικρὸν, παρὰ τὸ κύκλος γέγονε
κ 844
Κυκλοτερὲς εὔκυκλον, ἐπειδὴ ἔτεινε τὸ τόξον, ὡς κυκλοτερὲς γενέσθαι
κ 845
Κύκλωπες ὡς Ἡσίοδος· Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτοῖς κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ· Κυκλόωπες καὶ κατὰ συγκοπὴν Κύκλωπες· ἐν τῇ φωνῇ εἴρηται τῶν Κυκλώπων· Κύκλωπες οὖν κατὰ συγκοπὴν Κυκλάωπες, οὗ χάριν αὐτοὺς ἔφησαν Φαίακας, οἱ πρὶν μὲν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ ὑπερείῃ, ἀγχοῦ, Κυκλώπων ἀνδρῶν ὑπερηνο ρεόντων, οἱ σφεας σινέσκοντο βίῃφί τε φέρτεροι· ἀλλʼ οὐδʼ ἦσαν πάντες μονόφθαλμοι· οὐ γὰρ ἀνέστησεν Ὅμηρος τὸ τεράτευμα. ἀλλʼ οὐδʼ ὁ Πολύφημος μονόφθαλμος ὢν, παρὰ τὸ τόπον ἔχει τὴν θέσιν τοῦ ὀφθαλμοῦ, εἰ κατεκλάσθησαν μέγαν ἴδοντες ὀφθαλμὸν, οὐκ ἐνεκρώθησαν ἐπὶ τῇ μόρφῃ· ἔδει γὰρ Ὅμηρος εἴποντος ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον τε βαρὺν. αὐτόν τε πέλωρον, προσεπιζεῦξαι τοιοῦτόν τοι μοῦνον τʼ ὀφθαλμῶν ἓν ἔοντα μετώπῳ
κ 846
Κυκλώπειόν ἐστιν ὄρος ἐν Λιβύῃ· γέγονε δὲ ἀπὸ τοῦ Κύκλωπος
κ 847
Κυκνίτης σημαίνει τὸν τοῦ κύκνου, ἀπὸ τοῦ κύκνος κυκνίτης· τὸ κύκνος εἰς τὸ κολοιός
κ 848
Κύκνος ὄνομα εἰδικόν· ἔστι γὰρ ὄρνις καὶ πετεινόν· ὁ γὰρ ποιητὴς πάντοτε τὰ γενικὰ προτάσσει τῶν εἰδικῶν· γίνεται δὲ παρὰ τὸ κλῶ τὸ φωνῶ, ἐξ οὗ καὶ κλωὸς καὶ πλεονασμῷ τοῦ ο κολωός· λοιπὸν ἐκ τοῦ κλῶ τὸ φωνῶ γίνεται παράγωγον κλύω· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κύκλος καὶ ἐν ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ λ εἰς ν κύκνος· κρακτικὸν γὰρ τὸ ζῶον. ἢ παρὰ τὸ κύκλος
κ 849
Κύλιξ ποτήριον, ἢ φυάλη, κύκλιξ τις ὢν, παρὰ τὸ κυκλοείδης εἶναι· ἢ παρὰ τὸ χύω, χύλιξ καὶ κύλιξ
κ 850
Κυλίχνες λεκανίδες καὶ τριβλία ἢ φυάλαι ἐλέγοντο, καὶ κυλίκνη τροπῇ τοῦ χ εἰς κ. καὶ κυλικνίδες παρὰ Ῥωμαίοις αἱ πυξίδες, οἱ δὲ οἱ λιβανωτοὶ, ἄλλοι ἀγγεῖα κεράμια
κ 851
Κυλίω παρὰ τὸ ἀλῶ τὸ πλανῶ ἀλύω, καλίω καὶ κυλίω· ἢ κινῶ, κινύω καὶ κυλίω
κ 852
Κυλλὸς ὁ ἓν μέρος ἔχων παραλελυμένον
κ 853
Κυλλαρὶς ἵππος Κάστορος, παρὰ τὸ κέλλειν, ὅ ἐστι ταχύς. Στησίχορος ἐν τοῖς ἐπιπελίοις ἄθλοις, τὸν μὲν Ἑρμῆν δεδωκέναι φησὶ τοῖς Διοσκόροις φλόγεον καὶ ἅρπαγον, ὠκέα τέκνα ποδάργης, Ἥραν δʼ ἐλιόμενος, παρὰ σιδήρῳ, τῶν ἐπισώτρων ὅ ἐστι τῶν κανθῶν
κ 854
Κύμβαλα παρὰ τὸ κύφον, κύφαλά τινα ὄντα
κ 855
Κύμβαλον παρὰ τὸ κύπελον κύπαλον καὶ κύμβαλον· συγγένειαν γὰρ τὸ π πρὸς τὸ β· ἢ παρὰ τὸ πεποιημένην φωνὴν βάλλειν· κύμβαλον γὰρ ἐκ πεποιημένης φωνῆς εἴληπται· αἱ πεποιημέναι φωναὶ αὗται, κῦμα, κάρκεροι, κρύκαι καὶ τὸ τριχθά
κ 856
Κῦμα ἀπὸ τοῦ κύημα, ὥσπερ καὶ οἶμα λέγεται, ἀντὶ τοῦ οἴδημα· ἢ κῦμα τὸ κυρτούμενον ἅμα· ἢ παρὰ τὸ κυκῶ τὸ ταράσσω κύκημα καὶ ἐν συναιρέσει κῦμα· ἢ παρὰ τὸ κύω τὸ ὀγκοῦμαι· ἔστι δὲ μακρὸν τὸ κυ· τὰ εἰς μα δισύλλαβα, διχρόνῳ παραληγόμενα, συστέλλει αὐτό· οἷον πλύμα, χύμα, θῦμα· σεσημείωται τὸ κῦμα· τὸ γὰρ λύμα ποιητικῶς ἐκτείνεται· τὸ δὲ θῦμα ἱστορεῖ Ἀριστοκλῆς ἐν τῷ περὶ διαλέκτων ἐκτεινόμενον. εἴρηται δὲ κῦμα παρὰ τὸ κυκῶ, δευτέρας συζυγίας τῶν περισπωμένων· καί ἐστιν ἡ χρῆσις, δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα
κ 857
Κύματι κωφῷ τῷ δίχα ἀνέμου ἐπαιρομένῳ, τῷ ἀψόφῳ· ἄνευ γὰρ ἀνέμου τὸ κῦμα ἠρεμεῖ· κῦμα δὲ παρὰ τὸ κύω τὸ κυόμενον
κ 858
Κύμινον τὰ διὰ τοῦ ινον προπαροξύτονα ἀποστρέφονται τὴν ει δίφθογγον, χωρὶς εἰ μὴ ᾦσιν ἀπὸ ἁπλοῦ ἔχοντος τὴν ει δίφθογγον, οἷον, ἀνθρώπινον, λίθινον, ξύλινον, οὕτως οὖν καὶ κύμινον· χωρὶς εἰ μὴ ὦσιν ἀπὸ ἁπλοῦ, διὰ τὸ ξεῖνος ξένος, ἄξεινος
κ 859
Κύμινδις ὄρνεον, οἱονεὶ κρύμινδις· κρύπτει γὰρ ἑαυτοῦ τὴν κεφαλὴν εἰς τὰς σήραγγας τῶν δένδρων καταδύνουσαν. ἢ διὰ τὴν τῆς φωνῆς ὁμοιότητα ταύτης ἔτυχε τῆς ὀνομασίας
κ 860
Κυνεός περ ἐὼν καί περ αὐθάδης καὶ ἀναιδὴς ὑπάρχων
κ 861
Κυνοραϊστίων τῶν κροτώνων· ῥέουσι γὰρ τοὺς κύνας πίνοντες τὸ αἷμα αὐτῶν
κ 862
Κύντερον παρὰ τὴν κυνὸς γενικὴν κυνότερον καὶ συγκοπῇ κύντερον, οἱονεὶ χαλεπότερον· ὡς μέλανον μελανότερον καὶ μελάντερον
κ 863
Κῦνας παρὰ τὸ κύω τὸ φιλῶ, ἱλαρὸν γὰρ τὸ ζῶον παρὰ τοὺς οἰκείους
κ 864
Κυνέη εἶδος περικεφαλαίας· κυνέη Ἰωνικῶς, καὶ κοινῶς κυνέα. ὁ κανών· τὰ εἰς ος ἀρσενικὰ ποιοῦντα κατʼ ἰδίαν θηλυκά· τὰ εἰς ος ἤγουν κύνεος· τὸ ὁλόκληρον κύνειος
κ 865
Κύνεσσι δοτικῇ τῶν πληθυντικῶν· οἱ γὰρ Αἰολεῖς, ἀπὸ τῶν εἰς ες εὐθείων τῶν πληθυντικῶν, προσθέσει τῆς σι συλλαβῆς ποιοῦσι τὴν δοτικήν· ἔστιν ἡ εὐθεῖα κύων, ἡ γενικὴ ὤφειλεν εἶναι κύονος· ἀλλὰ δύο κανόνες εἰσὶν, οἱ μαχόμενοι ἀλλήλοις· ὁ μὲν εἷς λέγει, ὅτι τὰ εἰς ων βαρύτονα διχρόνῳ παραληγόμενα συνεσταλμένον φυλάττουσι τὸ ω ἐπὶ γενικῆς· οἷον, Ἀμφιτρύονος, Ἰξίονος· ἕτερος δὲ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ων, κοινὰ τῷ γένει, τρέπουσι τὸ ω ἐπὶ γενικῆς. σώφρονος, γείτονος, πλὴν τοῦ ἥρων ἥρωνος, αἴθων αἴθωνος, ταῦτα γὰρ φύσει· οὕτως οὖν καὶ κύονος· τῶν οὖν δύο κανόνων μαχομένων, ἐγένετο συγκοπὴ, καὶ ἐκλίθη κυνός· ἡ μέντοι κλητικὴ εὕρηται κῦον διὰ τοῦ ο, ὡς ἀπὸ τῆς κύονος γενικῆς
κ 866
Κύων γίνεται παρὰ τὸ ὠκὺς, τὸ γὰρ ζῶον ταχύ ἐστι, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ω κύων· ἢ παρὰ τὸ κύω τὸ φιλῶ· ἢ παρὰ τὸ κύω· τὸ δὲ κύω σημαίνει τρία· τὸ φιλῶ, τὸ προσκυνῶ καὶ τὸ τίκτω
ι 320
ἰχθυᾶσθαι διαφέρει· κυνηγεῖν μὲν τὸ διὰ κυνῶν θήραν λαμβάνειν, ἰχθυᾶσθαι δὲ τὸ ἰχθύας λαμβάνειν· ὁ οὖν εἰπὼν, ἰχθύας ἐκυνήγησα, ἀκυρολογεῖ
κ 867
κυνηγία · τὸ νη ἦτα διατί; τὰ ἀλλὰ τὸ ἰῶτα· οὕτως ἡ παράδοσις
κ 868
Κυνικὸς φιλόσοφος ἀπὸ μεταφορᾶς τῶν κυνῶν, ὅτι ἀναιδέστατος
κ 869
Κυνίζω παρὰ τὸ κίω τὸ κινῶ, κνίζω καὶ κυνίζω· τὸ δὲ κίω παρὰ τὸ ἴω τὸ πορεύομαι
κ 870
Κυνικοὶ φιλόσοφοι ἀπὸ μεταφορᾶς τῶν κυνῶν, ὅτι ἀναιδέστατοι ὑπῆρχον, ὥσπερ καὶ ὁ κύων· οὗτοι γὰρ ὅτε ἤλεγχόν τινα δημοσίως, καὶ οὐ κατʼ ἰδίαν ἤλεγχον· καὶ ὅτε ἤσθιον, ἢ ἄλλό τι ἔπραττον, ἀναφανδὸν αὐτὸ ἐποίουν, ὡς οἱ κυνές· ἢ ὅτι κοινῶς διελέγοντο
κ 871
Κυνῶπα ἀναίσχυντον, ἀναιδῆ πρόσωπον ἔχων ὡς κυνός. ὡς ἀπὸ τοῦ κύων κυνὸς καὶ τοῦ ὢψ ὀπὸς, κυνώπης, γλαυκώπης καὶ βοώπης· ἡ γενικὴ εἰς ου, ἡ κλητικὴ εἰς α
κ 872
Κύπελλον ἔκπομα· ποτήριον, παρὰ τὸ κῦφον κύφελον καὶ κύπελλον· ἢ χύπελλον ἔνθα ὁ πηλὸς ἤτοι ὁ οἶνος χεῖται
κ 873
Κύπρις ἡ Ἀφροδίτη, ἡ τὸ κύειν παρέχουσα· ἢ ὅτι ἐν Κύπρῳ τιμᾶται
κ 874
Κύπελλον τὸ ποτήριον, ἀπὸ τοῦ κῦφον, ὃ σημαίνει τὸ βαθὺ καὶ τὰ νέφη· κύφελα ἀπὸ τοῦ κεύθειν τὴν ἕλην, ἤγουν τὸν ἥλιον καὶ τὴν σελήνην
κ 875
Κύουσαν ἐσφραγισμένην, ὄνομα μετοχικὸν ἐκ τοῦ κύω ῥήματος, τοῦ σημαίνοντος τὸ ὀγκοῦμαι· ἐκ τοῦ κύων ἀρσενικοῦ τὸ κύουσα· κλίνονται δὲ ἀμφότερα ὁ κύων τοῦ κύοντος, ἡ κύουσα τῆς κυούσης, τῇ κυούσῃ τὴν κύουσαν
κ 876
Κύπειρος εἶδος βοτάνης, ἐπειδὴ κύπαιρον λέγουσιν οἱ Δωριεῖς
κ 877
Κύπελλον ποτήριον, ὅτι κῦφον ἐστὶ καὶ περιφερές· τὸ δὲ αὐτὸ ἀμφικύπελλον· καὶ κυριώτερόν ἐστι τὸ δὲ αὐτὸ ἀμφικύπελλον τὸ περιφερὲς μόνον· τινὲς δὲ ὅτι τὰ χείλη ἐπικέκαμπται εἰς ἓν μέρος· τὰ δὲ μὴ τοιαῦτα ἔχειλα λέγουσι· καὶ εἰς τὸ ἀμφικύπελλον
κ 878
Κύπρις τὸ ἐπίθετον Ἀφροδίτης, καὶ οὐχ ὥς τινες συμπλανηθέντες τῷ Ἡσιόδῳ ἔδοξαν, ὅτι Κύπρις λέγεται, διότι γεννᾶται ἐν Κύπρῳ ὥσπερ καὶ τὴν φιλομειδῆ ὅτι μηδέων ἐξεφαάνθη· Ὅμηρος δὲ οὐκ εἶπε τὴν τὰ μειδιάματα φιλοῦσαν, οἷον, ἱλαρὸν, διὰ τὴν ἐγκειμένην αὐτῇ δύναμιν ἀπὸ τῆς συνουσίας· ὥσπερ οὖν τὸ πῦρ ἥφαιστον λέγει, ὁμωνύμως τῷ εὕροντι, οὕτω καὶ τὴν ἀφροδίτην ποτὲ, τὴν ἀνδρὸς πρὸς γυναῖκα συνουσίαν, ἡνίκʼ ἂν περὶ μνηστήρων λέγει· καὶ ἐκλελαθόντʼ ἀφροδίτης, ἣν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον, μίσγοντο δὲ λάθρα. τὸ οὖν ἐπίθετον τὸ διὰ τοῦ Κύπρις σημαινόμενον, ἀπὸ τῆς περὶ αὐτὴν δυνάμεως, Ὁμήρῳ παρείληπται· ἔστιν οὖν κατὰ συγκοπὴν εἰρημένη Κύπρις, ἡ τὸ κύειν πορίσκουσα· ἴδιον γὰρ τῆς Ἀφροδίτης τοῦτο· οὐ γὰρ ἄλλως γυναῖκες κυΐσκουσι, χωρὶς τῆς ἀφροδισιακῆς συνουσίας
κ 879
Κύπρος παρὰ τὸ κυοφόρον καὶ λιπαρὰν γῆν ἔχειν
κ 880
Κύπρος ἡ νῆσος καὶ χαλκοὺς· καὶ κύπρος μέτρον παρὰ ποντικοῖς ξηροῦ γενήματα μοδίων δύο, ὃ λέγεται εἶναι παρʼ αὐτοῖς χοινίκων πέντε· ὁ δὲ χοῖνιξ παρʼ αὐτοῖς ἔστι ξέστων πέντε, ὥστε εἶναι τὸν κύπρον ξεστῶν κ· ὁ δὲ μίγαρ παρʼ αὐτοῖς μόδιον ξεστῶν κδ
κ 881
Κύπτω παρὰ τὸ γυῖον, ὃ σημαίνει τὸ μέλος τοῦ σώματος, γίνεται γύπτω καὶ κύπτω· οἱ γὰρ γυμνοὶ ὄντες, κύπτοντες τὰ ἑαυτῶν αἰσχυντικὰ μόρια συγκαλύπτουσι· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ γυῖα κάμπτειν, ἤγουν τὰ μέλη
κ 882
Κυρβασία τὸ τὴν κεφαλὴν καλύπτον· Θεοδώριτος ἐν ἐνίοις ἐπιγράμμασι τὰς περικεφαλαίας κυρβασίας λέγει
κ 883
Κῦρβες αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι, ἤτοι ἀπὸ τῆς κατασκευῆς· εἰσὶ γὰρ κυρβασταὶ ἢ κύρβιες· ἐπειδὴ τὰ τῶν θεῶν ἀποκρυπτόμενα δεῖ εἰδέναι· Ἀσκληπιάδης δὲ ἐν τοῖς τῶν ἀξόνων ἐξηγητικοῖς, ἀπὸ κύρβεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὡς φησὶ Φανίης ὁ Ἐφέσιος, ἀπὸ τοῦ ταῦτα κυρωθῆναι τοῖς γράμμασιν· Ἐρατοσθένης δὲ τριγώνους φησὶν αὐτὰς εἶναι οὐ τετραγώνους· Ἀριστοφάνης δὲ φησὶν, ὁμοίας εἶναι τοῖς ἄξοσι, πλὴν ὅτι οἱ μὲν ἄξονες νόμους, αἱ δὲ κύρβεις οὐσίας ἔχουσιν· ἀμφοτέρων δὲ τετραγώνων τὸ κατασκεύασμα· οἷον, πλινθίον τὸ μέγα ἀνδρόμηκες, ἡρμοσμένα ἔχοντα τετράγωνα ξύλα, τὰς πλευρὰς πλατείας ἔχοντα καὶ γραμμάτων πλήρεις, ἑκατέρωθεν δὲ κνώδακας, ὥστε κινεῖσθαι καὶ περιφέρεσθαι ὑπὸ τῶν ἀναγινωσκόντων
κ 884
Κύρω σημαίνει τὸ ἐπισυγχάνω, ὁ μέλλων κυρῶ, καὶ Αἰολικῶς κύρσω, ὥσπερ ὀρῶ ὄρσω· διὰ τοῦτο παραλῆγον τὸ ς, ἐπειδὴ βαρύτονά εἰσι, καὶ διότι κανών ἐστιν ὁ λέγων, πᾶς μέλλων ἐνεργητικὸς μὴ ἔχων τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, περισπᾶσθαι θέλει, ὥσπερ πάλλω παλῶ, ὅτε δὲ ἔχει τὸ ς, βαρύνεται. οἷον, τύπτω τύψω, λέξω, δυνάμει γὰρ ἔχουσι τὸ ς, δύναται γὰρ διαιρεθῆναι τὸ ψ εἰς π ς, καὶ τὸ ξ εἰς κ καὶ ς
κ 885
Κυρία ἡ ἐξουσία· ἡ ἡμέρα δὲ καὶ ἡ δεσπότις, καὶ ἡ ὥρα, ἡ προσηγορία διὰ τοῦ ἰῶτα
δ 337
δεσπότης διαφέρει· κύριος μὲν γὰρ ἐστὶν ὁ ἀνὴρ τῆς γυναικὸς, καὶ υἱῶν ὁ πατὴρ· δεσπότης δὲ ὁ ἀργυνονήτων καὶ ἄλλων τινῶν
κ 886
Κυριότης παρὰ τὸ κῦρος, ἤγουν τὴν ἐξουσίαν
κ 887
Κύριος παρὰ τὸ κῦρος. ὃ σημαίνει τὴν ἐξουσίαν· τὸ δὲ κῦρος παρὰ τὸ κύρω βαρύτονον, τὸ ἐπιτυγχάνω
κ 888
Κῦρμα εὕρεμα, ἐγκύρημα, ἔνταλμα, ἐντύχημα
κ 889
Κυρτὸν σημαίνει καὶ τὸν παρʼ ἡμῖν λεγόμενον κυρτὸν καὶ τὸ μετέωρον, καὶ ὑψηλὸν· τὸ μὲν ἀπὸ τοῦ κύπτω· τὸ δὲ ἀπὸ τοῦ κύειν εἰς ὕψος, ἤτοι ἐπαίρεσθαι
κ 890
Κυρτὸς παρὰ τὸ κύπτω κυπτὸς καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ συμφώνου κυρτός· διαφέρει δὲ κυρτὸς καὶ κύρτος· κύρτος μὲν γὰρ βαρυτόνως εἶδος δικτύου ὡς σπυρίδιον· κυρτὸς δὲ ὀξυτόνως ἐπίθετον
κ 891
Κύστις παρὰ τὸ κεύθειν ἐφήβιον ὑπογάστριον, καὶ διὰ τὸ τοῦ ἀνθρώπου φυλάττειν τὰ ὑγρά· ἢ παρὰ τὸ μόριον κύειν τὸ οὖρος· σημαίνει δὲ τὸ οὐροδόχον ἀγγεῖον
κ 892
Κύφελα τὰ νέφη, τὰ κούφως ἐλαυνόμενα, οἷον, κρύφελα, τὰ ἀποκρύπτοντα τὴν σελήνην· ἐτμήγη δὲ κύφελα· Καλλίμαχος. εἰς τὸ κύπελλον
κ 893
Κυψέλη πλεκτὸν ἀγγεῖον· λέγεται καὶ τοῦ ὠτίου κοῖλον διὰ τὸ κῦφον τε καὶ κοχλοειδὲς, καὶ τοῖς ἀγγείοις ἐοικέναι· ἐξ οὗ καὶ κυψελὴς ἡ ῥύπωσις τοῦ ὠτίου
κ 894
Κύω σημαίνει τρία, τὸ φιλῶ ὡς παρʼ Ὁμήρῳ, αὐτὰρ φιλὸν υἱὸν ἐπέκυσε· τὸ γεννῶ, οὗ ὁ μέλλων κυήσω, ἐξ οὗ καὶ κύη· καὶ λέγεται κύω τὸ προσκυνῶ καὶ προσχαίρομαι· ἐξ οὗ καὶ κύων, προσχαρὲς γὰρ τὸ ζῶον πρὸς τοὺς δεσπότας· κυνῶ δὲ τὰ τῶν κυνῶν φρονῶ
κ 895
Κύειν διὰ τὸ κύειν καὶ κράζειν· ἢ διὰ τὸ συχνῶς κύειν καὶ γεννᾶν, ἢ παρὰ τὸ φιλῶ· φιλητικὸν γὰρ τὸ ζῶον πρὸς τοὺς ἑαυτοῦ δεσπότας
κ 896
Κύων σημαίνει πέντε. τὸ ζῶον, καὶ γίνεται παρὰ τὸ κύω τὸ φιλῶ· καὶ Ὅμηρος, ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βόωσα· καὶ τὸν ἀναιδῆ, ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, ὃ καὶ ἐπὶ τῶν τετορνευμένων, ὡς τὸ χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν· καὶ τὸ ἄστρον· ὡς τὸ, ὡς ὅτε κύων ὠρίωνος· καὶ τὸ θαλάσσιον ζῶον· λέγονται καὶ οἱ φιλόσοφοι, Κυνικοί
κ 897
Κύων κυνὸς, ὁ κανὼν, δύο κανόνες εἰσὶν οἱ μαχόμενοι ἀλλήλοις. ὁ μὲν εἷς λέγει, ὅτι τὰ εἰς ων καθαρὰ βαρύτονα διχρόνῳ παραληγόμενα φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς· οἷον, Ἠετίων Ἠετίωνος, Ἀμφιτρύων Ἀμφιτρύωνος· ὁ δὲ ἕτερος λέγει, ὅτι τὰ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ· τῶν οὖν δύο μαχομένων, τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος φυλάττειν τὸ ω, ἐπὶ γενικῆς, τοῦ δὲ ἑτέρου τὸ ο μικρὸν, συνεκόπη τὸ ἀμφιβαλλόμενον, καὶ ἐκλίθη κύνος· λέγεται καὶ ὁ κύων τὸ κάτω τῆς πάρθης, συμπεφυκὸς τῷ δέρματι, παρὰ τὸ κεῖσθαι καὶ ἀναδέδοσθαι
κ 898
Κώας εἰς τὸ κῴδιον, οἷον, κῶας ἄγειν κριοῖο μεμαῶτας
κ 899
Κῴδιον στῴδιον, καλῴδιον· δεῖ γινώσκειν, ὅτι τὸ στῴδιον καὶ κῴδιον εὐλόγως ἔχουσι τὸ ἰῶτα· τὸ δὲ λαγῴδιον παραλόγως· ἔστι γὰρ στοιὰ στοιᾶς· ἐπειδὴ ἡ τελευταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται, τούτου χάριν διὰ τοῦ διον ἐγένετο ἡ παραγωγὴ, καὶ ἐγένετο στοΐδιον, ὡς γραφεῖον γραφείδιον, καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω στῴδιον καὶ ἔχει τὸ ἰῶτα· τὸ δὲ κῴδιον σημαίνει τὸ τοῦ προβάτου δέρμα, παρὰ τὸ ἐπʼ αὐτῷ κοιμᾶσθαι· ἢ παρὰ τὸ κῶ, τὸ σημαῖνον τὸ κοιμῶμαι, ἀφʼ οὗ καὶ κείω καὶ κῶμα ὁ ὕπνος, ὡς Ἡσίοδος, κακὸν δʼ ἐπὶ κῶμα καλύπτει· καὶ κῶς ῥηματικὸν ὄνομα. τοῦτο δὲ τὸ κῶς γίνεται καὶ κωὰς κατὰ πλεονασμὸν, ὥσπερ ὧς ὠτὸς, ὤας, οἱ γὰρ Ἀττικοὶ οὖς φασὶ, οἱ δὲ ποιηταὶ ὤας· καὶ ἐπειδὴ τοῦ κώας κώαντος ἡ τελευταῖα συλλαβὴ τοῦ πρωτοτύπου τῆς γενικῆς ἀπὸ φωνήεντος ἄρχεται, γίνεται διὰ τοῦ ιδιον ἡ παραγωγὴ, κωατίδιον καὶ συγκοπῇ τοῦ α τ κωΐδιον καὶ συναιρέσει κῴδιον. τὸ δὲ λαγῴδιον οὐκ ὤφειλεν ἔχειν τὸ ἰῶτα, εἶτε ἀπὸ τοῦ λαγωὸς λαγωοῦ γέγονε, καὶ ὤφειλεν εἶναι χωρὶς τοῦ ι. ἐπειδὴ ἡ τελευταῖα συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται καὶ διὰ τοῦ ιδιον γέγονεν ἡ παραγωγή· ἀλλʼ ἔστιν εἰπεῖν ἀπὸ τοῦ λαγωὸς λαγωοῦ γέγονε λαγῴδιον, καὶ ἔχει τὸ ι, κατὰ συνεκδρομὴν τοῦ κῴδιον καὶ στῴδιον· συνεξέδραμε τούτοις καὶ τὸ καλῴδιον, ἔχει καὶ τὸ ι προσγεγραμμένον, σημαίνει δὲ τὸ σχοινίον
κ 900
Κωδία ἡ τῆς μήκωνος κεφαλή
κ 901
Κωδίκελλος ἐκ τοῦ κῴδιον τὸ δέρμα, γίνεται κωδίκελλος
κ 902
Κώεα κῴδια, ἅ ἐστι προβάτων δέρματα, καὶ εἴρηται παρὰ τὸ ἐγκεῖν, ὅ ἐστιν ἐγκοιμᾶσθαι
κ 903
Κώθων νῦν ὑβρίζοντες τὴν λέξιν ἔλεγον· Διόδωρος δὲ λέγει, ὅτι διὰ μέθην οὕτως ἐκλήθη· κώθων γὰρ εἶδος ποτηρίου
κ 904
Κωκύματα πένθη στεναγμῶν, παρὰ τὸ κωκυτὸς κωκύω κώκυμα
κ 905
Κωκυτὸς θρῆνος μετὰ κραυγῆς, ὀδυρμὸς, κοπετός
κ 906
Κῶλοψ σημαίνει τὸ ἀστράγαλον
κ 907
Κῶλα κυρίως ἐπὶ τῶν μελοποιῶν, μεταφορικῶς δὲ καὶ ἐπὶ τῶν πεζολόγων, κώλοις μὴ χρωμένων
κ 908
Κωλιάδες ἐκ τοῦ κῶλον, ὃ σημαίνει τὸ ὀστοῦν· φασὶ γὰρ ἀνθρώπου τινὸς αἰχμαλωτισθέντος παρακαλεσσαμένου τὴν Ἀφροδίτην, ἀντιμισθίαν ἔστησεν εἴδωλον ἐκ στέατος
κ 909
Κῶλος ὁ ἀπηρτισμένην ἔννοιαν ἔχων στίχος
κ 910
Κωλύω τὸ κρατῶ, ἡ μεταφορὰ ἐκ τοῦ χωλός· κωλὸς ὁ κεκρατημένος τοῖς ποσί· καὶ εἰς τὸ χωλός
κ 911
Κῶμα ὕπνος λιθώδης κατὰ μεταφοράν· γίνεται δὲ ἀπὸ τοῦ κοιμῶ κοιμήσω, καὶ ἐξ αὐτοῦ κοίμημα, καὶ κατὰ συγκοπὴν κοῖμα καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω, κῶμα· τὸ δὲ κοιμῶ συντάσσεται αἰτιατικῇ
κ 912
Κωμάζειν τὸ ποιῶς ὀρχεῖσθαι· ἐξ οὗ καὶ κῶμα εἶδος ὀρχήσεως, οἱ δὲ μέλους, παρὰ τὸ κῶ τὸ κοιμῶμαι· ἐμφαίνει γὰρ τὸν ἀπὸ τοῦ δείπνου καὶ τῆς μέθης, ἐπὶ τοῦ κοιμηθῆναι βαδίζειν· ἔστιν οὖν κῶμος ὁ καιρὸς, ὁ ἀπὸ τῶν δείπνων πρὸς ὕπνον καλῶν
κ 913
Κωμάζειν κυρίως τὸ ἐπικοιμᾶσθαι καὶ βαδίζειν· ἔστιν οὖν κῶμος ὁ καιρός· τὸ δὲ κῶμος ἐκ τοῦ κωμάζω, τὸ ἐπὶ τοῦ κοιμᾶσθαι βαδίζειν· τὸ δὲ κῶμος παρὰ τὸ κῶ τὸ κοιμῶμαι, ἐξ οὗ καὶ κώμη τὸ χωρίον, ἢ κοιμητήριον, καὶ ἀνάπαυσις τῶν ζώων. κόμη δὲ τῆς κεφαλῆς ἐκ τοῦ κείρω τὸ κόπτω
κ 914
Κώμη εἰς ἣν ἐκοιμῶντο ἀπὸ τῶν ἔργων ἀνύοντες. ἢ χώμη ἀνάλωμά τι, κατὰ κλίσιν τοῦ ἐδάφους
κ 915
Κῶμα ἡ μέθη, ἐκ τοῦ κωμάζω· κῶμος δὲ ὁ μεθυστικὸς αὐλὸς, ἐγχρονίζων τοῖς οἴκοις καὶ κυμβάλοις, καὶ θέλγων τοὺς δαιτυμόνας
κ 916
Κωμῳδὸς ἐκ τοῦ κώμη καὶ τοῦ ᾄδω γίνεται κωμῳδὸς, ὁ ἐν ταῖς κώμαις ᾄδων· σημαίνει δὲ τὸν ἀντικαταλλασσόμενον
κ 917
Κῶμος μὴ κώμοις καὶ μέθαις, παρὰ τὸ κῶ τὸ κοιμῶμαι· ἐμφαίνει γὰρ, ἀπὸ τοῦ δείπνου καὶ μέθης κοιμᾶσθαι· σημαίνει δὲ τὸ πρὸς τὰς ἐρωμένας, κωμάζειν τοὺς ἐρῶντας, ἢ ἐπὶ τοῦ συγκοιμᾶσθαι βαδίζειν
κ 918
Κωμῳδία κῶ τὸ κοιμῶμαι· ἐκ τούτου γίνεται κώμη. τὸ χωρίον, εἰς ὃ κοιμῶνται πολλοί· καὶ ἐκ τούτου γίνεται κωμῳδία
κ 919
Κωμῳδία τραγῳδίας διαφέρει· κωμῳδία γὰρ ἔστι βιωτικῶν πραγμάτων διήγησις· τραγῳδία δὲ ἡρωικῶν παθῶν
κ 920
Κώνωψ παρὰ τὸ κῶλον, ὃ σημαίνει τὸ στρόγγυλον· καὶ γὰρ ἡ κώνωψ στρογγυλοτάτη πάντων μυῶν
κ 921
Κωνίσαι κυρίως, τὸ τὸν κέραμον πισσῶσαι, κωνᾶν τὸ στρέφειν, καὶ τοὺς βόκωνκας κώνους λέγουσι· καὶ Ἀριστοφάνης δὲ ἐντʼ ἀνίσαι, τὸ περιενεικεῖν κωνίσαι λέγει
κ 922
Κώνειον τὸ θανάσιμον φάρμακον
κ 923
Κῷος σὺν τῷ ἰῶτα γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν. Καλλίμαχος, τῷ ἴκελον τὸ γράμμα τὸ κώϊον· ἢ ὅτι τὰ εἰς ος κτητικὰ, τῷ ἰῶτα θέλουσι παραλήγεσθαι, ἢ τῷ α, χωρὶς τοῦ θηλυκὸς, Λιβυκὸς, ἁλυκός. καὶ ἁλυκὸς μὲν ὁ τῆς θαλάσσης, θηλυκὸς δὲ ὁ τοῦ θήλεος, Λιβυκὸς δὲ ὁ τῆς Λιβύης· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, Ξενοφώντειος, Ἡρωδότειος, Ἀριστάρχειος, Θηβαϊκὸς, Ῥωμαϊκὸς, πατρῷος, Μινῷος, ἡρῷος, οὕτω καὶ Κῷος
κ 924
Κώπη ἡ λαβὴ τοῦ ξίφους, ᾗ κόπτειν δυνάμεθα, παρὰ τὸ κόπτω κοπὴ καὶ ἀναβιβασμῷ καὶ τροπῇ κώπη· καὶ ἡ τῶν ἐρετῶν κώπη λέγεται παρὰ τὸ κόπτειν τὸ ὕδωρ· ὑμεῖς μὲν κὥπῃσιν ἁλὸς ῥηγμίνα βαθεῖαν τύπτετε κληΐδεσσι
κ 925
Κωπίες ἐκ τοῦ κώπη, ὃ σημαίνει τὴν λαβὴν, ὁ ἐκ τοῦ, τῶ τὸ λαμβάνω τώπη, καὶ κατὰ τροπὴν τοῦ τ εἰς κ, κώπη· ἐκ τοῦ κόπτω κώπη ἀποβολῇ τοῦ τ
κ 926
Κῶς ἡ νῆσος, ἣν φασὶν ἀπὸ τοῦ κῶ ὀνομάζεσθαι, ὅτι ἦν θυγάτηρ Μέροπος καὶ Ἐχεμείας
κ 927
Κώτιλλος ὄρνεον, οὕτω καλούμενον· ἀφʼ οὗ καὶ οἱ πολλὰ λαλοῦντες, κώτιλλοι καλοῦνται
κ 928
Κωτίλλων ὁ πανοῦργα κολακεύων καὶ λέγων· ἀπό τινος ὀρνέου καλουμένου· ἀφʼ οὗ καὶ οἱ πολλὰ λαλοῦν τες καὶ κολακεύοντες κώτιλλοι λέγονται
κ 929
Κωφὸς παρὰ τὸ κεκόφθαι τὴν ὄπα, ἢ κεκοπός τις ὢν, ὁ μήτε φθεγγόμενος μήτε ἀκούων· ἁρμόζει δὲ τὸ σύμφωνον τῆς λέξεως, ὡς πρὸς ἄμφω· οἷον, καὶ κωφοῦ συνημμένων, καὶ οὐ λαλέοντα ἀκούων. διαφέρει δὲ ὅτι τὸ κωφὸς ὁ παντελὴς κενοπὸς, οὐ λαλέοντα δὲ τὸν δυνάμενον λαλεῖν, οὐ λαλοῦντα δέ
κ 930
Κωφὸς ὁ ἐν αὐτῷ τὴν ὄπα ἔχων, κυρίως δὲ, ὁ μὴ λαλῶν· λέγεται καὶ ἐπὶ μὴ ἀκούοντος· κωφὸς δὲ ὁ μὴ κοῶν, τουτ’ἔστιν ὁ ἀγνοῶν τὸ φῶς, ὃ ἔστιν ὁ φωνὴν ἀγνοῶν
ε 830
ἐνεὸς διαφέρει· κωφὸς μὲν γάρ ἐστιν, ὁ τὴν ἀκοὴν βεβλαμμένην ἔχων· ἐνεὸς δὲ ὁ λαλεῖν τι ἔχων
κ 931
Κωφὸς παρὰ τὸ κεκομμένην ἔχειν τὸ οὖς· εἰ γὰρ καὶ τὸ οὖς ἔχει, καὶ τὴν ἀκοὴν οὐκ ἔχει
κ 932
Κωφὸν ἀνεπαίσθητον, μεταφορικῶς τὸ ῥοῖζον μὴ ποιοῦν· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. ἐπὶ τοῦ κύματος· ὡς δʼ ὅτε πορφύρῃ πέλαγος βίᾳ κύματι κώφῳ, τῷ μηδέπω καχλάζοντι, ἀρχομένῳ δὲ μεγαλύνεσθαι. ἀψόφως
κ 933
Κωχεύουσι ὀχοῦσι, μετεωρίζουσι. Τέλος τοῦ Κ στοιχείου. ΑΡΧΗ ΤΟΥ Λ ΣΤΟΙΧΕΙΟΥ
λ 3
Λάας σημαίνει δύο, τὸ κύριον ὄνομα καὶ τὸ προσηγορικὸν, τουτ’ἔστι τὸν λίθον· καὶ κατὰ πόσους τρόπους διαφέρει τὸ κύριον τοῦ προσηγορικοῦ; κατὰ δύο· κατὰ χρόνον καὶ κατὰ κλίσιν. πῶς; ὅτι τὸ μὲν κύριον μακρὸν ἔχει τὸ α, τὸ δὲ προσηγορικὸν βραχύ· καὶ ὅτι τὸ μὲν κύριον ἰσοσυλλαβῶς κλίνεται, ἀποβολῇ γὰρ τοῦ ς ποιεῖ τὴν γενικὴν, οἷον, ὁ Λάας τοῦ Λάα, τὸ δὲ προσηγορικὸν περιττοσυλλαβῶς, οἷον, λάας λάαος, καὶ ἐπεὶ τὸ κύριον, μακροκατάληκτον, ὄτως δισύλλαβόν ἐστι, καὶ πάντα τὰ τοῦ κανόνος φυλάττονται· ὥσπερ καὶ τὸ Αἴας, διά τί οὐκ ἐκλίθη διὰ τοῦ ντ· ἐπειδὴ κανὼν ἔστιν ὁ λέγων, ὅτι τὰ συνηρημένα τῶν ἐντελῶν φυλάττει τὴν κλίσιν· καὶ γὰρ ἀπὸ τοῦ λάας γίνεται τοῦ προσηγορικοῦ· καὶ γὰρ ἐκεῖνος λιθογλύφος ἦν, διὰ τοῦτο ἀπὸ μεταφορᾶς τοῦ προσηγορικοῦ γίνεται λάαος καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, ὥσπερ Καππάδοξ, Καππάδοκος, ὁ Καππαδόκης τοῦ Καππαδόκου· τὸ δὲ Καππάδοξ κατὰ πλεονασμόν· καὶ ὁ θεόλογος φησὶ, τοὺς ἐμοὺς Καππαδόκους. ἐκ γοῦν τῆς τοῦ λάας γενικῆς, γίνεται εὐθεῖα ἕτερα λάαος καὶ κλίνεται λαάου καὶ κράσει τοῦ αο εἰς α μακρὸν, ὡς Μενέλαος, Μενέλας, περέλαος, περέλας, οὕτω καὶ λάας λάαος λάου· καὶ ἐπεὶ τὴν κλίσιν τοῦ ἐντελοῦς ἐφύλαξε, διάτι μὴ τὴν κατάληξιν αὐτοῦ; ἐπειδὴ τὸ ὄνομα Δωρικόν ἐστιν· οἱ δὲ Δωριεῖς εἰς ου περατοῦσι τὴν γενικὴν τοῦ παπία καὶ τοῦ Ἑρμεία· καὶ εἰς τὸ κατέλευσαν καὶ Λαρτιάδα καὶ λευκός
δ 338
δέξασθαι διαφέρει· λαβεῖν μὲν γάρ ἐστι τὸ ἀνελέσθαι ἀπὸ τοῦ μηδὲν διδόντος· δέξασθαι δὲ τὸ παρά τινος προστινόμενον δέξασθαι· καὶ ἐσχηματίσθαι παρὰ τὴν δεξιὰν τῇ αὐτῇ δεξιᾷ
λ 4
Λαβή σημαίνει τέσσαρα· τὴν ἐπίληψιν καὶ ἐπαφὴν, ἢ ἐπικράτησιν καὶ αἰκίαν τοῦ πολέμου, τὴν ἀφορμὴν καὶ τὴν μέμψιν, ἔνθεν καὶ λάβετο τὶς τινὸς, καὶ τὴν τοῦ ξίφους λαβήν
λ 5
Λάβραξ παρὰ τὸ λα ἐπιτατικὸν μόριον, καὶ τὸ βορὰ λάβορος καὶ συγκοπῇ λάβρος καὶ λάβραξ παρωνύμως, ὡς λίθος λίθαξ· οὔτως Ἱππιανός
λ 6
Λάβρος ὁ ἀδδηφάγος, ἐκ τοῦ βορὰ, ὃ σημαίνει τὴν τροφήν· ἔστι δὲ ἀπὸ τοῦ βορέας, ὃ σημαίνει τὸν ἄνεμον
λ 7
Λαβύρινθος ἔστι σπήλαιον ἀντρῶδες περὶ τὴν κάθοδον, δυσχερὲς δὲ καὶ περὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται ὁ μινώταυρος ἐμβληθῆναι. ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆ ναι τοὺς λαβυρίνθους, λαμβάνεται ἐπὶ ἀφύκτων λόγων, ὧν οὐδεὶς δύναται ἐκφυγεῖν, λαγύρινθός τις οὖσα, παρὰ τὸ λίαν γυρεύεσθαι τὴν αὐτῆς εἴσοδον, διὰ τὴν σκοτεινὴν καὶ τὴν κοχλοειδῆ αὐτῆς ὁδὸν, τροπῇ τοῦ γ εἰς β
λ 8
Λαβώριον εἶδος ἐκπώματος, σκέπασμα
λ 9
Λάγυνος ὁ πάνυ δεκτικός
λ 10
Λάγνεια λαγυνεία τὶς οὖσα, παρὰ τὸ λα καὶ τὸ γυνὴ, λάγυνος, παρωνύμως γίνεται, λαγνὸς κατὰ συγκοπὴν, ἀφʼ οὗ λαγνεία
λ 11
Λάγειον ἔστιν ἱπποδρομὸς Ἀλεξάνδρου λαγοῦ τινός
λ 12
Λαγωὸς κοινῶς λαγὼς Ἀττικῶς ἀπὸ τοῦ λάειν λαὸς καὶ λαγωός
λ 13
Λαγωὸς παρὰ τὸ λα ἐπιτατικὸν μόριον, καὶ τὸ ὦς ὠτὸς, ὁ μεγάλα ὦτα ἔχων· Ἀπολλόδωρος, ὅτι λάγαρόν ἐστι
λ 14
Λάγανον ὡς λάγαρον· ἐκκεκένωται γὰρ αὐτοῦ τὸ παχὸς εἰς πλάτος, καὶ λίαν ἀσθενεστέρως γέγονε
λ 15
Λάγανα πλακουντάρια, ὡς παπυρωδ ἐκ σεμιδάλεως
λ 16
Λαερτιάδης γίνεται παρὰ τὸ Λαέρτιος ὄνομα κύριον, ὥσπερ Βούσιρις λέγεται παρὰ τὸ βοῦς αἴρειν, ἀνδρεῖος γὰρ ἦν, ὥστε καὶ δύνασθαι αὐτὸν μόνον δύο ζευγνύειν βοῦς, οὕτως καὶ Λαέρτιος λέγεται παρὰ τὸ δύνασθαι λάας ἀερτάζειν, ἤγουν κουφίζειν λίθους· ἐκ τοῦ Λαέρτιος Λαερτιάδης, τὸ πατρωνυμικὸν, οἷον, Νηλήϊος Νηληϊάδης, Θυέστιος Θυεστιάδης· εἰ δὲ μὴ καθαρεύουσι διὰ τοῦ ιδης Πρίαμος Πριαμίδης, Κρόνος Κρονίδης· ἰστέον ὅτι οὐ ποιοῦμεν ἀπὸ προσηγορικοῦ πατρωνυμικὸν, τὰ γὰρ προσηγορικὰ κοινά εἰσι, καὶ κατὰ πολλῶν λέξεων· εἰ οὖν ἄνθρωπος ἀνθρωπίδης εἴπομεν, ἐδηλώσαμεν, τινὰ ἐκ πολλῶν γεγενῆσθαι, ὅπερ ἄτοπόν ἐστι· μόνον δὲ λέγει γεγενῆσθαι τὸν περὶ πολλῶν, ὅθεν καὶ αὐτὴν εἴληφε τὴν ὀνομασίαν
λ 17
Λάζος λάχνος λυσσώδης· ἡ γνώμη παρατρέπει τʼ ἀληθῆ αὐτοῦ· καθάπερ ἡ αὐτὴ τυγχάνει γαῖα, λόγῳ δοκῶν ἀπαντᾶν τὴν ἀλήθειαν φαίη οὐ πιστῶς, ἄνανδρος ὢν, φαῦλα κέκτηται· προσφύγιον ἔχων τὴν πάνταλσον καὶ κατάγνοφον καὶ ζοφερὰν ὑγρὰν γαῖαν αὐτοῦ ἐν τῇ σήψει πυροῦνται αἱ θήλειαι αὐτῶν, μεταλλάσσουσαι τὰς ἑαυτῶν ἔσθητας γυπτικὰ ἐκφέρουσι γεννήματα καὶ παμμάλογα, ὡς πολύσπορα· εἴρηται δὲ λάζος τὸ ὄνομα, καὶ ὄζων κατὰ τὴν ζοφερὰν καὶ γυψώδη γῆν αὐτοῦ
λ 18
Λάθρα παρὰ τὸ λήθω, τὸ λανθάνω, ὁ β ἀόριστος ἔλαθον καὶ ἐξ αὐτοῦ λάθρα· ἔστι δὲ ἐπίῤῥημα ποιότητος ἀντὶ τοῦ λαθραίως· ὁ γὰρ λάθρα ποιῶν τὲ ὑπολανθάνειν πολλοὺς εἴωθε
λ 19
Λαῖλαψ παρὰ τὸ λάπτω, ὁ μέλλων λάψω, λὰψ, καὶ κατʼ ἀναδιπλασιασμὸν λάλαψ, καὶ πρόσθεσιν τοῦ ι λαῖλαψ· δηλοῖ δὲ τὴν σφοδρὰν καὶ ἐπιτεταμένην λαβρότητα τοῦ πνεύματος
λ 20
Λαίθαργος ὁ λαθραίως δάκνων κύων
λ 21
Λαιμὸς εἴρηται ὅτι πλεονάζειν ποιεῖ τὴν ἔνδειαν τῆς τροφῆς, ὥσπερ καὶ ὁ λοιμὸς πλεονάζειν ποιεῖ τὴν ἔνδειαν τῶν ζώων
λ 22
Λαιὸν ἀριστερὸν, καὶ λαιὰ χεὶρ ἡ ἀριστερὰ· παρὰ τὸ λιλᾶσθαι καὶ κεχωρίσθαι τῶν πράξεων· ἀριστερὰ δὲ καὶ εὐώνυμος, κατʼ ἀντίφρασιν, ἢ κατʼ εὐφημισμόν
λ 23
Λαιὰ παρὰ τὸ ἐν λαιᾷ βαστάζειν· ἢ ἐκ τοῦ σταλάζω τὸ λαμβάνω
λ 24
Λαιστρυγὼν ὁ ἀδδηφάγος, παρὰ τὸ λίαν στύγειν, ἤγουν μισεῖσθαι, ὁ ἀπάνθρωπος, κατὰ πλεονασμὸν τοῦ ρ, ὅπερ καὶ θηλυκῶς λέγεται
λ 25
Λαῖμα τὸ κῦμα, παρὰ τὸ λίαν τέμνειν καὶ κοροφοῦσθαι
λ 26
Λαίφος τὸ ἄρμενον παρὰ τὸ λίαν φαίνεσθαι, λαῖφος, λειούφεσις βέλτιον λινοϋφὲς τὸ ἅρμενον
λ 27
Λακεδαίμων παρὰ τὸ λαχεδαίμων, διὰ τὸ ἐκεῖ τοὺς δαίμονας λαχεῖν· τοῦ Λακεδαίμονος ὁ κανών· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ· ὁ Λακεδαίμων γὰρ ἀνὴρ ἀπὸ τῆς πόλεως, καὶ ἡ Λακεδαίμων πόλις καὶ ἡ κλητικὴ ὦ Λακεδαῖμον· ὁ τόνος; τὰ εἰς ων σύνθετα, ὅταν εἰς ον εἴη ἡ κλητικὴ ἀναβιβάζουσι τὸν τόνον· σεσημείωται ὦ Λακεδαῖμον καὶ ὦ παλαῖμον· παλαίμων δὲ λέγεται ὁ ἔμπειρος τῆς παλαιστικῆς, ἐκ τοῦ πάλη, ὃ σημαίνει τὴν παλαίστραν καὶ τοῦ αἴμων ὃ σημαίνει τὸν ἔμπειρον· τὸ δὲ Λακεδαίμων ἐκ τοῦ λαχεδαίμων τις οὖσα· ἐν αὐτῇ γὰρ οἱ θεοὶ πρῶτον ἔλαχον καὶ ἐκληρώσαντο τὰς πόλεις
λ 28
Λακέρυζα παρὰ τὸ λίαν κρώζειν, ἤγουν μεγάλως
λ 29
Λάκκος παρὰ τὸ λακῶ λακήσω, ὃ σημαίνει τὸ διαχωρίζω, καὶ πατάσσω, οὗ ὁ δεύτερος ἀόριστος ἔλακον, καὶ ἐξ αὐτοῦ λάκκος, ἢ παρὰ τὸ λίαν κάτω
λ 30
Λάκων Σπαρτιάτης ἄντικρυ τῶν Ἀθηνῶν
λ 31
Λακὶς λάκισμα, σχίσμα ἱματίου
λ 32
Λαλῶ λῶ, ἐν διπλασιασμῷ λαλῶ· παράγωγον τοῦ λῶ λάσκω. Εὐριπίδης· τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους· τὸ δὲ λῶ δηλοῖ τὸ θέλω, ὃ δὲ θέλει τις καὶ φθέγγεται· προϋπάρχει δὲ τοῦ λόγου ψυχὴ καὶ θέσις, οὕτω Φιλόξενος
λ 33
Λαλίστατος ὁ κατὰ λόγον σοφός· λέγεται δὲ καὶ ὁ εὔγλωττος καὶ ὁ εὔφωνος
λ 34
Λάμια θηρίον, ἀπὸ τοῦ ἔχειν μέγαν λαιμόν
λ 35
Λάμαζα οἱονεὶ λαβάτιον, παρὰ τὸ λείως βαίνειν ἐν τοῖς μέτροις, καὶ ἀσθενὲς εἶναι πρὸς τὸ μὴ κύειν τὰς συλλαβάς
λ 36
Λαμπετόωντι λάμποντι, ὡς ἀπὸ τοῦ ἔχω ἐχέτης, βάλλω βαλλέτης, καὶ ἑκατηβελέτης, οὕτω λάμπω λαμπέτης· καὶ ἐκ τοῦ λαμπετῶ πλεονασμῷ τοῦ ο λαμπετόω, καὶ ἡ μετοχὴ ὁ λαμπετόων· ἔστι δὲ δευτέρας συζυγίας τῶν περισπωμένων· οἱ ποιηταὶ δὲ ἐπὶ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἔθος ἔχουσι πλεονάζειν τὸ ο, οἷον, βοόωντα ἐφεύροι, καὶ ὁρόων ἐπὶ οἴνοπα πόν τον
λ 37
Λάμπουρις εἰς τὸ ἵππουρις
λ 38
Λάμορον τὸ πολὺ καὶ ἀθροῦν καὶ λαμορεῖν τὴν θάλασσαν, οἷον πολλήν
λ 39
Λάμπω παρὰ τὸ σέλας ὃ σημαίνει τὸ φῶς καὶ τὸ πέμπω γίνεται σελάμπω καὶ κατʼ ἀφαίρεσιν τῆς σε συλλαβῆς λάμπω
λ 40
Λαμπρείμων τὰ παρὰ τὸ εἷμα, ὃ δηλοῖ τὸ ἱμάτιον, ἐν συνθέσει γινόμενα, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, λευχείμων, λαμπρείμων
λ 41
Λάμψακος ὅτι τοῖς Λαμψακήνοις χρησμὸς ἐδότη, ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι. ἀστραπῆς οὖν γινομένης εἶδον τὸν τόπον, καὶ ἔκτισαν τὴν πόλιν, Λάμψακον αὐτὴν προσαγορεύοντες· καὶ οὕτω τοὺς πολεμοῦντας αὐτοὺς βαρβάρους λοχοποιήσαντες, διὰ τῆς ἀστραπῆς ἴδοντες κατέκοψαν
λ 42
Λάμυρον εὔλαλον, εὐτράπελον καταπληκτικόν
λ 43
Λὰξ παρὰ τὸ λήγω ῥῆμα, λήξω, λὴξ καὶ λὰξ ὁ τῷ λήγοντι μέρει τοῦ ποδὸς, τουτ’ἔστι τῷ ἀκρῷ πλήττει, ὁ λέγεται λάκταια
λ 44
Λέξις ἡ οἰκοδόμησις αἱμασίας λέξαντες, ἀλλʼ ᾧ ἔμμεναι ἕρκος· οἱ δὲ Ἀττικοὶ λίθους ἐκλέγοντες ἀνῳκοδόμουν
λ 45
Λαξευτήριον ἔστι ξέω, καὶ πλεονασμῷ τοῦ υ ξεύω καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ μορίου, λαξεύω τὸ πάνυ ξέω, καὶ ἐξ αὐτοῦ λαξευτήριον
λ 46
Λαοδίκεια πόλις Ἀσίας, ἀπὸ Λαοδίκης θυγατρὸς Σελεύκου, κτισθεῖσα ὑπʼ αὐτοῦ
λ 47
Λαοδίκη ἐκ τοῦ λαὸς καὶ τοῦ δίκη· ἰστέον δὲ ὅτι τὰ εἰς ος ὀκταχῶς συντίθεται· ἐγράφη
λ 48
Λαοὶ ὁ μὲν Ἡσίοδος, τοῦ ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἴδως κεκτοὺς ἐκ γαίης λαὸς Δευκαλίωνος· τινὲς λαοὶ οἱ ἱλαροί. ἐπειδὴ καὶ ἄνθρωπος κατὰ μίαν ἐτυμολογίαν, ὁ διορθωμένην ἔχων τὴν ὄπα· διὸ καὶ αὔδης ἔντε ἦν ὑπὲρ ἄρθρων, σχεδὸν εἰ μὴ αὐδηέντων· φέρεται δὲ ἱστορία, ἡ Μῆτις, δυστοκούσης τῆς Ῥέας, αὕτη μὲν ἔτεκε τέκνον, ὁ ἐκάλεσαν Λάαν· τῇ δὲ Ῥέᾳ τεκούσῃ τὸν Δία, αὕτη κατηλλάξατο τὸν Λάαν αὐτῆς τὸν παῖδα ἵνα ὁ Κρόνος ἀντὶ τοῦ Διὸς τὸν Λάαν καταπίῃ· Ζεὺς οὖν ἡβήσας, εἰς τίμην τοῦ ἀντʼ αὐτοῦ καταποθέντος, λαοὺς ὠνόμασε τοὺς ἀνθρώπους· οἱ δὲ ὅτι Δευκαλίων λίθους ῥίπτων ἀνθρώπους ἐποίει· τινὲς δὲ ὅτι κατακλυσμοῦ ὄντος ἔφυγον οἱ ἄνθρωποι εἰς τὰ ὄρη. καὶ μετὰ τ’αὐτοῦ αἰφνιδίως ἐπέστησαν τῇ γῇ, εὐδίας γινομένης, ὡς ἐκπλαγῆναι καὶ ἀπὸ λίθων νομισθῆναι εἶναι
λ 49
Λαομεδοντιάδης πατρωνυμικόν· τὸ τι ἰῶτα διάτι; πᾶσα γενικὴ εἰς ος, διὰ τοῦ ιδης ποιεῖ τὸ πατρωνυμικὸν· ἔστι Λαομέδοντος ἡ γενικὴ, καὶ τὸ πατρωνυμικὸν Λαομεδοντίδης· καὶ ὥσπερ Τελαμὼν Τελαμῶνος Τελαμωνίδης, καὶ πλεονασμῷ τοῦ α Τελαμωνιάδης, οὕτω καὶ Λαομεδοντιάδης· ἡ κλητικὴ ὦ Λαομέδον
λ 50
Λάπαθον ἀπὸ τοῦ λαπάθειν· ἔστι γὰρ τὸ λάχανον εὔθετον εἰς γαστέρα, ἁπαλύνει γὰρ· οἱ δὲ Ἀττικοὶ λάπαθα λέγουσι τὰ ὀρύγματα τῶν θηρίων· τάχα ὅτι λανθάνει θεωροῦντας, οἵτινες μὴ ἰδόντες ἔρχονται εἰδόντες εἰς τὸ παθεῖν τι
λ 51
Λαπίνη ἡ ἅμαξα, ἢ ἅρμα σκεπαστόν
λ 52
Λαπαρὰ παρὰ τὸ λελάφθαι, ὅ ἐστι κεκενῶσθαι τὸν τόπον, πρὸς σύγκρισιν τῶν πλευρῶν, ὅθεν καὶ λάφυρα ἀπὸ τῆς κενώσεως· καὶ Ὅμηρος· δώδεκα δησὶ νήσιον δὲ πόλεις ἀλαπάξαντες, λάμποντες γλώσσῃσιν· οἱονεὶ κενοῦνται καὶ ἐξαρτοῦνται
λ 53
Λαπάρα ὁ κενὸς ὀστέων τόπος τῆς πλευρᾶς· λαπάξαι γὰρ τὸ κενῶσαι, παρὰ τὸ λάπαθον τὴν βοτάνην, κενωτικὴν οὖσαν γαστρός
λ 54
Λάρδος παρὰ τὸ λαρίνον τὸ λιπαρόν
λ 55
Λάρναξ παρὰ τὸ λίαν ἐγγίζεσθαι τὸν ἐπεντιθέμενον
λ 56
Λάρναξ κυρίως ἡ διὰ λάων ὁ ἐστι λίθων κατασκευασθεῖσα θήκη· καταχρηστικῶς δὲ καὶ αἱ λοιπαὶ λάρνακες
λ 57
Λάρης ὁ ὄρνις, ὥστε κατὰ δίνους κόπους ἁλὸς ἀτρυγέτοιο ἰχθὺς ἀγρώσσων κυκίνα πτερὰ δεύεται ἅλμῃ
λ 58
Λάρυγξ φάρυγγος διαφέρει· λάρυγξ μὲν γάρ ἐστι διʼ οὗ λαλοῦμεν· φάρυγξ δὲ διʼ οὗ ἐσθίομεν· ἐπειδὴ δύο πόροι εἰσὶ τοῦ λαιμοῦ
λ 59
Λασίῃσι δάσεσι στήθεσιν· ἐκ τοῦ λα, ἐπιτατικοῦ μορίου, καὶ τοῦ σεύω τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται, τὰ διʼ αὐτοῦ νοήματα· νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν ἀφʼ ὧν λέγεται στήθεσιν, ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστι τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς
λ 60
Λάσκω τὸ λαλῶ. Εὐριπίδης, τοιαῦτα λάσκεις τοῖς ἀναγκαίοις φίλοις
λ 61
Λάτις εἶδος ἰσχύος, ἔστι δὲ μακρὸν τὸ τις
λ 62
Λατῖνος Ῥωμαῖα ἡ λέξις· λατὺς γὰρ πλατὺς κέκληται
λ 63
Λάτρις θεράπαινις, δουλὴ, προσαίτις
λ 64
Λατρεύειν παρὰ τὸ λατρεύω, τοῦτο παρὰ τὸ λάτρον, ὃ σημαίνει τὸ ἔμμονον· τοῦτο παρὰ τὸ λα ἐπιτατικὸν καὶ τοῦ τρῶ τὸ καρτερῶ
λ 65
Λάτρον ὁ μισθὸς, ἐκ τοῦ τηρῶ, τοῦ σημαίνοντος τὸ βλέπω, καὶ τοῦ λα ἐπιτατικοῦ γίνεται λατήριον καὶ συγκοπῇ λάτρον· πρὸς ὃ βλέπει ὃ μισθωτός
λ 66
Λαυκανία ἡ φάρυγξ, ἡ ἀρτηρία, διʼ ἧς τὸ πνεῦμα ἔρχεται, ἀπὸ τοῦ λευκὴν εἶναι αὐτοῦ τὴν φύσιν
λ 67
Λαυκανίη ὁ λαιμὸς, ἀπὸ τῆς ἀπολαύσεως· λευκανίτης ἡ φάρυγξ λέγεται, ἀρτηρία ἀπὸ τοῦ τὴν λευκήν
λ 68
Λαῦρα ἡ πλατεῖα· οἷον, οὐ δῶες λαῦρον· παρὰ τὸ λίαν ἔχειν αὖραν· ἢ παρὰ τὸ διʼ αὐτῆς τὸν λαὸν ῥεῖν
λ 69
Λάφυρα τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα· τὰ δὲ τεθνεώτων αὐτῶν σκύλα λέγεται
λ 70
Λαφύξας διασπαράξας, ἀφειδῶς θοινισάμενος ἢ καταπίων
λ 71
Λάχανον παρὰ τὸ λαχαίνω τὸ σκάπτω
λ 72
Λάχανον παρὰ τὸ λεία χέειν· ἢ λίαν χεύειν ἤγουν ἐξανοῖκον τοῖς φύλλος
κ 934
κληρώσασθαι διαφέρει· λαγχάνει μὲν γὰρ εἷς ἀποτυγχάνων· κληρῶνται δὲ πάντες
λ 73
Λάχεια σημαίνει τὸν ἐσκαμμένην γῆν, καὶ γίνεται παρὰ τὸ λάχω λάχεια, ὡς κρατῶ κράτεια
λ 74
Λάχνη ἡ τρίχωσις, ἐτυμολογεῖται δὲ ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ ἔχω τὸ κρατῶ· γίνεται λαέχνη καὶ κατὰ κράσιν λάχνη· οὐδὲν εὐληπτότερον τῶν τριχῶν
λ 75
Λεανῶ ἀπὸ τοῦ λεαίνω· τοῦτο παρὰ τὸ λεῖος
λ 76
Λεαίνω ὁμαλὸν ποιήσω, ἐκ τοῦ λεῖος· τοῦτο ἐκ τοῦ λαίω τοῦτο παρὰ τὸ λῶ τὸ θέλω, καὶ ἐξ αὐτοῦ λαῦος, καὶ τροπῇ τοῦ α εἰς ε, καὶ τοῦ υ εἰς ι, λεῖος, καὶ ῥῆμα ἐξ αὐτοῦ λειαίνω καὶ λεαίνω· τὰ γὰρ λεῖα καὶ ὁμαλὰ θέλομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύγομεν· καὶ εἰς τὸ λέντιον
λ 77
Λέβης ἐκ τοῦ λείβω τὸ σπένδω
λ 78
Λεβηρὶς τὸ γῆρας τοῦ ὄφεως, ὃ ἀποδύεται
λ 79
Λεβηρὶς ἡ φολὶς, καὶ ἡ λεβηθρὶς τὸ αὐτὸ σημαίνει· ἔστι δὲ δέρμα τοῦ ὄφεως, ἤτοι αἱ λεπίδες τοῦ δέρματος
λ 80
Λέβητα τὸ χέρνιβον, ἀπὸ τοῦ τὰς λιβάδας τῶν χειρῶν ὑποδέχεσθαι
λ 81
Λεβηδὼν τόπος ἐν ᾧ ἐθυσίαζον οἱ κατὰ τὴν λιβανησίαν Ἀραβίται
λ 82
Λέγω σημαίνει ἕπτα· λέγω τὸ ἐπιτυγχάνω, τίμην δέ μιν λελόχα· λέγω τὸ φροντίζω, οὐκ ἀλέγω ὡσεὶ γυνὴ βάλεν ἢ πάϊς ἄφρων· λέγω τὸ ὁρίζω, ἐξ οὗ καὶ λόγος ὁ ὁρισμός· λέγω τὸ λαλῶ, ἐξ οὗ καὶ λόγος· λέγω τὸ μετρῶ ἐξ οὗ καὶ τὸ ὡρολόγιον· λέγω τὸ κοιμῶμαι ἐξ οὗ καὶ λόχος, ἡ κοίτη καὶ λέκτρον· λέγω τὸ συνάγω, ἀφʼ οὗ καὶ σύλλογος· καὶ εἰς τὸ ἀλεγίζω, λόγος καὶ παλίλλογα
λ 83
Λεγάτον ἐστι δωρέα ἐν διαθήκῃ, καταληφθεῖσα
λ 84
Λάρισσα ἔστι πόλις· διὰ δὲ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ισσα μὴ ὄντα ἀπὸ ῥημάτων ἐχόντων τὴν ει δίφθογγον, ἀποστρέφονται αὐτήν· οἷον, σάρισσα, ἔστι δὲ εἶδος ἀκοντίου μικροῦ· Πίσσα δὲ πόλις Ἰλίαδος, οὕτω καὶ Λάρισσα
λ 85
Λεγεὼν ἑξακοσίων ἀνδρῶν τάξις πεζῶν
λ 86
Λεγάτον πεκούλιον ἐκ τοῦ λεγάραι ἤγουν δεσμεῦσαι· διὰ γὰρ τοῦτο ἱκανὰ δουλεύει ὁ ληψόμενος
λ 87
Λειρόφθαλμος εἰ μὲν σημαίνει τὸν προσηνῆ, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λείριον ὃ σημαίνει τὸ ἄνθος· εἰ δὲ τὸν ἀναιδῆ διὰ τοῦ ἰῶτα· παρὰ τὸ λιρὸς γάρ ἐστι· τοῦτο δὲ παρὰ τὸ λίαν ὁρᾶν· λέγει δὲ Ὦρος, ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγειν, ἀλλὰ τῶν ἀνθέων, διὰ τὴν συνέμπτωσιν τῶν ἀνθʼ ὧν ὀνόματος, ὅπερ ἐκ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ὧν ὑποτακτικοῦ ἄρθρου γίνεται
λ 88
Λειχανὸς ὁ δάκτυλος, ἐκ τοῦ λείχω ῥήματος
λ 89
Λειπόνεως ἐκ τοῦ λείπω καὶ τοῦ νεὼς, ὁ καταλειφθεὶς τῆς νεώς
λ 90
λειβαὶ ἀντὶ τοῦ σπονδαί· εἴρηται δὲ παρὰ τὸ λείβειν καὶ σπένδειν καὶ στάζειν
λ 91
Λείαν ἐκ τοῦ λεαίνω τὸ ὁμαλίζω
λ 92
Λείριον τὸ ἄνθος καὶ λειρίων τῶν ἀνθῶν
λ 93
Λεῖκνον τὸ πτυάριον, διφορεῖται κατὰ τὴν γραφὴν, καὶ γράφεται διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ ἰῶτα· οἱ μὲν γὰρ διὰ τῆς ει δίφθογγον γράφοντες, σχηματίζουσι τρόπον τοιοῦτον, ἐκ τοῦ λέχος· ἐκ τούτου γίνεται λέχω, λέχνος καὶ πλεονασμῷ τοῦ ἰῶτα λεῖχνος· καὶ γὰρ οἱ ἀρχαῖοι αὐτοῖς ἐν πτυαρίοις ἐποίουν τοὺς οἰκοίους υἱοὺς καθεύδειν, διὰ τὸ πολύγονον· οἱ δὲ γράφοντες διὰ τοῦ ἰῶτα· ἔστι λικμᾷν ἐκ τούτου γίνεται λίκμον κατὰ μεταβολὴν τοῦ μ εἰς ν λίκνον· τὸ δὲ λικμᾶν διὰ τοῦ ι γράφεται· ἔστι δὲ παρὰ τὸ λίαν καμεῖν
λ 94
Λείβδην εἰς τὸ παραβλήδην
λ 95
Λειμὼν ὁ παράδεισος, διὰ τῆς ει διφθόγγου γράφεται παρὰ τὸ λείβω τὸ καταστάζω, λειβὼν καὶ λειμὼν· ἔστι δὲ περιεκτικὸν, ὡς καὶ τὸ χειμών
λ 96
Λειμὼν ὅπου τὰ λεῖα κατανέμεται, τουτ’ἔστι τὰ πρόβατα
λ 97
Λειόβουλος εἶδος ἰχθύος, παρὰ τὸ λεῖον
λ 98
Λείριον τὸ ἄνθος, παρὰ τὸ λεῖον, ὃ σημαίνει τὸ ὁμαλὸν λείϊον καὶ πλεονασμῷ τοῦ ρ, λείριον· ὡς ἔγχος ἔγχεος, ἔγχεϊ, ἐγχειΐδιον, καὶ πλεονασμῷ τοῦ ρ ἐγχειρίδιον· ἐξ οὗ καὶ ποδαλείριος, ὁ ποδῶν ἰατρός
λ 99
Λειτουργεῖν ἀπὸ τοῦ ἔργον καὶ τοῦ λήϊτον, ἤγουν τὸ δημόσιον, γέγονε ληϊτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ η εἰς ε, λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν λειτουργεῖν
λ 100
Λειτουργεῖν διὰ τῆς ει διφθόγγου σημαίνει τὸ ὑπηρετεῖν· ἔστιν ἐπὶ τοῦ ληϊτῶ λεγόμενος· λήϊτον δὲ τὸ δημόσιον
λ 101
Λειτουργὸς ὁ τοῖς διοικηταῖς ἄρχουσιν ὑπουργῶν καὶ διακονῶν· τὸ γὰρ πρυτανεῖον, ἤγουν τὸ δημόσιον λήϊτον ἐκαλεῖτο
λ 102
Λείχω τὸ κατεσθίω ὡς τὸ, χοῦν τῆς γῆς ἔλειξε τὸ πῦρ· τῷ λει διφθόγγῳ διάτι; ἀντιπαράκειται γὰρ αὐτῷ τὸ τραπεζόλοιχος
λ 103
Λείψανον παρὰ τὸ λείβω λείψω γέγονε καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεώτων· ἢ παρὰ τὸ λείπω λείψω γέγονε, λείψανα γάρ εἰσι τὰ ἐγκαταλείμματα
λ 104
Λείψανον τὸ σῶμα, ἐκ τοῦ λείπω τὸ καταλιμπάνω
λ 105
Λειψυδρία ἐκ τοῦ λείπω τὸ καταλιμπάνω
λ 106
Λειποταξία ἐκ τοῦ λείπω καὶ τοῦ τάξις, ὁ φεύγων ἐκ τῆς τάξεως
λ 107
Λεκτίκιον παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην· κιβώριον ἐκ ξύλων, ὃ ἔχουσιν αἱ παρθένοι πρὸς τὸ καλύπτεσθαι αὑτάς
λ 108
Λεκάνη ἧς τὸ χάσμα λεῖον ἔστι· πεπλάτηται γὰρ, λειοχάνη τις οὖσα
λ 109
Λεκτὸν ἀκρωτήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν· τρία δέ εἰσι τὰ τῆς Ἴδης ἀκρωτήρια· Λεκτὸν, Γάργαρον καὶ Φαλάκρη
λ 110
Λάχανον κοινῶς, ἀπὸ τοῦ λαχαίνεσθαι ὅ ἐστι σκάπτεσθαι· ἤτοι ὁ μὲν κατέχων κεφαλὴν, φυτὸν ἀμφελάχαινε· καὶ τὸ νῆσον ἐπὶ τελ ὁ παρακεκλιμένος, οἷον, εὔγειος, παρὰ τὸ λαχαίνεσθαι, δυνατὴν εἶναι· ἐλέγχεται γὰρ ἀπὸ τῆς ἐπαγωγῆς παρακλιμένος τετάνυστο· κώμανα δὲ τὰ λάχανα, ὅτι δασέα ἐστιν, ἀπὸ τῆς λάχνης
λ 111
Λέκτρα εἰς τὸ ἠλέκτωρ
λ 112
Λελάθη εἰς τὸ ἀπεμπάλων· Λελαχὼς εἰς τὸ ἀπεμπάλων
λ 113
Λέληκα οὐκ ἀπὸ τοῦ λέγω, ἀλλʼ ἀπὸ τοῦ λαλῶ λαλήσω, λελάληκα, συγκοπῇ τῆς λα συλλαβῆς
λ 114
Λέληκται εἰς τὸ ἄληκτος
λ 115
Λελιπαρημένον ἔστι λιπαρῶ τὸ παρακαλῶ, ὁ μέλλων λιπαρήσω, λελιπάρηκα, λελιπάρημαι, λελιπάρησαι, παρὰ τὸ λίαν παρεῖναι· τὸ δὲ λιπαρῶ παρὰ τὸ λιπαρός
λ 116
Λέλοχα ἔστι ῥῆμα λήχω τὸ λαγχάνω, ἢ ἐπιτυγχά νω, οὗ ὁ μέλλων λήξω, ὁ ἐνεργητικὸς παρακείμενος, λέληχα καὶ πλεονασμῷ τοῦ ν λέληγχα καὶ τροπῇ τοῦ η εἰς ο λέλογχα· καὶ εἰς τὸ πέπονθα
λ 117
Λελογχῶς λαγχάνων, ἢ ἐπιτύχων
λ 118
Λελουμένη ἔστι λύω, πλεονασμῷ τοῦ ο λούω, ὁ παθητικὸς παρακείμενος λέλουμαι, ἡ μετοχὴ ὁ λελουμένος
λ 119
Λελωβημένος ἐκ τοῦ λαὸς καὶ τοῦ βοὴ γίνεται λαοβή
λ 120
Λελυμασμένος βεβλαμμένος, ἐκ τοῦ λυμαίνω τὸ φθείρω, ὁ παρακείμενος λελύμαγκα· ὁ παθητικὸς λε λύμαμμαι καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ς λελυμασμένος· ὥσπερ ἡδύνω ἥδυγκα ἥδυμμαι καὶ ἥδυσμαι, ἐξ οὗ καὶ ἥδυσμα· ἔστι δὲ καὶ λυμάζω, εἶτα λυμάσω, λελύμακα, λελύμασμαι
λ 121
Λέμβος πλοῖον μικρὸν τὸ ἐφόλκιον· καὶ λεμβάρχαι οἱ ἐν ἐφολκίῳ, πλέοντες· γίνεται παρὰ τὸ λίαν βαίνειν, ὅ ἐστι πορεύεσθαι· διὰ τὴν σμικρότητα καὶ λαῖφος καὶ λαιφίς
λ 122
Λέντιον παρὰ τὸ λειαίνω τὸ καθαίρω, ὁ μέλλων λειανῶ· ὁ παρακείμενος παθητικὸς λελείαμαι λελείασαι, λελείαται, τὸ τρίτον τῶν πληθυντικῶν λελείανται· λειάντιον καὶ συγκοπῇ λέντιον
λ 123
Λέντιον σάβανον τὸ τι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῇ, διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται, οἷον, βαλάντιον, εὐαγγέλιον, λέντιον
λ 124
Λεαίνω ἐκ τοῦ λειαίνω, πόσα σημαίνει; δύο· τὸ ἀποσπογγίζω καὶ ἐκμάσσω
λ 125
Λεοντοκόμος ὁ τῶν λεώντων ἐπιμελούμενος, ἐκ τοῦ κομῶ τὸ ἐπιμελοῦμαι καὶ τὸ λέων
λ 126
Λέπρα σημαίνει τὸν ἐλεφαντιασμὸν, παρὰ τὸ λέπος ὃ σημαίνει τὸ δέρμα· εἰς γὰρ τὴν ἐπιφάνειαν τοῦ δέρματος γίνεται ὁ ἐλεφαντιασμός· ἐκ τοῦ οὖν λέπος γίνεται λέπηρα καὶ ἐν συγκοπῇ λέπρα· ἢ παρὰ τὸ ῥαίω τὸ φθείρω ἡ διεφθαρμένη σάρξ
λ 127
Λεπρὸς λευκὸς παρὰ φύσιν, παρὰ τὸ λέπω λεπηρὸς καὶ λεπρός· ἢ παρὰ τὸ λέπω καὶ τὸ ῥαίω, ἡ διεῤῥηκυῖα σάρξ
λ 128
Λεπτύνω παρὰ τὸ λεπτός
λ 129
Λέσχη σημαίνει τὴν φλυαρίαν παρὰ τὸ λέγω, λέξω, λέλεχα, καὶ ἐξ αὐτοῦ κατὰ πλεονασμὸν τοῦ ς λέσχη
λ 130
Λέσχη παρὰ τοῖς Βοιωτοῖς τὰ κοινὰ δειπνητήρια. τινὲς δὲ τὰ καταφύγια, καὶ τοὺς ἐλεεινοὺς τόπους λέσχας καλοῦσι· συμβαίνει γὰρ τοὺς ἐν ταῖς οἰκίαις ταύταις καθεζομένους χάριν θέρμης, λόγους συναίρειν· γίνεται οὖν ἡ λέσχη παρὰ τὸ λέγω· εἴρηται
λ 131
Λέσχη δημόσιον οἴκημα, οἱονεὶ λέσχην, παρὰ τὸ ἐν αὐτῷ, τοὺς μὴ ἔχοντας οἰκήματα λέχη ποιεῖσθαι· ἢ παρὰ τὸ λεχαίνειν ἐν αὐτῷ, ὅ ἐστιν ὁμιλεῖν
λ 132
Λεπτὸν ὅ ἐστι στάθμιον, γόμορ ἤγουν ὀγκίας τὸ τέταρτον· περὶ οὗ ὁ κύριος λέγει, οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται· ἄσσαρ δὲ Ἑβραϊστὶ ἐλαττωμένον καλεῖται
λ 133
Λεξείδιον παρὰ γὰρ τῆς λέξεως Ἰωνικῶς γέγονε πλεονασμῷ τοῦ ι
λ 134
Λευκὸς παρὰ τὸ λεύσσω τὸ βλέπω, ὁ εὐσύνοπτος καὶ εὐειδὴς καὶ λαμπρὸς, ἐξ οὗ καὶ λευκὸν λέγεται χρῶμα διακριτικὸν ὄψεως· τὸ μὲν γὰρ λευκὸν διακρίνει καὶ διαχέει τὴν ὄψιν· τὸ μέλαν δὲ χρῶμα διακριτικὸν ὄψεως
λ 135
Λευκὸν παρὰ τὸ τηρεῖσθαι τὸ εὖ ἤγουν τὸ καλὸν, τουτ’ἔστι τὸ φῶς αὐτό
λ 136
Λευκώλενος παρὰ τὸ λευκὸς καὶ τὸ ὠλένη, ὃ σημαίνει τὸν βραχίονα· τοῦτο δὲ παρὰ τὸ διʼ αὐτῶν ὁλοῦσθαι τὰς πράξεις, τουτ’ἔστι πληροῦσθαι· ὠλένη δὲ λέγεται τὰ ἄκρα τῶν βραχιόνων· τὸ δὲ λευκὸν παρὰ τὸ λεύσσω τὸ βλέπω, ὡς ἐκ τοῦ ἐναντίου τὸ μέλαν μὴ βλεπόμενον· συγκριτικὸν δὲ ἐστὶ τὸ οἱονεὶ συνάγον. τὸ γὰρ μέλαν συνάγει τὴν ὅρασιν· τὸ δὲ μέλας παρὰ τὸ λάω τὸ βλέπω, καὶ τὴν μὴ ἀπαγόρευσιν
λ 137
Λεύσσεται ἐκ τοῦ βλέπω τροπῇ τοῦ β καὶ τοῦ π εἰς δύο σς λέσσω, καὶ πλεονασμῷ τοῦ υ λεύσσω, κατὰ τοὺς Αἰολεῖς, τὸ παθητικὸν λεύσσομαι, λεύσσεται τρίτον πρόσωπον
λ 138
Λεύσσετε ὁρᾶτε· Ἀρίσταρχος ἓν ς γράφει, ἄλλοι δὲ διὰ δύο λέγουσιν, ὡς ἀπὸ τοῦ μέλλοντος, λέγουσι δὲ αὐτὸ ἀπὸ τοῦ λεύσσω τοῦ σημαίνοντος τὸ βλέπω· ὥσπερ ἀπὸ τούτου μέλλοντος, καὶ τὸ ἄξετε δὲ Πριάμοιο βίην· καὶ τὸ, οἴσετε δʼ ἄρνα λευκόν· καὶ καταβήσεο δίφρου. γέγονε δὲ τὸ λεύσσω οὕτως· ἔστι ῥῆμα βλέπω, ὅπερ καὶ κατὰ Αἰολεῖς γίνεται βλέσσω, ὡς ὄπτω ὄσσω, ὅθεν καὶ κακοσσώμενον· κατʼ ἀποβολὴν τοῦ β, καὶ πλεονασμῷ τοῦ υ λεύσσω· λεύσσω σε τλῆμον· ἔστι δὲ καὶ ἐνεστῶτος, καὶ εἰς τὸ βλέπω, ὅθεν καὶ τὸ ἀβλέπω, καὶ κατέλευσαν, καὶ λευκὸν καὶ λευκύνων
λ 139
Λευχάραι αἱ σχολαὶ, ἀπὸ τοῦ λέξαι τὶ, ἐκεῖ γὰρ ὡμιλοῦν· ὡς οὐδʼ ἤθελε παίζειν χαλκηΐδιον ἄδομον ἔλθη
λ 140
Λευρὸν τὸ ὁμαλὸν καὶ λελιθολογημένον· λεύειν γὰρ τὸ λιθάζειν
λ 141
Λευαλέος ὁ πανοῦργος, καὶ φαῦλος, παρὰ τὸ λεύειν καὶ τὸ ἔργον, λεωργὸς καὶ λεορτὴς διὰ τοῦ ο καὶ λευογαλέος κατὰ συναλοιφὴν, καὶ διʼ εὐφωνίαν λευγαλέος
λ 142
Λευχειμονείτω ἔστι δὲ λευκὸς καὶ ἕω τὸ ἐνδύομαι, οὗ ὁ παρατατικὸς εἷον, ὁ παρακείμενος παθητικὸς εἷμαι καὶ ἐξ αὐτοῦ εἷμα ἐξ οὗ καὶ ἱμάτιον· καὶ ἐκ τοῦ λευκὸς καὶ τοῦ εἷμα λευκείμων, ὁ λευκὰ ἱματία ἔχων. καὶ ἐκ τούτου λευχειμονῶ, ὁ παρατατικὸς ἐλευχειμόνουν καὶ τὸ προστακτικὸν λευχειμόνει, λευχειμονείτω
λ 143
Λέχος παρὰ τὸ λέχω, τὸ κοιμῶμαι, ἐξ οὗ καὶ ἄλοχος ἡ ὁμόκοιτος· σημαίνει δὲ λέγω τὸ φθέγγομαι καὶ τὸ μετρῶ ἐξ οὗ καὶ ὡρολόγιον
ε 831
εὐνὴ διαφέρει· λέχος μὲν γάρ ἐστιν ἡ κοίτη· εὐνὴ δὲ ἡ ἐπʼ αὐταῖς στρωμνή. Ὅμηρος, ἔνθα οἱ ἐκθεῖσαι πυκνὸν λέχος, ἐμβάλετʼ εὐνὴν, δέμνια καὶ χλαίνας
λ 144
Λέων ἔστι δὲ λάω, ὃ σημαίνει τὸ θεωρῶ, ἐξ οὗ καὶ τὸ ἀλαὸς τὸ σημαῖνον τὸν τυφλὸν, οἱονεὶ ὁ ἐστερημένος τοῦ λάειν· ἀπὸ οὖν τοῦ λάω γέγονε λέων, ὀξυδερκὲς δὲ τὸ θηρίον φασὶ γὰρ ὅτι οὐδέποτε καθεύδει ὁ λέων· τοῦτο δὲ ἀπίθανον, οὐκ ἐνδέχεται γάρ τινα ἀεὶ ἐγρηγορέναι, ἀλλʼ ἴσως ὥσπερ ἡ δορκὰς, ἀνεῳγμένους ἔχει ἐν τῷ καθεύδειν τοὺς ὀφθαλμοὺς, τὸν αὐτὸν τροπὸν καὶ ὁ λέων ἐν τῷ καθεύδειν ἀνεῳγμένους ἔχει τοὺς ὦπας· λοιπὸν, ὑπόνοιαν ὁ λέων ἔχει μὴ κα θεύδειν, ἀνεῳγμένους δὲ ἔχει τοὺς ὀφθαλμοὺς, ἐπειδὴ τῶν ὀφθαλμῶν μεγάλων ὄντων τὸ δέρμα τὸ ἐπικείμενον τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστι καὶ οὐ δύναται σκεπάσαι αὐτούς
λ 145
Λευχείμων ὁ λευκοφόρος, ἐκ τοῦ λευκὸς καὶ τοῦ εἷμα· τὸ ἐντὸς τοῦ ς γραφόμενον, οὐδετέρως γὰρ ἐκφωνεῖται· ὁ δὲ ἱμὰς ἀρσενικῶς, διὰ τὸ ς ἐκκαλούμενος· δεῖται τῆς τοῦ ς προσθήκης· σημαίνει δὲ τὸν λῶρον
λ 146
Λεωφόρος ἡ πλατεῖα ὁδὸς, ἡ τὸν λαὸν φέρουσα· γίνεται δὲ παρὰ τὸ λαὸς, λεὼς, Ἀττικῶς, καὶ τοῦ φέρω λεωφόρος ὡς καὶ νεωκόρος, ὁ τὸν ναὸν ἐπιμελούμενος, ἐκ τοῦ ναὸς νεὼς, καὶ τοῦ κορῶ τὸ ἐπιμελοῦμαι
λ 147
Λέα ὁ ἐν τοῖς ἱστοῖς λίθος, ὅτι λίθοις ἐξήρτουν
λ 148
Λείβω εἰς τὸ ἀπειλημμένη καὶ εἱμαρμένη
λ 149
Λήγδην εἰς τὸ συλλήβδην
λ 150
Λήθω λήσω, ὡς παύω παύσω
λ 151
Λήθαργος λήθαργός τις ὢν, ὁ λήθης ἄλγος ἔχων
λ 152
Ληνὶς σημαίνει τὴν βάκχην, παρὰ τὸ ληνόν· διὰ τοῦ ἰῶτα γράφεται· τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ διὰ τοῦ ι γράφεται
λ 153
Ληΐδα μερίδα, καὶ λήϊος σιτοφόρος γῆ, ἢ πεδίον
λ 154
Λήϊον σημαίνει τὸ σιτοφόρον χωρίον, παρὰ τὸ λίαν ἰέναι
λ 155
Λήϊστροι οἱ ἐκ πραίδας καὶ λῃστείας, ἀπὸ τοῦ ληΐζω· ἀνδρὸς δὲ ψυχὴ οὔτε ληϊστὴ, οὔθʼ ἑλετὴ, οὔτε εὐκλείας λαμβανομένη, φησὶν, οὔτε πάλιν λήπτη, ἐπὰν ἅπαξ φθάσῃ παρελθεῖν τὸ περιβόλαιον τῶν ὀδόντων· διὰ γὰρ τοῦ στόματος ἔξεισι τὸ φυσικὸν πνεῦμα
λ 156
Ληϊστὴς τινὲς ὅτι καταλεύσεως καὶ λίθων ἄξια πράττει
λ 157
Λήμη τὸ συνιστάμενον ἐν τῷ ὀφθαλμῷ λευκὸν, ὑγρόν· παρὰ τὸ λάω τὸ βλέπω καὶ τὸ μή
λ 158
Λήμη ἡ περὶ τοὺς κάνθους τῶν ὀφθαλμῶν πεπηγυῖα σύστασις· γέγονε δὲ παρὰ τὸ λάω, ὃ σημαίνει τὸ βλέπω καὶ τὸ μὴ στερητικὸν καὶ τὴν μὴ ἀπαγόρευσιν, ἐν τῷ τέλει τιθεμένης ὁμοίως τῷ χελώνη, ὅπερ γέγονε παρὰ τὸ κέλω ῥῆμα, ὃ σημαίνει τὸ τρέχω καὶ τὸ νη στερητικὸν μόριον· τὸ οὖν λήμη, ἢ παρὰ τὸ λάω καὶ τὴν μὴ στέρησιν· ἢ παρὰ τὸ λίαν μᾶν ὃ ἔστι ζητεῖν· οἱ γὰρ λημῶντες τοῦ φωτὸς στερούμενοι λίαν ζητοῦσι· ἢ παρὰ τὸ λήθω τὸ λανθάνω, λήθη καὶ λήμη οἱ γὰρ τζιμβλοι οὐ βλέπουσι
λ 159
λήδαον ἱμάτιον, τὸ πεπαλαιωμένον· ἐκ τοῦ λήθω, τὸ λανθάνω
λ 160
Ληκύθιον τὸ ἐλαιοδόχον ἀγγεῖον, ἐκ τοῦ ἔλαιον καὶ τοῦ κεύθω τὸ κρύπτω
λ 161
λῆμμα διαφέρει· λῆμα μὲν τὸ διʼ ἑνὸς μ τὸ παράστημα τῆς τύχης ἢ ἀνδρεία· λῆμμα δὲ τὸ λαμβανόμενον κέρδος διὰ δύο μμ
λ 162
Λῆμνος εἰ μὲν σημαίνει τὴν πόλιν γράφεται διὰ τοῦ η καὶ κλίνεται Λήμνου· καὶ γίνεται παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ ὕπνος, λάϋπνος καὶ συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς η καὶ πλεονασμῷ τοῦ μ λῆμνος· εἰ δὲ σημαίνει τὴν λίμνην γράφεται διὰ τοῦ ἰῶτα· καὶ γίνεται παρὰ τὸ λίαν μένειν ἐν αὐτῇ τὸ ὕδωρ· κλίνεται δὲ λίμνη λίμνης
λ 163
Ληνὸς παρὰ τὸ λεαίνεσθαι πατουμένης τῆς σταφυλῆς ἐν αὐτῷ
λ 164
Ληναίων ὄνομα μηνὸς κατὰ Βοιωτοὺς, κατὰ δὲ Ἴωνας ληλαίων, ὃ ἔστιν ἰαννουάριος· ληναίων δὲ εἴρηται, διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζειν· οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνος ἐστί· οἱ δὲ ληναιῶνα φάσκουσιν αὐτὸν καλεῖσθαι, διὰ τὸ λήναια, ὃ ἔστιν ἔρια
λ 165
Λῆρος ἡ φλυαρία, ἐκ τοῦ λόγος καὶ τοῦ ῥέω· καὶ εἰς τὸ λέσχη. λιρὸς δὲ ὁ ἀναιδὴς, παρὰ τὸ λίαν ὁρᾶν· οἱ γὰρ λίχνοι λίαν ὁρῶσι τὰ κάλλιστα τῶν βρωμάτων· τὸ λι ἰῶτα διάτι; ἐκ τοῦ λίαν· τὰ γὰρ εἰς αν λήγοντα ἐπιῤῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον πέραν, ἄγαν, λίαν
λ 166
Λῃστρικῶς οἷον, οὐδένι συγχωρῶν· διὰ τὸ αὐλῆς ὑπερβαίνοντι ληστρικῶς τε καὶ ἐπιβούλως, τεχνικῶς κατὰ τὴν ληστείαν
λ 167
Ληστικὸν μὲν τὸ σύστημα ἄνευ τοῦ ρ, ληστρικὸν δὲ τὸ ὄργανον, οἷον, ξίφος, δόρυ, μετὰ τοῦ ρ
λ 168
Λῃστὴς παρὰ τὸ λήϊα καὶ σιτοπορούμενα σίτια ἐκκόπτειν καὶ ἁρπάζειν
λ 169
Λητὼ ἐκ τοῦ λήθω τὸ λανθάνω, ὁ μὲν Πλάτων φησὶ, πράεια γὰρ καὶ πάντας ἑλοῦσα· τὸ δὲ ἥμερον καὶ πράον ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλεμμελημένων ἐμφαίνεται, ὁ δὲ Ἀρίσταρχος παρὰ τὸ λῶ τὸ θέλω, ἐπειδὴ ὃ ἐάν τις θέλῃ, παρʼ αὐτῆς λαμβάνει· τὸ δὲ λῶ σημαίνει τρία, λῶ τὸ θέλω, ἐξ οὗ καὶ Λητὼ, λῶ τὸ ἐπιθυμῶ ἐξ οὗ καὶ λιλῶ, λῶ τὸ βλέπω, ὅπερ ἀπὸ τοῦ λάω γέγονε καὶ λελιημένος
λ 170
Λητὼ ἡ νὺξ, παρὰ τὸ λήθω τὸ λανθάνω, ἢ παρὰ τὸ λήθην καὶ ἀμνημοσύνην ποιεῖν· ἢ παρὰ τὸ λεληθότως ταύτην διέρχεσθαι· Ἀπολλόδωρος δὲ ἐλεητὼ, ἐλεήμων γὰρ καὶ πραεῖα ἡ θεός
λ 171
Λιάμαθοι οἱ αἰπόλοι παρὰ τὸ λίαν εἶναι ἀμαθεῖς
λ 172
Λιβάδην διὰ τὸ λίαν βαδέον εἶναι, ἤγουν εὐδιάβατον· καὶ εἰς τὸ ἀλίβας καὶ ζωννύω
λ 173
Λίαν ἐπίῤῥημα, ἀντὶ τοῦ πάνυ· καὶ εἰς τὸ λῆρος
λ 174
λιβανωτὸς διαφέρει. Λίβανος μὲν γὰρ τὸ ὄρος, λιβανωτὸς δὲ τὸ ἀπὸ τοῦ δένδρου δάκρυον
λ 175
Λίβανος παρὰ τὸ λείβω τὸ σπένδω, τὸ εἰς εὐχὰς καὶ σπονδὰς ἐπιτήδειον, παρὰ τὸ ἐκεῖ νεύειν τὸν λίβαν· ἢ παρὰ τὸ λίαν βαίνειν, ὑψηλὸν γὰρ τὸ ὄρος· ἔστι δὲ καὶ δένδρον
λ 176
Λιβρὸς ὁ σκοτεινὸς, παρὰ τὸ λίαν ἔρεβος
λ 177
Λιβρὴν τὴ λίαν ἐρεβέννην· ἢ λιβηρὴν, παρὰ τὴν λιβάδα, διὸ καὶ ἐπίθετόν ἐστι τῆς νυκτὸς, διὰ τὸ ἔνδροσον αὐτῆς
λ 178
Λιβύη ἡ χώρα, ὡς ἐλλειπὴς ὑετῶν Λιβύη ὠνομάσθη ὑφʼ Ἕλλησιν ἄγνωστα
λ 179
Λίβανος τινὲς ὅτι λειβόμενος καὶ σπενδόμενος ἀνωφερὴς ἔστι, καὶ ὃν οἱ Ἰουδαῖοι σέβονται· δοκοῦσι γὰρ αὐτὸν ὅλον εἶναι πνεῦμα καὶ θεόν
λ 180
Λιγνὸς ὁ λεπτὸς, παρὰ τὸ λύγος λυγνὸς καὶ λιγνός
λ 181
Λιγνοῶδες τὸ ἀσβολῶδες τὸ καπνῶδες· λιγνὺς γὰρ λέγεται ὁ ἀπὸ καιομένων ἐλαιώδων ἀγγείων γινόμενος καρπός· καὶ Ὅμηρος, λιγνῦν αἰθαλόεσσαν· διαφέρει γὰρ παρʼ Ὁμήρῳ καπνὸς καὶ κνίσσα καὶ λιγνὺς καὶ αἰθάλη· λιχνὺς γὰρ ὁ ἀπὸ ἐλαιοδόχων ἀγγείων ἐλαίου καὶ κηροῦ γινόμενος καπνός· καπνὸς δὲ ὁ ἀπὸ ξύλων· κνίσσα δὲ ὁ ἀπὸ κρέων καιομένων καπνός
λ 182
Λιγὺς καλὸς, ὀξὺς, γλυκὺς, παρὰ τὸ λέγω λέγις καὶ λιγύς· ἢ παρὰ τὸ λίαν ἡδύς· τὸ λι ἰῶτα διάτι; τὰ ἀμφιβαλλόμενα
λ 183
Λιγύφθογγος σύνθετον ἐκ τοῦ λιγὺς καὶ τοῦ φθόγγος· τὸ γυς ψιλὸν διάτι; τὰ εἰς υς, εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ, διὰ τοῦ υ γράφεται· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλάβην· τὸ θηλυκὸν λίγεια· ᾤδη γάρ ἐστι λίγεια. κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς α θηλυκὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν γινόμενα, εἰ μὲν βαρύνεται τὰ εἰς υς ἀρσενικὰ παροξύνεται τὰ θηλυκὰ, οἷον, πρέσβυς πρεσβεία· εἰ δὲ ὀξύνεται τὰ ἀρσενικὰ προπερισπῶνται τὰ θηλυκὰ, οἷον, ταχεῖα ἐκ τοῦ ταχύς· σεσημείωται τὸ λαχὺς, λάχεια, σημαίνει δὲ τὴν μακρὰν, καὶ λιγὺς λίγεια· περὶ δὲ τοῦ λίγεια ἐστιν εἰπεῖν, ὅτι παράκειται αὐτῷ τῷ λιγῶ, τὸ ὑμνῶ, ἐξ οὗ καὶ λιγαίνω γίνεται, παρὰ τὸ λίαν ἰαίνειν, ἤγουν εὐφραίνειν· καὶ διάτι βαρύνεται τὸ λίγεια; ὅτι ἔχει ῥῆμα παρακείμενον· τὰ γὰρ ἀπὸ ἐνεστώτων παρηγμένα διὰ τοῦ εια θηλυκὰ προπαροξύνεται· οἷον, μήδω μήδεια, θέρω θέρεια, οὕτω καὶ λιγῶ λίγεια· καὶ ἔστι ῥῆμα λιγῶ· ναὶ εὐεπίησαν μελέσσεσιν ἐφʼ ὕμνια ταῦτα λιγαίνει· τοίνυν ἀποδέδεικται εἶναι βαρύτονον· διάτι δὲ προπαροξύνεται τὸ λίγεια καὶ τὸ λάχεια; ἐπειδὴ τὰ εἰς υς ὑπὲρ δύο συλλαβὰς, συστέλλει τὸ υ, οἷον, λεύκοφρυς ἥμισυς, ἀτράφαξυς ἔστι δὲ εἶδος βοτάνης χρυσολαχάνου· οὕτως οὖν ἔλαχυς ὤφειλεν εἶναι· ἀλλʼ ἐπειδὴ τὰ εἰς υς ἔχοντα οὐδέτερον παρασχηματισμὸν παραληγόμενα τῷ α, οἷον, βραδὺς βραδεία, τραχὺς τράχεια, πραῢς πράεια, τούτου χάριν καὶ τὸ ἔλαχυς ὀξύνεται· τὴν οὖν κεχρεωστημένην προπαροξύτονον θηλυκαῖς ἀνεδέξατο· εἰ δὲ τὰ εἰς υς ἀρσενικὰ προπαροξύνεται τὰ θηλυκὰ ὡσαύτως προπαροξύνεται· οἷον, ἥμισυς, ἡμίσεια
λ 184
Λίθος λίαν θέσις, ἢ παρὰ τὸ λίαν θέειν κατʼ ἀντίφρασιν ὁ μὴ λίαν θέων, ἀλλʼ ἑδραῖος ὤν· τὸ λι ἰῶτα διάτι; τὰ διὰ τοῦ θος ὀνόματα, διὰ τοῦ η γράφεται, πλὴν τοῦ λίθος καὶ πίθος
λ 185
Λίθος οὐ λέγεται ἀρσενικῶς, ἀλλὰ θηλυκῶς ἡ λίθος
π 8
πτύον διφορεῖται κατὰ τὴν γραφήν· ὡς ἐκ τοῦ λέχος λέχνος, λέχνον καὶ λέκανον καὶ προσθέσει τοῦ ι λεῖχνον· ἢ παρὰ τὸ λικμᾶν, λίκμον καὶ κατὰ μετάθεσιν τοῦ μ εἰς ν λίκνον· τινὲς δὲ λεῖπον λέγουσι, καταλείπει γὰρ τὰ χρήσιμα, καὶ ἄχυρα ἀποβάλλει