σ 50
Σειρομάστης ἐκ τοῦ σεῖρα καὶ τοῦ μαστίζω· ἔστι δὲ σκεῦος λογχοειδὲς, ἔχον ὀγκίνα τινὰ συνηγμένον αὐτῷ, ᾧ χρῶνται μάλιστα τελῶναι, εἰς τὸ ἐρευνᾶν δι· αὐτοῦ τὰς πήρας τῶν φορτίων τῶν ἐμπόρων, τοῦ γνῶναι τινά ἐστι τὰ ἐναποκείμενα τοῖς φορτίοις· ἔνθεν γὰρ καὶ σειρομάστης ὠνόμασται, ἐκ τοῦ τὰ φορτία ὡς εἴρηται τῶν ἐμπόρων μαστίζειν διʼ αὐτοῦ, τουτ’ἔστιν ἐρευνᾷν
σ 51
Σείω παρὰ τὸ σέω γέγονε, σείω γὰρ προσθέσει τοῦ ἰῶτα· καὶ εἰς τὸ σισσειὸν καὶ τιμή
σ 53
Σεισάχθεια χρέων ἀποκοπή· οἱ Ἀθηναίων παῖδες δανεισάμενοι ποτὲ παρὰ τῶν πλουσίων, καὶ ἀποροῦντες ἠναγκάσθησαν μισθοῖς αὐτοὶ διαπελάζειν καὶ ἀγωνίαν
σ 54
Σέλας φῶς, λαμπηδὼν, λαμπρότερον τὸ φῶς τῆς σελήνης, παρὰ τὸ σαλεύεσθαι τῇ πνοῇ
σ 55
Σέλας παρὰ τὸ σεύω τὸ ὁρμῶ καὶ σέλη ἡ λαμπεδὼν, παρὰ τὸ σεύεσθαι ἐξ αὐτῆς τὴν ἕλην καὶ ὁρμᾷν, ἢ παρὰ τὸ ἕλη ἡ λαμπηδὼν ἕλας καὶ σέλας· καὶ εἰς τὸ ἥλιος, καὶ λάμπω, καὶ σάλπιγξ, καὶ σεμελή
σ 56
Σελήνη ἡ Ἄρτεμις σέλας νέον, εἴρηται παρὰ τὸ σέλας ἀένναον ἔχειν, ὅθεν καὶ ἐνιαυτὸς, ὁ ἔνος ὁ ἀεὶ νεάζων, οὕτως Ἡρακλείδης
σ 57
Σελήνη παρὰ τὸ ἐν νυκτὶ φαίνειν, σέλας γὰρ οἱ παλαιοὶ τὸ φῶς ἐκάλουν· ἔστι δὲ καὶ ὄνομα βασιλίσσης σκυθῶν
σ 58
Σέλινον διὰ τὸ ἐν ἕλει σεύεσθαι ἤγουν ὁρμᾷν, ἕλινον καὶ σέλινον
σ 59
Σελμὼν ὄνομα βάρβαρον, ἀπὸ τοῦ ἕλκω τὸ ἑλκύω, ὁ παρακείμενος εἷλκα, ὁ παθητικὸς εἷλμαι καὶ ἐξ αὐτοῦ εἷλμος καὶ ἀποβολῇ τοῦ ἰῶτα ἑλμὸς, ἑλμών· ἢ ἀπὸ τοῦ ἐλεύθω ἐλμὼν καὶ σελμών
σ 60
Σεκοῦνδος κύριον· σημαίνει δὲ καὶ τὸν δεύτερον
σ 61
Σεμέλη κύριον, παρὰ τὸ σέλας μέλειν, ἤγουν φροντίζειν· σέλας γὰρ τὴν ἀστραπήν· παρὰ τοῦ Δίος ᾐτήσατο μετὰ ἀστραπῆς καὶ βροντῶν συγγενέσθαι αὐτῇ
σ 62
Σεμέλη θεὸς, θεμελὶς, θεμελιῶτις οὖσα. θέμελις ἡ γῆ προσαγορεύεται· διὰ τὸ ἐν αὐτῇ πάντα καταθεμελιοῦσθαι· καὶ κατʼ ἐναλλαγὴν τοῦ θ εἰς ς, Σεμέλη
σ 63
Σεμίδαλις ἐκ τοῦ σέλας ὃ σημαίνει τὸ λευκὸν, σελίδαμίς τις οὖσα, ἡ λευκὴ ἄλευρος
σ 64
Σεμνῶς ἐπίῤῥημα ἀπὸ τοῦ σεμνὸς, ὅπερ γέγονεν ἀπὸ τοῦ σέβω, σεβνὸς, καὶ τροπῇ τοῦ β εἰς μ σεμνός· σημαίνει δὲ τὸν θαυμαστὸν καὶ ἄξιον ἐν τροποῖς· καὶ τὰ ἄῤῥητα καὶ τὰ ἀνεξέταστα σεμνὰ λέγεται· καὶ παρὰ Λυκόφρωνι δὲ, σεμνῶς κασσωρεύουσα κοιλανεῖ δόμους· καὶ εἰς τὸ ἄσεμνος καὶ γυμνός
σ 65
Σενάτωρ ἀξίωμά τι ἐν Ῥώμῃ μέγιστον
σ 66
Σέσηπεν ἐκ τοῦ σήπω, ἢ ἔσαπον· ἢ παρὰ τὸ σὴς σητὸς, ὅ ἐστιν εἶδος σκώληκος· καὶ κλίνεται σητός, ὁ κανὼν· τὰ εἰς ης ὀνόματα μονοσύλλαβα, εἰ μὲν ὀξύνεται, διὰ τοῦ τος κλίνεται· Κρὴς Κρητὸς, Κρῆτες κρητῶν· ἀμφὶ δέ μιν Κρητῶν ἀγοί. θὴς θητὸς, βλὴς βλητὸς, βλῆτα καὶ ἀβλῆτα πτερόεντα· εἰ δὲ περισπῶνται ἀποβολῇ τοῦ ς, κλίνεται· οἷον δρῆς δρῆ· ἀπὸ γοῦν τοῦ σὴς σητὸς, σήσω καὶ σήπω
σ 67
Σηδὼρ ὄνομα τόπου, ἐκ παραδόσεως διὰ τοῦ ἦτα, κατὰ δὲ τὴν ἐτυμολογίαν διὰ τοῦ ἰῶτα· καὶ γὰρ ἑρμηνεύεται μικρὰ ἢ ταπεινή· καὶ γίνεται παρὰ τὸ σιγῶ, ὁ γὰρ ταπεινὸν, ὁ μὴ δυνάμενος καθʼ ἑαυτὸν σῖγος
σ 68
Σῆμα σημεῖον· καὶ εἰς τὸ σῶμα
σ 69
Σημεῖον τὸ ἀγνοούμενον πρᾶγμα σημαίνει
σ 70
Σημεῖον τέρατος διαφέρει· ὅτι τὰ μὲν παρωχηκότα σημεῖα πιστοῦσθαι δεῖ, τὰ μέλλοντα τεκμηρίοις· καὶ εἰς τὸ τέρας
σ 71
Σημεῖον τὸ σῶον μὴ ἦν, ἀλλʼ ὑπόμνημα, σύσσημον ὂν τοῦ τιθέντος
σ 72
Σῆμα σημαίνει τρία· τὸ σημεῖον, καὶ τὸν τάφον, καὶ τὴν σφραγίδα
σ 73
Σηπεδὼν ἡ σῆψις, τὸ σέσηπος πρᾶγμα· καὶ νόσος οὕτω καλουμένη
σ 74
Σηκὸς ὁ ἐνδότατος τόπος τοῦ ἱεροῦ· ναὸς καὶ οἶκος· σημαίνει δὲ καὶ τὸν τάφον
σ 75
Σηκὸς οἱονεὶ στηκὸς τίς ἐστιν, πρὸς ὃν στήκουσιν εὐωχούμενοι, παρὰ τὸ ἵστημι, στήκω, στηκὸς καὶ σταθμός· παρὰ αὐτοῦ γάρ ἐστι τὸ ἑστάναι
σ 76
Σηλικὰς Ῥωμαῖα ἡ λέξις, σημαίνει δὲ πέτρας μαρμαρώδεις
σ 77
Σήμερον ἐπίῤῥημα καιροῦ παραστατικὸν, οἷον σήμερον, αὔριον, γίνεται δὲ ἐκ τοῦ ἡμέρα ἥμερον καὶ σήμερον· ἢ ὅτι οἱ Δωριεῖς σάμερον λέγουσι· τὰ δὲ ἔχοντα ἀναφαινόμενον τὸ α, διὰ τοῦ η γράφεται, οἷον μηχανὰ, ἅλιος, σᾶμα· τὸ ρον μικρὸν διάτι; τὰ εἰς ον ἐπιῤῥήματα· τὸ με ψιλὸν διάτι; κατὰ παράδοσιν· κατὰ ποῖον κάνονα τῆς ὀρθογραφίας; κατὰ ἱστορίαν· καὶ πόσοι κανόνες; τέσσαρες· ἀναλογία, ἐτυμολογία, διάλεκτος, ἱστορία· τί ἔστιν ἀναλογία; ἡνίκα κατορθῶμεν γραφὴν, ἢ ὅταν κανόνα ἀποδῶμεν· διάτι βαρύνεται; ἐπειδὴ τὰ εἰς ον λήγοντα ἐπιῤῥήματα, παραληγόμενα τῷ ι, ἢ τῷ ε, βαρύνεται· οἷον αὔριον, σήμερον, χωρὶς τοῦ αὐθημερὸν, καὶ ἐξὸν, ὑπεσταλμένων τῶν ὀνομάτων· τὸ αὐθημερὸν παρώνυμον· τὸ ἐξὸν μετοχή
σ 78
Σῆρες ὄνομα ἔθνους, ὅθεν ὁλοσηρικὸν ἔρχεται μεταξωτόν
σ 79
Σῆρες ζῶα, νῆθον τὰ μετάξην
σ 80
Σήραγγες αἱ ὑπὸ γῆν ὑπομήκεις ἐκρήξεις, οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς, ἃς ὑποτρέχον τὸ ὕδωρ, ζητεῖ διέξοδον· ἐντεῦθεν σηραγγῶδες τόπος εἴρηται, ὁ διατετρημένος ἀπὸ τοῦ σεσηρέναι καὶ διαστρέφεσθαι
σ 81
Σήραγξ χάσμα, κοιλὰς ὕφαλος πετρ. ῥῆγμα ἔχουσα
σ 82
Σήραγξ ὁ βαθὺς καὶ κρημνώδης τόπος· γίνεται δὲ παρὰ τὸ διαρήσσω τὸ διακόπτω ῥήσαγξ, καὶ ἐν ὑπερβιβασμῷ σήραγξ· τοῦτο δὲ ἐκ τοῦ ῥῶ τὸ φθείρω
σ 83
Σὴς ὁ σκώληξ, παρὰ τὸ σῶ τὸ κινῶ, ὁ μέλλων σήσω, ἀποβολῇ τοῦ ω, σὴς, σητὸς ὁ κανὼν εἴρηται· διαφέρει δὲ θρὶψ, σὴς, ἲψ· θρὶψ μέν ἐστι σκώληξ ἐσθίων τὸ ξύλον, σὴς δὲ τὸ ἱμάτιον, ἲψ ὁ τὰ κέρατα καὶ τὰς ἀμπέλους βλάπτων
σ 84
Σησάμενος ἐκ τοῦ σήθω, τὸ κοσκινίζω, ἐξ οὗ καὶ σῆσις ἡ κοσκίνησις καὶ σητάνιος ἄρτος ὁ καθαρός
σ 85
Σῇσι ταῖς σαῖς· διάτι ἐπεκτείνεται διὰ τοῦ ἰῶτα; πᾶσα δοτικὴ πληθυντικῶν πρὸ τοῦ ι ἔχει τὸ ς, ἢ δυνάμει, ἢ ἐνεργείᾳ· ἐνεργείᾳ μὲν λέβητι λέβησι· δυνάμει δὲ κόρακι κόραξι, Πέλοπι Πέλοψι· ὅθεν τὸ Ἀθρείδαις, καὶ καλοῖς καὶ σαφοῖς, μὴ ἔχοντα πρὸ τοῦ ι τὸ ς, ἢ δυνάμει ἢ ἐνεργείᾳ, διὰ τοῦτο ἐπεκτάνθεν διὰ τοῦ ἰῶτα· ἔτρεψαν δὲ τὸ α εἰς ἦτα, αἱ τοιαῦται δοτικαὶ, ἵνα εὑρεθῇ τὸ ς πρὸ τοῦ ἰῶτα, εἴτε ἐπεκτεταμέναι εἰσὶν, εἴτε ἀνεπεκτατοί
σ 86
Σιαγόνες παρὰ τὸ σείεσθαι αὐτὰς ἄγαν ἄνω καὶ κάτω, ἢ ὅτι σείονται περιαγόμεναι, καὶ συνάγονται αἵ εἰσιν ὑποκάτω τοῦ γενείου· οἱ δὲ παρὰ τὸ σιγὼν σιαγὼν, ἀπὸ τοῦ τὰ σιτία ἄγνυσθαι διʼ αὐτῶν
σ 87
Σιγῶ διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τὸ σιγή ἐστιν, ὡς τιμὴ τιμῶ· καὶ ἄλλως τὸ σι ἰῶτα διάτι; τὰ εἰς γη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον πηγὴ, καυγή
σ 88
Σίγειον ἀκρωτήριον τῆς Τροίας· γράφεται δὲ διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλήγουσαν, τῷ λόγῳ τοῦ ῥότειον· κατὰ δὲ τὴν ἄρχουσαν διὰ τοῦ ἰῶτα, ἐπειδὴ παρὰ τῇ σιγῇ παρῆκται, κατʼ ἀντίφρασιν· πολύηχος γάρ ἐστιν ὁ τόπος, ὑπὸ τῶν κυμάτων
σ 89
Σιγῇ ἐπίῤῥημα μεσότητος, προσγράφεται τὸ ἰῶτα· τὰ γὰρ παρὰ τὴν δοτικὴν γινόμενα ἐπιῤῥήματα, ἔχουσι τὸ ἰῶτα προσγεγραμμένον
σ 90
Σίδηρος ἀπὸ τοῦ ῥᾳδίως τὸν ἰὸν ἐφέλκεσθαι· ἄμεινον δὲ εἰς ἰῶν χρῆσιν ἐπιτήδειον ὂν, ὅπερ ἐστὶ βελῶν· σίδαρος δὲ λέγουσιν οἱ Δωριεῖς
σ 91
Σίδαι λέγονται αἱ ῥοαὶ, ἐξ οὗ καὶ σίδειος καρπός
σ 92
Σικελὸς Σικελιώτου διαφέρει· Σικελοὶ μέν εἰσιν οἱ ἐν τῇ Σικελίᾳ οἰκοῦντες βάρβαροι· Σικελιῶται δὲ οἱ ἀπʼ Ἑλλήνων πόλεως μετοικήσαντες
σ 93
Σίκημα ὄνομα τόπου· γράφεται δὲ ἀπὸ παραδόσεως τὰ δύο ιι
σ 94
Σίκερα εἶδος πόματος σκευαστοῦ
σ 95
Σίκινον εἶδος ὀρχήσεως, παρὰ τὸ σείεσθαι καὶ κινεῖσθαι
σ 96
Σίκλος εὗρον τὸν σίκλον τὸν ἅγιον ἐν τοῖς ἀριθμοῖς· οὕτω φησὶ, λυτρώση τὸν πρωτότοκόν σου πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον· καὶ εἰς τὸ κοδράτης· τὸ σίκλον ἐστὶ τὸ τέταρτον τῆς οὐγκίας
σ 97
Σίμβλα παρὰ τὸ τὰ σίτα βάλλειν
σ 98
Σίμβλοι τὰ ἀγγεῖα ἐν οἷς βάλλουσι τὰ κηρία αἱ μέλισσαι, οἷον, σίμελοι ὄντες, σιμαὶ γὰρ αἱ μέλισσαι· καὶ εἰς τὸ Αἰσχύλος
σ 99
Σίμβλας τὰς τῶν μελισσῶν θήκας
σ 100
Σιμὸς ὁ πατζὸς καὶ μικρόμυττος· καὶ πᾶν κολακὸν σιμὸν λέγεται καὶ διὰ τοῦ ἰῶτα γράφεται
σ 101
Σινὰ ὄνομα ὄρους, ἀπὸ τοῦ ἲς, ὃ σημαίνει τὴν γνῶσιν, ἵνα, ὅτι ἐκεῖ εἶδεν ὁ Μωσῆς τὸν θεόν· ἢ ἀπὸ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, ἴνα καὶ πλεονασμῷ τοῦ ς, Σινὰ, ὅτι ἐκεῖ ἦν ἡ τοῦ νόμου δύναμις
σ 102
Σίνηπι παρὰ τὸ σίνειν τοὺς ὦπας, ἤγουν βλάπτειν τοὺς ὀφθαλμοὺς, τὸ βλάπτον τοὺς ὀφθαλμούς
σ 103
Σίντιες οἱ λίμνιοι σκώληκες, ἀπὸ τοῦ σίνεσθαι ἢ βλάπτεσθαι
σ 104
Σίνω εἰς τὸ ἐρυσίβη, καὶ ζιζάνιον
σ 105
Σισύρα ἡ γοῦνα, αἴγειον στέγαστρον· τετυχωμένον τουτ’ἔστιν ἄκος, ὅ ἐστι δέρμα· πολλάκις δὲ καὶ τὸ τραχὺ καὶ ἄγναπτον ἱμάτιον, ὡς καὶ Ἀριστοφάνης, ἐν πέντε σεσύραις
σ 106
Σισύρα καὶ σίσυρμα διαφέρει· σισύρα μὲν γάρ ἐστι τὸ ἐξ αἰγείων δερμάτων τετριχώμενον στέγαστρον· σίσυρμα δὲ τὸ ἐκ τῶν κιρκυδίων κώδιον, ῥαπτόμενον ἀπεγχώνιον
σ 107
Σίτλα σκύφος, κρατὴρ, κισσύβιον
σ 108
Σίσυφος εἴρηται οἱονεὶ σιόσυφος, ὁ ἔχων ἐκ τῶν σίων τουτ’ἔστι τῶν θεῶν τὴν σοφίαν· σισύφους τοὺς θεοὺς λέγουσιν οἱ Λάκωνες, ὁ οὖν ὑπὸ τῶν σίων τουτ’ἔστι τῶν θεῶν σοφὸς, σιόσοφος εἴρηται, καὶ κατʼ ἀποβολὴν τοῦ ο, καὶ μεταθέσει τοῦ ἄλλου ο εἰς υ, Σίσυφος
σ 109
Σίγμα σιμάτιον τὸ ὂν, ὑπόσιμον, τὰ γὰρ σίγματα δὴ ὑπόσιγμα· ἢ παρὰ τὸ σιγμὸν τινὰ ποιεῖν τῇ φωνῇ, καὶ ὅτι πυρωθεὶς ὁ σίδηρος, ἐπανʼ εἰς ὕδωρ βληθεὶς ἀπήχησιν ὁμοίαν τῆ ἐκφωνήσει τοῦ γράμματος δηλοῖ· ὁ δὲ τοῦ στοιχείου φθόγγος τοιοῦτόν ἐστι· λέγουσι γὰρ κατʼ εἰκόνα τῆς σελήνης· σιγματοειδὴς γὰρ ἡ σελήνη
σ 110
Σιτοδεία σημαίνει τὴν λίμον, παρὰ τὸ σίτος καὶ τὸ ἔνδεια, ὃ σημαίνει τὴν λεῖψιν, σιτοένδεια καὶ σιτοδεία, ἡ τοῦ σίτου ἔνδεια, κατὰ συγκοπὴν σιτοδεία
σ 111
Σῖτος εἶδος τῶν παραγώγων ῥηματικῶν, παρὰ γὰρ τὸ σείω γίνεται σειστὸς καὶ σῖτος, ἡ γὰρ ἀποβολὴ τοῦ ς ἀναπέμπει τὸν τόνον· τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιω ῥήματα, μὴ παρʼ ἐνεστώτων· τὸ σι μακρὸν διάτι; κατὰ ποιητικὴν ἄδειαν· σῖτος διάτι βαρύνεται; ἐπειδὴ τὰ εἰς τος δισύλλαβα μονογενῆ, παραληγόμενα τῷ ἰῶτα ἐκτεταμένῳ βαρύνεται, οἷον κρῖτος, μῖτος, τρῖτος· οὕτως οὖν καὶ σῖτος· τὸ μέντοι λιτὸς τριγενὲς ὂν ὀξύνεται
σ 112
Σιτώνης ὁ ἀγοράζων τὸν σῖτον, κλίνεται σιτώνου· ὁ κανὼν· τὰ διὰ τοῦ ωνης ὀνόματα καὶ ωλης μονογενῆ εἰς ου ἔχουσι τὴν γενικὴν πανώλης, σιτώνης· μονογενῆ εἶπε, διὰ τὰ ἔχοντα οὐδέτερον παρασχηματισμόν
σ 113
Σιρὸς ὁ λάκκος, ἐκ τοῦ σύρω, κατὰ τροπὴν τοῦ υ εἰς ι, ὡς ἀφροδύτη, Ἀφροδίτη
σ 114
Σιρὸς τὸ ἐπιτήδειον ἀγγεῖον εἰς ἀπόθεσιν τυρῶν καὶ ἀλλῶν ὀσπρίων· καὶ ὁ λάκκος
σ 115
Σκαρδαμύττειν πυκνὰ τοὺς ὀφθαλμοὺς κλείειν καὶ ἀνοίγειν· ἢ παρὰ τὸ σκαίρειν τὸ κινεῖν, τὴν συνεχῇ κίνησιν τῶν βλεφάρων· ἢ παρὰ τὸ μύω τὸ καμμύω
σ 116
Σιφλώσειεν ἡ λέξις νεωτέρων καὶ οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν ποιήσειεν, οἱ δὲ γέλωτα ποιήσειεν· φλῶ γὰρ ἔστι τὸ ὁρμῶ, ὅθεν καὶ οἰνόφλυξ· οἱ δὲ παλαιοὶ τὸν εἰφλεχθῆ
σ 117
Σίφων διὰ τοῦ ἰῶτα· παρὰ γὰρ τὸ σίζω, τὸ ἦχον ἀποτελῶ, γέγονε σίζων καὶ σίφων, τροπῇ τοῦ ζ εἰς φ· τὸ δὲ σίζω διὰ τοῦ ἰῶτα γράφεται· τῷ λόγῳ τῶν διὰ τοῦ ιζω
σ 118
Σιὼν τὸ ὄνομα τῆς πόλεως διὰ τοῦ ἰῶτα· Σηὼν δὲ τὸ ὄνομα τοῦ βασιλέως διὰ τοῦ ἦτα
σ 119
Σιωπῶ ἐκ τοῦ ὂψ, ὃ σημαίνει τὴν φωνὴν καὶ τοῦ σιγῶ· τὸ δὲ σιγῶ παρὰ τὸ σίζω τὸ κτυπῶ κατʼ ἀντίφρασιν· καὶ τὸ ω διάτι; τὰ παρὰ τὸ ωχη καὶ ωπη γινόμενα ὀνόματα ἅπαντα διὰ τοῦ ω γράφεται
σ 120
Σιωπὴ ἀκὴν ἐγένετο σιωπή· καί ἐστιν ἐπίῤῥημα μεσότητος· σιωπὴ τὸ ω διάτι; τὰ ἀπὸ ἐνεστώτων καὶ μελλόντων γινόμενα
σ 121
Σιωπῶ τὸ ω μέγα ἐκ τοῦ σιωπή· τοῦτο ἐκ τοῦ σιγῶ σιγωπὴ, καὶ ἐκβολῇ τοῦ γ γίνεται σιωπὴ· καί ἐστιν ὁ κανὼν τοῦ ω μεγάλου, ὥσπερ τὸ θαλπωρὴ καὶ τὰ ὅμοια· τὸ δὲ σιωπὴ γίνεται παρὰ τὸ σιγῶ καὶ τὸ ὄπα, ὃ σημαίνει τὴν φωνήν· καί ἐστι τοῦ σιγὴ τὸ σι μακρὸν, ὡς παρὰ τῷ ποιητῇ· βῆ δὲ καλυψομένη ἐανῷ ἀργῆτι φαεινῷ σιγῇ· τὸ δὲ σιωπὴ καὶ τὸ σιωπῶ ῥῆμα, οὐκ ἀπὸ τοῦ σιγῇ καὶ τοῦ ὄπα, γράφεται τὸ ο μικρὸν· ἀλλʼ ἀπὸ τοῦ σιγῶ ἐφυλάχθη τὸ ω· οὕτως ἡ παράδοσις
σ 122
Σκαιὸς ὁ ἐπαχθής· τὸ σκαι διφθόγγῳ διάτι; τὰ διὰ τοῦ αιος ὀνόματα δισύλλαβα τριγενῆ διὰ τῆς αι διφθόγγου γράφεται, οἷον φαιὸς, λαιὸς, σκαιὸς, πλὴν τοῦ θεός· γίνεται ἐκ τοῦ σκάζω τὸ χωλαίνω· ἢ σκάζω τὸ μὴ ὀρθῶς βαδίζω, ἐξ οὗ καὶ σκάμβος, ὁ μὴ ὀρθῶς βαδίζων, σκαὸς καὶ σκαιός· σκαιῶς γὰρ ἔχει ἡ ἀριστέρα χεὶρ πρὸς τὰς πράξεις· κατὰ δὲ τρεῖς τρόπους λέγεται σκαιόν· σκαιαὶ πύλαι αἱ τοῦ Ἰλίου· αὗται δὲ σκανδάνιοι προσαγορεύονται, διʼ ὧν ἐξίεσαν οἱ τρῶες· σκαιαὶ δὲ εἴρηνται, ἣ ἀπὸ σκαιοῦ τοῦ δημιουργήσαντος αὐτὰς, ἤγουν κατασκευάσαντος· ἢ ὅτι ἐν τοῖς σκαιοῖς, ἤγουν τοῖς ἀριστεροῖς μέρεσι κεῖνται, σκαιὰ γὰρ τὰ ἀριστέρα ὡς καὶ ὁ ποιητὴς ἐδήλωσεν, εἰπών· εἴτʼ ἐπὶ δέξιʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοίγε ποτὶ ζόφον ἠερόεντα· ἢ παρὰ τὸ σκαιῶς βεβουλεῦσθαι τοὺς Τρῶας· τὸν γὰρ δούριον ἵππον κατʼ αὐτὰς ἐδέξαντο τὰς πύλας
σ 123
Σκαιὸς ὁ ἀμαθὴς, παρὰ τὸ σκάζειν τῇ μαθήσει πρὸς τὸν διδάσκαλον
σ 124
Σκρινιάριοι οἱ χαρτοφύλακες τῶν βασιλέων· σκρινίαι γὰρ αἱ ἄρκραι· σκρινίον γὰρ δρυφαντικὸν λάρνακα καλοῦσι Ῥωμαῖοι
σ 125
Σκαίρω χορεύω, ὀρχοῦμαι, ὅτι ἀνεφάνη τὸ α ἐν τῷ μέλλοντι σκαρῶ· τοῦτο ἐκ τοῦ σπέρω, τοῦτο ἐκ τοῦ σπῶ· καὶ εἰς τὸ κάρις
σ 126
Σκαλμοῖσι τοῖς σκαρθμοῖς· ἀπὸ τοῦ σκαίρω γίνεται σκαρμὸς καὶ πλεονασμῷ τοῦ θ σκαρθμός· ἐκ δὲ τοῦ σκαρμὸς γίνεται τὸ ὑποκοριστικὸν σκαρμὶς καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον σκαλμίς
σ 127
Σκαμάνδριος πηγή · τὸ δρι ἰῶτα, ὡς κάπριος· ἐκ τοῦ Σκάμανδρος, ὃν Ξάντον καλοῦσι· δίψῃ γὰρ ποτὲ κατασχεθεὶς ὁ Ἡρακλῆς ηὔξατο τῷ Διῒ πατρὶ, δεῖξαι αὐτῷ μικρὰν λιβάδα· ὁ δὲ μὴ θέλων αὐτὸν κατατρέχεσθαι, ῥίψας κεραυνὸν, ἀνέδωκε μικρὰν λιβάδα, ἣν θεασάμενος ὁ Ἡρακλῆς, καὶ σκάψας εἰς τὸ πλουσιώτερον ἐποίησεν ἐκφέρεσθαι· καὶ διὰ τοῦτο Σκάμανδρος ἐκλήθη, διὰ τὸ κάματος καὶ κόπου παραίτιον· ἤγουν διὰ τὸ ἐσκάφθαι ὑπὸ ἀνδρός· Ξάνθος δὲ ἐπειδὴ ἐκεῖ λουσάμεναι αἱ θεαὶ, ξανθὰς ἔσχον τὰς πόλεις, ὅποτε πρὸς Ἀλέξανδρον ἧκον, ἕνεκα κάλλους κριθη σόμεναι
σ 128
Σκαμβὴ ἡ διεστραμμένη, παρὰ τὸ σκαιῶς βαίνειν· ἢ παρὰ τὸ σκάπτω τὸ κατορύσσω, σκαμβὴ, ὁ γὰρ διεστραμμένος πολλὰ κατορύσσει κατὰ τοῦ πλησίον
σ 129
Σκαμβὸς ἄνθρωπος στρεβλὸς, διεστραμμένος, ὁ μὴ ὀρθῶς βαδίζων
σ 130
Σκάνδαλον παρὰ τὸ σκάζω τὸ χωλαίνω· λέγεται δὲ καὶ σκάνδαλον ἡ διαστρόφη
σ 131
Σκάνδαλον παρὰ τὸ σκάζειν τὴν ἀλήθειαν
σ 132
Σκάρος ὁ ἰχθὺς, παρὰ τὸ σκίζεσθαι ῥᾳδίως· ἢ διὰ τὸ σκαρίζειν τῷ δρόμω
σ 133
Σκάφος παρὰ τὸ σκάπτω, σκάψω, ἔσκαφα, καὶ ἐξ αὐτοῦ σκάφος, ἀπὸ μεταφορᾶς τῶν σκαπτομένων καὶ γενομένων βαθέων
σ 134
Σκαφίδιον τὸ πλοῖον, ἰῶτα, ὅτι σκάπτειν ἐκάλουν τὸ πλεῖν· ἢ διὰ τὴν κοιλότητα· σκαφείδιον δὲ διὰ διφθόγγου ἐκ τοῦ σκαφεὺς σκαφέως, σκαφείδιον· σημαίνει δὲ τὸ λιγγάριον· σκαφείδιον δὲ τὸ γεωργικὸν ἐργαλεῖον· καὶ γὰρ σκαφεὺς ὁ ἐργάτης
σ 135
Σκελίζω τοῦτο παρὰ τὸ σκέλος, τοῦτο παρὰ τὸ κέλευθος, ὃ σημαίνει τὴν ὁδὸν, πλεονασμῷ τοῦ ς, σκέλευθος, καὶ ἐν συγκοπῇ σκέλος· διʼ αὐτοῦ γὰρ τὴν ὁδὸν τελειοῦμεν, ὅ ἐστι βαδίζομεν· ἢ παρὰ τὸ σχίζω σχέλος καὶ σκέλος· ἀπεσχισμένα γάρ εἰσιν ἀπʼ ἀλλήλων τὰ σκέλη, ἐξ οὗ καὶ κατασκελίζω
σ 136
Σκεδάζω ἐκ τοῦ σχεδιάζω· τοῦτο ἐκ τοῦ παραχρῆμά τι ποιῶ· ἢ παρὰ τὸ σχίζω τὸ χωρίζω, πλεονασμῷ τῆς δα συλλαβῆς σχεδάζω καὶ σκεδάζω· τὸ γὰρ σκεδαζόμενον εἰς πολλὰ διαιρεῖται
σ 137
Σκεπαστὴς ἐκ τοῦ σκεπάζω· τοῦτο παρὰ τὸ σκέπω, τοῦτο παρὰ τὸ σκέπτω, τοῦτο παρὰ τὸ σκέσθω τὸ κωλύω
σ 138
Σκέλω σημαίνει τὸ ξηραίνω· μὴ πρὶν μένος ἠελίοιο σκήλη· καὶ σκέλετʼ ἀποξηραμμένος· καὶ εἰς τὸ σκληρός
σ 139
Σκέπω παρὰ τὸ σχέθω τὸ κωλύω καὶ τροπῇ τοῦ χ εἰς κ, καὶ τοῦ θ, εἰς π, σκέπω
σ 140
Σκηνὴ διὰ τοῦ ἦτα, διάφορα σημαίνει· κάστρον, παρεμβολὴν, καὶ τὴν ἀπὸ ξύλων καὶ περιβολαίων οἰκίαν, τὸ θεάτρον, τὴν ὑπόκρισιν, ἤγουν τὸ πλάσμα, τὴν ὀρχηστρίαν, καὶ τὸ σῶμα τοῦ ἀνθρώπου· σκινὴ δὲ διὰ τοῦ ἰῶτα, ἡ κλίνη· καὶ εἰς τὸ προσκήνιον· καὶ οἱ Δωριεῖς σκανὴ λέγουσι
σ 141
Σκῆνος οἰκητήριον, σῶμα, παρὰ τὸ σκηνὴν εἶναι τῆς ψυχῆς καὶ οἰκητήριον
σ 142
Σκήπτεσθαι καὶ σκέπτεσθαι, τινὲς μὲν ταὐτὸ ἐνόμισαν εἶναι, ἀλλὰ διαφέρουσιν αἱ λέξεις· σκήπτεσθαι μὲν γάρ ἐστι τὸ προφασίζεσθαι· σκέπτεσθαι δὲ τὸ συμβουλεύεσθαί τι
σ 143
Σκῆψις πρόφασις, ἀναβολὴ, ἀπὸ τοῦ σκέψασθαι τὸν προφασιζόμενον
σ 144
Σκῆπτρον ἔστιν ἡ βακτηρία, παρὰ τὸ σκηρίπτεσθαι καὶ ἐπερείδεσθαι ἐν αὐτῇ
σ 145
Σκηπτοῦχοι σκηπτροφόροι βασιλεῖς· τὰ παρὰ τὸ ἔχω συντιθέμενα, εἰ μὲν διφθόγγῳ παραλήγεται, πρὸ μιᾶς ἔχει τὸν τόνον, λαμπαδοῦχος, ὀφιοῦχος· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται προπαροξύνεται· ἔνοχος, πάροχος, μέτοχος
σ 146
Σκῆπτρον γίνεται ἐκ τοῦ σκήπτω, τὸ ἐπικουμβίζω, καὶ σημαίνει δύο, τὸ ἐπικουμβίζω καὶ προφασίζομαι, ἐξ οὗ καὶ σκῆψις ἡ πρόφασις
σ 147
Σκῆψις ἡ ἐκ μελέτης ψευδομαρτυρία, παρὰ τὸ σκήπτω τὸ προφασίζομαι· καὶ εἰς τὸ ἐπέσκηψε
σ 148
Σκιὰ παρὰ τὸ κίω τὸ πορεύομαι, κιὰ, καὶ πλεονασμῷ τοῦ ς σκιά· ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ κίω τὸ πορεύομαι, ἡ συμπορευομένη καὶ μὴ ἐῶσα ἡμᾶς
σ 149
Σκίμπους παρὰ τὸ σκινὴ καὶ τὸ ποὺς ποδὸς σκινόπους, καὶ κατὰ συγκοπὴν σκίμπους· ἔστι δὲ μέρος τὶ τοῦ κραββάτου. μεταφορικῶς δὲ λέγεται ὅλος ὁ κράββατος σκίπους, χωρὶς τοῦ μ, ὡς ἀρτίπους
σ 150
Σκνίπος καὶ σκνιφὸς, ὁ μικρολόγος, παρὰ τοὺς σκνίπας, διὰ τὴν τούτων σμικρότητα
σ 151
Σκνίπες εἶδος μικροῦ κώνωπος πετομένου· ἔστιν ἡ εὐθεῖα σκνὶψ, σκνίπος, σκνίπες· καὶ ἐκ τούτου γίνεται σκνιπὸς, ὁ μήδε μικρόν τι θέλων ἀπολέσθαι· τὸ σκνι ἰῶτα διάτι; οὐδέποτε δίφθογγος εἰς διπλοῦν λήγει· οἷον, σκνὶψ, θρὶψ, πλὴν τοῦ προίξ· καὶ εἰς τὸ στίξ
σ 152
Σκληραγωγία ἄσκησις στενοτάτη, θλίψις· παρὰ τὸ στενῶς καὶ σκληρῶς ἄγεσθαι
σ 153
Σκολία παρὰ τὸ σκολιὸς, ἢ παρὰ τὸ σκάζω τὸ χωλαίνω, ὁ περὶ τὴν συνείδησιν χωλαίνων, ὁ μῆ εὐθεῖαν ὁδὸν πορευόμενος, ἀλλὰ διεστραμμένην· ἢ παρὰ τὸ σκαιόν· ἢ παρὰ τὸ σκόλοπα, ὃ σημαίνει τὸ ἀπεξυσμένον ξύλον
σ 154
Σκόλοψ ξύλον ὀξύ· καὶ εἰς τὸ ἀνασκολοπισθῆναι
σ 155
Σκόλοψ παρὰ τὸ κολάπτω κόλαψ· ἢ παρὰ τὸ σχίζω σχόλοψ καὶ σκόλοψ, τὸ ἐξυσμένον καὶ ἐσχισμένον ξύλον, ἢ ἄκανθα
σ 156
Σκόπελος ἀπὸ τοῦ σκοπῶ, ἀφʼ οὗ ἔστι τὰ κύκλῳ περισκοπεῖν· σημαίνει δὲ τὸ ἀκρωτήριον
σ 157
Σκορπίζω ἐκ τοῦ σκορπιὸς, τοῦτο παρὰ τὸ ἱόν· σημαίνει δὲ τὸ ἄστρον ἀπὸ τῆς ὁμοιότητος, ὁ πανταχοῦ σκορπίζων· ὁ σκορπιὸς δὲ σημαίνει τρία, τὸν χερσαῖον, καὶ γίνεται παρὰ τὸ σκορπίζειν τὸν ἰόν· τὸ ἄστρον, καὶ οὗτος ἀπὸ τῆς ὁμοιότητος τοῦ χερσαίου δείκνυται· ἐπειδὴ ὁ ἥλιος ἐν αὐτῷ ἐστιν, τότε τὰ σπέρματα ἐπὶ τῆς γῆς σκορπίζομεν· σημαίνει δὲ καὶ τὸν θαλάσσιον, καὶ γίνεται παρὰ τὸ πλήττειν καὶ τὸν ἰὸν ἐπιβάλλειν· ἢ παρὰ τὸ σκαιῶς ἕρπειν· τὸ δὲ σκορπίζω γίνεται παρὰ τὸ σκαρπὸν σκαρπίζω, καὶ τροπῇ τοῦ α εἰς ο, καὶ πλεονασμῷ τοῦ ς, σκορπίζω
σ 158
Σκορπιὸς διὰ τὸ σκοπεῖν τὴν οὐρὰν, ἢ παίειν ἤγουν κρούειν
σ 159
Σκόροδα παρὰ τὸ τὰς κόρας οἰδαίνειν
σ 160
Σκοπὸς ἡ ἔννοια, καὶ ὁ νοῦς, παρὰ τὸ σκέπτεσθαι· σημαίνει δὲ τέσσαρα, τὸν σκοπὸν, τὸν νοῦν, τὸν κατάσκοπον ἄνθρωπον, καὶ τὸ σημεῖον καὶ τὸν τόπον, ᾧ πάντες στοιχοῦσι καὶ ἀκολουθοῦσι· σκοπὸς γὰρ ὁ ὑψηλὸς καὶ δύσβατος τόπος· ἐξ οὗ καὶ σκοπία
σ 161
Σκότος παρὰ τὸ ἐντὸς φωτὸς εἶναι, σκιά
σ 162
Σκότος ἔστιν ἀὴρ ἐστερημένος φωτός
σ 163
Σκοτόμαινα νὺξ, ἐν ᾗ μαίνεται, καὶ ἀκαταστατεῖ τὰ οὐράνια
σ 164
Σκοτόμαινα σκότος, σελήνη, μήνη γὰρ ἡ σελήνη
σ 165
Σκοτομήνη παρὰ τὸ σκότος καὶ τὸ μήνη ἡ σελήνη· τὸ δὲ σκότος παρὰ τὸ σχέθω τὸ κωλύω· καὶ τὸ μήνη παρὰ τὸ μειοῦσθαι καὶ ἐλλείπειν· ἢ παρὰ τὸ μὴν μηνός· τοῦτο παρὰ τὸ μένω τὸ ἐπιμένω
σ 166
Σκιρτῶ παρὰ τὸ σκαίρω τὸ πηδῶ
σ 167
Σκότος παρὰ τὸ σχέθω τὸ κωλύω, κωλυτικὸν γὰρ τοῦ φωτός· καὶ εἰς τὸ αὐγή
σ 168
Σκυθία χώρα ὅτι ἐν Σκυθίᾳ, καὶ εἰς τὸ ἀρκτῶα μέρη οὐδʼ ὅλως κεραυνὸς ἐκπίπτει· φυλάττεται δὲ ἀπήμαντος ἀπὸ κεραυνοῦ, ἐν μὲν φυτοῖς δάφνη καὶ συκῆ, καὶ γὰρ ἡλίῳ ταῦτα· ἐν δὲ πετεινοῖς ἀετὸς, Διὸς γὰρ εἶναι νενόμισται· ἐν δὲ ὑγροῖς φώκη, ἡ φώκη δὲ ὡς ἀπήμαντος ἐπιβουλὴ, μάρτυς ἡ πεῖρα παραδέδωκε· τῶν γὰρ νηῶν τὰ ἱστία, ἐν οἷς οἱ βασιλεῖς πλέουσι, φωκείοις εἴθισται διφθεροῦσθαι δέρμασι
σ 169
Σκουτάριον σκοῦτον καλοῦσι οἱ Ῥωμαῖοι τὸ ἰσχυρὸν ἅμα καὶ ἰσχνόν· ἀβαρὶς μέν ἐστιν ὡς ἰσχνή· καρτερωτατ δὲ καὶ ταῖς πληγαῖς οὐκ ἐνδιδοῦσα, ὡς ἰσχυρά
σ 170
Σκύβαλον τὸ διʼ ἐντέρων ἐκδιδόμενον ἢ κόπρος, οἷον κυσίβαλόν τι ὂν, ἢ κευθίβαλον· κυσίβαλον τὸ τοῖς κυσὶ βαλλόμενον καὶ διδόμενον
σ 171
Σκύβαλα τὰ τῆς καλάμης γόνατα
σ 172
Σκυδμαίνειν τὸ σκυθρωπάζειν καὶ ὀργίζεσθαι· κυρίως ἐπὶ λεόντων καὶ λεαίνων, τῶν ἐπὶ τοῖς ἀφαιρουμένοις σκύμνοις ὀργιζομένων· ἀπὸ οὖν τοῦ σκύμνος καὶ τοῦ μαίνειν γίνεται σκυδμαίνειν· ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον συστολῆς τοῦ σκυνίου, τῆς ὀφρυὸς τοῦ ὀφθαλμοῦ, ὅ ἐστι δέρμα, ὃ σημαίνει ἐπὶ τῶν ὀργιζομένων
σ 173
Σκυθρωπὸς στυγνὸς, ἔνθεν καὶ σκυθωπάσαι καὶ πλεονασμῷ τοῦ ρ, σκυθρωπάσαι, παρὰ τοῖς Σκύθοις, οἵτινες ὀργιλώτατοι ὄντες, τὸ ἐπισκύνιον, ὅ ἐστι δέρμα τοῦ προσώπου καθέλκουσι, τουτ’ἔστι συστέλλουσι
σ 174
Σκυθίζειν σπαράττειν, ἐκ τοῦ Σκύθης, ὁ σπαρακτικὸς καὶ ὀργίλος· οἱ γὰρ Σκύθαι ἀνδραποδισταὶ ὄντες καὶ λησταὶ ἠνδραπόδιζον καὶ ἠχμαλώτιζον
σ 175
Σκυθρωπὸς παρὰ τὸ χύτρα καὶ τὸ ὢψ, ὃ σημαίνει τὸν ὀφθαλμὸν, γίνεται χυτρωπὸς, καὶ πλεονασμῷ τοῦ ς, καὶ τροπῇ τοῦ χ εἰς κ, σκυτρωπὸς, ὁ ἀφανὲς πρόσωπον ἔχων· ἢ παρὰ τὸ σκύζω τὸ ὀργίζομαι· ἢ παρὰ τὸ Σκυθικοὺς ὦπας ἔχειν
σ 176
Σκῦλον καὶ σῦλον σημαίνει τὸ ἀπὸ πολέμου συναγόμενον λήϊον· παρὰ τὸ συλῶ σύλον καὶ σκῦλον· τὸ σκυ μακρόν
σ 177
Σκύμνος παρὰ τὸ σκύζω τὸ ὀργίζομαι· τὸ δὲ σκύζω πόθεν· σκύνιον λέγεται ἡ ὀφρὺς, καὶ ἐξ αὐτοῦ σκυνίζω καὶ σκύζω
σ 178
Σκύμνος καὶ σκυμνὸς διαφέρει· σκύμνος λέγεται τὸ τοῦ λέοντος γέννημα, σκυμνὸς δὲ τῶν ἄλλων ζώων
σ 179
Σκυταλωτοὺς τροχούς, ῥαβδωτούς· παρὰ τοῖς Ἀττικοῖς ἡ σκυτάλη βακτηρίαν σημαίνει· καὶ ὄφεως δὲ τὸ εἶδος οὕτω καλούμενον· καὶ παρὰ Λακεδαίμονας ἐπὶ βακτηρίας τάσσεται· καὶ σκυταλίδες καμπῶν εἶδος, ὅ ἐστι ζῶον τι· παρὰ τοῖς Ἀλεξανδρεῦσι καὶ εἶδος καρείδων, καὶ σκεῦος τι ἐν τῇ νηΐ· καὶ σκυταλουμένη ξύλῳ τυπτομένη
σ 180
Σκῶλος παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, σκῶλος λέγεται ὁ ὑπόπυρος ἐξηραμένος, καὶ σκωλετὸς ὁ ἀπεξηραμένος
σ 181
Σκύλαξ ἐκ τοῦ σκύλω τὸ ὀργίζομαι
σ 182
Σκῦτος δὲ λέγεται, τὸ μεταξὺ τῶν τενόντων τοῦ τραχήλου δέρμα· ὡς Πετρώνιος φησί· τινές φασι σκῦτα λέγεσθαι τὸν νωτιαῖον μυελὸν, οἱ δὲ τὸ ἴνιον, οἱ δὲ τὸ μεταξὺ τῶν ὀφρύων καὶ τοῦ μετώπου τόπον, ὅπερ ἐπισκύνιον καλοῦμεν· ἄλλοι δὲ τὸ τῆς κεφαλῆς δέρμα, παρὸ καὶ σκῦτος εἴρηται, τουτ’ἔστιν ἡ κεφαλή
σ 183
Σκῶμμα γελοίου, εὐτραπελισμοῦ καὶ γεφυρισμοῦ διαφέρει· σκῶμμα γάρ ἐστι, τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον, οἱονεὶ εἰς σκέμμα, γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροωμένων, χωρίς τινος ὕβρεως· εὐτραπελισμὸς δὲ τὸ μετὰ σεμνότητα χαριεντῶς λεγόμενον, εἴρηται γὰρ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον, γεφυρισμὸς δὲ ἀπὸ ταῖς Ἀθήνησιν, ἐπιγράφειν τινὰ ἐπὶ τῶν γεφύρων μετὰ διασυρμούς τινων περιέχοντ
σ 184
Σκώληξ παρὰ τὸ κῶλον ὃ σημαίνει τὸ ὀστοῦν, ὁ ἔχων ὀστοῦν κατʼ ἀντίφρασιν, ὁ μὴ ἔχων ὀστοῦν
σ 185
Σμαραγῶ ἐκ τοῦ σμάραγος ὃ σημαίνει τὸν ψόφον καὶ ἦχον· γίνεται δὲ ἀπὸ τοῦ σπαράσσω σπάραγος, καὶ τροπῇ τοῦ π εἰς μ σμάραγος· κυρίως δὲ λέγεται σμάραγος, ὁ ἀπὸ σπαραγμοῦ ἦχος· λοιπὸν ἐκ τοῦ σμάραγος γίνεται σμαραγῶ καὶ περισπᾶται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς γω λήγοντα ῥήματα, τῷ α παραληγόμενα περισπᾶται, χωρὶς εἰ μὴ παρὰ προθέσεως συντεθῶσιν, οἷον σφαραγῶ σφαραγεῦντο δὲ οἱ πυρὶ· πλαταγῶ, χερσί τε συμπλατάγησεν· ἀγῶ τὸ θαυμάζω, τὸ θηλυκὸν ἄγη, ἄγη μʼ ἔχει ὄρχαμε λαῶν· οὔτως οὖν καὶ σμαραγῶ, σμαραγεῖ δέ τε λειμὼν, ἀντὶ τοῦ ψοφεῖ καὶ κτυπεῖ. πρόσκειται χωρὶς εἰ μὴ ἀπὸ προθέσεως συντεθῶσι, διὰ τὸ συνάγω καὶ προσάγω· ἔστι δὲ καὶ ἕτερον σμαραγῶ καὶ σημαίνει τὸ λάμπω, ἐξ οὗ καὶ σμάραγδος ὁ λαμπρότατος λίθος· τοῦτο παρὰ τὸ μαίρω τὸ λάμπω, ὁ μέλλων μαρῶ, καὶ ἐξ αὐτοῦ κατὰ παραγωγὴν μαράσσω, καὶ πλεονασμῷ τοῦ ς, σμαράσσω, καὶ ὄνομα ῥηματικὸν σμάραγδος ὁ λαμπρότατος, καὶ τὸ ῥῆμα σμαραγῶ τὸ λάμπω· γίνεται δὲ καὶ ἄλλο ῥῆμα ἐκ τοῦ μέλλοντος· ἔστι γὰρ ῥῆμα μαρῶ, καὶ κατὰ παραγωγὴν μαρύσσω, καὶ κατʼ ἀναδιπλασιασμὸν μαρμαρύσσω, καὶ ῥηματικὸν ὄνομα μαρμαρυγή· καὶ Ὅμηρος, μαρμαρυγὰς θηῆτο ποδών· σημαίνει δὲ καὶ ἄλλο ῥῆμα, ἀμαρύσσω καὶ ἀμάρυγμα
σ 186
Σμερδαλέος γίνεται παρὰ τὸ σμέρδη· τοῦτο ἐκ τοῦ μερίζω, μεριδνὸς καὶ κατὰ συγκοπὴν σμερδνός, καὶ ἐξ αὐτοῦ σμερδναλέος, καὶ ἀποβολῇ τοῦ ν, σμερδαλέος, μερίζεται γὰρ ἡ ψυχὴ τῶν ὁρώντων τῷ φόβῳ, καὶ οὐκ ἐᾷ ἐν τῷ αὐτῷ μένειν· δηλοῖ δὲ καὶ τὸ καταπληκτικόν· διάτι προπαροξύνεται; τὰ διὰ τοῦ αλεος ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς ἔχουσι τὸν τόνον· οἷον, ὀργαλέος, γηραλέος, σμερδαλέος, πλὴν τούτων, κονισσάλεος, δαιδάλεος, ἀτασθάλεος, αἰθάλεος
σ 187
Σμῶδιξ σπορὰ, παράγωγον τοῦ σπῶ, ἅμα γὰρ τὸ κατακληθῆναι τὴν σπορὰν δείξει τὸ πλῆγμα, ἐκ τοῦ σμῶ τοῦ σημαίνοντος τὸ πλήσσω, ἐξ οὗ καὶ σμήχω κατὰ παραγωγὴν τοῦ μακροῦ εἰς μακρὸν, σμώγω, σμώξω, καὶ σμῶδιξ· ἢ ἐκ τοῦ σμῶ σμήσω, σμῶδιξ ὄνομα ῥηματικόν· ἔστι δὲ τὸ διξ βραχὺ, ἐπειδὴ οὐδέποτε τὸ ι καὶ υ, πρὸ τοῦ ξ, εὑρίσκονται φύσει μακρὰ, εἰ μὴ λόγῳ ἀρχούσης παράγονται, ὡς τὸ ἱξεύω ἵξευον
σ 188
Σμῆνος τὸ πλῆθος, καὶ τὸ σύστημα τῶν μελίσσων, ἐκ τοῦ σμῶ τὸ πορεύω
σ 189
Σμῆνος παρὰ τὸ σμῶ, ὃ σημαίνει τὸ συνάγω, ὁ μέλλων νήσω, καὶ πλεονασμῷ τοῦ ἦτα, νηήσω, ἐξ οὗ καὶ τὸ νηήσας· ἐκ δὲ τοῦ νήσας γίνεται νῆσος καὶ πλεονασμῷ τοῦ ς, καὶ τροπῇ τοῦ ν εἰς μ, σμῆνος
σ 190
Σμήχω παρὰ τὸν σμήσω μέλλοντα, σημαίνει δὲ τὸ καθαίρω, ἐξ οὗ καὶ τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων
σ 191
Σμίνθιον τόπος τῆς Τρωάδος, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος
σ 192
Σμινθεὺς ἐπίθετον Ἀπόλλωνος· οὕτω καλοῦσι κρῆται τοὺς μύας, κλίνεται Σμίνθιος καὶ Σμινθεύς
σ 193
Σμινθοὶ σπαρτὰ ἢ λεπτὰ σχοινία
σ 194
Σμιλὴ σημαίνει τὸ σμιλίον καὶ ὀξύνεται καὶ διὰ τοῦ ἰῶτα γράφεται· τὰ γὰρ εἰς λη μονογενῆ οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι οἷον σμιλὴ μαρίλη, σημαίνει τὴν κόνιν, ἴλη ἡ τάξις, σπατίλη, σημαίνει δὲ τῶν δερμάτων τὰ ξύσματα, ὕλη, πάλη, πύλη, στύλη, ἀγέλη καὶ τὰ ὅμοια· χωρὶς τοῦ δείλη, εἱλὴ, ὀφειλὴ, ὠτειλὴ, ἀπειλή· πρόσκειται μονογενῆ διὰ τὸ δειλὸς δειλή
σ 195
Σμύρνα παρὰ τὸ μύρα, καὶ πλεονασμῷ τοῦ ν καὶ προσθέσει τοῦ ς, σμύρνα, ἢ παρὰ τὸ μυρίζειν, μύρνα καὶ σμύρνα· τὸ δὲ ὄνομα τῆς πόλεως ἡ Σμύρνη λέγεται
σ 196
Σμῶδιξ ὑφʼ αἵματος μώλωψ, παρὰ τὸ σμῶξαι, ὅ ἐστι παρατάξαι· οὕτω γὰρ λέγεται τὸ πατάξαι
σ 197
Σπύτος εἰ μὲν διὰ τοῦ π, διὰ τὸ σπᾶν τὰ ὑγρὰ εἰ δὲ διὰ τοῦ φ, παρὰ τὸ σφίγγειν κατὰ τὰς ἐκθλίψεις· οὕτως Ἡρωδιανός
σ 198
Σοβαρὸς ὁ ὑπερηφάνως ἐπαινόμενος πλούσιος· τοὺς γὰρ σοβαρίτας ἔδοξεν ἐξ ἀρχῆς ὑπερέχειν πλούτῳ καὶ τρυφῇ, ἐκ τοῦ σοβαρίτης
σ 199
Σοβαρὸς ἔστι σέβω τὸ τιμῶ, ἐξ αὐτοῦ σέβαρος καὶ σοβαρὸς, ὁ ὑπὲρ τιμὴν ἑαυτὸν κρατῶν
σ 200
σεῖο διαφέρει κατὰ τοὺς ἀκριβῶς γινώσκοντας· σοῖο γάρ ἐστι σύναρθρος ἀντωνυμία ἀντὶ τοῦ σοῦ· σεῖο ἀσύναρθρον ἀντὶ τοῦ σύ
σ 201
Σολοικισμὸς ὁ τοῦ σώου λόγου αἰκισμὸς εἴρηται· ἢ παρὰ τὴν τοῦ Σόλωνος ἐξιστορίαν καὶ τὴν Κιλίκων ὁμιλίαν
σ 202
Σολοικίζειν οὐ μόνον κατὰ λέξιν καὶ φωνὴν ἰδιωτεύειν, ἀλλὰ καὶ ἐπὶ φορεσμάτων, ὅταν τις χωρικῶς ἐκδύεται ἢ ἀτάκτως ἐσθίει, ἢ ἀκοσμῶς περιπατεῖ
σ 203
Σολομῶν σελομῶν λέγεται ἡ εἰρήτη, καὶ ἐκ τῆς τούτου τροπῆς τοῦ ε εἰς ο σολομῶν· σολομῶν δὲ κλίνεται σολόμωνος, ὁ κανὼν, τὰ εἰς μων βαρύτονα κύρια φυλάσσει τὸ ω, Σίμωνος, Τίμωνος
σ 204
Σόλος δίσκος, παρὰ τὸ σῶ τὸ ὁρμῶ καὶ κινῶ
σ 205
Σόλων ὄνομά τινος Ἕλληνος σοφιστοῦ, ἀπὸ τοῦ σιάλος· πάνυ γὰρ σοφὸς ἦν ἐν τῷ λέγειν
σ 206
Σορὸς κιβωτὸς, λάρναξ, ἐν ᾧ τὸ σῶμα ῥεῖ, ἤγουν καταῤῥεῖ· ἢ παρὰ τὸ ἔσω ῥεῖν τὰ τῶν νεκρῶν σώματα· καὶ εἰς τὸ ἀκτὶς καὶ σωρός
σ 207
Σόφισμά ἐστι λόγος σοφιστικὸς, καὶ λόγος δολερὸς, ἢ συλλογισμὸς αἱρετικός
σ 208
Σοφία παρὰ τὸ σοφός· τοῦτο παρὰ τὸ σέβω, ἢ ἡ τὸ φῶς σώζουσα τῆς οἰκείας φύσεως· ἢ διὰ τὸ σῶα φῆν, ἤγουν λαλεῖν
σ 209
Σοφὸς συνετοῦ διαφέρει, καθὸ ὁ μὲν σοφὸς καὶ συνετὸς πάντως, ὁ δὲ συνετὸς οὐ πάντως σοφός
σ 210
Σοφὸς παρὰ τὸ σῶα φάσκειν· καὶ εἰς τὸ βασιλεὺς καὶ γνῶσις
σ 211
Σοφίζω ἐκ τοῦ σοφὸς τοῦτο ἐκ τοῦ σέβω· τὸν γὰρ σοφὸν πάντες σεβόμεθα
σ 212
Σπλάγχνα ὅτι σπληνίου τόπον ἐπίκειται ἡμῶν τῇ σαρκὶ ἤγουν τῇ γαστρί· καθάπερ γὰρ καὶ τὸ σπληνίον ἰώμενον ἱλαρίας τῆς ψυχῆς, παρέχει τὸ πάθος· ἐπιτεθὲν δὲ λύπην
σ 213
Σπαίρω τὸ ἀσπαίρω· τὸ ἀσπαίρω ἐκ τοῦ σπαίρω, τοῦτο ἐκ τοῦ σπάῤῥω· καὶ κατὰ πόσους τρόπους διαφέρει τὸ σκαίρω τοῦ σπαίρω; λέγεται μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν ὡς τὸ, ἤ ῥα οἱ ἀσπαίρουσα καὶ οὐρίαχον· καὶ ὁ δʼ ἑσπόμενος περὶ δουρὶ ἤσπαιρʼ· διότι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα κίνησιν δηλοῦσιν· ὅθεν παράγονται σκάρος καὶ σπάρος ἰχθυόθεν· τὸ σκάρος εὔμουσόν τινα καὶ εὔρυθμον ἀποτελεῖ κίνησιν, ἐξ οὗ καὶ τὸ σκιρτᾷν παράγεται
σ 214
Σπῶ σημαίνει ἕπτα· σπῶ τὸ σπείρω, σπῶ τὸ κατασπῶ, σπῶ τὸ σπεύδω, σπῶ τὸ διαχωρίζω, σπῶ τὸ ἐκτείνω, σπῶ τὸ στάζω καὶ ἀσπάζομαι
σ 215
Σπάδων ὁ εὐνοῦχος, παρὰ τὸ ἀποσπᾶσθαι τὸ μέρος ἐξ αὐτοῦ, οὕτως Ἡρακλείδης
σ 216
Σπάνιον τὸ ὀλίγον, ἐκ τοῦ σπάνις, τοῦτο ἐκ τοῦ σπανίζω ὃ σημαίνει τὸ ἐλαττῶ καὶ φθείρω· τὸ δὲ σπάνις παρὰ τὸ σπῶ, σπένω καὶ σπάνις· ἢ παρὰ τὸ πένω, καὶ κατὰ παρασχηματισμὸν, πάνις, καὶ πλεονασμῷ τοῦ ς σπάνις
σ 217
Σπάργανον παρὰ τὸ σπαράσσω, σπαράγανον καὶ σπάργανον κατὰ συγκοπήν
σ 218
Σπάρτον σπαρτίον, ἐκ τοῦ σπείρω τὸ ἑλίσσω ἐξ οὗ καὶ σπείραμα τὸ τοῦ ὄφεως εἱλίγμα· ἐκ τοῦ σπαρτίον γέγονε σπάρτον· καὶ ὥσπερ μυρία μῦρα, οὕτω καὶ σπαρτία σπάρτα· συνεκόπη δὲ ὡς ὑποκοριστικόν
σ 219
Σπείρω τὸ εἱλίσσω ἐξ οὗ καὶ σπείραμα τὸ τοῦ ὄφεως εἵλιγμα καὶ ἐκ τούτου σπατίον καὶ σπαρτίον ἀπὸ τοῦ ἐνσπείρεσθαι καὶ ἐγκεῖσθαι ἐν τοῖς μέλεσι
σ 220
Σπείρας νῦν οἱ μεγάλοι καλοὶ, παρὰ τὸ συνσπείρεσθαι καὶ κεῖσθαι· ἢ σπεῖραι διʼ ὧν ἕλκονται αἱ νῆες
σ 221
Σπέρμα παρὰ τὸ ἐν τῇ σπορίμῃ γῇ πεσεῖν· ἢ καὶ γεγονέναι παρὰ τὴν γῆν
σ 222
Σπάθη τὸ ἐκφαντικὸν ἐργαλεῖον, ἀπὸ τοῦ κατασπᾶν τὴν κρόκην
σ 223
Σπεῖρος τὸ ἱμάτιον, ἀπὸ τοῦ ἐνσπείρεσθαι καὶ συστρέφεσθαι ἐν αὐτῷ, καὶ ἐγκεῖσθαι τοῖς μέλεσι· σημειωτέον ὅτι σπείρα σημαίνει δύο, τὸν ὁλκὸν τὸν δράκοντα, τὸν ἐπισυρόμενον τῆς γαστρός ἐν τῇ γῇ· καὶ σύνταγμα στρατιωτικὸν ἀνδρῶν τριακοσίων· ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος ὡς ποῦ φησὶν, οὐχὶ πάντας εἶχεν ὁ χιλίαρχος τοῦ οἰκείου τάγματος, ἀλλὰ τοὺς τὸ τ μόνους, ἤκουν γὰρ οὗτοι· καὶ σπεῖρα τὸ ταχὺ σχοινίον τοῦ πλοίου· γράφεται δὲ διὰ διφθόγγου
σ 224
Σπείρω σπερῶ, ὅσα γεννῶσι τὸ ε, τὴν τοῦ ε ἔχουσι γραφὴν, κατὰ τὸ ἐνεργητικόν
σ 225
Σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων
σ 226
Σπένδακος ξύλον, σπινθὴρ καὶ σπέρμα
σ 227
Σπέος τὸ σπήλαιον, ἀφώτιστόν τι οἴκημα, παρὰ τὸ σβῶ σβέσω, σβέος καὶ τροπῇ τοῦ β εἰς π, σπέος, ὁ ἐπὶ πολὺ τοῦ φωτὸς ἐστέρηται· καὶ σπέος, οἱονεὶ ὁ κατεσβεσμένος καὶ τετρυπημένος λίθος, παρὰ τὴν σβέσιν τοῦ φωτός
σ 228
Σπεύδω ἔστι σπείζω τὸ ἀκολουθῶ καὶ τροπῇ τοῦ ι εἰς υ, σπεύζω, καὶ τροπῇ τοῦ ζ εἰς δ σπεύδω· παρὰ τὸ σπένδω τὸ θύω, παρὰ γὰρ τῷ πυρὶ ἔθυον
σ 229
Σπερμολόγος ὁ τὰ σπέρματα συστέλλων, ἀτελής
σ 230
Σπέζω σπληνίον, εἰς τὸ ἀσπὶς, καὶ σπιθαμὴ, καὶ ὑπερασπιστής
σ 231
Σπιλάδες αἱ διεσχισμέναι καὶ κεκοιλωμέναι πέτραι ὑπὸ τῆς τῶν κυμάτων πλήξεως
σ 232
Σπιλάδες αἱ παράλιαι πέτραι, παρὰ ἐσπιλῶσθαι, ἢ παρὰ ταῖς κατὰ θάλασσαν περιειλημμέναις ἐν ὀλίγῳ ὕδατι· ἢ σπιλάδες αἱ ὕφαλοι πέτραι· ἢ παρὰ τὸ σπῖλος ὃ σημαίνει τὸν ῥύπον
σ 233
Σπιθαμὴ παρὰ τὸ σπίζω τὸ ἐκτείνω· τινὲς δὲ διὰ τοῦ ἦτα γράφουσιν αὐτὸ, ἐτυμολογοῦντες ἐκ τοῦ σπῶ τὸ κατασπῶ
σ 234
Σπὴν οἷον σπὴν, ἀπὸ τοῦ ἑαυτῷ ἐπισπᾶσθαι τὰ φαυλισθέντα τῶν ὑγρῶν
σ 235
Σπλάγχνον εἰς τὸ εὔσπλαγχνον· σπλάγχνον σημαίνει τὸ ἐντόσθιον μέρος, τὸ ἔντερον, τὸ στῆθος
σ 236
Σπόγγος διὰ τὸ σπουδῇ γομοῦσθαι· ἢ διὰ τὸ ἐπισπᾶσθαι τὸ ὑγρόν
σ 237
Σποδὸς παρὰ τὸ σβέω, σβέσω, σβεδός· ἢ παρὰ τὸ ποὺς ποδὸς, καὶ πλεονασμῷ τοῦ ς, σποδός, τὸ ἐν τοῖς ποσὶ κείμενον· ἢ παρὰ τὸ σπένδω τὸ θύω, παρὰ γὰρ τῷ πυρὶ ἔθυον
σ 238
Σπουδὴ παρὰ τὸ σπένδω, τὸ διὰ θυσιῶν φιλιοῦμαι· καὶ καταλλάσσομαι, καὶ θεῷ καὶ ἀνθρώποις
σ 239
Σπονδεῖος παρὰ τὸ σπένδω σπονδή· καὶ ἐξ αὐτοῦ σπονδεῖος
σ 240
Σπορὰ παράγωγον τοῦ σπῶ, ὅτι σπῶν ῥεῖ, ἤγουν ἐκῥεῖ, ἅμα γὰρ τῷ βληθῆναι τὴν σπορὰν, σπᾶται ἀπὸ τῆς γῆς, οὐ χωρεῖται εἰς αὐτὴν, οὕτω Φιλόξενος· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν θηλείων, ὅτι δέχονται τὸ σπέρμα
σ 241
Σπουδῇ ἐπίῤῥημα μεσότητος, ἢ ἀθροίσεως· τὸ δη ἦτα διάτι; τὰ παρὰ δοτικῇ γινόμενα ἐπιῤῥήματα, καὶ τὴν αὐτὴν γραφὴν φυλάσσουσιν, οἷον σιωπή· ἄκην ἐγένοντο σιωπῇ
σ 242
Στάδιος καὶ στάδιον μέτρον ὁδοῦ, παρὰ τὸ ἵστασθαι τὸν ὁδεύοντα
σ 243
Σταθμὸς παρὰ τὴν στάσιν τὴν ἐν αὐτῷ τῶν ζώων
σ 244
Σταγὼν παρὰ τὸ στάγω στάξω, ὁ μέσος παρακείμενος ἔσταγα, καὶ ἐξ αὐτοῦ σταγών
σ 245
Σταθμὴ ἡ τρυτάνη, ἢ κανόνη· εἴρηται δὲ σταθμὴ ἀπὸ τοῦ σταθμᾶσθαι καὶ στοχάζεσθαι· σημαίνει δὲ τὸ σπάρτον, ᾧ ὁ οἰκοδόμος ἰσάζει δόμον, ἢ τέκτων ξύλον· μύρινθος δὲ ἐπὶ πᾶν σπαρτίον· τὸ οὐδέτερον στάθμιον· καὶ σταθμὴ τὰ ἐκβαλλόμενα ταῖς πλάστιγξι τοῦ ζυγοῦ· μέτρα δὲ οἷς ἔλαιον μετρεῖται, καὶ οἶνος καὶ τὰ τοιαῦτα
σ 246
Σταθμῶ παρὰ τὸ σταθμὴ, τοῦτο παρὰ τὸ ἵστασθαι
σ 247
Στακτὴ παρὰ τὸ στάζω, στάξω, ἔσταχα, ἔσταγμαι, ἔστακται, στακτή
σ 248
Σταυρὸς παρὰ τὴν στάσιν καὶ τὸ εὖρος, ὃ σημαίνει τὸ πλατός· οἱονεὶ τὸ μῆκος καὶ πλατὸς ἔχων· παρὰ δὲ τῷ ποιητῇ σταυροὶ λέγονται τὰ ἀπεξυσμένα ξύλα, οὕσπερ σκώλοπας καλεῖ· σταυροῖσιν πυκινοῖσι
σ 249
Σταφυλή παρὰ τὸ σήπω σαπυλὴ καὶ σταφυλὴ, πεπανθείσης γὰρ τῆς ἀμπέλου τότε καὶ ἡ σταφυλὴ γίνεται σταπὶς καὶ ἀσταπὶς καὶ ἀσταφίς
σ 250
Σταφυλὴ καὶ σταφύλη διαφέρει· τὸ μὲν ὀξύτονον ἐπὶ τῆς ὀπώρας· τὸ δὲ βαρύτονον ἐπὶ τῆς καθιεμένης μολυβίδος, παρὰ τοῖς ἀρχιτέκτοσι τεθεμένοις
σ 251
Στέφυλον κόκκος σταφυλίου, ἢ φύλλον ἀμπέλου
σ 252
Στέαρ ἐκ τοῦ ἵστημι στήσω, στέαρ, ἢ παρὰ τὸ στάζω, ἢ παρὰ τὸ στάσιν καὶ πῆξιν ἔχειν· τὸ στε ψιλόν· τὰ εἰς αρ οὐδέτερα· σημαίνει δὲ λίπασμα
σ 253
Στεγανὸς ὁ ἐστεγασμένος καὶ ἐσκεπασμένος, παρὰ τὴν στέγην· λέγεται δὲ καὶ στεγανὸν τὸ στεγνότερον, καὶ στεγανόποδες ὄρνιθες οἱ ἐν ὕδατι διατρίβοντες, καὶ τοὺς ποδὰς ἔχοντες στεγνοὺς, οἷς αἱ μεταξὺ τῶν δακτύλων εὐρυχωρίαι δέρματί εἰσιν εἰλημμέναι· καὶ στεγανώματα, οἱ ἐν τοῖς τοίχοις ἐνδεσμοί
σ 254
Σταχὺς παρὰ τὸ ἵστασθαι, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν σῖτον ἢ τὴν κριθήν
σ 255
Σταθμίζω καὶ ἐστάθμισα, σημαίνει τὸ ἐζυγοστάτησα, διὰ τοῦ ἰῶτα· ἐστάθμησα δὲ τὸ ἐμέτρησα καὶ ἠρίθμησα, ἦτα
σ 256
Στέγη διὰ τὸ στάζειν ἐπὶ τῆς γῆς τὸ ὕδωρ· ἢ διὰ τὸ βαστάζειν
σ 257
Στεγάζω παρὰ τὸ στέγη· τοῦτο παρὰ τὸ στεγῶ τὸ ὑπομένω
σ 258
Στεῖνος τὸ σῶμα, διάτι βαρύνεται; ἐὰν ἀρσενικὸν βαρύτονον εἰς οὐδέτερον γένος πίπτει, ὁμότονόν ἐστιν, οἷον, ὁ σκότος, τὸ σκότος, ὁ ἔλεγχος, τὸ ἔλεγχος, εἰ μέντοι ὀξύνεται τὰ ἀρσενικὰ, οὐκέτι βούλεται ὁμοτονεῖν, ἀλλὰ φεύγουσι τὴν ὀξεῖαν, ὁ στενὸς τὸ στεῖνος, ὁ μακρὸς τὸ μάκρος
σ 259
Στείχω τὸ πορεύομαι, ἐξ οὗ καὶ στίχος ἡ τάξις διὰ τοῦ ἰῶτα, καὶ στοῖχος ἡ πρᾶξις
σ 260
Στείνω εἰς τὸ πολύστονος
σ 261
Στείρα σημαίνει τὴν μὴ τίκτουσαν· καὶ τὸν ἱστὸν τοῦ πλοίου, διὰ τῆς ει διφθόγγου· ἐπὶ μὲν τῆς τρόπεως ἀπὸ τοῦ στερεὸν γέγονε στέρα, καὶ πλεονασμῷ τοῦ ι στεῖρα· ἐπὶ δὲ τῆς τικτούσης ἀπὸ τοῦ στερεῖσθαι γέγονε στέρα καὶ στεῖρα, οἱονεὶ ἡ ἐστερημένη τοῦ τίκτειν
σ 262
Στείρα ἡ ἄτεκνος καὶ ἄγονος γυνὴ, παρὰ τὸ στερεὰ εἶναι τῶν ἄλλων γυναικῶν· ἢ παρὰ τὸ στῶ, στεία, καὶ πλεονασμῷ τοῦ ρ στείρα, ἡ τοῦ κυῆσαι στάσιν ἔχουσα
σ 263
Στείρα παρὰ τὸ τείρω τὸ καταπονῶ, ἢ κατʼ ἀντίφρασιν, ἡ μὴ τειρομένη τῶν ἄλλων, ἀλλʼ ἀκμάζουσα
σ 264
Στεινωπὸς ὁ στενὸς τόπος, διὰ τῆς ει διφθόγγου, παρὰ τὸ στένος γέγονε στεινός
σ 265
Σπερμολόγος ὅτι μὲν τὸ κυρίως πτηνόν ἐστι, κολοιῶδες ζῶον τὸ ὄνομα λαβὼν παρὰ τὸ τὰ καταβαλλόμενα σπέρματα ἐκλέγειν, δῆλον, παρὸ καὶ οἱ σπείροντες ἐπαμῶνται τὴν γῆν τοῖς σπέρμασι· ἐκ μεταφορᾶς δὲ ἔλεγον τοὺς παρὰ τὰς ἀγορὰς καὶ τοὺς λιμένας διατρίβοντας· ἢ τὰ ὁπωσοῦν ἐκ τῶν σάκκων πίπτοντα ὄσπρια, κάρια καὶ ἰσχάδας ἐκλέγοντες· περὶ δὲ τοῦ ὀρνέου ὁ Ἀριστοτέλης ἔφησε, καὶ οἱ μιώδιοι ἐν δευτ. λέγουσι τὸν σπερμολόγον κολούρης
σ 266
Στεροπὴν ἀστραπὴν, παρὰ τὸ στερεῖσθαι τοῦ βλέπειν
σ 267
Στέρεμνον τὸ πυκνὸν καὶ στερεὸν καὶ ἰσχυρότατον
σ 268
Στέλεχος εἰ μὲν ὁ κορμὸς ἤγουν ἡ ῥίζα, παρὰ τὸ στέλεχος ἔχειν, ἢ παρὰ τὸ στερεόν· εἰ δὲ οἱ ἄνω τῆς κορυφῆς κλάδοι, παρὰ τὸ εἰς τέλος ἔχειν, τουτ’ἔχειν ἔχεσθαι
σ 269
Στέλλω εἰς τὸ ἀγγείλας, σημαίνει τέσσαρα, τὸ ἐπιστέλλω ἐξ οὗ καὶ ἐπιστολὴ, τὸ πλέω, ἐξ οὗ καὶ στόλος, τὸ κοσμῶ, ἐξ οὗ καὶ στολὴ, καὶ τὸ κρύβω ἐξ οὗ καὶ συστόλη
σ 270
Στέργω εἰ μὲν συντάσσεται δοτικῇ, σημαίνει τὸ ἀρκοῦμαι, εἰ δὲ αἰτιατικῇ, τὸ ἀγαπῶ, οἷον, στέργειν μὲν ἡμᾶς· γίνεται δὲ παρὰ τὸ στῶ, τὸ σημαῖνον τὸ ἱστῶ, κατὰ παραγωγὴν στέχω καὶ πλεονασμῷ τοῦ ρ, στέργω, ὁ γὰρ ἀγαπῶν τινα, διΐσταται εἰς αὐτόν
σ 271
Στέργων ἀγαπῶν, φιλῶν, ἀπὸ τοῦ στέργω· τοῦτο παρὰ τὸ στέγω, τὸ ὑπομένω· τοῦτο παρὰ τὸ στῶ ῥῆμα, τὸ σημαῖνον τὸ ἱστῶ καὶ ἑδραιῶ καὶ βεβαιῶ· καὶ εἰς τὸ ἔστεργον
σ 272
Στερέωμα παρὰ τὸ εἶναι κατʼ ὑπερβολὴν ἰσχυρόν· ἐπὶ γὰρ τῶν κατʼ ἰσχὺν ὑπερβαλλόντων τέταται· καὶ γὰρ τὸ κραταιὸν καὶ ἀνένδοτον στερέωμα εἴρηται
σ 273
Στερέωμα εἴρηται παρὰ τὸ στερεῶ, τοῦτο παρὰ τὸ ἵστημι, στήσω, ὁ β ἀόριστος ἔστην, καὶ τὸ ἀπαρέμφατον στῆναι· τὰ εἰς ναι λήγοντα ἀπαρέμφατα ποιοῦσιν εἰς ρος ὄνομα ἰσοσύλλαβον· οἷον, δῖναι διερὸς, μιῇναι μιαρὸς, σταθῆναι σταθηρός· οὕτω καὶ ἀπὸ τοῦ στῆναι, στερός
σ 274
Στέρνον παρὰ τὸ στῶ, στείω· τὸ ἐντελὲς στέον, στερόν· καὶ πλεονασμῷ τοῦ ν, στέρνον
σ 275
Στῆθος ἐκ τοῦ στῶ στήσω, καὶ ἐξ αὐτοῦ γίνεται στῆθος, τὸ ἱστάμενον ἀσάλευτον καὶ μὴ κλινόμενον, ἐπειδὴ ὅλα τὰ μέρη τοῦ σώματος κλίνεται, τὸ δὲ στῆθος οὐ κλίνεται· ἢ παρὰ τὴν στεῤῥότητα· ἢ παρὰ τὸ στερεὸν εἶναι στέρνον
σ 276
Στέρνοις στήθεσι, διότι ἕστηκεν ἀσάλευτον
σ 277
Στέφανος βραβείου διαφέρει· στέφανος γυναικεῖος κόσμος, ἐπὶ τῆς κεφαλῆς, βραβεῖον δὲ ἐπινίκιος ἀμοιβή
σ 278
Στῆθος ἀπὸ τοῦ ἑστάναι· ἢ παρὰ τὸ σιτίον καὶ τὸ ὤθω τὸ πρώθω, σιτιώθιόν τι ὂν, παρὰ τὸ τὰ σιτία διʼ αὐτοῦ ὠθεῖσθαι, κατὰ συγκοπὴν στῶθος, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν στῆθος· ἢ παρὰ τὸ ἵστημι, στήσω, τὸ ὀρθῶς ἱστάμενον καὶ μὴ ἐπικεκραμμένον· τὸ στη, ἦτα διάτι; τὸ διὰ τοῦ ηθος δισύλλαβα μονογενῆ διὰ τοῦ η, γράφεται, οἷον, πλῆθος στῆθος, πλὴν τοῦ λίθος καὶ πίθος
σ 279
Στηθίνιον δὲ μέρος τι τοῦ στήθους· καὶ ἐκ τοῦ στήθους ὑποκοριστικὸν στηθίνιον
σ 280
Στηλιτεύσας δημοσιεύσας, παραδειγματίσας, ὡς ἐπιστήλων τῶν δημοσίᾳ προτιθεμένων
σ 281
Στήριγμα ἐκ τοῦ στηρίζω, τοῦτο παρὰ τὸ στὴρ, τοῦτο παρὰ τὸ στῶ, ἵστημι, στήσω καὶ στήξω
σ 282
Στηλιτεύω τὸ θριαμβεύω, ἐκ τούτου γίνεται στηλίτης, τοῦτο παρὰ τὸ στήλη, ὃ σημαίνει τὸν λίθον, τὸν ἐν τῇ κεφαλῇ κείμενον τοῦ τεθνεῶτος, ὡς ἐκ τοῦ πολίτης πολιτεύω
σ 283
Στήλας ὀρθοὺς λίθους, παρὰ τὸ ἵστασθαι
σ 284
Στήμων παρὰ τὸν στήσω μέλλοντα· σημαίνει δὲ τοῦ ἱστοῦ τὸ στημόνιον
σ 285
Σταθῆναι στῆναι διαφέρει· τὸ μὲν γὰρ στῆναι κατὰ προαίρεσιν ἰδίαν γίνεται· τὸ δὲ σταθῆναι ἐκ τῆς ἄλλου προαιρέσεως. οἷον, ἔστη ὁ ἄνθρωπος διʼ αὐτοῦ· ὁ ἀνδριὰς ἐστάθη ὑφʼ ἕτερον. ἢ ὁ νοσῶν
σ 286
Στιβαρὸν γίνεται ἐκ τοῦ στείβω τὸ περιπατῶ· καί τι μετέχει τὸ στιβαρὸν, πρὸς τὸ στείβω, οἱονεὶ τὸ πεπιλημένον καὶ συνημμένον, καὶ ἠσφαλισμένον, ἤγουν τὸ μὴ ἔχον ἔξοχον, μηδὲ ὀπήν· τὸ στι ἰῶτα διάτι; πολλὰ γὰρ εἰσιν ὀνόματα ἐκ τοῦ στείβω, ὁ β ἀόριστος ἔστιβον, ἐστίβην, καὶ τὸ ἀπαρέμφατον στιβῆναι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, τοῖς εἰς ναι λήγουσιν ἀπαρεμφάτοις εἰώθασιν ἀντιπαρακεῖσθαι ὀνόματα εἰς ρος, οἷον, μιάναι μιαρὸς, λιπάναι λιπαρὸς, οὕτως οὖν στι βῆναι, καὶ Δωρικῶς τρέπεται τὸ ἦτα εἰς α, στιβᾶναι, καὶ ἐξ αὐτοῦ στιβαρός
σ 287
Στιβίζουσι ῥυθμῷ δὲ στυβίζουσι τὸ ψεῦδος, δραπετεύουσι, διαφεύγουσι, καὶ στείβειν ἐπὶ τοῦ πατεῖν, καὶ στιβεύειν τὸ ἰχνεύειν
σ 288
Στιβασία ἡ χαμαίστρωτος εὐνὴ, καὶ οἱ τῶν δένδρων ἀκρέμονες στιβάδες, καὶ ἡ τράπεζα· καὶ ἡ ἀπὸ ῥάβδων στρῶσις
σ 289
Στίγμα πληγὴ, δαρμὸς, παρὰ τὸ στίζω τὸ κεντῶ· σημαίνει δὲ δύο, τὴν πληγὴν καὶ τὴν στιγμὴν τῶν γραφῶν
σ 290
Στίλβω παρὰ τὸ σέλας καὶ τὸ βῶ τὸ βαίνω· ἢ παρὰ τὸ τῆλε, ὃ σημαίνει τὴν μακρὰν, τὸ πόῤῥωθεν λάμπω καὶ αὐγάζω
σ 291
Στὶξ ἡ τάξις, τὸ στι ἰῶτα, οὐδέποτε δίφθογγος εἰς διπλοῦν λήγει, λὶψ, θρὶψ, κνὶψ, πλὴν τοῦ προίξ· τὶ διαφέρει σκνὶψ καὶ κνὶψ; οὐδὲν διαφέρει, ἢ μόνον κατὰ κλίσιν· τὸ μέντοι σκνὶψ κλίνεται σκνιπὸς καὶ σκνιφὸς, τὸ δὲ κνὶψ κνιπὸς μόνον· ἀπὸ μεταφορᾶς τοῦ ζώου· μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, λέγεται δὲ καὶ ὁ μικρὸς ἄνθρωπος κνιπός· τὸ δὲ στὶξ γίνεται παρὰ τὸ στείχω, τὸ στι ἰῶτα· τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασι· τὸ στείχω σημαίνει τὸ ἐν τάξει πορεύομαι. ἡ γενικῆ στῖχος· καὶ Ὅμηρος, τῆς δὲ ἰῆς στῖχος ἦρχε
σ 292
Στρόβιλος ἡ πόλις καὶ Στρόβηλος ἡ νῆσος
σ 293
Στίφος ὁ ὄχλος, ἄθροισμα, τὸ πλῆθος, καὶ ἡ στρατιωτικὴ τάξις τῶν ἀνδρῶν· εἰσὶ δὲ ἄνδρες ἐνενήκοντα ἕξ· γίνεται δὲ παρὰ τὸ στὶξ, στῖχος, ὃ σημαίνει τὴν τάξιν, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν καὶ βαρύνεται, αἱ γὰρ γενικαὶ βαρυνόμεναι· καὶ γίνεται στίχος καὶ στίφος, κατὰ τροπὴν τοῦ χ εἰς φ, καὶ προπερισπᾶται· τὸ στι ἰῶτα, τὰ εἰς φος δισύλλαβα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον, δέλφος λέμφος, σημαίνει δὲ τὸν μυξώδη, κοῦφος, ῥοῦφος, λαῖφος, οὕτως οὖν καὶ στῖφος, σημαίνει δὲ τὴν τάξιν
σ 294
Στρόβηλος ὁ ἄνεμος, ἐκ τοῦ στρέφω καὶ τοῦ ἡλῶ, καὶ γράφεται διὰ τοῦ ἦτα
σ 295
Στιχῶ καὶ ἐστιχόωντο, ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ θέμα στιχάω στιχῶ, στιχάεις στιχᾶς, στιχάει στιχᾶ· οἱ μὲν ἐν πρωτῇσι καὶ ὑστατίησι βόεσσιν, αἰὲν ὁμοστιχάει· γίνεται ἐκ τοῦ στὶξ, στῖχος, ὃ σημαίνει τὴν τάξιν, στιχῶ ῥῆμα· τὸ στι ἰῶτα ἐκ τοῦ στὶξ, τὸ δὲ στὶξ ἐκ τοῦ στείχω, στείξω, στίξ
σ 296
Στοαὶ αἱ καμάραι, καὶ ἐξ αὐτοῦ Στωϊκοὶ οἱ φιλόσοφοι· ἐκεῖ γὰρ ἦν αὐτῶν τὸ διδασκαλεῖον
σ 297
Στοὰ πόρτικος, καμάρα, τὸ στο μικρὸν, τὸ λεγόμε νον πρόσκλητον, στωικὸς δὲ μέγα
σ 298
Στοιχεῖα ὅτι συστοιχοῦσιν ἀλλήλοις· καὶ εἰς τὸ γράμμα
σ 299
Στόμα παρὰ τὸ τέμνω, τέτομα, τόμα καὶ στόμα· ἐτυμολογεῖται δὲ παρὰ τὸ τὰ σιτία τέμνειν· τὸ στο μικρὸν διάτι; πᾶσα λέξις, ἀπὸ τῆς στο συλλαβῆς ἀρχομένη, διὰ τοῦ ο γράφεται, πλὴν τοῦ στωμῦλος, καὶ στωμυλία, καὶ στωϊκός
σ 300
Στόμαχος σημαίνει τὸν φάρυγγα· ἐτυμολογεῖται δὲ, ἢ ὅτι σιτομάχος τις ὢν, ὁ τοῖς σιτίοις μαχόμενος· ἢ ὅτι στόμα ἐστὶ τῶν χεομένων· ἢ ἐκ τοῦ στόμου καὶ τοῦ μῆχος, ὃ σημαίνει τὴν μηχάνην· ἢ παρὰ τὸ στόμα καὶ τὸ χέω· διʼ αὐτοῦ γὰρ ἥ τε ὑγρὰ καὶ ξηρὰ τροφὴ, πρὸς τὴν γαστέρα χεῖται
σ 301
Στοχάζομαι ἐκ τοῦ στείχω, τὸ κατὰ σύνταξιν σκοπῶ καὶ βλέπω, καὶ βαδίζω· στοχάζειν γὰρ λέγεται, τὸ πρὸς εὐθεῖαν ὁδὸν τοὺς λόγους ἀπευθύνειν
σ 302
Στοιχείωσις ἡ πρώτη μάθησις, καὶ δοτικῇ στοιχῶ τὸ συμφωνῶ, αἰτιατικῇ δὲ στοιχίζω τὸ περικυκλῶ καὶ ὁδηγία καὶ ἡ διατύπωσις
σ 303
Στραγγαλία παρὰ τὸ στραγγαλιῶ· ἔστι στρὰγξ, στραγγὸς, ἐκ τούτου γίνεται στραγγαλίζω, καὶ ἐξ αὐτοῦ στραγγαλιῶ, στραγγαλιᾶς, ἡ στραγγαλία
σ 304
Στρατεία τὸ ἀξίωμα, ἐκ τοῦ στρατεύομαι στρατεία· στρατία δὲ τὸ στράτευμα, ἤτοι τὸ πλῆθος τὸ πολεμικὸν, ἐκ τοῦ στρατὸς στρατία
σ 305
Στρατόπεδον στρατεύματος καὶ στρατοῦ διαφέρει· στρατόπεδον μὲν γάρ ἐστιν ὁ τόπος, ἐν ᾧ ὁ στρατὸς ἵσταται, τὸ δὲ στράτευμα ὁ στρατὸς, τὸ πλῆθος τὸ στρατευόμενον
σ 306
Στρατὸς γίνεται παρὰ τὸ στεῤῥῶς ἄττειν, ἤγουν ἐσφάλλεσθαι, ἢ παρὰ τὸ στρέφω, ἔστραμμαι, στραπτὸς, ὡς γέγραπται γραπτὸς, καὶ στρατὸς ὁ εὐπερίτρεπτος, ἢ παρὰ τὸ στεῤῥῶς ἵστασθαι, στρατὸς ὁ συνεστραμμένος καὶ συνδεδεμένος ὄχλος
σ 307
Στρατηγὸς ἄρχων· τὰ παρὰ τὸ ἄγος συντιθέμενα ἅπαντα διὰ τοῦ η γράφεται, ὁδηγὸς, αἰληγὸς, οἰνηγὸς, ἀρχηγὸς, κυνηγός
σ 308
Στρεβλὸς παρὰ τὸ ἐστραμμένα τὰ βλέμματα ἔχειν· ἢ παρὰ τὸ διαστρέφω τὸ συστρέφω
σ 309
Στρηνιᾶν παρὰ τὸ στερεῖν, καὶ ἀποσπᾶν τὰς ἡνίας, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων, μάλιστα τῶν ὑποζυγίων
σ 310
Στρουθίον παρὰ τὸ στρουθὸς, διὰ τὸ στεῤῥῶς θέειν ἤγουν τρέχειν, ἢ καὶ διὰ τὸ τρέχειν τὸν ἀέρα
σ 311
Στρουθὸς ὀξύνεται· βαρύνεσθαι ὤφειλε· τὰ γὰρ εἰς θος δισύλλαβα μονογενῆ, φύσει μακρᾶ παραλήγεται· οἷον Ξοῦθος ὄνομα κύριον, μῦθος, κῶθος, ζῆθος· τοῦτο δὲ ὀξύνεται ἐκ τῆς ἐτυμολογίας, παρὰ τὸ μετὰ οἴστρου θέειν· τὰ δὲ παρὰ τὸ θέω γινόμενα ἅπαντα, ὀξύνονται· οἷον, ἀγαθὸς, βοηθός· τούτοις δὲ συνεξηκολούθησε καὶ τὸ στρουθός
σ 312
Στρουθὸς παρὰ τὸ στεῤῥῶς θέειν, κατʼ ἀντίφρασιν, τὸ μὴ στεῤῥῶς θέειν, ἀλλʼ ἀργῶς· καὶ παρὰ τὸ στερεῖσθαι τοῦ θέειν· ἐκ δὲ τοῦ στρουθὸς γίνεται στρουθίον· τὸ τι ἰῶτα· ὁ κανὼν, τὰ ἀπὸ τῶν εἰς ος ὀνομάτων διὰ τοῦ ιον γινόμενα οὐδέτερα, μακρῶ παραλήγεται, καὶ διὰ τοῦ ἰῶτα γράφεται, οἷον, σταυρὸς σταυρίον, στρουθὸς στρουθίον
σ 313
Στρόφος εἴρηται ἀρσενικῶς· ἀπὸ τοῦ στρέφεσθαι στρόφος
σ 314
Στυγνὸς μισητὸς, στύζω, στύξω, ἀποβολῇ τοῦ ω στύξ· ἢ παρὰ τὸ στυγῶ στυγήσω, ἐξ οὗ καὶ στυγητὸς ὁ μισητὸς, καὶ στυγνὸς ἐξ αὐτοῦ· καὶ ἔστιν ἀπὸ μεταφορᾶς τῆς στυγὸς, ἥτις ἔστιν ἐν ἅδου κρήνη
σ 315
Στυγερὴν ἐκ τοῦ στυγῶ, τοῦ σημαίνοντος τὸ φοβοῦμαι καὶ τὸ μισῶ, τοῦτο ἐκ τοῦ Στυγὸς, ἥτις ψυχρότατον ὕδωρ ἔχει. καί τι μετέχει τὸ στυγῶ πρὸς τὸ στυγός; μυθεύονται οἱ ἀρχαῖοι, ὅτι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἐκ τῶν ψυχρῶν καθέστηκε, τὰ ἡδέα καὶ τερπνὰ ἐκ τῶν θερμῶν· Στυγὸς ὕδωρ, ἐπειδὴ ἡ Στὺξ κατὰ Ἡσίοδόν ἐστιν ἱερὰ πηγὴ, θυγάτηρ Ὠκεανοῦ· ἢ ὥς τινες φασὶν, ὅτι ὁμώνυμος ταύτη ἐστὶν ἡ πηγὴ ἐν ἅδου, ὅρκον φρικτὸν αὐτὸν οἱ θεοὶ πεποίηνται, βουλήσει Διός
σ 316
Στυπεῖον τὸ τῆς ἐλαίας ὀστοῦν, παρὰ τὸ τύπτω τυπεῖον καὶ στυπεῖον· λέγεται δὲ καὶ στύπιον· ἢ παρὰ τὸ τύπος τυπεῖον καὶ στυπεῖον
σ 317
Στωμύλος λάλος, πέρπερος, καὶ στωμύλλεσθαι τὸ τρανῶς λέγειν, καὶ στωμύγματα, τὰ περιλαλήματα
σ 318
Συγγράμματα συντάγματος διαφέρει· σύγγραμμα μέν ἐστιν ὁ δίχα μέτρου λόγος προσαγορευόμενος πεζὸς, σύνταγμα δὲ πολεμικὸν τὸ σύστημα, ἀφʼ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτῶν ἄρχων
σ 319
Συκάμινον εἶδος ὀπώρας, οὐδετέρως μὲν ὁ καρπὸς, ἀρσενικῶς δὲ τὸ δένδρον
σ 320
Συκάμινον διὰ τὸ συγκάμνεσθαι τὸν σκώληκα λέγεται· δίχα γὰρ τοῦ σκώληκος οὐδέν ἐστι
σ 321
Συκῆ συκέα, συγχέουσά τις οὖσα, καὶ τραχέα· σῦκον δὲ ὁ καρπός
σ 322
Συκοφαντεῖν τὸ ψευδῶς τινος κατηγορεῖν· κεκλῆσθαι δὲ τοῦτο φασὶ, παρὰ Ἀθηναίοις, πρῶτον γὰρ ἐκεῖσε εὑρεθέντος φυτοῦ συκῆς τῆς ἐφημέρου τροφῆς· καλλίστων δὲ ὄντων, τῶν παρʼ Ἀθήνῃσι σύκων, καὶ διὰ τοῦτο κωλυόντων ἐξάγειν τὰ σῦκα ἔκλεπτον αὐτά τινες, καὶ ἐξῆγον ἔξω· τοὺς δὲ μηνύοντας καὶ φαίνοντας τοὺς ἐξάγοντας ἀπεδέχοντο μὲν· ἐξ ὧν δὲ ἔπραττον, συκοφάντας ὠνόμασαν
σ 323
Συκοφαντία λέγεται ἡ ψευδοκατηγορία
σ 324
Συκοφάντης συκοφάντου, ὁ κανών· τὰ εἰς ης ὀνόματα, μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ, ἢ κράτος, οὐδέτερον μὴ ἔχοντα, εἰς ου ἔχει τὴν γενικήν
σ 325
Συβώτης ὁ χοιροβοσκὸς, ὁ τοὺς σύας βόσκων, κατʼ ἐπαύξησιν τοῦ ο εἰς ω, συβώτιον· διαφέρει δὲ συβώτης βουκόλου, ἱπποφόρβου, οἷον, αἰγοπόλου, ὀνοπόλου
σ 326
Συλλήβδην ἐκ τοῦ λήβω, λήψω, συλλήβδην τὸ ὁμοῦ· παρὰ τὸ λήβω λήψω, καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα λήβδην, ὥσπερ λείχω λίγδην, ἄκρον ἐπιλίγδην, ὡς καὶ Ὅμηρος, οὕτω παρὰ τὸ λήβω λήβδην καὶ συλλήβδην· ὁ παθητικὸς λήψομαι· λήβδην ἐπίῤῥημα μεσότητος καὶ συλλήβδην
σ 327
Σύμβασις ἡ φιλία, παρὰ τὸ συνθέσθαι καὶ συνελθεῖν
σ 328
Συναινῶ ἐκ τῆς σὺν προθέσεως, καὶ τοῦ αἰνῶ τὸ λέγω, ὁ σημαίνει τὸ συλλαλῶ, καὶ συμβουλεύω
σ 329
Συμβαλλομάχος μάχιμος πρὸς φιλονεικίαν
σ 330
Σύμβολον τὸ σημεῖον καὶ τὸ συμπόσιον
σ 331
Σύμβολον διὰ τὸ συμβάλλεσθαι αἰσθητόν τι ἀντὶ τοῦ νοητοῦ, οἷον ἄρτος καὶ οἶνος
σ 332
Συμβουλὴ παραινέσεως διαφέρει· συμβουλὴ μὲν γάρ ἐστιν εἰσήγησις ἀντιλογίαν ἐπιδεχομένη, διὰ τὸ ἄδηλον τοῦ ἐκβησομένου· καὶ γὰρ ἐάν τις συμβουλεύσῃ πόλεμον ἀμφίβολον εἰσφέρει, διὸ καὶ ἔχει τὸν ἐνιστάμενον· παραίνεσις δέ ἐστι συμβουλὴ ἀντίῤῥησιν οὐκ ἐπιδεχομένη, διὰ τὸ ἐξ αὐτῆς λεγόμενον πάντως ὁμολογεῖσθαι ἀγαθὸν, ὡς οἷον τις παραινέσει σωφρονεῖν, ὥσπερ ἐστὶν ὁμολογούμενον ἀγαθὸν, οὐδεὶς γὰρ τῶν νῦν ἐχόντων ἐναντιοῦται τῇ παραινέσει, ταῦτα λέγων, ὡς ἀγαθὸν τὸ σοφόν
σ 333
Συμβιβῶ ἐκ τοῦ βῶ τὸ βαίνω, καὶ κατʼ ἀναδιπλασιασμὸν βιβῶ, καὶ μετὰ τῆς σὺν προθέσεως συμβιβῶ
σ 334
Σύνθεσις συντάξεως διαφέρει· σύνθεσις μὲν γάρ ἐστι λόγος ἔμμετρος· σύνταξις δὲ λόγος πεζός
σ 335
Συμμαχεῖν καὶ ἐπιμαχεῖν διαφέρει· συμμαχεῖν μὲν γάρ ἐστι τὸ σὺν αὐτοῖς εἶναι· ἐπιμαχεῖν δὲ, εἴτε τοῖς αὐτοῖς, εἴτε αὐτοὶ ἑτέροις ἐπιστρατεύοιεν
σ 336
Συμμορία πλῆθος ἢ φρατριὰ, ἀπὸ τοῦ μέρους, ἤγουν οἱ τῆς αὐτῆς μεριδός
σ 337
Συμφορὰ παρὰ τὸ φορά· φορὰν γὰρ λέγουσιν Ἕλληνες τὴν τυχήν· συμφορὰ οὖν ἐστιν ἡ ἀπό τινος τύχης συμβεβηκυῖα
σ 338
Συναμησάμενος σωρεύσας, συνάξας, ἢ θερίσας, καὶ ἀμησάμενος τέμοντες, συναγαγόντες, ἢ ἐπαντλησάμενοι, ἀπὸ τοῦ ἀμῶ ἀμήσω, τοῦτο παρὰ τὸ ἅμα, καὶ τὸ ἔω τὸ πορεύομαι
σ 339
Συνασμένιζε συνευφραίνου· ἔστι δὲ ἥδω τὸ εὐφραίνομαι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸν ἦσμαι, ἠσμένος, καὶ τροπῇ τοῦ η εἰς α, καὶ ἐν ἐπιθέσει τῆς νος, ἄσμενος, καὶ ἐξ αὐτοῦ ἀσμενίζω
σ 340
Συνδυάζω παρὰ τὸ δύω δυάζω· διαφέρει δυάζω καὶ συνδυάζω· τὸ διὰ ψιλοῦ γραφόμενον σημαίνει τὸ μεθʼ ἑτέρου διαλέγομαι, καὶ προσομιλῶ· τὸ δὲ ἐνδοιάζω διὰ τῆς οι διφθόγγου γράφεται, τὸ διχοστατῶ, διχογνωμῶ
σ 341
Συνεδρία παρὰ τὸ σύνεδρος γίνεται συνεδρία, ἐξ οὗ καὶ συνέδριον καὶ συνεδριάζω· τοῦτο παρὰ τὴν σὺν πρόθεσιν καὶ τοῦ ἕδρον· τοῦτο παρὰ τὸ ἕζω τὸ καθέζομαι
σ 342
Συνέτισον ἐκ τοῦ συνετίζω
σ 343
Συνάορος ἡ γαμετὴ, παρὰ τὸ συναρηρέναι, ἣ συνάορός τίς ἐστι, καὶ συνόμιλος
σ 344
Συνέξει ἀπὸ τοῦ συνέχω, ὁ μέλλων συνέξω, καὶ τὸ τρίτον συνέξει, σημαίνει δὲ τὸ συγκρατήσει
σ 345
Συνετῶς ἐκ τοῦ συνιεῖν· ῥῆμα συνιῶ, συνιεῖς, συνιεῖ, καὶ τὸ ἀπαρέμφατον συνιεῖν
σ 346
Συνήγορος παρὰ τὸ ἀγορεύω, πάντως διὰ τοῦ ἦτα γράφεται, οὕτως οὖν καὶ παρήγορος καὶ ἀλλήγορος
σ 347
Συνῆκα ἐκ τοῦ συνίημι, ὁ μέλλων συνήσω, ὁ ἀόριστος συνῆκα καὶ ὤφειλεν εἶναι σύνηκα· ἀλλὰ πᾶς παρωχημένος ἐνεργητικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, οἷον ἧκα συνῆκα· πλὴν τοῦ οἷδα σύνοιδα· τοῦτο γὰρ ἀπὸ φωνήεντος καὶ ἀπὸ φύσει μακρᾶς ἀρξάμενον, ἐν τῇ συνθέσει ἀναπέμπει τὸν τόνον
σ 348
Συνηρεφὴς ἐκ τοῦ ἐρέφω τὸ στεγάζω, ἐξ οὗ καὶ ὀροφὴ, ὁ κατάσκοπος τόπος
σ 349
Συνημμένον μετοχή· τὸ θέμα συνάπτω, ὁ μέλλων συνάψω, ὁ παρακείμενος σύνηφα, ὁ παθητικὸς σύνημμαι, ἡ μετοχὴ ὁ συνημμένος, καὶ τὸ οὐδέτερον συνημμένον
σ 350
Σύνθεο προστακτικὸν μέσου ἀορίστου δευτέρου, ἐκ τοῦ θοῦ προστακτικὸν ἔθου, καὶ διαλύσει τῆς ου διφθόγγου ἔθεο, καὶ τὸ προστακτικὸν θέο καὶ σύνθεο
σ 351
Σύνθετον τὸ ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον
σ 352
Συντέθηκα παρὰ τὸ ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ τίθημι, θήσω γίνεται συντεθῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀσυντεθῶ, ἀσυντεθήσω
σ 353
Συνήθης καὶ σύνηθος, συνειθισμένος δὲ· ἔστι δὲ συνΐημι
σ 354
Συνιεῖς τὸ θέμα συνιῶ, ὁ μέλλων συνήσω, ὁ β ἀόριστος σύνιον, καὶ ὁ β μέλλων συνιῶ· καὶ τὸ δεύτερον συνιεῖς
σ 355
Συνομόται συμφατριασταὶ παρὰ τὸν ὅρκον
σ 356
Σύνεργος καὶ συνεργὸς διαφέρει· συνεργὸς μὲν ὀξυτόνως ὁ περὶ τὸ ἔργον συμπονῶν· σύνεργος δὲ ὁ ὁμότεχνος καὶ σύντεχνος
σ 357
Συνουσίαν τὴν ἐν λόγῳ, ἀφροδισίαν δὲ τὴν μίξιν
σ 358
Συνοχεὺς ὁ συνέχων τὸν κόσμον· ἢ ὁ τὸν οἶκον ἐπικρατῶν, φύλαξ, δεσπότης
σ 359
Συνοχωκότες συμπεπακότες, μετοχὴ πρώτης συζυγίας τῶν περισπωμένων· καὶ τὸ πρῶτον ο μικρὸν, ποιητικῶς· ἔστι γὰρ συνόχωκα, καί ἐστι παρασύνθετον· τὸ σύνθετον σύνοχος, τοῦτο ἐκ τοῦ συνέχω· συνεχέω, συνεχῶ ῥῆμα, ὁ μέλλων συνοχήσω, ὁ παρακείμενος συνώχηκα· τὸ νω μέγα διάτι; τὸ δὲ ο εἰς ω, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν γίνεται συνώχωκα, καὶ ἡ μετοχὴ συνωχωκὼς, καὶ ἡ εὐθεῖα τῶν δυϊκῶν συνωχωκότε, καὶ συστολῇ ποιητικῇ τοῦ πρώτου ω εἰς ο, ὡς εἴρηται συνοχωκότες
σ 360
Συνομορία παρὰ τὸ ὅρος, ὃ σημαίνει τὸν ὁρισμόν
σ 361
Σύνταξις εἰς τὸ ἅπτω καὶ σύγγραμμα καὶ σύνθετον
σ 362
Συνώνυμον παρὰ τὴν σὺν πρόθεσιν καὶ τὸ ὄνομα, γίνεται συνώνυμον· ἔστι δὲ ὄνομα τὸ ἐν διαφόροις πράγμασι τὸ αὐτὸ δηλοῦν· οἷον, ξίφος, μάχαιρα
σ 363
Συνωρὶς τὸ συνεζευγμένον τῶν ἵππων ὄχημα
σ 364
Σύριγξ σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν, καὶ τὸ πάθος, καὶ τὴν δορατοθήκην· ἐκ δʼ ἄρα σύριγγος
σ 365
Σύρος σύλος, σύρων συριεῖ· ὅ, τε μὲν τῷ ἤθει τοῦ συλῆσαι, πρὸς πάντα ἀπεργάζεται· ὅ, τε δὲ τῇ κνιπείᾳ οὐδὲν δωρεῖται, ἀλλʼ εἰς ἑαυτὸν σύρει πάντα, ὅπου πώποτε συλῶν, συλεῖ ἐκ μνημείων, εἰ μὴ τάχιστον εὕρῃ τῷ εἰθισμένῳ κλέμματι
σ 366
Σῦς ὁ χοῖρος, παρὰ τὸ ὕω τὸ βρέχω, φιλεῖ γὰρ τὸ ζῶον ἐν βορβόρῳ κυλίεσθαι
σ 367
Συρία κέκληται ἀπὸ Σύρου τινὸς ὀνόματος Κύρου, βασιλεύσαντος Συρίας
σ 368
Συρία παρὰ τὸ τοῦ σύρεσθαι ἀπὸ τοῦ κατακλυσμοῦ· ὡς ἐκ τοῦ ἐναντίου Ἀσσυρία, παρὰ τὸ μὴ σύρεσθαι, καὶ πλεονασμῷ τοῦ ς· εἰσὶ δὲ οἱ Πέρσαι, ἐκεῖσε δὲ οὐκ ἔστι θάλασσα
σ 369
Συρφετοὺς φρυγανώδεις, κοπρώδεις λόγους
σ 370
Σύριγγες πανδούρια ἐκ καλάμων
σ 371
Σύφιος τόπος, ἐν ᾧ οἱ συφες τρέφονται
σ 372
Σφαδάζοντες μετοχή ἐστι, ἀπὸ τοῦ σφαδάζω, ὃ σημαίνει τὸ βράζω, ὅπερ Ἀττικοὶ ἐπὶ τοῦ χαλεπῶς λέγουσι φέρειν, καὶ σχετλιάζειν. Ξενοφῶν ἐπὶ τοῦ ἀλγεῖν· ἔνιοι δὲ τὸ σπέρειν ἐκδέχονται, οἱ δὲ τὸ χαλεπῶς φέροντι πηδᾶν, οἱ δὲ ἁπλῶς τὸ δυσφορεῖν· γίνεται δὲ παρὰ τὸ σπῶ σπεύδω, καὶ ἐκ τούτου σπευδάζω· ἀποβολῇ τοῦ υ καὶ τροπῇ τοῦ ε εἰς α καὶ τοῦ π εἰς φ, σφαδάζω· καὶ εἰς τὸ κεκληγώς
σ 373
Σφάλλω εἰς τὸ ἀσφάλεια
σ 374
Σφαῖρα παρὰ τὸ αἶρα, οἱονεὶ εἰς ὕψος πετωμένη
σ 375
Σφαιρωτὴρ τὸ λεγόμενον χωρίον· σφαιρωτὴρ δὲ λέγεται, ἐπειδὴ τὸ δέρμα πολλάκις κυκλοτερὲς ἀπεργαζόμενος ὁ τεχνίτης τούτου τέμνει
σ 376
Σφάκελλος σφιγμὸς καὶ παλμὸς, καὶ ἡ τοῦ μυελοῦ σῆψις σφακελίσκος λέγεται
σ 377
Σφέας ἑαυτούς· ἄρα τὸ σφέας κατὰ πλεονασμόν ἐστι τοῦ ε, ἢ τὸ σφᾶς κατὰ συναίρεσιν; καὶ λέγομεν, ὅτι τὸ σφέας κατὰ πλεονασμὸν γίνεται τοῦ ε, διὰ τὸν κανόνα τὸν λέγοντα, καθόλου ἐν τοῖς πληθυντικοῖς ἀριθμοῖς ἡ τοῦ τρίτου προσώπου ἀντωνυμία ἀρχομένη ἀπὸ τοῦ σφ, ἐν δισυλλάβου κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τοῦ πρώτου καὶ δευτέρου προσώπου, οἷον ἡμεῖς, ὑμεῖς, σφεῖς, ἡμῶν ὑμῶν σφῶν, ἡμῖν ὑμῖν σφίν· οὕτω καὶ ἡμᾶς ὑμᾶς σφάς· ὥστε κατὰ πλεονασμόν ἐστι τοῦ ε, ἐπὶ τοῦ σφέας, ἀπὸ τοῦ σφὰς γεγονότος
σ 378
Σφέλας τὸ ὑποπόδιον, παρὰ τὸ σφλάσθαι εἰς αὐτὸ τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι ἐν τῷ καθέζεσθαι
σ 379
Σφέτερος οἰκεῖος, ἴδιος ἢ ἀλλότριος
σ 380
Σφενδόνη παρὰ τὸ σπένδω τὸ ἀναιρῶ καὶ θυσιάζω, ἐγὼ γὰρ ἤδη σπένδομαι, σπενδόνη καὶ σφενδόνη· ἢ παρὰ τὸ σφάζω, ἢ παρὰ τὸ σπένδω
σ 381
Σφηνοπώγων ὁ σπάνος, ἐκ τοῦ σφήσω, κατὰ τροπὴν τοῦ π εἰς φ
σ 382
Σφετεριζόμενος ἰδιοποιούμενος τὸ ἀλλότριον, ἐκ τοῦ σφέτερος σφετερίζω· τὸ δὲ σφέτερος ἐκ τοῦ σφῶν γενικῆς τοῦ πρωτοτύπου, καὶ ἐκ τούτου σφετερίζω
σ 383
Σφήκωμα παρὰ τὸ σφηκῶ σφηκώσω· τοῦτο παρὰ τὸ σφῶ σφήσω, σημαίνει δὲ τὸ κρατῶ, οὗ ὁ παρακείμενος ἔσφηκα, ἔσφημαι, καὶ κατὰ πλεονασμὸν τοῦ κ σφήκω, κατὰ συστολὴν τῆς ἀρχούσης
σ 384
Σφόδρα ἐπίῤῥημα ἐπιτάσεως, ἀπὸ τοῦ σχῶ τὸ κρατῶ, καὶ τοῦ δρῶ τὸ ποιῶ, σχόδρα καὶ σφόδρα· σημαίνει δὲ τὸ πολύ· ἢ ἀπὸ τὸ σπῶ τὸ κατασπῶ, σπόδρα καὶ σφόδρα· καὶ εἰς τὸ πρῶτα
σ 385
Σφόδρος ὄνομα ἀρσενικὸν, ἐξ οὗ παρήχθη καὶ τὸ σφοδρῶς ἐπίῤῥημα
σ 386
Σφραγίζω ἐκ τοῦ σφραγὶς, τοῦτο δὲ ἐκ τοῦ ἀσφαλὶς καὶ κατʼ ἀφαίρεσιν σφαλὶς, καὶ μεταθέσει τοῦ λ εἰς ρ, καὶ πλεονασμῷ τοῦ γ, σφραγίς· τὸ δὲ ἀσφαλὴς ἐκ τοῦ σφάλλω, σφαλὴς καὶ ἀσφαλὴς, μετὰ τοῦ στερητικοῦ α, ὁ μὴ ἐσφαλμένος
σ 387
Σφραγίζω ἐκ τοῦ σφραγὶς, τοῦτο δὲ ἐκ τοῦ σφαλής
σ 388
Σφριγοῦσιν ἀκμάζουσι, καὶ ὥσπερ διεσφινωμένοι εἰ σὶν ὑπὸ πικρότητος καὶ ἀκμῆς· καὶ παρʼ Ἱπποκράτει δὲ τὸ σφριγᾷν τὸ ἀκμάζειν λέγεται· δηλοῖ δὲ καὶ τὸ περιπέτανται, ἢ περιτείνονται· καὶ μάλιστα ἐπισφαλὴς, καὶ οἷον εὐσωματοῦσιν· ἔνιοι τὸ σφρίζουσιν, ὑγιεῖς τυγχάνουσι
σ 389
Σφαραγεῦντο ἦχον προΐοντο, ὀνοματοπεποίηται ἡ λέξις· ἔνθα καὶ ὁ βρόχος ὁ τὴν φωνὴν ἀσφάραγος καλεῖται
σ 390
Σφρυγμὸς παρὰ τὸ σφύζω, τὸ σημαῖνον τὸ ἅλλομαι
σ 391
Σφυρηλατῶ καὶ ῥινηλατῶ, φυρήλατος, σφυρʼ ἐληλαμένος, χωνευτής
σ 392
Σφυρὸν τὸ ἐπάνω τῶν ἀστραγάλων ἐν κύκλῳ πέλμα· παρὰ τὸ συνεσφίχθαι τὰ ἄρθρα, τῇ συνηθ. καὶ τοῖς νευροῖς
σ 393
Σφυρὰ τὰ ἀπολήγοντα μέρη πρὸς τὰ ἀστράγαλα καὶ ἐκ πλαγίων ἐξέχονται τῆς κνήμης καὶ τῆς περόνης· εἴρηται δὲ μεταφορικῶς, ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν
σ 394
Σφύριον καὶ ἐπισφύριον κτητικὸν, καὶ γίνεται ἐκ τοῦ σφυρὸν σφύριον, καὶ ὁ ποιητὴς, ἀμφὶ δέ μιν σφυρὰ τύπτε· διάτι προπαροξύνεται; τὰ διὰ τοῦ ιον ὑποκοριστικὰ, εἰ μὲν ὦσι δικατάληκτα, πρὸ μιᾶς ἔχουσι τὸν τόνον· εἰ δὲ τριβραχέα προπαροξύνονται, οἷον, θρόνιον, τόπιον, οὕτω καὶ σφύριον· τὸ ρι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιον οὐδέτερα τριβραχέα καὶ προπαροξύνεται, καὶ διὰ τοῦ ἰῶτα γράφεται
σ 395
Σφῶε αὐτοὺς, ἤγουν τοὺς δύο· ἀντωνυμία δυϊκὴ τρίτου προσώπου πτώσεως αἰτιατικῆς μόνης· διάτι οὐκ ἔστιν ὀρθὴ καὶ αἰτιατικὴ, ἀλλὰ μόνη αἰτιατικὴ; διότι ὀρθὴ πτῶσις οὐδέποτε ἀναδίδωσι τὸν τόνον· οἷον, νῶϊ, σφῶϊ· τοῦτο δὲ ὀξύνεται καὶ ἀναδίδωσι τὸν τόνον, διὸ ἀπέλειψεν ἡ εὐθεῖα, καί ἐστι μόνης αἰτιατικῆς
σ 396
Σχέδιον τὸ ἐξ ἑτοίμου καὶ πρόχειρον γινόμενον
σ 397
Σχέδιος ἐκ τοῦ σχεδὸν ἐπιῤῥήματος· καὶ γράφεται διὰ τοῦ ι· ὡς τὸ μινυνθάδιος· τὰ γὰρ διὰ τοῦ ιος προπαροξύτονα, παρʼ ἐπιῤῥημάτων γινόμενα, διὰ τοῦ ἰῶτα γράφεται, σχεδὸν, σχέδιος, σχεδιάζω
σ 398
Σχεδὸν παρὰ τὸ σχέθω, τὸ κωλύω, σχεθὸν καὶ σχεδόν· σημαίνει δὲ τὸ ἐγγύς· ἐτυμολογεῖται δὲ παρὰ τὸ σχέσιν ἔχων ἄλλη πρὸς ἄλλον
σ 399
Σχεδία εἶδος πλοίου, τῆς αὐτοσχεδίου πλησθείσης· σχεδία γὰρ οὐκ ἔχει πηδάλιον
σ 400
Σχέσει φιλίᾳ, ἐγγύτητι, παρὰ τὸ σχεῖν ἐκεῖθεν καὶ προσχεῖν· παρὰ τὸ ἐγγὺς εἶναι
σ 401
Σχετλιαστικὸν ἀπὸ τοῦ σχῶ τὸ κρατῶ· καὶ τὸ τλῶ τὸ ὑπομένω
σ 402
Σχέτλιος ἀγνώμων, ἄδικος· παρὰ τὸ σχέθω τὸ κωλύω, καὶ τὸ λίαν· ὁ ἐπισχέσεως ἄξια ἔργα ποιῶν
σ 403
Σχετικὸν τὸ πρός τινα σχέσιν ἔχον καὶ ἐγγύτητα· τὰ δὲ σχετικὰ τῶν πρός τι λέγεται
σ 404
Σχέσις μετουσία, συνάφεια· σχέσιν δὲ λέγομεν τὴν πρὸς τόδε διάθεσιν καὶ συνήθειαν· σχέσις δὲ καὶ ἡ ἐκ τόπου, καὶ ἡ εἰς τόπον, καὶ ἡ ἐν τόπῳ· ἰστέον, ὅτι σχέσεις ἀνθρώπων εἰσὶν ἕξ· τοῦ πρώτου, πρὸς τοὺς τρεῖς· ὡς εἶναι τρεῖς τέως σχέσεις· τοῦ δευτέρου πρὸς τοὺς δύο, ὡς εἶναι πέντε τοὺς τρεῖς πρὸς τὸν ἕνα· καὶ συμβαίνει τῶν δ, ἓξ εἶναι τὰς σχέσεις, τῶν δὲ ε, ἀνθρώπων εἶναι τὰς σχέσεις
σ 405
Σχῆμα παρὰ τὸν σχήσω μέλλοντα· καὶ εἰς τὸ μορφή
σ 406
Σχοίατο ὡς τὸ δευοίατο
σ 407
Σχοῖτο ἀπόσχοιτο, διάτι ἀνεβίβασε τὸν τόνον; τὰ τοῦ δευτέρου μέσου ἀορίστου δισύλλαβα ὑπάρχοντα, κατὰ τὸ δεύτερον πρόσωπον διὰ τοῦ οιο ἐκφερόμενα, οἷς ἀκολουθοῦσι καὶ τὰ τρίτα πρόσωπα, ἀναδίδωσι τὸν τόνον, οἷον θοῖτο ἀπόθοιτο, σχοῖτο ἀπόσχοιτο· καὶ τὰ ἀνακόλουθα ἐσχηματισμένα, τότε πρόοιτο καὶ κάθοιτο· καὶ εἰς τὸ δευοίατο
σ 408
Σχοῖνος ὄνομα, παρὰ τὸ σχῶ, τὸ κρατῶ, καὶ ἐκ τούτου σχόνος καὶ πλεονασμῷ τοῦ ἰῶτα σχοῖνος, καὶ ἐκ τούτου ὄνομα σχοινίον, σημαίνει δὲ τὸ βοῦλλον
σ 409
Σχοίνισμα ὁ κλῆρος, καὶ μέτρον ἰδοὺ παλαιὸν, παρὰ τὸ σχοινίω, καὶ μετρεῖται τὴν γῆν
σ 410
Σχοῖνος μέτρον γεωργικὸν, ἑξήκοντα σταδίων
σ 411
Σχοινοφόρος ἐκ τοῦ σχοῖνος καὶ τοῦ φέρω· τὸ δὲ σχοῖνος, παρὰ τὸ σχῶ σχήσω· σημαίνει δὲ τρία, τὴν πόαν· Ἄσωπον δʼ ἵκοντο βαθύσχοινον· καὶ μέτρον γεωμετρικὸν Περσικὸν, ὃ καὶ παρὰ Πέρσαις παρασάγγης καλούμενος· λέγεται δὲ ἀπὸ μεταφορᾶς καὶ ἡ κατευθυντηρία, καθὼς καὶ ὁ ψαλμῳδὸς φησὶ, τὴν τρίβον μου, καὶ τὴν σχοῖνον μου, σὺ ἐξιχνίασας· τὸ σχοι διφθόγγῳ διάτι; τὰ διὰ τοῦ οινος δισύλλαβα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον, φρύνος, θρῆνος, πλὴν τοῦ σχοῖνος
σ 412
Σχολάζω παρὰ τὸ σχῶ τὸ κρατῶ, σχάζω, καὶ ἐξ αὐτοῦ γίνεται σχαλάζω, καὶ τροπῇ τοῦ α εἰς ο, σχολάζω, τὸ ἐν τῇ διακρατήσει διάγω· ἐκ τούτου δὲ γίνεται σχολὴ καὶ σχολαστικός
σ 413
Σχολαιότερον κρεμαιότερον, ἀπὸ τοῦ σχολὴ σχολαῖος, ῥώμη ῥωμαῖος, ἀπὸ δὲ τοῦ σχολαῖος σχολαιότερος· τὸ δὲ σχολὴ παρὰ τὸ σχῶ, συντάσσεται μετὰ αἰτιατικῆς· ἔστι δὲ ἐπίῤῥημα, ἀντὶ τοῦ ἠρέμα
σ 414
Σχολαστικὸς διὰ τὸ σχολάζειν τοῖς ἀστικοῖς, ἢ τῷ δικαίῳ
σ 415
Σχολὴ οὐχ ὁ τόπος, ἐν ᾧ σχολάζονται παρὰ παίδευσιν, οὐδʼ αὑτὴ ἡ ἐν λόγοις εὐμουσία καὶ διατριβή· ἀλλʼ ἣν οἱ πολλοὶ καλοῦσιν εὐκαίρειαν· βάρβαρον· καὶ γὰρ ἀντὶ τοῦ σχολεῖν λέγομεν εὐκαιρεῖν· σχόλη ἡ ἀργία
σ 416
Σχολεῖον διὰ τὸ σχολάζειν τῇ διδαχῇ
σ 417
Σχόλιον διὰ τὸ κατὰ σχολὴν παρατίθεσθαι πρὸς σαφεστέραν ἑρμήνειαν τῶν δυσνοήτων ὀνομάτων ἢ ῥημάτων ἐπὶ τοῖς λογίοις
σ 418
Σχόμενος καὶ ἀνασχόμενος, τὸ θέμα σχῶ· μέσου παρακείμενον οὐκ ἔχει· τὰ γὰρ μονοσύλλαβα ῥήματα, μέσου παρακείμενον οὐκ ἔχουσι
σ 419
Σωκράτης ἀπὸ τοῦ σώω, ὃ σημαίνει τὸ ὑγιαίνω, καὶ τὸ κρατῶ
σ 420
Σῶμα παρὰ τὸ σῆμα, ὃ σημαίνει τὸν τάφον, τάφος γάρ ἐστι τὸ σῶμα τῆς ψυχῆς, τροπῇ τοῦ η εἰς ω, οἱονεὶ σῆμα καὶ τάφος τῆς ψυχῆς. Ἀρίσταρχος δὲ σημειοῦται τοῦτο τῇ διπλῇ, ὅτι σῶμα οὐδέποτε λέγει ὧδε ἐπὶ ζώντων, ἀλλʼ ἐπὶ νεκρῶν· σῶμα δʼ οἴκαδʼ ἐμὸν δό μεναι πάλιν. καὶ ὡς λέων ἐχάρη ἐπὶ σώματι κύρσας· τὸ δὲ τοῦ ζῶντος δέμας, δεῖται γυναικὶ, παρὰ τὸ συνδεδέσθαι αὐτό· ὅθεν καὶ σκήνωμα
σ 421
Σῶμα διὰ τὸ σῶον αἷμα καὶ ἅμα· ἢ παρὰ τὸ σῆμα, ὃ σημαίνει τὸν τάφον, κατὰ τὸν Πλάτωνα, τάφος γάρ ἐστι τὸ σῶμα τῆς ψυχῆς· δικὴν γὰρ τάφου ἐνθάπτεται ἡ ψυχὴ τῷ σώματι· τροπῇ τοῦ μακροῦ εἰς μακρὸν γίνεται σῶμα· δέμας λέγεται ἐπὶ ἐμψύχων, σῶμα δὲ ἐπὶ ἀψύχων· ὁ δὲ ποιητὴς εἰπὼν, ὥστε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας, τὸ δὲ ἐναντίον εἴρηκε, καὶ εἶπε τὸ σῶμα ἐπὶ ἐμψύχων, φασὶ γὰρ τὸν λέοντα νεκροῦ σώματος μὴ ἅπτεσθαι· τὸ δὲ μεγάλῳ ἐπὶ σώματι κύρσας, ἐστὶν ὁ τρόπος ἀντίπτωσις, ἀντὶ τοῦ μεγάλου σώματος ἐπιτυχών· καὶ εἰς τὸ δέμας
σ 422
Σῶμα οἱονεὶ δόμα τῆς ψυχῆς, ὅθεν καὶ σκήνωμα
σ 423
Σῶμα διὰ τὸ σῶον ἅμα σὺν αἵματι ὄν· σῶον αἷμα· ἐν τῷ ἅμα εἶναι τὰ μέρη
σ 424
Σωρὸς ἀπὸ τοῦ ἐν αὐτῇ σωρεύεσθαι τὰ σώματα· ἢ παρὰ τὸ ἔσω ὠρεῖν, ὅ ἐστι φυλάττειν, σωρεύω, σωρὸς, ὡς φωλεύω φωλεὸς, σορὸς ἡ τῶν λειψάνων, ἢ παρὰ τὸ σεσηρέναι τὰ σώματα ἐν αὐτῇ· ἢ παρὰ τὸ εἴρω τὸ κωλύω· σορὸς ἡ κωλυτική
σ 425
Σωρεία ἐκ τοῦ σῶ καὶ τοῦ ὠρῶ, τὸ φυλάσσω
σ 426
Σῶσον με τοῦ ῥῦσαι με διαφέρει· σῶσον νόσων καὶ πειρασμῶν· ῥῦσαι αἰχμαλωσίων καὶ τῶν δαιμόνων
σ 427
Σωρηδῶν σωρηδὸν ἀναριθμήτων ἐπὶ τὸ αὐτό
σ 428
Σωρὸς ἐπὶ τῶν λίθων καὶ σίτων, καὶ λοιπῶν τῶν συναγομένων· τὸ σω μέγα, ἐπὶ δὲ τοῦ τάφου τὸ σο μικρὸν, πρὸς ἀντιδιαστολὴν τοῦ ἐπὶ τῶν λίθων, καὶ ἐκεῖνο διὰ τούτου· καὶ εἰς τὸ ἀκτίς
σ 429
Σωτηρία διὰ τὸ σῶον τηρηθῆναι
σ 430
Σωφροσύνη διὰ τὸ σῶα φρονεῖν· ἢ παρὰ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου· καὶ εἰς τὸ παρθενίαν
σ 431
Σώφρων ὁ ἀπαθής· πορνὸς δὲ ὁ ἡδονῆς ἁλισκόμενος, τοῖς δὲ λογισμοῖς ὑπεραγωνιζόμενος
σ 432
Σῶ σημαίνει ἕξ· σῶ τὸ κινῶ, σῶ τὸ ἕλκω, σῶ τὸ ὑγιαίνω· σῶ τὸ σείω· σῶ τὸ σεύω, σεύονται· σῶ σῶος. Τέλος τοῦ Σ στοιχείου. ΑΡΧΗ ΤΟΥ Τ ΣΤΟΙΧΕΙΟΥ
τ 7
Ταίγε ἄρθρον, ἡ εὐθεῖα τῶν πληθυντικῶν Δωρικῶς· καὶ λέγομεν ὅτι τὰ σύμφωνα ἅπερ ἔχει ἡ εὐθεῖα τῶν δυϊκῶν, θέλει ἔχειν καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, οἷον, Αἴαντε ἔχει τὸ ντ, καὶ Αἴαντες, λάχητε, λάχητες· ὁμοίως καὶ ἐπὶ τῶν ἄρθρων, τὼ ξύλω τὰ ξύλα, οὕτω καὶ τὰ Μούσα ταὶ Μοῦσαι, καὶ τὰ ταί· τὸ γε σύνδεσμος παραπληρωματικός
τ 8
Τακεὶς ἐκ τοῦ τήκω, ὁ β ἀόριστος ἔτακον, ὁ παθητικὸς ἐτάκην, ἡ μετοχὴ ὁ τακείς
τ 9
Ταινίον Ἀττικῶς τὴν στηθοδέσμην, τουτ’ἔστι περιτρα χήλιον δέσμιον, κόσκιον· παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ διπλασιαζόμενον γίνεται τιταίνω
τ 10
Ταινία διάδημα κεφαλῆς ἱερέων· τὸ ῥῆμα ταινιῶ ταινιοῖς
τ 11
Ταλαίμοχθος ταλαίπωρος ὁ ἐπίπονος εἴρηται, ὡς διογενιανὸς, παρὰ τὸ τάλας καὶ τὴν ὥραν ταλάωρος καὶ ταλαίπωρος
τ 12
Ταλαίπωρος ἐκ τοῦ τάλας καὶ τοῦ τάλας καὶ τοῦ πῶρος, ὁ λίθος, γίνεται ταλάπωρος καὶ ταλαίπωρος, ὁ κακοπαθῶν περὶ τὴν ἐργασίαν τῶν πώρων
τ 13
Τάλαντον τὸ ὑπερβάλλον, πᾶν σταθμιζόμενον μέτρον, κατὰ δὲ τὸν λιτρισμὸν ρκε λιτρῶν ὑπάρχει· τοῦ δὲ ταλάντου τὸ ἑκατοστὸν εἰκοστὸν ε, λίτρα μία· ἡ δὲ μία λίτρα ιβ ὀγκιῶν ὑπῆρχε· ἡ δὲ ὀγκία εἶχε στατῆρας δύο· ὁ δὲ στατὴρ ἥμισυ μέν ἐστιν ὀγκίας, ἔχει δὲ δύο δίδαγμα· τάλαντον σημαίνει τέσσαρα· τὸ ζύγιον, τὸν σταθμὸν, τὸ βάρος, καὶ τὸ χάρισμα
τ 14
Τάλαντον τὸν ζυγὸν παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ κατὰ διπλασιασμὸν τιταίνω· καὶ ὡς φαίνω φαντὸς καὶ ἄφαντος, χραίνω χραντὸς, οὕτω καὶ ταίνω ταντὸς, καὶ οὐδέτερον ταντὸν, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς τάλαντον, καὶ συνθέσει ἀτάλαντον, ἀντὶ τοῦ ὁμοτάλαντον
τ 15
Τάλας τάλαντος, ὁ κανών· τὰ εἰς ας ὀνόματα περιττοσυλλάβως κλινόμενα, τριγενῆ διὰ τοῦ ντ κλίνεται· οἷον, μέλας μέλαντος, οὔτως οὖν καὶ τάλας τάλαντος· ἡ δὲ συνήθεια ἐκράτησε, διὰ τοῦ ν μόνου ἐκφέρεσθαι· πρόσκειται περιττοσυλλάβως, διὰ τὸ μέγας μέγα, λάας λάα· τὸ θηλυκὸν τάλαινα· τὰ διὰ τοῦ αινα ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται· θηλυκὸν διὰ τῆς αι διφθόγγου γράφεται· οἷον μέλαινα, θεράπαινα, θέαινα, λέαινα
τ 16
Ταλαπείριος διὰ τῆς ει διφθόγγου γράφεται· ὁ ταλαίπωρος· ἢ παρὰ τὸ τηλόθεν πεπειρακέναι ἐστὶ ταλάπερος, καὶ πλεονασμῷ τοῦ ι ταλάπειρος· ἢ παρὰ τὸ κλῆναι καὶ τὴν πείραν γέγονε ταλαπείριος, οἱονεὶ ὁ πολλὴν πείραν ὑπομείνας, τουτ’ἔστι πολύπειρος ὤν
τ 17
Ταλθύβιος ὄνομα κύριον, κήρυξ Ἑλλήνων· τὸ βι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιος κύρια ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνονται, καὶ διὰ τοῦ ἰῶτα γράφονται, χωρὶς τῶν παρὰ τὸ κλεὸς, καὶ τῶν ἀπὸ τῶν εἰς ευς, οἷον Προκόπιος, Γεώργιος· πρόσκειται ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τὸ Ἄρειος· παρὰ τὸ κλεὸς, διὰ τὸ Ἡράκλειος, ἀπὸ τῶν εἰς ευς διὰ τὸ βασίλειος
τ 18
Τάλας παρὰ τὸ τάλλω τὸ κακοπαθῶ, καὶ ἀτάλλων, ὁ μὴ κακοπαθῶν· τὸ δὲ τάλλω κατὰ συγκοπὴν γίνεται, τλῶ, μονοσύλλαβον
τ 19
Τάμεν ἔκοψεν, ἀόριστος δεύτερος, τὸ ῥῆμα τέμνω, τὸ δὲ τάμνω Δωριεῖς· ὄφρʼ ὁ γέρων ἵπποιο παρῃορίας ἀπέταμνε· ὁ μέσος παρακείμενος τέτομα· διάτι μὴ τὸ μ; εἰ δὲ διὰ δύο ἀμεταβόλων, διὰ τοῦ προτέρου
τ 20
Ταμεῖον παρὰ τὸ ταμιεύω, τοῦτο παρὰ τὸ ταμίας, τοῦτο παρὰ τὸ τέμνω· ταμεῖον διὰ τῆς ει διφθόγγου ἡ παρὰ τέλευτος συλλαβή· ἡ δὲ δευτέρα διὰ τοῦ ἰῶτα· ἐπεὶ καὶ ταμίας, καὶ ἀργυροταμίας
τ 21
Ταμίας ὁ φύλαξ, ὁ δεσπότης, κυρίως δὲ ὁ κελλάριος, παρὰ τὸ τέμνω, οἱονεὶ τὸ ἀποτεμνεῖσθαι, καὶ ἀποκεχωρίσθαι, καὶ ἀφωρίσθαι αὐτῷ τὴν τοῦ οἰκείου ἐξουσίαν
τ 22
Τάνεως ὄνομα βαρύτονον· γίνεται δὲ παρὰ τὸ τείνω, τὸ τανύω, τέτακα, καὶ ἐξ αὐτοῦ τάνεως· ἄκλιτόν ἐστι· σημαίνει δὲ ὄνομα τόπου, ἐκ τοῦ τεταμένον παρʼ Ἑβραίοις· καὶ πόθεν γίνεται Τάνεως; οὐκ ἔχει. διάτι; διότι ἐθνικόν ἐστι
τ 23
Τάξις διάφορα σημαίνει· τὴν ἀκολουθ. τὸν ὁρισμὸν, τῶν ἐποφειλομένων χρημάτων καταβολὴν, τὸ στρατιωτικὸν σύνταγμα, ἐξ οὗ καὶ ταξιῶται καὶ ταξίδιον
τ 24
Τάπης παρὰ τὸ θάλπω θάλπης, καὶ ἀποβολῇ τοῦ λ, καὶ μεταθέσει τοῦ θ εἰς τ, τάπης· σημαίνει δὲ τὸ ἐπεύχιον, ἤγουν ταπῆτον
τ 25
Τάπητες καὶ ἀμφιτάπητες διαφέρει· τάπητες μὲν οὖν εἰσιν, οἱ ἐκ τοῦ ἑτέρου μέρους μᾶλλον ἔχοντες· ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων τῶν μερῶν
τ 26
Τὰ ὡραῖα ἔστιν ὥρα, ὃ σημαίνει τὸν ἐνιαυτόν· καὶ ἐκ τούτου γίνεται τὸ ὡραῖον, τοῦ ὡραίου, οἷον καταδιδοῦν κατὰ τὸν καιρὸν τοῦ ἐνιαυτοῦ καρπόν
τ 27
Ταράσσω παρὰ τὸ ἀράσσω, καὶ κατὰ πλεονασμὸν τοῦ τ, ταράσσω· καὶ ἐκ τούτου ταραχή
τ 28
Ταπεινὸς διὰ τῆς ει διφθόγγου· γίνεται ὡς παρὰ τὸ ὄρος ὀρεινοὸς, οὕτω παρὰ τὸ ἔδαφος γίνεται ἐδαφεινὸς, καὶ κατʼ ἀφαίρεσιν τοῦ ε, δαφεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ, καὶ τοῦ φ εἰς π, ταπεινός· ἢ παρὰ τὸ πέδον γέγονε πεδεινὸς καὶ ἐν ὑπερβιβασμῷ τοῦ ε εἰς α παδεινὸς, καὶ τροπῇ τοῦ δ εἰς π, ταπεινός· ἢ παρὰ τὸ πατῶ γέγονε πάτος, οἱονεὶ ὁ πατούμενος τόπος, καὶ ἐκεῖθεν ταπεινὸς, οἱονεὶ ὁ ὑποστρωμένος· ἢ παρὰ τὸ τάπης τάπητος γέγονε ταπειτανὸς καὶ κατὰ συγκοπὴν ταπεινός· ἢ παρὰ τὸ τάφης ταφεινὸς καὶ ταπεινός· τὸ πει διφθόγγῳ· τὰ μέντοι εἰς νος ὀξύτονα, διὰ τῆς ει διφθόγγου γίνεται, εἰ μὴ καιρὸν σημαίνουσι
τ 29
Τὰρ σύνδεσμος, ἰσοδύναμος τοῦ ἄρα καὶ δή
τ 30
Τάραντος τάραχος ἐντός· ἢ ἐκ τοῦ τείνω τὸ καταπονῶ, ἢ βλάπτω, ἡ καταπεπονημένη, ἢ βλαβεῖσα
τ 31
Ταραχὴ διὰ τὸ ῥᾷον χεῖσθαι τὸν νοῦν· καὶ εἰς τὸ ἐταρα
τ 32
Ταραχώδους ἡ εὐθεῖα ταραχώδης· ἢ παρὰ τὸ τάραχος, τοῦτο παρὰ τὸ τραχὺς, ῥαχία καὶ τραχία· καὶ γὰρ ὀστωδὴς ἡ ῥάχις· τὸ χω μέγα διάτι; τὰ διὰ τοῦ ωδης
τ 33
Ταριχευτὸς ἐκ τοῦ ταριχεύω, τοῦτο ἐκ τοῦ τάριχος· τὸ ρι ἰῶτα διάτι; τὰ εἰς χος, οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι· σωτήριχος, ἰάμβιχος, τάριχος, δόλιχος τὸ ὄσπριον, δολιχὸν τὰ μακρόν· τάριχος σημαίνει δὲ τὸ πεπασμένον λαρδίον· γίνεται δὲ παρὰ τὸ γάρον γάριχος καὶ τάριχος
τ 34
Ταφὼν ἐκπλαγεὶς, θαυμάσας, ἐκ τῶν τάφων ἡ μεταφορὰ· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν· θαφὼν δὲ Ἰωνικῶς λέγεται, κατὰ τροπὴν τοῦ θ εἰς τ, αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαφὼν ταφὼν, νῦν ἐκ τοῦ θήπω ἐνεργητικοῦ· καὶ τὸ ψιλὸν εἰς δασύ, ὡς τὸ ἐπιορκῆσαι ἐφιορκῆσαί φασιν· οἱ αὐτοὶ δὲ καὶ τὸ Ἄθαμας κατʼ ἀφαίρεσιν τοῦ α, καὶ διπλασιασμῷ τοῦ μ, καὶ τροπῇ τοῦ θ εἰς τ, Τάμμας λέγουσι, Τάμμεο θυγατρός. Καλλίμαχος ἐν β αἰτιῶν
τ 35
Τάρβος φόβος, τρίσι παραγωγαῖς ὁ Ἡρωδιανὸς τοῦτο ὑπέλαβε· πρῶτον ἐκ τοῦ ταράσσω τάραβος καὶ συγκοπῇ τάρβος· δεύτερον δὲ ὅτι ἐκ τοῦ τρέπω, ὁ β ἀόριστος ἔταρπον, τάρπος, καὶ τροπῇ τοῦ π εἰς β, τάρβος, οἱ γὰρ εὐλαβούμενοι φεύγουσι· τρίτον ἔστι τείρω τὸ καταπονῶ, ὁ β ἀόριστος ἔταρον, τάρος καὶ πλεονασμῷ τοῦ β τάρβος· καὶ ῥῆμα ταρβῶ· ταρβήσαντε
τ 36
Τάρταρα τὰ διήκοντα μέχρι τῶν ἐσχάτων τῆς γῆς
τ 37
Τάριχος οὔτως ἡ χρῆσις. Ἀλεξίων δὲ φησὶν, ὅτι ἀπὸ τοῦ ἐν τῇ ταριχεσίᾳ ἰχνεύεσθαι· γελοίως· ἡ γὰρ ταρίχεια ἀπὸ τοῦ τάριχος γέγονε· ἥσθω οὖν ὥς τινες παρὰ τὸ σηρεῖσθαι καὶ ἴσχνεσθαι· καὶ γὰρ ἰσχὰς λέγεται τὸ ἐπεσχισμένον σύκον· καὶ ἰσχαθὲν ἡ τάριχος
τ 38
Ταρπὴ καὶ αὐτὸ βέλος ἓν εἰς τὰς τάρπας λέγειν ῥίπτειν· κοφίνους μεγάλους, ἢ νεκροφορικὰ ἀγγεῖα, παρὰ τὸ αἴρειν τι· αἴρω οὖν ὁ μέλλων ἀρῶ, ἐξ αὐτοῦ ἄρη, καὶ πλεονασμῷ τοῦ π, ἄρπη καὶ τάρπη
τ 39
Ταρσὸς πόλις Κιλικίας, ἣν φασὶν, ὁ Περσεὺς ἐκ τοῦ ἵππου καθελθὼν, καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ ὠκοδόμησε, καὶ ἐκάλεσεν αὐτὴν, ἐκ τοῦ ἰδίου ποδός
τ 40
Ταρσὸς καλαθίσκος, ὁ ἐν τοῖς τυροκομοῦσιν ἐκτυπούμενος τυρὸς, καὶ τάλαρος, καὶ ψυγὸς, καὶ ψυκτὴρ, διότι ἐν αὐτῷ τὸ γάλα ψύγεται· ταρσὸς δὲ παρὰ τὸ τέρσαι, τουτ’ἔστι ξηράναι
τ 41
Ταῦ ὅτι τεταμένους ἔχει τοῦ στοιχείου τοὺς χαρακτῆρας καὶ τὰς ἐκτυπώσεις, ἀπὸ γὰρ τῆς ἄνω μακρᾶς, καὶ τοῦ ἰῶτα τὸ γράμμα ἐστί· ἔνθεν καὶ ταὼς, ὁ τεταμένα ἔχων τὰ πτέρα· τὸν δὲ τοῦ ἁλιροθίου πέλεκυν, φησὶ, μιμησάμενος, ἐνετυπώσατο τὸ γράμμα
τ 42
Τεθηπότα ἐκ τοῦ θήπω ὁ μέσος παρακείμενος τέθηπα, καὶ ἡ μετοχὴ τεθηπὼς, καὶ Αἰολικῶς τεθηπότα
τ 43
Τάφος μνημεῖον, ὅπου ἀποτίθενται τὰ λείψανα, παρὰ τὸ θῶ τιθῶ, παράγωγον θάπτω, ῥηματικὸν ὄνομα θάπτος, τροπῇ τοῦ θ εἰς τ, καὶ τοῦ π εἰς φ, καὶ ἀποβολῇ τοῦ τ· περιττὸν γάρ ἐστι τὸ τ, ἐν τῷ ῥήματι· οὕτω Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων
τ 44
Ταυτότητα ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας
τ 45
Ταῦρος παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῦρος, καὶ τροπῇ τοῦ γ εἰς τ, ταῦρος· ἢ παρὰ τὸ τανύω καὶ τὸ οὐρὰ, τανύουρός τίς ἐστι, καὶ κατὰ συγκοπὴν ταῦρος. σημαίνει δὲ τρία· τὸ ζῶον, καὶ τὸν ὑπὸ τῶν ὀρχέων τόπον, καὶ τὸ ἄστρον
τ 46
Τάφος πόθεν παρήχθη; ἀπὸ τοῦ θάπτω, καὶ κατὰ Ἰωνικὴν σύνταξιν, καὶ μεταθέσει τοῦ θ τοῦ δασέος εἰς ψιλὸν τ, καὶ τοῦ π τοῦ ψιλοῦ εἰς δασὺ φ, τάφος, τόπος ἀφώτιστος
τ 47
Τάφρος ὄρυγμα, ὁ τράφος, παρὰ τὸ αἴρω τὸ κουφίζω, καὶ μετὰ τῆς ἀπὸ προθέσεως ἀφαιρῶ, ἐξ αὐτοῦ ἄφαιρος, καὶ συγκοπῇ ἄφρος, καὶ κατὰ προσθήκην τοῦ τ, τάφρος· παρὰ τὸ ἀφαιρεῖσθαι ἐξ αὐτῆς τὸ χῶμα
τ 48
Τάχα ἐπίῤῥημα μεσότητος, ἀντὶ τοῦ ταχέως, καὶ τάχιστα, ὁμοίως· βαρύνεται διὰ τὸν κανόνα τὸν λεχθέντα εἰς τὸ μῆρα· οὕτω καὶ τὸ τάχιστα· τὸ χις ἰῶτα, τὰ εἰς ων συγκριτικὰ, μεταβάντα εἰς ὑπερθετικὰ· καὶ τὰ ἑξῆς
τ 49
Τετναίη ἀντὶ τοῦ ἀποθάνοι, εὐκτικόν· ἔστι τὸ ῥῆμα τέθνημι, δευτέρας συζυγίας τῶν εἰς μι, ἐξ οὗ καὶ τὸ προστακτικὸν τοῦ ἐνεστῶτος, τέθναθι· ὅτι δέ ἐστιν ἐνε στὼς τὸ τέθναθι, δείκνυται ἐκ τοῦ βραχὺ εἶναι τὸ α· εἰ γὰρ ἦν δεύτερος ἀόριστος, ὤφειλεν εἶναι μακρόν· ἀεὶ γὰρ ὁ εἰς θι προστακτικὸς ἀόριστος, μακρᾷ παραλήγεται· λοιπὸν τέθνημι, ἡ μετοχὴ τεθνὰς τεθνάντος, καὶ τὸ εὐκτικὸν τεθναίην, τὸ δεύτερον τεθναίης, καὶ τὸ τρίτον τεθναίη· ὦ προῖτʼ ἐκ τεθνῶ, τοῦτο ἐκ τοῦ θνῶ, καὶ κατʼ ἀναδιπλασιασμὸν τεθνῶ
τ 50
Τέθριπποι τετράιπποι, καὶ κατὰ συγκοπὴν τέθριπποι
τ 51
Τεθρυμμένον σημαίνει τὸ κατακεκομμένον, ἐκ τοῦ θρύπτω, θρύψω
τ 52
Τάφος σημαίνει τὸ γινόμενον, πῶς δεῖ πένειν ἐπὶ τῇ τῶν ἀρχόμενον τιμῇ· σὺ δέ κεν τάφου ἀντιβολήσαις, καὶ ὁ ἐπʼ αὐτοῖς ἀγὼν Πατρόκλης τάφου μνημήϊον αὐτοῦ ταφιά· οὐδέποτε αὐτῶν τοῦ καθʼ ἡμᾶς σήματος ἐκτίθησιν, ἀλλὰ τύμβον αὐτοῦ καὶ σῆμα τίθησι· καὶ ἐκπλήξεως τὴν λέξιν· τάφος δʼ ἕλε πάντας Ἀχαιούς· καὶ πόλιν ἢ νῆσον· ξεῖνος δʼ οὗτος ἐμὸς πατρώϊος ἐκ τάφου ἐστί· καὶ σημεῖον τι ἐν θυτικῷ
τ 53
Τίσις ἡ ποινὴ ἀπὸ τοῦ τίω· τίσις δὲ ἡ τιμὴ, ἀπὸ τοῦ τίω
τ 54
Τειχεσίπλητα ὁ πάντοτε τοῖς τείχεσιν προσπελάζων, πορθητά· ἐὰν δὲ διὰ τοῦ β γράφεται, ὁ τὰ τείχη καταβάλλων
τ 55
Τεῖχος παρὰ τὸ τεύχω, τὸ κατασκευάζω, γίνεται τεῦχος, καὶ τεῖχος, κατὰ τροπὴν τοῦ υ εἰς ι· ἄλλως τε διὰ τῆς οι διφθόγγου γράφεται, ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ τεῖχος· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον, οἷον, λείβω λοιβὴ, πείθω πέποιθα, λείπω λέλοιπα, σπείρω σπορὰ, φθείρω φθορά· οὕτως οὖν καὶ τεῖχος τοῖχος
τ 56
Τέκνον ὅτι ὑπὸ τῶν γονέων ἐτέχθη, τέκον, τέκανον, καὶ ἀποβολῇ τοῦ α τέκνον· τέκνον, παρὰ τὸ τέκω τέκος ὡς νέμω νόμος. οὕτω καὶ τέκνον
τ 57
Τεκμηριοῦσθαι σκέπτεσθαι, φράζεσθαι, ἀπὸ τοῦ τεκμηριῶ, τοῦτο παρὰ τὸ τέκμωρ τέκμωρος, τεκμωριῶ, καὶ τροπῇ τοῦ ω εἰς η τεκμηριῶ· τὸ δὲ τέκμωρ παρὰ τὸ τέκω, τέκωρ καὶ τέκμωρ· σημαίνει δὲ δύο, τὸ τέκνον, καὶ τὸ τέλος· συντάσσεται μετὰ αἰτιατικῆς· καὶ εἰς τὸ σημεῖον
τ 58
Τείρω σημαίνει δύο· τείρω τὸ καταπονῶ, καὶ τείρω τὸ κόπτω. ἐξ οὗ καὶ ἀτειρὴς, καὶ ἀτέραμνος καὶ ἔτειρεν
τ 59
Τείρεα ἄστρα, παρὰ τὸ τείρειν τὸ καταπονεῖν
τ 60
Τέλος σημαίνει ἕξ· τὸ πέρας καὶ τὸ τέλος τὸ διδόμενον τῷ βασιλεῖ, καὶ τὸ δαπάνημα, ὅθεν καὶ πολυτελὲς, τὸ πολὺ ἀνάλωτον, καὶ τὴν ἀρχὴν ἤγουν τὸ ἄρχειν, οἱ ἐν τέλει ἥγουν ἐν ἀρχαῖς, καὶ οἱ ἐν ἀξιώματι· καὶ τὸ τάγμα, καὶ τὴν ἑορτήν
τ 61
Τελαμὼν ὁ ἀναφορεὺς τοῦ ξίφους, παρὰ τὸ ταλάσσω ταλαμὼν, καὶ τροπῇ τοῦ α εἰς ε τελαμών· καὶ ὁ ἀναφορεὺς τῆς ἀσπίδος, ὅ ἐστι πλατὺς ἱμᾶς, ἀφʼ οὗ ἤρτηται ἡ ἀσπὶς, ἀπὸ τοῦ τείνεσθαι τὸν ἱμάντα
τ 62
Τελεῖ καθʼ ἡμᾶς ῥῆμα, ἐκ τοῦ τέλος τελῶ· τὸ τέλος παρὰ τὸ ἔω τὸ πληρῶ, ἔλος καὶ τέλος· ἢ παρὰ τὸ τίω τὸ ἀνταποδίδωμι, καὶ τὸ ἕλω τὸ λαμβάνω τίελος καὶ τέλος· τὸ τέλος σημαίνει τρία· τὸ τάγμα· αἶψα δʼ ἐπὶ Θρῃκῶν τέλος ἴξον ἰόντες· σημαίνει καὶ τὸ πλήρωμα, οὐδʼ οὗτοι ὅσον ἔχον τέλος· σημαίνει δὲ καὶ τὸ πρᾶγμα, οὐ γὰρ ἐγὼ φημὶ χαριέστερον τέλος
τ 63
Τελετὴ ἡ θυσία, παρὰ τὸ τέλειν καὶ μυεῖν, ἤγουν τελεῖσθαι καὶ μυεῖσθαι
τ 64
Τειρεσίας ὄνομα κύριον μάντεως· γράφεται διὰ διφθόγγου· ἢ γὰρ παρὰ τὸ εἴρω γέγονεν εἰρεσίας καὶ πλεονασμῷ τοῦ τ, Τειρεσίας· ἢ παρὰ τὸ τείρεα ὃ σημαίνει τὰ ἄστρα, πολλάκις γὰρ οἱ μάντεις ἐκ τῶν ἄστρων τὶ λέγουσιν· ἢ παρὰ τὸ τείρεσθαι, τὸ καταπονεῖσθαι, οἱονεὶ, ὁ καταπονούμενος, ἐκ τῆς στερήσεως τῶν ὀφθαλμῶν· τυφλὸς γὰρ ἦν
τ 65
Τελείω βαρύνεται, ἐξ οὗ καὶ ἐτελείετο βουλή· τὰ γὰρ τοιαῦτα παράγωγα, ἄχρι τοῦ παρατατικοῦ κλίνονται, κατὰ πᾶσαν ἔγκλισιν, καὶ διὰ τῆς ει διφθόγγου γράφονται, οἷον, κιχῶ κιχείω, θῶ θείω, σῶ σείω, τελῶ τελείω· ἰστέον δὲ ὅτι ἀπὸ τοῦ ἐνεστῶτος γίνεται, καὶ ἀπὸ τοῦ μέλλοντος· καὶ τὰ ἀπὸ ἐνεστῶτος ἔχουσι καὶ παρατατικοὺς, τὰ δὲ ἀπὸ μελλόντων ἐνεστῶτας μόνους· ἔνθεν σεσημείωται τὸ ὄψεον ἀπὸ τοῦ ὀψείω· τὰ εἰς ω λήγοντα καθαρὰ παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο παρʼ ὀνόματος γέγονε, σείω, βρωσείω, τελείω· τὸ μέντοι μειῶ παρὰ τὸ μεῖος, καὶ τελειῶ, παρὰ τὸ τέλειος· καὶ τὸ ἀρείω, σημαίνει δύω, τὸ ἀπειλῶ παρὰ τὸ Ἄρης, καὶ τὸ ἀχρειῶ, παρὰ τὸ ἀχρεῖος
τ 66
Τέλματα τὰ πηλώδη τελευταῖα τοῦ ὕδατος
τ 67
Τελεσιουργεῖ τελειοῖ τὸ ἔργον, εἰς πέρας ἄγει
τ 68
Τελχὶν καὶ τρηχὶν, ἀμφότερα διὰ τοῦ ι, τῷ λόγῳ τοῦ ἀκτίς
τ 69
Τελχῖνος οὐ μόνον ὁ ἰσχὺν ὑπὲρ ἄνθρωπον ἔχων, μιαρὸς καὶ κακοῦργος, ἀλλὰ καὶ τοὺς νῦν Κρῆτας καὶ τὴν Κρήτην Τελχινίαν φασί· λέγονται δὲ τελχῖνες καὶ οἱ πονηροὶ καὶ βάσκανοι δαίμονες· λέγεται δὲ τελχὶν καὶ ἡ εἰς θάνατον μεταφορὰ, καὶ τελχὶν δὲ λέγεται ὁ τραχηλιώδης· γέγονε δὲ παρὰ τὸ θέλγω τὸ ἐνεργῶ, ἤγουν τὸ ἀμαυρῶ καὶ σκοτίζω, οἱονεὶ θελγίνες τινὲς ὄντες
τ 70
Τελήεις τὰ εἰς εις ὀνόματα, ἃ πλεονάζει τῆς πρωτοτύπου συλλαβῆς βαρύνεται, καὶ ἢ τῷ η παραλήγεται ἢ τῷ ο· σπανίως δὲ τῷ ω. ὅτι ἐν ἐκτάσει, οἷον, κητώεις, ἐρώεις, κιώεις, τῷ δὲ ο, οἷον αἱματόεις, τερμιόεις, σκιόεις· καὶ Ὅμηρος οὔρεά τε σκιόεντα· τῷ ἦτα δὲ, οἷον φθογγήεις, τιμήεις, ἀμφιγυήεις, θυήεις· θῦον γὰρ σημαίνει τὸ μυρεψικὸν ἄνθος
τ 71
Τελώνης παρὰ τὸ τέλος, ὃ σημαίνει τὸ διδόμενον τῷ βασιλεῖ, καὶ τοῦ ὠνῶ τὸ ἀγοράζω, ὁ τὰ δημόσια ὠνούμενος· ἢ παρὰ τὸ τέλος, ὃ σημαίνει τὴν ἀρχὴν, ἤτοι τὸ ἄρχειν καὶ τὸ ὠνὴ ὃ σημαίνει τὴν ἀγοράν· ὁ τὴν ἀρχὴν τοῦ δημοσίου ὠνούμενος
τ 72
Τελώνης ὁ φορολόγος· τὸ λω μέγα διάτι; τὰ μέσον δύο ἀμεταβόλων, ἢ δύο συμφώνων τῶν αὐτῶν, ἢ μέσον ψιλοῦ καὶ ἀμεταβόλου, διὰ τοῦ ω γράφεται
τ 73
Τελεσφόρος τέλειος, ἢ μάντις, ἢ γαστρίμυθος
τ 74
Τέμενος ἐκ τοῦ τέμνω, τέμνος, καὶ ἐπενθέσει τοῦ ε τέμενος, ὁ ἀποτετμημένος καὶ ἀποκεχωρισμένος τόπος τῶν θεῶν
τ 75
Τέμπη τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον· καὶ τὰ στέρνα· καθʼ ὅλου δὲ αἱ ἐν πᾶσι τοῖς ὄρεσι στενόταται διεκβολαὶ, καὶ τὰ στέρνα τῶν ὀρέων· λέγεται δὲ καὶ τύμβη, καὶ τὰ σύνδενδρα πάντα, καὶ τὰ μεταξὺ τῶν ὀρέων στενώματα ῥύτα, οἱονεὶ τέμπη τινὰ, τὰ μετὰ τὰς τροπὰς, καὶ κάμψεις ἔχοντα
τ 76
Τένθης ὁ ὀξυπείνης καὶ γαστρίμαργος· οἱ γὰρ Ἀττικοὶ τένθην καλοῦσι τὸν γαστρίμαργον· κατὰ ἐναλλαγὴν οὖν εἴρηται τοῦ θ εἰς δ
τ 77
Τερπικέραυνον ἐκ τοῦ τέρπω καὶ τοῦ κεραυνός· τὸ πι ἰῶτα διάτι; τὰ ἀπὸ βαρυτόνων μελλόντων ἢ ἐνεστώτων σύνθετα, σύμφωνα ἐπιφερομένου, εἴτε ἔχουσιν ἐν συνηθ. ἢ τὸ ε, ἢ τὸ ο, οἷον τέρπω τερπικέραυνος, φέρω φερέοικος, μένω Μενέλαος
τ 78
Τεναγοὶ οἱ ὑποκάθυγροι βροχοὶ τόποι, παρὰ τὸ τέγγω, τὸ βρέχω, γίνεται τέγγος, καὶ πλεονασμῷ τοῦ α τέναγος, τροπῇ τοῦ ἑνὸς γ εἰς ν
τ 79
Τέο τίνος χάριν; ἔστι τὶς τινὸς, καὶ Αἰολικῶς ἐκβολῇ τοῦ ν τίος, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι αἱ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν πολλάκις ἀμείβουσι τοὺς τόνους, καὶ γίνεται τίος, καὶ ἡ γενικὴ τίου, καὶ κράσει τοῦ, καὶ διαλύσει Ἰωνικῇ τέο, καὶ Δωρικῶς τεῦο· ἡ δοτικὴ τίῳ καὶ κράσει τῷ, ἀντὶ τοῦ τινί· οὔτε σοὶ οὔτε τῷ ἄλλο λοιπόν ἐστι τῷ, καὶ ἐν τοῖς πύσμασι τοῖς κατὰ ἀναφορὰν γενομένοις πέφυκε προσέρχεσθαι κατʼ ἀρχὴν, μήριον, ὁποῖος, ὁπόσος, πόσος, ὁπόσος γίνεται ὅτῳ ἐφότῳ
τ 80
Τεὸν τὴν σὴν, ἀντωνυμία, δευτέρου προσώπου, ἐμὸν, σὸν, πλεονασμῷ τοῦ ε, σεὸν καὶ τροπῇ τοῦ ς εἰς τ, τεόν
τ 81
Τένοντα παρὰ τὴν τῶν νεύρων τάσιν· τένοντα δὲ, πάντα τὰ διατεταμένα νεῦρα καλεῖ Ὅμηρος
τ 82
Τέρας θαῦμα παρὰ φύσιν, παρὰ τὸ εἴρω τὸ λέγω, ὁ μέλλων ἐρῶ, ἔρας καὶ τέρας· λέγεται δὲ τὸ σημεῖον· οἱ γὰρ μάντεις διὰ σημείων καὶ τεράτων τὰ μέλλοντα ἔλεγον· διαφέρει τέρας σημείου· τέρας λέγεται τὸ παρὰ φύσιν γινόμενον πρᾶγμα· σημεῖον τὸ κατὰ τὴν κοινὴν συνήθειαν γινόμενον τέρας
τ 83
Τέρενα τὰ ἁπαλὰ, κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ θ, θέρενα, τὰ γὰρ ἁπαλὰ εὐθέρμαντα· τὰ δὲ σκληρὰ ἀτέραμνα
τ 84
Τερθρεία γοητεία, περιπάθεια, παρὰ τὸ τέρας τέρατος τερατεία, καὶ κατὰ συγκοπὴν τοῦ α, καὶ πλεονασμῷ τοῦ ρ, τερτρεία, καὶ τροπῇ τοῦ τ εἰς θ, τερθρεία
τ 85
Τερπικέραυνος ὁ τοῖς κεραυνοῖς τερπόμενος
τ 86
Τερπνὸς παρὰ τὸ τέρπω τερπὸς, καὶ πλεονασμῷ τοῦ ν, τερπνός· ἐτυμολογεῖται δὲ, παρὰ τὸ τέρπειν τὸν νοῦν
τ 87
Τερπικέραυνος ἐκ τοῦ τέρπω τερπικέραυνος· τὸ πι ἰῶτα διάτι; τὰ ἀπὸ βαρυτόνων μελλόντων, ἢ ἐνεστώτων συντιθέμενα, συμφώνου ἐπιφερομένου, ἢ τὸ ἰῶτα ἔχουσιν ἐν τῇ συνθέσει, ἢ τὸ ε, ἢ τὸ ο, οἷον τέρπω τερπικέραυνος, φέρω φερέοικος, μένω μενέλαος, ἄρχω ἀρχέλαος καὶ ἀρχέκακος, κτήσω κτήσιππος, στήσω στησίχορος, τέρψω τερψίμβροτος, δείσω δεισιδαίμων, φύσω φυσίζωος
τ 88
Τέτηκα ἐκ τοῦ τέτηγμαι, παρακείμενος μέσος, καὶ διαθέσεως μέσης· καὶ τί ἐστι μέση διάθεσις; ἡ ποτὲ ἐνέργειαν πότε δὲ πάθος παριστῶσα· καὶ τὶ παριστᾷ; ἐπειδὴ ὁ τῶν μέσων τύπος ἐπʼ ἀμφοτέρας φθάνει τὰς διαθέσεις, εἰς οὓς ἡ ἑρμηνεία, ὁ τῶν μέσων τύπος φθάνει καὶ ἐπὶ τῶν ἐνεργητικῶν χαρακτήρων, καὶ ἐπὶ τῶν παθητικῶν· καὶ ἐπὶ τῶν παθητικῶν μὲν διὰ τὸ ἠκροασάμην καὶ κατηρξάμην, παθητικοῦ γὰρ τύπου ταῦτα· ἐπὶ τῶν ἐνεργητικῶν ὡς πέπνιγα καὶ κέκοπα· καὶ ἄλλως, λέλογα καὶ πέφραδα, ἐνεργητικὴν ἔχει σημασίαν· τὸ δὲ τέθεικα καὶ διέφθειρα παθητικήν· οἱ γὰρ αὐτοὶ σχηματισμοὶ καὶ ἐπὶ ἐνεργητικῶν λαμβάνονται, καὶ ἐπὶ παθητικῶν
τ 89
Τετρὰς παρὰ τὸ ἑδρὰς, διότι παρέχει ἐν ἑαυτῷ τὰ τρία
τ 90
Τέττιξ παρὰ τὸ τερετίζω, τὸ μουσικῶς φονῶ, τέττιξ γὰρ τὸ μουσικώτατον ζῶον, ὅτι οἱ ἄρσενες τῶν τεττίγων ᾄδουσι
τ 91
Τετραπλὴ ἀριθμοῦ δηλοτέρω ἕπεται
τ 92
Τετρὰς οἱονεὶ ἕδράς τις οὖσα, τὰ γὰρ τετράγωνα σχήματα ἑδραῖα εἰσὶν, ἀλλὰ καὶ πάντα τὰ σώματα ἐκ τετρακτυὸς τῶν στοιχείων συνίστανται καὶ ἵδρυνται· ἰστέον δὲ ὅτι τὸ τετράγωνον σχῆμα ἀποτελεῖ ἡ τετράς· τὸ δὲ τετράγωνον σχῆμα καὶ τὰ ἀπʼ αὐτοῦ, οἷον ὁ κύβος, διὰ τὸ κατὰ πολλὰ μέρη τῆς γῆς ἅπτεσθαι, δυσμόχλευτά εἰσι, καὶ δυσμετακίνητα· ὁ γὰρ τετράγωνος λίθος, ὡς κατὰ πολλὰ μέρη τῆς γῆς ἁπτόμενος, δυσχερῶς κινεῖται· ὁ δὲ κύλινδρος, ἢ ὁ κίων ἐὰν κληθῇ εἰς πλευρὰν, καὶ ἡ σφαῖρα, ἐπειδὴ οὐκ ἐφάπτονται τῆς γῆς, κατὰ πολλὰ μέρῃ εὐσεβῶς κινοῦνται. ὁ μὲν γὰρ κύλινδρος, τοῦ ἐπὶ πέδου ἐφάπτεται κατὰ γραμμήν· ἡ δὲ σφαῖρα καθʼ ἓν σημεῖον· διὰ τὸ ἑδραῖον οὖν καὶ μόνιμον, ἐκλήθη τετρὰς, οἱονεὶ ἑδράς τις ὤν
τ 93
Τέτλαθι ἔστι προστακτικὸν τῶν εἰς μι, ἐνεστὼς καὶ παρατατικὸς, ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων· τὸ θέμα τλῆμι, τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τλάμεν, καὶ τὸ προστακτικὸν τλάθι καὶ κατʼ ἀναδιπλασιασμὸν τέθλαθι· ἔστι δὲ καὶ ἀόριστος μετοχικὸς τλὰς τλάντος· τλάθι, καὶ κατʼ ἀναδιπλασιασμὸν τέτλαθι
τ 94
Τετράφαται τετραμμένοι ἦσαν, καὶ ἀντέβλεπον εἰς τὸ πεδίον· τρέφω, τέτραφα, τέτραμμαι, τροπῇ τοῦ μ εἰς τ τέτραπται, τὸ δεύτερον τῶν πληθυντικῶν τέτραφθε, καὶ τὸ Ἰωνικὸν τετράφαται
τ 95
Τετρήχει ἐτραχύνετο, παρὰ τὸ ταράσσω, ταράξω, τετάραχα, ὁ ὑπερσυντελικὸς ἐτεταράχειν· καὶ τροπῇ τοῦ α εἰς η ἐτετρήχειν, ἐτετρήχεις ἐτετρήχει· καὶ ἐκ βολῇ τοῦ ε τετρήχει
τ 96
Τετρυχωμένος δεδαπανημένος ἐν κακοῖς· μετοχὴ ἐκ τοῦ τρύχω, τρυχῶ περισπωμένως, συζυγίας τρίτης τῶν περισπωμένων· τὸ τρύχω, ἐκ τοῦ τρῶ, τὸ καταπονῶ, τρύω, καὶ κατὰ παραγωγὴν, καὶ πλεονασμῷ τοῦ χ τρύχω
τ 97
Τετύκοντο παρὰ τὸ τεύχω τὸ κατασκευάζω, ὁ β ἀόριστος ἔτυχον, ἐτυχόμην καὶ τὸ τρίτον ἐτύχοντο καὶ κατʼ ἀναδιπλασιασμὸν τετύχοντο, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν τετύκοντο, Ἰωνικῶς
τ 98
Τετυρωμένον παρὰ τὸ τυρῶ τυρώσω, τετύρωκα, τετύρωμαι, τετυρωμένον· τοῦτο παρὰ τὸ τυρός
τ 99
Τεύχεα ὅπλα, παρὰ τὸ τεύχεσθαι, ὅ ἐστι κατασκευάζεσθαι
τ 100
Τεῦτλον λάχανον, παρὰ τὸ σεύω τὸ ὁρμῶ, ὁρμητικὸν γὰρ ἐπὶ τὰ ἄνω
τ 101
Τέχνη ἐπιτηδεύματος διαφέρει· τέχνη ἔστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι. οἷον γραμματικὴ, ῥητορική· ἐπιτήδευμα δὲ τὸ τοῦ λόγου χηρεῦον, οἷον, τεκτονικὴ, χαλκευτική· τεχνιτεύω, τεχνίτης, τέχνισσα, ἐπεὶ καὶ τεχνικὸν ἔργον ἐν τῇ τέχνῃ
τ 102
Τεχθησόμενος ἐκ τοῦ τέκω, τέξω, τέταχα
τ 103
Τεχνίτης βαναυσοῦ διαφέρει· τεχνίτης ἔστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς· βάναυσος δὲ ὁ χωρὶς τινὸς λόγου τὶ ἐπιτηδεύων· καὶ εἰς τὸ ἀτεχνῶς καὶ ἐπιστήμης
τ 104
Τῇ κατʼ ἐκεῖνο μέρος
τ 105
Τῇ λάβε, Δωρικῶς, νῦν τοῦτον τὸν ἵμαντα· πόθεν γίνεται τὸ τῇ; παρὰ τὸ τάω, τὸ δεύτερον τᾶς, ὥσπερ ζῶ ζᾶς, καὶ βοῶ βοᾶς, καὶ ὁ παρατατικὸς ἔταον ἔτων, τὸ δεύτερον ἔταες ἔτας, καὶ Δωρικῶς ἔτας, τὸ τρίτον ἔταε ἔτα, καὶ τὸ προστακτικὸν τάε τᾶ, καὶ Δωρικῶς τῇ
τ 106
Τήγανον τάκηνον καὶ τηγάνιον, παρὰ τὸ τήκω τήκανον καὶ τήγανον, κατὰ μετάθεσιν τοῦ κ εἰς γ
τ 107
Τῇ ὃ σημαίνει τὸ λάβε, πόθεν γίνεται; ἔστι ῥῆμα τῶ δευτέρας συζυγίας τῶν περισπωμένων, ἐκ τούτου παράγωγον τῆμι, ὁ παρατατικὸς ἔτην, ἔτης, ἔτη, καὶ τὸ προστακτικὸν τῇ
τ 108
Τῇ δὲ ἀντὶ τοῦ ἐκεῖσε, καὶ ἐνταῦθα, καὶ ἔστιν ἐπίῤῥημα τοπικὸν, ἀπὸ τοῦ τῇ ἄρθρου τῆς δοτικῆς
τ 109
Τηλεδαπῶν τῶν πόῤῥωθεν τῆς ἠπείρου, ἢ ξένων
τ 110
Τηλαυγὴ παρὰ τὸ τῆλε, ὃ σημαίνει τὸ πόῤῥω, καὶ τὸ αὐγή· τοῦτο παρὰ τὸ αὔω τὸ λάμπω
τ 111
Τηλικοῦτος καὶ τοσοῦτος διαφέρει· ὅτι ὁ τηλικοῦτος ἐπὶ πηλικότητος τάσσεται, τὸ δὲ τοσοῦτος, ἐπὶ ποσότητος
τ 112
Τηλάγημα ἀρχὴ λέπρας, ἐν τῇ τοῦ σώματος ἐπιφανείᾳ
τ 113
Τηθὺς τὸ ὕδωρ, παρὰ τὸ τιθή· τὸ γὰρ ὕδωρ πάντα τρέφει· ἢ ὅτι κύριόν ἐστι τῆς ὑγρᾶς οὐσίας, ἀφʼ ἧς πάντα τρέφεται
τ 114
Τηλόθι παρὰ τὸ τέλος τελοῦ, καὶ ἐκτάσει τοῦ ε εἰς ἦτα, τηλοῦ· καὶ τηλόθι τὸ μακρὰν, καὶ τηλός
τ 115
Τηλόθι ἐπίῤῥημα τοπικὸν ἀπὸ τοῦ τηλοῦ, τοῦτο παρὰ τὸ τέλος, ὡς ὑψοῦ ὑψόθι, ἀγχοῦ ἀγχόθι
τ 116
Τηλυγέτιν ἐκ τοῦ τηλοῦ, ὃ σημαίνει τὸ πόῤῥω, καὶ τοῦ γεννῶ γεννήσω, τηλυγεννητὸς καὶ συγκοπῇ τηλυγέτιν, νεὰν, μονογενῆ
τ 117
Τηρῶ παρὰ τὸ ὠρῶ τὸ φυλάσσω· καὶ γράφεται διὰ τοῦ ω, ὡς τὸ πυλωρὸς, θυρωρὸς, κατὰ πλεονασμὸν τοῦ τ, τωρῶ, καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν τηρῶ· καὶ εἰς τὸ λατήρ
τ 118
Τηλυγέτιν ἀγαπητὴν, μονογενῆ, καταχρηστικῶς δὲ εἶπεν ὁ ποιητής· κυρίως γὰρ τηλυγέται καλοῦνται, οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας ἐπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποΐας γενόμενα, μᾶλλον ἀγαπᾶσθαι
τ 119
Τημελῶ τὸ ἐπιμελοῦμαι, παρὰ τὸ τῇ, ὃ σημαίνει τὸ λαμβάνε καὶ τὸ μέλω τὸ φροντίζω καὶ τὸ προνοοῦμαι· ἐξ οὗ καὶ τημελοῦχος
τ 120
Τιβὴν ὁ τρίπους, ὁ τρεῖς βάσεις ἔχων
τ 121
Τιθηνὸς καὶ τιθήνη, παρὰ τὸ τιθῶ τίθημι, ὄνομα ῥηματικὸν θήνη, καὶ ἐν πλεονασμῷ τοῦ τι, τιθήνη, τὸ ὕδωρ, παρὰ τὴν τιθήν· τὸ γᾶρ ὕδωρ πάντα τρέφει
τ 122
Τήθη καὶ τιτθὶς διαφέρει· τήθη μὲν ἡ τοῦ παιδὸς τροφὸς, ἔνιοι δὲ μαίας καὶ μάμμας καλοῦσι· τιτθὶς δὲ ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφὴ, ἣν ἔνιοι θείαν καλοῦσι
τ 123
Τλήμων ὁ κακοπαθὴς ὢν, παρὰ τὸ τλῶ, τὸ κακοπαθῶ
τ 124
Τιάφιον ὅτι ἐξάπτει τὸ πῦρ
τ 125
Τίγρης τίγρητος, διὰ τοῦ ἦτα λέγεται καὶ κλίνεται· καὶ σημαίνει τὸν ποταμόν· τίγρις διὰ τοῦ ι, τὸ ζῶον· καὶ ὅτε μὲν διὰ τοῦ δ κλίνεται διὰ τοῦ ἰῶτα γράφεται· ὅτε δὲ διὰ τοῦ τ κλίνεται, διὰ τοῦ ἦτα γράφεται
τ 126
Τιθασσεύω ἡμερῶ, ἐκ τοῦ τιθῶ, τιθάσω, σημαίνει δὲ τὸ χειροηθ. ποιῶ καὶ κατὰ παραγωγὴν τιθασσεύω τὸ καταπραΰνω, καὶ τῆ χειρὶ ἐπιψῶ
τ 127
τιθηνὸς διαφέρει· τιτθὴ μὲν ἀπὸ τοῦ τισθὴ ἡ τροφὸς, ἢ μαία, ἐτυμολογεῖται δὲ ἀναβιβάζουσα, ἡ εἰς βάσιν ἡλικίας τὸ τρεφόμενον ἄγουσα· τροφοὶ δὲ καὶ τιθηνοὶ, αἱ τοὺς ἄλλους πόνους ἀναδεχόμεναι, λέγω δὲ περιφέρειν, προπέζειν, ἀποπλύνειν καὶ λούειν
τ 128
Τικτώμενον τέκω, καὶ τὸ ε, ἡνίκα πλεονάζει σύμφωνον τρέπεται εἰς ἰῶτα, μένω μίμνω, τέκω τίκτω
τ 129
Τὶ ὄνομα οὐδέτερον ἐρωτηματικὸν, καὶ ἐπίῤῥημα ἐπιτάσεως ἀντὶ τοῦ λίαν· σημαίνει καὶ αἰτίαν
τ 130
Τιμαλφὲς ὄνομα σύνθετον, ἐκ τοῦ τιμὴ καὶ τὸ ἀλφὸν ὃ σημαίνει τὸ λευκόν
τ 131
Τιμιουλκῶ τὴν τιμὴν ἕλκω, τουτ’ἔστι βαρυτιμῶ
τ 132
Τιμὴ διὰ τοῦ ἰῶτα γράφεται, παρὰ τὸ τίω· ἔστιν ὅτε εὕρηται καὶ ἐν συστολῇ, οἷον περὶ μέν σε τίω Δαναῶν ταχυπώλων· καὶ ἄλλως ἐπειδὴ τὰ εἰς μη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, ἰθίμη, αἰχίμη, σπιθαμή
τ 133
Τίθησι καὶ τίθενται διαφέρει· τίθησι μὲν γὰρ τὸν νόμον ὁ νομοθέτης· τίθενται δὲ τὸν νόμον οἱ δικάζοντες καὶ τιμωρούμενοι
τ 134
Τιμαλφέστατον πράγμα ἄγαν τίμιον, ἢ λαμπρότατον καὶ τιμιώτατον. ἀλφεῖν γὰρ ἐστὶ τὸ εὑρίσκειν, ὥστε γενέσθαι τὸ τιμαλφέστατον, παρὰ τὸ τιμὴν πλείστην εὑρίσκειν, ὃ δὴ συμβέβηκε τῷ χρυσῷ· τιμαλφούμενον τὸ τιμὴν εὑρίσκον