ν 16
Νάπαι δρυμοῦ φάλαγγες, κοιλάδες, παρὰ τὸ πίω ῥῆμα, μετὰ τοῦ στερητικοῦ α ἄπη, καὶ μετὰ τοῦ νη στερητικοῦ νηάπη καὶ συγκοπῇ νάπη, οἱονεὶ ἄγαν πίνουσα· αἱ γὰρ δύο στερήσεις ποιοῦσι μίαν ἐπίτασιν
ν 17
Ναῦλον οὐδέτερον, ἐκ τοῦ ναῦς καὶ τοῦ αὐλῶ τοῦ σημαίνοντος τὸ κατοικῶ, νέαυλόν τι ὄν· καὶ ναῦλον τὸ μίσθωμα τοῦ πλοίου, ἢ ὁ μισθὸς τοῦ πλοῦ
ν 18
Νάπυ τὸ σίνηπι, κατὰ στέρησιν τοῦ ἠπίου, διὰ τὴν δριμύτητα
ν 19
Ναζιραῖος ἡγιασμένος, καθαρὸς, μόσχος, ἄθυξ, ἅγιος, ἐξ οὗ καὶ ναζιραῖον σχῆμα, τὸ ἀγγελικόν
ν 20
Ναύχολος λιμὴν ἐν ᾧ αἱ ναῦς καμῶνται· ὅθεν καὶ εὐναὶ αἱ ἄγκυραι
ν 21
Ναστὸς ὁ πεπληρωμένος ἄρτος ἀπὸ τοῦ ναέσεσθαι ἀρτύμασί τισιν ἢ τραγήμασιν
ν 22
Νάρθηξ παρὰ τὸ νέρθεν τοῦ ἄμβωνος εἶναι· ἔστι καὶ σκεῦος ἰατρικόν
ν 23
Ναῦς παρὰ τὸ νέω, τὸ κολυμβῶ· ἢ διὰ τὸ ἐν τοῖς νάμασιν ἴεσθαι, ἤγουν φέρεσθαι· ναῦς καὶ γραῦς, ὁ κανών· δύο μόνα εἰσὶν εἰς αυς θηλικὰ, ναῦς καὶ γραῦς· κέκλινται δὲ ἀμφότερα, διὰ καθαροῦ τοῦ ος, νηὸς, γραός
ν 24
Ναύτης ὁ ἄγων τὴν ναῦν· ἢ διὰ τὸ τὰ νάματα τέμνειν· ἢ διὰ τὸ τὰ νάματα τείνειν· ἤγουν ἐλαύνειν
ν 25
Ναῦφιν ἀμυνόμενοι ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποσοβοῦντες
ν 26
Νάφθα παρὰ τὸ ἀνάπτω ἀνάψω, ἀνῆμμαι, ἀνῆψαι, ἀνῆπται, νάπτα καὶ νάφθα· παρασκευαστικὸν γὰρ πρὸς τὸ ἐξάψαι
ν 27
Ναυτιλλόμενοι οἱ πλέοντες ναῦται
ν 28
Ναῦθα θεῖον, πίσσα ὑδατωδής
ν 29
Νεανικῶς ἐκ τοῦ νεανίας· καὶ τὸ κτητικὸν νεανικὸς, καὶ τὸ ἐπίῤῥημα νεανικῶς· τὸ δὲ νεανίας παρὰ τὸ νέον νέανος· τοῦτο δὲ παρὰ τὸ νέος· τοῦτο δὲ παρὰ τὸ ἔω τὸ περιπαθῶ, ἢ παρὰ τὸ νέω τὸ πορεύομαι· οἱ γὰρ νέοι εὐχερῶς ὁδεύουσι
ν 30
Ναυκρατίτης τῷ λόγῳ τοῦ μεμφίτης
ν 31
Νείατον σημαίνει τὸ ἔσχατον· διὰ τῆς ει διφθόγγου γράφεται· ὥσπερ παρὰ τὸ μέσω γίνεται μέσατον οὕτω καὶ παρὰ τὸ νέω γίνεται νέατον καὶ πλεονασμῷ τοῦ ι νείατον
ν 32
Νέηαι ὑποτακτικὸν χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ, δευτέρου προσώπου Ἰωνικῶς· οἱ γὰρ Ἴωνες ὁμοίως τοῖς ὁριστικοῖς καὶ τὰ ὑποτακτικὰ ποιοῦσι· ἔστι νέω τὸ πορεύομαι καὶ τὸ ὑποτακτικὸν ἐὰν νέω, καὶ τὸ παθητικὸν ἐὰν νέωμαι, τὸ τρίτον ἐὰν νέηται, καὶ τὸ Ἰωνικὸν ἐὰν νέηαι· συστέλλουσι τὸ τ οἱ Ἴωνες, οἷον, ὄληαι, νέηαι
ν 33
Νεαρὸν ὄνομα, γίνεται παρὰ τὸ νέον καὶ τὸ ἀρύω, τὸ νεωστὶ ἀρυθὲν ὕδωρ· μεταφορικῶς δὲ λέγεται ἐπὶ τῶν παίδων τῶν νεωστὶ γεννηθέντων· λέγεται δὲ πρόσφατον, τὸ νεωστὶ ἐσφαγμένον κρέας
ν 34
νεαλὲς διαφέρει· νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ ὕδωρ κομισθέν· πρόσφατον δὲ κρέας, πεποίηται γὰρ παρὰ τὸ φάσαι, ὅ ἐστι φονεῦσαι, ὅθεν καὶ τὸ φάσγανον· νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκὸς, οἷον, ἰχθύς. δύναται δὲ καὶ τὸ ἀλσὶ νεωστὶ πεπασμένον
ν 35
Νεβρὸς σημαίνει τὸ τῆς ἐλάφου γέννημα· παρὰ τὸ νεωστὶ πρὸς βορὰν ἰέναι· ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ βορά· ὃ σημαίνει τὴν τροφήν· τὸ ἐστερημένον τῆς βορᾶς
ν 36
Νεβρὸς παρὰ τὸ νέον βόρον, ἡ ἄρτι ἐπὶ τὴν πόαν ἰών
ν 37
Νεβὲλ οἴνου μέτρον, ξεστῶν ρν, ὅμοιον ὑγροῦ τρία σάτα
ν 38
Νεάζω τὸ ἀκμάζω, τὸ τὴν γὴν ἀροτριῶν, σημαίνει ὁμοίως τὸ νεάζω, παρὰ τὸ νέω τὸ πληρῶ· καὶ γὰρ νεαζομένη ἡ γῆ, ἤτοι πληρωθεῖσα τοῦ ἐργάσαι σπείρεται
ν 39
Νέηλυς νεήλυδος, ὁ κανών· τὰ εἰς υς σύνθετα, εἰ μὲν ἀπὸ τῶν εἰς υς ληγόντων εἰσὶ συντιθείμενα, τὴν τῶν ἁπλῶν φυλάττουσιν κλίσιν, οἷον, βραχὺς βραχέος, τρίβραχυς τριβράχεος, πῆχυς πήχεος, δεκάπηχυς δεκαπήχεος, θῆλυς θήλεος, ἴχθυς ἰχθύος, κάλ λιχθυς καλλίχθυος, ὀφρὺς ὀφρύος, λευκόφρυς λευκόφρυος· εἰ μὲν ἀπὸ ῥημάτων εἰσὶ συντεθείμενα διὰ τοῦ δος κλίνονται, νέηλυς, νεήλυδος· ἔπηλυς ἐπήλυδος· ταῦτα γὰρ οὐκ ἀπὸ ἁπλῶν εἰσὶ λήγοντα καὶ εἰσὶ συντεθειμένα, ἀλλʼ ἀπὸ ῥήματος τοῦ ἐλεύθω
ν 40
Νείαιρα σημαίνει τὸ ἔσχατον μέρος τῆς γαστρὸς. παρὰ τὸ νέω τὸ σημαῖνον τὸ πορεύομαι, γέγονε νέαιρα καὶ πλεονασμῷ τοῦ ι νείαιρα· καὶ γὰρ εἰς αὐτὴν πορεύονται τὰ ἐσθιόμενα
ν 41
Νεικεέσκει ῥῆμα τρίτου προσώπου· νεικείω, τὸ κει διφθόγγῳ. τὰ διὰ τοῦ ειω παρʼ ἐνεστώτων ἢ μελλόντων παρηγμένα. ἐκ τοῦ νεικῶ τὸ παραπλήσσω· ὅτε δὲ ἔστιν ἐπὶ τῆς νικῆς, δευτέρας συζυγίας ἐστὶ τῶν περισπωμένων· ὅτε δὲ τὸ φιλονεικῶ, πρώτης· καὶ ἔστιν ὁ μέλλων νεικέσω· Ὅμηρος, ὡς νείκεσεν ὁ γέρων· ὁμοίως δὲ ἐπὶ τῆς νίκης, νικήσω· ὁ παρατατικὸς ἐνείκεον, ἐνείκεες, ἐνείκεε· καὶ νείκεε συνάρχεται, καὶ νεικείεσκεν
ν 42
Νεικῶ τὸ λοιδορῶ, διὰ τῆς ει διφθόγγου γράφεται ὅτι παρὰ τὸ νεῖκος· γίνεται παρὰ τὸ νέοις ἐοικέναι· ἡ γὰρ φιλονεικία τοῖς νέοις ἁρμόζει· ὥσπερ γὰρ παρὰ τὸ νὲ στερητικὸν καὶ τὸ κέαρ, τὸ σημαῖνον τὴν ψυχὴν, γίνεται νεκρὸς, ὁ ἐστερημένος τῆς ψυχῆς· οὕτω καὶ παρὰ τὸ νὲ καὶ τὸ εἴκειν, τὸ ὑποχωρεῖν γίνεται φιλονεικία· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐστέρηται· εἰ γὰρ ὑποχωρήσουσιν, οὐκ ἔτι γὰρ ἡ φιλονεικία
ν 43
Νεῖλος παρὰ τὸ νέος γέγονε νεϊλος καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, Νεῖλος· καὶ γὰρ κατʼ ἔτος νέος φαίνεται πλημμυρῶν καὶ φωτίζων πᾶσαν Αἰγύπτου γῆν
ν 44
Νεῖλος ὄνομα ποταμοῦ, παρὰ τὸ νέω τὸ πορεύομαι, νέλος καὶ κατὰ πλεονασμὸν τοῦ ι νέϊλος· καὶ γίνεται παρὰ τὸ νέαν ἰλὺν ἔχειν, νέϊλος καὶ ἐν συναιρέσει Νεῖλος· ἢ παρὰ τὸ περιέχειν τὰς τοῦ χρόνου ἡμέρας ἐν ψήφῳ· τοῦ δὲ Νείλου εἰσιν οὖν α πηλουσιακὸν, β τανικὸν, γ μενδήσιον, δ φαμητικὸν, ε σεβενητικὸν, μολυντικὸν, ζ κανωβικὸν, τὸ νῦν ἡράκλειον καλούμενον
ν 45
Νεῖλος παρὰ τὸ νέοις παρῆλθε, νέϊλός τις ὢν, ὁ ἀεὶ νέαν ἰλὺν ἄγων, ἐν τῇ ἀναβάσει· ὅτι κατʼ ἔτος νέος φαίνεται
ν 46
Νειὸς σημαίνει τὴν ἀναεωμένην γῆν· παρὰ τὸ νέω γέγονε νεὸς καὶ πλεονασμῷ τοῦ ι νειός
ν 47
Νείφω καὶ σημαίνει τὸ βρέχω· ἔστι γὰρ νέφος ἐξ οὗ γίνεται νόφος καὶ πλεονασμῷ τοῦ γ γνόφος· καὶ ἐκ τούτου οὖν τοῦ νέφους γίνεται νέφω, καὶ ἐν πλεονασμῷ τοῦ ι νείφω
ν 48
Νείφω νέφος γὰρ ἦν, ἐν ᾧ φαινόμενον παρακείμενος παρʼ Ἀριστοφάνη καὶ τὸ νεφέλη διδάσκει. Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου καὶ τὸ νείφειν κατὰ τροπὴν ἔλεγε γεγενῆσθαι· κυρίως γὰρ φησὶ νείφειν εἴρηται τὴν τοῦ ὕδατος προσφορὰν καὶ νιφάλια θεῖν, καὶ τρέχειν εἴρηται, ὅταν ὕδωρ ἐσπένδουσι· οἱ μέντοι ἐκπέπτωκεν ἀπʼ αὐτοῦ τρέχειν καὶ τὸ νιφάς
ν 49
Νεκάδες Ὅμηρος εἴωθε λέγειν τὰς τῶν νεκρῶν τάξεις, παρὰ τὸ τοὺς νέκυας νεκύαδας τινας οὔσας· οἱ δὲ νεώτεροι τῶν ποταμῶν τάξεις οὕτω καλοῦσι· παρὰ τὸ νεῖκος, αἱ εἰς πόλεμον ἡτοιμασμέναι ἢ ἀχώριστοι· τὸ γὰρ νὲ στερητικόν ἐστι καὶ καδεῖν χωρίσαι· καὶ Ὅμηρος· οὐκέτι νῶϊ ὀλλυμένων Δαναῶν κεκαδησό μεθʼ. παρὰ μὲν τοῖς κυκλικοῖς αἱ ψυχαὶ νεκάδες λέγονται· ἦ τέ κε δηρὸν αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν
ν 50
Νέκυς ὁ νεκρὸς, καὶ πληθυντικῶς νεκύων· εἴρηται δὲ παρὰ τὸ νεκρὸς ὁ μὴ ἔχων κέαρ ἤγουν ψυχήν
ν 51
Νεκρὸς σύνθετον παρὰ τὸ νὴ στερητικὸν καὶ τὸ κὴρ, ὃ δηλοῖ τὴν ψυχὴν, γέγονε νήκηρ, ὁ ἐστερημένος τῆς ψυχῆς, καὶ συγκοπῇ τοῦ η εἰς ε νεκρός· καὶ ὥσπερ κότος κότυς οὕτω καὶ νεκρὸς νέκρυς, καὶ ἀποβολῇ τοῦ ρ νέκυς· καὶ εἰς τὸ νίκος
ν 52
Νεκύω νεκρῶ, εἴρηται δὲ παρὰ τὸ νηκηρὸς, ὁ μὴ ἔχων κέαρ, ὅ ἐστι ψυχήν
ν 53
Νέκταρ τὸ πόμα, παρὰ τὸ νεάζειν γεγενημένον
ν 54
Νεκταρέου ἐκ τοῦ νέκταρ, νέκταρον, νέκταρος τὸ κτητικὸν νεκτάρεος· τὸ δὲ νέκταρ παρὰ τὸ κτῶ τὸ φονεύω καὶ ἀναιρῶ, μετὰ τοῦ νε στερητικοῦ τὸ μὴ κτεινόμενον, ἀλλὰ τοῖς ἀθανατοῖς διδόμενον
ν 55
Νέκυς παρὰ τὸ μὴ ἔχειν κίκυν ἤγουν δύναμιν· ἢ παρὰ τὸ κίκυς ὃ δηλοῖ τὴν ἰσχὺν, καὶ τὸ νε στερητικὸν νέκικυς, καὶ ἐν συγκοπῇ νέκυς, ὃ ἐστερημένος τῆς ἰσχύος
ν 56
Νεμεσηθέντες ἑνὶ θυμῷ· διάτι ἀναπέμπει τὸν τόνον; ὅτι ἐὰν ἡ προκειμένη λέξις τοῦ ἐγκλιτικοῦ μορίου προπαροξύνεται, τὴν ἐν τῷ τέλει αὐτῆς βαρεῖαν εἰς ὀξεῖαν ἐγείρει· ἤκουσέ μου, ἐδωκέ μοι. τὸ δὲ νεμεσῶ, ἐκ τοῦ νεμῶ περισπωμένου· ἐξ αὐτοῦ νεμεσῶ δευτέρας τῶν περισπωμένων καὶ νεμεσηθέντες ἑνὶ θυμῷ, μὴν νεμέσω· τοῦτο ἐκ τοῦ νεμεσης, τουτ’ἔστιν ἀορίστου πρώτου παθητικοῦ· καὶ οἱ Βοιωτοὶ ἐπὶ τῶν μὴ ἐχόντων τὴν μετοχήν· ὥσπερ καὶ τὸ κόσμηθεν
ν 57
Νεμέα ἐκ τοῦ τρέμω, σημαῖα, ἀμαλθαῖα, προνομαῖα, πλὴν τοῦ αὐγανέα
ν 58
Νεόσμηκτον ἐκ τοῦ σμήχω τὸ καθαίρω· δηλοῖ δὲ τὸ ἔσοπτρον τὸ νεωστὶ κεκαθαρισμένον· κάτοπτρον τὸ καθαρθέν
ν 59
Νέκταρ παρὰ τὸ κτῶ, τὸ σημαῖνον τὸ κτείνω γίνεται κτὰρ, καὶ μετὰ τῆς νε στερήσεως νέκταρ τὸ θεῖον πόμα, ὅπερ τοῖς κτεινομένοις καὶ θνητοῖς οὐ δίδοται
ν 60
Νέκταρ τὸ συνέχον τοὺς πίνοντας αὐτὸ ἐν νεότητι, οἷον, νεοέκταρ· διόπερ ἡ Ἥβη αὐτὸ κιρνᾶ. οἱ δὲ παρὰ τὸ στερεῖσθαι τοῦ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας· ἀφʼ οὗ τὸ ἀθάνατον δηλοῦσθαι, τὸ μὴ τοῖς κτεινομένοις διδόμενον
ν 61
Νέμω σημαίνει τέσσαρα· νέμω τὸ βόσκω, ἐξ οὗ καὶ νόμος ὁ βοσκός· νέμω τὸ πορεύομαι, ἐξ οὗ καὶ νέμεται τὸ ἐπιπορεύεται· νέμω τὸ μερίζω, ἐξ οὗ καὶ κρεανόμος· νέμω τὸ μέμφομαι, ἐξ οὗ καὶ νέμεσις ἡ μέμψις
ν 62
Νέποδες οἱ διὰ τοῦ νήχεσθαι τὴν πορείαν ποιούμενοι· ἢ ἄποδες
ν 63
Νέποδες οἱ ἰχθυές· παρὰ τὸ νε στερητικὸν, οἱ ποδῶν ἐστερημένοι
ν 64
Νεὸς ἡ ἀροσίμηγκην· παρὰ τὸ νέω· ἀνανεοῦται γὰρ ἡ γῆ ἀρουμένη
ν 65
Νεὸς ἀπὸ τοῦ νέεσθαι καὶ ἔρχεσθαι εἰς αὔξησιν· ἢ παρὰ τὸ ὁρμᾶσθαι· ὁρμὴ γὰρ ἡ ἡλικία ἀνάπλεως
ν 66
Νεοκρὰς ὁ νεωστὶ κεκραμένος· εἰς τὸ προβλητί
ν 67
Νεομηνία παρὰ τὸ νεὸς καὶ τὸ μὴν μηνός
ν 68
Νεὸς ἀπὸ τοῦ νέεσθαι, ὃ ἔστι πορεύεσθαι· ἢ ἀπὸ τοῦ νεωστὶ βεβηκέναι αὐτόν
ν 69
Νεολαία ὁ νεὸς λαὸς, ἐκ τοῦ νέω καὶ τοῦ λαός. νεολαία ὁ ἐν τῷ ναῷ ἑστὼς λαός
ν 70
Νεογνὸν τὸ νεωστὶ γεγενημένον· ἐκ τοῦ γονή, νεόγονον καὶ ἐν συγκοπῇ νεογνόν
ν 71
Νεόφυτον ἐκ τοῦ νεὸς καὶ τὸ φυτόν· τὸ φυ ψιλόν; πᾶσα λέξις ἀπὸ τῆς φυ συλλαβῆς ἀρχομένη διὰ τοῦ υ γράφεται, πλὴν τοῦ φοιτῶ τὸ παραγίνομαι· πόθεν γίνεται; παρὰ τὸ εἶμι τὸ πορεύομαι· τὸ παθητικὸν ἔμαι, εἶμαι, ἴσαι, ἴται, ἰτὸς καὶ προϊτὸς, καὶ ἐξ αὐτοῦ προϊτῶ καὶ τροπῇ τοῦ π εἰς φ, καὶ ἐκβολῇ τοῦ ρ φοιτῶ
ν 72
Νεόφθιτον νεωστὶ τελευτῆσαν, νεωστὶ φθαρέν
ν 73
Νεοσσὸς παρὰ τὸ νεός τις ἔσσεται· ἢ παρὰ τὸ νεάζω· ἢ παρὰ τὸ νεωστὶ σέβεσθαι
ν 74
Νεουργὸς παρὰ τὸ νεὸς καὶ τὸ ἔργον, νεοεργός· καὶ κατὰ κράσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, νεουργός
ν 75
Νεωχμοῦντι κατακοσμουμένῳ· καὶ νεώχμωσιν τὴν νεοκίνησιν· καὶ νεοχμὸς, ἄπονος, ἄκοπος, νεωστὶ εἰργασμένος· συντάσσεται μετὰ γενικῆς· καὶ εἰς τὸ ἐνεώχμωσε
ν 76
Νερὸν διὰ τὸ νεωστὶ ἀεὶ ῥέειν
ν 77
Νέστορεν ὄνομα θηλυκὸν, δοτική· νεστόρεος, ἐπὶ τῶν διὰ τοῦ ειος κτητικῶν οἱ Ἴωνες ἀποβολὴν ποιοῦσι τῆς ει διφθόγγου, καὶ διὰ τοῦ εος προσφέρουσιν τὰ κτητικά· ἔστι τὰ εἰς ος κτητικὰ εἰς τὸ πατρῶος· τὸ ἀπὸ τοῦ χάλκεος, χρύσεος, νεστόρεος· νεστόρειος, διὰ τῆς ει διφθόγγου· τὰ διὰ τοῦ ειος ὀνόματα σημαίνοντα μέρος σωματικὸν, ἢ μετουσιαστικὰ ἢ κτητικὰ ὑπάρχοντα, διὰ τῆς ει διφθόγγου γράφεται· μέρος σώματος, ἀνθρώπειος πούς. μετουσιαστικὸν ἀργύρειος, χρύσειος, κτητικὸν ἄντειος
ν 78
Νεῦρον παρὰ τὸ νεῖσθαι διʼ ὅλου τοῦ σώματος
ν 79
Νευστάζει εἰς τὸ νυστάζει
ν 80
Νευστάζων παρὰ τὸ νεύειν καὶ ὑπείκειν εἰς τοῦτο· ἢ διὰ τὴν ἐπειγομένην ἐκ τοῦ ὕπνου καταφοράν
ν 81
Νεφέλη διάτι τὰ νάματα ἀφελεῖν ἐκ τῆς θαλάσσης, ἢ ταῦτα φέρειν, ἢ ὑφελὼν, ἢ παρὰ τὸ νίφω τὸ χιονίζω· τὸ φε ψιλὸν διάτι; τὰ διὰ τοῦ ιλη θηλυκά· εἰς τὸ κανὼν, καὶ εἰς τὸ γνόφος
ν 82
Νέφος παρὰ τὸ νε στερητικὸν, ὃ ἔστι κενὸν φάους, οἱονεὶ νεόφαον, τὸ ἐστερημένον τοῦ φωτός· σημαίνει καὶ τὸ πλῆθος
ν 83
Νεφεληγερέταο τοῦ τὰς νεφέλας ἀθροίζοντος
ν 84
Νεφθαλεὶμ ὄνομα πόλεως, ἄκλιτον· γέγονε δὲ ἀπὸ τοῦ θάλλω τὸ αὐξάνω καὶ τοῦ εὖ μορίου, εὐθαλὴς καὶ ἐκ τούτου εὐθαλεὶμ, καὶ πλεονασμῷ τοῦ φ καὶ ἀποβολῇ τοῦ υ καὶ πλεονασμῷ τοῦ ν, Νεφθαλείμ· σημαίνει δὲ ἀντίληψιν
ν 85
Νεφρὸς παρὰ τὸ νείφεσθαι, ὅ ἐστι βρέχεσθαι τῷ οὐρῷ· ἢ διὰ τὸ ἐν νώτῳ φέρεσθαι
ν 86
Νεωκόρος ἐκ τοῦ νεὼς καὶ τοῦ κορῶ, τὸ καθαίρω καὶ ἐπιμελοῦμαι· καὶ σηκοκόρον λέγει Ὅμηρος τὸν τοῦ σηκοῦ ἐπιμελούμενον
ν 87
Νεωκόρος παρὰ τὸ κορῶ, τὸ καθαρίζω, ἢ διὰ τὸ ἀκηρεῖν καὶ σαίρειν, καὶ κοσμεῖν τὸν νέον· καὶ εἰς τὸ κόρος
ν 88
Νεώρεον τόπος, ἐν ᾧ αἱ νῆες φυλάσσονται
ν 89
Νηγάτεον τὸν νεωστὶ γεγονότα, λεπτῶ· παρὰ τὸ τείνομαι· γάτος καὶ νεήγατος· ὑπερθέσει τοῦ ε νηγάτεος
ν 90
Νεώτερος ὁ νεὸς τῇ ὁράσει, ἢ νεὸς ἔρως· καὶ εἰς τὸ νεός
ν 91
Νηγάτεον ὥσπερ παρὰ τὸ τείνω γέγονε τάτος, οὕτω καὶ παρὰ τὸ γείνω γέγονε γάτος, καὶ τοῦ νεὸς, νεόγατος καὶ τροπῇ τοῦ ο εἰς η, ὡς θεοτόκος, θεητόκος καὶ πλεονασμῷ τοῦ ε νηγάτεος· ἢ παρὰ τὸ θέω τὸ θαυμάζω, θηεῦντο μέγα ἔργον, καὶ τὸ νήθω τὸ κλώθω, γίνεται νηγάτεον, τὸ ἄγαν νενησμένον
ν 92
Νήδυμος ὄνομα ἐκ τοῦ ἡδύς· οὐ γὰρ τὸ ν λέξεως δασυνομένης συντίθεται· ἀλλʼ ἔστι ἐκ τοῦ νηδὺς, ὃ σημαίνει τὴν βαθείαν· ὧδε γὰρ τὸν βαθὺν ὕπνον ἐπιφέρει γὰρ ὕπνος, οὐ γάρ ἐστιν ἡδύς· τὸ νηδὺς παρὰ τὸ νῶ τὸ σωρεύω· καὶ πόθεν δῆλον, δὸς χρῆσιν· νηήσας εὐνῆας ἐπὴν ἅλα δέ περ ἐρύσω· τὴν βαθείαν γὰρ σημαίνει τὸ νηδὺς, παρὰ τὸ σεσωρεῦσθαι ἐν αὐτῇ τὰ βρώματα· τὸ δυ βραχύ· τὰ εἰς μος λήγοντα ὀνόματα, ὑπὲρ δύο συλλαβὰς προπαροξύτονα, μὴ ὄντα σύνθετα, τῷ υ παραληγόμενα, συστέλλει τὸ υ, οἷον, ἔρυβος, ἔλυμος, δίδυμος, ἔσυμος· τὸ γὰρ πρόθυμον σύνθετον· ὁ δὲ Ἀππίων ἐτυμολογεῖται, φησὶν, ἄδυμος ὢν, οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ βάθος· φασὶ δέ τινες κατὰ μεταφορικὴν, ὅτι τὸν βαθὺν σημαίνει, τὸν ἀπὸ τῆς νηδύος, ἥ ἐστι κοιλία. βαθύτατον δὲ ἔστιν ἐν ἡμῖν τοῦτο τὸ μέρος
ν 93
Νηδὺς ἡ γαστὴρ, παρὰ τὸ νάειν· ἢ παρὰ τὸ νῶ τὸ σωρεύω· ἢ ἀπὸ τοῦ νάω τὸ ῥέω, διὰ τὸ ἐν αὐτῷ σεσωρεῦσθαι τὸ ἔμβρυον
ν 94
Νηδὺς ἡ γαστὴρ, ἀπὸ τοῦ διανενῆσθαι τὰ τῆς τροφῆς, ὃ ἔστιν σεσωρεῦσθαι καὶ πεπληρῶσθαι· ἢ ὅτι ἐπάρδευσις τοῦ σώματος τῆς τροφῆς· ἀπὸ γὰρ τούτου γίνεται· νάειν γὰρ τὸ ῥεῖν
ν 95
Νῆες τῶν πλοίων διαφέρουσι· αἱ μὲν νῆες στρογγύλαι φορτιζόμεναι. τὸ δὲ πλοῖον στρατιωτικόν
ν 96
Νήϊον τὸ νηϊ ἰῶτα διάτι; τὰ ἀπὸ τῶν εἰς αυς διὰ τοῦ ιος παραγόμενα, διὰ τοῦ ι γράφεται· οἷον, ναῦς, ναὸς, νάϊος καὶ τροπῇ νήϊος, καὶ νήϊον ξύλον τὸ πρὸς ναῦν ἐπιτήδειον· ὁμοίως καὶ τὸ γραῦς, γραὸς γράϊος καὶ γρήϊος καὶ γρηΐδιον εἶδος ἔχουσα· ἔστι καὶ ὄνομα ὄρους πλήσιον Ἰθάκης, ὡς καὶ Ὅμηρος ἡμεῖς δʼ ἐξ Ἰθάκης, ὑπὸ Νηΐου, τουτ’ἔστιν ὑπὸ Νηΐῳ ὄρει κειμένης· οὕτω καὶ Θήβη ὑποπλακίη, ἡ ὑπὸ Πλακίῳ ὄρει
ν 97
νηΐσα παρὰ τὸ διαφέρειν τῇ σημασίᾳ, καὶ ὁ τόνος ἤλλαται
ν 98
Νηῒς εἴδω ἔστι ῥῆμα, ὁ μέλλων εἴσω καὶ εἴσομαι, καὶ ἀποβολῇ τοῦ ο καὶ τοῦ ε, καὶ μετὰ τῆς νη στερή σεως, νηΐς
ν 99
Νηκτὰ τὰ ἔνυδρα, παρὰ τὸ νήχεσθαι ὅ ἐστι κολυμβᾷν
ν 100
Νηλέϊ χαλκῷ ἡ εὐθεῖα νηλὶς, γίνεται ἐκ τοῦ ἐλεῶ ἐλεήσω, καὶ μετὰ τοῦ νη στερητικοῦ καὶ κατὰ συγκοπὴν νηλὶς, ὁ ἐστερημένος τοῦ ἐλέους· ἔστι δὲ καὶ νηλεὴς, δύο γὰρ εὐθεῖαι, ἐξ οὗ καὶ ἡ κλητικὴ, ὦ νήλεες οὐκ ἄρα
ν 101
Νήλεες ἦμαρ σκληρὴ ἡμέρα
ν 102
Νημερτὲς τροπῇ τοῦ α εἰς η, καὶ κατὰ στέρησιν τοῦ ἁμαρτεῖν ἐγένετο νημαρτὴς, καὶ τροπῇ τοῦ α εἰς ε, νημερτής. καὶ τὸ οὐδέτερον νημερτές
ν 103
Νηΐτης πόθεν γίνεται; παρὰ τὸ ναῦς ναός. ὁ κανὼν. δύο μόνα εἰσὶν εἰς αυς θηλυκὰ περισπώμενα, ναῦς καὶ γραῦς. κέκλινται δὲ ἀμφότερα διὰ τοῦ ος. ἡ δὲ νηῒς εἶδος πλοίου, καὶ ἐξ αὐτοῦ νηΐτης. καὶ τὸ μὲν νηῒς σημαίνει τὴν νεάνιν
ν 104
Νημερτὲς ἐπίῤῥημα, ἀπὸ τοῦ νημερτὴς ὀνόματος καὶ τὸ οὐδέτερον νημερτές· τοῦτο παρὰ τὸ ἁμαρτῶ τὸ ἀποτυγχάνω, καὶ μετὰ τοῦ στερητικοῦ νη νημερτὴς, οἱονεὶ ὁ μὴ ἀποτυγχάνων τοῦ σκόπου τῶν λόγων. τουτ’ἔστι ψευδόμενος
ν 105
Νηπενθὲς ἀπένθητον μέγα, ἢ μεγαλοπενθὲς, προσφάτως πενθούμενον, ὡς τοῦ νη κατὰ στέρησιν καὶ ἐπίτασιν δηλοῦντος
ν 106
Νηπίαχος παρὰ τὸ νη στερητικὸν, καὶ τὸ ἰάχω· τοῦτο ἐκ τοῦ ἴα ἡ ἐκπεμπομένη βοή· γίνεται δὲ τοῦτο παρὰ τὸ τὴν ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· λοιπὸν ἐκ τοῦ ἴα γίνεται ῥῆμα ἰάχω
ν 107
Νηνεμία ἐπὶ ἀνέμων εὐδίᾳ, ἐπὶ ἀέρος γαλήνῃ ἐπὶ θαλάσσης
ν 108
Νηρίτης σημαίνει τὸν κόγχον, ἤγουν κοχλίαν θαλάσσης, διὰ τοῦ ι γράφεται· καί τινες μὲν λέγουσιν, ὅτι παρὰ τὸ νηρεὺς ἔστιν· οὐ καλῶς δὲ· ὅτι εἰ ἦν ἀπὸ τοῦ Νηρεὺς, διὰ τῆς ει διφθόγγου εἶχε γράφεσθαι, ὡς ἀταρνεὺς ἀταρνείτης· ὁ δὲ τεχνικὸς λέγει, ἀπὸ τοῦ Νηρηΐς ἐστι καὶ οὐδὲ οὕτως οὗτος καλῶς εἶπεν. εἰ γὰρ ἀπὸ τοῦ Νηρηῒς, νηρηΐτης εἶχεν εἶναι διὰ τῆς ει διφθόγγου, ὥσπερ ἀπὸ τοῦ ὄρους ὀρέϊτος καὶ ἐν συναιρέσει ὄρειτος, οὕτω καὶ ἀπὸ τοῦ νηρηῒς νηρηϊτὴς, καὶ ἐν συναιρέσει νηρείτης· ἔστιν οὖν εἰτεῖν ὅτι ἀπὸ τοῦ νῶ τὸ κολυμβῶ, γίνεται ὁ μέλλων νήσω, καὶ ἐκ τούτου νηρὸς· οὕτως δὲ λέγεται ὁ ἰχθὺς, ἐκ τοῦ νήχεσθαι, ἔνθεν ἐστὶ τὸ γυρεύεσθαι, ὁ νηχόμενος θεὸς. ἀπὸ τοῦ νηρὸς νηρίτης, διὰ τοῦ ἰῶτα· τὰ γὰρ ἀπὸ τῶν εἰς ος, διὰ τοῦ ιτης γινόμενα, διὰ τοῦ ι γράφεται· οἷον, τόπος τοπίτης
ν 109
Νηρείδας καὶ Νηρηΐδας, κατὰ συγκοπὴν τοῦ ι, τὰς Νύμφας
ν 110
Νήστης οὕτως εἴρηται παρὰ Σιμωνίδῃ· παρὰ τὸ ἔδω· καὶ ὡς παρὰ τὸ ψεύδω, οὗ παθητικὸν ψεύδομαι, ψεύστης, οὕτω καὶ παρὰ τὸ ἔδω τὸ ἐσθίω, οὗ ὁ μέλλων ἔσω, ἐστὴς καὶ μετὰ τοῦ νε στερητικοῦ νεέστης, οὗ παρώνυμον νήστης· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς
ν 111
Νηστεία ἀσιτία, ἔνδεια. τὸ νη η διάτι; τὰ παρὰ τὸ νη στερητικὸν, καὶ τὸ σεύω ῥῆμα, ὃ σημαίνει τὸ ὁρμῶ, διὰ τοῦ ἦτα γράφεται
ν 112
Νήπιος παρὰ τὸ στέρησιν ἔχειν τοῦ εἰπεῖν· ἢ νεὸς πάνυ· ἢ πλεονάζει τὸ ν· ἢ ἤπια νοῶν· ἢ παρὰ τὸ νὴ στερητικὸν, κατὰ στέρησιν τοῦ εἰπεῖν καὶ λαλεῖν· ἢ νηέπιος, ὁ λέγειν μὴ δυνάμενος· οὕτω Φιλόξενος· ἢ παρὰ τὸ ἤπιος ὁ πρᾴος, ἢ νεὸς ἤπιος· ἢ νέον λιπαρόν
ν 113
Νηποινὴ χωρὶς ποινῆς, ἀτιμωρητί· καὶ νηποινὸν τὸ ἀτιμώρητον ἀπὸ τοῦ νη στερητικοῦ, καὶ τοῦ ποινὴ, ὃ σημαίνει τὴν τιμωρίαν καὶ τὴν ἐκδίκησιν
ν 114
Νήσαντες σωρεύσαντες· νῶ γὰρ τὸ σωρεύω, οὗ ὁ μέλλων νήσω ἐξ οὗ καὶ νῆσος καὶ νησσάριον καὶ ναῦς ἡ πᾶν μέρος ἐν τῇ θαλάσσῃ ἔχουσα, ὡς τὰ νηχώμενα σώματα. νῶ τὸ ῥέω, οὗ ὁ μέλλων νάσω, ἐξ οὗ καὶ ναρὸν τὸ ὑγρὸν, ὡς φησὶ Σοφοκλῆς, Τρωϊλῳ, πρὸς ναρὰ δὲ κρηναῖα χωροῦμεν ποτά· καὶ νῶ τὸ σωρεύω, οὗ ὁ μέλλων νήσω, ἐξ οὗ καὶ νῆμα
ν 115
Νῆσος παρὰ τὸ νῶ, οὗ ὁ μέλλων νήσω τὸ νήχομαι· πᾶν γὰρ μέρος ἔχει ἐν τῇ θαλάσσῃ, ὥσπερ ἀεὶ τῶν σωμάτων τὰ νηχόμενα· ἢ τῶν ναμάτων ἕως, ἤγουν τῶν ὑδάτων τῆς θαλάσσης
ν 116
Νησσάριον παρότι νήχεται, καὶ ἐν τῷ ἀέρι αἴρεται
ν 117
Νῆστις ἔντερον οὕτω καλούμενον, οἱονεὶ νήσιτος, παρὰ τὸ κενὸν εἶναι σιτίων· καὶ ὁ νήστης ἄνθρωπος, παρὰ τὸ αὐτό· καὶ τὸ νηστεύειν παρὰ τὸ στερεῖσθαι σιτίων· τὸ γὰρ στερητικὸν μόριον ἔγκειται
ν 118
Νῆστις ὁ ἄγευστος καὶ νῆστις ἔντερον· παρὰ τὸ ἐσθίω, οὗ ὁ μέλλων ἔσω, ἐστὶς καὶ μετὰ τοῦ νη νηστὶς, ὁ ἐστερημένος τῶν σιτίων· οὕτω καὶ ἡ παράδοσις· καὶ ἀνῆστις ὁ γεγευμένος· καὶ τὸ πληθυντικὸν ὁμοίως· οὕτω καὶ γὰρ ἡ νῆστις
ν 119
Νηυσὶ πλοίοις· τρεῖς εὐθείας ἔχει, ναῦς καὶ νηῦς καὶ νεῦς· καὶ γίνεται παρὰ τὸ νέω τὸ κολυμβῶ· καὶ Ὅμηρος, αὐτὰρ ὁ χερσὶ νέων ἐπεμαίετο νόστου· ἡ δοτικὴ νηῒ, ἐξ αὐτοῦ ὄνομα νηΐστης, ἐπαινῶ τὸν νηΐτην νόμον· ναῦς, ναὸς, ὁ κανὼν, δύο μόνα εἰσιν εἰς αυς θηλυκὰ μονοσύλλαβα περισπώμενα, ναῦς καὶ γραῦς· κέκλινται δὲ ἀμφότερα διὰ τοῦ ος
ν 120
Νήφω τὸ μεθύω, διὰ τοῦ η γράφεται, ὡς φησὶν Ἀπολλώνιος, κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς ἦτα, ὡς ἀπὸ τοῦ νείφω τὸ βρέχω, τοὺς γὰρ λειποψυχοῦντας πολλάκις, ὕδατος ῥανίσι νείφειν ποιοῦμεν
ν 121
Νήφω τὸ εὔχομαι, παρὰ τὸ νείφω, ἀπὸ τῆς τοῦ ὕδατος ἐπιφορᾶς, οἱ γὰρ τοῦτο κεχρημένοι εἰσὶν ἐγρήγοροι καὶ νηφάλιοι· ἔνθεν καὶ νήφειν τὸ φρονεῖν· οὕτως ἡ παράδοσις
ν 122
Νήχω νῶ καὶ νέω, ὅ ἐστι κολυμβῶ· ὡς ὁ Ἀριστοφάνης ἵππευσιν, ἔνεον ἐν ταῖς ἐμβάσεσι· ἐκτάσει τοῦ ε εἰς η, νήχω, οὕτω Φιλόξενος
ν 123
Νίκη παρὰ τὸ ἑνὶ δοτικὴν, καὶ ἵκω τὸ σημαῖνον τὸ παραγίνομαι, γέγονε ἑνιΐκη, καὶ κατὰ κράσιν τῶν δύο ιι, εἰς ἰῶτα μακρὸν ἑνίκη· καὶ νίκη ἀποβολῇ τοῦ ε
ν 124
Νίκη παρὰ τὴν ἑνὶ δοτικὴν καὶ τὸ εἴκω, ἡ ἑνὶ ὑποχωροῦσα· καὶ Ὅμηρος, ἑτεραλκέα νίκην· τουτ’ἔστιν ἑτεροκλινῆ
ν 125
Νησὶς τῷ λόγῳ τοῦ ἀκτίς. σημαίνει δὲ τὴν μικρὰν νῆσον· ἰστέον, ὅτι τὸ νῆσος διὰ τοῦ η γράφεται, καὶ ἑνὸς ς κατὰ παράδοσιν· ἀπὸ τοῦ νησὶς νησσάριον δὲ διὰ τοῦ ἦτα, ὅθεν ἐστὶ κατὰ παράδοσιν
ν 126
Νησίδιον διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ νῆσος νήσου, γέγονε νησίον, καὶ ἐκεῖθεν νησίδιον· οὕτω καὶ ἀπὸ τοῦ ὀψάριον ὀψαρίδιον, καὶ βιβλίον βιβλίδιον
ν 127
Νηρεὺς παρὰ μὲν τῷ ποιητῇ διὰ τοῦ ι γράφεται· ἐπὶ δὲ τοῦ θαλαττίου καὶ τοῦ τεχνικοῦ διὰ τοῦ ἦτα γράφεται
ν 128
Νῖσος ὄνομα κύριον· καὶ Νίσα ἔστιν ὄνομα πόλεως
ν 129
Νήφω νέφος γὰρ ὁ κενὸς φαοὺς, ὃ παρʼ Ἀριστοφάνῃ καὶ τὸ νεφέλη διδάσκει. Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου τὸ νήφω κατὰ τροπὴν ἔλεγεν γεγεννῆσθαι· κυρίως γὰρ, φησὶν, νήφειν εἴρηται, κατὰ τὴν τοῦ ὕδατος προφορὰν καὶ νηφαλέωσιν, ἢ καὶ ἐκπέπτωκεν ἀπʼ αὐτοῦ καὶ τὸ νειφᾶς· τὸ δὲ νιφετὸς διὰ τοῦ ἰῶτα· καὶ οὐ θαῦμα· ὥσπερ γὰρ ἀπὸ τοῦ λείβω λίβας καὶ ἀπὸ τοῦ πείθω πιθανότης, καὶ ἀπὸ τοῦ ἀλείφω συναλιφὴ, οὕτω καὶ ἀπὸ τοῦ νείφω νιφετός
ν 130
Νικήτας νικήτα· ὁ κανών· τὰ εἰς ας ὀνόματα, ἀπὸ φύσει μακρᾶς ἀρχόμενα, ἀποβολῇ τοῦ ς κλίνονται· οἷον, νικήτας νικήτα
ν 131
Νίσομαι τὸ πορεύομαι· ὤφειλε δὲ διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ ἐν τῷ νέομαι· ἀλλʼ ἡ παράδοσις τὸ ι ἔχει θεματικὸν, νίω ὁ μέλλων νίσω· τὸ νι μακρόν
ν 132
Νοερὸν τὸ τὰ ἀόρατα νοήματα τηροῦν
ν 133
Νόσος παρὰ τὸ ἐστερεῖσθαι τοῦ σώου
ν 134
Νομὴ ἐκ τοῦ νέμω νομὴ καὶ σημαίνει τὴν τροφήν· γίνεται παρὰ τὸ νέμω τὸ βόσκω νομὴ, ὀξύνεται· τὰ εἰς η λήγοντα ἰαμβικὰ παραληγόμενα τῷ α ὀξύνεται, ὅποτε προϋπάρχει διὰ τοῦ ι, κατὰ τὴν παραλήγουσαν, οἷον, ἀνατολὴ, ἀνατομή· τὸ μέντοι εὐρυνόμη, καὶ ἀμφινόμη βαρύνεται
ν 135
Νόμισμα παρὰ τὸ νομίζω, νομίσω, νόμισμα· ἢ διὰ τὸ νομιζόμενον μηδὲν εἶναι· καὶ διὰ τὸ νομίζεσθαι τὸ μηδὲν ὄν
ν 136
Νόμος σημαίνει ἕξ· νόμος ὁ γραπτὸς ὃν ἔχομεν· νόμος καὶ τὸ νόμισμα· νόμος ὁ τὴν γῆν μερίζων· Αἰγυπτικὸς νόμος ἡ χώρα· καὶ νόμος ἡ συνήθεια· νόμος αἱ τάξεις· νόμος δὲ ἡ νομὴ τῆς βοσκῆς· γέγονε δὲ ἀμφότερον, παρὰ τὸ νέμω τὸ μερίζω, ὡς λέγω λόγος
ν 137
Νόθος ὁ μὴ γνήσιος υἱὸς, ἀλλʼ ἐκ παλλακίδος ὤν· αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ ποιητῇ λέγονται τετραχῶς· γνήσιος, νόθος, σκότιος, παρθένιος. γνήσιος μὲν καλεῖται, ὁ ἐκ νομίμων γάμων· νόθος δὲ ἐκ παλλακίδος· καὶ φησὶ, νόθον καὶ γνήσιον ἄμφω εἰν ἑνὶ δίφρῳ ἔοντας· σκότιον δὲ ἐγείνατο μήτηρ· παρθένιος δὲ ὁ ἐκ τῆς παρθένας ἔτι νομιζομένης γεννώμενος· ὡς τὸ, παρθένιος τὸν ἔτικτε χόρῳ καλὴ Πολυμήλη
ν 138
Νόσος διὰ τὸ νοσεῖν τὸ σῶμα· ἢ παρὰ τὸ νω στερητικὸν, καὶ τὸ σῶος, ὁ ἐστερημένος τοῦ σώου, ἤγουν τῆς ὑγείας
ν 139
Νοσσία παρὰ τὸ νεοσσὸς, ὁ νεωστὶ σευόμενος, καὶ ἐξορμῶν τῆς γαστρὸς, τοῦτο δὲ παρὰ τὸ νε στερητικὸν, καὶ τὸ σεύω τὸ ὁρμῶ· νοσσία δὲ ἡ καλία
ν 140
Νόστος παρὰ μὲν τῇ συνηθείᾳ ὁ γλυκασμὸς λέγεται νόστος, μεταφορικῶς δὲ, καὶ ἡ εἰς τὸν οἶκον ἀνακομιδὴ, ἀπὸ τῶν ἐδεσμάτων, ὡς φησὶν Ὅμηρος, οὐδὲν γλυκίον ἑῆς πατρίδος· γέγονε δὲ παρὰ τὸ νέω τὸ πορεύομαι, νέσω, νόστος καὶ νοστῶ νοστήσω. τὸ δὲ νέω σημαίνει πέντε· τρία διὰ τοῦ ε ψιλοῦ, τὰ μὲν δύο βαρύτονα, καὶ τὸ ἓν περισπώμενον· τὰ δὲ ἕτερα δύο διὰ τῆς αι διφθόγγου· καὶ εἰς τὸ νοσφισμός
ν 141
Νόσφι χωρὶς κατʼ ἰδίαν· ἐπίῤῥημα χωριστικὸν, ἐκ τοῦ νόστος, νόστου, ἐπεκτάσει τῆς φι συλλαβῆς, γίνεται νόστουφι, καὶ ἐν συγκοπῇ νόσφι· καὶ ἴφι
ν 142
Νοσφιζοίμεθα παρὰ τὸ νοσφίζω· τοῦτο ἐκ τοῦ νω στερητικοῦ καὶ τοῦ ἕπω τὸ ἀκολουθῶ, καὶ ἐξ αὐτοῦ νόεπι· καὶ ὥσπερ ἀπὸ τοῦ θεόφατον, κατʼ ἀποβολὴν τοῦ ο καὶ πλεονασμῷ τοῦ ς γίνεται θέσφατον, καὶ θεόπιν θέσπιν κατεβρόντισεν ὁ βλέπων ὄπα, οὕτως ἐκ τοῦ νοέπων, νοέπι ἀποβολῇ τοῦ ε, καὶ πλεονασμῷ τοῦ ς νόσφι, τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ὁ μὴ ἀκολουθῶν, ἀλλὰ πόῤῥωθεν, καὶ χωρὶς ὑπάρχων· καὶ ἄλλως· νόσφι γίνεται ἐκ τοῦ νόστος νόστου, νοστόφι καὶ κατὰ συγκοπὴν νόσφι. καὶ διάτι, γενόμενον ἀπὸ τῆς τοῦ νόστου γενικῆς οὐκ ἐγένετο νοστοῦφι, ἀλλʼ ἀπέβαλε τὸ υ; καὶ λέγομεν ὅτι αἱ πτώσεις αἱ ἐπεκτεινόμεναι, διὰ τῆς φι συλλαβῆς, εἰ μὲν ἔχοιεν ἓν φωνῆεν κατὰ τὴν λήγουσαν, φυλάττουσιν αὐτὸ, οἷον, οὐράνιος οὐρανίαφι, ἑτέρη ἑτέρηφι· εἰ δὲ ἔχουσι δύο φωνήεντα κατὰ τὴν λήγουσαν, τὸ τελευταῖον φωνῆεν ἀποβάλλουσι, νόστος, νόστου, νοστόφι καὶ συγκοπῇ νόσφι. ἰστέον ὅτι τῆς φι συλλαβῆς παραγωγὴ ἐν πάσῃ πτώσει γίνεται, ἀπὸ εὐθείας μὲν, ὡς ἑτέρη ἑτέρηφι· ὁδὸς δʼ ἑτέρηφι παρέλθη· ἀπὸ γενικῆς, οἷον, χαλκοῦς χαλκοῦ χαλκόφι, πλάγχθη δʼ ἀπὸ χαλκόφι, χαλκός· ἀπὸ δοτικῆς, βίῃ, βίῃφι· Ἕκτορ ἴφι βίῃφι ἀντὶ τοῦ ἐν βίᾳ· φρήτρη φρήτρηφιν ἀρήγῃ· ἀπὸ αἰτιατικῆς, οἷον, δεξιὸν δεξιόφιν, ὡς τὸ, εἴτʼ ἐπὶ δεξιόφιν ἀντὶ τοῦ, ἐπὶ τὸ δεξιὸν πάντος στρατοῦ· ἀπὸ κλητικῆς, οἷον, οὐρανίαφι φίλη γαʼ εἴσομαι· αὗται δὲ αἱ τῆς φι συλλαβῆς ἐπεκτάσεις, τὸ αὐτὸ μέρος τοῦ λόγου φυλάττουσι, χωρὶς τοῦ νόσφι καὶ ἶφι· ταῦτα γὰρ ἐπῆλθον εἰς ἐπιῤῥηματικὴν σύνταξιν· βαρύνεται τὸ νόσφι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ι λήγοντα ἐπιῤῥήματα, συνεσταλμένον ἔχοντα τὸ ἰῶτα βαρύνεσθαι θέλουσιν· οἷον, νόσφι, αὖθι, ἶφι, νέχι, ᾗχι· ὅθεν καὶ τὸ πρώϊ ἀναλογώτερόν ἐστι παρὰ τῷ ποιητῇ βαρύνεσθαι, οἷον, πρωῒ δʼ ὑπʼ ἠοῖοι· τὸ δὲ νόσφι σημαίνει τὸ χωρὶς, ἀποβολῇ τοῦ ς, διὰ τὸν κανόνα, καὶ βαρύνεται. πρόσκειται ἔχοντα τὰ ι συνεσταλμένον διὰ τὸ δευρὶ, νυνὶ, καὶ κοῒ, ἔστι δὲ μίμημα φωνῆς χοίρων. Ἀριστοφάνης ἐχρήσατο τῇ λέξει· τὸ ἄρι καὶ ἔρι ἐπιτατικὰ μόρια, συνεσταλμένον ἔχοντα τὸ ἰῶτα καὶ μὴ βαρυνόμενα οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐδέποτε ταῦτα εὑρίσκεται αὐτὰ καθʼ ἑαυτὰ, ἀλλʼ ἀεὶ ἐν συνθέσει, ὡς τὸ ἐριβρεμέτης, καὶ ἀριδείκετος· τὸ δὲ οὐχὶ ὤφειλε βαρύνεσθαι· ἀλλʼ ἐπειδὴ ἐκ τῆς οὐ ἀρνήσεως γέγονε, κατʼ ἐπέκτασιν τῆς χι συλλαβῆς, τὸ δὲ οὐ παραλόγως ὠξύνθη, ὤφειλε γὰρ περισπᾶσθαι, ἐπειδὴ πᾶσα δίφθογγος τελικὴ εἰς ου λήγουσα, καὶ τὰ ἑξῆς· ἐπειδὴ οὖν παραλόγως ὠξύνθη πρὸ τῆς ἐπεκτάσεως, τούτου χάριν καὶ μετὰ τὴν ἐπέκτασιν παραλόγως ὠξύνθη
ν 143
Νοῦσον παρὰ τὸ σόον ὅπερ διὰ τοῦ ο γράφεται, καὶ τὸ νο στερητικὸν μόριον, καὶ πλεονασμῷ τοῦ υ νοῦσος, ὡς Ὄλυμπος Οὔλυμπος
ν 144
Νοῦς παρὰ τὸ νέεσθαι πάντοτε, κινούμενος καὶ ἐπὶ πάντων προϊών· ὃ, τι γὰρ ὁρμητικώτερον νοῦ; Ὅμηρος, οὐδʼ ὅταν ἀΐξη νόος ἄνερος· καὶ ὡσεὶ πτερὸν ἠὲ νόημα
ν 145
Νουνεχόντως ἀπὸ τοῦ νοῦν καὶ ἔχων, σύνθετον νουνεχόντως· πολλάκις γὰρ ἀπὸ δύο διεστώτων τοῦ λόγου μερῶν γίνεται ἑνότης, οἷον, Ἄρειος πάγος, Ἀρεοπαγίτης, ἡ νεὰ πόλις, οἱ Νεαπολίται, ταυτὸ ταυτότης, οὕτω νοῦν ἔχων, νουνεχόντως
ν 146
Νοσφισμὸς χωρισμὸς, παρὰ τὸ νοσφίζω· τοῦτο παρὰ τὸ νόσφι, ὃ σημαίνει τὸ χωρὶς, τοῦτο παρὰ τὸ νόστος νοστόφι καὶ ἐν συγκοπῇ νόσφι. τὸ νόστος, ἔστι στῶ, καὶ μετὰ τοῦ νο στερητικοῦ νοστόφι, καὶ νόσφι καὶ νόστος, τὸ μὴ ἵστασθαι εἰς ἀλλότριον τόπον, ἀλλʼ ἐν τοῖς οἰκείοις ἀπέρχεσθαι
ν 147
Νοτάριος ὅτι νοῦν τηρεῖ· ἢ ὁ τὸν νοῦν τηρῶν· ἡ ὁ τὰ νοήματα· Ῥωμαϊκὴ δὲ ἡ λέξις, διὰ τὸ νότα τὰ γράμματα λέγειν
ν 148
Νότος διότι νόθους ποιεῖ τοὺς καρπούς
ν 149
Νότος τάχα διὰ τὸ νοτίζειν· ἢ τὴν νοτιαῖαν αἴρειν
ν 150
Νότος ὄντός τις ὢν κατʼ ἀποβολὴν τοῦ ο. οὕτως εὗρον ἐν ὑπομνήματι Ἰλιάδος· ὀνῶ δὲ τὸ βλάπτω
ν 151
Νότος ὁ ἄνεμος, παρὰ τὸ ὀνῶ τὸ βλάπτω, ὁ μέλλων ὀνήσω, ἐξ αὐτοῦ ὄνοτος καὶ κατʼ ἀφαίρεσιν τοῦ ο νότος· οἱονεὶ ὁ βλαπτικὸς τῶν καρπῶν καὶ τῶν σωμάτων
ν 152
Νοῦς παρὰ τὸ νέεσθαι καὶ ὁρμᾷν· τὶ γὰρ κινητικώτερον τοῦ νοός
ν 153
Νυκτίβιος ὁ ἐν νυκτὶ καὶ ὡς ἡμέρᾳ διάγων
ν 154
Νυμφαγωγὸς τὰ παρὰ τὸ ἄγω συντιθέμενα διὰ τοῦ ἰῶτα γράφεται, νυμφαγῳγὸς, μυσταγῳγός
ν 155
Νυκτικόραξ παρὰ τὸ νυκτὶ καὶ τὸ κόραξ· τοῦτο παρὰ τὸ κορὸν ὃ σημαίνει τὸ μέλαν· ἢ παρὰ τὸ κάραν μεγάλην ἔχειν
ν 156
Νοῦμμον μιλιαρήσιον, Νουμμάς τις βασιλεὺς Ῥωμαίων ἐποίησε καὶ πρὸς τὸ ὄνομα αὐτοῦ ἐκλήθη
ν 157
Νύμη ἐξανύμφευτος· ἐκ τούτου παράγωγον νυμφεύω καὶ ὄνομα ῥηματικὸν νυμφευτός· τὸ δὲ νύμφη παρὰ τὸ νῦν φαινομένη νέα· ἢ παρὰ τὸ νέαν φαίνεσθαι· ἢ παρὰ τὸ νεὸν φῶς ἔχειν· ἤγουν νεωστὶ φαίνεσθαι
ν 158
Νυμφίος παρὰ τὸ νῦν ἠμφιᾶσθαι καλῶς· ἢ νῦν φιλῶν νύμφην· τὸ φι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος ὀνόματα, κατὰ τὸν τόνον διφορούμενα, διὰ τοῦ ι γράφεται· τὸ δὲ νυ, ὅτι νυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις
ν 159
νυνὶ διαφέρει· τὸ μὲν γὰρ νῦν καθολικὸν ἐπίῤῥημά ἐστι· τάσσεται δὲ ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος καὶ παρωχημένου καὶ μέλλοντος· οἷον, νῦν ὁ ἀγών ἐστι· νῦν ὁ ἀγὼν διῆλθε, νῦν ὁ ἀγὼν ἔσται. τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος
ν 160
Νῦν δηλοῖ χρόνους τρεῖς, ἐνεστῶτα· νῦν γὰρ γένος ἐστι σιδήρεον· παρεληλυθότα· νῦν ὤλετο πᾶσα περιχθών· μέλλοντα, νῦν δὲ Αἰνείαο βίη πᾶσι Τρώεσσιν ἀνάξει
ν 161
Νυνὶ ἐπίῤῥημα χρόνου δηλωτικὸν, κατʼ ἐπέκτασιν τοῦ ι, ἀπὸ γὰρ τοῦ νῦν γίνεται· ἡ διὰ τοῦ ἰῶτα ἐπέκτασις δίφθογγον οὐκ ἔχει, ὡδὶ, νυνὶ, δευρί
ν 162
Νὺξ παρὰ τὸ νύσσω· νυσσόμεθα γὰρ προσκόπτοντες τῷ σκότει· ἢ παρὰ τὸ νύσσω τὸ κάμπτω, ἡ νύσσουσα ἡμᾶς πρὸς ὕπνον· καὶ κλίνεται νυκτός· ὁ κανών· πᾶν ὄνομα ἔχον ἐπὶ τῆς εὐθείας τὸ σύμφωνον τοῦ παρακειμένου, θέλει ἔχειν καὶ ἐπὶ τῆς γενικῆς πότε μὲν τὸ σύμφωνον τοῦ παρακειμένου, πότε δὲ τοῦ μέλλοντος· νὺξ σημαίνει τρία, τὴν σωματοειδῆ θεόν· εἰ μὴ νὺξ ἔλθοι· καὶ ἐπὶ τὸ τῆς συνηθείας ἡμῖν νοούμενον, νυκτὸς, νὺξ ἤδη τελέθη· καὶ ἐπὶ τῆς βαθείας καὶ σκοτεινῆς καὶ γνοφωδοὺς· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε
ν 163
Νυὸς νύμφη, ἡ τοῦ υἱοῦ γυνή· παρὰ τὸ νεὸς, τροπῇ τοῦ ε εἰς υ νυός· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς
ν 164
Νύσσα ὁδὸς καμπτὴ, ὁ καμπτὴρ, παρὰ τὸ ἐκεῖ νύσσεσθαι τοὺς ἵππους
ν 165
Νυστάζει οἱονεὶ νευστάζει, παρὰ τὸ ἐπινεύειν, διὰ τὴν ἐπιγινομένην ἐκ τοῦ ὕπνου καταφοράν
ν 166
Νωθὴς ἡ εὐθεῖα, ὁ νωθὴς, τοῦ νωθοῦ, τῶ νωθεῖ, τὸν νωθὴν, ὦ νωθής· πληθυντικὰ, οἱ νωθεῖς, τῶν νωθῶν, τοῖς νωθέσι, τοὺς νωθεῖς, ὦ νωθεῖς· οὕτω κλίνεται καὶ ὁ νωδής
ν 167
Νῶε κύριον ὄνομα, παρὰ τὸ νῶ τὸ κολυμβῶ
ν 168
Νωδὴς ὁ μὴ ἔχων ὀδόντας
ν 169
Νωθὴς ὁ βραδὺς, παρὰ τὸ μὴ θέειν αὐτόν
ν 170
Νωθρὸς παρὰ τὸ νῶθος νωθερὸς καὶ νωθρὸς, ὃ ἐστερημένος τοῦ θορεῖν, ἤγουν ὀξέως κινεῖσθαι
ν 171
Νῶροψ ὁ μὴ ἐῶν εἰς ἑαυτὸν ἀφορὰν τὴν ὄψιν· διὰ τὸ ἄγαν λαμπρόν· ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ πάνυ λυπηρά
ν 172
Νωθροκάρδιος βραδὺς κατὰ τὸν λογισμόν
ν 173
Νωΐτερος ἀπὸ τῆς νῶϊ δυϊκῆς ἀντωνυμίας, καὶ σημαίνει τὸν ἡμέτερον· οὕτω καὶ σφωΐτερος, ἀπὸ τῆς σφῶϊ δυϊκῆς ἀντωνυμίας, καὶ δευτέρου προσώπου καὶ σημαίνει τὸν ὑμέτερον· ὡς σφέτερος ἀπὸ τοῦ σφεῖς τρίτου προσώπου, καὶ σημαίνει τὸν ἀλλότριον
ν 174
Νώροπι χαλκῷ τῷ λαμπρῷ σιδήρῳ
ν 175
Νωλεμέως συνεχῶς, παρὰ τὸ νω στερητικὸν μόριον, καὶ τὸ λείπω τὸ καταλιμπάνω, γέγονε νὠλεπέως καὶ τροπῇ τοῦ π εἰς μ νωλεμέως, οἱονεὶ τὸ μὴ λειπόμενον, ἀλλʼ ἀδιαλείπτως ὂν
ν 177
Νώσκω εἰς τὸ γινώσκω
ν 178
Νῶτα ὄνομα οὐδέτερον εὐθείας τῶν πληθυντικῶν· τὸ ἀρσενικὸν ὁ νῶτος· τὸ νω μέγα πρὸς ἀντιδιαστολὴν τοῦ νότου, τοῦ σημαίνοντος τὸν ἄνεμον· τὰ νῶτα· καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν οὐκ ἔχει, πλὴν μόνων τῶν πληθυντικῶν τὰ κέλευθα, οὕτω καὶ τὰ νῶτα
ν 179
Νῶτος ὁ ῥαχὺς, ἐξ οὗ καὶ νωτὴρ, ὁ τὰ βαρὴ βαστάζων
ν 180
Νῶτα τὰ μετάφρενα, ἐκ τοῦ οἴω τὸ κομίζω
ν 181
Νῶτος σημαίνει τὴν ψυχήν· παρὰ τὸ νωτίζεσθαι αὑτὸν ἱδρῶτι· ἀντὶ δὲ τοῦ ο εἰς ω· ἢ παρὰ τὸ νῶος τὶς ὃ σημαίνει τὴν ὑγρότητα κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω· ἢ παρὰ τὸ ὦ ῥῆμα, ὃ σημαίνει τὸ ὑπάρχω, ὦτος καὶ νῶτος
ν 182
Νωχελὴς ὁ δυσκίνητος καὶ ἀργὸς, νωκελής τις ὤν· ὁ μὴ κέλλων· κέλλειν δὲ ἐστὶ τὸ ταχέως τρέχειν, ἀφʼ οὗ κέλης, ὁ μονώνυξ ἵππος καὶ δρομικός
ν 183
Νῶτος ἐπειδὴ τῶν ἄλλων νωτίζεται μᾶλλον, καὶ εἰς τοῦτον ὁ ἱδρὼς καταῤῥεῖ· ὡς τροπὴν εἶναι τοῦ ο εἰς ω. Ὅμηρος, κατὰ δὲ νότιος ῥέεν ἱδρὼς, ἀντὶ τοῦ κατὰ νώθου ἐφέρετο ὁ ἱδρώς
ν 184
Νῶτα θαλάσσης τὰ ἐπὶ φῶς τῆς θαλάσσης
ν 185
Νωτιαῖος μυελός. Νωτιαῖον δέρμα. Νωτιαῖα ἡ θρίξ. Τέλος τοῦ Ν στοιχείου. ΑΡΧΗ ΤΟΥ Ξ ΣΤΟΙΧΕΙΟΥ
ξ 1
Ξανθὸς ἐκ τοῦ ξαίνω, ξαντὸς ξανθός. διὰ τούτου γὰρ, φησὶν, αἰνίττεται, τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθόχολοι, τοιοῦτοι· ἢ παρὰ τὸ ἄνθος, πλεονασμῷ τοῦ ξ καὶ καταβιβασμῷ τοῦ τόνου
ξ 2
Ξαντικὸς ὁ μὴν, διὰ τοῦ ι δεῖ γράφειν, καὶ πάντας μῆνας Μακεδόνων· οὐδεὶς γὰρ αὐτῶν τὴν ει δίφθογγον γράφει
ξ 3
Ξανθὸς ποταμὸς Τροίας, παρὰ τὸ ξανθὰς τρίχας ποιεῖν τῶν λουομένων ἐκεῖσε
ξ 4
Ξανθὸς ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; εἰδικοῦ· τὸ γενικὸν πῶς ἐστι; χολή· διαιρεῖται εἰς δύο, εἰς ἀτμῶδες καὶ ὠχρόν· γίνεται ἐκ τοῦ ξαίνω ξαντός· ἐγράφη
ξ 5
Ξανθίζεσθαι κοσμεῖσθαι τὰς τρίχας
ξ 6
Ξεινοδόκος ἐκ τοῦ ξένος καὶ τοῦ δέχομαι, οὗ τινος ὁ μὲν χαρακτὴρ παθητικὸς, τὸ δὲ σημαινόμενον ἐνεργητικόν
ξ 7
Ξεῖνος ὥσπερ ἀπὸ τοῦ κενὸς κεινὸς κατὰ πλεονασμὸν τοῦ ἰῶτα, καὶ ἀπὸ τοῦ ξένος ξεῖνος. οὐδέποτε γὰρ οἱ Αἰολεῖς τὸ ι ἀπὸ πλεονασμοῦ ἀποβάλλουσι· καὶ διπλασιάζουσι τὸ σύμφωνον, οἷον, τὸ κενὸς γὰρ κεινὸς κατὰ πλεονασμὸν τοῦ ι καὶ οὐ λέγουσι κεννός· ἀλλʼ ἀπὸ τοῦ ξένος γέγονε ξέννος· καὶ γὰρ πολλάκις ἐπὶ βραχείας συλλαβῆς ποιοῦνται τοῦ συμφώνου διπλασιασμόν· Ἔνη καὶ Ἔννη, ἔστι δὲ ὄνομα πόλεως, ὡς θεράπων, θεῤῥάπων, καὶ ξένος ξέννος
ξ 8
Ξενοδόχος καὶ Ἰωνικῶς τροπῇ τοῦ ψιλοῦ εἰς δασύ· ὡς τό· εἰ ἐτεὸν Κάλχας μαντεύεται, ἠὲ καὶ οὐχί. πλεονασμῷ τοῦ ι ξεινοδόχος, ὁ τοὺς ξένους φιλοφρονῶν
ξ 9
ξεινοῦσθαι ποιητικῶς, Αἰολικῶς δὲ ξέννος
ξ 10
Ξενηκούσθησαν ἔστι ξένος, ὃ σημαίνει τὸν θαυμαστὸν, καὶ τὸ ἀκούω, καὶ ἐκ τούτου κατὰ σύνθεσιν γέγονε ξενακούω, ξενηκούσω, ξενήκουκα, ξενήκουσμαι, ὁ ἀόριστος παθητικὸς ξενηκούσθην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ξενηκούσθησαν
ξ 11
Ξενοδόκος ὁ μὲν Ὅμηρος τὸν τοὺς ξένους ὑποδεχόμενον, συνηθὼς ἡμῖν. Σιμωνίδης δὲ καὶ Πίνδαρος καὶ ἄλλοι τινὲς τὸν μάρτυρα ἐξεδέξαντο. Σιμωνίδης, ξεινοδόκησε Τελάμων, ἀντὶ τοῦ ἐμαρτύρησε· καὶ Πίνδαρος· ξεινοδοκῶν δʼ ἄριστος χρυσὸς ἐν αἰθέρι λάμπων, ἀντὶ τοῦ μαρτυρῶν
ξ 12
Ξέστης Ῥωμαϊκὸν ἔστι τὸ ὄνομα· τὸν γὰρ παρʼ ἡμῖν ἓξ ἀριθμὸν αὐτοὶ σὲξ· καὶ μέτρου τινὸς παρʼ αὐτοῖς τὸ ἕκτον, σέκτον, διὰ δὲ εὐφωνίαν, τὸ σέξστης ἔλεγον ξέστης, μεταθέσει τοῦ ξ, οὕτω Φιλόξενος ἐν τῷ περὶ Ῥωμαίων διαλέξεως
ξ 13
Ξένος παρὰ τὸ ἔξω ἰέναι, ἢ παρὰ τὸ ἐκτὸς τῆς ἑνότητος· ἢ παρὰ τὸ ξέω, ὁ ἐξεσμένος καὶ ἀποκεχωρισμένος· λέγεται δὲ καὶ ξένος, ὁ ὑποδεχόμενος τὸν ξένον· καὶ ὁ ἀπὸ τῶν ἀλλοδαποὺς ἥκων· καὶ πεποίηται τὸ ὄνομα παρὰ τὴν σκήνην, τουτ’ἔστιν ὁ παρέχων σκέπην, ἵνʼ ᾖ κένος καὶ ξένος, ὃν ἄγει τις εἰς ἑαυτὸν καὶ ὑποδέχεται, ἢ παρὰ τὸ ἵξω, ἵξενος καὶ ξένος ἡ ὄρασις
ξ 14
Ξενία δύο σημαίνει, τὴν κατοικίαν, καὶ τὴν μακρὰν ὁδόν
ξ 15
Ξένος σημαίνει τρία, τὸν φίλον, καὶ ἐν τῇ κοινῇ συνηθείᾳ λεγόμενον· τάσσεται καὶ ἐπὶ θαύματος ὡς τὸ ξένον καὶ παράδοξον
ξ 16
Ξένος παρὰ τὸ ἔξω εἶναι· ἢ παρὰ τὸ ἐξεωμένον εἶναι ἀπὸ τῶν ἰδίων· τὸ ξε ψιλὸν διάτι; τὰ διὰ τοῦ ενος ὀνόματα βαρύτονα εἴτε ὀξύτονα, διὰ τοῦ ε γράφεται, οἷον, ξένος, σθένος ἡ δύναμις, ἔνος ὁ ἐνιαυτὸς, κενὸς ὁ μάταιος, πλὴν τοῦ αἶνος ὃ σημαίνει τὸν ἔπαινον
ξ 17
Ξενοφῶν ὁ ἐν τοῖς ξένοις νήφων, τουτ’ἔστιν εὐχόμενος· ἢ ὁ ἐν τοῖς ξένοις τόποις φονευόμενος
ξ 18
Ξεστίον διὰ τὸ ἀπεξεσμένον τοῦ εἴδους· ἢ διὰ τὸ ἀκριβὲς τοῦ μέτρου
ξ 19
Ξηρὰ ἐκ τοῦ ξηρὸς, τοῦτο παρὰ τὸ σκληρός, καὶ ἀποβολῇ τοῦ λ, καὶ κράσει τοῦ κς εἰς ξ, ξηρὸς καὶ ξηρὰ θηλυκόν
ξ 20
Ξηρὸν παρὰ τὸ ξέω, ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· τροπῇ τοῦ ε εἰς η, οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων
ξ 21
Ξηρὸς ἐκ τοῦ σκληρὸς, ἀποβολῇ τοῦ λ γίνεται σκηρὸς, καὶ κατὰ συναίρεσιν τοῦ κς εἰς ξ ξηρός· τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ ς σύγκειται. τὸ ξη ἦτα· τὰ διὰ τοῦ ηρος ὀξύτονα ὀνόματα ἅπαντα διὰ τοῦ η γράφεται, οἷον, σκληρὸς, ξηρὸς, μηρὸς, πλὴν τοῦ καυστειρῆς ἀντιβολῆσαι
ξ 22
Ξίφος παρὰ τὸ ξέειν· ἢ παρὰ τὸ ὀξύνεσθαι πρὸς φονόν· ἢ παρὰ τὸ ξύω ξύσω, ξύφος καὶ ξίφος· τὸ ξι ἰῶτα· τὰ εἰς φος ὀνόματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, ἔριφος, στέριφος καὶ ξίφος καὶ εἴ τι ὅμοιον· καὶ ἄλλως, τὸ ξι ἰῶτα διάτι; τὰ εἰς φος ὀνόματα οὐδέτερα διὰ τοῦ ι γράφεται· οἶον, ξίφος, ἀρσενικὸν στέριφος, ἔριφος
ε 833
ἐπίξηνος ὁ κορμὸς διὰ τοῦ ἦτα· ἐν ᾧ τὰ κρέα ξαίνονται· λόγος· τὸ ξι δὲ ὅτι ἐν τῷ γράφεσθαι, πλεῖον τῶν ἄλλων ξαίεσθαι τὸν χαρακτῆρα αὐτοῦ, ἔχει μακρὰν γραφήν· ἄλλοι δὲ ὅτι ἡ τούτου ἐκφώνησις, ὡσεὶ ξύσματός ἐστιν ἦχος, ἀπὸ σιδήρου γινόμενος
ξ 23
Ξηραίνω ἐκ τοῦ ξηρὸς, τοῦτο παρὰ τὸ σκληραίνω, τοῦτο παρὰ τὸ σκληρὸς, ἀποβολῇ τοῦ λ, καὶ κράσει τοῦ κς εἰς ξ, ξηρός
ξ 24
Ξίρις διὰ τοῦ ἰῶτα. ἔστι δὲ εἶδος ἀρωματικοῦ φυτοῦ· ἰστέον δὲ ὅτι τινὲς μὲν τῶν λεξιγράφων, διὰ τοῦ ι γράφουσιν αὐτὸ, τινὲς δὲ διὰ τῆς ει διφθόγγου, λέγεται δὲ ξίρις, ἐξ οὗ καὶ τὰ ξιρία· ὁ μέντοι Ὦρος ἐν τῇ οἰκείᾳ ὀρθογραφίᾳ διὰ τῆς ει διφθόγγου γράφει, ἐν δὲ τῷ ὑπομνήματι τῆς ὀρθογραφίας τῶν ἡρώων ἐπικρον τὴν διὰ τοῦ ι γράφει. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ τὰ εἰς ρος βαρύτονα οὐ παραλήγεται τῇ ει διφθόγγῳ, οἷον, ἔρις, δῆρις, ἴρις, Σίρις ὄνομα πόλεως Φοινίκης· κίρις ἔστι δὲ εἶδος ὀρνέου, Τίρις, Βούσιρις, Ὄσιρις, οὕτω καὶ ξίρις· πρόσκειται βαρύτονα, διὰ τὸ χειρὶς χειρίδος, σημαίνει δὲ τὸ χειρομάνοικον
ξ 25
Ξόανον παρὰ τὸ ξέω ξέανον καὶ ξόανον
ξ 26
Ξόανον καὶ βρέτας καὶ εἴδωλον διαφέρει· ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον εἴδωλον, λίθινον ἢ ἐλεφάντινον ἢ ξύλινον· βρέτας δὲ τῷ βρότῳ ὅμοιον, ἤτοι χαλκοῦν, ἢ ἐξ ἐμφεροῦς ὕλης πεποιημένον· ἄγαλμα δὲ τὸ παρὰ μηρὸν, ἢ ἐκ τινὸς ἑτέρου λίθου κατεσκευασμένον
ξ 28
Ξύλον παρὰ τὸν ξύσω μέλλοντα, διὰ τὸ ξύεσθαι αὐτό· η διὰ τὸ ξύνεσθαι καὶ λεμνᾶσθαι, τουτ’ἔστι λεπίζεσθαι· ἢ διὰ τὸ ξηρὰν ὕλην ἔχειν
ξ 29
Ξυναυλιζόμενοι συναθροιζόμενοι, ἢ συνεσθίοντες παρὰ τὸ ἅλας ἐκ τοῦ ἅλς ἁλὸς ἁλίζω καὶ συναυλίζω· συναθροιζόμενοι δὲ παρὰ τὸ ἁλίζω, ἁλίσω γὰρ τὸ συνάγω καὶ συναθροίζω τροπῇ τοῦ ς εἰς ξ
ξ 30
Ξυνάρασθαι συναρμόσασθαι, συγκαταθέσθαι, ἀπὸ τοῦ ἄρω, ὃ σημαίνει τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ μέσος ἠράμην, καὶ τὸ ἀπαρέμφατον ἄρασθαι καὶ ξυνάρασθαι
ξ 31
Ξυνεδέσαντο συνδεδεμένοι ἦσαν· ἀπὸ τοῦ δέω, ὂ σημαίνει τὸ δεσμεύω, ὁ παθητικὸς ὑπερσυντελικὸς ἐδεδέμην καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐδέδεντο καὶ τὸ Ἰωνικὸν ἐδεδέσατο, τροπῇ τοῦ ς εἰς ξ· ξυνεδεδέατο· συντάσσεται μετὰ αἰτιατικῆς
ξ 32
Ξυνέηκε ῥῆμα, καὶ οἱ Ἀττικοὶ τὸ ς πῇ μὲν εἰς τ τρέπουσι, πῇ δὲ εἰς ξ· τὸ γὰρ σὺν ξὺν λέγουσι, τὸ δὲ σοὶ τοί· ὁμοῖος δὲ καὶ τὴν σὺν πρόθεσιν ξὺν λέγουσι· τὴν γὰρ συμφορὰν ξυμφορὰν, καὶ τὸ σύμπαν ξύμπαν· ἔστι δὲ ἀόριστος πρῶτος· ἵημι τὸ γινώσκω καὶ αἰσθάνομαι, ἥσω, ἧκα, καὶ τὸ τρίτον ἧκε, καὶ πλεονασμῷ τοῦ ε, ἔηκε, καὶ μετὰ τῆς ξὺν προθέσεως ξυνέηκε
ξ 33
Ξύνιον ἐπείθοντο, ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ σκοπὸν βαλλόντων, ξυνΐειν γὰρ, τὸ ἐπὶ τὸ αὐτὸ, τῇ τοῦ συμβουλεύοντος φέρεσθαι γνώμῃ
ξ 34
Ξύλον παρὰ τὸν ξύσω μέλλοντα· οὐδεμία γὰρ ὕλη πρὸς τὸ ξύειν ἐπιτηδειοτέρα· ἔνθεν καὶ ξηρόν· πᾶν γὰρ τὸ ξυόμενον ξηρὸν γίνεται
ξ 35
Ξυνεῤῥώγη συνεῤῥάγη, διελύθη, ἀπὸ τοῦ ῥήσσω ὁ μέσος παρακείμενος ἔῤῥηγα, καὶ ὁ ὑπερσυντελικὸς ἐῤῥήγειν, καὶ τροπῇ τοῦ η εἰς ω, ἐῤῥώγειν καὶ συνερρώγειν, κατὰ τροπὴν τοῦ ς εἰς ξ, ξυνεῤῥώγειν
ξ 36
Ξυνθήματος συνθήματος· ἔστι δὲ σημεῖον, ἢ πρόσφθεγμα διδόμενον ἐπὶ γνωρισμῷ τῶν οἰκείων ἐν πολέμῳ· ἢ ἑτέρᾳ τινὶ ἐπιβουλῇ
ξ 37
Ξυνήϊα ἐκ τοῦ κέω, κέεμαι, κεῖμαι, ἡ μετοχὴ κειμένος· ἀπὸ τῆς σὺν προθέσεως παρὰ Ἀττικοῖς λέγεται ξὺν, γίνεται ὄνομα ξυνός. ἐκ τούτου ξύνειος, καὶ τὸ οὐδέτερον ξύνειον, ὥσπερ κοινὸν κοινεῖον, καὶ διαιρέ σει Ἰωνικῇ ξυνέϊον καὶ τροπῇ τοῦ ε εἰ η ξυνήϊον· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ξυνήϊα
ξ 38
Ξυνίστωρ συμπράκτωρ, σύμβουλος, συγγνώστης· παρὰ τὸ εἴδω ῥῆμα τὸ σημαῖνον τὸ γινώσκω, ὁ μέλλων εἴσω· ἐκ τούτου ἵστωρ καὶ συνίστωρ
ξ 39
Ξυνωρίδα ζυγήν· κυρίως δὲ ἐπὶ τῶν ἡμιόνων· ὀρεὺς γὰρ ὁ ἡμίονος
ξ 40
Ξυνὸς κοινός, οἶμαι ὥσπερ τὶς συνὸς, ἢ συνὼν τινί· παρὰ τὴν ξὺν πρόθεσιν
ξ 41
Ξυνωρὶς σημαίνει τὴν δυάδα, καὶ τὴν ἀδελφότητα· γίνεται ἐκ τοῦ ξύνωρος, ὁ μετά τινος συναρμοζόμενος· τοῦτο ἐκ τῆς ξὺν Ἀττικῆς προθέσεως, καὶ τοῦ ἄρω τὸ ἁρμόζω· ἐκ τούτου οὖν ξυάορος, τὸ θηλυκὸν ἡ ξυνάορος, καὶ ξυναορὶς, καὶ κράσει τοῦ α ο εἰς ω, ξυνωρίς
ξ 42
Ξυνωρὶς ἐπὶ δυσί· ζεῦγος ἐπὶ πλειόνων· οὕτω τὰ τέθριππα ζεύγη λέγουσι
ξ 43
Ξυρὸν παρὰ τὸ ξύειν ῥᾷον
ξ 44
Ξυρὸν παρὰ τὸ ξέω γίνεται ξυρόν. Τέλος τοῦ Ξ στοιχείου. ἈΡΧΗ ΤΟΥ Ο ΣΤΟΙΧΕΙΟΥ
ο 6
Ὅ ἄρθρον, ὑποτακτικὸν, μεταχθὲν εἰς ἀντωνυμίαν ἀναφορικὴν ὅ· ἔθος γὰρ τῷ ποιητῇ τὰ ὑποτακτικὰ τῶν ἄρθρων εἰς ἀντωνυμίαν μετάγειν, ὅτε οὐκ ἔχει ὑποκείμενον εἰς ὃ συνταχθῇ· τὸ δὲ ἕνεκά σφιν, ἀντὶ τούτου χάριν· τῷ δʼ ἐπετοξάζοντο, ἀντὶ τοῦ ἐτοξάζοντο. τὸν δʼ ἀπαμειβόμενος, ἀντὶ τοῦ, πρὸς τοῦτον δε. σημαίνει τὸ ὁ ἓξ, ἄρθρον προτακτικὸν καὶ ὑποτακτικὸν, καὶ ἀντωνυμίαν τρίτου προσώπου ἀναφορικοῦ, ὁ γὰρ βασιλῆϊ, ἀντὶ τούτου, ὁ μὲν οὔτι τόσον τελέθει κακὸν, ἔνδοθι μίμνον, τουτ’ἔστι, νῦν δὲ τοῦτο μὲν ὑπάρχει κακόν· ἀντὶ τοῦ ὅτι· λεύσσετε γὰρ τόγε πάντες ὅ μοι γέρας· ἀντὶ τοῦ διὸ, τοίου γάρ κε πατρὸς ὃ καὶ πεπνυμένα βάζεις· καὶ εἰς τὸ ἀλλότι
ο 7
Ὁ ὅτι κατὰ περίκλασιν φωνῆς ἐκφωνεῖται τὸ ὄνομα τοῦ στοιχείου, ἡ δὲ ἐκφώνησις ἐμφερής ἐστι τῷ χαρακτῆρι
ο 8
Ὄαροι αἱ γαμεταὶ, παρὰ τὸ ὁμοῦ ἀρηρέναι, ὁμόαροι
ο 9
Ὀβελίσκος παρὰ τὸ ὀφέλλειν, καὶ εἰς μῆκος αὔξεσθαι
ο 10
Ὀβελὸς τὸ ο πλεονασμός ἐστι· ἔστι γὰρ ῥῆμα βάλλω, καὶ ἀπὸ τοῦ βάλλω ῥήματος, τρία γένη γεννῶνται· καὶ ἐκ τοῦ ἐκβάλλω γίνεται βολὴ καὶ βουλὴ θηλυκόν· καὶ βάλλω βελὸς ὀξύτονον, καὶ πλεονασμῷ τοῦ ο. τὸ βε ψιλόν
ο 11
Ὀβελὸς παρὰ τὸ βελεῖ ἐοικέναι
ο 12
Ὀβελὸς ὀβολοῦ διαφέρει· ὀβελὸς μὲν γάρ ἐστιν εἰς ὃν διαπείρονται τὰ κρέα, μέλλοντα ὀπτάσθαι· ὀβολὸς δὲ μέρος δραχμῆς
ο 13
Ὀβολὸς ὁ ἐξ ἀργυρίου ἄγει γράμματα τρία, ὁμοίως καὶ ὁ ἀπὸ σιδήρου· καὶ ἄλλως, ὀβολὸς καὶ αὐτὸς ἐν ἀργυρίοις ἐτύπωτο· ὄγδοον δὲ ἦν καὶ τοῦτο τῆς οὐγκίας, οὐκ ἐξ ἀργυρίου, ἀλλʼ ἀπὸ σιδήρου πεποιημένος, ὀβολὸς δὲ οὗτος ἦν· ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργυρίου πεποιημένος, τυπτόμενος ὢν, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δέ ἐστι τῆς οὐγκίας· λέγεται γὰρ ἐν τῷ Λεβιτικῷ τόδε δίδραχμον εἴκοσιν ὀβολοί· ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγκίας· τὸ δὲ τέταρτον ἐνδείξαμεν
ο 14
Ὄβριμος ὁ ἰσχυρός· τὸ βρι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιμος παράγωγα, ὑπὲρ δύο συλλαβὰς, μὴ ὄντα παρὰ τὸ σχῆμα καὶ σῆμα καὶ φήμη συγκείμενα, διὰ τοῦ ι γράφεται. γίνεται ἐκ τοῦ βρι ἐπιῤῥήματος, σημαίνει δὲ τὸ μεγαλῶς καὶ ἰσχυρῶς, βρίμος, καὶ πλεονασμῷ τοῦ ο ὄβριμος· ἐκ δὲ τοῦ βριμῶ ῥήματος, καὶ μετὰ τῆς ἐν προθέσεως ἐμβριμῶ, σημαίνει τὸ ἐπιτυμῶ
ο 15
Ὄβρυζος παρὰ τὸ ἁβρὸν, ὃ σημαίνει τὸ τρυφερόν· καὶ εἰς τὸ βάον
ο 16
Ὅγε οὗτος, τὸ ὁ ἀντωνυμία, τὸ γὲ σύνδεσμος
ο 17
Ὅγε καὶ ὅδε σύνδεσμοι, μετὰ τοῦ πρώτου τῆς πρωτοτύπου ἀντωνυμίας· ὁ μὲν γε ἐν συνθέσει ἐστὶ, ἔγωγε, σύγε, ὁ δὲ δε ἐν παραθέσει, ἐγώδε, σύδε, μετὰ τοῦ τρίτου ἀνάπαλιν. ὁ μὲν γε ἐν παραθέσει, ὅ γε· ὁ δὲ δε ἐν συνθέσει, ὅδε, ἥδε, τόδε
ο 18
Ὀγδοὰς ἀπὸ τοῦ ἄγειν δύο τετραδὰς, ἡ ἀγοδυάς τις οὖσα· πολλὰς γὰρ ἄγει δυάδας
ο 19
Ὅγε δύο μέρη λόγου εἰσὶν, ἢ ἕν; δύο· ὁ ἄρθρον, γε σύνδεσμος. ἐν συνθέσει ἐστὶν ἢ ἐν παραθέσει; παράλληλος σύνταξίς ἐστι λέξεως, ἑκάστης τὸν ἰδίον τόνον φυλαττούσης· τὰ ἐπεκτεινόμενα διὰ τῆς δε, διὰ τῆς γε οὐκ ἐπεκτείνονται, τοῖος τοῖόσδε, τόσος τοσόσδε, τοσόσγε οὐ λέγεται. καὶ τὰ ἐπεκτεινόμενα διὰ τῆς γε, διὰ τῆς δε οὐκ ἐπεκτείνονται, οἷον, ἐγὼ ἔγωγε, ἐμοὶ ἔμοιγε
ο 20
Ὁ δεῖνα αἱ ὑπὲρ μίαν συλλαβὴν μονοπρόσωποι ἀντωνυμίαι θέλουσιν ἔχειν δίφθογγον, αὐτὸς, ἐκεῖνος, οὗτος, μόνον τὸ ὅδε οὐκ ἔχει· τούτου χάριν τὸ ὁ δεῖνα ἔχει τὴν ει δίφθογγον· πρόσκειται ὑπὲρ μίαν συλλαβὴν, διὰ τὸ μὶν, καὶ σφίν· μονοπρόσωποι δὲ λέγονται αὕται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσωπον, κατὰ τὴν ἀκολουθίαν· τὸ γὰρ ἐγὼ, σὺ, οὐκ εἰσὶ τούτων ἀλλὰ τοῦ ἴ
ο 21
Ὁ δεῖνα διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ τὸ νεὰ πόλις δύο ὀνόματά εἰσι, καθʼ ἓν ὑποκειμένου· τινὲς δὲ λέγουσιν, ὅτι μία λέξις ἐστὶν, καὶ οὐ δύο, οἵ τινες κακῶς λέγουσιν· εἰ γὰρ ἦν μία λέξις, οὐκ ὤφειλε κατὰ πτῶσιν ἐναλλάττεσθαι ἡ ἄρχουσα, οἷον, ὁ δεῖνα τοῦ δείνατος, τῷ δείνατι· τῆς γὰρ μίας λέξεως ἐν τῇ κλίσει φυλάττεται ἡ ἄρχουσα, φιλάνθρωπος φιλανθρώπου, φιλανθρώπῳ· τοῦτο δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ἐχούσης οὕτω τῆς παραδόσεως, καὶ ἴσως πλανηθείσης, ἐκ τοῦ, τινὰς λέγειν, ὅτι μία λέξις ἐστὶν· οἱ γὰρ λέγοντες, ὅτι μία λέξις ἔστιν, λέγουσιν, ὅτι παρὰ τὴν ὅδε ἀντωνυμίαν γέγονε ὁ δέϊνα, καὶ ἐν συναιρέσει ὁ δεῖνα· ἄλλως τε δὲ, διὰ τῆς ει διφθόγγου γράφεται, ὅτι αἱ ὑπὲρ μίαν συλλαβὴν μονοπρόσωποι ἀντωνυμίαι, θέλουσιν ἔχειν δίφθογγον· οἷον, ἐκεῖνος, οὗτος, αὐτὸς, χωρὶς τοῦ ὅδε· τούτου χάριν καὶ τὸ ὁ δεῖνα διὰ τῆς ει διφθόγγου γράφεται
ο 22
Ὁ δεῖνα ἀντωνυμία, τοῦ δεινοῦ, τὸν δεῖνα· λέγεται καὶ ὁ δεῖν τοῦ δεῖνος, τὸν δεῖνα
ο 23
Ὀγκάνος ὁ ἐπικαμπὴς σίδηρος, ἐκ τοῦ κάμπτω, ἐξ οὗ λέγεται καὶ ὀγκινάριον καὶ διόγκινον καὶ τριόγκινον. Ὄγκιον δὲ τὸ ἀγγεῖον, ἐν ᾧ τὰ σίδηρα ἐκβάλλουσι. ὄγκοι γὰρ αἱ γωνίαι τῶν βελῶν, ἐξ οὗ καὶ ὀγκία τὸ μέτρον, καὶ ὄγκος ἡ ὑπερηφανία, καὶ τὸ μέγεθον του πόσου
ο 24
ὁδὶ διαφέρει· ὅδε μὲν γάρ ἐστιν ἀναφορικῶς, ὁδὶ δὲ δεικτικῶς, καὶ μόνον κατʼ ἐπέκτασιν
ο 25
Ὀγδοὰς λέγεται οἱονεὶ ὀγδοδυὰς παρὰ τὸ δύο ἄγειν, διχοτομουμένη γὰρ, καὶ τὰ ταύτης μέρη εἰς μονάδας καταντ. διαιρεῖται γὰρ εἰς τέσσαρα καὶ τέσσαρα· καὶ τὰ τέσσαρα εἰς δύο, καὶ τὸ δύο εἰς μία, καὶ μία· εἰ δέ τις εἴπῃ ὅτι τούτῳ τῷ λόγῳ, καὶ ἡ τετρὰς ὤφειλεν ὀγδοὰς λέγεσθαι, διότι καὶ αὑτὴ, διχοτομουμένη ἔρχεται ἄχρι τῆς μονάδος, διαιρεῖται γὰρ εἰς δύο, καὶ τὰ δύο εἰς μία καὶ μία, λέγομεν, ὅτι αἱ ἐτυμολογίαι οὐκ ἀντιστρέφουσιν. ἰδοὺ γὰρ λέγεται σῖτος παρὰ τὸ σείεσθαι, καὶ οὐ μόνον ὁ σῖτος σείεται, ἀλλὰ καὶ κριθὴ καὶ ἄλλοι καρποὶ, καὶ οὐ παρὰ τούτου λέγεται ἡ κριθὴ, ἢ ἄλλοι καρποὶ σῖτος
ο 26
Ὁδίτης ὁ πολίτης, ἀμφότερον διὰ τοῦ ι, τῷ λόγῳ τοῦ λογχίτης
ο 28
Ὁδός παρὰ τὸ ἕω τὸ εἰσπέμπω, ἕω, ὁδός, ὡς σβέω σβοδὸς, καὶ μεταθέσει τοῦ β εἰς π σποδὸς, ἐκ δὲ τοῦ ἕω ἡ ὁδὸς δασύνεται
ο 29
Ὀδυνᾶται παρὰ τὸ ἐσθίειν καὶ ἔδειν τὴν ψυχὴν, κατὰ τὸ σὴν ἔδεαι κραδίην
ο 30
Ὁδός σημαίνει τὸν βίον, τὴν ἔνεδραν, τὴν κοινῶς νοουμένην ὁδὸν, καὶ μέτρον ὁδοῦ
ο 31
ὁδοιπορεῖν ἐκ τοῦ ὁδὸς καὶ τοῦ περῶ, γίνεται ὁδοπορία, καὶ πλεονασμῷ τοῦ ι ὁδοιπορία
ο 32
Ὀθνεῖον ὑπέρθεσις στοιχείων· ὡς ἄριστος ἀριστεῖον, κόταμος κοτταμεῖον, νόθος νοθεῖον, καὶ μεταθέσει τοῦ ν, ὀθνεῖον, τὸν νόθον
ο 33
Ὄζος παρὰ τὸ ἅζω, ἅζειν καὶ ὄζειν, τὸ ἐγκαθήμενον τῷ περιπεπαρμένῳ ξύλῳ
ο 34
Ὀδύνη ὀδῖνος διαφέρει. ὀδύνη μὲν γὰρ ἐπὶ τοῦ ἐλαφρότερον πονεῖν λέγεται, καὶ κλίνεται ὀδύνη ὀδύνης· ἡ δὲ ὠδὶς ἐπὶ τοῦ δριμυτέρως καὶ βαρέως πονεῖν τὰς τικτούσας εἴρηται, καὶ κλίνεται ὠδὶς ὠδῖνος
ο 35
Ὀδύνη παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἡ τὴν ψυχὴν καὶ τὸ σῶμα ἔδουσα, ἤγουν ἐσθίουσα
ο 36
Ὀδῶ σημαίνει τέσσαρα· ὁδῶ τὸ ὄζω καὶ πνέω, καὶ ὠδία ἡ ὀσμὴ, καὶ μετὰ τοῦ δὺς μορίου, δυσωδία. ὀδῶ τὸ μερίζω, ἐξ οὗ καὶ ὠδία καὶ εὐωδία ἡ καλὴ ὀσμή. ὁδῶ τὸ ἁδω ἐξ οὗ καὶ ὠδία ἢ ὠδὴ, καὶ εὐωδία ἡ καλὴ ὠδὴ, κατʼ ἐπαύξησιν τοῦ ο βραχέος εἰς ω. ὁδῶ τὸ πορεύομαι, ἐξ οὗ καὶ ὁδία ἡ ὁδὸς, καὶ εὐοδία ἡ καλὴ ὁδὸς, διὰ τοῦ ο μικροῦ
ο 37
Ὀδύσσεια διὰ τῆς ει διφθόγγου, πρῶτον μὲν ὅτι τὰ διὰ τοῦ εια προπαροξύτονα· πόθεν Ὀδυσσεὺς; παρὰ τὸ ἐν τῇ ὁδῷ ὕσαι τὸν Δία
ο 38
Ὀδυσσῆα Ὀδυσσεὺς δὲ εἴρηται ἀπὸ τῆς ἱστορίας. Ἀντίκλειαν γὰρ φησὶ τὴν Ὀδυσσέως μητέρα, ἐγκύμονον οὖσαν, ὁδεύουσαν τὸ ἥριστον ὄρος τῆς Ἰθάκης, ὕσαντος πολὺ τοῦ Δίος, ὑπὸ ἀγωνίας τε καὶ φόβου καταπεσοῦσαν, ἀποτεκεῖν τὸν Ὀδυσσέα, καὶ διὰ τούτου αὐτὸς ταύτης τῆς ὀνομασίας ἔτυχεν· ἐπειδὴ κατὰ τὴν ὁδὸν ὕσεν ὁ Ζεύς
ο 39
Ὀδυσσῆος παρὰ τὸ ὀδύσασθαι, ὅ ἐστι τὸ ὀργίζεσθαι
ο 40
Ὀδῶδα πόθεν; ἔστι ῥῆμα ὀδῶ, ὁ μέλλων ὀδώσω, ὁ παρακείμενος ὄδωκα, ὁ μέσος ὦδα, καὶ Ἀττικῶς ὀδώδα, ἐξ οὗ καὶ ὠδυσσηπὼς τὸ ω
ο 41
Ὄζος ὁ κλάδος, ἐκ τοῦ ἵζω τὸ καθέζομαι, οἱονεὶ τὸ ἐγκαθήμενον καὶ ἐμπεπαρμένον τῷ ξύλῳ λέγεται δὲ καὶ μεταφορικῶς, ἐπὶ τῆς γενεᾶς· ἢ εἰς ὃν κάθηνται οἱ νεοσσοὶ, ἐκ τοῦ νεωστὶ σέβεσθαι
ο 42
Ὄζω καὶ περισπώμενον ὀζῶ, ὀζέσω, ὤζεσα, καὶ προσώζεσεν, ὥσπερ πιέζω πιεζῶ
ο 43
Ὅθεν ψιλούμενον ἐπίῤῥημα εὐχῆς σημαντικὸν, πρὸς ἀντιδιαστολὴν τοῦ ὅθεν δασυνομένου, τοπικοῦ ἐπιῤῥήματος· ἐκ γὰρ τοῦ ἔθεν τοῦ γραφομένου διὰ τοῦ ε, ὅπερ καὶ πλεονασμῷ τοῦ ι, γίνεται εἴθε, γέγονε τοῦτο, οἷον ἔθεν, ὄθεν, ὥς τισι δοκεῖ
ο 44
Ὅθι ὥσπερ ἀπὸ τοῦ ὑψόθεν ὑψόθι, οὕτω καὶ ἀπὸ τοῦ ὅθεν ὅθι· διαφέρειν τὸ ὅθεν τοῦ ὅθι· ὅτι τὸ μὲν ὅθι ἐπίῤῥημά ἐστι τοπικὸν, καὶ δηλοῖ τὴν εἰς τόπον σχέσιν· τὸ δὲ ὅθεν τὴν ἐκ τόπου
ο 45
Ὀθνεῖαν σημαίνει τὴν ξένην καὶ θαυμαστήν· γέγονε δὲ παρὰ τὸ νόθος νοθεῖος, καὶ κατʼ ὑπερβίβασιν ὀθνεῖος. καὶ τὸ θηλυκὸν ὀθνεῖα· ἢ παρὰ τὸ νόθος, νοθεύω, νοθεῖος, καὶ μεταθέσει τοῦ ν ὀθνεῖος
ο 46
Ὀθόνη τὸ θο μικρὸν διάτι; γίνεται ἐκ τοῦ ὄθω, τὸ ἐπιστροφὴν ποιοῦμαι, οἱονεὶ τὸ μαλακὸν, καὶ εὐένδοτον, καὶ ἐπίστροφον
ο 47
Ὀθόνη ἔστι θέω τὸ ἐλαύνω, τοῦτο καθʼ ὑπερβιβασμὸν ἔθω τὸ καίω, καὶ ἐξ αὐτοῦ τοῦ ἐλαύνω ὀθόνη. οὐ λέγεται δὲ τὸ λευκὸν μόνον ὀθόνη, ἀλλὰ πᾶν λεπτὸν ὕφασμα, ὅθεν εὐχερῶς ὑπὸ ἀνέμου ἐλαύνεται
ο 48
Ὀθόνη παρὰ τὸ ὄθω, δηλοῦν τὴν κίνησιν, ὅθεν τὸ, οὐδʼ ὄθομαι κοτέοντος· ἀντὶ τοῦ οὐ κινοῦμαι, οὐκ ἐπιστρέφομαι· καὶ τὸ ψεδνὴ δʼ ἐπενήνοθε λάχνη· γίνεται δὲ ἀπὸ τοῦ ἐνόθω, ἤνοθα, ἐνήνοθεν, ἀντὶ τοῦ ἐνέκειτο. ὀθόνη οὖν ἡ εὐκίνητος, διὰ τὴν λεπτότητα. δύναται δὲ ὀθόνη τὸ λεπτὸν καὶ διαφανὲς ἱμάτιον, καθʼ ἀποβολὴν τοῦ μ, παρὰ τὸ ὄθμα, τὸ ὄμμα, ὀθμόνη καὶ ὀθόνη
ο 49
Οἱονεὶ ἐκ τοῦ οἷον ἐπιῤῥήματος εἰκασμοῦ, καὶ τοῦ εἰ συνδέσμου
ο 50
Οἳ ἄρθρον πόσα σημαίνει; τέσσαρα. ἄρθρον προτακτικὸν ἀρσενικὸν πληθυντικόν· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο· καὶ τὸ ὑποτακτικὸν, ἀγχοῦ Κυκλώπων, οἳ σφέας σινέσκοντο· καὶ ἀντὶ τῆς οὗτοι ἀντωνυμίας, ὡς τὸ, οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο· καὶ ἄρθρον ἀντωνυμικὸν καὶ συζυγοῦν τῇ ἐμῇ σοι, ἥτις ἐγκλιθεῖσα σημαίνει ἀντωνυμίαν, ἀντὶ τοῦ αὐτῷ· ἥδε δὲ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· ὀρθοτονούμενον σημαίνει ἑαυτῷ, ἢ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς
ο 51
Οἷ αὐτῷ ὥσπερ λέγεται σφεῖς αὐτοὶ καὶ σφῶν αὐτῶν. καὶ σφίσιν αὐτοῖς, καὶ σφὰς αὐτοὺς, οὕτω καὶ ἐπὶ τῷ ἑνικῇ, οἷ αὐτῷ
ο 52
Οἷο κασιγνήτοιο τοῦ ἰδίου ἀδελφοῦ
ο 53
Οἷο κασιγνήτοιο ἡ εὐθεῖα ὃς, οὗ, καὶ Ἰωνικῶς οἷο. ὁ κανὼν, οἱ Ἴωνες καὶ οἱ Θετταλοὶ τὰς εἰς ου γενικὰς, τὰς ἀπὸ τῶν εἰς ος εὐθείων γινομένας, διὰ τοῦ οιο προσφέρουσι
ο 54
Ὁ οἱ δύο μέρη λόγου, ὁ ἄρθρον, καὶ οἱ ἀντωνυμία
ο 55
Οἴγω ἀνοίγω· καὶ εἰς τὸ ὑπειγμένος
ο 56
Οἶδα ἔστι ῥῆμα εἴδω βαρύτονον καὶ περισπώμενον, ὃ δηλοῖ τὸ ἐπίσταμαι· τοῦ εἴδω ὁ παρακείμενος εἶδα· τροπῇ τοῦ ε εἰς οἶδα κατὰ Αἰολεῖς
ο 57
Οἶαξ ὁ κανὼν διʼ οὗ τὸ πηδάλιον φέρεται· ἐκ τοῦ οἴω τὸ κομίζω
ο 58
Οἰδαίνειν θυμοῦσθαι, ἐπαίρεσθαι, φυσᾶσθαι, ἀπὸ τοῦ οἰδαίνω, τοῦτο παρὰ τὸ φῶ, ὃ σημαίνει τὸ προϊῶ, γίνεται φοιτῶ, ἐκ τούτου δὲ φοιταίνω, καὶ ἀποβολῇ τοῦ φ καὶ τροπῇ τοῦ τ εἰς δ, οἰδαίνω, συντάσσεται μετὰ δοτικῆς
ο 59
Οἶδμα. τὸ κῦμα ἐκ τοῦ οἰδῶ τὸ ἐξογκοῦμαι, οἰδήσω, οἴδημα, καὶ συγκοπῇ οἶδμα
ο 60
Ὀϊζυρὸς μοχθηρὸς, ἐπίπονος, ταχύς· τὸ ζυ μακρόν· ἐπειδὴ τὰ εἰς ρος ὀξύτονα ὑπὲρ δύο συλλαβὰς, ὅτε ἔχουσι τὴν τρίτην ἀπὸ τέλους μακρὰν φύσει ἢ θέσει, πάντοτε ἔχουσι καὶ τὴν πρὸ τέλους μακρὰν, οἷον ὀκνηρὸς, ὀϊζυρὸς, ἰσχυρός· γίνεται παρὰ τὸ ὀϊζὺς, τοῦτο παρὰ τὸ οἲ σχετλιαστικὸν ἐπίῤῥημα, ὅπερ πλεονασμῷ τῆς μοι συλλαβῆς, οἴμοι, καὶ οἰμόζω, κατὰ παραγωγὴν οἴζω, καὶ ἐξ αὐτοῦ οἰζύω κατὰ παραγωγὴν, ὡς πλήθω πληθύω, καὶ διαλύσει τῆς οι διφθόγγου, ὀϊζύω καὶ ὀϊζυρός
ο 61
οἰκεῖοι διαφέρουσι, οἰκεῖοι μὲν γὰρ, οἱ κατʼ ἐπιγαμίαν προσήκοντες· οἰκῆες καὶ ἅπαντες, οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ. εἴτε οἰκέται, εἴτε ἐλεύθεροι· καὶ Ὅμηρος· ὄφρʼ ἴδωμεν, οἰκῆας, ἄλοχόν τε φίλον καὶ νήπιον υἱόν
ο 62
Οἴμη ἡ ᾠδὴ, παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτ’ἔστιν ταῖς ὁδοῖς ἅδεσθαι
ο 63
οἰκτιρμὸς διὰ τοῦ ι, ἐὰν γὰρ ἀπὸ τοῦ μρ ἀπαντᾷ, καὶ φωνῆεν βραχὺ, ὡς τὸ οἰκτιρμὸς, διὰ τοῦ ι γράφεται, ἐὰν γὰρ φωνῆεν μακρὸν ἀπαντᾷ, ὡς τὸ οἰκτείρησον, τὸ κτει δίφθογγος, ἐκ τοῦ οἰκτείρω δὲ γίνεται οἰκτιρμός, τὸ δὲ οἰκτίρμων ἐκ τοῦ οἶκτος
ο 64
Οἰμώζειν παρὰ τὸ οἴμοι, ὁμοίως πέπονθα οἰμώζειν παρὰ τὸ οἴμοι, ὡς παρὰ τὸ αἰαὶ αἰάζω
ο 65
Οἴκαδε τοῦ οἴκοι διαφέρει· οἴκαδε τὸ εἰς τὴν οἰκείαν οἰκίαν πορεύεσθαι. οἴκοι δὲ τὸ εἰς ἑτέρου τινός
ο 66
Οἴκαδε ἐπίῤῥημα τοπικόν· καὶ διατί ἐστι προτέρα ἡ ἐν τόπῳ τὴν εἰς τόπον; ἐπειδὴ εἰ μὴ ἐν τόπῳ ᾖς, εἰς τόπον οὐ δύνασαι ἀπέλθειν
ο 67
Οἴκαδε τοῦ εἰς οἶκον διαφέρει· τὸ μὲν γὰρ εἰς τὴν οἰκείαν οἰκίαν βαδίζειν, οἴκαδε φαμὲν τὸ δὲ εἰς ἕτερον εἰς οἶκον· καὶ εἰς τὸ ἀγορεῖν
ο 68
οἰκιακοὶ διαφέρουσι. οἰκεῖοι μὲν γὰρ οἱ κατʼ ἐπιγαμίαν προσήκοντες· οἰκιακοὶ δὲ πάντες ἐν τῇ αὐτῇ οἰκίᾳ ὄντες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι
ο 69
Οἰκονομία ἐστι πρᾶγμα μὴ ὀφεῖλον γενέσθαι· γίνεται δὲ διὰ συγκατάβασιν καὶ ὠφέλειαν τινῶν
ο 70
Οἰκονομία ἑκούσιος μεγέθους συγκατάβασις, πρὸς σωτηρίαν τινῶν τελουμένη
ο 71
Οἰκέται εἰς τὸ δοῦλοι
ο 72
Οἰκόπεδον παρὰ τὸ οἶκος καὶ τὸ πέδον· τοῦτο παρὰ τὸ ἕζω τὸ καθέζομαι, ἔδον καὶ πέδον
ο 73
Οἶκος διὰ τὸ ὑπὸ τινῶν κοσμεῖσθαι· ἢ διὰ τὸ τὴν ὕλην κεῖσθαι· ἢ διότι οἰκεῖται· ἢ παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ, εἰς ὃν ὑποχωροῦμεν
ο 74
Οἰκοδομῶ ἐκ τοῦ οἶκος καὶ τοῦ δέμῳ, τὸ οἰκοδομῶ
ο 75
Οἶκτος σημαίνει τὸν θρῆνον· ἔστιν οἴχω τὸ πορεύομαι, καὶ ἡ μετοχὴ οἰχόμενος καὶ κατοιχόμενοι, οἱ κάτω πορευόμενοι, ἤγουν νεκροὶ, τούτου ὁ παρακείμενος ὦχα, ὁ παθητικὸς ὦγμαι, ὦκται· ἐξ αὐτοῦ οἶκτος, ὁ ἀπαθάνων· οἶκτος δὲ βαρυτόνως, ὁ ἐπὶ θανάτῳ θρῆνος
ο 76
οἰκτιρμὸς διαφέρει· οἶκτος μὲν ὁ κτιζόμενος· οἰκτιρμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος
ο 77
Οἶμος ἡ ὁδὸς, παρὰ τὸ οἰμῆσαι, ὅ ἐστιν ὁρμῆσαι
ο 78
Οἶμος οἴμης διαφέρει· οἶμος μὲν γὰρ ἀρσενικῶς ἡ ὁδός· οἴμη δὲ ἡ ᾠδὴ θηλυκῶς, ἐξ οὗ καὶ παροιμία, διὰ τὸ περὶ τὴν ὁδὸν λαλεῖσθαι
ο 79
Οἶμος ὅρμημα, παρὰ τὸ ἐν τοῖς οἴμοις, τουτ’ἔστιν ἐν ταῖς ὁδοῖς ἅδεσθαι. ἐξ οὗ καὶ παροιμία. καὶ εἰς τὸ ἑτοιμασία
ο 80
Οἰμώζω στενάζω, ἐκ τοῦ ὤμοι σχετλιαστικοῦ ἐπιῤῥήματος, ἐξ οὗ καὶ ὤζω· ἐκ τοῦ οὖν τοῦ ὤμοι ἐπιῤῥήματος γίνεται καθʼ ὑπερβίβασιν οἰμώζω, ὁ παρατατικὸς ὤμωζον, καὶ ὤμωξα, διφορεῖται· τὸ μω μέγα· εἰς τὸ ἁρμόζω
ο 81
Οἰμωγὴν ἡσύχιον, θρῆνον, στεναγμόν
ο 82
Οἰμωσταὶ θρῆνοι, ἡσύχιοι, μᾶλλον παρὰ τὸ οἴμοι, ὅ ἐστι θρηνῶδες ἐπίφθεγμα
ο 83
Οἶνος παρὰ τὸ ὀνῶ τὸ ὀφελῶ· ἔπειτα δὲ καὐτὸς ὀνήσεται αἳ κε πίησθα· ἢ παρὰ τὸ οἶς, ὃ σημαίνει τὸ πρόβατον· οἱ παλαιοὶ γὰρ ἐγαλακτοτρόφουν, πρὸ τοῦ εὑρεθῆναι τὸν οἶνον, καὶ τὸν διονυσιακὸν καρπόν
ο 84
Οἶνος παρὰ τὸ οἰῆσαι ἡμᾶς πίνοντας· Ἀριστοφάνης· οἶνον ἐτόλμησαν εἰς ἐπίνοιαν λοιδορεῖν· καὶ ἄλλως, παρὰ τὸ οἶος οἶνος, ὁ οἰήσεως ἡμᾶς πληρῶν· ἢ παρὰ τὸ ὀνῶ τὸ ὀφελῶ ὄνος καὶ οἶνος
ο 85
Οἶνος παρότι πινόμενος οἴει τὸν νοῦν, τουτ’ἔστι φυσιεῖ καὶ ἀμβλυοπεῖ, καὶ ἐν ἡμέρᾳ ὡς ἐν νυκτὶ διάγειν ποιεῖ
ο 86
Οἰνοχοὸς πιγκέρνης· ὁ τὸν οἶνον ἐγχέων· καὶ οἰνοχοὴ τὸ κύαθον
ο 87
Οἰκονομῶ παρὰ τὸ οἰκονόμος· διαφέρει οἰκονόμος καὶ φείδωλος· οἰκονόμος μὲν γάρ ἐστιν, ὁ φρονήσει καὶ ἀγχοινίᾳ ποιούμενος τὴν ἔξοδον τῶν διαφερόντων αὐτοῦ χρημάτων. φείδωλος δὲ ὁ πολλὰ μὲν εἰσδεχόμενος διδόναι, ὀλίγα δὲ πάσχων
ο 88
Οἶος ὁ μόνος· ἔστιν εἷς ἑνός· ἐκ τοῦ εἷς γίνεται εἷος, καὶ τροπῇ τοῦ ε εἰς ο γίνεται οἶος, καὶ ψιλοῦται· ἡ γὰρ οι δίφθογγος, ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται· εἰ μὴ τὸ μ ἐπάγοιτο· σημαίνει δὲ τὸ μόνος. οἷος δὲ τὸ ἀναφορικὸν δασύνεται· τὰ γὰρ εὑρισκόμενα κατʼ ἀποβολὴν ψιλοῦται· ἢ γεννῶντα ψιλὸν ἐν τῇ ἀρχῇ δασύνεται· οἷον, ποῖος, οἷος, τόσος ὅσος, πηνίκα ἡνίκα· καὶ εἶ καὶ ὀρφανός
ο 89
Οἰμωγαὶ θρῆνοι, ἥσυχοι μᾶλλον, παρὰ τὸ οἴμοι, ὅ ἐστι θρηνῶδες ἐπίφθεγμα
ο 90
ὀΐς · καὶ εἰς τὸ οἶνος, καὶ ὦαν καὶ ὀΐων
ο 91
Οἱ ἀντωνυμία ὀρθοτονεῖται ἢ ἐγκλίνεται· ὀρθοτονεῖται. καί τι διαφέρει τὰ ἄρθρα τὰ προτακτικὰ τῶν ὑποτακτικῶν; τὸ γὰρ οἱ ἄρθρον ἦν, ἀλλʼ ἔστιν ἀντωνυμία· τὰ γὰρ ἄρθρα μὴ ἐπαγόμενα ὀνόματα, πρὸς ἃ ὑποτάσσωσι μετάγονται εἰς ἀντωνυμίαν· διαφέρει δὲ ὅτι τὸ μὲν προτάσσεται καὶ δασύνεται μόνον· τὸ δὲ ὑποτάσσεται καὶ δασύνεται καὶ ὀξύνεται
ο 92
Οἴσετε ῥῆμα προστακτικὸν πληθυντικὸν, ἐνεστῶτος καὶ παρατατικοῦ· ἔστι γὰρ οἴσω μέλλων, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα· ὥσπερ ἔστι καὶ τὸ ἄγω ἄξω· ἄξετε Πριάμοιο βίην· οὔτως ἔστι καὶ τὸν οἴσω μέλλοντα τοῦ ἐνεστῶτος, οὐκ ἔχει, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα καὶ γίνεται οἴσω· τοῦτο μεταγόμενον μέλλοντα οὐκ ἔχει· τὰ γὰρ ἀπὸ μελλόντων μεταγόμενα εἰς ἐνεστῶτα, ἄχρι τοῦ παρατατικοῦ κλίνονται. τοῦτο τὸ προστακτικόν
ο 93
Οἴχη ἐπίῤῥημα σχετλιαστικὸν, καὶ ἀποδεκτικόν
ο 94
Οἶτος ὁ θάνατος, παρὰ τὸ οι καὶ τὸ μοι στεναγμοῦ ἐπίῤῥημα, παρʼ οἷς μὲν καὶ τὸν μόχθον δηλοῖ· παρέπεται γὰρ τοῖς μοχθοῦσι, τὸ οι λέγων
ο 95
Οἶσθα εἰδῶ ῥῆμα ἔστι περισπώμενον, οὗ ὁ μέλλων εἰδήσω· Ὅμηρος· μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν. τὸ εἰδῶ παράγωγον εἴδημι, ὡς τιθῶ τίθημι, δεύτερον οὖν πρόσωπον εἴδης, ἐπεκτάσει εἴδησθα, καὶ τροπῇ τοῦ ε εἰς ο, κατὰ Αἰολεῖς οἴδησθα, καὶ συγκοπῇ οἶσθα· καὶ ἀπὸ μὲν τοῦ εἰδήσω μέλλοντος εἰδήμων· ἀπὸ δὲ τοῦ εἴσω εἴδω, ἀποβολῇ τοῦ ε
β 241
βιὸς διαφέρει· εἴρηται δὲ τόξον, ὅταν τείνηται ἐν τῇ νευρᾷ, παρὰ τὸ τάζω τὸ τανύω, τάζον καὶ τόξον· οἰστὸς δὲ ὅταν φέρηται καὶ βαστάζηται τὸ τόξον· ἐκ τοῦ οἴω τὸ κομίζω, καὶ φέρω, καὶ διαλύσει ὀϊστός. βέλος δὲ τὸ συστάδην καὶ οὐ μακρόθεν, ἀλλʼ ἐγγύθεν βαλλόμενον, καὶ οἷον κρατούμενον τοῦ βέλους ἐν τῇ χειρί. ἴος δὲ παρὰ τὸ ἵημι τὸ πέμπω, ὅταν μακρὰν ποῦ πέμπηται ἀπὸ τῆς νευρᾶς· βιὸς δὲ ἀπʼ αὐτῆς τῆς βίας, ἤτοι συντονίας καὶ στάσεως εἴρηται· ἢ ὅτι οἱ ἀρχαῖοι διʼ αὐτοῦ τὰ πρὸς τὸν βίον εἶχον, ἤγουν τὰ πρὸς ζωὴν ἐκέκτηντο, θηρῶντες ἢ κυνηγοῦντες
ο 96
Ὀΐομαι διὰ τοῦ ἰῶτα. ὥσπερ γὰρ ἀπὸ τοῦ ὀΐομαι γίνεται οἴομαι κατὰ συναίρεσιν, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ οἴομαι γίνεται κατὰ διάλυσιν τοῦ οι ὀΐομαι
ο 97
Οἶστρος ὁ λεγόμενος μύωψ· ἔστι δὲ ζῶον ὑπόχαλκον τὴν μορφὴν, ὅπερ ἐὰν εἰσέλθῃ εἰς τὰ ὦτα τῶν βοῶν, ἐξοιστρεῖν ἀναγκάζει τοὺς βοάς· καὶ Καλλίμαχος· βοῦς σόον ὅντε μύωπα βοῶν καλέουσιν ἀμορβή
ο 98
Οἴχομαι παρὰ τὸ ἔχω, τὸ ἐλαύνω, οἴχω· ἢ παρὰ τὸ εἴκω οἰκῶ, ἐξ οὗ καὶ οἰκουμένη, οἰκοῦμαι, καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ ἀποβολῇ τοῦ υ οἴχομαι
ο 99
Οἴχεται περιπατεῖ, τρέχει, καὶ οἰχήσω
ο 100
Οἴχω τὸ πορεύομαι, καὶ οἰχῶ τὸ περισσεύομαι
ο 101
Οἴω εἰς τὸ ἀνύποιστος καὶ ἑλκύω, καὶ αἶα
ο 102
Οἴων ὁ μὲν ποιητὴς ἀεὶ καὶ ἐν διαστάσει χρῆται μολοΐεσθαι, καὶ αἶγες· ὁμοίως δὲ καὶ ἐπʼ εὐθείας ἑνικῶν· τοῖσι δʼ ὀῒς λάσιος. Ἀρίσταρχος καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης, ὁ μὲν ἐν διαστάσει, ὁ δὲ ἐν συλλήψει· ἀναλογωτέρως δὲ ἐν διαστάσει· καθότι πολλά εἰσιν ὀνόματα, ἐπʼ εὐθείας εἰς ις λήγοντα δισύλλαβα· οὐδὲν εἰς υς, πλὴν τοῦ ὗς, ὃ σημαίνει τὸν χοῖρον
ο 103
Οἰοπόλοισι ἢ ἐρήμοις, ἐν οἷς ἐστι μόνον πολεῖσθαι, ὅ ἐστιν ἀνατρέφεσθαι· ἢ ἱμέροις, ἐν οἷς ἄν τις πορεύοιτο δισσήμερον· ἢ ἐν οἷς οἴες ἀνατρέφονται, οἷον ὅπου νέμονται τὰ πρόβατα
ο 104
Ὄϊς ἰστέον δὲ ὅτι τὸ ὄϊς ἡ εὐθεῖα τῶν πληθυντικῶν διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ ὄϊες γέγονε, κράσει τοῦ ι καὶ ε εἰς ἰῶτα μακρόν
ο 105
Οἰονοπόλοι εἰς τὸ ὀνειροπόλοι
ο 106
Οἰωνοῖσι σαρκοφάγοις ὀρνέοις· τὸ νοι διφθόγγῳ· αἱ εἰς σι πληθυντικαὶ δοτικαὶ, ἐπεκτάσει Ἰωνικῇ γίνονται· οἰωνὸς, ὥσπερ παρὰ τὸ κοινῶ, κοινώσω, κοινωνὸς, οὕτω καὶ ἀπὸ τοῦ οἰῶ, τὸ μονῶ, ὁ μέλλων οἰώσω, καὶ ἐξ αὐτοῦ οἰωνὸς, μόνον γὰρ τὸ ζῶον αὐλίζεται. ὁ παρακείμενος οἴωκα, ὁ παθητικὸς οἴωμαι, ὁ ἀόριστος οἰώθην, τὸ ἐμονώθην· τὸ οι δίφθογγος, παρὰ τὸ οἶος, ὃ σημαίνει τὸν μόνον· καὶ εἰς τὸ γελοῖος
ο 107
Οἴοις δοτικὴ τῶν πληθυντικῶν, παρὰ τὸ οἶος, ὃ δηλοῖ τὸ μόνον· τὸ δὲ οἶος ἐκ τοῦ μία, ἀποβολῇ τοῦ μ, ἴα, ΐος, πλεονασμῷ τοῦ οι οἶος· ἐξ οὗ ἐπίῤῥημα χρονικὸν δηλωτικὸν οἶος
ο 108
Ὀκλάσαι παρὰ τὸ κλάσαι, κατὰ πλεονασμὸν τοῦ ο, ὅ ἐστι κλάσαι, διὰ τὸ ὥσπερ κλάσειν ὑπομένειν τὰ γόνατα
ο 109
ὀκλάζειν παρὰ τὸ ἐγκλᾶν καὶ κάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι· ὅθεν καὶ κλὰξ ἐπίῤῥημα
ο 110
Οἴουλος τὸ γένειον, ὅταν ἐκφύειν ἄρχηται, ἡ πρώτη βλάστησις τῶν τριχῶν
ο 111
Οἰωνὸς ὄρνις, γὺψ, ὅτι καὶ χωρὶς μίξεως πέφυκε πολλάκις τίκτειν ἐξ ἀνέμου· οὕτω φασὶ κυρίως ἐπὶ τῶν γύπων οἰωνούς, οὕτω γὰρ κατὰ φύσιν ποιοῦσιν τὸ ἐξ ἀνέμου τίκτειν· λέγεται δὲ καὶ οἰωνὸς ὄρνις μαντευτικὸς, διʼ ὧν ἔλεγον τὰ συμβησόμενα, βλέποντες ἁ ἐποίουν σημεῖα· εἴρηται οἰωνιστικὴ, παρὰ τὴν τῶν ἀνθρώπων οἴησιν ἤγουν νόμισιν
ο 112
Ὄκνος ἔστι κινῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἄκινος, καὶ κατὰ συγκοπὴν ἄκνος, καὶ τροπῇ τοῦ α εἰς ο ὄκνος, ὁ μὴ κινεῖσθαι ἡμᾶς ποιῶν· ἢ παρὰ τὸ καίνω τὸ κόπτω· ὁ γὰρ κόπος κόπτει τὴν δύναμιν· καὶ εἰς τὸ φόβος
ο 113
Ὄκνος ὁ ποιῶν ἀκινήτους· τροπῇ τοῦ α εἰς ο
ο 114
Ὀκρυόεις οὐδέπου ὀκρυόεντος ἀνέπνεον, ἀντὶ φόβιος, ἤτοι παρὰ τὸ ἄκρον, ἀκρυόεις καὶ ὀκρυόεις, ὁ ἀκρότατος καὶ ἄκρατος φόβος· ὁ κρύους καὶ φόβου ποιητικός· καὶ πλεονασμῷ τοῦ ο
ο 115
Ὀκέλλει προσορμᾶται, ἐκρίπτεται· εἴρηται ἐπὶ τῶν νηῶν
ο 116
Ὁλοκαύτωσις παρὰ ὁλοκαυτῶ· ἐτυμολογεῖται δὲ παρὰ τὸ ὅλον καίεσθαι τὸ ἱερεῖον
ο 117
Ὀκρίβαντες ἐφʼ ὧν ἄκρων ἔστασιν, οἱ ὑποκριταί· ἀκρίβαντές τινες ὄντες· ὁ δὲ ἀκρίβας παρὰ τὸ ἄκρον διὰ τοῦ ἰῶτα συνετέθη, ὡς καὶ παρὰ τὸ ἄργον ἀργικέραυνος
ο 118
Ὀκτὼ γράφεται διὰ τοῦ ω· ἐπειδὴ οὐδέποτε λέξις Ἑλληνικὴ ἁπλῆ ὀξύτονος εἰς ο λήγει, πλὴν τῆς ὑπὸ προθέσεως
ο 119
Ὀλβιόδαιμον ὁ τόνος· καὶ τὰ εἰς ων σύνθετα, τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, χωρὶς τοῦ Λακεδαῖμον, καὶ παλαῖμον· σημαίνει δὲ τὸν ἔμπειρον τῆς παλαιστικῆς· γίνεται δὲ ἐκ τοῦ πάλειν καὶ τοῦ αἵμων, ὃ σημαίνει τὸν ἔμπειρον· ἡ εὐθεῖα ὁ Λακεδαίμων, ὁμοίως καὶ ὀλβιοδαίμων· ἡ γενικὴ ὀλβιοδαίμονος· τὰ σύνθετα τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν· τὸ ἁπλοῦν δαίμονος· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ, ὁ δαίμων γὰρ καὶ ἡ δαίμων· τὶ διαφέρει πλούσιος, εὔπορος, ἀφνειὸς, ὄλβιος, εὐδαίμων, εὐτυχὴς, μακαρίου; διαφέρει· πλούσιος μὲν γάρ ἐστιν, ὁ πολλὴν οὐσίαν ἔχων· εὔπορος ὁ εἰς τὰς ἐπιβαλλούσας χρείας ὑπάρχων ἀνενδεής· ἀφνειὸς ὁ ἀπὸ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων ἔνος γὰρ ὁ ἐνιαυτός· ὄλβιος δὲ ὁ τέλειαν τὴν εὐδαιμονίαν ἔχων, οἷον, ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. σημαίνει δὲ ὄλβιος τὸν εὐδαίμονα καὶ πλούσιον· καὶ εἰς τὸ πλούσιος. μακάριος δὲ, ὁ πάντοτε ἐν ἀγαθοῖς ὤν
ο 120
Οὖλον τὸ ὑγιὲς, οὖλε τε καὶ μέγα χαῖρε, ἀντὶ τοῦ ὑγίανε
ο 121
Ὄλβιος εὐδαίμονος διαφέρει· εὐδαίμων γάρ ἐστιν ὁ πλούσιος καὶ εὐτυχής· πταίων δὲ κατά τινας καιροὺς περὶ τὴν τύχην· καὶ εἰς τὸ πλούσιος
ο 122
Ὄλβιος ὁλόβιός τις ὢν, ὁ ὅλον βίον ἔχων, τουτ’ἔστιν ὁλόκληρον. καὶ εἰς τὸ πανόλβιος
ο 123
Ὅλη παρὰ τὸ ὅλος· τοῦτο παρὰ τὸ ὁλῶ τὸ πληρῶ· διάτι δασύνεται; τὸ ο πρὸ τοῦ λ ψιλοῦται πλὴν τοῦ ὅλος. τοῦτο δὲ δείκνυται ἐκ τῆς συναλοιφῆς δασυνόμενον ἐφʼ ὅλην τὴν οἰκουμένην
ο 124
Ὄλεθρος ὁ θάνατος, παρὰ τὸ ὀλῶ τὸ συστρέφω, ὀλέσω, ὤλεκα, ὤλεσμαι, καὶ ἐξ αὐτοῦ ὄλεθρος· καὶ γράφεται ἐν μὲν τῇ ἁπλότητι διὰ τοῦ ο, ἐν δὲ τῇ συνθέσει διὰ τοῦ ω. οἷον, πανώλεθρος. ἐτυμολογεῖται δὲ παρὰ τὸ ὅλους θραύειν
ο 125
Ὀλέκοντο ἐκ τοῦ ὀλῶ ὀλέσκω, κατʼ ἔνδειαν τοῦ ς ὀλέκω ῥῆμα· καὶ τὸ παθητικὸν ὀλέκομαι, ὀλέκοντο ἀπόλλοντο· παρατατικὸς Ἰωνικῶς ἄρχεται ἀπὸ τοῦ ο, καὶ γίνεται ἄκλιτον· τὰ δὲ τοιαῦτα μέλλοντα οὐκ ἔχουσιν, ἐπειδὴ ἀπὸ μελλόντων μετήχθησαν· οἷον, ὄρσεο Λαωμέδων· ἄξετε Πριάμοιο βίην· γέγονε δὲ ὥσπερ ἀπὸ τοῦ ἀρέσω, πλεονασμῷ τοῦ κ ἀρέσκω, καὶ ἀπὸ τοῦ μεθύω, μεθύσω, μεθύσκω, οὕτω καὶ ἀπὸ τοῦ ὀλῶ ὀλέσω ὀλέσκω, καὶ κατʼ ἔνδειαν τοῦ ς ὀλέκω· διὸ καὶ οὐ κλίνεται
μ 381
μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπʼ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται· Ὅμηρος· δίφρον ἀεικέλιον παραθεὶς, ὀλίγην τε τράπεζαν
ο 126
Ὀλιγωρία παρὰ τὸ ὀλίγον καὶ τὸ ὥρα, ὃ σημαίνει τὴν φροντίδα, ἡ συντελοῦσα πρὸς τὸ ζῆν· τὸ δὲ ὀλίγον καὶ ἀντὶ τοῦ οὐδαμῶς εἴρηται· Ὅμηρος· ἦ ὀλίγον οἱ παῖδα ἐοίκοτα γείνατο Τυδεὺς, ἀντὶ τοῦ οὐδαμῶς· καὶ εἰς τὸ ὥρα
ο 127
Ὀλίσθημα ἐκ τοῦ ὀλισθῶ· τοῦτο δὲ ἐκ τοῦ ὄλισθος· τοῦτο παρὰ τὸ ὀλοθεῖν, ἤγουν μὴ τρέχειν
ο 128
Ὄλισθος σημαίνει τὸν συμποδισμόν· γίνεται παρὰ τὸ ὅλως ἴεσθαι, ὅ ἐστι πορεύεσθαι· ἢ παρὰ τὸ ὅλως θέειν κατʼ ἀντίφρασιν
ο 129
Ὄλμος ἐν ᾧ τύπτουσι τὰς κριθὰς, καὶ τὸ τῶν μυρεψῶν, ἐν ᾧ καταλεαίνουσι τὰ παχύτερα τῶν παχυτέρων· ὕπερον δὲ λέγεται τὸ κόπανον
ο 130
Ὄλμος στόμβος, ἢ ἴδυς, παρὰ τὸ λύω λύομος, καὶ ἐκβολῇ τοῦ υ λόμος, καὶ καθʼ ὑπερβιβασμὸν τοῦ ο ὄλμος· ἢ παρὰ τὸ ἄλλω τὸ πηδῶ
ο 131
Ὄλμος ὄρμου διαφέρει· ὄρμος μὲν γάρ ἐστι λιμήν· ὄλμος δὲ μυρεψικόν τι σκεῦος εἰς ὃ κόπτονται τὰ εἴδα τὰ μυρεψικά· τὸ ἰγδίον λεγόμενον παρʼ Ἰταλοῖς
ο 132
Ὄλκος παρὰ τὸ ἕλκω, ἕλκος, ὄλκος· ἢ παρὰ τὸ ἔχω ὄχος· σημαίνει δὲ πολλά. τὸ πλῆθος, τὴν ἔκτασιν τοῦ πλοίου, τὸν ναύσταθμον, τὸν ἁρμὸν, τὸν ἀγωγὸν τοῦ ὕδατος καὶ τὴν στάθμην ἢ τὸν ζυγὸν καὶ τὸ μέτρον, καὶ τὸ μῆκος τοῦ ὄφεως, καὶ τὴν δύναμιν
ο 133
Ὀλκὴ ἄγει γράμματα τέσσαρα
ο 134
Ὀλιγοστὸς ἐκ τοῦ ὀλίγος ὀλιγοστός· ἐπὶ πηλικότητος τάσσεται
ο 135
Ὄλμος δὲ ἐκλήθη διὰ τὸ ὀλλύειν καὶ φθείρειν τὰ ἐμβαλλόμενα· ὕπερον δὲ τὸ κόπανον
ο 136
Ὁλοκαυτώματα ἐκ τοῦ καίω καὶ τοῦ ὅλος γίνεται ὁλοκαυτῶ ῥῆμα, καὶ ἐξ αὐτοῦ ὁλοκαύτωμα· τὸ δὲ ὁλοκαύτωμα πάλιν ἐκ τοῦ ὁλοκαυτῶ, τοῦτο παρὰ τὸ ὅλος καὶ τὸ καίω, ἢ παρὰ τὸ ὀλῶ τὸ φθείρω, καὶ τὸ καίω
ο 137
Ὅλος τοῦ πᾶς διαφέρει· ὅλος ἐφʼ ἑνὸς τάσσεται, οἷον, ὅλος κατατέτρωται ὁ ἄνθρωπος· πᾶς δὲ ἐπὶ πλειόνων· οἷον ὁ πᾶς ἄνθρωπος κατατέτρωται
ο 138
Ὀλοφυρόμενος κυρίως τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν. Καλλίμαχος ὀλόψατο χαίτας· ἀντὶ τοῦ ἔτιλλε
ο 139
Ὄμβρος παρὰ τὸ βάρος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄβαρος ὁ πάνυ βαρὺς, καὶ τροπῇ τοῦ α εἰς ο ὄβαρος, καὶ ἐκβολῇ τοῦ α, καὶ πλεονασμῷ τοῦ μ ὄμβρος· ἐτυμολογεῖται παρὰ τὸ ὁμοῦ ῥεῖν
ο 140
Ὄλυμπος ὁ οὔρανος θεοῦ οἰκητήριον, οἱονεὶ ὁλολαμπής τις ὢν, καὶ σελήνης καὶ ἄστρων
ο 141
Ὁμῆλιξ ὁ ἴσην ἡλικίαν ἔχων· γίνεται δὲ ἐκ τοῦ ὁμοῦ, καὶ τοῦ ἧλιξ· τοῦτο ἐκ τοῦ πάλλω τὸ κινῶ πάλιξ· καὶ ἀποβολῇ τοῦ π καὶ τροπῇ τοῦ α εἰς η ἧλιξ
ο 142
Ὀλυμπιὰς διαφέρει. Ὀλυμπία χωρίον ἐστὶ τῆς Ἰλιακῆς μοίρας, ἐν ᾧ τὰ Ὀλύμπια ἐτελοῦντο· Ὀλυμπιὰς δὲ σημαίνει τὴν πανήγυριν· ἐκ τοῦ χωρίου τῆς Ὀλυμπίας τοίνυν, ἐν ᾧ χώρῳ οἱ ἀθληταὶ ἠγωνίζοντο, ὀλυμπιὰς ὠνομάσθη ἡ πανήγυρις, ἡ τῆς Ὀλυμπίας ἑορτή
ο 143
Ὀλοφώϊος θὴρ κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω
ο 144
Ὀλύρα ἡ κριθή· καὶ ὀλυρίτης ἄρτος ὁ τῆς κριθῆς
ο 145
Ὀλύρα εἶδος κριθώδους καρποῦ, ζειά· ἡ γὰρ κριθὴ ἑξάστιχος, ὁ σῖτος τετράστιχος· ἡ δὲ ὀλύρα δύστιχος καὶ ὄψιμος
ο 146
Ὅλος παρὰ τὸ ἕω τὸ πληρῶ ἕλος καὶ ὅλος· καὶ εἰς τὸ χήρα
ο 147
Ὀλοῦσθαι εἰς τὸ λευκώλενος, καὶ ὠλέναι
ο 148
Ὀλοὴ ἡ ὀλεθρία, καὶ ὀλοῆς
ο 149
Ὀλοώτερος ἐκ τοῦ ὀλοὸς γίνεται· ἔστι συγκριτικὸν καὶ ἀντὶ τοῦ ἁπλοῦ λαμβάνεται· τὸ γὰρ δικαιότατος καὶ ὀλοώτερος παρὰ τῷ ποιητῇ, ἀντὶ τοῦ ἁπλοῦ λαμβάνεται
ο 150
Ὀλυμπία σημαίνει δύο, τὸν οὔρανον καὶ τὸ ὄρος, παρὰ τὸ ὁλόλαμπος εἶναι τοῖς ἄστροις· ἢ παρὰ τὸ ὀλλύειν τοὺς ὦπας. καὶ ἡ μὲν πρώτη ἐτυμολογία μόνον ἐπὶ τοῦ οὐρανοῦ ἁρμόζει· ἡ δὲ δεύτερα καὶ τῷ ὄρει, ὡς τῷ ἀγχινεφεῖ, καὶ οὐρανομήκει ὄντι
ο 151
Ὀλῶ εἰς τὸ οὐλομένην
ο 152
Ὁμαδὸς θορυβὸς, κραυγὴ, παρὰ τὸ ὁμοῦ αὐδᾷν
ο 153
Ὅμαιμος ὁ ἀδελφὸς ὁμόαιμος
ο 154
Ὄλωλα ἀπωλέσθην, πόθεν; ἔστι ῥῆμα ὀλῶ, ὅ ἐστι ἀπολύω, οὗ ὁ μέλλων ὀλέσω, ὁ παρακείμενος ὤλεκα, ὁ μέσος ὦλα, ὁ ἀττικὸς ὄλωλα
ο 155
Ὁμαιχμία συμμαχία, παρὰ τὸ αἰχμὴ καὶ τὸ ὁμοῦ, γίνεται ὁμοαιχμία, καὶ συγκοπῇ ὁμαιχμία. σημαίνει δὲ τὴν εἰρήνην· συμβαίνει γὰρ εἰρηνευόντων τινῶν ὁμοῦ τὰς αἰχμὰς ἔχειν
ο 156
Ὁμαρτῶ παρὰ τὸ ὁμοῦ ἐπίῤῥημα, καὶ τὸ ἄρω ῥῆμα βαρύτονον, οἱονεὶ ὁμοῦ ἁρμόττω· καὶ εἰς τὸ παρομαρτοῦντες
ο 157
Ὀμβροβλυτεῖς ἔστιν ὄμβρος καὶ βλύω, καὶ ἐξ αὐτοῦ ὀμβροβλυτῶ, ὀμβροβλυτεῖς· τὸ δὲ βλύω παρὰ τὸ βρύω, ἐξ οὗ γίνεται βρῦα τὰ τῆς θαλάσσης· τοῦτο παρὰ τὸ ῥέω· τοῦτο παρὰ τὸ ὕω τὸ βρέχω· ἐκ τοῦ βλύω γίνεται βλύζω
ο 158
Ὀμβρήματα ἐκ τοῦ ὀμβρῶ, ὀμβρήσω· τὸ δὲ ὀμβρῶ παρὰ τὸ ὄμβρος· ἢ παρὰ τὸ βάρος, καθʼ ὑπερβιβασμὸν ἄβρος, τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ μ ὄμβρος, ὁ βαρέως φερόμενος· ἢ παρὰ τὸ ὁμοῦ καὶ τὸ ῥόος, ὅμορος καὶ ὄμβρος, ἐπειδὴ τὸ ο οὐ δύναται εἶναι πρὸ τοῦ ρ, εἴτε κατὰ διάστασιν, πλεονασμῷ τοῦ μ· καὶ γίνεται ὄμβρος
ο 159
Ὁμηγερεὲς ἐπίῤῥημα ἀθροίσεως, ὁμοῦ συνηγμένοι· γέγονε παρὰ τὸ ὁμοῦ, καὶ τὸ ἀγείρω τὸ συναθροίζω, ὁμοάγειρος, ὁμοαγείρεος, ὁμηγερεώς
ο 160
Ὁμοέστιος ὁμόοικος· ἑστία γὰρ ἡ οἰκία
ο 161
Ὁμηρία ἡ ἀντιπροσώψις, καὶ ἡ φελία καὶ ἡ λέξις
ο 162
Ὁμηγύρις σύνοδος, συνάθροισμα, συνελεύσις πλήθους
ο 163
Ὁμηλικία ὁμῆλιξ ὁμήλικος, σημαίνει δὲ τὴν ἴσην ἡλικίαν ἔχοντα· γίνεται ἐκ τοῦ ὁμοῦ καὶ τοῦ ἧλιξ· τοῦτο ἐκ τοῦ πάλλω τὸ κινῶ πάλιξ, καὶ ἀποβολῇ τοῦ πι καὶ τροπῇ ἧλιξ
ο 164
Ὅμηροι παρὰ τὸ ἄρω τὸ ἁρμόζω, οἱ ἐπὶ εἰρήνης καὶ ὁμονοίας διδόμενοι παῖδες ἐνέχυρα· τὸ μη ἦτα διάτι; παρὰ τὸ ἄρω τὸ ἁρμόζω
ο 165
Ὁμιλεῖν ἐπὶ τοῦ πολεμεῖν, παρὰ τὸ ὁμοῦ καὶ τὴν εἵλησιν τῶν νεφῶν· τὸ μι ἰῶτα. τὰ παρὰ τὸ εἱλῶ μὴ κατὰ τὸ ἄρχον μέρος λόγου συντιθέμενα, διὰ τοῦ ι γράφεται· οἷον, ὅμιλος, ὁμίχλη· πρόσκειται, μὴ κατὰ τὸ ἄρχον μέρος λόγου συντιθέμενα διὰ τὸ εἱλίπους ὁ ὄφις· ἰστέον δὲ ὅτι τὸ ὁμιλία ὄνομα τριχῆ λαμβάνεται· ἐπὶ τοῦ συνεῖναι καὶ συμπολιτεύεσθαι, καὶ διαλέγεσθαι κατὰ τὴν φωνὴν, καὶ τρίτον ἐπὶ τοῦ πολεμεῖν· χρῆσις δὲ τοῦ μὲν πρώτου· τὸ πιστὸν ὑμῶν· ὦ Λακεδαιμόνιοι, τῆς καθʼ ἡμᾶς αὐτοὺς πολίτας τε καὶ ὁμιλίας· οὕτω γὰρ φησὶ Θουκυδίδης, τῇ δημηγορίᾳ τῶν Κορινθίων, πολιορκουμένης τῆς πολιδαιας, ὑπὸ Ἀθηναίων· τοῦ δὲ δευτέρου, τοῦ καθʼ ἑκάστου μὲν τῇ ὁμιλίᾳ καλεῖν Ἕλληνος μᾶλλον· τοῦ δὲ τρίτου, τὸ πρὸς Ἕκτορα παρὰ τῷ Ὁμήρῳ εἰρημένον· ἡμεῖς δʼ ἔνθαδε ὄντες ὁμιλέομεν Δαναοῖσιν, ἀντὶ τοῦ πολεμοῦμεν αὐτούς
ο 166
ὁ δὲ σύνδεσμοι, ἀρσενικοῦ ὀνόματος, ἔναρθρος· ἡ μὲν καὶ ἡ δὲ, θηλυκοῦ ὀνόματος, ἔναρθρον ὁμοίως
ο 167
Ὅμιλος ἡ ἄθροισις, τὸ πλῆθος, παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι· λέγεται δὲ καὶ ὁ θόρυβος, ἀπὸ τῆς παρακολουθησάσης ἐν ὄχλῳ ὁμιλίας
ο 168
Ὁμιχῶ σημαίνει τὸ οὐρῶ· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς χω οὐ παραλήγεται τῇ ει, πλὴν τοῦ στείχω
ο 169
Ὁμίχλη παρὰ τὸ μὴ ἔχειν τὴν εἵλησιν τῶν νεφῶν· ἢ παρὰ τὸ τοῖς ὄμμασιν παρέχειν ἀχλύν. δασύνεται· τὸ ο γὰρ πρὸ τοῦ ἑνὸς μ δασύνεται· καὶ πῶς παρὰ τῷ ποιητῇ λέγεται, ἠΰτʼ ὀμίχλη· εἰ γὰρ ἐδασύνθη, τραπεῖν εἶχε τὸ ψιλὸν εἰς δασύ· ἐροῦμεν οὖν ὅτι κατὰ διάλεκτον Ἰωνικήν· οἱ γὰρ Ἴωνες τοῖς δάσεσι ἀντὶ ψιλῶν χρῶνται· τὸ ἀφικόμεθα γὰρ ἀπικόμεθα, καὶ τὸ οὐχὶ οὐκὶ, οὕτω καὶ τὸ ἠϋθʼ ὀμίχλη. ἠΰτʼ ὀμίχλη
ο 170
Ὁμοίωμα εἰδώλου διαφέρει· τὸ μὲν ὁμοίωμά τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα· τὸ δὲ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει
ο 171
Ὁμόδουλος συνδούλου διαφέρει· ὁμόδουλοι γάρ εἰσιν, οἱ μετασχόντες ὁμοίας τύχης δουλικῆς· σύνδουλοι δὲ οἱ ἀλλήλοις δουλεύοντες
ο 172
Ὁμὴν κατὰ τὸ ὄνομα τῆς σελήνης λέγεται· μήνη γὰρ αὕτη ἑρμηνεύεται τῇ Ἕλλαδι φωνῇ, διὰ τὸ μὴ μένειν ἐν ταὐτῷ
ο 173
Ὀμφῶες δύο ὦτα ἔχοντες
ο 174
Ὀμφαλός κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος τὸ μέσον· καὶ εἴρηται παρὰ τὸ ὀμπνεῖν, ὅ ἐστιν ἀναμπνεῖν, παρʼ ὃ καὶ ὄμπνος ὁ δημητριακὸς καρπός· τὸ δὲ βρέφος κατὰ γαστρὸς ὂν διὰ τοῦ ὀμφάλου ἀναπνεῖ καὶ τρέφεται· μεταφορικῶς καὶ ἐπὶ τοῦ ζυγοῦ καὶ ἐπὶ τῆς ἀσπίδος, καὶ ἐπὶ τῶν ἄλλων τὸ μέσον. ἄλλως· ὀμφαλὸς, οἱ μὲν παρὰ τὸ φάλλῳ ἐοικέναι, ὅ ἐστι μηρίον· ἐκκρεμὴς γάρ ἐστιν ἐν ἀρχῇ, πρὸ τῆς ἀποτομῆς· οἱ δὲ ἀπὸ τοῦ περὶ αὐτὸν εἱλεῖσθαι τὸ γεννώμενον· οἱ δὲ ἀπὸ τῆς ἐμβρύων ἐμφύσεως· οἱ δὲ οἷον ὀπλαλὸν καὶ ὀμπαλὸν, διʼ οὗ τοῖς ὁμμορίοις ἡ ὀμπνὴ ἐπιχορηγεῖται, τουτ’ἔστιν ἡ τροφή· διὸ καὶ τὴν Δήμητραν τὸν τρόφον οὖσαν, κυρίως Ὀμπνεῖαν Αἰολεῖς ὀνομάζουσι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῆς ἀσπίδος, καὶ ἐπὶ τῶν ἄλλων τὸ μέσον, ἀπὸ μεταφορᾶς τοῦ ἡμετέρου σώματος
ο 175
Ὁμοκλήσασκε γίνεται παρὰ τὸ ὁμοκλὴ, ὃ σημαίνει τὴν ἀπειλήν. παρὰ τὸ κέλλω, τὸ προστάσσω, καὶ τὸ ὁμοῦ, γίνεται ὁμοκέλλη καὶ συγκοπῇ ὁμοκλή· ἢ ἀπὸ τοῦ καλῶ καὶ ῥῆμα ὁμοκλῶ, ὁ μέλλων ὁμοκλήσω, ὁ ἀόριστος ὡμόκλησα, καὶ τὸ τρίτον ὡμόκλησεν καὶ ὡμοκλήσασκεν· ἔλθωμεν δὲ καὶ διαλάβωμεν περὶ αὐτῶν· ἰστέον, ὅτι ταῦτα Ἰωνικὰ, καὶ γίνεται διὰ τοῦ σκ. τὸ τρίτον πρόσωπον ἀπὸ μὲν βαρυτόνων ὄντα, ἔχουσι φωνῆεν πρὸ τοῦ σκ, τὸ ε, οἷον, τύπτεσκε, λάβεσκε, λέγεσκε, ὑπεσταλμένου τοῦ πρώτου ἀορίστου, περὶ οὗ μετʼ ὀλίγον εἴρηται· καὶ τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ τὰ τῆς πρώτης τῶν εἰς μι ὁμοίως τὸ ε ἔχουσι πρὸ τοῦ σκ. οἷον, μυκῶ, μυκᾶς, ἔμυκον, μύκεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν εἰς μι καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ β ἀορίστῳ, διὰ τοῦ α ἐκφέρεται, πτώσει τοῦ σκ. οἷον, ἵστημι, ἵστην, στάσκεν· τὰ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων καὶ τῶν εἰς μι, διὰ τοῦ ο ἐκφέρεται πρὸ τοῦ σκ, οἷον, ἐχρύσουν, ἐχρύσοσκεν· τὰ δὲ τῆς τετάρτης συζυγίας τῶν εἰς μι, συστέλλει τὸ δίχρονον μόνον πρὸ τοῦ σκ· οἷον ζεύγνυμι, ἐζεύγνυν, ἐζεύγνυς, ἐζεύγνυ, ζεύγνυσκεν· ἔδυν ἔδυς ἔδυ, δύσκεν· ὁ δὲ ἀόριστος πρῶτος ἐπὶ τῶν βαρυτόνων καὶ ἐπὶ τῶν περισπωμένων καὶ ἐπὶ τῶν εἰς μι, τὸ α ἔχουσι πρὸ τοῦ σκ, οἷον, πλάσκε, γράψασκε· τὸ γὰρ κεχρεωστημένον α τοῦ τρίτου προσώπου ἀνεδέξατο ἐνταῦθα· τὸ γὰρ τρίτον πρόσωπον τοῦ ἀορίστου πρώτου, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν διὰ τοῦ α· καὶ ὤφειλεν, ἔτυψα, ἔτυψας, ἔτυψεν ἐκεῖνος, κατʼ ἀποβολὴν τοῦ ς· ἀλλʼ ἐπειδὴ ὡς εἴρηται, οὐκ ἠδύναντο τὰ τρίτα πρόσωπα ὁμοφωνεῖν κατὰ τὸν αὐτὸν ἀριθμὸν, καὶ κατὰ τὴν αὐτὴν διάλεξιν, καὶ τροπῇ παρηκολούθησε τὸ α εἰς ε, καὶ γέγονεν ἔτυψεν ἐκεῖνος. ἐνταῦθα δὲ ἐπειδὴ προσερχομένου τοῦ σκ, οὐκ ἔστι ὁμοφωνία τοῦ τρίτου προσώπου πρὸς τὸ πρῶτον πρόσωπον, προσῆλθε τὸ κεχρεωστημένον α, οἷον, τύψασκε, ποιήσασκε· ταῦτα δὲ οἱ Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολλάκις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόσωπον ποιοῦσιν· οἷον, τύπτεσκον, χαίρεσκον, τύπτεσκε, χαίρεσκε· λέγει δὲ καὶ ὁ Ἄμβρων, ὅτι τὰ προσλαμβάνοντα ταῦτα κατὰ τὸ τέλος, ἀποβάλλουσι κατὰ τὴν ἄρχουσαν, καὶ γὰρ τὸ ἔτυπτε ποιοῦσιν οἱ Ἴωνες τύπτεσκεν, ἀποβάλλοντες ἐκ τῆς ἀρχούσης συλλαβῆς, καὶ προστιθέντες κατὰ τὸ τέλος· διὰ τοῦτο τὸ ἔτυπτεν ἐν τῷ τύπτεσκεν ἀποβάλλει τὸ ε τῆς ἀρχούσης. ἐπειδὴ τὰ ποιητικὰ Ἰωνικὰ, ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι, οἷον, ἔτυπτε, τύπτε δʼ ἐπιστροφάδην, πρὸς τὴν τύπτων μετοχήν· ἥψατο· ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ, πρὸς τὴν ἅψας μετοχήν· ἤκουσα, ἤκουσαν· διάτι δὲ εἶπον ταῖς ἰδίαις μετοχαῖς, καὶ οὐ τοῖς ἰδίοις ἐνεστῶσι; διὰ τὸ εἴπεσκεν· τοῦτο γὰρ τῇ εἴπων μετοχῇ συνάρχεται, οὐ μὴν τῷ ἐνεστῶτι· ἔπω γάρ ἐστιν ὁ ἐνεστὼς, ἐξ οὗ καὶ τὸ ἐννέπω, ταῦτα μὲν ἐν τούτοις
ο 176
Ὀμόργνω εἰς τὸ ἀπομόρξατο
ο 177
Ὀμπνία ἡ Δημήτηρ, παρὰ τὸ ὁμοῦ πνέω. Λυκόφρων καὶ κτῆσιν ἄλλην, ὀμπνίαν κειμηλίων
ο 178
Ὄμφαξ οἷον, ὠμόφαξ, ἡ ὠμὴ εἰς τὸ φαγεῖν
ο 179
Ὁμόσφυρος ὁ ἀδελφὸς, διὰ τὸ περὶ τὰ αὐτὰ τὰ σφυρὰ τῆς μητέρος πεσεῖν γεννηθέντα
ο 180
Ὀμφὴν φωνὴν, κληδόνα, φήμην θεῖαν, ἢ ὀνείρου φάντασμα
ο 181
Ὁμώνυμόν ἐστιν ὅταν δύο πράγματα μόνον ὀνόματι κινουσιν, ὡς ἐπὶ εἰκόνος καὶ τοῦ Παύλου· τὰ γὰρ ἀμφότερα λέγεις ἄνθρωπον, ἀλλὰ μόνῳ τῷ ὀνόματι κοινωνοῦσι· τῷ δὲ πράγματι διαφέρουσιν
ο 182
Ὀνείατα βρώματα, τὰ ὄνησιν παρέχοντα
ο 183
Ὄνειδος παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι, καὶ τὸ εἶδος· τὸ κατὰ τὸ εἶδος μεμπτόν· τινὲς δὲ παρὰ τὸ ὀνήσασθαι· ἴσως δὲ πᾶν τὸ ὂν πλημμελὲς τότε φαίνεται, ὡς ἔγκειται τὸ εἴδεται, ὅ ἐστι φαίνεται
ο 184
ὄναρ παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ καὶ τὸ εἴρω τὸ λέγω· πολλοὺς μὲν ὠφελοῦσι, πολλοὺς δὲ βλάπτουσι· τὸ νει διφθόγγῳ· τὰ διὰ τοῦ ειρος ῥη ματικὰ δίφθογγον ἔχει
ο 185
Ὀνῶ σημαίνει τέσσαρα. ὀνῶ τὸ ὠφελῶ, ἐξ οὗ καὶ ὄνησις ἡ ὠφέλεια· ἔπειτα δὲ κ’αὐτὸς ὀνήσεται· καὶ τὸ μέμφομαι, ἐξ οὗ καὶ ὁ μέλλων ὀνόσω, ὡς τὸ ἔνθακεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετέλθων· σημαίνει δὲ καὶ τὸ βλάπτω· σημαίνει καὶ τὸ ἀγοράζω, ὡς τὸ ὠνοσάμην δούλην· καὶ ὀνῶ τὸ ἀπολαύω
ο 186
Ὄνειρος ἤτοι παρὰ τὴν ὄνησιν, οἷον, παρὰ τὸ ὀνῶ τὸ ὠφελοῦμαι, ὄνειρος, ὡς παρὰ τὸ πέπω πέπειρος· ἢ παρὰ τὸ ὀνείρειν καὶ λέγειν, ἢ κατὰ μετάθεσιν τοῦ ο, νόειρός τις ὤν
ο 187
Ὀνείρωξις ἡ διὰ τῶν ὀνείρων φαντασία· ἢ ὄψις ἡ ἐν τοῖς ἐνυπνίοις· ὀνειρώττω γὰρ τὸ ῥῆμα, ἀντὶ τοῦ διʼ ὀνείρων βλέπω· τὸ δὲ ὀνειροπολεῖν ἐγρηγορήτως ἐπὶ ἐνύπνιον· τὸ γὰρ τοῖς πολλοῖς ἀπὸ τοῦ φαντάζεσθαι σημαινομένου, τοῦτο παρὰ τοῖς πεπαιδευμένοις τὸ ὀνειροπολεῖν δηλοῖ· φαντάζεσθαι δὲ κυρίως ἐστι τὸ φαίνεσθαι
ο 188
Ὀνειρώττειν ὀνειρῶ, ὁ μέλλων ὀνειρώσω, τὸ διʼ ὀνείρων βλέπω· διὰ τῆς ει διφθόγγου· πᾶν γὰρ τὸ ὄνειρος γέγονεν
ο 189
Ὀνειροπόλος ὥσπερ γὰρ οἰωνοπόλος λέγεται, ὁ μάντης, ὁ περὶ τοὺς οἰωνοὺς ἀναστρεφόμενος, καὶ αἰγοπόλος, ὁ περὶ τὰς αἶγας, καὶ συγκοπῇ αἰπόλος καὶ θυηπόλος, ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος, οὕτω καὶ ὁ περὶ τοὺς ὀνείρους πολῶν. καὶ ἀναστρεφόμενος ὀνειροπόλος
ο 190
Ὄνυξ παρὰ τὸ νύσσειν, πλεονασμῷ τοῦ ο, οἷον, ἄνυξ, ὁ ἀνοίγων τὴν σάρκα ἐν τῷ φύεσθαι, ἤγουν προκύπτων
ο 191
Ὄντως ἀληθῶς, κατὰ ἀλήθειαν· ἡ τοῦ ὄντος ἀκριβὴς κατανόησις. τὸ πρῶτον ἐπίῤῥημα, τὸ δεύτερον μετοχή
ο 192
Ὀνομήνω ῥῆμα ὑποτακτικὸν, ἐκ τοῦ ὀνομαίνω· ὥσπερ παρὰ τὸ πῆμα γίνεται πημαίνω, καὶ κάρα καραίνω, καὶ ἐν συγκοπῇ κραίνω, οὕτω καὶ παρὰ τὸ ὄνομα γίνεται ὀνομαίνω
ο 193
Ὄνος τὸ ζῶον, διὰ τοῦ οὐ νοεῖν· ἢ ὤνιον εἶναι· ἢ παρὰ τὴν ὄνησιν τὴν ἐξ αὐτοῦ γινομένην ἐν τοῖς ἔργοις
ο 194
Ὄνος παρότι ὀνητὸν, ἤτοι ὠφέλιμον ἐν τῷ βαστάζειν· ἢ διὰ τὸ νωθρὸν ὑπάρχειν
ο 195
Ὀνῶ εἰς τὸ ἀπώνασθα, καὶ οἶνος, καὶ ὄνειρος, καὶ ὀνοτάζων ἐκφαυλίζων
ο 196
Ὄνομα ἀπὸ τοῦ νέμω τὸ μερίζω γίνεται ῥηματικὸν, ὄνομα, οἷον νόμα, καὶ πλεονασμῷ τοῦ ο ὄνομα
ο 197
Ὄναγρος παρὰ τὸ ὄνος καὶ τὸ ἄγρος· τὸ δὲ ὄνος παρὰ τὸ ὀνῶ τὸ ὠφελῶ· πόσα σημαίνει ὄνος; δύο· τὸ ζῶον, ὡς τὸ, ὡς δʼ ὁτʼ ὄνος παρʼ ἄρουραν ἰὼν· καὶ τὴν τιμὴν τοῦ ἀγοραζομένου· ὡς τὸ, υἱὸς δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε· καὶ γράφεται διὰ τοῦ ω
ο 198
Ὀξεῖα διὰ τῆς ει διφθόγγου, ὅτι τὰ ἀπὸ τῶν εἰς υς διὰ τοῦ εια γινόμενα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ὀξὺς ὀξεῖα, δεύτερον δὲ ὅτι ἀνεφάνη τὸ ε χωρὶς τοῦ ι, λεγομένου αὐτοῦ· τρίτον, ὅτι ὀξεῖα λέγουσιν οἱ Δωριεῖς διὰ τοῦ ἦτα· ἔθος δὲ ἔχουσι τὸ ἦτα εἰς ει τρέπειν
ο 199
Ὀξυδέρκεια ἐκ τοῦ ὀξὺς καὶ τοῦ δέρκω τὸ βλέπω· ὀξυδορκία δὲ ἐκ τοῦ ὀξυδορκῶ
ο 200
Ὄξος παρὰ τὸ ὀξύνειν τὰς αἰσθήσεις ἐν τῷ γεύεσθαι· σημαίνει δὲ καὶ ὄνομα ποταμοῦ, καὶ γράφεται διὰ τοῦ ω
ο 201
Ὀξύῤῥοπον ταχέως ῥέποντα, ὀξύτερον βλέποντα
ο 202
Ὀξύω ἐκ τοῦ ὀξὺς, τοῦτο δὲ, ὡς παρὰ τὸ χέω χοὸς χοῢς, καὶ πλέω πλατὸς πλατὺς, οὕτω ξέω ξοὸς ξοῢς, καὶ ἐν ὑπερβιβασμῷ ὀξύς· τὸ ἀντιδιαστελλόμενον τῷ ἀμβλεῖ
ο 203
Ὅου οὗτινος, ἄρθρον ὑποτακτικὸν τὸ ὃ, τὸ δὲ οὐ λέγεται πλεονασμός. λέγει δὲ Ἡρωδιανὸς, ὅτι ὁ πλεονασμὸς τὸν οἰκεῖον τόνον φυλάττει, οἷον, ἥνδανεν, ἑήνδανεν, ὥρακα ἑώρακα, εἰ δὲ οὖν καὶ τὸ ὁ κατὰ πλεονασμὸν ἐγένετο, ὤφειλεν εἶναι ὀοῦ περισπωμένως· οὐκ ἔστι δὲ πλεονασμὸς ἀλλὰ διαίρεσις· καί τι διαφέρει διαίρεσις πλεονασμοῦ; διαφέρει, ὅτι ὁ μὲν πλεονασμὸς τὸν αὐτὸν τόνον φυλάττει, οἷον, εἴκοσιν, ἐείκοσιν· ἡ δὲ διαίρεσις διαλλάττει τὸν τόνον, οἷον ἧς ὃ σημαίνει τὴν ἰδίαν, γίνεται ἕης· ἕης τὸ πρίν γʼ ἐράασθε. ἀγορῶντο ἠγορόωντο· οὕτως οὖν οὗ ὅου· τὸ πνεῦμα εἰς ὁ δασὺ λέγει ὁ Ἡρωδιανὸς, ὅτι τὰ πλεονάζοντα φωνήεντι ἐν λέξεσιν ἀπὸ φωνήεντος δασυνωμένου ἀρχομέναις, μεταληπτικὰ γίνονται τοῦ δασέος πνεύματος, οἷον, ἥνδανεν ἑήνδανεν, ὥρακα ἑώρακα· οὕτω καὶ οὗ ὅου
ο 204
Ὀπάζειν κατόπιν διώκειν, ἢ τὸ περιποιεῖν, ἢ τὸ καταφέρεσθαι, ἢ τὸ ἐπιλέγεσθαι
ο 205
Ὀπιπτεύω διὰ τοῦ ἰῶτα· παρὰ τὸ ὄπτω, τὸ θεωρῶ, γίνεται ὀπτεύω καὶ ὀπιπτεύω· καὶ λοιπὸν εὐλόγως διὰ τοῦ ι γράφεται, ἐπειδὴ ἀπὸ πλεονασμοῦ ἐστιν· οὐδέποτε διὰ τῆς ει διφθόγγου διπλασιασμὸς γίνεται· οἷον, θῶ τιθῶ, πλῶ πιπλῶ
ο 206
Ὄπα γένους θηλυκοῦ, ἐκ τοῦ ἔπω τὸ λέγων, ὁ μέλλων ἔψω, ἀποβολῇ τοῦ ω, ἒψ, καὶ τροπῇ τοῦ ε εἰς ο ὄψ. τὸ ο διάτι; τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν, ἔχουσι τὸ ο, ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν· ἔστι δὲ πτώσεως αἰτιατικῆς· ἡ εὐθεῖα ὂψ, καὶ κλίνεται τῆς ὀπός· καὶ Ὅμηρος, ἀκούουσαι ὄπα ἀρνῶν· τὸ δὲ ὂψ σημαίνει τρία· τὸν ὀφθαλμὸν, καὶ κύριον ὄνομα, καὶ τὴν φωνὴν, καὶ γράφεται διὰ τοῦ ω· καὶ σημαίνει τὸν ὀφθαλμὸν, καὶ διὰ τοῦ ο τὴν φωνήν· ζήτει ἐν τοῖς ἐπιμερισμοῖς
ο 207
Ὁ πᾶς καὶ θηλυκὸν ἡ πᾶσα· διάτι ἐστὶ φύσει μακρὰ ἡ παραλήγουσα; αἱ διὰ τοῦ ντ κλινόμεναι ἀρσενικαὶ γενικαὶ, εἰ μὲν ἐπὶ μετοχῶν ὑπάρχουσι, φύσει μακρὰν ποιοῦσι τὴν παραλήγουσαν ἐπὶ τῶν θηλυκῶν, οἷον, τύπτων τύπτοντος τύπτουσα, τυφθεὶς τυφθέντος τυφθεῖσα· εἰ δὲ ἐπὶ ὀνομάτων ἀρσενικῶν, θέσει· οἷον, χαρίεντος χαρίεσσα, καιρόεντος καιρόεσσα· ἔνθεν καὶ τὸ καιροσέων δʼ ὀθονέων, καθʼ ὑπερβιβασμόν· καὶ τὸ οὐδέτερον τὸ πᾶν· καὶ ὤφειλε βραχύνεσθαι· ἀλλʼ ἐπειδὴ ἑτέρῳ λόγῳ ὑπέπεσε τῷ λέγοντι, ὅτι πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον μὴ ἐπὶ τέλους τονούμενον, τὸν ἐκείνου τόνου ἔχει, καὶ κατὰ τὴν λήγουσαν συστέλλει, οἷον εὐσεβὴς τὸ εὐσεβὲς, ὁ χρυσοῦς καὶ τὸ χρυσοῦν· σεσημείωται τοῦτο μόνον τοῦ ἀρσενικοῦ περισπωμένου ὄντος· διὰ τοῦτο ἠναγκάσθη τὸ πᾶν μακροκατάληκτον, ἵνα ὁμοτονήσει τῷ ἀρσενικῷ
ο 208
Ὀπὴ κυρίως τόπος τετρημένος, ἀφʼ οὗ τις δύναται ὀπίσασθαι· οὕτως Ἀριστόνικος ἐν τοῖς σημείοις
ο 209
Ὀπηνίκος ἔστιν ἔνος ὁ ἐνιαυτὸς· ἐκ τούτου γίνεται ἐνίκα καὶ τροπῇ τοῦ ε εἰς η ἡνίκα καὶ πηνίκα· ἄλλως τε καὶ τὰ ἀναφορικὰ φυλάττουσι τὸ ἦτα· ἠλίκος, πηλίκος, κατὰ πλεονασμὸν τοῦ ο
ο 210
Ὀπισθότονος παρὰ τὸ τὰ ὀπίσθια τείνειν
ο 211
Ὀπίσω ἐπίῤῥημα τοπικὸν, παρὰ τὸ ὀπίζω τὸ ἐπιστρέφομαι· ἔστι δὲ καὶ ἐπίῤῥημα τοπικόν· καὶ ποίας σχέσεως τῶν τοπικῶν; τῶν ἐν τόπῳ· καὶ πόσαι σχέσεις τῶν τοπικῶν; ἓξ, ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιὰ ἀριστερά· γίνεται οὖν τὸ ὀπίσω ἐκ τοῦ ὀπίζω τὸ ἀκολουθῶ, καὶ τὸ κατόπιν διώκω· τὸ δὲ ὀπίζω ἐκ τοῦ ὄπις, ὃ σημαίνει τὴν ἐπιστροφήν· θεῶν ὄπιν οὐκ ἀλέγων· τὸ σω μέγα· τὰ εἰς ω λήγοντα ἐπιῤῥήματα διὰ τοῦ ω γράφεται, πλὴν τοῦ δεῦρο καὶ ἄπο
ο 212
Ὁπλὰς ἡ εὐθεῖα ἡ ὁπλὴ, παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, γίνεται ὁπλή
ο 213
Ὁπλοτέρων ἀντὶ τοῦ νεωτέρων· ποίου εἴδους τῶν παραγώγων; συγκριτικοῦ· τῇ δὲ φωνῇ ἀντὶ τοῦ ἁπλοῦ παραλαμβάνεται· καὶ γίνεται παρὰ τὸ ὅπλον, ὁ μᾶλλον ὅπλα φέρειν δυνάμενος, ὡς καὶ τὸν γέροντα
ο 214
Ὁπλὴ ὁ κυκλοειδὴς ποὺς τῶν κτηνῶν, οἷον, βοῶν, προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικρὰς ὄνυχας, ἐν τοῖς τῶν ὀπισθίων ποδῶν
ο 215
Ὀπὸς σημαίνει τὴν ποτίαν τὴν λεγομένην τάπησον, τὸ τῆς συκῆς γάλα· τὸ τῶν δένδρων δάκρυον, τὸ σκαμῶνιν, τὸ κνίκον
ο 216
Ὄπιθεν ἄνευ τοῦ ς, δεῖ λέγειν μετὰ τοῦ ς ὄπισθεν· ἔστι γὰρ τὸ πλῆρες ὀπίσοθεν· ἐγκεῖσθαι δεῖ οὖν τὸ ς. Ὅμηρος δὲ ἀνάγκῃ τοῦ μέτρου ἔφη, ὄπιθεν σάκος βάλε· λεκτέον μόνως ὄπισθεν
ο 217
Ὀπωροφυλάκιον ἐκ τοῦ ὀπώρα καὶ τοῦ φυλακή· τὸ δὲ φυλακὴ παρὰ τὸ φυλή· τοῦτο παρὰ τὸ φυλάσσω· τοῦτο παρὰ τὸ πυλή· τοῦτο παρὰ τὸ πτύσσω, τὸ ἀσφαλίζω. τὸ κι ἰῶτα διάτι; τὰ παρὰ τὸ φυλακὴ συντιθέμενα διὰ τοῦ ι γράφεται· οἷον χαρτοφυλάκιον, ὀπωροφυλάκιον
ο 218
Ὀπτανεῖον σημαίνει τὸ μαγειρεῖον, διὰ τῆς ει διφθόγγου· παρὰ Ἀττικοῖς ὀπτάνιον
ο 219
Ὁπότερος τὸ ἐρωτηματικὸν πότερος· καὶ τὸ ἀναφορικὸν πλεονασμῷ τοῦ ο, ὁπότερος· δασύνεται· τὰ ἀπὸ τοῦ ο ἀρχόμενα, τὸ δὲ π, ποιητικῶς πλεονάζει· σχῆμα σύνθετον, ἐκ τοῦ ὁποῖος καὶ τοῦ ἕτερος, ὁποιέτερος, καὶ ὁποιότερος, καὶ ὁπότερος, ὁ ἕτερος τῶν δύο· πλεονάζει δὲ τοῦ π, ὥσπερ καὶ τὸ ὅπῃ ὅππῃ· ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος· καὶ ὁποῖος ὁπποῖος. καὶ ὁπποίης δʼ ἐπὶ νηὸς ἀφίκεο
ο 220
Ὄπωπα εἶδον, ἐθεασάμην, πόθεν; ἔστι ῥῆμα ὄπτω, ὅ ἐστι βλέπω, ὁ μέλλων ὄψω, ὁ παρακείμενος ὦφα, ὁ μέσος ὦπα, καὶ Ἀττικῶς ὄπωπα
ο 221
Ὀπώρα παρὰ τὸ τῇ ὥρᾳ ἕπεσθαι ἤγουν ἐπακαλουθεῖν
ο 222
Ὀπωρινὸς διὰ τοῦ ἰῶτα. τὰ γὰρ εἰς νος ὀξύτονα ἐπὶ καιροῦ λαμβανόμενα διὰ τοῦ ι γράφεται
ο 223
Ὀπωπὴ κατὰ Ὅμηρον ὁ ὀφθαλμός
ο 224
Ὅπως ἀντὶ τοῦ πῶς· τὸ ο κατὰ πλεονασμόν
ο 225
Ὀργάδα γῆν, παρὰ τὸ ἀργήτις εἶναι, καὶ ἀνέργαστος· ἢ διὰ τὰ ἐν αὐτῇ φυτὰ πρὸς αὔξησιν ὀργάνων· τάχα δὲ βέλτιον παρὰ τὸ τῆς κατεργασίας εἰρῆσθαι, ὡς φύγω φυγὰς, ἔθω ἐθὰς, ἔργω ἐργάς· ἔλεγον γὰρ καὶ χωρὶς τοῦ ἰῶτα, τὸ εἴργειν. κω μανὸς δὲ ὀργάδα λέγεσθαι, τὴν μεγαλάγγειον καὶ ἔνυδρον γῆν· καὶ γὰρ ὀργάσαι ἐστὶ τὸ πηλοποιῆσαι, καὶ ὑγρῷ ξηρὸν μίξαι· Σοφοκλῆς· θέλοιμι πηλὸν ὀργάσασθαι· καὶ Ἀριστοφάνης ὄρνισιν ἀποδὺς ὀργάδα· ἔστι δὲ γῆ ἐν Μεγάροις οὕτω καλουμένη ὀργάς
ο 226
Ὀρέστης ὁ ἐν ὄρεσι τὴν δίαιταν ἔχων
ο 227
Ὀρεοκόμος ὁ τὰς ἡμιόνους τρέφων
ο 228
Ὁρᾷν τοῦ ὑπερορᾷν διαφέρει· ὁρᾷν μὲν γάρ ἐστι τὸ θεωρεῖν· ὑπερορᾷν δὲ τὸ καταφρονεῖν
ο 229
Ὄργανον παρὰ τὸ ὀρέγω, τὸ ἐπιθυμῶ, γίνεται ὀρέγανον, καὶ κατὰ συγκοπὴν ὄργανον· καὶ γὰρ ἐκείνου αὐλοῦντος, πολλοὶ εἰς ἐπιθυμίαν κινοῦνται· ἢ παρὰ τὸ ἄρω τὸ ἁρμόζω, ἐξ οὗ καὶ ἅρμα, γίνεται ἀργάγανον καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ α εἰς ο ὄργανον, τὸ ἐν ποικιλίᾳ συνηρμοσμένον
ο 230
Ὀργὴ παρὰ τὸ ὀρέγεσθαι τὸν ὀργιζόμενον καὶ ἀμύνασθαι τὸν ἐχθρόν· καὶ εἰς τὸ θυμός· ἢ παρὰ τὸ ῥέζω τὸ πράττω· ἢ παρὰ τὸ εἴργω τὸ κωλύω
ο 231
Ὄργια σημαίνει τὰ μυστήρια, παρὰ τὸ ὀρέγειν τὸ ἐπιθυμεῖν· δύο γὰρ σημαίνει, τό, τε ἐκτείνω τὰς χεῖρας, καὶ τὸ ἐπιθυμῶ· ὀρέγω ὀργύια καὶ ὄργια· τοῖς γὰρ ἐπιθυμοῦσι μυστήρια οἱ θεοὶ μυοῦνται
ο 232
Ὀργυία παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, ἤγουν τὰς χεῖρας
ο 233
Ὀργῶντας ἐπιτεταμένους, ἐπιθυμοῦντας, ἀπὸ τοῦ ὀργῶ, ὃ σημαίνει τὸ ἀκμάζω· τοῦτο ἀπὸ τοῦ ὀρέγω τὸ ἐπιθυμῶ, καὶ συγκοπῇ ὀργῶ· συντάσσεται μετὰ γενικῆς
ο 234
Ὀρέγω βρωτὸν συντάσσεται δοτικῇ· τὸ δὲ ἐπιθυμῶ γενικῇ
ο 235
Ὀροφώσας ἐκ τοῦ ὄρος καὶ τοῦ φῶ τὸ φαίνω
ο 236
Ὀρείτης ὁ ἀπὸ τοῦ ὄρους· ἐκ τοῦ ὄρις ὄρεως, ὅτι ἀπὸ πρωτοτύπου ἔχει τὸ ε, καὶ ὀρείτης ὄνομα
ο 237
Ὅρασις ἀπὸ τοῦ ὅρισίς τις εἶναι, καὶ τοῦ ὄρου τῶν σωμάτων καταλαμβάνειν· τουτ’ἔστι τὰ πέρατα
ο 238
Ὀρεκτὸν παρὰ τὸ ὀρέγω τὸ ἐπιθυμῶ, ὁ μέλλων ὀρέξω, ὁ παρακείμενος ὤρεχα, ὁ παθητικὸς ὤρεγμαι, τὸ τρίτον ὤρεκται, καὶ ἐξ αὐτοῦ ὀρεκτὸς, ἤγουν ἐπιθυμητικὸς, ἢ χαριστικὸς, καὶ τὸ οὐδέτερον ὀρεκτόν· τὸ δὲ ὀρέγω γράφεται διὰ τοῦ ο μικροῦ· πλὴν τοῦ ὠρύομαι, ὤθω τὸ πρώθω, καὶ ὠνῶ τὸ ἀγοράζω, καὶ ὠφελῶ
ο 239
Ὄρευσιν ἡμιόνοις, παρὰ τὸ ἐν ὄρεσι πλεῖον τῶν ἄλλων ζώων δυνάσθαι ἐργάζεσθαι· ἢ παρὰ τὸ οὐρώδη γόνον ἔχειν, ὅθεν ἐν ταῖς συνουσίαις οὐ συλλαμβάνουσιν, οὐδὲ τεκνογονοῦσιν
ο 240
Ὀρθογοὴ ἡ χελιδὼν, ἡ ὑπὸ τὸν ὄρθρον γεννῶσα· καὶ οὐκ ὀρθοβοὴν ὡς τινές
ο 241
Ὄρη φυσικῶς ὑψώματα, ἐκ θεοῦ κατεσκευασμένα, διὰ λίθων πεπυκνωμένα
ο 242
Ὀρθὸς ἔστιν ὄῤῥω τὸ διεγείρω καὶ θέω τὸ βλέπω, γίνεται ὄροθος, καὶ κατὰ συγκοπὴν ὀρθὸς, ὁ διεγειρόμενος καὶ πρὸς τὰ ἄνω βλέπων
ο 243
Ὄρθρος παρὰ τὸ ὀρῶ τὸ διεγείρομαι, ἐξ οὗ καὶ Αἰολικῶς ὄρσω, ὄνομα ὀρτὸς, καὶ μεταθέσει τοῦ τ εἰς θ ὄρθος· καὶ ἄλλως, ὀρῶ, ὄρσω, ὄνομα ὀρτὸς καὶ ὀρθὸς, μεταθέσει τοῦ τ εἰς θ
π 10
πρωῒ διαφέρει· ὄρθρος μὲν γὰρ ἡ πρὸς ἀνατολὴν ὥρα, καθʼ ἣν ἐξ ὕπνου ἀναστάντες ὄρθριοι γενώμεθα· πρωῒ ἡ μετὰ τὴν ἀνατολὴν ἐπίλαμψις
ο 244
Ὀρίγανον ὤφειλε διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τούτου δοτικῇ καὶ τὸ γάνος, τὸ σημαῖνον τὴν χαρὰν γέγονε· τὸ γὰρ ὀρίγανον τῷ ὄρει χαίρει. ἢ παρὰ τὸ ὁρᾶν καὶ τὸ γάνω, τὸ σημαῖνον τὸ λαμπρύνω γέγονεν, οἱονεὶ ὁ λαμπρύνων τὴν ὅρασιν· ὁρᾶν γὰρ καλῶς ποιεῖ τὴν ὅρασιν τὸ ὀρίγανον· ἀλλὰ κατὰ Θεοδώρητον ἀπὸ τοῦ ῥιγῶ γέγονεν
ο 245
Ὀρίγανον παρὰ τὸ ῥιγῶ ῥίγανον, καὶ πλεονασμῷ τοῦ ο ὀρίγανον, οἱονεὶ τὸ ψύχον τινὰ κατʼ ἀντίφρασιν· θερμαίνει γὰρ τοῦτο· διὰ τοῦ ἰῶτα γράφεται· τριγενές ἐστιν, ἀρσενικὸν, θηλυκὸν καὶ οὐδέτερον· ἢ παρὰ τὸ ἐν τοῖς ὄρεσι χαίρειν