τ 135
Τιμὴν τὸ τι ἰῶτα διάτι; ἐκ τοῦ τίω. καὶ ἐκεῖνο διάτι; κανών ἐστιν ὁ λέγων, τὰ διὰ τοῦ ιω ῥήματα δισύλλαβα, μὴ παρʼ ἐνεστώτων ἢ μελλόντων γινόμενα, μὴ δὲ ἀπὸ πλεονασμοῦ ἔχοντα, μήδε ἀντιπαρακείμενον ἔχοντα τὸ ο, διὰ τοῦ ι γράφεται, οἷον δίω τὸ σημαῖνον τὸ διώκω, μέγα πεινάοντα δίεσθαι. λίω τὸ σημαῖνον τὸ προθυμοῦμαι, ἐξ οὗ λιαρόν· ἔστι δὲ καὶ περισπώμενον λιῶ, λιήσω, λελίηκα, λελίημαι, λελιημένος· καὶ οὐκ ἔστιν ἀπὸ τοῦ χλιαρὸν κατʼ ἀφαίρεσιν, ὡς λέγουσί τινες· ψίω τὸ λεπτύνω καὶ ψιάω διαφέρει καὶ ψιάς· σημαίνει δὲ τὸ παράγωγον ῥῆμα ἐλάττονά τινα οὐσίαν, οὗ τινος οὖν ὑποκειμένου· τοιοῦτον γάρ ἐστι καὶ τὸ ψαύω καὶ τὸ ψάλλω τὸ ψείω· τὸ γὰρ ψαύειν τὸ ἥττονα τῷ πλήκτρῳ παίειν σημαίνει καὶ τὸ ψαύειν ἧττον τοῦ καθάπτεσθαι· ὁμοίως καὶ τὸ ψίχειν· οὕτως οὖν καὶ τὸ ψίειν, οὗ προκατάρχει τὸ ψῶ, ἀφʼ οὗ ὁ ψωμὸς, τὸ ἔλαττον παρὰ τὸν ἄρτον· καὶ Ὅμηρος δηλοῖ, ψιάδας κατέχευεν ἔραζε· κτίω ἐξ οὗ καὶ ἐϋκτίμενον πτολίεθρον· πίω ἐξ οὗ καὶ πιομένης ἐκ βοτάνης, ὁ μέλλων πίσω, καὶ πίσος καὶ πίσεα ποιήεντα, σημαίνει δὲ τὰ ὕδατα. ψιὰς δὲ λέγουσι τὰς κατʼ ὀλίγον κατερχομένας δρόσους. ἴω μετὰ τοῦ στερητικοῦ α, καὶ πλεονασμῷ τοῦ ν, ἀνίω ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεται, οὔτʼ ἔτι ἔργῳ, ἀλλʼ ἀνίεις· σημαίνει δὲ τὸ ἀναπείθης· τίω βαρύτονον μὲν σημαίνει δύο, τὸ τιμωρῶ καὶ τὸ τιμῶ· περισπωμενῶς δὲ τὸ λυπῶ, οὗ ὁ μέλλων τιήσω, τετίηκα, τετίημαι, τε τιημένος καὶ τετιημένον φίλον ἦτορ· πρόσκειται δισύλλαβα, διὰ τὸ ἀχρειῶ καὶ σημειῶ· τὸ κλείω κατʼ ἄλλον κανόνα γράφεται διὰ τῆς ει διφθόγγου· πρόσκειται, μὴ παρʼ ἐνεστώτων ἢ μελλόντων διὰ τὸ θῶ θείω καὶ βρώσω βρωσείω, ὄψω ὀψείω, ὄφρʼ ἂν ἐγὼ βείω· τὸ δὲ βιῶ εἰ μέν ἐστι περισπώμενον δευτέρας συζυγίας, βιᾶς καὶ γίνεται ἐκ τοῦ βία· καὶ Ὅμηρος ὡσεὶ ἐβίαο τὸ μοῦνον ἐόντα· καὶ ἐβιήσατο παῖδας· τὸ δὲ βιῶ βιοῖς βιοῖ, ἔστι τρίτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων βιώσω. γίνεται ἐκ τοῦ βίος καὶ εἰς μι ῥῆμα βίωμι καὶ ἡ μετοχὴ βιοὺς καὶ τὸ ἀπαρέμφατον βιῶναι· πρόσκειται μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ἰῶτα, διὰ τὸ σείω· τοῦτο γὰρ ἀπὸ πλεονασμοῦ ἔχει τὸ ἰῶτα· ἔστι γὰρ ῥῆμα σέω τὸ σώζω καὶ τροπῇ τοῦ ε εἰς α γίνεται σάω ὁ παθητικὸς σάομαι, ὃ ὑπερσυνθελικὸς παθητικὸς ἐσαόμην, τὸ δεύτερον ἐσάου, καὶ τροπῇ δωρικῇ τῆς ου διφθόγγου εἰς ω· ὡς βοῶ βῶ καὶ συναρχόμενον γίνεται σάω· καὶ ἡ χρῆσις σάω δʼ ἐρίηρας· εἶπε μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο, διὰ τὸ κλείω, τὸ τιμῶ. κλοιός
τ 136
Τιμωρῆσαι καὶ τιμωρήσασθαι διαφέρει, τιμωρῆσαι μὲν γὰρ ἔστι τὸ ἐκδικῆσαι· τιμωρήσασθαι δὲ τὸ κολάσαι· καὶ εἰς τὸ τίσασθαι
τ 137
Τινάσσω ἐκ τοῦ τιταίνω, τὸ ἕλκω, τιτανῶ, Αἰολικῶς τιτάνσω, καὶ ἐν ὑπερβιβασμῷ τινάσσω
τ 138
Τίνω τὸ ἀνταποδίδωμι, ἐκ τοῦ τίω κατὰ πλεονασμὸν τοῦ ν. τὸ τι καὶ μακρύνεται καὶ βραχύνεται, παρὰ τῷ ποιητῇ. τὸ τι ἰῶτα πρὸς ἀντιδιαστολὴν τοῦ τείνω τὸ τανύω καὶ ἐκτείνω
τ 139
Τιτᾶν διὰ τοῦ ἰῶτα γράφεται· παρὰ τὸ τίνω, ὃ σημαίνει τὸ ἀνταποδίδωμι, γέγονε τινὰν καὶ τιτᾶν· καὶ τιτᾶνες οἱ οὕτω διαπραττόμενοι, ὥστε δοῦναι τιμωρίαν· ἢ παρὰ τὸ τιταίνω γίνεται τιτᾶν, οἱονεὶ οἱ τιταίνοντες χεῖρα, καὶ κόπτοντες τὰ αἰδοῖα τοῦ πατρός· καὶ διάτι διὰ τοῦ ἰῶτα γράφεται; ἐπειδὴ τὰ εἰς αν φεύγονται τῇ ει διφθόγγῳ παραλήγεσθαι, οἷον Ἀλκμὰν, Παιὰν, Ἑρμὰν, Ποτιδὰν ὁ Ποσειδῶν· οὕτως οὖν καὶ τιτᾶν· τὸ δὲ Ἀργειὰν διὰ τῆς ει διφθόγγου, ἔστι δὲ ὄρος τῆς Μεσσήνης, ἀπὸ τοῦ ἀργεῖος ἔχει τὴν ει δίφθογγον
τ 140
Τίμων παρώνυμον τοῦ τιμή
τ 141
Τίτλος καὶ τιτλάριον, γραφή τις ἤγουν διαστολὴ, ἐκ τοῦ διαστέλλειν καὶ διαχωρίζειν
τ 142
Τιμωρεῖσθαι καὶ τιμωρεῖν διαφέρει· τιμωρεῖσθαι μὲν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις
τ 143
Τινάσσω ἐκ τοῦ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν ἰνάσσω καὶ τινάσσω
τ 144
Τὶς τὸ τὶς ἰῶτα. ὅτε μέν ἐστιν ἐρωτηματικὸν τὸν οἰκεῖον τόνον φυλάσσει, ὅτε δὲ ἀόριστον ἀναβιβάζει τὸν τόνον, ὡς τὸ ὄφρά τις· καὶ θηλυκὸν ἡ τὶς· τὶς ὄνομα ἐρωτηματικὸν κλίνεται τινός· ὁ κάνων τὰ εἰς ις μονοσύλλαβα, προσθέσει τοῦ ος κλίνονται, οἷον κὶς κιὸς, δηλοῖ δὲ τὸν σκώληκα, λὶς λιὸς, δηλοῖ δὲ τὸν λέοντα· ὤφειλε καὶ τὸ τὶς τιός κλίνεσθαι· ἀλλὰ καὶ τὸ κὶς καὶ τὸ λὶς μακρὸν ἔχουσι τὸ ἰῶτα, τὸ δὲ τὶς βραχὺ, καὶ ὡς ἐνήλλαξε κατὰ τὸν χρόνον, διήλλαξε καὶ κατὰ τὴν κλίσιν
τ 145
Τὶς τὸ τὶς σημαίνει τρία, τό, τε ὄνομα ἀρσενικὸν καὶ θηλυκὸν καὶ κλίνεται ὁ τὶς τοῦ τινός· τὶς τίνος τὸ ἐρωτηματικὸν καὶ σπάνιον· καὶ τὶς τὸ ἄπειρον ἀντὶ τοῦ οὐδείς
τ 146
Τίσασθαι σημαίνει τὸ τιμωρήσασθαι· καὶ τὶ διαφέρει; τιμωρεῖν μέν ἐστι τὸ ἐπαμύνειν καὶ βοηθεῖν· τιμωρήσασθαι δὲ τὸν προηδικηκότα κολάζειν· τιμωρεῖ μὲν πάτροκλον Ἀχιλλεῦς, τιμωρεῖται δὲ Ἕκτωρ. ἔστιν οὖν τὸ ῥῆμα τίω, καὶ περισπώμενον τιῶ, καὶ σημαίνει τὸ λυπῶ· τὸ τι, ἰῶτα
τ 147
Τίσειαν ἀόριστος πρῶτος τῶν εὐκτικῶν, Αἰολικὸν τρίτον πρόσωπον τῶν πληθυντικῶν· ἐκεῖνοι γὰρ τὸ τύψαιμι τύψεια λέγουσι· τὸ δεύτερον τύψειας, καὶ τὸ τρίτον τύψειε· καὶ τῷ μὲν πρώτῳ προσώπῳ χρῶνται οἱ Αἰολεῖς, τοῖς δὲ λοιποῖς ἡ κοινὴ διάλεκτος· ἔστι τὸ θέμα τίω τὸ τιμωρῶ, τίσω, ἔτισα, ὁ ἀόριστος, καὶ τὸ εὐκτικὸν τίσειαν
τ 148
Τίσανδρος διὰ τοῦ ἰῶτα, παρὰ τὸν τίσω μέλλοντα· ἢ ὅτι παρὰ τὴν τῆς τιμῆς γενικὴν γέγονε τιμήσαντος καὶ κατὰ συγκοπὴν Τίσανδρος
τ 149
Τιτθοὶ οἱ μαστοὶ, παρὰ τὸ ἐντίθεσθαι τοῖς στόμασι
τ 150
Τιτῶ σημαίνει τὴν ἡμέραν καὶ γράφεται διὰ τοῦ ἰῶτα, παρὰ γὰρ τὸ Τιτᾶν γίνεται Τιτᾶνος, τιτανίω καὶ Τιτανὶς καὶ ἐκεῖθεν ὑποκοριστικὸν τιτῶ, ὥσπερ ὑψιπύλη ὑψῶ, εἰδοθεὰ, εἰθῶ· τιτάνος ι ἀμφότερον· Ἰταλικώτερον γάρ ἐστιν ἐν οἷς καὶ περὶ τοῦ Αἰλιανὸς διέλαβε
τ 151
Τλήμων ὁ κακοπαθὴς, παρὰ γὰρ τὸν τλήσω μέλλοντα
τ 152
Τλήσομαι τὸ ῥῆμα τλῶ, τλᾶς, ὁ μέλλων τλήσω· ἐκ δὲ τοῦ τλῶ τὸ καρτερῶ γίνεται τλᾶς καὶ μετὰ τοῦ στερητικοῦ α ἄτλας, ὁ ἀκάρτερος καὶ ἐν ὑπερβιβασμῷ τάλας, οἱονεὶ ὁ ἀκαρτέρητος καὶ μὴ δυνάμενος ἰσχύσαι
τ 153
Τμηθεὶς ἐκ τοῦ τμῶ, ὅπερ ἀπὸ τοῦ τέμνω· ὁ β ἀόριστος ἔταμον, ὁ β μέλλων ταμῶ καὶ συγκοπῇ τμῶ
τ 154
Τλῆτε τλῆμι, καὶ ἡ μετοχὴ τλὰς τλάντος καὶ τὸ προστακτικὸν τλάθι καὶ κατὰ διάλυσιν τλῆθι, τλήτω, τλῆτε τὸ δεύτερον
τ 155
Τὸ σημαίνει τοπικὴν σχέσιν. Ὅμηρος τὸ δʼ ἱκανῶ, καί ἐστιν αἰτιατικῆς πτώσεως, ὡς καὶ τὸ δὲ ἰσοδυναμεῖ τῇ εἰς προθέσει, οἷον εἰς τοῦτο τὸ χωρίον, ὅ ἐστι τόπον· ὡς Οὔλυμπόνδε ἀντὶ τοῦ εἰς τὸν Ὄλυμπον
τ 156
Τὸ δέ μοι τοῦτο δέ μοι. Ἀρίσταρχος δύο μέρη λόγου εἰσὶ, φησίν· ὁ δὲ Ἡρωδιανὸς ἕν· ὁ δὲ Ἀρίσταρχος ὀξυτονεῖ τὸ δὲ ὁμοίως, ἵνα ᾖ δύο μέρη λόγου· ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ
τ 157
Τοῖος ἄρθρον ἐστὶ προστακτικὸν ἀντὶ τοῦ ὑποτακτικοῦ· ἔστιν ἡ εὐθεῖα ὃς καὶ τὸ πληθυντικὸν ὤφειλεν εἶναι οἳ, ἀλλʼ ἐπειδὴ οἱ Δωριεῖς φυλάσσουσι τὴν ἀναλογίαν τῆς εὐθείας τῶν δυϊκῶν, ἀποβάλλουσι τὸ κατʼ ἀρχὴν σύμφωνον καὶ ἀναφορικὸν γίνεται· οἷον ποῖος οἷος, ἅτινα προσλαμβάνοντα τὸ τ κατʼ ἀρχὴν ἀνταποδοτικαὶ γίνονται, οἷον, οἷος τοῖος, ὅσος τόσος, ἅτινα πάλιν ὀξυνόμενα ἀόριστα γίνονται, οἷον πόσος ποσὸς, τόσος τοσὸς, τοσὸν δέ τε λαόν
τ 158
Ταῖν χεροῖν τῶν χειρῶν, εἰσὶ δὲ ταῖν χεροῖν, ταῖς χερσί
τ 159
Τοκεὺς ὁ πατὴρ, ὡς παρὰ τὸ ἔχω τὸ συνέχω καὶ σφίγγω γίνεται ὀχεὺς, ὁ συνέχων καὶ σφίγγων τὴν περικεφαλαίαν, οὕτω καὶ παρὰ τὸ τέκω τοκεύς
τ 160
Τόμοι ἄρθρον ὑποτακτικὸν ἀντὶ τοῦ προτακτικοῦ· οἱ γὰρ Αἰολεῖς τοῖς προτακτικοῖς ἀντὶ ὑποτακτικῶν χρῶνται· τὸ γὰρ οἴμοι τοίμοι, καὶ τὸ ἐμοὶ τόμοι, ἀντὶ τοῦ οὕτινας
τ 161
Τολύπη ἄμπελος ἀγριά· ἢ ἀγραγγουρέα, βοτάνη ἀναιρετικὴ, ὁ μανδραγοράς
τ 162
Τοξότης ὁ τὸν τόξον τείνων· καὶ τοξότης τὸ ἄστρον
τ 163
Τονθορύζω λαλῶ· ὡς δὲ ἡ χρῆσις γυναικῶν τινῶν γραΐδων ὑποκωθωνιζομένων σημαίνει δὲ βοοώντων
τ 164
Τόμοι ἀντὶ τοῦ οἴμοι, εἰς τὸ τῶμοι
τ 165
Τόνδε ἓν μέρος λόγου ἐστίν· εἰ γὰρ ἦν δύο, ὤφειλε τον δέ
τ 166
Τονθορύζω παρὰ τὸ θροὸς, ὃ σημαίνει τὸν ταραχὸν καὶ θόρυβον, καὶ κατὰ πλεονασμὸν τενθερύζω καὶ τονθορύζω· σημαίνει δὲ τὸ ψιθυρίζω
τ 167
Τοπάζειν στοχάζεσθαι, ἐνθυμεῖσθαι, ὑπονοεῖν, καὶ ἐτόπαζον ὁμοίως διὸ καὶ τοπεῖν καὶ ὑποτοπεῖν τὸ ὑπονοεῖν λέγεται. καὶ εἰς τὸ ὑπετόπαζεν
τ 168
Τόπος παρὰ τὸ τύπος, τροπῇ τοῦ υ εἰς ο· ἕκαστος γὰρ τόπος ἰδίῳ τύπῳ κέχρηται· ἢ παρὰ τὸ ποτῶ τὸ λαμβάνω καὶ δέχομαι
τ 169
Τόπος παρὰ τὸ πατῶ, πατήσω, πάτος καὶ καθʼ ὑπερβιβασμὸν καὶ διαλέκτῳ Αἰολίδι τόπος· ἢ παρὰ τὸ τάφος τάπος καὶ τόπος, πᾶς γὰρ τόπος εἰς ταφὴν ἐπιτήδειος· πόσα σημαίνει; δύο, τὸν περιγραφόμενον τόπον, καὶ τὸ ἐπιχείρημα
τ 170
Τοποτηρητὴς ὁ τόπον τηρῶν
τ 171
τορὸς ἔντροχος καὶ τομὸς καὶ συνετὸς, ἔνιοι σαφὴς, ὡς παρὰ τῷ Σοφοκλεῖ· λέξω τορόν σοι, πᾶν ὅπερ χρήζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματα ἀλλʼ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον, πρὸς φίλους οἴγειν στόμα· σημαίνει δὲ καὶ ἐργαλεῖον φρεωρυχικὸν καὶ σκαφεῖον παραφυλλ
τ 172
Τορὸν μεγαλόφωνον, ὀξύνεται τορὸς ἰσχυρῶς
τ 173
Τορύνη τὸ κοχλιάριον, Ἀριστοφάνης δὲ τὸ χυτρόπουν
τ 174
Τοσαῦτα ὄνομα πτώσεως αἰτιατικῆς τῶν πληθυντικῶν, τῶν οὐδετέρων· ἡ αὐτή ἐστιν ὀρθὴ καὶ αἰτιατικὴ, ἡ εὐθεῖα τῶν ἑνικῶν οὐκ ἔχει. καὶ πόθεν γίνεται; ἐκ τοῦ τόσα κατὰ παραγωγὴν τοσαῦτα, παραλήγουσαν ἔχον τὴν αὐτήν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡ πρὸ τέλους συλλαβὴ, ἐπὶ ταύτης τῆς παραγωγῆς, τῆς κατὰ γένη καὶ ἀριθμοὺς προσιούσης, βούλεται τοῦ ἔχειν προκειμένου φωνήεντα, ὁποῖον ὁρᾶται ἐν τῇ ληγούσῃ συλλαβῇ· τὸ τημοῦ τὸ παράγωγον ἕξει πρὸ τοῦ υ τὸ ο μικρὸν προκείμενον· ὁμοίως τὸ τηνικαῦτα εἰς α λῆγον, ἕξει τὸ α προηγούμενον τοῦ υ, οὕτω καὶ τὸ ἔνθα ἔνθεν, ἐντεῦθεν· τὸ αὐτὸ καὶ ἐπὶ ὀνομάτων, οἷον, τόσος τοσοῦτος, τόσον τοσοῦτον, τόσα τοσαῦτα· κατὰ γένη δὲ καὶ ἀριθμοὺς αἱ παραγωγαὶ γίνονται, οἷον τηλίκος τηλικοῦτος, τηλίκα τηλικαῦτα· τὸ τοίη τοιηύτη ὤφειλε, ἀλλʼ ἐπειδὴ κανών ἐστιν ὁ λέγων, οὐκ ἔστιν ἐπινοστῆσαι τὸ η καὶ τὸ υ, ἐν μιᾷ συλλαβῇ καὶ τὰ ὅμοια, τούτου χάριν τρέπουσι τὸ ἦτα εἰς α
τ 175
Τόσον ὄνομα ἀναφορικόν· ποίου εἴδους τῶν ἀναφορικῶν; ἀνταποδοτικοῦ· διάτι; ἐπειδὴ τὰ ὑπὲρ μίαν συλλαβὴν ἀναφορικὰ, ἀποβάλλοντα τὸ κατʼ ἀρχὴν σύμφωνον ἀναφορικὸν γίνεται· οἷον τοῖος οἷος, τόσος ὅσος, ἅτινα πάλιν ὀξυνόμενα ἀόριστα γίνονται, τόσος τοσὸς, πόσος ποσός
τ 176
Τόσον ἐπὶ τοσοῦτον ὑποκάτωθεν τοῦ ᾅδου· ἔνερθʼ ἀΐδεω· ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων, οὕτω καὶ ἀπὸ γῆς εἰς ᾅδου καὶ ἀπὸ τοῦ ᾅδου εἰς τάρταρον
τ 177
Τὸ αὖτε ἐπίῤῥημα χρόνου δηλωτικὸν, οἷον ἔστι καὶ τότε· τότε πορευθεὶς εἷς τῶν δώδεκα, σημαίνει τὸ μετὰ ταῦτα· καὶ τὸ αὖτε ἀντὶ τοῦ πάλιν
τ 178
Τούδουναι οἱ τοποτῆραι παρὰ τούρκοις
τ 179
Τουτ’ἔστι σύνδεσμος διασαφητικὸς, ἀντὶ τοῦ τὸ ὑπάρχει, ὁμοίως καὶ τὸ ἤγουν
τ 180
Τόφρα ἀπὸ τοῦ τὸν ἄρθρου, καὶ τοῦ φρῶ τοῦ σημαίνοντος τὸ λέγω, γίνεται τόφρα, τὸν ἀρτίως φραζόμενον· ἢ ἀπὸ τοῦ ὄφρα αἰτιολογικοῦ συνδέσμου, πλεονασμῷ τοῦ τ· ἀπὸ τοῦ φέρω φόρα, καὶ ἐν ὑπερβιβασμῷ ὄφρα· ὅθεν λέγεται καὶ ἐν τῇ συνθέσει τὤρᾳ ἀντὶ τοῦ τῇ ὥρᾳ
τ 181
Τούνεκα καὶ οὕνεκα διαφέρει· τὸ μὲν γὰρ τοὔνεκα ἐπὶ τούτου ἕνεκα, τὸ δὲ οὕνεκα· ὅτι ἁμαρτάνει οὖν καλλίμαχος εἰπὼν, τοὔνεκεν αἴγεος ἔκεν· ὅτι τε δέον εἰπεῖν οὕνεκα· καὶ ἀντὶ τοῦ κᾂν κεν εἶπε
τ 182
Τράγος παρὰ τὸ τρώγω, πολυφάγον γὰρ τὸ ζῶον· ἢ παρὰ τὸ τραχὺ δέρμα ἔχειν
τ 183
Τραγῳδία παρὰ τὸ τράγος καὶ τὸ ᾠδὴ, θηλυκὸν γὰρ τραγῳδία· ὁ δὲ τράγος ἀπὸ τοῦ τραχὺς, τὸ δὲ τραχὺς ἀπὸ τοῦ ῥήσσω ῥήξω, ῥηχὺς καὶ τραχὺς. καὶ εἰς τὸ κωμῳδία
τ 184
Τοῦρκος ὃ καὶ χάζαρος δέρων κοσμὸν, χαὸς ὄρος, λαὸς ἀντιστήκουσιν, ὄρος τοῖς ἀντιπίπτουσι, πολύλαλος, ἰσχυρόφωνος, πολύκτηνος, πολυμέταρσος, ἁμαρτόζωος, πολυμίαρος, δυνατομέγεθος, ἀπειλῇ ἀμεταβλήτῳ, ἀνθιστάμενος, ἐγγυόμενος, ἀφανίζων τὸν κοσμὸν τῷ ὁρισμένῳ χρόνῳ
τ 185
Τοὖργον τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων
τ 186
Τοὔμπαλιν τὸ ἐναντίον, ἀνάπαλιν, ἐκ τοῦ ἐναντίου
τ 187
Τοῦ καταλογ. τοῦ συλλογ., τῆς ἀπογραφῆς
τ 188
Τραπεζίτης διὰ τοῦ ἰῶτα γράφεται, τῷ λόγῳ τοῦ ἀσκαλωνίτης· τὸ δὲ τραπεζείτης κύων, ὁ ἐπιτραπέζιος διὰ τῆς ει διφθόγγου γράφεται· ἔστι δὲ παρὰ τὸ τραπεζεύς
τ 189
Τρακταΐσαι κακουργῆσαι, ἴσως παρὰ τὸ τρώκτης, τοῦτο παρὰ τὸ τρῶ, σημαίνει δὲ τὸ βλάπτω, οὗ παράγωγον τρώγω, ὁ μέλλων τρώξω, ὄνομα ῥηματικὸν τρώκτης· ἐπὶ βλάβῃ τινὰς ἐγκατασμίγων
τ 190
Τράπεζα διότι ὑπὸ τεσσάρων πεζῶν ἵσταται, πέζα γὰρ ὁ ποὺς, τὸ δὲ τρα διὰ τὸ τρώγειν· τράπεζα διὰ τὸ τέσσαρας πέζας ἔχειν, ἤγουν πόδας
τ 191
Τράπεζα κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς· ἔστι γὰρ τράπεζα ἡ τέσσαρας πέζας ἔχουσα, αἱ γὰρ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν
τ 192
Τράχηλος παρὰ τὴν τῶν ὀστρέων τραχύτητα, ὀστῶδες γὰρ τὸ μέρος· ἢ παρὰ τὸ διʼ αὐτοῦ τρέχειν τὴν τροφὴν, τρόχαλος καὶ τράχηλος. ἢ τράχηλος παρὰ τὸ εἶναι αὐτὸν ἐξ ὀστέων τραχηλέων, καὶ οὐ σκληρῶν
τ 193
Τραφερὰ ἡ πεπηγυῖα γῆ, ὡς πρὸς τὴν θάλασσαν· θρέψαι γὰρ τὸ πῆξαι, Ὅμηρος, ἥμισυ μὲν θρέψαι λεύκοιο γάλακτος
τ 194
Τραυματίας παρὰ τὸ τρῶ τρώσω, ἢ παρὰ τὸ θραύω θραύσω θραυματίας, καὶ τραυματίας. τὸ τι ἰῶτα
τ 195
Τραῦμα παρὰ τὸ τρῶ τὸ τιτρώσκω, τρῶμα καὶ τραῦμα· ἐτυμολογεῖται δὲ, διὰ τὸ ῥέειν διʼ αὐτοῦ τὸ αἷμα
τ 196
Τρανὸς μεγάλη, παρὰ τὸ στεῤῥός· μακρὸν τὸ α· τὰ εἰς νος ὀξύτονα δισύλλαβα τῷ α παραληγόμενα
τ 197
Τρανὸς παρὰ τὸ θορῶ τὸ πηδῶ, γίνεται θρανὸς, καὶ τροπῇ τοῦ θ εἰς τ, τρανός· ἢ παρὰ τὸ τλῶ τὸ καρτερῶ τλανὸς καὶ τρανὸς, τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον
τ 198
Τραπεζίτης ὁ καταλλάκτης, διὰ τὸ τὴν τροπὴν ζητεῖν ἀεὶ καὶ οὐ τὸ ὀρθόν· διφορεῖται δὲ κατὰ τὴν γραφήν· ἐπὶ μὲν γὰρ τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου, διὰ τοῦ ἰῶτα γράφεται ἀπὸ τοῦ τράπεζα· ἐπὶ δὲ τοῦ παρισταμένου ἐν τῇ τραπέζῃ, διὰ τῆς ει διφθόγγου, ἀπὸ τοῦ τραπεζεὺς, οἷον, τραπεζείτης κύων
τ 199
Τραυλὸς κωφοῦ διαφέρει, ὁ μὲν τραυλὸς καὶ κωφὸς πάντως, ὁ δὲ κωφὸς οὐ τραυλὸς ἐξ ἀναγκῆς γεγονώς
τ 200
Τράφεν ἐτράφησαν, ὁ β ἀόριστος τῶν πληθυντικῶν, τρίτου προσώπου τῶν παρὰ Δωριεῦσι, καὶ Ἰωνικῶς ὥσπερ τὸ κόσμηθεν
τ 201
Τραφήσεται κανὼν, τρέφω, ὁ μέλλων θρέψω, ὁ ἀόριστος ἔθρεψα, ὁ β ἀόριστος ἔτραφον, ὁ παθητικὸς ἐτράφην, ἐτράφης, ἐτράφη, καὶ ὁ μέλλων πρῶτος τραφήσομαι, τραφήση, τραφήσεται, ὁ β ἀόριστος ἔτραφον· καὶ ὤφειλεν εἶναι ἔτρεφον· ἀλλὰ κάμτου τυχ. τὸ ε σὺν ἀμεταβόλου, εἰς α αὐτὸ τρέπει ὁ β ἀόριστος
τ 202
Τραχὺς ἀπὸ μεταφορᾶς τῆς ῥάχεος, ὀστώδης ἐστί· καὶ εἰς τὸ τραγῳδία
τ 203
Τραχεία ἀπὸ τοῦ τραχύς
τ 204
Τρεῖν εἰς τὸ ζήτρειον
τ 205
Τρέω τρένειν, παρὰ τὸ τρῶ τὸ φοβοῦμαι, εἰς τὸ τρήρων καὶ τρικυμία· ἢ παρὰ τὸ τρῶ τὸ καταπονῶ
τ 206
Τρήρων ἐπὶ τῆς περιστερᾶς ἡ δειλὴ, ἡ θήλεια περιστερὰ, παρὰ τὸ τρέω τὸ φοβοῦμαι, τρέερος ὄνομα ῥηματικὸν καὶ τρήρων, κατὰ κράσιν τῶν δύο εε
τ 207
Τρητῶ τὸ τρυπῶ, καὶ τρητὸν τὸ τετρυπημένον, ἐκ τοῦ τρῶ τρήσω
τ 208
Τριάκοντα εἰς τὸ τρὶς καὶ δέκα, ὁμοίως καὶ τεσσαράκοντα, καὶ πεντήκοντα, καὶ ἑξῆς
τ 209
Τρίαμβος εἰς τὸ θριάμβος
τ 210
Τριὰς πόθεν; παρὰ τὸ ἀτελῆ αὐτὴν εἶναι
τ 211
Τρία μέτρα σεμιδ. ἕκαστον μέτρον γομὸν εἶχε, τὸ δὲ γομὸν δέκατόν ἐστι τοῦ μεγάλου μέτρου τῆς ἀρτάβης, τουτ’ἔστι ξέστων ες, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τὴν Σάῤῥαν ἑτοιμάζειν προσέταξεν, ἐξ ὧν μέτρων τριῶν, ἐγκρυφίον γενέσθαι ἄρτον, ἐνετείλατο
τ 212
Τριὰς τρίτος, παρὰ τὸ ἀτήρης εἶναι, τουτ’ἔστιν ἀκαταπόνητος. οὕτω λέγεται, διὰ τὸ μὴ αὐτὴν εἰς ἴσα διαιρεῖσθαι· εἰς ἓν γὰρ καὶ δύο διαιρεῖται. οὐ γὰρ εἰς ἓν διαιρεῖν ελ αὐτὴν δύνατον
τ 213
Τρία κανὰ χονδριτῶν· τὰ κανὰ κανισκελλ. καλεῖται· ἔνθεν εἰώθασι τότε ἐν τοῖς κανοῖς ἀποτίθεσθαι τοὺς χονδρίτας· χονδρίτης δέ ἐστιν εἶδος σίτου, εἰς δύο τεμνόμενος
τ 214
Τρίβος ἡ ὁδὸς, ἐκ τοῦ τρίβω
τ 215
Τριβώνιον τοῦ ῥάκους διαφέρει· ὅτι τριβώνιον μέν ἐστι τὸ ἀποβεβληκὸς τοῦ κροκιδ. τῆς βαφῆς ἱματ. παρὰ τὸ τετρίφθαι· ῥάκος δὲ τὸ διεῤῥογὸς, παρὰ τὸ διαιρεῖσθαι, ὡς Ὅμηρος, ἠῶθεν ῥάκεα δνοπαλίξεις
τ 216
Τρίβων τρίβωνος, ὁ κανὼν, τὰ εἰς ων ἰαμβικὰ, ἔχοντα ἐν τῇ παραληγούσῃ τὸ ἰῶτα, φυλάσσει τὸ ω καὶ ἐπὶ γενικῆς· κιτὼν κιτῶνος γυναικεῖον ἱμάτιον, χιτὼν χιτῶνος, τρίβων τρίβωνος· ἔστι δὲ διδασκαλικὴ στολή
τ 217
Τριβώνιον ἕκαστο πάλλιον, καὶ τετριμμένον πάλλιον, ἀπὸ γὰρ τῆς τριβῆς, καὶ τοῦ τετρίφθαι εἴρηται· τριβώνιον σημαίνει καὶ τὸ διδασκαλικὸν ἱμάτιον· καὶ εἰς τὸ χαλκοχίτων
τ 218
Τριγλώχινον τρεῖς ἀκίδας ἔχον, τριγώνιον
τ 219
Τριττοὶ θεουδεῖς, τρεῖς θεοειδεῖς
τ 220
Τριήραρχος ὁ τῶν πολεμικῶν πλοίων ἄρχων
τ 221
Τρίκλινος ὡς ἂν εἴπῃ τις τρίκλινον εἰς ὕψος, καὶ εἰς μῆκος, καὶ εἰς πλάτος
τ 222
Τρικυμία ἡ σφοδροτάτη, καὶ δεινοτάτη τῆς θαλάσσης ταραχή· γίνεται ἐκ τοῦ τρὶς, ὃ σημαίνει τὸ πολὺ καὶ τὸ κῦμα· τὸ τρι ἰῶτα, τὸ γὰρ τρι συντιθέμενον, μετὰ τινὸς ἑτέρας λέξεως, ἀποβάλλει τὸ ε, ἐν τῇ συνθέσει· οἷον, τρισόλβιος, τρισμέγιστος, τριήμερος
τ 223
Τριπλῇ ἐπίῤῥημα ἀριθμοῦ δηλωτικόν
τ 224
Τρισσὴ τὸ θηλυκὸν, τὸ δὲ ἀρσενικὸν, ὁ τρισσὸς, ἐξ οὗ καὶ τὸ τρισσῶ ῥῆμα, ὁ μέλλων τρισσώσω, καὶ ὁ ἀόριστος ἐτρίσσωσα
τ 225
Τριτογένεια ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ ποταμοῦ, ὅπου γεννηθεῖσα ἀπελούσατο· ἢ παρὰ τὸ τρεῖν, ἡ φόβον ποιοῦσα, ἡ φοβερὰ καὶ καταπληκτικωτάτη
τ 226
Τρίχες παρὰ τὸ τριχῶς αὐτὰς φύεσθαι· ἄλλη γὰρ ἡ θρὶξ τῆς γεννήσεως, καὶ ἄλλη τῆς ἥβης, καὶ ἄλλη τῆς πολιᾶς· ἢ παρὰ τὸ θερίζω, θερίσω, θέριξ καὶ ἐν συγκοπῇ θρὶξ, κλίνεται θρὶξ, θριχὸς καὶ τριχός
τ 227
Τριχθὰ ἐπίῤῥημα μεσότητος· παρήχθη δὲ ἐκ τοῦ τρίχα, ὃ σημαίνει τὸ τριχῶς λαμβανόμενον· ὁ κανὼν, τὰ εἰς χα λήγοντα ἐπιῤῥήματα, ἐπὶ μεσότητος λαμβανόμενα, βαρύνεσθαι θέλουσιν· εἰ δὲ εἴῃ ὑπὲρ δύο συλλαβὰς, παροξύνεσθαι θέλουσιν, οἷον, δίχα, τρίχα, διάνδιχα καὶ τέτραχα, καὶ πλεονασμῷ τοῦ θ, τετραχθὰ ὀξυτόνως· τὰ εἰς χα λήγοντα ἐπιῤῥήματα ἔχοντα τὸ θ, πρὸ τοῦ χ, ὀξύνεσθαι θέλουσι
τ 228
Τροῖα τὸ τροι διφθόγγῳ· τὰ διὰ τοῦ οια, δισύλλαβα μακροκατάληκτα, διὰ τῆς οι διφθόγγου γράφεται, καὶ βαρύνεται καὶ ὀξύνεται, οἷον, ποία, ὡς παρὰ τῷ ποιητῇ, ποίη δὲ παρείη· κοία σημαίνει τὴν σφαῖραν, χρῆσις παρὰ Ἀντιμάχῳ, κοίας ἐκ χειρῶν εἰς σκόπελον μεταριπτάζουσι· Τροῖαν πόλιν· ἐπὶ δὲ ὀξυτόνων, ποιὰ, ῥοιά· τὰ δὲ ὑπὲρ δύο συλλαβὰς ἅπαντα διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον, σικυΐα, κωδυΐα, ὀξυΐα, ἀφυΐα
τ 229
Τρωΐην κτητικόν· ἔστι Τρὼς, Τρωὸς, Τρωϊκὸς, καὶ ἀποβολῇ τοῦ κ, Τρώϊος, τοῦ τόνου ἀναδιδομένου, καὶ Ὀλυμπικὸς, Ὀλύμπιος, Τρώϊος Τρωΐα, Ἰωνικῶς, τρωΐη, καὶ συστολῇ ποιητικῇ τοῦ ω εἰς ο, διὰ τὸ μέτρον, καὶ ἐν συναιρέσει, Τροίη καὶ Τροία· καὶ ἄλλως. τρωΐην, κτητικὸν, ἔστι γὰρ Τροία, καὶ κατὰ διάλυσιν τροΐα, καὶ ἐκεῖθεν Τροΐην, καὶ κατὰ τροπὴν τοῦ ο εἰς ω, Τρωΐην, ἤγουν τὴν Τροίαν
τ 230
Τροπολόγιον διὰ τὸ τρέπειν τοὺς λόγους, οἷον, ὁ τοῦ φωτὸς χορηγὸς, ἥρμοζε γὰρ ὁ χορηγὸς τοῦ φωτός
τ 231
Τρόπος ἦθος, γένος, ὑπόθεσις, πρόφασις, ἔργον, λόγος, νίκη καὶ ὁμοίωσις· τρέπω τρέπος καὶ τρόπος
τ 232
Τρόπις τὸ κατώτατον μέρος τῆς νηὸς, περὶ ὃ σχίζεται τὸ κῦμα
τ 233
Τρόμος ἐκ τοῦ τρέμω τὸ δὲ τρέμω ἐκ τοῦ τρέω, ὃ σημαίνει τὸ φοβοῦμαι, καὶ δειλιῶ καὶ φεύγω
τ 234
Τροφὴ παρὰ τὸ τρέφω θρέψω· θρέψαι τὸ πῆξαι, ἡ πηγνύουσα τὰ σώματα, καὶ εὐσταθῆ ποιοῦσα
τ 235
Τροφαλὶς ἐπὶ τυροῦ, παρὰ τὸ τρέφω τὸ πήσσω, ἥμισυ μὲν θρέψαι λευκοῖο γάλακτος· καὶ ὡς λέπω λεπὶς, κρέκω κρεκὶς καὶ κερκὶς, κατὰ μετάθεσιν τοῦ ρ, ἔλπω ἐλπὶς, οὕτω τρέφω τρεφὶς καὶ πάλιν μεταθέσει τοῦ αλ, τρεφαλὶς, τροπῇ τοῦ ε εἰς ο τροφαλίς· ὡς παρὰ τὸ λέγω λόγος, φέρω φόρος, τρέφω τρόφος
τ 236
Τρυφὴ παρὰ τὸ θρύπτω, τὸ διακλῶ, θρυπτὴ καὶ τρυφὴ, ἡ διακλῶσα, καὶ ἀφανίζουσα ἡμῶν τὸ σῶμα. καὶ Ὅμηρος· τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός
τ 237
Τρυγίας ἔστι τρῶ καὶ ἐκ τούτου γίνεται τρύω, καὶ ἐκ τούτου τρύγω, οὗ ὁ μέλλων τρύξω, ὁ παρακείμενος τέτρυγα, καὶ ἐξ αὐτοῦ τρυγή· ἢ ἐκ τοῦ τρυγῶ τρυγᾶς, τρυγίας τρυγίου, καὶ τὸ θηλυκὸν τρυγία, ἡ ἐκ τοῦ τρύγους ὕλη· ἐκ δὲ τοῦ τρυγῶ τρυγητὸς, καὶ τὸ τρύγος τρύγη· τρυγὴ καὶ ἡ ἀμόργη
τ 238
Τρυγὼν διὰ τὸ γένος, ἢ τὴν γονὴν τηρεῖν
τ 239
Τροπὸς ὁ τροπωτὴρ τῆς κώπης, παρὰ τὸ τρέπειν ὄπου δεῖ τὴν κώπην, τρέπω τροπός, ὡς πέμπω πομπός
τ 240
Τρυφαλείη φαλοὺς ἐχούση τρεῖς· φαλοὶ δέ εἰσιν, οἱ κατὰ μέτωπον τῆς περικεφαλαίας χρύσεοι ἧλοι, ἢ ἀστέρισκοι
τ 241
Τρυβλίον τὴν μὲν πλάσιν ὀξυβάφιον, ἤγουν πάροψις. χωρεῖ δὲ ξέστου τὸ ἥμισυ
τ 242
Τρύζεται πολυλογεῖται, γογγύζεται, ἀπὸ τῆς τρυγόνος ἡ μεταφορά
τ 243
Τρυγὼν τηριγών τις οὖσα, ὅτι τηρεῖ τὸ οἰκεῖον γένος, μὴ διγαμοῦσα ποτέ· ἢ διὰ τὸ τρία ὠὰ γεννᾶν τὸν χρόνον. ἢ διὰ τὸ τηρεῖν τὴν γονήν
τ 244
Τρυφάλεια κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι οἱ δύο καὶ τρεῖς μὴ μετὰ δεκάτου ἀριθμοῦ συντιθέμενοι εἰς τὰ ἐπιῤῥήματα τοῦ δὶς καὶ τρὶς μεταλαμβάνονται· οἷον, διπρόσωπος, ὁ δύο πρόσωπα ἔχων, καὶ τρίπους ὁ τρεῖς πόδας ἔχων· οὕτως οὖν καὶ τρυφάλεια, ἡ τρεῖς φαλοὺς ἔχουσα λαμπρούς· τριφάλεια οὖν, καὶ κατὰ τροπὴν τοῦ ἰῶτα εἰς υ, τρυφάλεια· φαλὸν γὰρ τὸ λαμπρόν· καὶ εἰς τὸ ἀσύφαλον
τ 245
Τρύχινος παρὰ τὸ τρῶ, τὸ καταπονῶ, κατὰ παραγωγὴν τρύω, καὶ πλεονασμῷ τοῦ χ, ὄνομα τρύχος, καὶ ἐξ αὐτοῦ τρύχιος, καὶ τρύχινον ἱμάτιον· καὶ εἰς τὸ τρύχα
τ 246
Τρώγλη ἡ τρύπα, παρὰ τὸ τρώγω τρώξω, τρώγλη τὸ διαβεβρωμένον μέρος τοῦ τείχους καὶ τετρημένον
τ 247
Τρώξιμον διὰ τὸ τρώγεσθαι ἐξ ὀσμῆς, ἔστιν εἶδος λαχάνου ποταμ
τ 248
Τρὼς διάτι ὀξύνεται; τὰ εἰς ως λήγοντα μονοσύλλαβα ἀρσενικὰ ὀξύνεται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη, ἢ ἐκ μεταθέσεως· ἐκ συναλοιφῆς μὲν, ὡς σῶος σῶς, ἐκ μεταθέσεως δὲ ὅτι Δωριεῖς καὶ Ἴωνες τὸ οις ως λέγουσι· κλίνεται Τρώος, ὁ κανὼν, τὰ εἰς ως ὀξύτονα μονοσύλλαβα, εἰ μὲν ἔχουσι σύμφωνον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων, διὰ καθαροῦ τοῦ ος, κλίνεται, οἷον, θῶς θωὸς, τὸ θηρίον, δμὼς, δμωὸς, ὁ δοῦλος, εἰ δὲ μὴ, διὰ τοῦ τ. φῶς φωτὸς, ὁ ἀνὴρ, πλῶς πλωτὸς, ὁ ἰχθὺς, χρὼς χρωτὸς, ὃ σημαίνει τὸ σῶμα
τ 249
Τρὼς ὄνομα σημαίνει δύο, ὄνομα κύριον καὶ τὸ ἐθνικόν· καὶ τὸ μὲν κύριον· Τρωῒ δʼ αὖ τρεῖς παῖδες ἀμύμονες παρεξεγένοντο. τὸ δὲ ἐθνικὸν Τρῶες καὶ Λύκιοι. καὶ τὶ διαφέρει τὸ κύριον τοῦ προσηγορικοῦ; διαφέρει, ὅτι τὸ μὲν κύριον ὄνομα, οὐδέποτε παρὰ τῷ ποιητῇ ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται, ἀλλὰ μᾶλλον ἑνικῇ, οἷον, Τρωῒ παρʼ εὐρύοπα Ζεύς· πάλιν δὲ ἐκ τοῦ ἐναντίου, τὸ ἐθνικὸν πάντοτε ἐν πληθυντικῇ φωνῇ παραλαμβάνεται, καὶ οὐχ ἑνικῶς, οἷον, τρῶες ὑπέρθυμοι· καὶ εἰς τὸ αἴξ
τ 250
Τρωσὶ διάτι ὀξύνεται; πᾶσα δοτικὴ πληθυντικὴ εἰς ἰῶτα λήγουσα δισύλλαβος, ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, πλὴν τοῦ ἐν πᾶσι καὶ τοῦ ἐν σπέσσι γλαφυροῖσι, ὅπερ ἀπὸ σπέεσσι γίνεται κατʼ ἀποκοπήν· τὸ γὰρ τισὶ καὶ τίσι, πρὸς διάφορον σημασίαν ἔχει καὶ τὸν τόνον· πευστικὸν γὰρ ὂν καὶ βαρύνεται· ἐπὶ δὲ μετοχῆς ὀξύνεσθαι θέλουσι
τ 251
Τύραννος ἤτοι ἀπὸ Τυῤῥήνων, ὠμοὶ γὰρ οὗτοι· ἢ ἀπὸ Γύγου, ὅς ἐστιν ἀπὸ Τύῤῥας πόλεως Λυκιακῆς τυραννίσαντος ἐν αὐτῇ, πρῶτον· οὕτως εὗρον ἐν ὑπομνήματι Ἀρχίλου
τ 252
Τρῶ σημαίνει πέντε· τρῶ τὸ τρήσω, τρῶ τὸ βλάπτω, τρῶ τὸ φοβοῦμαι, τρῶ τὸ καταπονῶ, καὶ τρῶ τὸ κατακόπτω
τ 253
Τύμβος μνημεῖον, παρὰ τὸ τίθεσθαι, ἢ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα, ὅ ἐστι καίεσθαι
τ 254
Τύφος παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸν νέκυν
τ 255
Τύμπανον παρὰ τὸ τύπτω, τέτυμμαι, τύπτανον, καὶ κατὰ συγκοπὴν τοῦ τ, καὶ πλεονασμῷ τοῦ μ, τύμπανον· ὡς παρὰ τὸ τήκω τήκανον, καὶ τήγανον, τὸ τῆκον τοὺς ἰχθυάς· οὕτω καὶ τυμπανίστρα. σημαίνει δὲ δύο, τὸ δέρμα καὶ τὸ σῶμα τὸ ἀνθρώπινον· ὡς τὸ, οὗτοι ἐτυμπανίσθησαν
τ 256
Τύπος παρὰ τὸ τύπτω γέγονε τύπος ὥσπερ εἰς τὸ βουλλωτήριον τυπτόμενος ὁ μόλυβδος εἰκόνα ἀποτελεῖ, οὕτω καὶ ὁ τύπος, εἰκόνισμα ἀποτελεῖ
τ 257
Τουτ’ἔστιν ὑπάρχει, σύνδεσμος διασαφητικὸς, ὡς ὁ ἤγουν
τ 258
Τυραννὶς βασιλείας διαφέρει, καὶ τύραννος βασιλέως· βασιλεῖα μὲν γάρ ἐστι κατὰ νόμους ἄρχουσα ἐξουσία τίς· τυραννὶς δὲ ἡ ἄλογος ἐξουσία, αὐτωνομίᾳ χρω μένη· βασιλεύς ἐστιν ὁ κατὰ νόμους δικαίους ἄρχων· τύραννος δὲ, ὁ μήτε δικαίως ἄρχων, μήτε νομίμως, ἀλλὰ καὶ τοὺς νόμους ἐκπατῶν
τ 259
Τύραννος ἀπὸ τυράννου τινὸς, πρώτου κακῶς διακειμένου, ἀπὸ Τύρου τῆς πόλεως· σημαίνει δὲ δύο, τὸν βασιλέα καὶ τὸν ἄνθρωπον τύραννον
τ 260
Τύρος πόλις ὠνόμασται, ἀπὸ τοῦ Τυρὼ ὀνόματος γυναικὸς τοῦ Ἀγήνορος βασιλεύσαντος ἐν αὐτῇ
τ 261
Τύφρηστος πόλις ἐν τοῖς ἐσχάτοις, ὑπὸ Τυφρήστου βασιλέως
τ 262
Τυφλὸς σημαίνει τὸν ἐστερημένον τῶν ὀμμάτων· τυφλὸς δὲ κυρίως ὁ ἐκγεννητὴς, ἤγουν μετὰ τὸ γεννηθῆναι αὐτὸν τυφλωθείς· παρὰ τὸ ἀπολωλεκέναι τὸ φῶς· ἢ παρὰ τὸ τοὺς τύπους τῶν ἴλλων ἔχειν, τῶν ὀφθαλμῶν, ἢ παρὰ τὸ τοὺς τύπους τοῦ φῶτος ἔχειν
τ 263
Τυφλὸς πηρὸς, ἀνάπηρος διαφέρει· τυφλὸς ὁ ἐκγεννητής· πηρὸς δὲ ὁ μετὰ τὸ γεννηθῆναι αὐτὸν τυφλωθεὶς, ἀνάπηρος ὁ ἐν νοσήματι τυφλωθείς
τ 264
Τύφρηστος πόλις ἐν ταῖς ἐσχάτοις τῆς Μαιναλίας, ἀπὸ τοῦ Τυφρήστου βασιλέως τοῦ σπαιλίου· ἢ τυφρηστός τις οὖσα ἀπὸ τοῦ Ἡρακλέως τόφρας
τ 265
Τύφος ἡ περιφανεία, ἀλαζονεία καὶ κενοδοξία
τ 266
Τύχην τὸ χρεὼν εἰρῆσθαι, τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην· σημαίνει καὶ τιμήν· τύχην τῶν μέσων ὀνομάτων· μέσα δὲ ὅσα ἐπὶ καλοῦ καὶ κακοῦ· τύχη δὲ εἰς τάξεις. διαιρεῖται τρεῖς, ἐλευθέρων, ἀπελευθέρων καὶ δούλων, καὶ εἰς ἀξιώματα τρία, βασιλέων, ἀρχόντων καὶ στρατιωτῶν
τ 267
Τῷ τινὶ, ἀπὸ τοῦ τὶς ὀνόματος ἀορίστου γίνεται, ἡ γενικὴ τινὸς καὶ ἐκβολῇ τοῦ ν, τιὸς καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, ὡς ὁ Καππάδοξ, τοῦ Καππάδοκος, ὁ Καππαδόκης, τοῦ Καππαδόκου, οὕτω τὶς τινὸς, τιὸς, τιοῦ καὶ Ἀττικῶς τέως, ὡς ναὸς νεὼς, οὕτω τέως ἡ γενικὴ τέω καὶ κράσει τῷ, Ὅμηρος οὔτε σοι οὔτε τῷ ἄλλω, ἀντὶ τοῦ ἄλλῳ τινί· καὶ εἰς τὸ ἧττον καὶ τέο
τ 268
Τωθάζω σημαίνει τὸ ἐμπαίζω, καὶ ἀπατῶ ἐκ τοῦ θὼψ, ὃ σημαίνει τὸν σκώληκα γίνεται θωπάζω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ψιλοῦ, καὶ μεταθέσει τοῦ θ εἰς τ, γίνεται τωθάζω
τ 269
Τῶμοι ἄρθρον ὑποτακτικὸν, ἀντὶ τοῦ προτακτικοῦ· παροξύνεται, οἱ γὰρ Αἰολεῖς τὰ προστακτικὰ ἀντὶ ὑποτακτικῶν χρῶνται
τ 270
Τῶτοι οἱ ποιηταὶ ἀντὶ τοῦ τότε
τ 271
Τὼς δέος, ἀπεχθὲς, ἐπίῤῥημα μεσότητος· γίνεται δὲ ἀφαιρέσει ἐκ τοῦ οὕτω. Τέλος τοῦ Τ στοιχείου. ΑΡΧΗ ΤΟΥ Υ ΣΤΟΙΧΕΙΟΥ
υ 3
Υἷα ἔστιν ἡ εὐθεῖα υἵς υἵος, καὶ ἡ αἰτιατικὴ ὕϊα, καὶ κράσει υἷα, ἡ εὐθεῖα ὕις διάτι οὐ συναιρεῖται; διότι οὐδέποτε τῇ οι διφθόγγῳ, τῇ διὰ τοῦ υ ψιλοῦ γραφομένῃ, ἐπιφέρεται σύμφωνον· τούτου χάριν ἔστιν ἀσυναιρετός· ἡ γενικὴ ὕϊος, καὶ κατὰ κράσιν υἷος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ γίνεται υἱός· αἱ δὲ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν, πολλάκις ἀμεί βουσι τοὺς τόνους, οἷον, λάας λάαος λαός, ὕϊς ὕϊος υἱός
υ 4
Ὑάλη ὁ ὕαλος, παρὰ τὸ ὕειν ἐσχημάτισται, καθʼ ὁμοιότητα τῆς γινομένης συστάσεως, καὶ πήξεως τοῦ ὕδατος, ὑάλῳ ὁμοίας
υ 5
Ὑάδες οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες, παρὰ τὸ ὕω τὸ βρέχω, ὑετοῦ γὰρ παρασκευαστικαί εἰσι δύνουσαι
υ 6
Ὑάδες αἱ ὑάδες τὸ πρόσωπον τοῦ ταύρου ἔχουσιν, ὡς ἐπιπλατυνόμενον ἐπὶ τοῦ μετώπου, λεπτυνόμενον δὲ ἐξ ἀμφοτέρων τῶν μερῶν ἐπὶ τὰ κάτω, ὥσπερ τὸ γράμμα ἐστίν
υ 7
Ὑδρία κυρίως τὸ ὕδωρ, εὐθέτον ἀγγεῖον· ὑδρεία ἡ ὕδρευσις
υ 8
Ὑδρεία ἐπὶ ἱδρεύσεως διφθόγγου· ἐπὶ δὲ τοῦ ἀγγείου ἰῶτα
υ 9
Ὑετοῖο ἀπὸ τοῦ ὕω, τὸ βρέχω, ὑετὸς, ἡ γενικὴ ὑετοῦ καὶ κατὰ Αἰολεῖς ὑετοῖο
υ 10
Ὑὸς σημαίνει τὸν χοῖρον· γίνεται παρὰ τὸ ὕω τὸ βρέχω, φιλεῖ γὰρ τὸ ζῶον ἐν βορβόρῳ κυλίεσθαι· ὓς ὑὸς, ὁ κανὼν, τὰ εἰς υς μονοσύλλαβα μακροκατάληκτα διὰ τοῦ ος κλίνονται
υ 11
Υἷας ὄνομα, αἰτιατικῆς τῶν πληθυντικῶν, ἡ εὐθεῖα ὕϊς· καὶ τὸ συναιρούμενον; οὐ συναιρεῖται· διάτι; ἐπειδὴ κανών ἐστιν ὁ λέγων, οὐδέποτε τῇ υι διφθόγγῳ, τῇ μετὰ τοῦ υ, καὶ ἰῶτα προσγεγραμμένου, σύμφωνον ἐπάγεται, διὰ τοῦτο οὐ συναιρεῖται· ἡ γενικὴ ὕϊος, καὶ συναιρέσει υἷος· ἡ εὐθεῖα τῶν πληθυντικῶν υἷες Ἀχαίων, καὶ αἰτιατικὴ υἷας, υἷας συνελκύσει τε τῇ βαπτίσει· λοιπὸν ὡς κῆρυξ κήρυκος, καὶ κήρυκος κηρύκου, οὕτως ἀπὸ τῆς γενικῆς γίνεται υἱός· παρὰ τὸ φύω τὸ γεννῶ φυὸς καὶ υἱός
υ 12
Ὕβρις ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας αἰκία, παρὰ τὸ ὑφαίρα ὕφρις, ὡς χαίρω χάρις, καὶ τροπῇ τοῦ φ εἰς β, ὕβρις, οἷον, ὑπόβαρίς τις οὖσα
υ 13
Ὕβρισις ἡ ὕβρις, ὡς Φρύγες Φρύγες, καὶ Φερενίκη βερενίκη
υ 14
Ὑγίεια ἡ εὐεξία, τετρασυλλάβως, ὡς καὶ ἐν τῷ κωμῳδίᾳ, αὖται γὰρ ἐπιθυμοῦσι ὑγιείας φαγεῖν
υ 15
Ὑγιὴς ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἱονεὶ ὑγριὴς, καὶ ἀποβολῇ τοῦ ρ, ὑγιὴς ὅθεν καὶ δίερος ὁ ζῶν, καὶ ἀλίβας ὁ νεκρός· οὕτως Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς· ἢ παρὰ τὸ εὖ εἶναι· ἢ παρὰ τὸ εὐραίνεσθαι ἤγουν εὐφραίνεσθαι· ἰστέον ὅτι τὰ εἰς ης καθαρὰ ὀνόματα ὀξύτονα, τῷ ἰῶτα παραληγόμενα δύο εἰσὶν, ἃ καὶ εἰς ους ἔχει τὴν γενικὴν, τὸ χαρίης, ἐξ οὗ καὶ χαριέστερος, καὶ ὑγίης, ἐξ οὗ καὶ ὑγιέστερος συγκριτικῶς
υ 16
Ὑγρὸν οἱονεὶ ὑδρὸν, ἢ παρὰ τὸ ὕω τὸ βρέχω, ὑρὸν, καὶ ὑγρόν πλεονασμῷ τοῦ γ
υ 17
Ὑετὸς ἀπὸ τοῦ ὕω τὸ βρέχω, ἡ γενικὴ ὑετοῦ, κατὰ δὲ Αἰολεῖς ὑετοῖο
υ 18
Ὑγρὸν ἔλαιον διὰ τὸ μὴ πήγνυσθαι, ὅτι πολὺ ἔχει τὸ θερμόν· γίνεται ὑγρὸν, ὕδωρ τὶ ὂν, οἷον ἔνυδρον· ἢ παρὰ τὸ ὕω τὸ βρέχω, ὕσω, ὑρὸν, καὶ πλεονασμῷ τοῦ γ, ὑγρόν
υ 19
Ὑγρὸν ἔλαιον οὐ τὸ τῇ φύσει ὑγρὸν ἀλλὰ τὸ ὑγροποιὸν, ὡς τὸ χλωρὸν δέος· ἢ τὸ χαρακτηριστικὸν τῶν σωμάτων· ἢ τὸ ἐν ὑγρότητι διατηροῦν, καὶ μὴ συγχωροῦν κληράνεσθαι· ἢ ὅτι ἀποκρυσταλλοῦται τὸ ἔλαιον, πολὺ ἔχον ἐν ἑαυτῷ τὸ ὑγρόν
υ 20
Ὕδειν σημαίνει τὸ ὑμνεῖν· ἔστι παρὰ τὸ ὑμνῶ, ἀποβολῇ τοῦ ν, ὑμῶ, καὶ τροπῇ τοῦ μ εἰς δ, ὕδω, κατʼ ἀναβιβασμὸν τοῦ τόνου, καὶ ὕδεις, καὶ ὕδει, καὶ τὸ ἀπαρέμφατον ὕδειν· ὕδειν ἔοικε τὴν φερέζωον κόρην
υ 21
Ὕδος τὸ ὕδωρ, καὶ ἡ δοτικὴ τῷ ὕδει
υ 22
Ὑδωρ παρὰ τὸ ὕω τὸ βρέχω ὕωρ, καὶ πλεονασμῷ τοῦ δ, ὕδωρ, ὁ Ποσειδών
υ 23
Ὑελὸς ἐκ μεταφορᾶς τῆς ὕλης
υ 24
Ὕλη παρὰ τὴν ὕλην, ἡ δὲ ὕλη παρὰ τὸ ὕεσθαι, ὅ ἐστι βρέχεσθαι· λέγεται δὲ τὸ λεπτότατον δέρμα, ἡ διὰ τοῦ ὑγροῦ αὐξανομένη, καὶ εἰς τὸ ἄϋλος, καὶ ἰλύς
υ 25
Ὑλομανούντων μεμηνότων, παρὰ τὴν ὕλην· ἢ τῇ ὕλῃ χαιρόντων
υ 26
Ὑλακὴ κυρίως ἡ φωνὴ τῶν κυνῶν
υ 27
Ὑμέναιος γαμικὸς ὕμνος, παρὰ τὸ ὁμοῦ ναίειν· οἱ δὲ παρὰ τὸ ὕμνος, ὅθεν καὶ ὑμεναιῶ, δευτέρας συζυγίας, ὑμεναιώσουσι κάρας. καὶ τὸ λεπτότατον δέρμα, καὶ τὸ διαφανὲς, καὶ τὸ τοῖς γαμοῦσιν ἐπαδόμενον, ἤγουν ἐπαυλούμενον ἀπὸ ημι. παιδός· ἢ ἀπὸ τοῦ ὁμοῦ ναίειν
υ 28
Ὑδροποτεῖν ἐκ τοῦ ὕδωρ, ὕδωρ ποτεῖν, καὶ κατὰ συγκοπὴν ὑδροποτεῖν
υ 29
Ὑδρηλὸς ὁ ὑγρὸς, γίνεται παρὰ τὸ ὑδληρὸς, μεταθέσει τοῦ λ καὶ ρ
υ 30
Ὑμὴν ὑφήν τίς ἐστι, ἀπὸ τοῦ ὡς ὕφασμα εἶναι, λεπτὸν ὄντα· ἔστι δὲ τὸ δέρμα ἢ τζίμπα, ἡ τὸν μυελὸν τῆς κεφαλῆς συνέχουσα· οὔτως Ἡρακλείδης
υ 31
Ὑμήττιον μέλι, τὸ εὔχρηστον πρὸς ἰατρείαν· Ὑμηττὸς γάρ ἐστι τόπος τῆς Ἀττικῆς, περὶ τὰς Ἀθήνας, ἐν ᾧ λέγεται εὔχρηστον μέλι γενέσθαι
υ 32
Ὑμῖν ἀντωνυμία πρωτότυπος, δευτέρου προσώπου, πτώσεως δοτικῆς τῶν πληθυντικῶν· ἡνίκα ἐγκλίνονται ταῦτα τὰ περισπώμενα ἀναβιβάζουσι τοὺς τόνους, ὑμῖν καὶ ἡμῖν· τοῦτο δὲ ὑμῖν μακρὸν ἔχει τὸ υ φύσει
υ 33
Ὕννις ὁ σίδηρος· γέγονε δὲ ἀπὸ τοῦ ὀδύνη· ὁ δὲ Ἀππιὼν φησὶ, ἀπὸ τοῦ ὑὸς τοῦ χοίρου γέγονε τὸ ὕννις· πρῶτον γὰρ ὁ χοῖρος ἐπενόησε τῷ ῥύγχει διασχίζειν τὴν γῆν· ὕννις γὰρ τὸ λεγόμενον παρʼ ἡμῖν ὕννιν· ἔστι ῥῆμα δύω, πλεονασμῷ τοῦ ν, δύνω, τὸ σημαῖνον τὸ ὑπεισέρχομαι, ἐκ τούτου ὄνομα ῥηματικὸν δύνις ἀπὸ τοῦ εἰσέρχεσθαι εἰς τὴν γῆν· καὶ κατʼ ἔλλειψιν τοῦ δ, ὕννις
υ 34
Ὕμνος παρὰ τὸ ὑμένω τὸ ὑπομένω, ὑπόμονός τις ὢν, καὶ ἐν συγκοπῇ ὕμνος, καθὸ εἰς ὑπομονὴν καὶ πράξιν ἄγειν, τὰς τῶν ἐπαίνων ἀκοὰς, καὶ ἀρετάς· ἢ παρὰ τὸ ὑμέναιος, ὃ σημαίνει τὸν ἐπιθαλάμιον ὕμνον
υ 35
Ὕμνος ἐγκωμίου διαφέρει, καθὸ ὁ μὲν ὕμνος ἐπὶ θεοῦ λέγεται· τὸ δὲ ἐγκώμιον ἐπὶ ἀνθρώπου
υ 36
Ὑμεδαπῶν ὑμετέρων, τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους συγγενῶν, ἢ τῆς αὐτῆς χώρας
υ 37
Ὕμνος ἔστιν ὁ μετὰ προσκυνήσεως καὶ εὐχῆς κεκραμένης ἐπαινῷ λόγος εἰς θεόν· σημαίνει καὶ ἐπιθαλάμιον ᾆσμα. ἔστι δὲ συνώνυμον
υ 38
Ὑιὸς παρὰ τὸ ὕω τὸ βρέχω, ὁ τοῦ πατρὸς καὶ τῆς μητρὸς ὢν εὐφρασία
υ 39
Ὑιὸς ὄνομα ἁπλοῦν ῥηματικὸν· ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; τῶν ὡς πρός τι. καὶ πρός τινα ἔχει ὁ υἱός; πρὸς τὸν πατέρα· πόθεν γίνεται; παρὰ τὸ ὕω τὸ βρέχω, καὶ τὰ λοιπὰ. ἢ παρὰ τὸ ὕϊς ὕϊος υἱός· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν καὶ ὀξύνεται. αἱ γὰρ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν πολλάκις ἀμείβουσι τοὺς τόνους. πόσας εὐθεῖας ἀποδέχεται ἡ κλίσις; τρεῖς· υἱὸς, υἱοῦ, υἱεὺς υἱέως, ὑῒς ὑΐος
υ 40
Ὕλη ὁ δρυμώδης, καὶ ὁ σύνδενδρος τόπος, ἡ διʼ ὑγρὰς αὐξανομένη, ἡ ἐπισώρευσις τῶν ξύλων, ἢ βόρβορος, ἢ βαθρ. λέγεται ὕλη κυρίως, ἡ κράσις τῶν τεσσάρων στοιχείων, ἤγουν γῆ, ὕδωρ, ἀὴρ, πῦρ· ὑλικὰ δὲ τὰ ἐκ τούτων σύνθετα, λίθος, φυτὰ, ἔμψυχον σῶμα, ὕλη δὲ προσαγορεύεται, διὰ τὸ ὑποκεῖσθαι εἰς γένεσιν τῶν ἐξ αὐτοῦ
υ 41
Ὑπαγωγὴ ἀπάτη, ἀναχώρησις, δίωξις, ὑποχώρησις· γέγονε δὲ παρὰ τὸ ἄγω· συντάσσεται δὲ μετὰ αἰτιατικῆς
υ 42
Ὑπάγειν τοῦ πορεύεσθαι διαφέρει· πορεύεσθαι μέν ἐστι τὸ βαίνειν, ὑπάγειν δὲ τὸ ὑπὸ ζυγὸν ἄγειν βοῦν, ἢ ἵππον, ἢ ἄλλό τι· ὡς Ὅμηρος, οἱ δὲ βοηθοῦντες ταύτῃ τῇ λέξει φασὶν ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν εἰς ὑπογραμμὸν ἡγητὴν, ἀντὶ τοῦ προηγεῖσθαι, ὡς φησὶν Ἀριστοφάνης ὁ κωμικός· σὺ δʼ ὑπάγεις τὸν ὅρκον, ἀντὶ τοῦ ὑπάγης· κέχρηται αὐτῇ τῇ λέξει Εὔπολις, ἐμβατοὺς λέγων, σὺ δʼ ὑπάγεις εἰς τὸ ἔμπροσθεν
υ 43
Ὕπαιθρον ἐκ τοῦ αἴθω τὸ καίω· ἐξ οὗ καὶ ὁ ἄοικος ἄνθρωπος, ὁ μὴ ἔχων οἰκίαν
υ 44
Ὑπαντίζει ὑπαντᾷ, ἀντὶ τοῦ παρατάσσεται
υ 45
Ὑπαχθέντες ὑποβληθέντες, ὑποσυρέντες, ἀπατηθέντες
υ 46
Ὕπαρ παρὸ ἐγρηγορέναι, ἀληθὴς ὀπτασία, οὐκ ἐν ὀνείρῳ, ἀπὸ τοῦ ὦ ῥήματος ὃ σημαίνει τὸ ὑπάρχω, ἀφʼ οὗ ὄναρ, ὡς θένω θέναρ, ἔδω ἔδαρ καὶ εἴδαρ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπόοναρ καὶ κατʼ ἐναλλαγὴν ὕπαρ, οὐκ ὄναρ φαινόμενον
υ 47
Ὕπαρ ὀνείρατος διαφέρει καὶ ὀνείρου· ὕπαρ γάρ ἐστιν ὅραμα, καὶ ἐναργὴς ὄψις· ὄνειρος καὶ ὄναρ, ἡ ἐν τῷ καθεύδειν φαντασία
υ 48
Ὕπαρχος ὁ πολύαρχος· μετετέθη δὲ τὸ ὄνομα ἀπὸ τοῦ ἱππάρχου, καὶ ἔπαρχος λεγόμενος
υ 49
Ὑπείρεχος ἔστι ῥῆμα ἔχω, ὁ παρατατικὸς εἶχον ποιητικῶς, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπέρεχον, καὶ πλεονασμῷ τοῦ ι, ὑπείρεχον· ὤφειλε δὲ ἐν τῷ τέλει πλεονασμὸς εἶναι, ἵνʼ ᾖ, ὑπερίεχον, ἐπειδὴ αἱ προθέσεις ἐν τῷ τέλει πλεονάζουσι τὸ ἰῶτα, ὡς ἐν τῷ ἐν ἐνὶ πρὸς προσὶ, οὕτω καὶ ὑπερίεχον ὤφειλεν εἶναι· ἀλλʼ ἐπειδὴ παρέπεται ταῖς προθέσεσι τὸ μέχρι τῆς δισυλλαβίας αὔξεσθαι τούτου χάριν οὐ πλεονάζεται, ἵνα μὴ εὑρεθῇ τρισύλλαβος ἡ πρόθεσις. διάτι ἀναβιβάζει τὸν τόνον; πᾶς παρωχημένος χρόνος, τὸν προσγινόμενον αὐτῷ χρόνον ἀποβάλλων ἐν τῇ συνθέσει προπαροξύνεται, οἷον, εἶχον κάτεχον
υ 50
Ὑπεμνήμυκε ἔστι ῥῆμα ἠμύω, ὅ ἐστι τὸ ἐπικλίνω καὶ καταπίπτω, ὁ παρακείμενος ἤμυκα, ὁ Ἀττικὸς ὤφειλεν εἶναι ἠμήμυκα, ἀλλʼ ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος, ἀπὸ βραχείας ἄρχεται, τούτου χάριν συνεστάλη τὸ η εἰς ε, καὶ ἐγένετο ἐμήμυκα, καὶ πλεο νασμῷ τοῦ ν, διὰ χρεῖαν ποιητικὴν ὑπεμνήμυκα, καὶ τὸ τρίτον ὑπεμνήμυκε
υ 51
Ὑπεμφήνειε δηλώσειε, τὸ θέμα ἐμφαίνω, ὁ μέλλων ἐμφανῶ, ὁ ἀόριστος ἐνέφανα, καὶ κατὰ Ἀττικὴν τροπὴν τοῦ α εἰς η, ἐνέφηνα, καὶ τὸ εὐκτικὸν αὐτοῦ ἐμφήναιμι· καὶ οἱ Αἰολεῖς τὰ εὐκτικὰ τοῦ ἀορίστου διὰ τοῦ εια προσφέρουσι, τύψαιμι, τύψειας, τύψειε, ἐμφήνειας ἐμφήνειε, καὶ μετὰ τῆς ὑπὸ προθέσεως, ὑπεμφήνειε καὶ τὰ λοιπὰ δῆλα
υ 52
Ὕπατος σημαίνει ἡ λέξις τὸν ὑπερέχοντα· εἴρηται παρὰ τὴν ὑπὸ πρόθεσιν, δηλοῦσαν τὸ ὑπεράνω, ὑπότατος, ὡς ὑπότερος, ὁ κακότερος, συγκοπῇ ὕπατος ὁ ὑπέρτατος, καὶ ὑψηλός· σημαίνει δὲ καὶ τὸ κατώτατον, ὥσπερ ὁ Ἀπολλώνιος· αὐτὰρ ὁ τοῖσι μάλα μόγις ἐξ ὑπάτοιο στήθεος ἀποπνεύσαν, ἀντὶ τοῦ βαθυτάτου καὶ κατωτάτου
υ 53
Ὑπεράγονται ὑπερθαυμάζουσιν, ἢ φθονοῦσι· τὸ γὰρ ἀγῶ οὐ μόνον τὸ θαυμάζω δηλοῖ, ἀλλὰ καὶ τὸ φθονῶ, Ὅμηρος· ὡς δʼ αὖ νῦν μοι ἅγασθε θεοὶ βροτὸν ἄνδρα παρεῖναι ἀντὶ τοῦ φθονεῖν· ἄγω οὖν τὸ θαυμάζω, καὶ ἐκπλήττομαι, ἀπὸ τοῦ χαίρειν, ἢ ἀπὸ τοῦ ἄγη· ὅπερ ἔστιν ἀπὸ τοῦ ἄκη, ἐκ τῆς παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει
υ 54
Ὑπερασπιστὴς βοηθὸς, ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ σπίζω τὸ ἐκτείνω, καὶ μετὰ τοῦ στερημένου α, ἀσπίζω τὸ ἐκτείνω, ἐξ οὗ καὶ ἀσπὶς, τοῦτο παρὰ τὸ σπῶ, σπὶς καὶ ἀσπὶς ἡ κυκλοτέρα οὖσα
υ 55
Ὑπερβασία ἡ παραβασία, καὶ ἡ ἀδικία, καὶ τὸ ὑπὲρ τὸ δίκαιον πράττειν τί· γίνεται δὲ βίβημι βήσω, ὁ παρακείμενος βέβηκα, ὁ παθητικὸς βέβημαι, βέβασαι, βασία καὶ ὑπερβασία· τὸ σι ἰῶτα διάτι; τὰ διὰ τοῦ ια, θηλυκὰ μονογενῆ, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ἰῶτα γράφεται· οἷον, γερουσία, ἐκκλησία, πανδαισία· οὕτως οὖν καὶ ὑπερβασία
υ 56
Ὑπερήφανος ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ φῶ τὸ φαίνω, ὑπέρφανός τις ὢν καὶ ὑπερήφανος, ὁ ὑπεράνω πάντων φαινόμενος
υ 57
Ὑπερθετικὸν εἰς τὸ ἑκουσίως καὶ πρωτίστῳ
υ 58
Ὑπέρμορα παρὰ τὸ πρέπον, ὑπὲρ τὸ δέον, παρὰ τὸ εἱμαρμένον· ἐπίῤῥημα μεσότητος· φύσει ἔστιν ἢ θέσει; θέσει. τὰ εἰς α λήγοντα οὐδέτερα, εἰ μὲν μετὰ ὀνόματος συντίθενται, ὀνόματά εἰσιν, οἷον, καλὰ. γράμματα, καλὰ περιβόλαια· εἰ δὲ μετὰ ῥήματος συνταγῇ ἐπίῤῥημά ἐστιν, οἷον, καλὰ γράφει, ἀντὶ τοῦ καλῶς, καὶ καλὰ ἀναγινώσκει· οὕτως οὖν ὑπέρμορα ἐτύχθη, ἀντὶ τοῦ ὑπὲρ τὸ προσῆκον ἐτύχθη, κατεσκευάσθη
υ 59
Ὑπερίδης κύριον ὄνομα, παρὰ τὴν ὑπὲρ πρόθεσιν γίνεται ὕπερος, καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδης· διὰ τοῦ ἰῶτα ὥσπερ γὰρ παρὰ τὴν ἀνὰ πρόθεσιν γίνεται ἄνιος, οὕτω καὶ παρὰ τὴν ὑπὲρ γίνεται ὕπερος· καὶ ἐκεῖθεν λοιπὸν Ὑπερίδης
υ 60
Ὑπερίονος ἐπιθετικὸν τοῦ ἡλίου, ἀπὸ τοῦ περὶ ἡμᾶς ἰέναι· Ἡσίοδος, Ὑπερίονος· αὐτὸν γενεαλογεῖ
υ 61
Ὑπεροπλίῃσιν ὑπερηφανίαις, παρὰ τὸ ὅπλον ὑπερόπλιον, ὑπεροπλία, σημαίνει δὲ τὴν ὑπερηφανίαν· μεταφορικῶς δὲ ἔστιν ἡ λέξις ἀπὸ τῶν τὰ ὅπλα φερόντων
υ 62
Ὑπεροψία ὑπερηφανία καὶ ὑπερόπτης, παρὰ τὸ τὰ ὑπὲρ αὐτὸν θεωρεῖν· ἢ διὰ τὸ ὑπερορᾷν πάντων
υ 63
Ὑπερφίαλος μέγας, ὑπερήφανος· τὸ φι ἰῶτα, ὡς τὸ ἅγιος, ὄρκιος, ὑπερφίαλος ἀπὸ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ φίλος, ὑπερφίαλον γὰρ λέγεται, τὸ πολὺ καὶ ἄμετρον, ὡς τῆς φιάλης ἀμέτρου οὔσης, ἐξ οὗ καὶ ὑπερφίαλος λέγεται ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ· τὸ μέτρον τῆς φιάλης· φιάλη δὲ ἐτυμολογεῖται, παρὰ τὸ πίνειν ἀπʼ αὐτῆς ἅλις
υ 64
Ὑπερφυῶς μεγάλως, ἔστιν ἐπίῤῥημα μεσότητος, καὶ γίνεται ἐκ τοῦ ὑπερφυὴς, ὃ σημαίνει τὸ μέγα καὶ ἔνδοξον
υ 65
Ὑπερῷον οἴκημα, ἀνώγεων, ὑπερώϊόν τι ὄν· τὸ ὑπεράνω τοῦ κάτω ὂν, καὶ ὑπερῷον, διὸ καὶ τὸ ἰῶτα ἔχει προσγεγραμμένον· ἢ παρὰ τὸ ἄνω ὁρᾶσθαι
υ 66
Ὑπερώϊον τὸν οὐρανίσκον λέγουσι
υ 67
Ὑπερῷα καὶ ὑπερῷον διαφέρει· ὑπερῷα μέν ἐστιν οὐρανίσκος θηλυκῶς· ὑπερῷον δὲ οὐδετέρως τὸ ἀνώγεων
υ 68
Ὑπερηκόντισε ἐκ τῆς ὑπὲρ προθέσεως καὶ τοῦ ἠκόντισε, γίνεται ὑπερηκόντισα καὶ ὑπερηκόντισε· σημαίνει δὲ τὸ ὑπερέβη, ἐκ τοῦ ἀκοντίζω, ἐξ οὗ καὶ τὸ ἐξακόντισα
υ 69
Ὑπέσχετο ἐπηγγείλατο· τὸ θέμα ἔχω, ὁ μέλλων ἕξω, ὁ παρακείμενος εἶχα καὶ ὁ β ἀόριστος οὐκ ἔστιν, ἵνα μὴ συνεμπέσῃ τῷ παρατατικῷ παρέλαβεν ἀντὶ τοῦ ἰῶτα τὸ ς, καὶ ἐγένετο ἔσχον, ὁ μέσος ἐσχόμην, ἔσχετο καὶ ὑπέσχετο
υ 70
Ὑπερίων διὰ τοῦ ἰῶτα γράφεται, παρὰ τὸ ἰὼν μετοχὴν γέγονεν Ὑπερίων, ἄλλως τε δὲ, ἐπειδὴ τὸ ω εἰς ο τρέπεται ἐπὶ τῆς γενικῆς, Ὑπερίονος ἠελίοιο· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, ἐφυλάττετο τὸ ω, καὶ ἐπὶ γενικῆς
υ 71
Ὑπετόπαζεν ὑπενόει, καὶ ὑποτοπάζειν τὸ στοχάζεσθαι καὶ ἐνθυμεῖσθαι, ἀπὸ τοῦ ὑποτυποῦσθαι ἐν τῷ νοΐ· ἔστιν οὖν τύπος τυπάζω, καὶ τροπῇ τοῦ υ εἰς ο, ὑποτοπάζω· συντάσσεται μετὰ αἰτιατικῆς καὶ γενικῆς
υ 72
Ὑπηνίξατο ἐκ τοῦ αἰνίττω
υ 73
Ὑπετύφετο δὲ αὐτοὺς ἡ δυσμένεια, ἐφύσατο, αἰωρεῖτο· λαμβάνεται δὲ τὸ τύφεσθαι ἐπὶ τοῦ συντρίβεσθαι, καὶ τύφθεσθαι τὸν χωρὶς φλογὸς κάπνον ἂν εἶναι· παρὰ δὲ τῷ Πλάτωνι ἐν Φαιδρῷ καὶ ἐπὶ τοῦ τετυφλῶσθαι τὴν διάνοιαν· τυφεδὼν δὲ ἡ καῦσις
υ 74
Ὑπήνη αἱ ὑποκάτω τοῦ γενείου τρίχες, παρὰ τὸ ἴημι, ὁ μέλλων ἤσω ἤνη καὶ ὑπήνη, παρὰ τὴν ἕσιν τῶν τριχῶν· οὕτω Φιλόξενος· ἐξ οὗ καὶ ὑπήνιος
υ 75
Ὑπηρεσία ὄνομα πόλεως, διὰ τοῦ ἰῶτα γράφεται· τὰ γὰρ ἀπὸ ἀρσενικῶν, ἐχόντων τὸ τ, διὰ τοῦ ια γινόμενα θηλυκὰ, διὰ τοῦ ἰῶτα γράφεται
υ 76
Ὑπηρεσία ἡ δούλη, ὑπηρεσία δὲ ἡ κωπηλασία
υ 77
Ὑπηνήτης ἀκμαῖος, ἀρτιγενειών· ὑπήνη γὰρ λέγεται ἡ τοῦ ἄνω χείλους τρίχωσις, οἷον, ὑπάνη τις οὖσα, παρὰ τὸ ἄνω ὑπεῖναι
υ 78
Ὑπηρέτης ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ αἴρω τὸ ἐπαίρω, γίνεται ὑπαίρετης, καὶ τροπῇ ὑπηρέτης, ὁ πρὸς τὸ αἴρειν ἐπιτήδειος
υ 79
Ὑπηρέτης ἐκ τῆς ὑπὲρ προθέσεως, καὶ τοῦ αἰρέσσω τὸ κωπηλατῶ, κυρίως γὰρ ὑπηρέτης λέγεται ὁ ναύ της, οἱονεὶ ὑποερέτης, καὶ ἐκβολῇ τοῦ ο, ὑπερέτης, καὶ τροπῇ τοῦ ε εἰς η. ἐκ δὲ τούτου γίνεται ῥῆμα ὑπηρετῶ· ὁ πρὸς τὴν ἔριν ἐπιτήδειος
υ 80
Ὕπνος ἐπὶ θανάτου σκία, παρὰ τὸ ὑπονοστεῖν ἤγουν ὑποχωρεῖν, ἐν αὐτῷ γὰρ αἱ αἰσθήσεις ὑποχωροῦσιν ἤτοι ἠρεμοῦσι
υ 81
Ὕπνος ὁ ὑπόνοος, ἀφαιρεῖ τὸν νοῦν, ὅθεν ἄτερπνον φασὶ τὸν ἄϋπνον
υ 82
Ὑπογραφὴ ὡς ὑπὸ τὴν γραφὴν τελοῦσα
υ 83
Ὑπόβαθρα ὑπὸ βάσιν ὑποκείμενα
υ 84
Ὑπισχνούμενος καὶ ἐξ αὐτοῦ ἴσχω καὶ πλεονασμῷ τοῦ ν, ἴσχνω, ἡ μετοχὴ ἰσχνούμενος, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπισχνούμενος, καὶ σημαίνει τὸν ἐπαγγελλόμενον
υ 85
Ὑπόγυον πρόσφατον, ἐγγύτατον, νεωστὶ γεγονὸς, πρὸ ὀλίγου καὶ μετʼ ὀλίγον, παρὰ τὸ γυῖον ὃ σημαίνει τὸ μέλος· οἱονεὶ ἐγγὺς τῶν μελῶν
υ 86
Ὑπόδημα διὰ τὸ ὑποκάτω ὅλον δῆμα, ἢ δῦμα· ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, δῶ, δήσω, δέδηκα, δέδημαι, καὶ ἐξ αὐτοῦ δῆμα, καὶ ὑπόδημα μετὰ τῆς ὑπὸ προθέσεως
υ 87
Ὕποχρον ἐκ τοῦ ὦχρον, ὃ σημαίνει τὸ ἄχροον καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὕποχρον
υ 88
Ὑπόδρα ἰδὼν, δεινῶς περιβλεψάμενος, καὶ ἐπίῤῥημα μεσότητος ἀντὶ τοῦ χαλεπῶς, ἐκ τοῦ ὑδράσω, τοῦτο ἐκ τοῦ δρῶ, δράξω, ἀποβολῇ τοῦ ξω, δρὰ καὶ ὑπόδρα
υ 89
Ὑπόδρα ἐπίῤῥημα μεσότητος πόθεν γίνεται; ὁ μὲν Ἀπολλόδωρος δύο λέγει παραγωγὰς, ὁ δὲ Ἡρωδιανὸς μίαν ἀπὸ τῶν περισπωμένων οὕτως· ἀπὸ τοῦ ἠρεμῶ γίνεται, ἠρέμα καὶ σιγῶ σίγα, οὕτω καὶ ἐκ τοῦ ὁρῶ, καὶ τῆς ὑπὸ προθέσεως γίνεται ὑπόδρα, καὶ πλεονασμῷ ὑπόδρα, τὸ ὑφορᾷσθαι ἔστι· καὶ ἄλλως· ἔστι δρῶ, καὶ σημαίνει τὸ βλέπω, ἐξ οὗ καὶ τὸν δʼ ἄρʼ ὑπόδρα ἰδών. ἐκ τοῦ οὖν δρῶ γίνεται δρὰ καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὑπόδρα, τὸ δεινῶς ὑποβλέπειν. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἐκ τοῦ ὑποδρὰξ γέγονε· καὶ διάτι ὀξύνεται; ἐπειδὴ τὰ εἰς ξ, λήγοντα ἐπιῤῥήματα, χωρὶς εἰ μὴ παρὰ προθέσεως γίνονται, ἅπαντα ὀξύνονται· οἷον, εὐρὰξ, σημαίνει δὲ τὸ ἐκ πλαγίου, ἀπρὶξ, ἐναλλὰξ, κουρίξ· εἶπε δὲ, εἰ μὴ παρὰ προθέσεως γίνεται, διὰ τὸ πάρεξ· τὸ γὰρ πάρεξ ἔχει τι σημαινόμενον. ὅτε δὲ ὀξύνεται, οὐ φαμὲν ἐπίῤῥημα, ἀλλὰ δεύτερον πρόσωπον· σεσημείωται τὸ ἅπαξ· καὶ τοῦτο ὅπερ ὤφειλε δέξασθαι, ἐν τῇ ἁπλότητι, ἐδέξατο ἐν τῇ συνθέσει, ἅπαξ ἁπλῶς· τὸ δʼ ὑποδρὰξ ἀποβαλὸν τὸ σύμφωνον, ἀνεβίβασε τὸν τόνον
υ 90
Ὑποπόδιον παρὰ τὸ ποὺς ποδὸς, πόδιον καὶ ὑποπόδιον
υ 91
Ὑπωπιάζω τὸ ἐπιτηρῶ καὶ φυλάττω· ὑποπιέζω δὲ τὸ θλίβω, σφίγγω· τὶ διαφέρει τὸ ὑπωπιάζω τοῦ ὑποπιέζω; τὸ μὲν γὰρ ὑποπιέζω κοινόν ἐστι, τὸ δὲ ὑπωπιάζω δωρικόν· τὸ γὰρ ε εἰς α τρέπουσι, καὶ τὸ ο εἰς ω
υ 92
Ὑποστηρίζω παρὰ τὸ ἵστημι στήσω, στηρίζω καὶ ὑποστηρίζω
υ 93
Ὑποψία ὑφοράσεως διαφέρει· ὑποψία μέν ἐστι κακοῦ τινὸς ὑπόνοια, ὑφόρασις δὲ δόξα, καὶ ἐπὶ τῶν χειρόνων
υ 94
Ὑποπιεσμὸς ἐνταῦθα διὰ τοῦ ο γράφεται τὸ πο, ἀπὸ γὰρ τοῦ ὑποπιέζειν τινὰ ἑαυτὸν καὶ ταπεινοῦν καὶ ἐκθλίβειν εἴρηται ὑποπιεσμός· ἑτέρωθεν διὰ τοῦ ω γραπτέον, καὶ διὰ τοῦ α, ὑπωπιασμός· ἔστιν ἔλεγχος· ὑπωπιάζειν γάρ ἐστι τὸ αἰσχύνειν καὶ ἐλέγχειν τινὰ ἑαυτὸν, διὰ τῶν ἐν τῷ σώματι αὐτοῦ ὑπωπίων, ἤτοι μωλώπων· ὑπωπιάζει τυχὸν ὁ αἰκισθείς
υ 95
Ὑπόδρα παρὰ τὸ δρῶ τὸ ὑφορῶ· ἢ παρὰ τὸ δέρκω τὸ βλέπω, καὶ κατὰ συγκοπὴν δρῶ, δράσω, δράξω, δρὰξ καὶ ὑποδρὰξ, καὶ κατὰ συγκοπὴν τοῦ ξ, ὑπόδρα· ἐκ τούτου καὶ δραπέτης ὁ ὑποβλεπόμενος ἐν τῷ πέτεσθαι ἤγουν φεύγειν, ὅθεν καὶ ὑπόδρομοι εἴρηνται ἀντὶ τοῦ ὑφορώμενοι· καὶ ὡς ἐγένετο ἀπὸ τοῦ μιγδῶ μίγδα, καὶ ἀπὸ τοῦ ἠρεμῶ ἠρέμα, οὕτω καὶ ἀπὸ τοῦ δρῶ, δρὰ, καὶ ἐν συνθέσει ὑπόδρα· τὸ δὲ δρῶ σημαίνει τέσσαρα· δρῶ τὸ κρατῶ, ἐξ οὗ καὶ δάκτυλος, δρῶ τὸ ὑπηρετῶ, ἐξ οὗ καὶ δραπέτης, ὁ ἀποδρῶν τῆς δουλείας· δρῶ τὸ βλέπω, ἐξ οὗ καὶ ὑπόδρα ἰδών· καὶ δρήθω τὸ κοιμῶμαι κατʼ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐ βλέπουσι· δρῶ τὸ πράττω, ἐξ οὗ καὶ δράμα
υ 96
Ὑποταγήσεται ἐκ τοῦ ὑποτάσσω, ὁ β ἀόριστος ὑπέταγον, ὑπετάγην, ὑποταγήσομαι, ὑποταγήσεται
υ 97
Ὑποσκελίσαι ἐκ τοῦ ὑποσκελίζω, τοῦτο παρὰ τὸ σκέλος, τοῦτο παρὰ τὸ σκέλω τὸ ξηραίνω· ἢ σκέλη εἴρηται, παρὰ τὸ ξηρότερα ἤγουν σκληρότερα εἶναι τῶν λοιπῶν μερῶν
υ 98
Ὑποσμίχουσα διερεθίζουσα, ὑποκαίουσα, θλίβουσα, καταπονοῦσα· καὶ ὑποσμύχουσα, τὸ ἠρέμα ὑπολάμπειν, ἀπὸ τοῦ μυχοῦ τοῦ σκοτεινοῦ τόπου ἢ ἀφεγγοῦς· ἢ τὸ τυφλώττειν καὶ μεμυκέναι
υ 99
Ὑπόστασις ἔστι κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ ἀποστολικὴν, τὸ πρόσωπον, ἤγουν ὁ χαρακτήρ· καθὼς φησὶν ὁ ἀπόστολος, ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· πρόσωπον δὲ καὶ χαρακτῆρας λέγομεν ἐπὶ θεοῦ, ἀσώματα καὶ ἀπερίγραπτα, καὶ ἀσχημάτιστα
υ 100
Ὑπόστασις ἔστι πότε μὲν πᾶσα τοῦ τύχοντος ὕπαρξις, πότε δὲ τὸ ἰδικὸν, περὶ τὸ κοινὸν, ὡς πατὴρ, υἱὸς καὶ ἅγιον πνεῦμα
υ 101
Ὑπόσχεσις ἐπαγγελίας διαφέρει· ὑπισχνεῖται μὲν γάρ τις διδόναι τὶ μέλλον· ἐπαγγέλλεται δὲ ὁ διχὰ παρακλήσεως παρέχειν βουλόμενος· καὶ εἰς τὸ ὑπέσχετο
υ 102
Ὕπουλος ἄνθρωπος, ἀπὸ μεταφορᾶς τῆς τῶν πραγμάτων ἀπονεμομένης οὐλῆς, οἷον ὁ μὴ προφανῆς πονηρός· ὕπουλος γὰρ ὁ ἐγγὺς τὴν ὑγείαν θεῖναι μώλωψ
υ 103
Ὕπτιος ὁ ὑψηλὸς, καὶ ὕπτιος ὁ ἀνὰ σκέλα πεσών
υ 104
Ὑιὸς διὰ τὸ εἶναι ὅμοιος τῷ πατρί
υ 105
Ὗς καὶ σῦς ὁ χοῖρος, παρὰ τὸ ὕω τὸ βρέχω· φιλεῖ γὰρ τὸ ζῶον ἐν βορβόρῳ κυλίεσθαι· ὑὸς ὁ κανών· τὰ εἰς υς μονοσύλλαβα μακροκατάληκτα, διὰ καθαροῦ τοῦ ος κλίνεται
υ 106
Ὑσμίνη ὑπομίνη τις οὖσα, καὶ συγκοπῇ τῆς πο συλλαβῆς, καὶ πλεονασμῷ τοῦ ς, ὑσμίνη, ἢ πλεονασμῷ τοῦ δ, δυσμίνη, ὡς διωκή· καὶ ἡ μὲν ἐτυμολογία ἀπαιτεῖ διὰ τῆς ει διφθόγγου γράφεσθαι· γάρ τις ἔστι παρὰ τὸ δυσμενὴς, ἐκβολῇ τοῦ δ, ὑσμίνη· ἢ παρὰ τὸ ὑπομένειν· γράφεται δὲ διὰ τοῦ ἰῶτα, τῷ λόγῳ τῶν διὰ τοῦ ινη, τῷ εἰρημένῳ ἐν τῇ ἀδρηστίνῃ
υ 107
Ὕσσωπον παρὰ τὸ ὕω τὸ βρέχω, ὁ μέλλων ὕσω καὶ τὸ ὢψ ὠπὸς, ὃ σημαίνει τὸ πρόσωπον καὶ τὸν ὀφθαλμόν· ἔστι δὲ βοτάνη καθαρτικὴ ῥύπου, παρομοία σαμψύχῳ. σημαίνει δὲ δύο, τὸ ὕσσωπον τὴν βοτάνην, καὶ τὸν σπόγγον
υ 108
Ὕσπλιγξ τὸ κάγκελλον καὶ ἡ μάστιγξ
υ 109
Ὕστατα ἐπίῤῥημα μεσότητος· διάτι καλοῦνται μεσότητος; ἐπειδὴ ἀπὸ μέσων ὀνομάτων παράγονται, ἀπὸ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου· ἐὰν μὴ γάρ εἰσι τριγενῆ, μεσότητος ἐπιῤῥήματα οὐ ποιοῦσι· καὶ πῶς ἐστιν ἐπίῤῥημα; κανὼν γάρ ἐστιν ὁ λέγων, ὅσα ἐν ὁμωφωνίᾳ καθέστηκε πληθυντικὰ ὀνόματα βαρύτονα, ταῦτα καὶ εἰς ἐπιῤῥηματικὴν μετάγονται σύνταξιν· ὥσπερ ἐστι τὸ, ἥδιστα οὖν μᾶλλον καυχήσομαι, ἥκιστα ἀντὶ τοῦ οὐδαμῶς, τοῦτο ἀπὸ τοῦ οὐδετέρου· ἔστιν ἡ εὐθεῖα τῶν πληθυντικῶν, ὕστατα, καὶ μετάγεται εἰς ἐπίῤῥημα
υ 110
Ὑστέρα ἐπὶ τῆς μήτας, ἤτοι ἀπὸ τῆς θέσεως, ἢ ἀπὸ τοῦ μὴ εὐθὺς, ἀλλʼ ὕστερον ἀποδιδόναι τὰς ἰδίας ἐνεργείας
υ 111
Ὑστερῶ ἐκ τοῦ ὕστερος, ὑστερίζω τὸ βραδύνω, ὑστερῶ δὲ τὸ παντελῶς στερίσκω
υ 112
Ὕστατος ὁ ἔσχατος, ὁ τελευταῖος, ἐκ τῆς ὑπὸ προθέσεως ὑπότερος καὶ συγκοπῇ ὕτερος καὶ πλεονασμῷ τοῦ ς, ὕστερος· πλεονασμός ἐστιν ἢ ἴδιος τύπος; ἴδιος τύπος ἐστί· κανὼν γάρ ἐστιν ὁ λέγων· ὅτι τὸ ο συγκοπτόμενον πέφυκε γίνεσθαι τὸ ς, οἷον, ἔστιν οὕτως· ἔστι γὰρ θεόφατος ὄνομα, καὶ συγκοπῇ τοῦ ο, καὶ πλεονασμῷ τοῦ ς, θέσφατος· οὕτως οὖν καὶ θεόκελος. καὶ θέσκελος, καὶ οὐδέτερον θέσκελον, καὶ θέσκελα· οὕτως οὖν καὶ ὑπότερος, ὕστερος καὶ ὕστατος τὸ ὑπερθετικόν
υ 113
Ὕστερος ὥσπερ παρὰ τὴν πρὸ πρόθεσιν γίνεται πρότερος, καὶ παρὰ τὴν ὑπὲρ ὑπέρτερος· οὕτω καὶ παρὰ τὴν ὑπὸ πρόθεσιν ὑπότερος καὶ συγκοπῇ τῆς πο, συλλαβῆς γίνεται ὕτερος, καὶ πλεονασμῷ τοῦ ς, ὕστερος
υ 114
Ὑστριχὲς ὁ ὑσθρὶξ, ἤγουν ἡ τοῦ χοίρου θρὶξ, ἐκ τοῦ ὗς καὶ τοῦ θρὶξ, καὶ κλίνεται ὑστριχίδος
υ 115
Ὑσίπη ὁ ῥύπος τοῦ ἐρίου τῶν προβάτων
υ 116
Ὑφαίνει ἐκ τοῦ ὑφαίνω, τοῦτο ἐκ τοῦ ὕφος, τοῦτο παρὰ τὴν ὑπὸ πρόθεσιν καὶ τὸ ὃς, ὅθεν ὑφὴ ὁ ἱστός· ποίου εἴδους τὸ ὑφαίνειν; μεταφορικοῦ, ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα
υ 117
Ὑφάντης παροξυτόνως, τὰ εἰς της ὀνόματα ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, παροξύνεται. Λαέρτης, ὑφάντης· γίνεται ἀπὸ τοῦ ὑφαίνω
υ 118
Ὑφείμενος ἵημι, ἥσω, ἧκα, ὁ παθητικὸς ἕμαι, ἡ μετοχὴ ἕμενος καὶ εἵμενος πλεονασμῷ τοῦ ἰῶτα, μετὰ τῆς ὑπὸ προθέσεως, ὑφείμενος ὁ ταπεινὸς καὶ ὑποχείριος
υ 119
Ὑφέντες ἀορίστου β, τῆς μετοχῆς τῶν εἰς μι· ἐκ τοῦ ἵημι γέγονε ὁ β ἀόριστος ἧν, ἡ μετοχὴ εἳς ἕντος, καὶ τὸ πληθυντικὸν ἕντες
υ 120
Ὑφεῖσαν ἐκ τοῦ ἐῶ, τὸ συγχωρῶ, ὁ μέλλων ἐάσω, τοῦ ἀορίστου τὸ τρίτον τῶν πληθυντικῶν εἴασαν, καὶ ἐν συγκοπῇ καὶ συνθέσει ὑφεῖσαν
υ 121
Ὑφώμενος ὑποβλεπόμενος, εὐλαβούμενος, ὑπονοῶν, φοβούμενος
υ 122
Ὑψήγορος ἐκ τοῦ ὕψος καὶ τοῦ ἀγορῶ γίνεται ὑψάγορος, καὶ τροπῇ τοῦ α εἰς η, ὑψήγορος, ὁ τὰ ὑψηλὰ καὶ μεγάλα δημογορῶν
υ 123
Ὑψηλὸς ὑψηρός τις ὢν, ὁ ἐν ὕψει ᾐρμένος, μετάθεσιν γὰρ πέπονθε τὸ λ εἰς ρ
υ 124
Ὑψηλὸς παρὰ τὸ ὕψος· ἢ παρὰ τὸ ὑψώσω
υ 125
Ὑψηλὸν παρὰ τὸ εἶναι ἄορον· ἐὰν γὰρ ἔχῃ αὐτὸ τὸ σημαινόμενον σῶμα, ὡς τὸν οὔρανον ὁ ἥλιος τῇ ἡμέρᾳ, καὶ οἱ ἀστέρες τῇ νυκτί· τὸ γὰρ ὕψη σημαίνει τὸ ἄπειρον, τὸ δὲ λον λίαν ὅ ἐστι πολύ· πόσα σημαίνει τὸ ὑψηλόν; ὑψηλὸν τὸ μέγα καὶ ὑπέροχον ὑψηλὸν δὲ τὸ λεπτὸν, τὸ αὐτὸ καὶ ὑπὸ τοῦ ἱματίου· καὶ ἄλλως ὕψος ὑψηρὸς, καὶ τροπῇ ὑψηλός· πένθος πενθηρὸς ἐχρῆν καὶ οὕτως εὑρίσκεται ἐπὶ ἱματίου
υ 126
Ὑψιβρεμέτης ὁ ἐν τῷ ὕψει βροντῶν
υ 127
Ὑψιπέτης ὁ εἰς ὕψος πετώμενος, τῷ δὲ τονῷ ἀναγνωστέον, ὡς τὸ νεφεληγερέτης
υ 128
Ὑψίζυγος ὁ ἐπὶ ὑψηλοτάτου θρόνου καθεζόμενος, καὶ τὴν τῶν ἄνω καθέδραν ἔχων· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναῦσι ζυγῶν ἐφʼ ὧν καθέζονται οἱ ἐρέσσοντες· ἢ ὁ ἐν ὕψει ζυγοστατῶν, καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον
υ 129
Ὑψιστάριος αἵρεσις αὕτη· ἄνθρωποι γάρ τινες αἱρετικοὶ, οὔτε πατερὰ, οὔτε υἱὸν ὁμολογοῦντες, εἰ μὴ μόνον ὕψιστον
υ 130
Ὕψιστος ὁ ἐν τῷ ὕψει ἑστώς· γίνεται ἐκ του ὕψος, τὸ συγκριτικὸν ὁ πρῶτος τύπος ὑψότερος, ὁ δεύτερος ὑψείων καὶ ἐξ αὐτοῦ ὑπερθετικὸν ὕψιστος. τὰ εἰς ων συγκριτικὰ μεταβάντα εἰς ὑπερθετικὰ, εἰ μὲν εἴῃ δι σύλλαβα, παρατηρεῖ τὴν παραλήγουσαν, οἷον, πλείων πλεῖστος, ῥᾴων ῥᾷστος· εἰ δὲ ὑπὲρ δύο συλλαβὰς, τρέπει αὐτὴν ἐν τῷ ὑπερθετικῷ, ἀρείων ἄριστος, οὕτω καὶ ὑψείων ὕψιστος
υ 131
Ὑψοῦ ἐν ὕψει, ποιητικῶς
υ 132
Ὑιωνὸς ὁ τοῦ υἱοῦ υἱός, ὥσπερ καὶ δεσπόσυνος, ὁ τοῦ δεσπότου υἱός
υ 133
Ὕω εἰς τὸ ὑλὶς, καὶ ὗς, καὶ ὕσσωπον. Τέλος τοῦ Υ στοιχείου. ΑΡΧΗ ΤΟΥ Φ ΣΤΟΙΧΕΙΟΥ
φ 4
Φάανθεν ἐφάνησαν, ἀορίστου πρώτου παθητικοῦ, ἀπὸ τοῦ φαίνω, ἀόριστος πρῶτος παθητικὸς ἐφάνθην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐφάνθησαν, καὶ ποιητικῶς, αἰολικῶς. ἢ καὶ Δωρικῶς φάανθεν, πλεονασμῷ τοῦ α· ἔθος γὰρ ἔχουσιν οἱ Αἰολεῖς καὶ Δωριεῖς τὰ ἔχοντα ῥήματα τὴν μετοχὴν εἰς ς, μετʼ ὀξείας τάσεως, σχηματίζειν τὰ τρίτα τῶν πληθυντικῶν, ὡς καὶ ἐκόσμηθεν
φ 5
Φάβα Φαβώνιος παρὰ Ῥωμαίοις ὁ Ζέφυρος καλεῖται, οὗ καταρχομένου πνεῖν, πέφυκεν ὁ τοιοῦτος καρπὸς βλαστάνειν
φ 6
Φαγεῖν τὸ θέμα φάγω καὶ τὸ ἀπαρέμφατον φαγεῖν
φ 7
Φάγομαι ἐκ τοῦ φάγω, ὁ β ἀόριστος ἔφαγον, καὶ ὁ μέλλων δεύτερος φαγῶ καὶ ὁ μέσος μέλλων δεύτερος ὤφειλεν εἶναι φαγοῦμαι, ὡς ποιοῦμαι, ἀλλὰ σεσημείωται τὸ φάγομαι, πίομαι, ἔδομαι· τὸ δεύτερον, φάγῃ, πίῃ, ἔδη
φ 8
Φαεσίμβρωτος φθείρουσα τοὺς ἀνθρώπους
φ 9
Φάεα φάη, ὀφθαλμοὶ, ὅτι ἐξ αὐτῶν τὸ φῶς προχεῖται· ἢ ὅτι φωτός εἰσι κριτικοί
φ 10
Φάρυγξ παρὰ τὸ φέρω, διʼ ἧς φέρεται τὸ πνεῦμα, καί ἐστιν παρώνυμον φέρω, φόρος καὶ φάρος· καὶ παρώνυμον φάρυγξ λέγεται τὸ ἀπόσπασμα τῆς γῆς· εἴρηται ἀπὸ τοῦ σπαράσσω, σπάραγξ καὶ τροπῇ φάραγξ
φ 11
Φαμίλιος ἡ γανὴ καὶ φαμιλία· ἄλλοι δὲ τὴν δούλην
φ 12
Φαινόλην παρὰ τὸ φαίνεσθαι ὅλον, ἀπὸ τοῦ φαίνω ῥήματος, ὤσπερ ἀπὸ τοῦ φῶ καὶ παρʼ Ὁμήρῳ παιφάσσουσα
φ 13
Φαιδρωπὸν τὸ τερπνὸν, φαιδρόν τε καὶ χάριεν πρόσωπον
φ 14
Φαιδρὸς παρὰ τὸ φαίνω φαινηρὸς καὶ κατὰ συγκοπὴν τοῦ ἦτα καὶ τροπῇ τοῦ ν εἰς δ φαιδρὸς· ἢ παρὰ τὸ φαός
φ 15
Φαινώλην φαινόλην ὡς καὶ τὸν φαινώλην φαινόλην ἀποδύσασθαι, τουτ’ἔστι τὸ ἱμάτιον· παρὰ τὸ φαίνεσθαι ὅλον· ἢ ἀπὸ τοῦ φαίνω ῥήματος, ὅπερ ἔστιν ἀπὸ τοῦ φῶ, ἐξ οὗ καὶ παρʼ Ὁμήρω, παιφάσσουσα
φ 16
Φαεινὸς διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν εἰς νοο ὀξυτόνων παρωνύμων, τῷ εἰρημένῳ ἐν τῷ αἰπεινός· καὶ ἄλλως· ἐπειδὴ οἱ Αἰολεῖς φάενος λέγουσιν ἀποβάλλοντες τὸ ἰῶτα καὶ διπλασιάζοντες τὸ σύμφωνον
φ 17
Φάρυγξ παρὰ τὸ ἐσθίειν καὶ ἀπολαύειν, ὥσπερ καὶ λάρυγξ διὰ τὸ λαλεῖν
φ 18
Φαινόλης ὁ ἄγαν ἀπατηλός
φ 19
Φαιὸν χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ, ἤγουν μύϊνον
φ 20
Φαλὸς ἐκ τοῦ φῶ τὸ φαίνω, ὁ μέλλων φώσω· φαλὸν τὸ λαμπρὸν, ἐξ οὗ καὶ παμφαλτρ. ὁ τὴν κάραν φαλαρὰν ἔχων· Θυτοῦ τὴν λαμπράνιν
φ 21
Φαεινῶ λαμπρῶ, μέλλοντα οὐκ ἔχει ἀλλʼ ἄχρι τοῦ παρακειμένου κλίνεται
φ 22
Φακὴ φωκή τις οὖσα, ἡ τὰ φῶτα βλάπτουσα, τουτ’ἔστι τοὺς ὀφθαλμούς· ἢ παρὰ τὸ αἰκίζειν τὰ φάη, ὡς καὶ ὁ ἰατρικὸς λόγος μαρτυρεῖ, φακακή τις οὖσα, ἡ τὰ φάη κακοῦσα
φ 23
Φακίη παρὰ Ἰταλοῖς ἡ ὄψις λέγεται· ἐκεῖθεν φακιόλιον, τὸ ἐν τῇ ὄψει
φ 24
Φάλαγγες οἱ πάλαγγες, παρὰ τὸ πέλας καὶ ἐγγὺς ἀλλήλων εἶναι
φ 25
Φαλὸς ἀσπιδίσκιόν τι λαμπρὸν, ὁ δηλοῖ τὸ φάλειον, ὅ ἐστι λευκὸν παρὰ τὸ φάος, ἐξ οὗ καὶ φαλακρὸς, ὁ ἔχων φάλειαν κάραν
φ 26
Φάλαγγες αἱ μὲν τῶν νηῶν, παρὰ τὸ σπᾷν εἰς τὴν ἅλα, αἱ δὲ τάξεις παρὰ τὸ πελάσαι ἄγχι
φ 27
Φάλιος φαλακρὸς, ὁ τὸ ἄκρον ἔχων φαλὸν, ὅ ἐστι λαμπρὸν, παρὰ τὸ φώς· καὶ εἰς τὸ βάλιος
φ 28
Φαρκίδιον τὸ τέταρτον· φαλκίδιος ὁ κόπτων ἀπὸ μεταφορᾶς τοῦ δρεπάνου
φ 29
Φάλλος ὁ φορῶν τὸν φάλλον, ἤγουν τὸ δερμάτιον, μήριον καὶ ἐρυθρόν· καὶ φαλὸς ὁ λευκός
φ 30
Φαλλὸν αἰδοῖον ἀνδρικὸν ἐκ ξύλου, ὅπερ ἐν τῇ τοῦ διονύσου ἑορτῇ φοροῦντες ἐχόρευον
φ 31
Φαντασία φαοστασία, τῶν ἀφανῶν στάσις
φ 33
Φάρος κατʼ Ἀθηναίους ἱμάτιον, οἱονεὶ φέρος, τὸ φερό μενον ἱμάτιον, παρὰ τὸ φορεῖσθαι
φ 34
Φάρος παρὰ τὸ φῶς ἐστι θεωρούμενον
φ 35
Φάρος περιβόλαιον, ἅρμενον· εἴρηται δὲ παρὰ τὸ φέρεσθαι, ἢ τὸ ὑφῇ ἀρηρέναι
φ 36
Φάλαγξ τάξις στρατιωτικὴ, ἐπειδὴ τὸ παλαιὸν ξύλοις ἐμάχοντο· φάλαγγας μὲν γὰρ τὰ ξῦλα ἐκάλουν οἱ ἀρχαῖοι. ἔτι γοῦν καὶ ἡμεῖς τὰ τῶν ξύλων οἰκοδομήματα φάλαγγας καλοῦμεν· φάλαγξ δὲ καὶ οὐλαμὸς διαφέρει· φάλαγξ μὲν γάρ ἐστι τάξις συνεστηκυῖα ἐξ ἑκατὸν εἴκοσιν ἀνδρῶν· ὁ δὲ οὐλαμός, ἐξ ἀνδρῶν τετρακισχιλίων καὶ ἕξ
φ 37
Φάραγξ παρὰ τὸ χαράσσω, χαράξω χάραξ, καὶ τροπῇ τοῦ χ εἰς φ, καὶ πλεονασμῷ τοῦ γ φάραγξ. σημαίνει δὲ τὴν ἐξ ὑδάτων τοῖς ὄρεσιν, ἢ τῇ γῇ γινομένην κοιλότητα
φ 38
Φάρμακα ἰάματα· φάρμακα γὰρ κυρίως ἐκεῖνα λέγονται, τὰ οἱονεὶ ἐπιφέροντα τὸ ἄκος, ἤγουν ἴασιν, ἢ τὰ φέροντα ἄκεσιν· εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν· καὶ γὰρ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὴν ἐν βάθει στόμωσιν
φ 39
Φαρμακεῖα ἐκ τοῦ φαρμακεύω· τοῦτο ἐκ τοῦ φάρμακος, τοῦτο ἐκ τοῦ φέρειν ἄκος, τουτ’ἔστιν ἴαμα
φ 40
Φαρμακεῖα γοητείας διαφέρει, ὅτι τὸ μὲν δηλητήριον λαμβάνεται ἐπὶ θανασίμου· τὸ δὲ φάρμακον ἐπὶ ζωῆς
φ 41
Φάρος εἰ μέν ἐστιν ἀρσενικὸν σημαίνει τὸν τόπον· εἰ δὲ θηλυκὸν, σημαίνει τὴν πόλιν· εἰ δὲ οὐδέτερον σημαίνει τὸ ἱμάτιον· ἔστι δὲ ὁμώνυμον· καὶ εἰς τὸ ὦκα
φ 42
Φάραγξι παρὰ τὸ φάραγξ, τοῦτο παρὰ τὸ ῥήσσω, τὸ ῥηγνύω, ὁ β ἀόριστος ἔῤῥαγον· καὶ ἐξ αὐτοῦ φάραγξ· ἐτυμολογεῖται δὲ παρὰ τὸ φαίνεσθαι ἐν αὐτῇ ῥῆμα
φ 43
Φάρμακος παρὰ τὸ φάρμακον· τοῦτο παρὰ τὸ φέρειν ἄκος
φ 44
Φάξας ἀπατήσας, γοητεύσας, ἰατρεύσας
φ 45
Φάσαν ἔφασαν καὶ εἶπον, ὡς φάσαν ἡ πληθύς· διάτι τῷ πληθυντικῷ ἀριθμῷ ἑνικὴν φωνὴν συνέταξεν ὁ ποιητής; ἑνικὰ γὰρ ὀνόματα ἑνικοῖς συντάσσονται ῥήμασι, καὶ πληθυντικὰ ὁμοίως πληθυντικοῖς· τὰ γὰρ περιληπτικὰ ὀνόματα δύο συντάξεις ἀναδέχονται, τῷ λόγῳ τῆς φωνῆς, καὶ τῷ λόγῳ τοῦ σημαινομένου· πληθυντικῷ δὲ ἀριθμῷ συνέταξεν, εἰ καὶ τῇ φωνῇ ἑνικῇ, τὸ πληθὺς, κατὰ τὸν τοῦ σημαινομένου χαρακτῆρα
φ 46
Φαλαρίτης ἡ ἀθηνὰ· ἢ ἀπὸ τῶν τῆς περικεφαλαίας φαλάρων· καὶ ἀπὸ φαλάρου κώμης τιμώσης τὸν δαίμονα· οἱ δὲ ἀπὸ τῶν ἐπάλξεων, ἃς ἐκάλουν φάλαρα ἐμπαθῶς
φ 47
Φάσγανον ἄορ, ξίφος, παρὰ τὸ σφάζω, σφάσω, σφάγανον καὶ φάσγανον· ἢ παρὰ τὸ σφάσαι, ὅ ἐστι φονεῦσαι
φ 48
Φείδομαι διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ φεύγειν καὶ τὸ δοῦναι, γίνεται φεύδομαι καὶ τροπῇ τοῦ υ εἰς ι φείδομαι· τὸ δὲ φίδος, τὸ ῥηματικὸν ὄνομα, τὸ σημαῖνον τὸ φειδωδὲς, ἐπὶ κρατήσει, διὰ τοῦ ἰῶτα γράφεται
φ 49
Φείδομαι τὸ ἐλεῶ, ἐξ οὗ καὶ ἀφειδὴς, καὶ ἐφεισάμην, καὶ ἀφαιδίσαι
φ 50
Φάσγανον σπάγανόν τι ὂν, παρὰ τὴν σπάσιν· παρὰ τὸ σφᾶσθαι, ὅ ἐστι φονεῦσαι· ἢ σφάζω σφάγανον καὶ φάσγανον
φ 51
Φειδωλὸς φευδωλός τις ὢν, ὁ φεύγων τὴν δόσιν καὶ τὸ δοῦναι, οὕτως Ἡρωδιανός
φ 52
Φείδεσθαι ἀπὸ τοῦ Φειδῶνος ἑνὸς τῶν Ἡρακλείδων, μειώσαντος τὰ μέτρα, καὶ διὰ μικροῦ ἀργυρίου ἐνδαλαγὰς τίθεσθαι
φ 53
Φάσκαλος φασκωλίου διαφέρει· φασκαλὸν μὲν γάρ ἐστιν ἱμάτιον χωρίς· φασκώλιον δὲ τὸ δερμάτιον
φ 54
Φᾶσθαι λέγειν, εἰπεῖν· μέσος ἀόριστος πρῶτος, ἀπαρεμφάτου τῶν εἰς μι, γέγονεν ἐκ τοῦ φῶ τὸ φαίνω, παράγωγον φημὶ, ὁ μέλλων φήσω, ὁ ἀόριστος ἐφάθην, ὁ μέσος ἐφάμην, ἔφασο, ἔφατο, φᾶσθαι
φ 55
Φασκώλιον καὶ πρὸς γεμεστόν, κατὰ τὸ πλέον καὶ ἐμβριθέστατον ποιῶν τὸ φασκώλιον, τουτ’ἔστι δερμάτινον βαλάντιον
φ 56
Φασκώλιον δὲ τὸ μέγα εἰς ὃ τὰ ἱμάτια ἐμβάλλεται· φασκώλιον οὖν, οἱονεὶ ἀσκώλιον, τῷ ἀσκῷ ἐοικός
φ 57
Φασουλὶς ὄσπρεα, φῶς ὅλον, ἢ παρὰ τὸ φυσῶ, φυσωλή τις οὖσα
φ 58
Φακλὴν διὰ τὸ φαίνειν καλῶς
φ 59
Φατλὴν διὰ τὸ φαίνειν τηλόθεν
φ 60
Φάτνη παρὰ τὸ φαγεῖν, φάγνη τὶς οὖσα καὶ τροπῇ τοῦ γ εἰς τ φάτνη· ἢ παρὰ τὸ πατῶ τὸ ἐσθίω, ἐξ οὗ καὶ τὸ παύσασθαι παράκειται ἐπὶ τοῦ ἐσθίειν, καὶ τροπῇ τοῦ π εἰς φ φάτνη
φ 61
Φατρία ἐκ τοῦ φρατὸς, ὃ σημαίνει τὸν συγγενῆ· λοιπὸν ἐξ αὐτοῦ φράτερος φρατερία καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ρ, φατρία· λέγεται δὲ ἡ συγγένεια
φ 62
Φαῦλος παρὰ τὸ φαύω τὸ λάμπω φαύσω, φαῦλος, ὁ φανερούμενος εἰς ἃ ἐργάζεται· ἢ παρὰ τὸ παύω, παῦλος καὶ φαῦλος, τὸ γὰρ κακὸν ταχὺ παύεται, τὸ δὲ καλὸν οὐδέποτε· καὶ εἰς τὸ ἀποφαυλίζοντες
φ 63
Φαύω εἰς τὸ αὔω, καὶ φαῦλος, καὶ φήμη
φ 64
Φευρουάριος ἀπὸ φρούρας τινὸς θεὰς ὀνομασθῆναι
φ 65
Φείδω εἰς τὸ ἀπείθησε
φ 66
Φειδίας φείδομαι, διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ τὸ φεύγειν καὶ τὸ δοῦναι γέγονε φεύδομαι καὶ τροπῇ τοῦ υ εἰς ι φείδομαι
φ 67
Φέγγος παρὰ τὸ φωτὸς εἶναι γέννημα καὶ μήνυμα· καὶ εἰς τὸ ἀφεγγής
φ 68
Φενακίζω ἐκ τοῦ φρὴν φρενὸς φρενακίζω καὶ ἐκβολῇ τοῦ ρ φενακίζω
φ 69
Φενακισθέντες ἀντὶ τοῦ ἀπατηθέντες· γίνεται παρὰ τὸ φενάκη· ἔστι δὲ κόσμος γυναικεῖος, ἡ λεγομένη οὐρά· τὸ φε ψιλόν
φ 70
Φενακισθείη χλευασθείη, ἀπὸ τοῦ φενακίζω· τοῦτο παρὰ τὸ τὰς φρένας αἰκίζειν· συντάσσονται μετὰ πτώσεως γενικῆς
φ 71
Φένω τὸ φε ψιλὸν, ἀπὸ τοῦ φῶ τὸ φονεύω, κατʼ ἀποβολὴν τοῦ φ ἕνω, καὶ κατὰ παραγωγὴν ὄνομα ῥηματικὸν ἐνύω καὶ ἐνυάλιος· ἐκ τούτου οὖν ἕνω γίνεται ἔτερον ὄνομα ἔντης καὶ μετὰ τοὺ αὐτὸς αὐτοέντης, καὶ κατὰ συγκοπὴν αὐτέντης καὶ ὁ τόνος τὸ ε δασύνεται, γίνεται αὐθέντης, ὁ ἑαυτὸν ἀναιρῶν· φένω οὖν ὁ β ἀόριστος ἔφενον καὶ μετὰ τῆς ἐπὶ προθέσεως καὶ συγκοπῇ ἔπεφνον, καὶ ἡ μετοχὴ πέφνων· καὶ σεσημείωται βαρυνόμενον, εἰς τὸ πέφνη
φ 72
Φερέοικος ὁ κοχλίας, καὶ ἡ χελώνη, ὅτι φέρουσι τὸν οἶκον· ἀφερέοικος δὲ, ὁ μὴ φέρων καὶ ἔχων οἶκον
φ 73
Φερέγγυος ἀξιόπιστος, ἐγγυητὴς, φέρων τὸ βέβαιον
φ 74
Φέρουλλα ἡ κρούουσα ἐκ τοῦ φέριρε
φ 75
Φερέζωον παρὰ τὸ φέρω καὶ τὸ ζωὴ, γίνεται φερέζωος, ὁ τὴν ζωὴν φέρων
φ 76
Φέρετρον ἡ τῶν νεκρῶν κλίνη
φ 77
Φέρνη προὶξ, δωρέα, φερνή τις οὖσα, ἀπὸ τοῦ φέρεσθαι, οὕτως Ἡρακλείδης
φ 78
Φερσεφόνη οἱ μὲν ὅτι φερβικὴν ὄνησιν ἡμῖν παρέχει· οἱ δὲ ὅτι φέρβον ἐφόνευσεν τὸν γίγαντα· ἢ ὅτι πρὸς αὐτὸν τοὺς πεφονευμένους ἄγει
φ 79
Φέρτερος ἀπὸ τοῦ φέρω φέρτερος· γίνονται τὰ συγκριτικὰ ἐξ ὀνομάτων, ὡς ὀξὺς ὀξύτερος, ἀπὸ ῥήματος, ὡς τὸ φέρω φέρτερος, ἀπὸ προθέσεως, ὡς τὸ πρὸ πρότερος, ἀπὸ ἐπιῤῥήματος, ὡς τὸ πάλαι παλαίτερος
φ 80
Φέρω τοῦ ἄγω διαφέρει· τὸ γὰρ φέρω ἐπὶ ἀψύχων τάσσεται· τὸ δὲ ἄγω ἐπὶ ἐμψύχων· φέρω τὸ βιβλίον, ἄγω τὸν ἄνθρωπον· καὶ εἰς τὸ ἄγειν καὶ βουληφόρος
φ 81
Φερώνυμος ὁ ἀληθὲς ἔχων καὶ φέρων τὸ ὄνομα
φ 82
Φήσω παρὰ τὸν φήσω μέλλοντα, ὥσπερ γνώμη παρὰ τὸν γνώσω μέλλοντα
φ 83
Φηλήτης ὁ ἀπατέων· φηλήτης οὖν λέγεται, οἱονεὶ φαυλήτης, παρὰ τὸ φαυλῶς καὶ εὐχερῶς ἰέναι καὶ ἀναχωρεῖν
φ 84
Φηλήτης ὁ λῃστὴς καὶ κλέπτης, παρὰ τὸ ὑφέλεσθαί τι
φ 85
Φήμη ὥσπερ παρὰ τὸ νοῶ νοήσω, νοήμων, νοήμη καὶ γνώμη, καὶ κινήσω κινήμη καὶ κνήμη, οὕτω καὶ φήσω φήμη, παρὰ τὸ φῶ· τοῦτο δὲ παρὰ τὸ φῶς· φῶς γὰρ τῶν πραγμάτων ὁ λόγος· τὸ δὲ φῶς παρὰ τὸ φάος· τὸ δὲ φάος, παρὰ τὸ φαύω τὸ λάμπω
φ 86
Φηγῷ δρυΐ· εἴρηται δὲ παρὰ τὸ φώγεσθαι, ὅ ἐστι καίεσθαι· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες, τὰ ἔξω ἔκαιον πρὸς θέρμην, ὅθεν καὶ βαλανεῖα· καὶ οἱ ἕτεροι ἐκ τοῦ πλεῖν αὐτὰ ἐχρῶντο· ἔστι δὲ ἰσχυρὸν καὶ πολυχρόνιον
φ 87
Φθινόπωρον ὁ σεπτέμβριος καὶ ὀκτώβριος καὶ νοέμβριος, παρὰ τὸ φθίνειν, τουτ’ἔστι παύειν ἐν αὐτοῖς τὴν ὀπώραν
φ 88
Φιάλη ὥσπερ φιαρή τις οὖσα· φιαρὸν γὰρ τὸ θερμόν
φ 89
Φθὶρ δὲ ὄνομα κύριον σημαίνει, διὰ τοῦ ἰῶτα γραφόμενον· γέγονε δὲ υἱὸς Ἐνδυμίωνος
φ 90
Φημὶ λέγω, διάτι οὐκ ἀναδιπλασιάζεται; ἐπειδὴ ἐγκλιτικόν ἐστι· καὶ τὰ ἐγκλινόμενα, ἢ μονοσύλλαβα θέλει εἶναι, ἢ δισύλλαβα· τούτου χάριν οὐκ ἀναδιπλασιάζεται· σημαίνει δὲ τὸ λέγω καὶ τὸ φονεύω· φῶ γάρ ἐστι ῥῆμα, καὶ σημαίνει τὸ λέγω, ἐξ αὐτοῦ παράγωγον ῥῆμα φημὶ, ὁ παρακείμενος πέφηκα, ὁ παθητικὸς πέφαμαι, πέφαται τὸ τρίτον· ἐξ οὗ τὸ, πέφαται ἀνὴρ ἄριστος· ἐξ αὐτοῦ ὄνομα φατός· αἳ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι· τὸ δεύτερον φῆς, τὸ τρίτον φησί
φ 91
Φήνη ἔστι δὲ πετεινὸν ἶσον ἀετῷ
φ 92
Φῆς τί φῆς ὦ Πυθαγόρα
φ 93
Φηρσὶν ἀντὶ τοῦ θηρσὶ, κατὰ μετάθεσιν τοῦ θ εἰς φ, ὡς τὸ θλᾷν, φλᾷν· κυρίως δὲ φῆρες λέγονται σύαστροι, καὶ οἱ τούτους λαμβάνοντες θηρευταί
φ 94
Φθέγγω ἔστι φῶ τὸ λάμπω, ἐξ αὐτοῦ γίνεται φθέγγω καὶ φθόγγος
φ 95
Φθέγγεσθαι πλεονασμός ἐστι τοῦ θ, φθέγγεσθαι γὰρ γίνεται παρὰ τὸ φέγγος, ὅ ἐστι φῶς· εἴρηται, παρὰ τὸ εἰς φῶς ἄγειν τὰ τοῦ νοῦ
φ 96
Φθόη καὶ φθόσις ἡ φθίσις
φ 97
Φθινύθειν φθινύθω ἄχρι τοῦ παρατατικοῦ κλίνεται, καὶ μινύθω. τοῦτο δὲ ἐκ τοῦ φθίω· τὸ φθι ἰῶτα· καὶ διὰ τῆς ει διφθόγγου γράφεται· φθείσει σε τὸ σὸν μένος
φ 98
Φθίνω καὶ φθιτὸν καὶ φθίω, εἰς τὸ ἄφθιτον
φ 99
Φθίμενον τεθνηκὸς καὶ ἀποφθίμενον, τὸ ῥῆμα φθίμι· ἐκ τοῦ φθίω ὁ μέλλων φθίσω, ὁ παρακείμενος ἔφθικα, καὶ τὸ παθητικὸν ἔφθιμαι καὶ ὁ ἀόριστος πρῶτος παθητικὸς ἐφθίτην, τὸ πληθυντικὸν ἐφθίτημεν, τὸ τρίτον ἐφθίτησαν, καὶ Βοιωτικῶς ἔφθιτεν καὶ ἀπέφθιτεν ἐσθλοὶ ἑταῖροι
φ 100
Φθόνος παρὰ τὸ φθέρω καὶ φθένω· ἢ παρὰ τὸ φόνος ἐκβολῇ τοῦ θ, καὶ εἰς τὸ ἄχος καὶ ζῆλος
φ 101
Φθορὰ ἐκ τοῦ φθέρεσθαι ῥᾷον, ἤγουν σήπεσθαι εὐχερῶς· φθίσις γὰρ ἡ σῆψις, ἔστι γὰρ φθισήνωρ
φ 102
Φθορά ἐστιν ἡ ἐκ τοῦ ὄντος, ἐπὶ τὸ μὴ ὂν, μεταβολή
φ 103
Φιάλη μέγα ποτήριον, παρὰ τὸ πίνω καὶ τὸ ἅλις, ὃ σημαίνει τὸ δαψιλῶς, ἡ τὸ πίειν ἅλις παρέχουσα· πῶς δεῖ ἀναγινώσκειν φιάλη, ἢ φιάλη; φιάλη· διάτι; τὰ διὰ τοῦ αλη θηλυκὰ ὀνόματα ὑπὲρ δύο συλλαβὰς, ἀσυνάληπτα ὄντα, βαρύνονται, οἷον μεσσάλη, αἰθάλη, οὕτως οὖν καὶ φιάλη· σεσημείωται τὸ κεφαλὴ ὀξυνόμενον· καὶ εἰς τὸ ὑπερφίαλος
φ 104
Φιαρὸς παρὰ τὸ φάος, φιάρη ἡ λάμπουσα, παρὰ τὸ φάος
φ 105
Φθεὶρ ὁ ἀπὸ τῆς φθορᾶς τοῦ σώματος γενόμενος, παρὰ τὸ φθείρεσθαι
φ 106
Φιλέεσκεν ἐκ τοῦ φιλῶ, φιλήσω, καὶ οἱ Δωριεῖς τρέπουσι τὸ ἦτα εἰς δύο εε καὶ γίνεται φιλεέσσω καὶ πλεονασμῷ τοῦ κ φιλεέσκω καὶ ὁ παρατατικὸς ἐφιλέεσκον, ἐφιλέεσκες, ἐφιλέεσκε, καὶ ἐκβολῇ τοῦ ε, φίλεσκε
φ 107
Φίλημα τὸ φιλοῦν καὶ τὸ φιλούμενον ἅμα
φ 108
Φιλήτας τοὺς ἀφαιρεῖν ἔτι καὶ ἐμφορεῖν ἐθέλοντας· παρὰ τὸ ἀφαιρεῖν καὶ ὑφελεῖν τοῦ ὀνόματος αὐτῆς τιθέντος
φ 109
Φίλην ἀγάπην, ἐκ τοῦ φύλος, τὸ δὲ φύλος ἐκ τοῦ φύω, φύσω, φύλος καὶ φίλος, ὁ προσφιλής
φ 110
Φιλήτης ὁ κλέπτης, κατʼ ἀντίφρασιν, ὁ μισούμενος, καὶ γὰρ ἄφιλος ὁ κλέπτης· γέγονε δὲ παρὰ τὸ ῥᾳ δίως ἀφίεσθαι· εἰ γὰρ ἦν παρὰ ὑφελέσθαι, κατʼ ἀποβολὴν τοῦ υ, ἔδει διὰ τῆς ει διφθόγγου γράφεσθαι
φ 111
Φιλήτης ὁ κλέπτης, διὰ τοῦ η γράφεται· καὶ λέγει ὁ Τεχνικὸς, πολλὰ πάθη δίδωσι γάρ· καὶ ἀποβολῇ διὰ τῆς ει διφθόγγου γράφεται· δίδωσι δὲ καὶ ἔκτασιν τοῦ ε εἰς ἦτα· τὸ γὰρ ὑφειλέτης τῷ ε παραλήγεται, τὸ δὲ φιλήτης τῷ ἦτα, ὃ λέγει καὶ Τρύφων, ὅτι εἰσί τινα ὀνόματα συμπάσχοντα τῷ δηλουμένῳ, οἷον, ἡμισυκύκλιον, ἡμίκυκλον, λείπω λιμὸς, οὕτως οὖν καὶ ἐνταῦθα συνέπαθεν ἡ φωνὴ τῷ δηλουμένῳ, ἐπειδὴ γὰρ ἔνδειαν σημαίνει, ὁ γὰρ κλέπτης ἔνδειαν ποιεῖ· τούτου χάριν καὶ ἔνδειαν φωνῆς ἀνεδέξατο· καὶ ἀποβολῇ τοῦ υ καὶ τοῦ ε, καὶ τροπὴν ἐποίησε τοῦ ε εἰς ἦτα. κρεῖττον ἔστιν εἰπεῖν. ὥσπερ παρὰ τὸ οἰκῶ γίνεται οἰκέτης, καὶ παρὰ τὸ μάγω μαγέτης οὕτω καὶ παρὰ τὸ φιλῶ γίνεται φιλέτης καὶ ἐκτάσει τοῦ ἰῶτα, καὶ τροπῇ τοῦ ε εἰς ἦτα, φιλήτης· φιλήτης γὰρ λέγεται ὁ κλέπτης, παρὰ τὸ φιλεῖσθαι, κατʼ ἀντίφρασιν οἱονεὶ ὁ μισούμενος
φ 112
Φιλοκτεανώτατε παρὰ τὸ φίλος καὶ τὸ κτέανον, ὃ δηλοῖ τὸ κτῆμα· τὸ δὲ κτέανον, παρὰ τὸ κτῶ κτάνον, ὡς τύπτω τύπτανον, καὶ πλεονασμῷ τοῦ ε κτέανον, καὶ κτεατίζω ῥῆμα· δηλοῖ δὲ τὸ κτῆμα
φ 113
Φιλοκτεανώτατος ὁ φιλοκτήμων καὶ φιλοκτήτωρ, καὶ ὁ φιλοχρήματος· ἢ ὁ φιλῶν πάντα
φ 114
Φιλάνθρωπος ἐξ ἀπολείποντος τοῦ φιλῶ καὶ τελείου τοῦ ἄνθρωπος
φ 115
Φιλεῖν ἐπὶ τρόπου, ἐρᾷν ἐπὶ σώματος
φ 116
Φιλομειδὴς ἡ μέδουσα καὶ βουλομένη καὶ θέλουσα· ἢ παρὰ τὸ τὰ μήδεα τὰ βουλεύματα, ὡς Ἡσίοδος
φ 117
Φιλομειδὴς τὸ μει διφθόγγῳ· ἢ γὰρ παρὰ τὸ μέδειν τὸ βασιλεύειν, καὶ τὸ φιλεῖν γέγονε φιλομέδης, καὶ πλεονασμῷ τοῦ ἰῶτα φιλομειδής· ἢ παρὰ τὸ μειδιῶ, ὃ σημαίνει τὸ γελῶ· φιλομειδὴς γὰρ ὁ φιλόγελως
φ 118
Φίλτρον παρὰ τὸ φίλω βαρύτονον φίλτρον, καὶ ἀπὸ τοῦ φιλῶ περισπώμενον φίλητρον καὶ φίλτρον κατὰ συγκοπήν
φ 119
Φιλόνεικος φιλένης ἀναιδὴς, οὐκ ἐναντιοῦται, διὰ τῆς ει διφθόγγου, ἐκ τοῦ νείκος γενόμενον· ἢ παρὰ τὸ φῦς ὅ ἐστι κακῶς
φ 120
Φιλοπονεῖ σπουδαίως ἐργάζεται· παρὰ τὸ φιλεῖν καὶ πονεῖν, ὅ ἐστιν ἐργάζεσθαι
φ 121
Φιλοπότης ὁ φιλῶν τὰ συμπόσια
φ 122
Φίτροι κόρμοι, φύτρον τινὲς ὄντες ἀπὸ τοῦ φύεσθαι
φ 123
Φιλεῖν καὶ κυνεῖν διαφέρει· φιλεῖν μὲν τὸ ἀγαπᾶν· κυνεῖν δὲ τὸ τοῖς χείλεσιν ἀσπάζειν
φ 124
Φίλος τοῦτο καὶ τὸ ἀνὴρ, καὶ τὸ ἀνεψιὸς, καὶ Ἀσκληπιὸς, καὶ Ἀπόλλων, καὶ Ἄρης καὶ αὐτὸ παρὰ τῷ ποιητῇ, καὶ ἐκτείνεται καὶ συστέλλεται· εἴρηται παρὰ τὸ πίνω, ἀπὸ γὰρ συμποσίων εἰώθασιν οἱ φίλοι γίνεσθαι· καὶ εἰς τὸ ἑταῖρος καὶ πηός
φ 125
Φιλοσοφία ἐξ ἀπολείποντος καὶ τελείου, ὡς φιλόσοφος καὶ ὡς φιλόδημος· ἀπέλειψε γὰρ τὸ ς τοῦ φίλος· τὸ φι τὸ δεύτερον ἰῶτα διάτι; τὰ διὰ τοῦ ια παροξύτονα θηλυκά
φ 126
Φιλόσοφος διὰ τὸ φιλεῖν τὴν σοφίαν
φ 127
Φιμὸς ὁ λῶρος, ἐκ τοῦ ἱμᾶς διὰ τοῦ ἰῶτα γράφεται· παρὰ τὸ σφίγγω γέγονε σφιγμὸς καὶ φιμός
φ 128
Φλέβες ἀπὸ τοῦ τὸν φλεγεδέστατον χυμὸν περιέχειν, τουτ’ἔστι τοῦ αἵματος· φλέβες οὖν παρὰ τὸ διʼ αὐτῶν βαίνειν τὸ φλογῶδες
φ 129
Φινεὲς παρὰ τὸ φόνος
φ 130
Φινεὺς παρὰ τὸ ἴφι καὶ τὸν νοῦν γέγονεν, οἱονεὶ ὁ ἰσχυρὸν ἔχων τὸν νοῦν· τὸ φι, ἰῶτα διάτι; ὡς δέδεικται διὰ τοῦ ἰῶτα γράφεται. καὶ ἄλλως, τὰ εἰς ευς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι
φ 131
Φίσκος δημόσιον ταμεῖον, πολύχρημα
φ 132
Φλάμουλον ἀπὸ τοῦ φλογόνου χρώματος ὠνομάσθη
φ 133
Φλεβότομον ὅτι τὴν φλέβα τέμνειν
φ 134
Φλαμουλάριοι ἐκ τοῦ ἐπὶ τὰς ἄκρας τοῦ δόρατος φοινικὰ ῥάκεα ἐξήρτηνται
φ 135
Φλέγω παρὰ τὸ φλέω· τοῦτο ἐκ τοῦ φλέω, τὸ ἀναδίδωμι
φ 136
Φλήναφος ὥσπερ φληνάφου τοῦ πράγματος λήρου, ληροδώρου λέγεται
φ 137
Φληναφεῖν τὸ φλυαρεῖν, καὶ φλήναφος ὁ φλυαρὸς, ἀπὸ τοῦ φλέω ῥήματος, ὅπερ καὶ φλύω εἴρηται, ὡς ῥέω ῥύω, ξέω ξύω, καὶ Ὅμηρος, ἀνα δʼ ἔφλυε καλὰ ῥέεθρα· παρὰ δὲ τὸ φλέω, ὅπερ τ’αὐτόν ἐστι τῷ φλύω, γίνεται ὄνομα φλεὸς, ὡς δέω δεινὸς, τέρπω τερπνός· ἀπὸ οὖν τὸ φλέω καὶ τοῦ φῶ τὸ λέγω, γίνεται φλήναφος, ὁ φλυαρίας λέγων· καὶ εἰς τὸ φλοιός
φ 138
Φλία διὰ τοῦ ἰῶτα γράφεται· παρὰ τὸ θλίβω, ὅπερ καὶ διὰ τοῦ ἰῶτα γράφεται, γέγονε θλιὰ, καὶ κατὰ τροπὴν τοῦ θ εἰς φ, φλιὰ ὡς φῆρες θῆρες· φλιὰ δέ ἐστι τὸ πλάγιον τῆς θύρας, ἐν ᾧ ἵσταταί τις, καὶ ἐπερείδεται
φ 139
Φλοίσβοιος αἱ διὰ τοῦ οιο θετταλικαὶ γενικαὶ διὰ τοῦ οιος προσφέρουσι· τὸ φλοις διφθόγγῳ διάτι; τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασι· φλέω γάρ ἐστι ῥῆμα, καὶ τροπῇ φλύω, ἐξ αὐτοῦ φλοῖσβος· γίνεται οὖν παρὰ τὸ φλογίζω φλόγισμα, ἀποβολῇ τοῦ γ, φλοϊσμὸς καὶ φλοῖσβος, κατὰ τροπὴν τοῦ μ εἰς β
φ 140
Φλῆνος ὅθεν καὶ φληναφῶ· φῶ ἐστι ῥῆμα, δηλοῦν τὸ λέγω, οὗ ὁ μέλλων φήσω, καὶ κατὰ πλεονασμὸν τοῦ λ, φλῆνος
φ 141
Φλοιδούμενος ἐκ τοῦ φλοῖσβος, τοῦ σημαίνοντος τὸν κοχλασμὸν τοῦ πυρὸς ἀντὶ τοῦ φλογιζόμενος
φ 142
Φλοιὸς παρὰ τὸ φλὸς, φλοὸς καὶ φλοιός· ἢ παρὰ τὸ ἀναφλῶ τὸ ἀναδίδωμι, καὶ ἀναπέμπω
φ 143
φλοιός ἢ ἐκ τοῦ φλῶ, κατὰ παραγωγὴν φλάζω καὶ παφλάζω, κατὰ τροπὴν τοῦ ε εἰς υ, φλυόν, ἐξ οὗ καὶ φλυαρὸς, ὁ ἀναπέμπων τοὺς λόγους· ἐκ δὲ τοῦ φλέω καὶ φλενὸς καὶ φληνός· καὶ μετὰ τοῦ φῶ ῥήματος τοῦ δηλοῦντος τὸ λέγω, γίνεται φληναφῶ, καὶ τὸ φλήναφος ὁ ὕθλος
φ 144
Φλοῖσβος ὁ ἀφρὸς καὶ ὁ τάραχος, παρὰ τὸ φλέω τὸ ἀνακράζω, φλομὸς καὶ φλοῖβος, καὶ πλεονασμῷ τοῦ ς, φλοῖσβος
φ 145
Φορβέστατος ἀθηναῖος, παρὰ τὸ φυγεῖν τοῖς πολεμίοις ἐμποίηται
φ 146
Φλέγμα παρὰ τὸ φλέγω φλέξω φλέγμα κατʼ ἀντίφρασιν, ψυχρότατον γάρ ἐστι· καὶ τὸ πικρότατον φλέγμα λέγεται, οἷον χολὴ, οὐδὲ γὰρ ἀποκριθεῖσα πήγνυται
φ 147
Φλὸξ παρὰ τὸ φλέγω, φλέξω, φλόξ· τὸ φλο μικρόν· τὰ ἔχοντα τὸ ε, ἐγκείμενον· ἢ καὶ τὰ εἰς ωξ ἅπαντα, διὰ τοῦ ω, γράφεται, πλὴν τοῦ φλόξ. διάτι ὀξύνεται; τὰ ἀπὸ μελλόντων δισυλλάβων, κατʼ ἀποβολὴν τοῦ ω, γινόμενα ὀνόματα ὀξύνονται
φ 148
Φλὸξ ἡ καρδία καὶ πυρά· τῆς φλογὸς ὁ κανών· τὰ εἰς ξ λήγοντα ὀνόματα ἔχοντα ῥῆμα ἀντιπαρακείμενον, εἰς ζω διὰ τοῦ γ, κλίνεται
φ 149
Φλύω εἰς τὸ φλήναφος
φ 150
Φλῶ εἰς τὸ φλέγω, καὶ φλοιὸν καὶ φρέαρ
φ 151
Φόβος ποίου εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι; γενικοῦ· γενικὸν δέ ἐστι, τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον βοῦς ἵππος· καὶ εἰς πόσα διαιρεῖται ὁ φόβος; εἰς ἕξ· εἰς ὄκνον, εἰς ἔκπληξιν, εἰς κατάπληξιν, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς ἀγωνίαν· καὶ ὄκνος μέν ἐστι φόβος μελλούσης ἐνεργείας γινόμενος· μέλλων γάρ τίς τι ποιεῖν φόβου ἄξιον ὀκνεῖ· ἔκπληξις δέ ἐστι φόβος ἐξ ἀσυνήθους φαντασίας γινόμενος· κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας γενόμενος· αἰδώς ἐστι φόβος ἐπὶ προσδοκία ψόγου· προσδοκῶν γάρ τις πράξαι τι εἰς ψόγον καταλῆγον αἰδεῖται· αἰσχύνη δὲ φόβος, ἐπὶ αἰσχρῷ πράγματι πεπραγμένος· ἀγωνία δὲ φόβος διὰ πτώσεως, τουτ’ἔστιν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν, ἀγωνιῶμεν· καλοῦσι δὲ αὐτὴν δειλίαν
φ 152
Φοῖβος ὁ Ἀπόλλων, ὁ μαντευτικὸς καὶ ἀμίαντος, ἢ καθαρός· φοῖβον γὰρ τὸ καθαρόν. Ἡσίοδος δὲ φοῖβον αὐτὸν καλεῖ μαμμωνυμικῶς ἀπὸ φοίβης
φ 153
Φοῖνιξ φοίνικος, τοῦτο παρὰ τὸ φοῖνον, τοῦτο παρὰ τὸ φόνος· φόνιοι γὰρ φοίνικες καὶ λῃστρικοὶ τῶν τρόπων· δύναται δὲ καὶ ἐκ τοῦ δένδρου λαμβάνεσθαι, αἱμάσσουσι γὰρ καὶ φοινίσσουσι τοὺς ἁπτομένους αὐτῶν, διὰ τὴν ὀξύτητα τοῦ στελέχου
φ 154
Φόλλις ὃ καὶ βαλάντιον καλεῖται· ἔχει γὰρ καὶ ἀργύρους ιβ, δηνάρια σν, λίτρας ιβ· φόλλις κατὰ τὸν δηναρισμὸν, ἀλλʼ οὐ κατὰ ἀργυρισμόν· φόλλις φολὶς ὁ ὀβολὸς, ἐξ οὗ καὶ φολὶς ιβ
φ 155
Φολκὸς ὁ στράβος, παρὰ τὸ τὰ φάη ἑλκυσμένα ἔχειν· ἑλκυσμένον γὰρ λέγεται τὸ στράβον
φ 156
Φοῖβος καθαρὸς ἢ ἀμίαντος, ἢ λαμπρὰ θρίξ, ἤγουν τρίχες, ἢ ὁ Ἀπόλλων
φ 157
Φοῖβαι κυρίως αἱ καθαραὶ καὶ λαμπραὶ τρίχες· παρὰ τὸ φοῖβον, ὅ ἐστι καθαρόν
φ 158
Φοῖβος παρὰ τὸ φάος ὁ δηλοῖ τὴν λαμπρότητα, φαόβιος, φοίβιος, καὶ συγκοπῇ φοῖβος, ὁ λαμπρότοξος
φ 159
Φοῖβος ὁ Ἀπόλλων, οἱονεὶ φαόβιος, τουτ’ἔστιν ὁ λαμπρὸν βίον ἔχων, ἤγουν τόξον, ὅθεν καὶ φοιβάζω τὸ λαμπρύνω· ἢ ἀπὸ φοίβης μαμμωνυμικῶς, ὡς φησὶν Ἡσίοδος
φ 160
Φοῖνιξ παρὰ τὸ φύω, τὸ βλαστάνω· λέγουσι γὰρ αὐτὸν διὰ τρίων ἡμερῶν γεννᾶσθαι· ἢ παρὰ τὸ φοινὸν, ὃ σημαίνει τὸ ποικιλόν· ὡραιότατον γὰρ ζῶον· καὶ φοίνικες αἷμα
φ 161
Φοῖνιξ παρὰ τὸ φοινίσσω, τὸ βάπτω, φοινίξω, φοῖνιξ· τοῦτο παρὰ τὸ φοινόν· τοῦτο παρὰ τὸ φόνος, φόνιοι γὰρ οἱ φοίνικες, καὶ λῃστρικοὶ τῶν τρόπων, ὡς εἴρηται
φ 162
Φοίνικες ἀπὸ ἔθνους ἐπιστήμονος ὠνομάσθησαν πλέοντες
φ 163
Φοινίκη ἡ χώρα ὀνομάζεται, ἀπὸ Φοίνικος βασιλεύσαντος ἐν αὐτῇ
φ 164
Φοινικοῦν τὸ μέλαν λέγεται, παρὰ τὸ φοινίσσω τὸ βάπτω. τοῦτο παρὰ τὸ φοινὸν, ἐξ οὗ μετὰ τοῦ ἐπιτατικοῦ δα, δαφοινὸν, τὸ μέλαν πάνυ· τοῦτο παρὰ τὸ φόνος, πλεονασμῷ τοῦ ἰῶτα· καὶ καταβιβάσει τοῦ τόνου δαφοινόν
φ 165
Φοιτητὴς ὁ μαθητὴς καὶ διδάσκαλος· ἐκ τοῦ φοιτῶ φοιτήσω· τοῦτο παρὰ τὴν πρὸ πρόθεσιν, καὶ τὸ εἰμὶ τὸ πορεύομαι, ἐξ οὗ ἔστιν ὄνομα ῥηματικὸν ἴτης καὶ μετὰ τῆς πρὸ προθέσεως προΐτης καὶ προϊτῶ καὶ συναιρέσει προιτῶ, ἐκβολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ φοιτῶ· ἢ παρὰ τὸ οἰδὸς οἰδῶ, οἰτῶ καὶ φοιτῶ
φ 166
Φοιτῶ γίνεται ἐκ τοῦ ὁδὸς ὁδῶ καὶ οἰδῶ κατὰ πλεονασμὸν τοῦ ι, καὶ τροπῇ τοῦ δ εἰς τ οἰτῶ καὶ πλεονασμῷ τοῦ φ φοιτῶ, οὐδεὶς φοιτᾶν οἶδεν, εἰ μὴ πορείαν ποιήσαιτο· σημαίνει δὲ τὴν ὁδόν
φ 167
Φοιτῶ ὃ σημαίνει τὸ παραγίνομαι· τὸ φοι διφθόγγῳ· ἀπὸ γὰρ τοῦ ὁδὸς ὁδῶ καὶ πλεονασμῷ τοῦ ι οἰδῶ, καὶ τροπῇ τοῦ δ εἰς τ καὶ πλεονασμῷ τοῦ φ φοιτῶ· τὰ γὰρ παρʼ αὐτῷ τὴν αὐτὴν ἀποίσει γραφὴν, οἷον, φοιτητὴς, οὐρανοφοίτης
φ 168
Φοίνικος νέον ἔρνος, καὶ ὁ καρπὸς, καὶ ὁ πυῤῥὸς τοῦ χρώματος· ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμʼ ἐτέτυκτο· καὶ τὸ φοινικοῦν· ἐτέτακτο δὲ τὸ φοινικοῦν ἄνθος, ἐν ᾧ τὰ φοίνια βάπτεται
φ 169
Φονὴ ἐκ τοῦ φόνος, εἰς τὰ ἄποινα
φ 170
Φόνος παρὰ τὸ φῶ τὸ φονεύω, ἐκ τούτου φόνος, τοῦτο δὲ παρὰ τὸ φένω, τὸ φονεύω· ἐκ τοῦ φῶ φάζω καὶ πλεονασμῷ τοῦ ς σφάζω καὶ σφίζω, οὗ ὁ μέλλων σφίσω, ὁ παρακείμενος πέφικα, ὁ παθητικὸς πέφισμαι, ἡ μετοχὴ ὁ πεφισμένος
φ 172
Φορβεία τὸ καπίστριον, ἀπὸ τοῦ φέρειν βίᾳ
φ 174
Φορμηδὸν φορμός ἐστι πλέγμα τινὸς μεγάλου εἴδους, ἐν ᾧ ἐκοιμῶντο οἱ πένητες, καὶ κατετίθεντο τὰ ὄσπρια· τάχα δὲ ἡ καλουμένη καλύβη· νῦν ἡ πλεκομένη καλάμη· ἐκ τούτου δὲ καὶ τὸ φορμήδην· ἐξ ἦς καὶ τὸ αὐτοφέρμων
φ 175
Φοξὸς ὁ ὀξυκέφαλος παρὰ τὸ ὀξὺς ὀξὸς καὶ ἐν πλεονασμῷ τοῦ φ φοξός· ἢ παρὰ τὸ φαζός τις ὢν, ἀπὸ μεταφορᾶς τῶν περιεστραμμένων ἀγγείων ὀστρακίνων, ἐν τῷ ὀπτᾶσθαι· καὶ ἄλλως· φοξὸς ὁ διεστραμμένος ἐν τῷ φάει
φ 176
Φόρκυνος λίμην Ἰθάκης, ἐφʼ ᾧ λιμένι Φόρκυνός ἐστι ἱερὸν τοῦ θαλασσίου δαίμονος
φ 177
Φοσσατὸν εὔδετον τὸ στράτευμα
φ 178
Φόρμιγξ ἡ κιθάρα, παρὰ τὸ φέρειν τὰς νευρὰς αὐτῆς καὶ φωνεῖν μέλος
φ 179
Φορυτῷ τῷ ἀπὸ γῆς αἰρομένῳ ὑπὸ ἀνέμῳ καὶ χόρτῳ φρυγανώδει ἀπὸ τοῦ φορύω, φορυτῶ· ἢ παρὰ τὸ φέρω ἢ φορῶ
φ 180
Φορτὶς ἡ γεννήτρια γυνή· ἢ πλοῖον πεφορτωμένον
φ 181
Φραγμὸς παρὰ τὸ φράσσω φράξω, πέφραχα, πέφραγμαι, φραγμός
φ 182
Φουκάτζα φῶος κουάσσα, ὅ ἐστι πυρόπτητος
φ 183
Φραγελῶ τὸ κατὰ νῶτον τύπτω· ἐκ τοῦ φραγέλιον· σημαίνει δὲ σειρὰν ἐκ σχοινίου πεπληγμένην· παρῆκται δὲ ἐκ τοῦ ἔθνους· φραγελοὶ δέ εἰσι τινὰ ἔθνη
φ 184
Φόρμιγξ μετάθεσις τοῦ ρ, προοίμιγξ γάρ ἐστι, παρὰ τὸ προηγεῖσθαι τῆς οἴμης· καὶ Ὅμηρος· οὐ μὲν φόρμιγγος περικαλλέος, ἣν ἔχʼ Ἀπόλλων, Μουσάων θʼ αἱ ἄειδον ἀμειβόμεναι· πρῶτον ἐκιθάριξεν ὁ Ἀπόλλων· εἶτα ἐπῆγον τὴν ᾠδὴν αἱ Μοῦσαι
φ 185
Φαδμὼν ἐκ τοῦ φάζω, τὸ λέγω, καὶ φράζω, ἐξ αὐτοῦ φράδμων φράδμονος· τὰ δὲ κοινὰ τῷ γένει διὰ τοῦ ο μικροῦ
φ 186
Φράζω ὥσπερ παρὰ τὸ φῶ τὸ λέγω γίνεται βάζω, οὕτω καὶ παρὰ τὸ φῶ τὸ λέγω, γίνεται κατὰ παραγωγὴν φάζω, καὶ πλεονασμῷ τοῦ ρ φράζω, ὁ μέλλων φράσω καὶ τὰ λοιπά
φ 187
Φρασαίατο σκέψατο, λέγοιτο· ὁ κανὼν, ἐπὶ τῶν τρίτων προσώπων τῶν εὐκτικῶν, οἱ Αἰολεῖς εἰώθασι, τὸ ἀμετάβολον τρέπειν εἰς α· οἷον, πείθοιντο πειθοίατο, φράσαιντο φρασαίατο
φ 188
Φρατὸς εἰς τὸ φατρία
φ 189
Φρήτρη ἐκ τοῦ φρατὴρ καὶ φάτρη ἡ συγγένεια
φ 190
Φρέαρ παρὰ τὸ φρῶ τὸ ἀναδίδωμι, παρὰ τὸ φέρω καὶ συγκοπῇ φρῶ καὶ ἐξ αὐτοῦ φρέαρ, ἐξ οὗ φέρεται τὸ ὕδωρ· ἢ παρὰ τὸ φέρεσθαι ἐκ τοῦ ἀέρος
φ 191
Φρείατα τὰ φρέατα, διὰ διφθόγγου γράφεται, ἀπὸ γὰρ τοῦ φρέατος γέγονε, καὶ πλεονασμῷ φρεῖαρ
φ 192
Φρενοβλάβεια διφθόγγῳ· φρενοβλαβίᾳ δὲ ἰῶτα
φ 193
Φρενήρης εἰς τὸ πληρῶ, καὶ χαλκήρεϊ
φ 194
φράσαι διαφέρει· φράσον μὲν τὸ εἰπέ· φράσαι δὲ ἀντὶ τοῦ διανοήθητι· σὺ δὲ φράσαι, εἴ με σαώσεις
φ 195
Φρὴν φρενὸς, διάνοια, γνώμη, διάτι σεσημείωται; οὐδὲν εἰς ην λῆγον ὄνομα μονοσύλλαβον μόνον ἔστι θηλυκόν· ἀλλʼ εἰ ἐπιδέχοιτο θηλυκὸν γένος, ἐν κοινότητι ἐπιδέχεται, οἷον, ὁ χὴν ἀρσενικῶς· χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσι· καὶ ἡ χὴν θηλυκῶς· χῆνα ἥρπαξεν ἀτιταλλομένην ἔνι οἴκῳ· ὁ ῥὴν καὶ ἡ ῥὴν, σημαίνει δὲ τὸ πρόβατον, καί ἐστιν ἀρσενικοῦ γένους· τὸ δὲ φρὴν ὡς διήλλαξε κατὰ τὰ ἄλλα, κατὰ μόνον εἶναι θηλυκὸν, διήλλαξε καὶ περὶ τὴν κλίσιν· γίνεται δὲ παρὰ τὸ πρῶ τὸ προϊῶ, καταπροϊῶ, τὸ προπέμπω, πρῶ καὶ φρῶ κατὰ μετάθεσιν· καὶ ἐντεῦθεν φρήν· ἐφʼ ἦς προΐεται τὰ βουλεύματα
φ 196
Φρίκη διὰ τοῦ ἰῶτα γράφεται. παρὰ τὸ ῥίσσω γέγονε, ἢ τῷ λόγῳ τῶν εἰς κη, θηλυκῶν
φ 197
Φριμασσόμενοί τε τῷ ταράχῳ ὑποφυσῶντες, καὶ ἀλλαχοῦ ὀπισθόρμητα φριμασσόμενοι· ἐχώρουν φρασσώμενοι, ἢ φυσῶντες, ἀπὸ τοῦ φρῶ, ὅπερ ἔστιν ἀπὸ τοῦ προϊῶ, καὶ κατὰ συγκοπὴν πρῶ καὶ φρῶ
φ 198
Φρίσσω παρὰ τὸ θρὶξ, ὃ σημαίνει τὴν τρίχα, γίνεται θρίσσω καὶ φρίσσω, σημαίνει δὲ τὸ τὰς τρίχας ὀρθοῦσθαι
φ 199
Φρίσσειν κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας, οἷον, θρίσσειν, τροπῇ τοῦ θ εἰς φ
φ 200
Φρὶξ ἡ ἄνωθεν καὶ ἐξ ἐπιπολῆς τῶν κυμάτων κίνησις· ἢ ὁ ἐπιπολάζων τῶν κυμάτων ἀφρὸς, ὅταν ἀνέμου πνεῖν ἄρχεται
φ 201
Φρόνησις διάνοια, νοῦς φρόνησις ἡ φέρουσα ὄνησιν, φερόνησίς τις οὖσα, καὶ κατὰ συγκοπὴν φρόνησις
φ 202
Φρονεῖν τοῦ καταφρονεῖν διαφέρει. φρονεῖν μὲν τὸ καλῶς ἐνθυμεῖσθαι· καταφρονεῖν δὲ τὸ εὐτελίζειν καὶ ὑπερορᾷν
φ 203
Φρονέω φρονῶ· τὸ φρο μικρὸν διάτι; ἐκ τοῦ φρὼν φρονὸς, ἔστι γὰρ ἐν τῇ γενικῇ τὸ ο μικρόν· ἐξ αὐτοῦ φρόνω καὶ φρονέω, ὅπερ μετὰ τῆς πρὸ προθέσεως πρόφρων· πρόφρων δὴ Δαναοῖσι
φ 204
Φροντίζω εἰς τὸ ἀφροντιστήσας
φ 205
Φροντὶς ἐκ τοῦ φορα τις· τοῦτο ἐκ τοῦ φέρω, φορτὶς καὶ ἐν ὑπερβιβασμῷ καὶ πλεονασμῷ τοῦ ν φροντίς· δικὴν γὰρ φόρτου ἔγκειται ἡ φροντὶς τῇ ψύχῃ
φ 206
Φροίμιον εἰς τὸ φροῦδοι
φ 207
Φρουνζάτον φροῦνζα τὸ φρύγανον
φ 208
Φροῦδοι ἄρδην παντελῶς ἀφανεῖς, ἔρημοι πρόσοδοι, οἷον, ἀπεληλυθότες ἔκδημοι· Ἀπολλόδωρος φροῦδος μὲν ὁ πρὸ ὁδοῦ φησὶ, φροῦρος δὲ ὁ προορῶν· φροῦδος οὖν συναλοιφῇ τοῦ πρόοδος, οἷον, ὁ μακρὰν γενόμενος εἰς ἔμπροσθεν, μεταθέσει τοῦ π εἰς φ, ὡς προοίμιον, φροίμιον
φ 209
Φρουρὸς εἰς τὸ οὐριοδρόμος, καὶ φροῦδος
φ 210
Φρύγανον ἐκ τοῦ φρύγω
φ 211
Φρυγίη Ἰωνικῶς, τὸ κοινὸν Φρυγία· τὸ γι ἰῶτα· τὰ διὰ τοῦ ια θηλυκὰ παροξύτονα ἐπὶ χώρας λαμβανόμενα, διὰ τοῦ ἰῶτα γράφεται. διάτι βαρύνεται; τὰ ἀπὸ τῶν εἰς ξ ἢ εἰς ρ ληγόντων, διὰ τοῦ ια παραληγόμενα θηλυκὰ βαρύνεται καὶ διὰ τοῦ ἰῶτα γράφεται· οἷον, Βέβρυξ, Βέβρυκος Βεβρυκία. Κίλιξ Κίλικος κιλικία. Φρὺξ Φρυγὸς Φρυγία· ἡ εὐθεῖα ἡ Φρὺξ καὶ κλίνεται Φρυγὸς, ὁ κανών· τὰ εἰς υξ μονοσύλλαβα, διὰ τοῦ γ κλίνεται· οἷον, Στὺξ, Στυγὸς, Φρὺξ Φρυγὸς, πλὴν τοῦ νὺξ νυκτός
φ 212
Φρυκτωρία ἔστιν ἡ παρʼ ἡμῖν λεγομένη βίγλα ἢ φανός· κυρίως ἡ διὰ πυρὸς φυλακή· γίνεται δὲ παρὰ τὸ πῦργος καὶ τὸ οὐρῶ τὸ φυλάσσω πρυκτουρία, καὶ τροπῇ τῆς ου διφθόγγου εἰς ω πρυκτωρία, ὥσπερ βοῦν βῶν δωρικῶς καὶ τοῦ ψιλοῦ εἰς δασὺ φρυκτωρία ἡ ἐν ταῖς νυξὶ γινομένη λαμπηδὼν, ὅνπερ λέγομεν φανόν· καὶ ἄλλως, ἔστι πῦρ πυρὸς, καὶ οὐρῶ τὸ σημαῖνον τὸ φυλάττω καὶ ἐκ τούτου γίνεται πρυκτωρία καὶ καθʼ ὑπέρθεσιν τοῦ ρ καὶ τροπῇ τοῦ π εἰς φ φρυκτωρία
φ 213
Φρῶ εἰς τὸ ἀσπάσιος· καὶ ἄφρων καὶ εὔφρανε καὶ προϊῶ
φ 214
Φυὴν ἡ εὐθεῖα ἡ φυή· διάτι ὀξύνεται; τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα, τῷ υ παραληγόμενα βαρύνεται, οἷον, δύη ἡ κακοπάθεια, λύη ἡ ἀπορία, γύη μέρος ἀρότρου, ψύη μέρος σώματος· πλὴν τοῦ φυὴ, σημαίνει δὲ τὴν ἀνάπλασιν καὶ ἕξιν τοῦ σώματος καὶ πλυὴ, ἔστι δὲ δῆμος Αἰολικόν
φ 215
Φυκτὸς εἰς τὸ ἐτύχθη
φ 216
Φύλλα παρὰ τὸ φυῆναι αὐτὰ ἐκ τῆς ὕλης ἤγουν τοῦ δένδρου
φ 217
Φῦλα ὄνομα οὐδέτερον, διʼ ἑνὸς λ, πρὸς ἀντιδιαστολὴν τοῦ φύλλου τοῦ ἐπὶ τοῦ δένδρου, τὸ φυ μακρὸν ἐκ τοῦ φύω· ἢ καὶ τὰ διὰ τοῦ υλον οὐδέτερα δισύλλαβα καθαρὰ, μονογενῆ, ἐκτείνει τὸ υ, οἷον σκύλον, φύλον, σεσημείωται τὸ ξῦλον
φ 218
Φυλακὴ ἀπὸ τοῦ φυλάσσω, τοῦτο δὲ παρὰ τὸ φυλή· καὶ γὰρ λέγουσιν ὅτι τὰς φυλακὰς φυλαὶ εἶχον· ὅθεν καὶ λέγομεν πρώτη φυλακὴ τῆς νυκτὸς, καὶ δευτέρα καὶ τρίτη, καὶ τετάρτη· κατὰ γὰρ τρεῖς ὤρας ἐφύλαττε μία φυλὴ, καὶ μετὰ ἄλλας τρεῖς, ἄλλη, ὥστε ἡ φυλακὴ τῆς νυκτὸς τρεῖς ὥρας σημαίνει
φ 219
Φυλακὴ σημαίνει ἕξ· τὸ σκοτεινὸν ἀφεγγὲς οἴκημα, ὡς τὸ ποῖα φυλακὴ οὐκ ἔσχε σε δέσμιον· καὶ τὸ τρίτον μέρος τῆ νυκτός, παρὰ δὲ τῇ ἐκκλησίᾳ τὸ τέταρτον μέρος τῆς νυκτός· σημαίνει δὲ καὶ τὴν γνῶσιν καὶ θεωρίαν, ὡς Ἀμβακοὺμ τῷ προφητῇ δοκεῖ· ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησί· σημαίνει καὶ τὸ σῶμα· ὡς τὸ, ἔξαγε ἐκ φυλακῆς τὴν ψυχήν μου· σημαίνει καὶ αὐτὸ τὸ φυλάσσω, ὡς τὸ, ὡς οἱ μὲν Τρῶες φυλακὰς εἶχον
φ 220
Φυλακὴ παρὰ τὸ φυλάσσειν, τοῦτο παρὰ τὸ φυλὴ, κατὰ φυλὰς γὰρ ἐφύλαττον ἀμειβόμενοι· ἢ παρὰ τὸ πύλη, οἱ γὰρ φυλάσσοντες, ἐν τῇ πύλῃ φυλάττουσι
φ 221
Φύλαξον ἐκ τοῦ φυλάσσω, τοῦτο ἐκ τοῦ πύλη· τοῦτο παρὰ τὸ πτύσσω τὸ φοβοῦμαι, καὶ τὸ σφαλίζω
φ 222
Φυλὴ παρὰ τὸ φύλον· τοῦτο δὲ παρὰ τὸ φύω τὸ ἀναβλαστάνω
φ 223
Φυγὴ παρὰ τὸ φεύγω φευγὴ καὶ φυγὴ, τὸ δὲ φυγὴ παρὰ τὸ φεῦγος καὶ ψεῦδος
φ 224
Φύζα δειλία, φόβος, ἡ μετὰ δέους φυγὴ, ἐκ τοῦ φύζω φύσω, ὡς κύσσω κισσῶ, ὁ μέσος παρακείμενος πέφυζα
φ 225
Φύκη ᾧ τὰς οἰκίας αἱ γυναῖκες χρίουσι· λέγεται δὲ καὶ τὰ βρῦα φοκίου
φ 226
Φυλὴ ἔθνος, ἢ τάγμα, ἢ μέρος πόλεως
φ 227
Φύλλον φύλου διαφέρει· φύλλον μέν ἐστι πέταλον δένδρου· φῦλον δὲ τὸ γένος
φ 228
Φῦσις τὸ φύον καὶ κινούμενον ἐν ἅπασι
φ 229
Φύλοπις τροπῇ τοῦ μ εἰς π, παρὰ τὸ ὁμοῦ τὰ φύλα εἶναι· οἷον, ἡ ἐκ πολλῶν ἄθροισις, ἀπὸ μεταφορᾶς τῶν φύλλων
φ 230
Φύξιλις ὁ φυγὰς, ἄνανδρος, παρὰ τὸ φεύγειν τὰς ἰλὰς, ἤγουν τὰς συστροφὰς τοῦ πολέμου
φ 231
Φυσίζωος ἡ πρὸς τὸ ζῇν φύουσα πᾶσι
φ 232
Φύσις οὐσία, ἡ προαίρεσις
φ 233
Φύρω μιγνύω, ἀφύρτως, ἀμυήτως
φ 234
Φυρμὸς ἡ σύγχυσις, ἡ μίξις
φ 235
Φύρδην συγκεχυμένως, ἀναμὶξ, πεφυρμένως, ἀτάκτως
φ 236
Φύτλη παρὰ τὸ φυλή· ἢ παρὰ τὸ φύω τὸ προσεγγίζω· σημαίνει δὲ τὴν συγγένειαν
φ 237
Φυτὸν παρὰ τὸ φύειν τὸ ὂν, ἤγουν τὸ ὑπαρχὸν, ἢ διὰ τὸ φύεσθαι ἤγουν γίνεσθαι
φ 238
Φύσις παρὰ τὸ φύειν τὰς ὑποστάσεις, ἤτοι τίκτειν· ἢ παρὰ τὸ πεφυκέναι
φ 239
Φυσιολογεῖν λόγους φύσεως ἐξαγγέλλειν· ἢ παρὰ τὸ φύσει διαλέγεσθαι
φ 240
Φύσιγγες τὰ ἐν ταῖς κνήμαις ἐκκαύματα
φ 241
Φωνέω φωνῶ, τὸ λέγω, ἢ βοῶ· δοτικῇ
φ 242
Φωλεὸς διὰ τοῦ ε ψιλοῦ· ὁ κανών· τὰ εἰς ος καθαρὰ ἀρσενικὰ ὀξύτονα τῷ ε, παραλήγεται· φατεὸς, ἐρινεὸς, ἡ συκὴ, στερεὸς ὃ σημαίνει τὸ κραταιὸς οὕτω, καὶ φωλεός· καὶ εἰς τὸ θεύω
φ 243
Φωτεινὸς διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Αἰολεῖς φώτενος λέγουσι· καὶ ἄλλως, τῷ λόγῳ τοῦ αἰπεινός
φ 244
Φωνὴ φῶς νοῦ ἐτυμολογεῖται ἡ φωνὴ, τὰ γὰρ κρυφιὰ τοῦ νοὸς διὰ τῆς φωνῆς ἐκφαίνονται
φ 245
Φωριαμὸς ἡ κιβωτὸς, ἔστιν ὄνομα ἀρσενικὸν ἁπλοῦν· γίνεται παρὰ τὸ φῶρ φωρός· ἢ παρὰ τὸ τὴν φαρήν· εἰ μὲν οὖν παρὰ τοὺς φῶρας, οὐδὲν πέπονθε· εἰ δὲ παρὰ τὴν φάρην πέπονθε, μεταβληθέντος τοῦ α εἰς ω· ὀξύνεται· ἐπειδὴ τὰ διὰ τοῦ αμος τρισύλλαβα, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν φύσει μακρὰν πάντα ὀξύνεται· οἷον, χηραμὸς, οὐλαμὸς, οὕτως οὖν καὶ φωραμὸς, καὶ φωριαμὸς πλεονασμῷ τοῦ ἰῶτα
φ 246
Φῶρ ὁ λῃστὴς, παρὰ τὸ φέρω φέρ· ἔστι δὲ φὸρ, καὶ μεταθέσει τοῦ ο εἰς ω φῶρ, ὁ τὰ ἀλλότρια φέρων, ἐξ αὐτοῦ καὶ, ἐπαυτόφωρος
φ 247
Φοξὸς ὁ ὀξυκέφαλος· εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν κεραμικῶν ἀγγείων, τῶν ἐν τῷ καμίνῳ, τῶν ἀπὸ τοῦ φωτὸς περιδιεστραμμένων, καὶ ἀποξυσμένων, καθὰ φησὶ καὶ Σιμωνίδης· αὑτὴ δὲ φοξύχειλος ἀργείη κύλιξ· ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτ’ἔστι τὰ ὄμματα, ἀποξυσμένην ἔχοντα τὴν κεφαλήν
φ 248
Φωνεῖν τοῦ ὠρύσασθαι διαφέρει· φωνεῖν μὲν ἐπὶ ἀνθρώπου, ὠρύσασθαι δὲ ἐπὶ λύκων
φ 249
Φωλεὸς τῆς κοίτης διαφέρει· φωλεὸς μὲν ἐπὶ ἑρπετῶν τάσσεται· κοίτη δὲ ἐπὶ ἀνθρώπων· ὅθεν καὶ ἐπὶ ἀνθρώπων ῥητέον τὸ κοιτάζειν, φωλεύειν δὲ ἐπὶ ἑρπετῶν· ὁ οὖν λέγων νεοσσοὶ ἀντὶ τοῦ τέκνα ἀκυρολογεῖ· τέκνα γὰρ κυρίως ἐπὶ ἀνθρώπων, νεοσσοὶ δὲ ἐπὶ ὀρνίθων, νεβροὶ δὲ ἐπὶ ἐλάφων, σκύμνοι δὲ ἐπὶ λεόντων, σκύλακες δὲ ἐπὶ κυνῶν
φ 250
Φώσκω τὸ φαίνω, ἐξ οὗ καὶ ἐπιφω. γίνεται δὲ παρὰ τὸ φῶ τὸ φαίνω, καὶ πλεονασμῷ τοῦ σκω, φώσκω
φ 251
Φὼς ὀξυτόνως μὲν ὁ ἄνθρωπος, ἀπὸ τοῦ φωτίζειν τὰ πάντα τῷ λόγῳ· περισπωμένως δὲ τὸ πῦρ, καὶ μεταφορικῶς ἡ, χαρὰ· οἷον τὸ, Τρώων ῥῆξε φάλαγγας, φόως δʼ ἑτάροισιν ἔθηκε
φ 252
Φὼς ὀξυτόνως ὁ ἀνὴρ, παρὰ τὸ φῶ τὸ λέγω, μόνος γὰρ ὁ ἄνθρωπος λογικὸς, ὡς ὁ θεολόγος· φὼς γὰρ τὸν ἄνθρωπον ὀνομάζει, διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν
φ 253
Φῶς παρὰ τὸ πόῤῥωθεν φαίνειν, καὶ καθορᾷν τοὺς πάντας
φ 254
Φημισμὸν ἀντὶ τοῦ πόῤῥωθεν ἀσπαζόμενον
φ 255
Φῶς σημαίνει τέσσαρα, φῶς ὁ θεὸς, φῶς ἡ ἡμέρα, φῶς τὸ πῦρ, φὼς ὁ ἄνθρωπος
φ 256
Φωκαία ἐκ τοῦ φώκη. Τέλος τοῦ Φ στοιχείου. ΑΡΧΗ ΤΟΥ Χ ΣΤΟΙΧΕΙΟΥ
χ 4
χαμάδις · χαμᾶζε ἐπίῤῥημα, παρὰ τὸ χέω χαμᾶζε· καὶ διάτι προπερισπᾶται; κανών ἐστιν ὁ λέγων, τὰ εἰς ζε λήγοντα συνεσταλμένον ἔχει τὸ α, πρὸ τοῦ τέλους, οἷον θύραζε, ἔραζε, πλὴν τοῦ χαμᾶζε
χ 5
Χαμάδις ἐπίῤῥημα τοπικὸν ἐκ τοῦ χαμαί. τὸ δις ἰῶτα διάτι; τὰ διὰ τοῦ αδις τρισύλλαβα ἐπιῤῥήματα τῷ α παραλήγοντα, διὰ τοῦ ἰῶτα γράφεται καὶ βαρύνεται, οἷον, φυγάδις, χαμάδις· σεσημείωται τὸ ὁμαδὶς ὀξυνόμενον
χ 6
Χαιρέτω ληρῶν ἐρυθριάτω φλυαρῶν
χ 7
Χαίτη παρὰ τὸ κρατῶ κράτη χάτη, καὶ πλεονασμῷ τοῦ ι, χαίτη
χ 8
Χαλινὸς διὰ τοῦ ἰῶτα γράφεται· ἐπειδὴ οἱ Αἰολεῖς χάλλινος λέγουσιν, ὥσπερ ὅμιλος ἐπόμιλλος, πέδιλον πέδιλλον· εἰ δὲ γράφεται διὰ τῆς ει διφθόγγου, χαλεινὸς ἂν ἐλέγετο
χ 9
Χάραξ θηλυκῶς, ἐπὶ τῶν τῆς ἀμπέλου· ἀρσενικῶς δὲ ἐπὶ τῶν τοῖς πολεμίοις πηγνυμένων, ἀφʼ ὧν λέγεται χαρακώσαντες, ἀντὶ τοῦ περιφράξαντες
χ 10
Χαίρω παρὰ τὸ χωρῶ, καὶ μετὰ συγκοπὴν χῶ, καὶ ὥσπερ παρὰ τὸ σκῶ σκαίρω, καὶ σπῶ σπαίρω, οὕτω καὶ χῶ χαίρω, φωνὴ ἐνεργητικὴ παθητικ. δηλοῦντος· τὸ ἐχάρην παθητικοῦ ἐστιν ἀόριστος δεύτερος, τοῦ χαίρω ἐν φωνῇ ἐνεργητικῇ ἐκλέλοιπεν ἡ φωνὴ ἡ παθητική· τοῦ δὲ ἐχάρην ἀορίστου δευτέρου ἡ ἐνεργητική· ὁ γὰρ ἔχαρον δεύτερος ἀόριστος ἐνεργητικὸς οὐ λέγεται· εἰκότως ὁ παθητικὸς μὴ ἔχων τὶ τὸ ὀφεῖλον ἐλέγξαι τὴν παραλογίαν αὐτοῦ, ἔλαθε, καὶ ὑπεισῆλθεν εἰς χρείαν τοῦ ἐνεργητικοῦ
χ 11
Χαιρέας ὁ ῥήτωρ, ἐκ τοῦ χαίρω
χ 12
Χαίρετε ἀπὸ τοῦ χαίρω, τὸ προστακτικὸν χαίρετε, χαίρειν φθάσαντες, ἀποταξάμενοι διαγνόντες
χ 13
Χαλεπὸς παρὰ τὸ χαλέπτω ῥήματος, τοῦ σημαίνοντος τὸ ὀργίζομαι, κατὰ παραγωγὴν χαλεπταίνω, καὶ ἐκβολῇ τοῦ τ, χαλεπαίνω
χ 14
Χαλκήρεϊ γένους θηλυκοῦ, ἡ εὐθεῖα χαλκήρης, χαλκήρεος καὶ χαλκήρους, χαλκήρεϊ· ὁ κανὼν, τὰ ὁμόφωνα θηλυκὰ τοῖς ἀρσενικοῖς. ὁ χαλκήρης γὰρ ἐκ τοῦ χαλκὸς καὶ τοῦ ἀρῶ τὸ ἁρμόζω· τὸ κη, ἦτα διάτι; τὰ διὰ τοῦ ηρης ἀρσενικὰ βαρύτονα διὰ τοῦ ἦτα γράφεται, οἷον, ποδήρης, ὁ ἱερατικὸς χιτὼν, κλινήρης ὁ παραλελυμένος, φρενήρης ὁ φρόνιμος
χ 15
Χαλκοῦν οὐδέτερον, τὸ ἀρσενικὸν ὁ χαλκὸς καὶ γίνεται, παρὰ τὸ χάλυψ, ὃ σημαίνει τὸν σίδηρον, καὶ κλίνεται χάλυβος, καὶ τροπῇ τοῦ β εἰς κ, χάλυκος, καὶ ἐν συγκοπῇ χάλκος
χ 16
Χαλκίον τὸ θερματόριον σκεῦος, οἷον, χαντάτιον, οἷον, χαίνοντα, ἑαυτῶν γὰρ ἡ ἔνθεσις γίνεται τῶν εἰσφερομένων
χ 17
Χαλκοκρὰς εἰς τὸ προβλῆτι
χ 18
Χαλκὸς ἐκ τοῦ χάλυψ χάλυβος· σημαίνει δὲ τὸ ἔθνος, ἐκεῖ γὰρ εὑρέθη ὁ χαλκὸς, ἐκ τοῦ οὖν χάλυβος γίνεται χαλβὸς, καὶ τροπῇ τοῦ β εἰς κ χαλκός· διάτι ἐκλήθη χαλκὸς ὁ σίδηρος; διότι πρότερον εὑρέθη παρὰ τοῖς ἀρχαίοις ὁ χαλκὸς, ὕστερον δὲ εὑρεθεὶς ὁ σίδηρος, ἐκάλεσαν αὐτὸν ὁμωνυμῶς τῷ χαλκῷ, σίδηρος δέ ἐστι
χ 19
Χάλαζα παρὰ τὸ χαλᾶσθαι ἄνω
χ 20
Χαλκὰς ἐκ τοῦ χαλκὸς, τοῦτο παρὰ τὸ ἀλκὴ, ὃ σημαίνει τὴν δύναμιν, ἀλκὸς καὶ χαλκός
χ 21
Χαλκοχιτῶνες ἐκ τοῦ χαλκὸς καὶ τοῦ χιτὼν, τοῦ χιτῶνος ὁ κανὼν, τὰ εἰς ων ἰαμβικὰ, πρὸ τέλους ἔχοντα τὸ ἰῶτα, φυλάσσουσι τὸ ω ἐπὶ γενικῆς, ἐπί τε ὀξυτόνων καὶ βαρυτόνων, Πυθὼν Πυθῶνος, ὄνομα πόλεως, κιθὼν κιθῶνος, τρίβων τρίβωνος, σημαίνει δὲ τὸ διδασκαλικὸν ἱμάτιον, Σίμων Σίμωνος
χ 22
Χιτωνίσκος ἱματίου διαφέρει· χιτωνίσκος μὲν ὁ κολοβὼν, ἱμάτιον δὲ αὐτὸ τὸ ὠμοφόριον
χ 23
Χαλκοκορυστὴν χαλκῷ ὁπλιζόμενον, οἷον, κρανὸς ἔχοντα χαλκοῦν
χ 24
Χαμαὶ παρὰ τὴν χθόνα, ὅθεν αὐτὴ καὶ χθαμαλή· ἡ δὲ χὼν πλεονασμῷ τοῦ θ, χθών· χὼν γάρ ἐστιν ἡ πάντας χωροῦσα
χ 25
Χαμαλὴ οὖν ἐστι τὸ χαμαὶ ἐντεῦθεν· ἢ παρὰ τὸ χέω, ἡ ἐκκεχυμένη γῆ
χ 26
Χαμαίμηλον εἶδος βοτάνης, διὰ τὸ πυκνὸν τῶν φύλλων
χ 27
Χαὸς παρὰ τὸ χεῖσθαι, ὁ κενὸς τόπος μεταξὺ γῆς καὶ οὐρανοῦ· χαὸς παρὰ τὸ χῶ χαίω, ὡς δαίω τὸ καίω, δαὸς ἡ λαμπάς· δηλοῖ δὲ τὸ χαὸς τὸ μέγα καὶ ἀπέραντον χώρημα
χ 28
Χάσμα παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ παρακείμενος κέχακα, ὁ παθητικὸς κέχασμαι, χάσμα
χ 29
Χαλκὶς εἶδος ὀρνέου ἥτις καλεῖται κυμίνδη, ἀπὸ τῆς φωνῆς
χ 30
Χαμόθεν καὶ χαμᾶζε, τὸ μὲν ἐκ τόπου, τὸ δὲ εἰς τόπον· τὸ χαμαιπετὲς καὶ χαμαίζηλον πάντως διὰ τῆς αι διφθόγγου ἔχει τὴν δευτέραν συλλαβήν· χαμερπὲς τὸ χαμαίζηλον, καὶ χαμαιπετὲς τὸ αὐτὸ δηλοῖ
χ 31
Χαμαιτύπη ἡ πόρνη, παρὰ τὸ χαμαὶ τύπτεσθαι ἀδόλως
χ 32
Χαμαιτυπιῶν τῶν πολὺ κατεχούσων συνουσιῶν